Book 1
The descent to the Piraeus
§327a κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες. καλὴ μὲν οὖν μοι καὶ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον.
§327b προσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ. κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί κελεῦσαι. καί μου ὄπισθεν παῖς λαβόμενος τοῦ ἱματίου, κελεύει ὑμᾶς, ἔφη, Πολέμαρχος περιμεῖναι. καὶ ἐγὼ μετεστράφην τε καὶ ἠρόμην ὅπου αὐτὸς εἴη. οὗτος, ἔφη, ὄπισθεν προσέρχεται· ἀλλὰ περιμένετε. ἀλλὰ περιμενοῦμεν, δʼ ὃς Γλαύκων.
§327c καὶ ὀλίγῳ ὕστερον τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος Νικίου καὶ ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς. οὖν Πολέμαρχος ἔφη· Σώκρατες, δοκεῖτέ μοι πρὸς ἄστυ ὡρμῆσθαι ὡς ἀπιόντες. οὐ γὰρ κακῶς δοξάζεις, ἦν δʼ ἐγώ. ὁρᾷς οὖν ἡμᾶς, ἔφη, ὅσοι ἐσμέν; πῶς γὰρ οὔ; τοίνυν τούτων, ἔφη, κρείττους γένεσθε μένετʼ αὐτοῦ. οὐκοῦν, ἦν δʼ ἐγώ, ἔτι ἓν λείπεται, τὸ ἢν πείσωμεν ὑμᾶς ὡς χρὴ ἡμᾶς ἀφεῖναι; καὶ δύναισθʼ ἄν, δʼ ὅς, πεῖσαι μὴ ἀκούοντας; οὐδαμῶς, ἔφη Γλαύκων. ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε.
§328a καὶ Ἀδείμαντος, ἆρά γε, δʼ ὅς, οὐδʼ ἴστε ὅτι λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφʼ ἵππων τῇ θεῷ; ἀφʼ ἵππων; ἦν δʼ ἐγώ· καινόν γε τοῦτο. λαμπάδια ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις; πῶς λέγεις; οὕτως, ἔφη Πολέμαρχος. καὶ πρός γε παννυχίδα ποιήσουσιν, ἣν ἄξιον θεάσασθαι· ἐξαναστησόμεθα γὰρ μετὰ τὸ δεῖπνον καὶ τὴν παννυχίδα θεασόμεθα. καὶ συνεσόμεθά τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα. ἀλλὰ μένετε
§328b καὶ μὴ ἄλλως ποιεῖτε. καὶ Γλαύκων, ἔοικεν, ἔφη, μενετέον εἶναι. ἀλλʼ εἰ δοκεῖ, ἦν δʼ ἐγώ, οὕτω χρὴ ποιεῖν. ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύμου· ἦν δʼ ἔνδον καὶ πατὴρ τοῦ Πολεμάρχου Κέφαλος. καὶ μάλα πρεσβύτης μοι ἔδοξεν εἶναι· διὰ χρόνου γὰρ καὶ
§328c ἑωράκη αὐτόν. καθῆστο δὲ ἐστεφανωμένος ἐπί τινος προσκεφαλαίου τε καὶ δίφρου· τεθυκὼς γὰρ ἐτύγχανεν ἐν τῇ αὐλῇ. ἐκαθεζόμεθα οὖν παρʼ αὐτόν· ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι κύκλῳ. εὐθὺς οὖν με ἰδὼν Κέφαλος ἠσπάζετό τε καὶ εἶπεν· Σώκρατες, οὐ δὲ θαμίζεις ἡμῖν καταβαίνων εἰς τὸν Πειραιᾶ. χρῆν μέντοι. εἰ μὲν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει τοῦ ῥᾳδίως πορεύεσθαι πρὸς τὸ ἄστυ, οὐδὲν ἂν σὲ ἔδει δεῦρο
§328d ἰέναι, ἀλλʼ ἡμεῖς ἂν παρὰ σὲ ᾖμεν· νῦν δέ σε χρὴ πυκνότερον δεῦρο ἰέναι. ὡς εὖ ἴσθι ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί. μὴ οὖν ἄλλως ποίει, ἀλλὰ τοῖσδέ τε τοῖς νεανίσκοις σύνισθι καὶ δεῦρο παρʼ ἡμᾶς φοίτα ὡς παρὰ φίλους τε καὶ πάνυ οἰκείους. καὶ μήν, ἦν δʼ ἐγώ, Κέφαλε, χαίρω γε διαλεγόμενος
§328e τοῖς σφόδρα πρεσβύταις· δοκεῖ γάρ μοι χρῆναι παρʼ αὐτῶν πυνθάνεσθαι, ὥσπερ τινὰ ὁδὸν προεληλυθότων ἣν καὶ ἡμᾶς ἴσως δεήσει πορεύεσθαι, ποία τίς ἐστιν, τραχεῖα καὶ χαλεπή, ῥᾳδία καὶ εὔπορος. καὶ δὴ καὶ σοῦ ἡδέως ἂν πυθοίμην ὅτι σοι φαίνεται τοῦτο, ἐπειδὴ ἐνταῦθα ἤδη εἶ τῆς ἡλικίας δὴ ἐπὶ γήραος οὐδῷ φασιν εἶναι οἱ ποιηταί, πότερον χαλεπὸν τοῦ βίου, πῶς σὺ αὐτὸ ἐξαγγέλλεις.
§329a ἐγώ σοι, ἔφη, νὴ τὸν Δία ἐρῶ, Σώκρατες, οἷόν γέ μοι φαίνεται. πολλάκις γὰρ συνερχόμεθά τινες εἰς ταὐτὸν παραπλησίαν ἡλικίαν ἔχοντες, διασῴζοντες τὴν παλαιὰν παροιμίαν· οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται συνιόντες, τὰς ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνῃσκόμενοι περί τε τἀφροδίσια καὶ περὶ πότους τε καὶ εὐωχίας καὶ ἄλλʼ ἄττα τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες.
§329b ἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν αἴτιον. ἐμοὶ δὲ δοκοῦσιν, Σώκρατες, οὗτοι οὐ τὸ αἴτιον αἰτιᾶσθαι. εἰ γὰρ ἦν τοῦτʼ αἴτιον, κἂν ἐγὼ τὰ αὐτὰ ταῦτα ἐπεπόνθη, ἕνεκά γε γήρως, καὶ οἱ ἄλλοι πάντες ὅσοι ἐνταῦθα ἦλθον ἡλικίας. νῦν δʼ ἔγωγε ἤδη ἐντετύχηκα οὐχ οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος· πῶς, ἔφη,
§329c Σοφόκλεις, ἔχεις πρὸς τἀφροδίσια; ἔτι οἷός τε εἶ γυναικὶ συγγίγνεσθαι; καὶ ὅς, εὐφήμει, ἔφη, ἄνθρωπε· ἁσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς. εὖ οὖν μοι καὶ τότε ἔδοξεν ἐκεῖνος εἰπεῖν, καὶ νῦν οὐχ ἧττον. παντάπασι γὰρ τῶν γε τοιούτων ἐν τῷ γήρᾳ πολλὴ εἰρήνη γίγνεται καὶ ἐλευθερία· ἐπειδὰν αἱ ἐπιθυμίαι παύσωνται κατατείνουσαι καὶ χαλάσωσιν, παντάπασιν τὸ τοῦ Σοφοκλέους γίγνεται,
§329d δεσποτῶν πάνυ πολλῶν ἐστι καὶ μαινομένων ἀπηλλάχθαι. ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις αἰτία ἐστίν, οὐ τὸ γῆρας, Σώκρατες, ἀλλʼ τρόπος τῶν ἀνθρώπων. ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσιν, καὶ τὸ γῆρας μετρίως ἐστὶν ἐπίπονον· εἰ δὲ μή, καὶ γῆρας, Σώκρατες, καὶ νεότης χαλεπὴ τῷ τοιούτῳ συμβαίνει. καὶ ἐγὼ ἀγασθεὶς αὐτοῦ εἰπόντος ταῦτα, βουλόμενος ἔτι
§329e λέγειν αὐτὸν ἐκίνουν καὶ εἶπον· Κέφαλε, οἶμαί σου τοὺς πολλούς, ὅταν ταῦτα λέγῃς, οὐκ ἀποδέχεσθαι ἀλλʼ ἡγεῖσθαί σε ῥᾳδίως τὸ γῆρας φέρειν οὐ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὸ πολλὴν οὐσίαν κεκτῆσθαι· τοῖς γὰρ πλουσίοις πολλὰ παραμύθιά φασιν εἶναι.
§330a ὅτι οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν εὐδοκιμοῖ, ἀπεκρίνατο ὅτι οὔτʼ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτʼ ἐκεῖνος Ἀθηναῖος. καὶ τοῖς δὴ μὴ πλουσίοις, χαλεπῶς δὲ τὸ γῆρας φέρουσιν, εὖ ἔχει αὐτὸς λόγος, ὅτι οὔτʼ ἂν ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι οὔθʼ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτʼ ἂν ἑαυτῷ γένοιτο. πότερον δέ, ἦν δʼ ἐγώ, Κέφαλε, ὧν κέκτησαι τὰ πλείω παρέλαβες ἐπεκτήσω;
§330b ποῖʼ ἐπεκτησάμην, ἔφη, Σώκρατες; μέσος τις γέγονα χρηματιστὴς τοῦ τε πάππου καὶ τοῦ πατρός. μὲν γὰρ πάππος τε καὶ ὁμώνυμος ἐμοὶ σχεδόν τι ὅσην ἐγὼ νῦν οὐσίαν κέκτημαι παραλαβὼν πολλάκις τοσαύτην ἐποίησεν, Λυσανίας δὲ πατὴρ ἔτι ἐλάττω αὐτὴν ἐποίησε τῆς νῦν οὔσης· ἐγὼ δὲ ἀγαπῶ ἐὰν μὴ ἐλάττω καταλίπω τούτοισιν, ἀλλὰ βραχεῖ γέ τινι πλείω παρέλαβον. οὗ τοι ἕνεκα ἠρόμην, ἦν δʼ ἐγώ, ὅτι μοι ἔδοξας οὐ σφόδρα
§330c ἀγαπᾶν τὰ χρήματα, τοῦτο δὲ ποιοῦσιν ὡς τὸ πολὺ οἳ ἂν μὴ αὐτοὶ κτήσωνται· οἱ δὲ κτησάμενοι διπλῇ οἱ ἄλλοι ἀσπάζονται αὐτά. ὥσπερ γὰρ οἱ ποιηταὶ τὰ αὑτῶν ποιήματα καὶ οἱ πατέρες τοὺς παῖδας ἀγαπῶσιν, ταύτῃ τε δὴ καὶ οἱ χρηματισάμενοι περὶ τὰ χρήματα σπουδάζουσιν ὡς ἔργον ἑαυτῶν, καὶ κατὰ τὴν χρείαν ᾗπερ οἱ ἄλλοι. χαλεποὶ οὖν καὶ συγγενέσθαι εἰσίν, οὐδὲν ἐθέλοντες ἐπαινεῖν ἀλλʼ τὸν πλοῦτον. ἀληθῆ, ἔφη, λέγεις.
§330d πάνυ μὲν οὖν, ἦν δʼ ἐγώ. ἀλλά μοι ἔτι τοσόνδε εἰπέ· τί μέγιστον οἴει ἀγαθὸν ἀπολελαυκέναι τοῦ πολλὴν οὐσίαν κεκτῆσθαι; , δʼ ὅς, ἴσως οὐκ ἂν πολλοὺς πείσαιμι λέγων. εὖ γὰρ ἴσθι, ἔφη, Σώκρατες, ὅτι, ἐπειδάν τις ἐγγὺς τοῦ οἴεσθαι τελευτήσειν, εἰσέρχεται αὐτῷ δέος καὶ φροντὶς περὶ ὧν ἔμπροσθεν οὐκ εἰσῄει. οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν Ἅιδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δεῖ ἐκεῖ διδόναι
§330e δίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσιν· καὶ αὐτόςἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν τι καθορᾷ αὐτάὑποψίας δʼ οὖν καὶ δείματος μεστὸς γίγνεται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν.
§331a καὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος , ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, Σώκρατες, τοῦτʼ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ, γλυκεῖά οἱ καρδίαν ἀτάλλοισα γηροτρόφος συναορεῖ ἐλπὶς μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ. Pindar Frag. 214, Loeb εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτʼ ἔγωγε τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ
§331b τι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ ἄκοντά τινα ἐξαπατῆσαι ψεύσασθαι, μηδʼ αὖ ὀφείλοντα θεῷ θυσίας τινὰς ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι δεδιότα, μέγα μέρος εἰς τοῦτο τῶν χρημάτων κτῆσις συμβάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε ἀνθʼ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι.
§331c παγκάλως, ἦν δʼ ἐγώ, λέγεις, Κέφαλε. τοῦτο δʼ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως ποιεῖν; οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ, ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ἀποδιδούς, οὐδʼ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων τἀληθῆ λέγειν.
§331d ὀρθῶς, ἔφη, λέγεις. οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν καὶ ἂν λάβῃ τις ἀποδιδόναι. πάνυ μὲν οὖν, ἔφη, Σώκρατες, ὑπολαβὼν Πολέμαρχος, εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι. καὶ μέντοι, ἔφη Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν λόγον· δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι. οὐκοῦν, ἔφη, ἐγώ, Πολέμαρχος, τῶν γε σῶν κληρονόμος; πάνυ γε, δʼ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά.
§331e λέγε δή, εἶπον ἐγώ, σὺ τοῦ λόγου κληρονόμος, τί φῂς τὸν Σιμωνίδην λέγοντα ὀρθῶς λέγειν περὶ δικαιοσύνης; ὅτι, δʼ ὅς, τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι δίκαιόν ἐστι· τοῦτο λέγων δοκεῖ ἔμοιγε καλῶς λέγειν.
§332a ἀποδιδόναι. καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο παρακατέθετο· γάρ; ναί. ἀποδοτέον δέ γε οὐδʼ ὁπωστιοῦν τότε ὁπότε τις μὴ σωφρόνως ἀπαιτοῖ; ἀληθῆ, δʼ ὅς. ἄλλο δή τι τὸ τοιοῦτον, ὡς ἔοικεν, λέγει Σιμωνίδης τὸ τὰ ὀφειλόμενα δίκαιον εἶναι ἀποδιδόναι. ἄλλο μέντοι νὴ Δίʼ, ἔφη· τοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν. μανθάνω, ἦν δʼ ἐγώὅτι οὐ τὰ ὀφειλόμενα ἀποδίδωσιν ὃς ἄν τῳ χρυσίον ἀποδῷ παρακαταθεμένῳ, ἐάνπερ ἀπόδοσις
§332b καὶ λῆψις βλαβερὰ γίγνηται, φίλοι δὲ ὦσιν τε ἀπολαμβάνων καὶ ἀποδιδούςοὐχ οὕτω λέγειν φῂς τὸν Σιμωνίδην; πάνυ μὲν οὖν. τί δέ; τοῖς ἐχθροῖς ἀποδοτέον ὅτι ἂν τύχῃ ὀφειλόμενον; παντάπασι μὲν οὖν, ἔφη, γε ὀφείλεται αὐτοῖς, ὀφείλεται δέ γε οἶμαι παρά γε τοῦ ἐχθροῦ τῷ ἐχθρῷ ὅπερ καὶ προσήκει, κακόν τι. ἠινίξατο ἄρα, ἦν δʼ ἐγώ, ὡς ἔοικεν, Σιμωνίδης ποιητικῶς
§332c τὸ δίκαιον εἴη. διενοεῖτο μὲν γάρ, ὡς φαίνεται, ὅτι τοῦτʼ εἴη δίκαιον, τὸ προσῆκον ἑκάστῳ ἀποδιδόναι, τοῦτο δὲ ὠνόμασεν ὀφειλόμενον. ἀλλὰ τί οἴει; ἔφη. πρὸς Διός, ἦν δʼ ἐγώ, εἰ οὖν τις αὐτὸν ἤρετο· Σιμωνίδη, τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη ἰατρικὴ καλεῖται; τί ἂν οἴει ἡμῖν αὐτὸν ἀποκρίνασθαι; δῆλον ὅτι, ἔφη, σώμασιν φάρμακά τε καὶ σιτία καὶ ποτά. δὲ τίσιν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη μαγειρικὴ καλεῖται;
§332d τοῖς ὄψοις τὰ ἡδύσματα. εἶεν· οὖν δὴ τίσιν τί ἀποδιδοῦσα τέχνη δικαιοσύνη ἂν καλοῖτο; εἰ μέν τι, ἔφη, δεῖ ἀκολουθεῖν, Σώκρατες, τοῖς ἔμπροσθεν εἰρημένοις, τοῖς φίλοις τε καὶ ἐχθροῖς ὠφελίας τε καὶ βλάβας ἀποδιδοῦσα. τὸ τοὺς φίλους ἄρα εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς δικαιοσύνην λέγει; δοκεῖ μοι. τίς οὖν δυνατώτατος κάμνοντας φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς κακῶς πρὸς νόσον καὶ ὑγίειαν; ἰατρός.
§332e τίς δὲ πλέοντας πρὸς τὸν τῆς θαλάττης κίνδυνον; κυβερνήτης. τί δὲ δίκαιος; ἐν τίνι πράξει καὶ πρὸς τί ἔργον δυνατώτατος φίλους ὠφελεῖν καὶ ἐχθροὺς βλάπτειν; ἐν τῷ προσπολεμεῖν καὶ ἐν τῷ συμμαχεῖν, ἔμοιγε δοκεῖ. εἶεν· μὴ κάμνουσί γε μήν, φίλε Πολέμαρχε, ἰατρὸς ἄχρηστος. ἀληθῆ. καὶ μὴ πλέουσι δὴ κυβερνήτης. ναί. ἆρα καὶ τοῖς μὴ πολεμοῦσιν δίκαιος ἄχρηστος; οὐ πάνυ μοι δοκεῖ τοῦτο. χρήσιμον ἄρα καὶ ἐν εἰρήνῃ δικαιοσύνη;
§333a χρήσιμον. καὶ γὰρ γεωργία· οὔ; ναί. πρός γε καρποῦ κτῆσιν; ναί. καὶ μὴν καὶ σκυτοτομική; ναί. πρός γε ὑποδημάτων ἂν οἶμαι φαίης κτῆσιν; πάνυ γε. τί δὲ δή; τὴν δικαιοσύνην πρὸς τίνος χρείαν κτῆσιν ἐν εἰρήνῃ φαίης ἂν χρήσιμον εἶναι; πρὸς τὰ συμβόλαια, Σώκρατες. συμβόλαια δὲ λέγεις κοινωνήματα τι ἄλλο; κοινωνήματα δῆτα.
§333b ἆρʼ οὖν δίκαιος ἀγαθὸς καὶ χρήσιμος κοινωνὸς εἰς πεττῶν θέσιν, πεττευτικός; πεττευτικός. ἀλλʼ εἰς πλίνθων καὶ λίθων θέσιν δίκαιος χρησιμώτερός τε καὶ ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ; οὐδαμῶς. ἀλλʼ εἰς τίνα δὴ κοινωνίαν δίκαιος ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ τε καὶ κιθαριστικοῦ, ὥσπερ κιθαριστικὸς τοῦ δικαίου εἰς κρουμάτων; εἰς ἀργυρίου, ἔμοιγε δοκεῖ. πλήν γʼ ἴσως, Πολέμαρχε, πρὸς τὸ χρῆσθαι ἀργυρίῳ, ὅταν δέῃ ἀργυρίου κοινῇ πρίασθαι ἀποδόσθαι ἵππον· τότε
§333c δέ, ὡς ἐγὼ οἶμαι, ἱππικός. γάρ; φαίνεται. καὶ μὴν ὅταν γε πλοῖον, ναυπηγὸς κυβερνήτης; ἔοικεν. ὅταν οὖν τί δέῃ ἀργυρίῳ χρυσίῳ κοινῇ χρῆσθαι, δίκαιος χρησιμώτερος τῶν ἄλλων; ὅταν παρακαταθέσθαι καὶ σῶν εἶναι, Σώκρατες. οὐκοῦν λέγεις ὅταν μηδὲν δέῃ αὐτῷ χρῆσθαι ἀλλὰ κεῖσθαι; πάνυ γε. ὅταν ἄρα ἄχρηστον ἀργύριον, τότε χρήσιμος ἐπʼ αὐτῷ
§333d δικαιοσύνη; κινδυνεύει. καὶ ὅταν δὴ δρέπανον δέῃ φυλάττειν, δικαιοσύνη χρήσιμος καὶ κοινῇ καὶ ἰδίᾳ· ὅταν δὲ χρῆσθαι, ἀμπελουργική; φαίνεται. φήσεις δὲ καὶ ἀσπίδα καὶ λύραν ὅταν δέῃ φυλάττειν καὶ μηδὲν χρῆσθαι, χρήσιμον εἶναι τὴν δικαιοσύνην, ὅταν δὲ χρῆσθαι, τὴν ὁπλιτικὴν καὶ τὴν μουσικήν; ἀνάγκη. καὶ περὶ τἆλλα δὴ πάντα δικαιοσύνη ἑκάστου ἐν μὲν χρήσει ἄχρηστος, ἐν δὲ ἀχρηστίᾳ χρήσιμος; κινδυνεύει.
§333e οὐκ ἂν οὖν, φίλε, πάνυ γέ τι σπουδαῖον εἴη δικαιοσύνη, εἰ πρὸς τὰ ἄχρηστα χρήσιμον ὂν τυγχάνει. τόδε δὲ σκεψώμεθα. ἆρʼ οὐχ πατάξαι δεινότατος ἐν μάχῃ εἴτε πυκτικῇ εἴτε τινὶ καὶ ἄλλῃ, οὗτος καὶ φυλάξασθαι; πάνυ γε. ἆρʼ οὖν καὶ νόσον ὅστις δεινὸς φυλάξασθαι, καὶ λαθεῖν οὗτος δεινότατος ἐμποιήσας; ἔμοιγε δοκεῖ.
§334a ἀλλὰ μὴν στρατοπέδου γε αὐτὸς φύλαξ ἀγαθός, ὅσπερ καὶ τὰ τῶν πολεμίων κλέψαι καὶ βουλεύματα καὶ τὰς ἄλλας πράξεις; πάνυ γε. ὅτου τις ἄρα δεινὸς φύλαξ, τούτου καὶ φὼρ δεινός. ἔοικεν. εἰ ἄρα δίκαιος ἀργύριον δεινὸς φυλάττειν, καὶ κλέπτειν δεινός. ὡς γοῦν λόγος, ἔφη, σημαίνει. κλέπτης ἄρα τις δίκαιος, ὡς ἔοικεν, ἀναπέφανται, καὶ κινδυνεύεις παρʼ Ὁμήρου μεμαθηκέναι αὐτό· καὶ γὰρ ἐκεῖνος
§334b τὸν τοῦ Ὀδυσσέως πρὸς μητρὸς πάππον Αὐτόλυκον ἀγαπᾷ τε καί φησιν αὐτὸν πάντας ἀνθρώπους κεκάσθαι κλεπτοσύνῃ θʼ ὅρκῳ τε Hom. Od. 19.395. ἔοικεν οὖν δικαιοσύνη καὶ κατὰ σὲ καὶ καθʼ Ὅμηρον καὶ κατὰ Σιμωνίδην κλεπτική τις εἶναι, ἐπʼ ὠφελίᾳ μέντοι τῶν φίλων καὶ ἐπὶ βλάβῃ τῶν ἐχθρῶν. οὐχ οὕτως ἔλεγες; οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ οὐκέτι οἶδα ἔγωγε ὅτι ἔλεγον· τοῦτο μέντοι ἔμοιγε δοκεῖ ἔτι, ὠφελεῖν μὲν τοὺς φίλους δικαιοσύνη, βλάπτειν δὲ τοὺς ἐχθρούς.
§334c φίλους δὲ λέγεις εἶναι πότερον τοὺς δοκοῦντας ἑκάστῳ χρηστοὺς εἶναι, τοὺς ὄντας, κἂν μὴ δοκῶσι, καὶ ἐχθροὺς ὡσαύτως; εἰκὸς μέν, ἔφη, οὓς ἄν τις ἡγῆται χρηστοὺς φιλεῖν, οὓς δʼ ἂν πονηροὺς μισεῖν. ἆρʼ οὖν οὐχ ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ τοῦτο, ὥστε δοκεῖν αὐτοῖς πολλοὺς μὲν χρηστοὺς εἶναι μὴ ὄντας, πολλοὺς δὲ τοὐναντίον; ἁμαρτάνουσιν. τούτοις ἄρα οἱ μὲν ἀγαθοὶ ἐχθροί, οἱ δὲ κακοὶ φίλοι; πάνυ γε. ἀλλʼ ὅμως δίκαιον τότε τούτοις τοὺς μὲν πονηροὺς
§334d ὠφελεῖν, τοὺς δὲ ἀγαθοὺς βλάπτειν; φαίνεται. ἀλλὰ μὴν οἵ γε ἀγαθοὶ δίκαιοί τε καὶ οἷοι μὴ ἀδικεῖν; ἀληθῆ. κατὰ δὴ τὸν σὸν λόγον τοὺς μηδὲν ἀδικοῦντας δίκαιον κακῶς ποιεῖν. μηδαμῶς, ἔφη, Σώκρατες· πονηρὸς γὰρ ἔοικεν εἶναι λόγος. τοὺς ἀδίκους ἄρα, ἦν δʼ ἐγώ, δίκαιον βλάπτειν, τοὺς δὲ δικαίους ὠφελεῖν; οὗτος ἐκείνου καλλίων φαίνεται. πολλοῖς ἄρα, Πολέμαρχε, συμβήσεται, ὅσοι διημαρτήκασιν
§334e τῶν ἀνθρώπων, δίκαιον εἶναι τοὺς μὲν φίλους βλάπτεινπονηροὶ γὰρ αὐτοῖς εἰσιντοὺς δʼ ἐχθροὺς ὠφελεῖνἀγαθοὶ γάρ· καὶ οὕτως ἐροῦμεν αὐτὸ τοὐναντίον τὸν Σιμωνίδην ἔφαμεν λέγειν. καὶ μάλα, ἔφη, οὕτω συμβαίνει. ἀλλὰ μεταθώμεθα· κινδυνεύομεν γὰρ οὐκ ὀρθῶς τὸν φίλον καὶ ἐχθρὸν θέσθαι. πῶς θέμενοι, Πολέμαρχε; τὸν δοκοῦντα χρηστόν, τοῦτον φίλον εἶναι. νῦν δὲ πῶς, ἦν δʼ ἐγώ, μεταθώμεθα;
§335a τὸν δὲ δοκοῦντα μέν, ὄντα δὲ μή, δοκεῖν ἀλλὰ μὴ εἶναι φίλον. καὶ περὶ τοῦ ἐχθροῦ δὲ αὐτὴ θέσις. φίλος μὲν δή, ὡς ἔοικε, τούτῳ τῷ λόγῳ ἀγαθὸς ἔσται, ἐχθρὸς δὲ πονηρός. ναί. κελεύεις δὴ ἡμᾶς προσθεῖναι τῷ δικαίῳ ὡς τὸ πρῶτον ἐλέγομεν, λέγοντες δίκαιον εἶναι τὸν μὲν φίλον εὖ ποιεῖν, τὸν δʼ ἐχθρὸν κακῶς· νῦν πρὸς τούτῳ ὧδε λέγειν, ὅτι ἔστιν δίκαιον τὸν μὲν φίλον ἀγαθὸν ὄντα εὖ ποιεῖν, τὸν δʼ ἐχθρὸν κακὸν ὄντα βλάπτειν;
§335b πάνυ μὲν οὖν, ἔφη, οὕτως ἄν μοι δοκεῖ καλῶς λέγεσθαι. ἔστιν ἄρα, ἦν δʼ ἐγώ, δικαίου ἀνδρὸς βλάπτειν καὶ ὁντινοῦν ἀνθρώπων; καὶ πάνυ γε, ἔφη· τούς γε πονηρούς τε καὶ ἐχθροὺς δεῖ βλάπτειν. βλαπτόμενοι δʼ ἵπποι βελτίους χείρους γίγνονται; χείρους. ἆρα εἰς τὴν τῶν κυνῶν ἀρετήν, εἰς τὴν τῶν ἵππων; εἰς τὴν τῶν ἵππων. ἆρʼ οὖν καὶ κύνες βλαπτόμενοι χείρους γίγνονται εἰς τὴν τῶν κυνῶν ἀλλʼ οὐκ εἰς τὴν τῶν ἵππων ἀρετήν; ἀνάγκη.
§335c ἀνθρώπους δέ, ἑταῖρε, μὴ οὕτω φῶμεν, βλαπτομένους εἰς τὴν ἀνθρωπείαν ἀρετὴν χείρους γίγνεσθαι; πάνυ μὲν οὖν. ἀλλʼ δικαιοσύνη οὐκ ἀνθρωπεία ἀρετή; καὶ τοῦτʼ ἀνάγκη. καὶ τοὺς βλαπτομένους ἄρα, φίλε, τῶν ἀνθρώπων ἀνάγκη ἀδικωτέρους γίγνεσθαι. ἔοικεν. ἆρʼ οὖν τῇ μουσικῇ οἱ μουσικοὶ ἀμούσους δύνανται ποιεῖν; ἀδύνατον. ἀλλὰ τῇ ἱππικῇ οἱ ἱππικοὶ ἀφίππους; οὐκ ἔστιν. ἀλλὰ τῇ δικαιοσύνῃ δὴ οἱ δίκαιοι ἀδίκους; καὶ
§335d συλλήβδην ἀρετῇ οἱ ἀγαθοὶ κακούς; ἀλλὰ ἀδύνατον. οὐ γὰρ θερμότητος οἶμαι ἔργον ψύχειν ἀλλὰ τοῦ ἐναντίου. ναί. οὐδὲ ξηρότητος ὑγραίνειν ἀλλὰ τοῦ ἐναντίου. πάνυ γε. οὐδὲ δὴ τοῦ ἀγαθοῦ βλάπτειν ἀλλὰ τοῦ ἐναντίου. φαίνεται. δέ γε δίκαιος ἀγαθός; πάνυ γε. οὐκ ἄρα τοῦ δικαίου βλάπτειν ἔργον, Πολέμαρχε, οὔτε φίλον οὔτʼ ἄλλον οὐδένα, ἀλλὰ τοῦ ἐναντίου, τοῦ ἀδίκου. παντάπασί μοι δοκεῖς ἀληθῆ λέγειν, ἔφη, Σώκρατες.
§335e εἰ ἄρα τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι φησίν τις δίκαιον εἶναι, τοῦτο δὲ δὴ νοεῖ αὐτῷ τοῖς μὲν ἐχθροῖς βλάβην ὀφείλεσθαι παρὰ τοῦ δικαίου ἀνδρός, τοῖς δὲ φίλοις ὠφελίαν, οὐκ ἦν σοφὸς ταῦτα εἰπών. οὐ γὰρ ἀληθῆ ἔλεγεν· οὐδαμοῦ γὰρ δίκαιον οὐδένα ἡμῖν ἐφάνη ὂν βλάπτειν. συγχωρῶ, δʼ ὅς. μαχούμεθα ἄρα, ἦν δʼ ἐγώ, κοινῇ ἐγώ τε καὶ σύ, ἐάν τις αὐτὸ φῇ Σιμωνίδην Βίαντα Πιττακὸν εἰρηκέναι τινʼ ἄλλον τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν. ἐγὼ γοῦν, ἔφη, ἕτοιμός εἰμι κοινωνεῖν τῆς μάχης.
§336a ἀλλʼ οἶσθα, ἦν δʼ ἐγώ, οὗ μοι δοκεῖ εἶναι τὸ ῥῆμα, τὸ φάναι δίκαιον εἶναι τοὺς μὲν φίλους ὠφελεῖν, τοὺς δʼ ἐχθροὺς βλάπτειν; τίνος; ἔφη. οἶμαι αὐτὸ Περιάνδρου εἶναι Περδίκκου Ξέρξου Ἰσμηνίου τοῦ Θηβαίου τινος ἄλλου μέγα οἰομένου δύνασθαι πλουσίου ἀνδρός. ἀληθέστατα, ἔφη, λέγεις. εἶεν, ἦν δʼ ἐγώ· ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἐφάνη δικαιοσύνη ὂν οὐδὲ τὸ δίκαιον, τί ἂν ἄλλο τις αὐτὸ φαίη εἶναι;
Thrasymachus erupts
§336b καὶ Θρασύμαχος πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν λόγον· ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτʼ εἶπον, οὐκέτι ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν ἐφʼ ἡμᾶς ὡς διαρπασόμενος. καὶ ἐγώ τε καὶ Πολέμαρχος δείσαντες διεπτοήθημεν· δʼ εἰς τὸ μέσον φθεγξάμενος, τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία
§336c ἔχει, Σώκρατες; καὶ τί εὐηθίζεσθε πρὸς ἀλλήλους ὑποκατακλινόμενοι ὑμῖν αὐτοῖς; ἀλλʼ εἴπερ ὡς ἀληθῶς βούλει εἰδέναι τὸ δίκαιον ὅτι ἔστι, μὴ μόνον ἐρώτα μηδὲ φιλοτιμοῦ ἐλέγχων ἐπειδάν τίς τι ἀποκρίνηται, ἐγνωκὼς τοῦτο, ὅτι ῥᾷον ἐρωτᾶν ἀποκρίνεσθαι, ἀλλὰ καὶ αὐτὸς ἀπόκριναι καὶ εἰπὲ τί φῂς εἶναι τὸ δίκαιον. καὶ ὅπως μοι μὴ ἐρεῖς ὅτι τὸ
§336d δέον ἐστὶν μηδʼ ὅτι τὸ ὠφέλιμον μηδʼ ὅτι τὸ λυσιτελοῦν μηδʼ ὅτι τὸ κερδαλέον μηδʼ ὅτι τὸ συμφέρον, ἀλλὰ σαφῶς μοι καὶ ἀκριβῶς λέγε ὅτι ἂν λέγῃς· ὡς ἐγὼ οὐκ ἀποδέξομαι ἐὰν ὕθλους τοιούτους λέγῃς. καὶ ἐγὼ ἀκούσας ἐξεπλάγην καὶ προσβλέπων αὐτὸν ἐφοβούμην, καί μοι δοκῶ, εἰ μὴ πρότερος ἑωράκη αὐτὸν ἐκεῖνος ἐμέ, ἄφωνος ἂν γενέσθαι. νῦν δὲ ἡνίκα ὑπὸ τοῦ λόγου ἤρχετο ἐξαγριαίνεσθαι, προσέβλεψα αὐτὸν πρότερος,
§336e ὥστε αὐτῷ οἷός τʼ ἐγενόμην ἀποκρίνασθαι, καὶ εἶπον ὑποτρέμων· Θρασύμαχε, μὴ χαλεπὸς ἡμῖν ἴσθι· εἰ γάρ τι ἐξαμαρτάνομεν ἐν τῇ τῶν λόγων σκέψει ἐγώ τε καὶ ὅδε, εὖ ἴσθι ὅτι ἄκοντες ἁμαρτάνομεν. μὴ γὰρ δὴ οἴου, εἰ μὲν χρυσίον ἐζητοῦμεν, οὐκ ἄν ποτε ἡμᾶς ἑκόντας εἶναι ὑποκατακλίνεσθαι ἀλλήλοις ἐν τῇ ζητήσει καὶ διαφθείρειν τὴν εὕρεσιν αὐτοῦ, δικαιοσύνην δὲ ζητοῦντας, πρᾶγμα πολλῶν χρυσίων τιμιώτερον, ἔπειθʼ οὕτως ἀνοήτως ὑπείκειν ἀλλήλοις καὶ οὐ σπουδάζειν ὅτι μάλιστα φανῆναι αὐτό.
§337a μᾶλλον εἰκός ἐστίν που ὑπὸ ὑμῶν τῶν δεινῶν χαλεπαίνεσθαι. καὶ ὃς ἀκούσας ἀνεκάγχασέ τε μάλα σαρδάνιον καὶ εἶπεν· Ἡράκλεις, ἔφη, αὕτη ʼκείνη εἰωθυῖα εἰρωνεία Σωκράτους, καὶ ταῦτʼ ἐγὼ ᾔδη τε καὶ τούτοις προύλεγον, ὅτι σὺ ἀποκρίνασθαι μὲν οὐκ ἐθελήσοις, εἰρωνεύσοιο δὲ καὶ πάντα μᾶλλον ποιήσοις ἀποκρινοῖο, εἴ τίς τί σε ἐρωτᾷ. σοφὸς γὰρ εἶ, ἦν δʼ ἐγώ, Θρασύμαχε· εὖ οὖν ᾔδησθα ὅτι εἴ τινα ἔροιο ὁπόσα ἐστὶν τὰ δώδεκα, καὶ ἐρόμενος προείποις
§337b αὐτῷὅπως μοι, ἄνθρωπε, μὴ ἐρεῖς ὅτι ἔστιν τὰ δώδεκα δὶς ἓξ μηδʼ ὅτι τρὶς τέτταρα μηδʼ ὅτι ἑξάκις δύο μηδʼ ὅτι τετράκις τρία· ὡς οὐκ ἀποδέξομαί σου ἐὰν τοιαῦτα φλυαρῇςδῆλον οἶμαί σοι ἦν ὅτι οὐδεὶς ἀποκρινοῖτο τῷ οὕτως πυνθανομένῳ. ἀλλʼ εἴ σοι εἶπεν· Θρασύμαχε, πῶς λέγεις; μὴ ἀποκρίνωμαι ὧν προεῖπες μηδέν; πότερον, θαυμάσιε, μηδʼ εἰ τούτων τι τυγχάνει ὄν, ἀλλʼ ἕτερον εἴπω τι
§337c τοῦ ἀληθοῦς; πῶς λέγεις; τί ἂν αὐτῷ εἶπες πρὸς ταῦτα; εἶεν, ἔφη· ὡς δὴ ὅμοιον τοῦτο ἐκείνῳ. οὐδέν γε κωλύει, ἦν δʼ ἐγώ· εἰ δʼ οὖν καὶ μὴ ἔστιν ὅμοιον, φαίνεται δὲ τῷ ἐρωτηθέντι τοιοῦτον, ἧττόν τι αὐτὸν οἴει ἀποκρινεῖσθαι τὸ φαινόμενον ἑαυτῷ, ἐάντε ἡμεῖς ἀπαγορεύωμεν ἐάντε μή; ἄλλο τι οὖν, ἔφη, καὶ σὺ οὕτω ποιήσεις· ὧν ἐγὼ ἀπεῖπον, τούτων τι ἀποκρινῇ; οὐκ ἂν θαυμάσαιμι, ἦν δʼ ἐγώ· εἴ μοι σκεψαμένῳ οὕτω δόξειεν.
§337d τί οὖν, ἔφη, ἂν ἐγὼ δείξω ἑτέραν ἀπόκρισιν παρὰ πάσας ταύτας περὶ δικαιοσύνης, βελτίω τούτων; τί ἀξιοῖς παθεῖν; τί ἄλλο, ἦν δʼ ἐγώ, ὅπερ προσήκει πάσχειν τῷ μὴ εἰδότι; προσήκει δέ που μαθεῖν παρὰ τοῦ εἰδότος· καὶ ἐγὼ οὖν τοῦτο ἀξιῶ παθεῖν. ἡδὺς γὰρ εἶ, ἔφη· ἀλλὰ πρὸς τῷ μαθεῖν καὶ ἀπότεισον ἀργύριον. οὐκοῦν ἐπειδάν μοι γένηται, εἶπον. ἀλλʼ ἔστιν, ἔφη Γλαύκων. ἀλλʼ ἕνεκα ἀργυρίου, Θρασύμαχε, λέγε· πάντες γὰρ ἡμεῖς Σωκράτει εἰσοίσομεν.
§337e πάνυ γε οἶμαι, δʼ ὅς· ἵνα Σωκράτης τὸ εἰωθὸς διαπράξηται· αὐτὸς μὲν μὴ ἀποκρίνηται, ἄλλου δʼ ἀποκρινομένου λαμβάνῃ λόγον καὶ ἐλέγχῃ.
§338a εἰκὸς λέγειν· σὺ γὰρ δὴ φῂς εἰδέναι καὶ ἔχειν εἰπεῖν. μὴ οὖν ἄλλως ποίει, ἀλλὰ ἐμοί τε χαρίζου ἀποκρινόμενος καὶ μὴ φθονήσῃς καὶ Γλαύκωνα τόνδε διδάξαι καὶ τοὺς ἄλλους. εἰπόντος δέ μου ταῦτα, τε Γλαύκων καὶ οἱ ἄλλοι ἐδέοντο αὐτοῦ μὴ ἄλλως ποιεῖν. καὶ Θρασύμαχος φανερὸς μὲν ἦν ἐπιθυμῶν εἰπεῖν ἵνʼ εὐδοκιμήσειεν, ἡγούμενος ἔχειν ἀπόκρισιν παγκάλην· προσεποιεῖτο δὲ φιλονικεῖν πρὸς τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον. τελευτῶν δὲ συνεχώρησεν,
§338b κἄπειτα, αὕτη δή, ἔφη, Σωκράτους σοφία· αὐτὸν μὲν μὴ ἐθέλειν διδάσκειν, παρὰ δὲ τῶν ἄλλων περιιόντα μανθάνειν καὶ τούτων μηδὲ χάριν ἀποδιδόναι. ὅτι μέν, ἦν δʼ ἐγώ, μανθάνω παρὰ τῶν ἄλλων, ἀληθῆ εἶπες, Θρασύμαχε, ὅτι δὲ οὔ με φῂς χάριν ἐκτίνειν, ψεύδῃ· ἐκτίνω γὰρ ὅσην δύναμαι. δύναμαι δὲ ἐπαινεῖν μόνον· χρήματα γὰρ οὐκ ἔχω. ὡς δὲ προθύμως τοῦτο δρῶ, ἐάν τίς μοι δοκῇ εὖ λέγειν, εὖ εἴσῃ αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀποκρίνῃ· οἶμαι γάρ σε εὖ ἐρεῖν.
§338c ἄκουε δή, δʼ ὅς. φημὶ γὰρ ἐγὼ εἶναι τὸ δίκαιον οὐκ ἄλλο τι τὸ τοῦ κρείττονος συμφέρον. ἀλλὰ τί οὐκ ἐπαινεῖς; ἀλλʼ οὐκ ἐθελήσεις. ἐὰν μάθω γε πρῶτον, ἔφην, τί λέγεις· νῦν γὰρ οὔπω οἶδα. τὸ τοῦ κρείττονος φῂς συμφέρον δίκαιον εἶναι. καὶ τοῦτο, Θρασύμαχε, τί ποτε λέγεις; οὐ γάρ που τό γε τοιόνδε φῄς· εἰ Πουλυδάμας ἡμῶν κρείττων παγκρατιαστὴς καὶ αὐτῷ συμφέρει τὰ βόεια κρέα πρὸς τὸ σῶμα, τοῦτο τὸ
§338d σιτίον εἶναι καὶ ἡμῖν τοῖς ἥττοσιν ἐκείνου συμφέρον ἅμα καὶ δίκαιον. βδελυρὸς γὰρ εἶ, ἔφη, Σώκρατες, καὶ ταύτῃ ὑπολαμβάνεις ἂν κακουργήσαις μάλιστα τὸν λόγον. οὐδαμῶς, ἄριστε, ἦν δʼ ἐγώ· ἀλλὰ σαφέστερον εἰπὲ τί λέγεις. εἶτʼ οὐκ οἶσθʼ, ἔφη, ὅτι τῶν πόλεων αἱ μὲν τυραννοῦνται, αἱ δὲ δημοκρατοῦνται, αἱ δὲ ἀριστοκρατοῦνται; πῶς γὰρ οὔ; οὐκοῦν τοῦτο κρατεῖ ἐν ἑκάστῃ πόλει, τὸ ἄρχον; πάνυ γε.
§338e τίθεται δέ γε τοὺς νόμους ἑκάστη ἀρχὴ πρὸς τὸ αὑτῇ συμφέρον, δημοκρατία μὲν δημοκρατικούς, τυραννὶς δὲ τυραννικούς, καὶ αἱ ἄλλαι οὕτως· θέμεναι δὲ ἀπέφηναν τοῦτο δίκαιον τοῖς ἀρχομένοις εἶναι, τὸ σφίσι συμφέρον, καὶ τὸν τούτου ἐκβαίνοντα κολάζουσιν ὡς παρανομοῦντά τε καὶ ἀδικοῦντα.
§339a ταῖς πόλεσιν ταὐτὸν εἶναι δίκαιον, τὸ τῆς καθεστηκυίας ἀρχῆς συμφέρον· αὕτη δέ που κρατεῖ, ὥστε συμβαίνει τῷ ὀρθῶς λογιζομένῳ πανταχοῦ εἶναι τὸ αὐτὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον. νῦν, ἦν δʼ ἐγώ, ἔμαθον λέγεις· εἰ δὲ ἀληθὲς μή, πειράσομαι μαθεῖν. τὸ συμφέρον μὲν οὖν, Θρασύμαχε, καὶ σὺ ἀπεκρίνω δίκαιον εἶναικαίτοι ἔμοιγε ἀπηγόρευες ὅπως μὴ τοῦτο ἀποκρινοίμηνπρόσεστιν δὲ δὴ αὐτόθι τὸ τοῦ κρείττονος.
§339b σμικρά γε ἴσως, ἔφη, προσθήκη. οὔπω δῆλον οὐδʼ εἰ μεγάλη· ἀλλʼ ὅτι μὲν τοῦτο σκεπτέον εἰ ἀληθῆ λέγεις, δῆλον. ἐπειδὴ γὰρ συμφέρον γέ τι εἶναι καὶ ἐγὼ ὁμολογῶ τὸ δίκαιον, σὺ δὲ προστιθεῖς καὶ αὐτὸ φῂς εἶναι τὸ τοῦ κρείττονος, ἐγὼ δὲ ἀγνοῶ, σκεπτέον δή. σκόπει, ἔφη. ταῦτʼ ἔσται, ἦν δʼ ἐγώ. καί μοι εἰπέ· οὐ καὶ πείθεσθαι μέντοι τοῖς ἄρχουσιν δίκαιον φῂς εἶναι; ἔγωγε.
§339c πότερον δὲ ἀναμάρτητοί εἰσιν οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν ἑκάσταις οἷοί τι καὶ ἁμαρτεῖν; πάντως που, ἔφη, οἷοί τι καὶ ἁμαρτεῖν. οὐκοῦν ἐπιχειροῦντες νόμους τιθέναι τοὺς μὲν ὀρθῶς τιθέασιν, τοὺς δέ τινας οὐκ ὀρθῶς; οἶμαι ἔγωγε. τὸ δὲ ὀρθῶς ἆρα τὸ τὰ συμφέροντά ἐστι τίθεσθαι ἑαυτοῖς, τὸ δὲ μὴ ὀρθῶς ἀσύμφορα; πῶς λέγεις; οὕτως. δʼ ἂν θῶνται ποιητέον τοῖς ἀρχομένοις, καὶ τοῦτό ἐστι τὸ δίκαιον; πῶς γὰρ οὔ;
§339d οὐ μόνον ἄρα δίκαιόν ἐστιν κατὰ τὸν σὸν λόγον τὸ τοῦ κρείττονος συμφέρον ποιεῖν ἀλλὰ καὶ τοὐναντίον, τὸ μὴ συμφέρον. τί λέγεις σύ; ἔφη. σὺ λέγεις, ἔμοιγε δοκῶ· σκοπῶμεν δὲ βέλτιον. οὐχ ὡμολόγηται τοὺς ἄρχοντας τοῖς ἀρχομένοις προστάττοντας ποιεῖν ἄττα ἐνίοτε διαμαρτάνειν τοῦ ἑαυτοῖς βελτίστου, δʼ ἂν προστάττωσιν οἱ ἄρχοντες δίκαιον εἶναι τοῖς ἀρχομένοις ποιεῖν; ταῦτʼ οὐχ ὡμολόγηται; οἶμαι ἔγωγε, ἔφη.
§339e οἴου τοίνυν, ἦν δʼ ἐγώ, καὶ τὸ ἀσύμφορα ποιεῖν τοῖς ἄρχουσί τε καὶ κρείττοσι δίκαιον εἶναι ὡμολογῆσθαί σοι, ὅταν οἱ μὲν ἄρχοντες ἄκοντες κακὰ αὑτοῖς προστάττωσιν, τοῖς δὲ δίκαιον εἶναι φῇς ταῦτα ποιεῖν ἐκεῖνοι προσέταξανἆρα τότε, σοφώτατε Θρασύμαχε, οὐκ ἀναγκαῖον συμβαίνειν αὐτὸ οὑτωσί, δίκαιον εἶναι ποιεῖν τοὐναντίον σὺ λέγεις; τὸ γὰρ τοῦ κρείττονος ἀσύμφορον δήπου προστάττεται τοῖς ἥττοσιν ποιεῖν.
§340a ναὶ μὰ Δίʼ, ἔφη, Σώκρατες, Πολέμαρχος, σαφέστατά γε. ἐὰν σύ γʼ, ἔφη, αὐτῷ μαρτυρήσῃς, Κλειτοφῶν ὑπολαβών. καὶ τί, ἔφη, δεῖται μάρτυρος; αὐτὸς γὰρ Θρασύμαχος ὁμολογεῖ τοὺς μὲν ἄρχοντας ἐνίοτε ἑαυτοῖς κακὰ προστάττειν, τοῖς δὲ δίκαιον εἶναι ταῦτα ποιεῖν. τὸ γὰρ τὰ κελευόμενα ποιεῖν, Πολέμαρχε, ὑπὸ τῶν ἀρχόντων δίκαιον εἶναι ἔθετο Θρασύμαχος. καὶ γὰρ τὸ τοῦ κρείττονος, Κλειτοφῶν, συμφέρον
§340b δίκαιον εἶναι ἔθετο. ταῦτα δὲ ἀμφότερα θέμενος ὡμολόγησεν αὖ ἐνίοτε τοὺς κρείττους τὰ αὑτοῖς ἀσύμφορα κελεύειν τοὺς ἥττους τε καὶ ἀρχομένους ποιεῖν. ἐκ δὲ τούτων τῶν ὁμολογιῶν οὐδὲν μᾶλλον τὸ τοῦ κρείττονος συμφέρον δίκαιον ἂν εἴη τὸ μὴ συμφέρον. ἀλλʼ, ἔφη Κλειτοφῶν, τὸ τοῦ κρείττονος συμφέρον ἔλεγεν ἡγοῖτο κρείττων αὑτῷ συμφέρειν· τοῦτο ποιητέον εἶναι τῷ ἥττονι, καὶ τὸ δίκαιον τοῦτο ἐτίθετο. ἀλλʼ οὐχ οὕτως, δʼ ὃς Πολέμαρχος, ἐλέγετο.
§340c οὐδέν, ἦν δʼ ἐγώ, Πολέμαρχε, διαφέρει, ἀλλʼ εἰ νῦν οὕτω λέγει Θρασύμαχος, οὕτως αὐτοῦ ἀποδεχώμεθα. καί μοι εἰπέ, Θρασύμαχε· τοῦτο ἦν ἐβούλου λέγειν τὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον δοκοῦν εἶναι τῷ κρείττονι, ἐάντε συμφέρῃ ἐάντε μή; οὕτω σε φῶμεν λέγειν; ἥκιστά γε, ἔφη· ἀλλὰ κρείττω με οἴει καλεῖν τὸν ἐξαμαρτάνοντα ὅταν ἐξαμαρτάνῃ; ἔγωγε, εἶπον, ᾤμην σε τοῦτο λέγειν ὅτε τοὺς ἄρχοντας ὡμολόγεις οὐκ ἀναμαρτήτους εἶναι ἀλλά τι καὶ ἐξαμαρτάνειν.
§340d συκοφάντης γὰρ εἶ, ἔφη, Σώκρατες, ἐν τοῖς λόγοις· ἐπεὶ αὐτίκα ἰατρὸν καλεῖς σὺ τὸν ἐξαμαρτάνοντα περὶ τοὺς κάμνοντας κατʼ αὐτὸ τοῦτο ἐξαμαρτάνει; λογιστικόν, ὃς ἂν ἐν λογισμῷ ἁμαρτάνῃ, τότε ὅταν ἁμαρτάνῃ, κατὰ ταύτην τὴν ἁμαρτίαν; ἀλλʼ οἶμαι λέγομεν τῷ ῥήματι οὕτως, ὅτι ἰατρὸς ἐξήμαρτεν καὶ λογιστὴς ἐξήμαρτεν καὶ γραμματιστής· τὸ δʼ οἶμαι ἕκαστος τούτων, καθʼ ὅσον τοῦτʼ ἔστιν
§340e προσαγορεύομεν αὐτόν, οὐδέποτε ἁμαρτάνει· ὥστε κατὰ τὸν ἀκριβῆ λόγον, ἐπειδὴ καὶ σὺ ἀκριβολογῇ, οὐδεὶς τῶν δημιουργῶν ἁμαρτάνει. ἐπιλειπούσης γὰρ ἐπιστήμης ἁμαρτάνων ἁμαρτάνει, ἐν οὐκ ἔστι δημιουργός· ὥστε δημιουργὸς σοφὸς ἄρχων οὐδεὶς ἁμαρτάνει τότε ὅταν ἄρχων , ἀλλὰ πᾶς γʼ ἂν εἴποι ὅτι ἰατρὸς ἥμαρτεν καὶ ἄρχων ἥμαρτεν.
§341a ὅσον ἄρχων ἐστίν, μὴ ἁμαρτάνειν, μὴ ἁμαρτάνοντα δὲ τὸ αὑτῷ βέλτιστον τίθεσθαι, τοῦτο δὲ τῷ ἀρχομένῳ ποιητέον. ὥστε ὅπερ ἐξ ἀρχῆς ἔλεγον δίκαιον λέγω, τὸ τοῦ κρείττονος ποιεῖν συμφέρον. εἶεν, ἦν δʼ ἐγώ, Θρασύμαχε· δοκῶ σοι συκοφαντεῖν; πάνυ μὲν οὖν, ἔφη. οἴει γάρ με ἐξ ἐπιβουλῆς ἐν τοῖς λόγοις κακουργοῦντά σε ἐρέσθαι ὡς ἠρόμην; εὖ μὲν οὖν οἶδα, ἔφη. καὶ οὐδέν γέ σοι πλέον ἔσται·
§341b οὔτε γὰρ ἄν με λάθοις κακουργῶν, οὔτε μὴ λαθὼν βιάσασθαι τῷ λόγῳ δύναιο. οὐδέ γʼ ἂν ἐπιχειρήσαιμι, ἦν δʼ ἐγώ, μακάριε. ἀλλʼ ἵνα μὴ αὖθις ἡμῖν τοιοῦτον ἐγγένηται, διόρισαι ποτέρως λέγεις τὸν ἄρχοντά τε καὶ τὸν κρείττονα, τὸν ὡς ἔπος εἰπεῖν τὸν ἀκριβεῖ λόγῳ, νυνδὴ ἔλεγες, οὗ τὸ συμφέρον κρείττονος ὄντος δίκαιον ἔσται τῷ ἥττονι ποιεῖν. τὸν τῷ ἀκριβεστάτῳ, ἔφη, λόγῳ ἄρχοντα ὄντα. πρὸς ταῦτα κακούργει καὶ συκοφάντει, εἴ τι δύνασαιοὐδέν σου παρίεμαιἀλλʼ οὐ μὴ οἷός τʼ ᾖς.
§341c οἴει γὰρ ἄν με, εἶπον, οὕτω μανῆναι ὥστε ξυρεῖν ἐπιχειρεῖν λέοντα καὶ συκοφαντεῖν Θρασύμαχον; νῦν γοῦν, ἔφη, ἐπεχείρησας, οὐδὲν ὢν καὶ ταῦτα. ἅδην, ἦν δʼ ἐγώ, τῶν τοιούτων. ἀλλʼ εἰπέ μοι· τῷ ἀκριβεῖ λόγῳ ἰατρός, ὃν ἄρτι ἔλεγες, πότερον χρηματιστής ἐστιν τῶν καμνόντων θεραπευτής; καὶ λέγε τὸν τῷ ὄντι ἰατρὸν ὄντα. τῶν καμνόντων, ἔφη, θεραπευτής. τί δὲ κυβερνήτης; ὀρθῶς κυβερνήτης ναυτῶν ἄρχων ἐστὶν ναύτης; ναυτῶν ἄρχων.
§341d οὐδὲν οἶμαι τοῦτο ὑπολογιστέον, ὅτι πλεῖ ἐν τῇ νηί, οὐδʼ ἐστὶν κλητέος ναύτης· οὐ γὰρ κατὰ τὸ πλεῖν κυβερνήτης καλεῖται, ἀλλὰ κατὰ τὴν τέχνην καὶ τὴν τῶν ναυτῶν ἀρχήν. ἀληθῆ, ἔφη. οὐκοῦν ἑκάστῳ τούτων ἔστιν τι συμφέρον; πάνυ γε. οὐ καὶ τέχνη, ἦν δʼ ἐγώ, ἐπὶ τούτῳ πέφυκεν, ἐπὶ τῷ τὸ συμφέρον ἑκάστῳ ζητεῖν τε καὶ ἐκπορίζειν; ἐπὶ τούτῳ, ἔφη. ἆρʼ οὖν καὶ ἑκάστῃ τῶν τεχνῶν ἔστιν τι συμφέρον ἄλλο ὅτι μάλιστα τελέαν εἶναι;
§341e πῶς τοῦτο ἐρωτᾷς; ὥσπερ, ἔφην ἐγώ, εἴ με ἔροιο εἰ ἐξαρκεῖ σώματι εἶναι σώματι προσδεῖταί τινος, εἴποιμʼ ἂν ὅτι παντάπασι μὲν οὖν προσδεῖται. διὰ ταῦτα καὶ τέχνη ἐστὶν ἰατρικὴ νῦν ηὑρημένη, ὅτι σῶμά ἐστιν πονηρὸν καὶ οὐκ ἐξαρκεῖ αὐτῷ τοιούτῳ εἶναι. τούτῳ οὖν ὅπως ἐκπορίζῃ τὰ συμφέροντα, ἐπὶ τούτῳ παρεσκευάσθη τέχνη. ὀρθῶς σοι δοκῶ, ἔφην, ἂν εἰπεῖν οὕτω λέγων, οὔ;
§342a τί δὲ δή; αὐτὴ ἰατρική ἐστιν πονηρά, ἄλλη τις τέχνη ἔσθʼ ὅτι προσδεῖταί τινος ἀρετῆςὥσπερ ὀφθαλμοὶ ὄψεως καὶ ὦτα ἀκοῆς καὶ διὰ ταῦτα ἐπʼ αὐτοῖς δεῖ τινος τέχνης τῆς τὸ συμφέρον εἰς αὐτὰ ταῦτα σκεψομένης τε καὶ ἐκποριούσηςἆρα καὶ ἐν αὐτῇ τῇ τέχνῃ ἔνι τις πονηρία, καὶ δεῖ ἑκάστῃ τέχνῃ ἄλλης τέχνης ἥτις αὐτῇ τὸ συμφέρον σκέψεται, καὶ τῇ σκοπουμένῃ ἑτέρας αὖ τοιαύτης, καὶ τοῦτʼ ἔστιν ἀπέραντον;
§342b αὐτὴ αὑτῇ τὸ συμφέρον σκέψεται; οὔτε αὑτῆς οὔτε ἄλλης προσδεῖται ἐπὶ τὴν αὑτῆς πονηρίαν τὸ συμφέρον σκοπεῖν· οὔτε γὰρ πονηρία οὔτε ἁμαρτία οὐδεμία οὐδεμιᾷ τέχνῃ πάρεστιν, οὐδὲ προσήκει τέχνῃ ἄλλῳ τὸ συμφέρον ζητεῖν ἐκείνῳ οὗ τέχνη ἐστίν, αὐτὴ δὲ ἀβλαβὴς καὶ ἀκέραιός ἐστιν ὀρθὴ οὖσα, ἕωσπερ ἂν ἑκάστη ἀκριβὴς ὅλη ἥπερ ἐστίν; καὶ σκόπει ἐκείνῳ τῷ ἀκριβεῖ λόγῳ· οὕτως ἄλλως ἔχει; οὕτως, ἔφη, φαίνεται.
§342c οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἰατρικὴ ἰατρικῇ τὸ συμφέρον σκοπεῖ ἀλλὰ σώματι. ναί, ἔφη. οὐδὲ ἱππικὴ ἱππικῇ ἀλλʼ ἵπποις· οὐδὲ ἄλλη τέχνη οὐδεμία ἑαυτῇοὐδὲ γὰρ προσδεῖταιἀλλʼ ἐκείνῳ οὗ τέχνη ἐστίν. φαίνεται, ἔφη, οὕτως. ἀλλὰ μήν, Θρασύμαχε, ἄρχουσί γε αἱ τέχναι καὶ κρατοῦσιν ἐκείνου οὗπέρ εἰσιν τέχναι. συνεχώρησεν ἐνταῦθα καὶ μάλα μόγις. οὐκ ἄρα ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου
§342d ὑπὸ ἑαυτῆς. συνωμολόγησε μὲν καὶ ταῦτα τελευτῶν, ἐπεχείρει δὲ περὶ αὐτὰ μάχεσθαι· ἐπειδὴ δὲ ὡμολόγησεν, ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθʼ ὅσον ἰατρός, τὸ τῷ ἰατρῷ συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι; ὡμολόγηται γὰρ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων ἀλλʼ οὐ χρηματιστής. οὐχ ὡμολόγηται; συνέφη. οὐκοῦν καὶ κυβερνήτης ἀκριβὴς ναυτῶν εἶναι ἄρχων ἀλλʼ οὐ ναύτης;
§342e ὡμολόγηται. οὐκ ἄρα γε τοιοῦτος κυβερνήτης τε καὶ ἄρχων τὸ τῷ κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ τῷ ναύτῃ τε καὶ ἀρχομένῳ. συνέφησε μόγις. οὐκοῦν, ἦν δʼ ἐγώ, Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν οὐδεμιᾷ ἀρχῇ, καθʼ ὅσον ἄρχων ἐστίν, τὸ αὑτῷ συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τῷ ἀρχομένῳ καὶ ἂν αὐτὸς δημιουργῇ, καὶ πρὸς ἐκεῖνο βλέπων καὶ τὸ ἐκείνῳ συμφέρον καὶ πρέπον, καὶ λέγει λέγει καὶ ποιεῖ ποιεῖ ἅπαντα.
§343a ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου καὶ πᾶσι καταφανὲς ἦν ὅτι τοῦ δικαίου λόγος εἰς τοὐναντίον περιειστήκει, Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, Σώκρατες, τίτθη σοι ἔστιν; τί δέ; ἦν δʼ ἐγώ· οὐκ ἀποκρίνεσθαι χρῆν μᾶλλον τοιαῦτα ἐρωτᾶν; ὅτι τοί σε, ἔφη, κορυζῶντα περιορᾷ καὶ οὐκ ἀπομύττει δεόμενον, ὅς γε αὐτῇ οὐδὲ πρόβατα οὐδὲ ποιμένα γιγνώσκεις. ὅτι δὴ τί μάλιστα; ἦν δʼ ἐγώ.
§343b ὅτι οἴει τοὺς ποιμένας τοὺς βουκόλους τὸ τῶν προβάτων τὸ τῶν βοῶν ἀγαθὸν σκοπεῖν καὶ παχύνειν αὐτοὺς καὶ θεραπεύειν πρὸς ἄλλο τι βλέποντας τὸ τῶν δεσποτῶν ἀγαθὸν καὶ τὸ αὑτῶν, καὶ δὴ καὶ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας, οἳ ὡς ἀληθῶς ἄρχουσιν, ἄλλως πως ἡγῇ διανοεῖσθαι πρὸς τοὺς ἀρχομένους ὥσπερ ἄν τις πρὸς πρόβατα διατεθείη, καὶ ἄλλο τι σκοπεῖν αὐτοὺς διὰ νυκτὸς καὶ ἡμέρας τοῦτο,
§343c ὅθεν αὐτοὶ ὠφελήσονται. καὶ οὕτω πόρρω εἶ περί τε τοῦ δικαίου καὶ δικαιοσύνης καὶ ἀδίκου τε καὶ ἀδικίας, ὥστε ἀγνοεῖς ὅτι μὲν δικαιοσύνη καὶ τὸ δίκαιον ἀλλότριον ἀγαθὸν τῷ ὄντι, τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἰκεία δὲ τοῦ πειθομένου τε καὶ ὑπηρετοῦντος βλάβη, δὲ ἀδικία τοὐναντίον, καὶ ἄρχει τῶν ὡς ἀληθῶς εὐηθικῶν τε καὶ δικαίων, οἱ δʼ ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον ποιοῦσιν ὑπηρετοῦντες
§343d αὐτῷ, ἑαυτοὺς δὲ οὐδʼ ὁπωστιοῦν. σκοπεῖσθαι δέ, εὐηθέστατε Σώκρατες, οὑτωσὶ χρή, ὅτι δίκαιος ἀνὴρ ἀδίκου πανταχοῦ ἔλαττον ἔχει. πρῶτον μὲν ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις, ὅπου ἂν τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ, οὐδαμοῦ ἂν εὕροις ἐν τῇ διαλύσει τῆς κοινωνίας πλέον ἔχοντα τὸν δίκαιον τοῦ ἀδίκου ἀλλʼ ἔλαττον· ἔπειτα ἐν τοῖς πρὸς τὴν πόλιν, ὅταν τέ τινες εἰσφοραὶ ὦσιν, μὲν δίκαιος ἀπὸ τῶν ἴσων πλέον εἰσφέρει, δʼ ἔλαττον, ὅταν τε λήψεις,
§343e μὲν οὐδέν, δὲ πολλὰ κερδαίνει. καὶ γὰρ ὅταν ἀρχήν τινα ἄρχῃ ἑκάτερος, τῷ μὲν δικαίῳ ὑπάρχει, καὶ εἰ μηδεμία ἄλλη ζημία, τά γε οἰκεῖα διʼ ἀμέλειαν μοχθηροτέρως ἔχειν, ἐκ δὲ τοῦ δημοσίου μηδὲν ὠφελεῖσθαι διὰ τὸ δίκαιον εἶναι, πρὸς δὲ τούτοις ἀπεχθέσθαι τοῖς τε οἰκείοις καὶ τοῖς γνωρίμοις, ὅταν μηδὲν ἐθέλῃ αὐτοῖς ὑπηρετεῖν παρὰ τὸ δίκαιον· τῷ δὲ ἀδίκῳ πάντα τούτων τἀναντία ὑπάρχει.
§344a ὅνπερ νυνδὴ ἔλεγον, τὸν μεγάλα δυνάμενον πλεονεκτεῖν· τοῦτον οὖν σκόπει, εἴπερ βούλει κρίνειν ὅσῳ μᾶλλον συμφέρει ἰδίᾳ αὑτῷ ἄδικον εἶναι τὸ δίκαιον. πάντων δὲ ῥᾷστα μαθήσῃ, ἐὰν ἐπὶ τὴν τελεωτάτην ἀδικίαν ἔλθῃς, τὸν μὲν ἀδικήσαντα εὐδαιμονέστατον ποιεῖ, τοὺς δὲ ἀδικηθέντας καὶ ἀδικῆσαι οὐκ ἂν ἐθέλοντας ἀθλιωτάτους. ἔστιν δὲ τοῦτο τυραννίς, οὐ κατὰ σμικρὸν τἀλλότρια καὶ λάθρᾳ καὶ βίᾳ ἀφαιρεῖται, καὶ ἱερὰ καὶ ὅσια καὶ ἴδια καὶ δημόσια, ἀλλὰ
§344b συλλήβδην· ὧν ἐφʼ ἑκάστῳ μέρει ὅταν τις ἀδικήσας μὴ λάθῃ, ζημιοῦταί τε καὶ ὀνείδη ἔχει τὰ μέγιστακαὶ γὰρ ἱερόσυλοι καὶ ἀνδραποδισταὶ καὶ τοιχωρύχοι καὶ ἀποστερηταὶ καὶ κλέπται οἱ κατὰ μέρη ἀδικοῦντες τῶν τοιούτων κακουργημάτων καλοῦνταιἐπειδὰν δέ τις πρὸς τοῖς τῶν πολιτῶν χρήμασιν καὶ αὐτοὺς ἀνδραποδισάμενος δουλώσηται, ἀντὶ τούτων τῶν αἰσχρῶν ὀνομάτων εὐδαίμονες καὶ μακάριοι
§344c κέκληνται, οὐ μόνον ὑπὸ τῶν πολιτῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ὅσοι ἂν πύθωνται αὐτὸν τὴν ὅλην ἀδικίαν ἠδικηκότα· οὐ γὰρ τὸ ποιεῖν τὰ ἄδικα ἀλλὰ τὸ πάσχειν φοβούμενοι ὀνειδίζουσιν οἱ ὀνειδίζοντες τὴν ἀδικίαν. οὕτως, Σώκρατες, καὶ ἰσχυρότερον καὶ ἐλευθεριώτερον καὶ δεσποτικώτερον ἀδικία δικαιοσύνης ἐστὶν ἱκανῶς γιγνομένη, καὶ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, τὸ μὲν τοῦ κρείττονος συμφέρον τὸ δίκαιον τυγχάνει ὄν, τὸ δʼ ἄδικον ἑαυτῷ λυσιτελοῦν τε καὶ συμφέρον.
§344d ταῦτα εἰπὼν Θρασύμαχος ἐν νῷ εἶχεν ἀπιέναι, ὥσπερ βαλανεὺς ἡμῶν καταντλήσας κατὰ τῶν ὤτων ἁθρόον καὶ πολὺν τὸν λόγον· οὐ μὴν εἴασάν γε αὐτὸν οἱ παρόντες, ἀλλʼ ἠνάγκασαν ὑπομεῖναί τε καὶ παρασχεῖν τῶν εἰρημένων λόγον. καὶ δὴ ἔγωγε καὶ αὐτὸς πάνυ ἐδεόμην τε καὶ εἶπον· δαιμόνιε Θρασύμαχε, οἷον ἐμβαλὼν λόγον ἐν νῷ ἔχεις ἀπιέναι πρὶν διδάξαι ἱκανῶς μαθεῖν εἴτε οὕτως εἴτε ἄλλως
§344e ἔχει; σμικρὸν οἴει ἐπιχειρεῖν πρᾶγμα διορίζεσθαι ὅλου βίου διαγωγήν, ἂν διαγόμενος ἕκαστος ἡμῶν λυσιτελεστάτην ζωὴν ζῴη; ἐγὼ γὰρ οἶμαι, ἔφη Θρασύμαχος, τουτὶ ἄλλως ἔχειν; ἔοικας, ἦν δʼ ἐγώἤτοι ἡμῶν γε οὐδὲν κήδεσθαι, οὐδέ τι φροντίζειν εἴτε χεῖρον εἴτε βέλτιον βιωσόμεθα ἀγνοοῦντες σὺ φῂς εἰδέναι.
§345a κακῶς σοι κείσεται ὅτι ἂν ἡμᾶς τοσούσδε ὄντας εὐεργετήσῃςἐγὼ γὰρ δή σοι λέγω τό γʼ ἐμόν, ὅτι οὐ πείθομαι οὐδʼ οἶμαι ἀδικίαν δικαιοσύνης κερδαλεώτερον εἶναι, οὐδʼ ἐὰν ἐᾷ τις αὐτὴν καὶ μὴ διακωλύῃ πράττειν βούλεται. ἀλλʼ, ὠγαθέ, ἔστω μὲν ἄδικος, δυνάσθω δὲ ἀδικεῖν τῷ λανθάνειν τῷ διαμάχεσθαι, ὅμως ἐμέ γε οὐ πείθει ὡς ἔστι τῆς δικαιοσύνης κερδαλεώτερον. ταῦτʼ οὖν
§345b καὶ ἕτερος ἴσως τις ἡμῶν πέπονθεν, οὐ μόνος ἐγώ· πεῖσον οὖν, μακάριε, ἱκανῶς ἡμᾶς ὅτι οὐκ ὀρθῶς βουλευόμεθα δικαιοσύνην ἀδικίας περὶ πλείονος ποιούμενοι. καὶ πῶς, ἔφη, σὲ πείσω; εἰ γὰρ οἷς νυνδὴ ἔλεγον μὴ πέπεισαι, τί σοι ἔτι ποιήσω; εἰς τὴν ψυχὴν φέρων ἐνθῶ τὸν λόγον; μὰ Δίʼ, ἦν δʼ ἐγώ, μὴ σύ γε· ἀλλὰ πρῶτον μέν, ἂν εἴπῃς, ἔμμενε τούτοις, ἐὰν μετατιθῇ, φανερῶς μετατίθεσο καὶ ἡμᾶς μὴ ἐξαπάτα. νῦν δὲ ὁρᾷς, Θρασύμαχεἔτι
§345c γὰρ τὰ ἔμπροσθεν ἐπισκεψώμεθαὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν τὸ πρῶτον ὁριζόμενος τὸν ὡς ἀληθῶς ποιμένα οὐκέτι ᾤου δεῖν ὕστερον ἀκριβῶς φυλάξαι, ἀλλὰ πιαίνειν οἴει αὐτὸν τὰ πρόβατα, καθʼ ὅσον ποιμήν ἐστιν, οὐ πρὸς τὸ τῶν προβάτων βέλτιστον βλέποντα ἀλλʼ, ὥσπερ δαιτυμόνα τινὰ καὶ μέλλοντα ἑστιάσεσθαι, πρὸς τὴν εὐωχίαν, αὖ πρὸς τὸ
§345d ἀποδόσθαι, ὥσπερ χρηματιστὴν ἀλλʼ οὐ ποιμένα. τῇ δὲ ποιμενικῇ οὐ δήπου ἄλλου του μέλει ἐφʼ τέτακται, ὅπως τούτῳ τὸ βέλτιστον ἐκποριεῖἐπεὶ τά γε αὑτῆς ὥστʼ εἶναι βελτίστη ἱκανῶς δήπου ἐκπεπόρισται, ἕως γʼ ἂν μηδὲν ἐνδέῃ τοῦ ποιμενικὴ εἶναιοὕτω δὲ ᾤμην ἔγωγε νυνδὴ ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχήν, καθʼ ὅσον ἀρχή, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖσθαι ἐκείνῳ, τῷ
§345e ἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἔν τε πολιτικῇ καὶ ἰδιωτικῇ ἀρχῇ. σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσιν, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει ἄρχειν; μὰ Δίʼ οὔκ, ἔφη, ἀλλʼ εὖ οἶδα.
§346a τοῖς ἀρχομένοις; ἐπεὶ τοσόνδε εἰπέ· οὐχὶ ἑκάστην μέντοι φαμὲν ἑκάστοτε τῶν τεχνῶν τούτῳ ἑτέραν εἶναι, τῷ ἑτέραν τὴν δύναμιν ἔχειν; καί, μακάριε, μὴ παρὰ δόξαν ἀποκρίνου, ἵνα τι καὶ περαίνωμεν. ἀλλὰ τούτῳ, ἔφη, ἑτέρα. οὐκοῦν καὶ ὠφελίαν ἑκάστη τούτων ἰδίαν τινὰ ἡμῖν παρέχεται ἀλλʼ οὐ κοινήν, οἷον ἰατρικὴ μὲν ὑγίειαν, κυβερνητικὴ δὲ σωτηρίαν ἐν τῷ πλεῖν, καὶ αἱ ἄλλαι οὕτω; πάνυ γε.
§346b οὐκοῦν καὶ μισθωτικὴ μισθόν; αὕτη γὰρ αὐτῆς δύναμις· τὴν ἰατρικὴν σὺ καὶ τὴν κυβερνητικὴν τὴν αὐτὴν καλεῖς; ἐάνπερ βούλῃ ἀκριβῶς διορίζειν, ὥσπερ ὑπέθου, οὐδέν τι μᾶλλον, ἐάν τις κυβερνῶν ὑγιὴς γίγνηται διὰ τὸ συμφέρον αὐτῷ πλεῖν ἐν τῇ θαλάττῃ, ἕνεκα τούτου καλεῖς μᾶλλον αὐτὴν ἰατρικήν; οὐ δῆτα, ἔφη. οὐδέ γʼ, οἶμαι, τὴν μισθωτικήν, ἐὰν ὑγιαίνῃ τις μισθαρνῶν. οὐ δῆτα. τί δέ; τὴν ἰατρικὴν μισθαρνητικήν, ἐὰν ἰώμενός τις μισθαρνῇ;
§346c οὐκ ἔφη. οὐκοῦν τήν γε ὠφελίαν ἑκάστης τῆς τέχνης ἰδίαν ὡμολογήσαμεν εἶναι; ἔστω, ἔφη. ἥντινα ἄρα ὠφελίαν κοινῇ ὠφελοῦνται πάντες οἱ δημιουργοί, δῆλον ὅτι κοινῇ τινι τῷ αὐτῷ προσχρώμενοι ἀπʼ ἐκείνου ὠφελοῦνται. ἔοικεν, ἔφη. φαμὲν δέ γε τὸ μισθὸν ἀρνυμένους ὠφελεῖσθαι τοὺς δημιουργοὺς ἀπὸ τοῦ προσχρῆσθαι τῇ μισθωτικῇ τέχνῃ γίγνεσθαι αὐτοῖς. συνέφη μόγις.
§346d οὐκ ἄρα ἀπὸ τῆς αὑτοῦ τέχνης ἑκάστῳ αὕτη ὠφελία ἐστίν, τοῦ μισθοῦ λῆψις, ἀλλʼ, εἰ δεῖ ἀκριβῶς σκοπεῖσθαι, μὲν ἰατρικὴ ὑγίειαν ποιεῖ, δὲ μισθαρνητικὴ μισθόν, καὶ μὲν οἰκοδομικὴ οἰκίαν, δὲ μισθαρνητικὴ αὐτῇ ἑπομένη μισθόν, καὶ αἱ ἄλλαι πᾶσαι οὕτως τὸ αὑτῆς ἑκάστη ἔργον ἐργάζεται καὶ ὠφελεῖ ἐκεῖνο ἐφʼ τέτακται. ἐὰν δὲ μὴ μισθὸς αὐτῇ προσγίγνηται, ἔσθʼ ὅτι ὠφελεῖται δημιουργὸς ἀπὸ τῆς τέχνης; οὐ φαίνεται, ἔφη.
§346e ἆρʼ οὖν οὐδʼ ὠφελεῖ τότε, ὅταν προῖκα ἐργάζηται; οἶμαι ἔγωγε. οὐκοῦν, Θρασύμαχε, τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλʼ, ὅπερ πάλαι ἐλέγομεν, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου συμφέρον ἥττονος ὄντος σκοποῦσα, ἀλλʼ οὐ τὸ τοῦ κρείττονος.
§347a ἀλλὰ μισθὸν αἰτεῖν, ὅτι μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποτε αὑτῷ τὸ βέλτιστον πράττει οὐδʼ ἐπιτάττει κατὰ τὴν τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ· ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖν ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἀργύριον τιμήν, ζημίαν ἐὰν μὴ ἄρχῃ. πῶς τοῦτο λέγεις, Σώκρατες; ἔφη Γλαύκων· τοὺς μὲν γὰρ δύο μισθοὺς γιγνώσκω, τὴν δὲ ζημίαν ἥντινα λέγεις καὶ ὡς ἐν μισθοῦ μέρει εἴρηκας, οὐ συνῆκα. τὸν τῶν βελτίστων ἄρα μισθόν, ἔφην, οὐ συνιεῖς, διʼ ὃν
§347b ἄρχουσιν οἱ ἐπιεικέστατοι, ὅταν ἐθέλωσιν ἄρχειν. οὐκ οἶσθα ὅτι τὸ φιλότιμόν τε καὶ φιλάργυρον εἶναι ὄνειδος λέγεταί τε καὶ ἔστιν; ἔγωγε, ἔφη. διὰ ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, οὔτε χρημάτων ἕνεκα ἐθέλουσιν ἄρχειν οἱ ἀγαθοὶ οὔτε τιμῆς· οὔτε γὰρ φανερῶς πραττόμενοι τῆς ἀρχῆς ἕνεκα μισθὸν μισθωτοὶ βούλονται κεκλῆσθαι, οὔτε λάθρᾳ αὐτοὶ ἐκ τῆς ἀρχῆς λαμβάνοντες κλέπται. οὐδʼ αὖ τιμῆς ἕνεκα· οὐ γάρ εἰσι φιλότιμοι. δεῖ δὴ
§347c αὐτοῖς ἀνάγκην προσεῖναι καὶ ζημίαν, εἰ μέλλουσιν ἐθέλειν ἄρχεινὅθεν κινδυνεύει τὸ ἑκόντα ἐπὶ τὸ ἄρχειν ἰέναι ἀλλὰ μὴ ἀνάγκην περιμένειν αἰσχρὸν νενομίσθαιτῆς δὲ ζημίας μεγίστη τὸ ὑπὸ πονηροτέρου ἄρχεσθαι, ἐὰν μὴ αὐτὸς ἐθέλῃ ἄρχειν· ἣν δείσαντές μοι φαίνονται ἄρχειν, ὅταν ἄρχωσιν, οἱ ἐπιεικεῖς, καὶ τότε ἔρχονται ἐπὶ τὸ ἄρχειν οὐχ ὡς ἐπʼ ἀγαθόν τι ἰόντες οὐδʼ ὡς εὐπαθήσοντες ἐν αὐτῷ, ἀλλʼ
§347d ὡς ἐπʼ ἀναγκαῖον καὶ οὐκ ἔχοντες ἑαυτῶν βελτίοσιν ἐπιτρέψαι οὐδὲ ὁμοίοις. ἐπεὶ κινδυνεύει πόλις ἀνδρῶν ἀγαθῶν εἰ γένοιτο, περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν ὥσπερ νυνὶ τὸ ἄρχειν, καὶ ἐνταῦθʼ ἂν καταφανὲς γενέσθαι ὅτι τῷ ὄντι ἀληθινὸς ἄρχων οὐ πέφυκε τὸ αὑτῷ συμφέρον σκοπεῖσθαι ἀλλὰ τὸ τῷ ἀρχομένῳ· ὥστε πᾶς ἂν γιγνώσκων τὸ ὠφελεῖσθαι μᾶλλον ἕλοιτο ὑπʼ ἄλλου ἄλλον ὠφελῶν πράγματα ἔχειν. τοῦτο μὲν οὖν ἔγωγε οὐδαμῇ συγχωρῶ
§347e Θρασυμάχῳ, ὡς τὸ δίκαιόν ἐστιν τὸ τοῦ κρείττονος συμφέρον. ἀλλὰ τοῦτο μὲν δὴ καὶ εἰς αὖθις σκεψόμεθα· πολὺ δέ μοι δοκεῖ μεῖζον εἶναι νῦν λέγει Θρασύμαχος, τὸν τοῦ ἀδίκου βίον φάσκων εἶναι κρείττω τὸν τοῦ δικαίου. σὺ οὖν ποτέρως, ἦν δʼ ἐγώ, Γλαύκων, αἱρῇ; καὶ πότερον ἀληθεστέρως δοκεῖ σοι λέγεσθαι; τὸν τοῦ δικαίου ἔγωγε λυσιτελέστερον βίον εἶναι.
§348a ἤκουσας, ἦν δʼ ἐγώ, ὅσα ἄρτι Θρασύμαχος ἀγαθὰ διῆλθεν τῷ τοῦ ἀδίκου; ἤκουσα, ἔφη, ἀλλʼ οὐ πείθομαι. βούλει οὖν αὐτὸν πείθωμεν, ἂν δυνώμεθά πῃ ἐξευρεῖν, ὡς οὐκ ἀληθῆ λέγει; πῶς γὰρ οὐ βούλομαι; δʼ ὅς. ἂν μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἀντικατατείναντες λέγωμεν αὐτῷ λόγον παρὰ λόγον, ὅσα αὖ ἀγαθὰ ἔχει τὸ δίκαιον εἶναι, καὶ αὖθις οὗτος, καὶ ἄλλον ἡμεῖς, ἀριθμεῖν δεήσει
§348b τἀγαθὰ καὶ μετρεῖν ὅσα ἑκάτεροι ἐν ἑκατέρῳ λέγομεν, καὶ ἤδη δικαστῶν τινων τῶν διακρινούντων δεησόμεθα· ἂν δὲ ὥσπερ ἄρτι ἀνομολογούμενοι πρὸς ἀλλήλους σκοπῶμεν, ἅμα αὐτοί τε δικασταὶ καὶ ῥήτορες ἐσόμεθα. πάνυ μὲν οὖν, ἔφη. ὁποτέρως οὖν σοι, ἦν δʼ ἐγώ, ἀρέσκει. οὕτως, ἔφη. ἴθι δή, ἦν δʼ ἐγώ, Θρασύμαχε, ἀπόκριναι ἡμῖν ἐξ ἀρχῆς. τὴν τελέαν ἀδικίαν τελέας οὔσης δικαιοσύνης λυσιτελεστέραν φῂς εἶναι;
§348c πάνυ μὲν οὖν καὶ φημί, ἔφη, καὶ διʼ , εἴρηκα. φέρε δή, τὸ τοιόνδε περὶ αὐτῶν πῶς λέγεις; τὸ μέν που ἀρετὴν αὐτοῖν καλεῖς, τὸ δὲ κακίαν; πῶς γὰρ οὔ; οὐκοῦν τὴν μὲν δικαιοσύνην ἀρετήν, τὴν δὲ ἀδικίαν κακίαν; εἰκός γʼ, ἔφη, ἥδιστε, ἐπειδή γε καὶ λέγω ἀδικίαν μὲν λυσιτελεῖν, δικαιοσύνην δʼ οὔ. ἀλλὰ τί μήν; τοὐναντίον, δʼ ὅς. τὴν δικαιοσύνην κακίαν; οὔκ, ἀλλὰ πάνυ γενναίαν εὐήθειαν.
§348d τὴν ἀδικίαν ἄρα κακοήθειαν καλεῖς; οὔκ, ἀλλʼ εὐβουλίαν, ἔφη. καὶ φρόνιμοί σοι, Θρασύμαχε, δοκοῦσιν εἶναι καὶ ἀγαθοὶ οἱ ἄδικοι; οἵ γε τελέως, ἔφη, οἷοί τε ἀδικεῖν, πόλεις τε καὶ ἔθνη δυνάμενοι ἀνθρώπων ὑφʼ ἑαυτοὺς ποιεῖσθαι· σὺ δὲ οἴει με ἴσως τοὺς τὰ βαλλάντια ἀποτέμνοντας λέγειν. λυσιτελεῖ μὲν οὖν, δʼ ὅς, καὶ τὰ τοιαῦτα, ἐάνπερ λανθάνῃ· ἔστι δὲ οὐκ ἄξια λόγου, ἀλλʼ νυνδὴ ἔλεγον.
§348e τοῦτο μέν, ἔφην, οὐκ ἀγνοῶ βούλει λέγειν, ἀλλὰ τόδε ἐθαύμασα, εἰ ἐν ἀρετῆς καὶ σοφίας τιθεῖς μέρει τὴν ἀδικίαν, τὴν δὲ δικαιοσύνην ἐν τοῖς ἐναντίοις. ἀλλὰ πάνυ οὕτω τίθημι. τοῦτο, ἦν δʼ ἐγώ, ἤδη στερεώτερον, ἑταῖρε, καὶ οὐκέτι ῥᾴδιον ἔχειν ὅτι τις εἴπῃ.
§349a ἡμεῖς τῷ δικαίῳ προσετίθεμεν, ἐπειδή γε καὶ ἐν ἀρετῇ αὐτὸ καὶ σοφίᾳ ἐτόλμησας θεῖναι. ἀληθέστατα, ἔφη, μαντεύῃ. ἀλλʼ οὐ μέντοι, ἦν δʼ ἐγώ, ἀποκνητέον γε τῷ λόγῳ ἐπεξελθεῖν σκοπούμενον, ἕως ἄν σε ὑπολαμβάνω λέγειν ἅπερ διανοῇ. ἐμοὶ γὰρ δοκεῖς σύ, Θρασύμαχε, ἀτεχνῶς νῦν οὐ σκώπτειν, ἀλλὰ τὰ δοκοῦντα περὶ τῆς ἀληθείας λέγειν. τί δέ σοι, ἔφη, τοῦτο διαφέρει, εἴτε μοι δοκεῖ εἴτε μή, ἀλλʼ οὐ τὸν λόγον ἐλέγχεις;
§349b οὐδέν, ἦν δʼ ἐγώ. ἀλλὰ τόδε μοι πειρῶ ἔτι πρὸς τούτοις ἀποκρίνασθαι· δίκαιος τοῦ δικαίου δοκεῖ τί σοι ἂν ἐθέλειν πλέον ἔχειν; οὐδαμῶς, ἔφη· οὐ γὰρ ἂν ἦν ἀστεῖος, ὥσπερ νῦν, καὶ εὐήθης. τί δέ; τῆς δικαίας πράξεως; οὐδὲ τῆς δικαίας, ἔφη. τοῦ δὲ ἀδίκου πότερον ἀξιοῖ ἂν πλεονεκτεῖν καὶ ἡγοῖτο δίκαιον εἶναι, οὐκ ἂν ἡγοῖτο; ἡγοῖτʼ ἄν, δʼ ὅς, καὶ ἀξιοῖ, ἀλλʼ οὐκ ἂν δύναιτο. ἀλλʼ οὐ τοῦτο, ἦν δʼ ἐγώ, ἐρωτῶ, ἀλλʼ εἰ τοῦ μὲν
§349c δικαίου μὴ ἀξιοῖ πλέον ἔχειν μηδὲ βούλεται δίκαιος, τοῦ δὲ ἀδίκου; ἀλλʼ οὕτως, ἔφη, ἔχει. τί δὲ δὴ ἄδικος; ἆρα ἀξιοῖ τοῦ δικαίου πλεονεκτεῖν καὶ τῆς δικαίας πράξεως; πῶς γὰρ οὔκ; ἔφη, ὅς γε πάντων πλέον ἔχειν ἀξιοῖ; οὐκοῦν καὶ ἀδίκου γε ἀνθρώπου τε καὶ πράξεως ἄδικος πλεονεκτήσει καὶ ἁμιλλήσεται ὡς ἁπάντων πλεῖστον αὐτὸς λάβῃ; ἔστι ταῦτα. ὧδε δὴ λέγωμεν, ἔφην· δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου, δὲ ἄδικος τοῦ τε ὁμοίου καὶ
§349d τοῦ ἀνομοίου; ἄριστα, ἔφη, εἴρηκας. ἔστιν δέ γε, ἔφην, φρόνιμός τε καὶ ἀγαθὸς ἄδικος, δὲ δίκαιος οὐδέτερα; καὶ τοῦτʼ, ἔφη, εὖ. οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἔοικε τῷ φρονίμῳ καὶ τῷ ἀγαθῷ ἄδικος, δὲ δίκαιος οὐκ ἔοικεν; πῶς γὰρ οὐ μέλλει, ἔφη, τοιοῦτος ὢν καὶ ἐοικέναι τοῖς τοιούτοις, δὲ μὴ ἐοικέναι; καλῶς. τοιοῦτος ἄρα ἐστὶν ἑκάτερος αὐτῶν οἷσπερ ἔοικεν; ἀλλὰ τί μέλλει; ἔφη. εἶεν, Θρασύμαχε· μουσικὸν δέ τινα λέγεις, ἕτερον δὲ
§349e ἄμουσον; ἔγωγε. πότερον φρόνιμον καὶ πότερον ἄφρονα; τὸν μὲν μουσικὸν δήπου φρόνιμον, τὸν δὲ ἄμουσον ἄφρονα. οὐκοῦν καὶ ἅπερ φρόνιμον, ἀγαθόν, δὲ ἄφρονα, κακόν; ναί. τί δὲ ἰατρικόν; οὐχ οὕτως; οὕτως. δοκεῖ ἂν οὖν τίς σοι, ἄριστε, μουσικὸς ἀνὴρ ἁρμοττόμενος λύραν ἐθέλειν μουσικοῦ ἀνδρὸς ἐν τῇ ἐπιτάσει καὶ ἀνέσει τῶν χορδῶν πλεονεκτεῖν ἀξιοῦν πλέον ἔχειν; οὐκ ἔμοιγε. τί δέ; ἀμούσου; ἀνάγκη, ἔφη.
§350a τί δὲ ἰατρικός; ἐν τῇ ἐδωδῇ πόσει ἐθέλειν ἄν τι ἰατρικοῦ πλεονεκτεῖν ἀνδρὸς πράγματος; οὐ δῆτα. μὴ ἰατρικοῦ δέ; ναί. περὶ πάσης δὴ ὅρα ἐπιστήμης τε καὶ ἀνεπιστημοσύνης εἴ τίς σοι δοκεῖ ἐπιστήμων ὁστισοῦν πλείω ἂν ἐθέλειν αἱρεῖσθαι ὅσα ἄλλος ἐπιστήμων πράττειν λέγειν, καὶ οὐ ταὐτὰ τῷ ὁμοίῳ ἑαυτῷ εἰς τὴν αὐτὴν πρᾶξιν. ἀλλʼ ἴσως, ἔφη, ἀνάγκη τοῦτό γε οὕτως ἔχειν. τί δὲ ἀνεπιστήμων; οὐχὶ ὁμοίως μὲν ἐπιστήμονος
§350b πλεονεκτήσειεν ἄν, ὁμοίως δὲ ἀνεπιστήμονος; ἴσως. δὲ ἐπιστήμων σοφός; φημί. δὲ σοφὸς ἀγαθός; φημί. ἄρα ἀγαθός τε καὶ σοφὸς τοῦ μὲν ὁμοίου οὐκ ἐθελήσει πλεονεκτεῖν, τοῦ δὲ ἀνομοίου τε καὶ ἐναντίου. ἔοικεν, ἔφη. δὲ κακός τε καὶ ἀμαθὴς τοῦ τε ὁμοίου καὶ τοῦ ἐναντίου. φαίνεται. οὐκοῦν, Θρασύμαχε, ἦν δʼ ἐγώ, ἄδικος ἡμῖν τοῦ ἀνομοίου τε καὶ ὁμοίου πλεονεκτεῖ; οὐχ οὕτως ἔλεγες; ἔγωγε, ἔφη.
§350c δέ γε δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτήσει, τοῦ δὲ ἀνομοίου; ναί. ἔοικεν ἄρα, ἦν δʼ ἐγώ, μὲν δίκαιος τῷ σοφῷ καὶ ἀγαθῷ, δὲ ἄδικος τῷ κακῷ καὶ ἀμαθεῖ. κινδυνεύει. ἀλλὰ μὴν ὡμολογοῦμεν, γε ὅμοιος ἑκάτερος εἴη, τοιοῦτον καὶ ἑκάτερον εἶναι. ὡμολογοῦμεν γάρ. μὲν ἄρα δίκαιος ἡμῖν ἀναπέφανται ὢν ἀγαθός τε καὶ σοφός, δὲ ἄδικος ἀμαθής τε καὶ κακός. δὴ Θρασύμαχος ὡμολόγησε μὲν πάντα ταῦτα, οὐχ
§350d ὡς ἐγὼ νῦν ῥᾳδίως λέγω, ἀλλʼ ἑλκόμενος καὶ μόγις, μετὰ ἱδρῶτος θαυμαστοῦ ὅσου, ἅτε καὶ θέρους ὄντοςτότε καὶ εἶδον ἐγώ, πρότερον δὲ οὔπω, Θρασύμαχον ἐρυθριῶνταἐπειδὴ δὲ οὖν διωμολογησάμεθα τὴν δικαιοσύνην ἀρετὴν εἶναι καὶ σοφίαν, τὴν δὲ ἀδικίαν κακίαν τε καὶ ἀμαθίαν, εἶεν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἡμῖν οὕτω κείσθω, ἔφαμεν δὲ δὴ καὶ ἰσχυρὸν εἶναι τὴν ἀδικίαν. οὐ μέμνησαι, Θρασύμαχε; μέμνημαι, ἔφη· ἀλλʼ ἔμοιγε οὐδὲ νῦν λέγεις ἀρέσκει, καὶ ἔχω περὶ αὐτῶν λέγειν. εἰ οὖν λέγοιμι, εὖ οἶδʼ ὅτι
§350e δημηγορεῖν ἄν με φαίης. οὖν ἔα με εἰπεῖν ὅσα βούλομαι, , εἰ βούλει ἐρωτᾶν, ἐρώτα· ἐγὼ δέ σοι, ὥσπερ ταῖς γραυσὶν ταῖς τοὺς μύθους λεγούσαις, εἶεν ἐρῶ καὶ κατανεύσομαι καὶ ἀνανεύσομαι. μηδαμῶς, ἦν δʼ ἐγώ, παρά γε τὴν σαυτοῦ δόξαν. ὥστε σοί, ἔφη, ἀρέσκειν, ἐπειδήπερ οὐκ ἐᾷς λέγειν. καίτοι τί ἄλλο βούλει; οὐδὲν μὰ Δία, ἦν δʼ ἐγώ, ἀλλʼ εἴπερ τοῦτο ποιήσεις, ποίει· ἐγὼ δὲ ἐρωτήσω. ἐρώτα δή.
§351a >τὸν λόγον, ὁποῖόν τι τυγχάνει ὂν δικαιοσύνη πρὸς ἀδικίαν. ἐλέχθη γάρ που ὅτι καὶ δυνατώτερον καὶ ἰσχυρότερον εἴη ἀδικία δικαιοσύνης· νῦν δέ γʼ, ἔφην, εἴπερ σοφία τε καὶ ἀρετή ἐστιν δικαιοσύνη, ῥᾳδίως οἶμαι φανήσεται καὶ ἰσχυρότερον ἀδικίας, ἐπειδήπερ ἐστὶν ἀμαθία ἀδικίαοὐδεὶς ἂν ἔτι τοῦτο ἀγνοήσειενἀλλʼ οὔ τι οὕτως ἁπλῶς, Θρασύμαχε, ἔγωγε ἐπιθυμῶ, ἀλλὰ τῇδέ πῃ σκέψασθαι·
§351b πόλιν φαίης ἂν ἄδικον εἶναι καὶ ἄλλας πόλεις ἐπιχειρεῖν δουλοῦσθαι ἀδίκως καὶ καταδεδουλῶσθαι, πολλὰς δὲ καὶ ὑφʼ ἑαυτῇ ἔχειν δουλωσαμένην; πῶς γὰρ οὔκ; ἔφη. καὶ τοῦτό γε ἀρίστη μάλιστα ποιήσει καὶ τελεώτατα οὖσα ἄδικος. μανθάνω, ἔφην, ὅτι σὸς οὗτος ἦν λόγος. ἀλλὰ τόδε περὶ αὐτοῦ σκοπῶ· πότερον κρείττων γιγνομένη πόλις πόλεως ἄνευ δικαιοσύνης τὴν δύναμιν ταύτην ἕξει, ἀνάγκη αὐτῇ μετὰ δικαιοσύνης;
§351c εἰ μέν, ἔφη, ὡς σὺ ἄρτι ἔλεγες ἔχει δικαιοσύνη σοφίαμετὰ δικαιοσύνης· εἰ δʼ ὡς ἐγὼ ἔλεγον, μετὰ ἀδικίας. πάνυ ἄγαμαι, ἦν δʼ ἐγώ, Θρασύμαχε, ὅτι οὐκ ἐπινεύεις μόνον καὶ ἀνανεύεις, ἀλλὰ καὶ ἀποκρίνῃ πάνυ καλῶς. σοὶ γάρ, ἔφη, χαρίζομαι. εὖ γε σὺ ποιῶν· ἀλλὰ δὴ καὶ τόδε μοι χάρισαι καὶ λέγε· δοκεῖς ἂν πόλιν στρατόπεδον λῃστὰς κλέπτας ἄλλο τι ἔθνος, ὅσα κοινῇ ἐπί τι ἔρχεται ἀδίκως, πρᾶξαι ἄν τι δύνασθαι, εἰ ἀδικοῖεν ἀλλήλους;
§351d οὐ δῆτα, δʼ ὅς. τί δʼ εἰ μὴ ἀδικοῖεν; οὐ μᾶλλον; πάνυ γε. στάσεις γάρ που, Θρασύμαχε, γε ἀδικία καὶ μίση καὶ μάχας ἐν ἀλλήλοις παρέχει, δὲ δικαιοσύνη ὁμόνοιαν καὶ φιλίαν· γάρ; ἔστω, δʼ ὅς, ἵνα σοι μὴ διαφέρωμαι. ἀλλʼ εὖ γε σὺ ποιῶν, ἄριστε. τόδε δέ μοι λέγε· ἆρα εἰ τοῦτο ἔργον ἀδικίας, μῖσος ἐμποιεῖν ὅπου ἂν ἐνῇ, οὐ καὶ ἐν ἐλευθέροις τε καὶ δούλοις ἐγγιγνομένη μισεῖν ποιήσει ἀλλήλους καὶ στασιάζειν καὶ ἀδυνάτους εἶναι κοινῇ μετʼ
§351e ἀλλήλων πράττειν; πάνυ γε. τί δὲ ἂν ἐν δυοῖν ἐγγένηται; οὐ διοίσονται καὶ μισήσουσιν καὶ ἐχθροὶ ἔσονται ἀλλήλοις τε καὶ τοῖς δικαίοις; ἔσονται, ἔφη. ἐὰν δὲ δή, θαυμάσιε, ἐν ἑνὶ ἐγγένηται ἀδικία, μῶν μὴ ἀπολεῖ τὴν αὑτῆς δύναμιν, οὐδὲν ἧττον ἕξει; μηδὲν ἧττον ἐχέτω, ἔφη.
§352a ἄλλῳ ὁτῳοῦν, πρῶτον μὲν ἀδύνατον αὐτὸ ποιεῖν πράττειν μεθʼ αὑτοῦ διὰ τὸ στασιάζειν καὶ διαφέρεσθαι, ἔτι δʼ ἐχθρὸν εἶναι ἑαυτῷ τε καὶ τῷ ἐναντίῳ παντὶ καὶ τῷ δικαίῳ; οὐχ οὕτως; πάνυ γε. καὶ ἐν ἑνὶ δὴ οἶμαι ἐνοῦσα ταὐτὰ ταῦτα ποιήσει ἅπερ πέφυκεν ἐργάζεσθαι· πρῶτον μὲν ἀδύνατον αὐτὸν πράττειν ποιήσει στασιάζοντα καὶ οὐχ ὁμονοοῦντα αὐτὸν ἑαυτῷ, ἔπειτα ἐχθρὸν καὶ ἑαυτῷ καὶ τοῖς δικαίοις· γάρ; ναί. δίκαιοι δέ γʼ εἰσίν, φίλε, καὶ οἱ θεοί; ἔστω, ἔφη.
§352b καὶ θεοῖς ἄρα ἐχθρὸς ἔσται ἄδικος, Θρασύμαχε, δὲ δίκαιος φίλος. εὐωχοῦ τοῦ λόγου, ἔφη, θαρρῶν· οὐ γὰρ ἔγωγέ σοι ἐναντιώσομαι, ἵνα μὴ τοῖσδε ἀπέχθωμαι. ἴθι δή, ἦν δʼ ἐγώ, καὶ τὰ λοιπά μοι τῆς ἑστιάσεως ἀποπλήρωσον ἀποκρινόμενος ὥσπερ καὶ νῦν. ὅτι μὲν γὰρ καὶ σοφώτεροι καὶ ἀμείνους καὶ δυνατώτεροι πράττειν οἱ δίκαιοι φαίνονται, οἱ δὲ ἄδικοι οὐδὲ πράττειν μετʼ ἀλλήλων οἷοί
§352c τεἀλλὰ δὴ καὶ οὕς φαμεν ἐρρωμένως πώποτέ τι μετʼ ἀλλήλων κοινῇ πρᾶξαι ἀδίκους ὄντας, τοῦτο οὐ παντάπασιν ἀληθὲς λέγομεν· οὐ γὰρ ἂν ἀπείχοντο ἀλλήλων κομιδῇ ὄντες ἄδικοι, ἀλλὰ δῆλον ὅτι ἐνῆν τις αὐτοῖς δικαιοσύνη, αὐτοὺς ἐποίει μήτοι καὶ ἀλλήλους γε καὶ ἐφʼ οὓς ᾖσαν ἅμα ἀδικεῖν, διʼ ἣν ἔπραξαν ἔπραξαν, ὥρμησαν δὲ ἐπὶ τὰ ἄδικα ἀδικίᾳ ἡμιμόχθηροι ὄντες, ἐπεὶ οἵ γε παμπόνηροι καὶ τελέως ἄδικοι τελέως εἰσὶ καὶ πράττειν ἀδύνατοιταῦτα
§352d μὲν οὖν ὅτι οὕτως ἔχει μανθάνω, ἀλλʼ οὐχ ὡς σὺ τὸ πρῶτον ἐτίθεσο· εἰ δὲ καὶ ἄμεινον ζῶσιν οἱ δίκαιοι τῶν ἀδίκων καὶ εὐδαιμονέστεροί εἰσιν, ὅπερ τὸ ὕστερον προυθέμεθα σκέψασθαι, σκεπτέον. φαίνονται μὲν οὖν καὶ νῦν, ὥς γέ μοι δοκεῖ, ἐξ ὧν εἰρήκαμεν· ὅμως δʼ ἔτι βέλτιον σκεπτέον. οὐ γὰρ περὶ τοῦ ἐπιτυχόντος λόγος, ἀλλὰ περὶ τοῦ ὅντινα τρόπον χρὴ ζῆν. σκόπει δή, ἔφη. σκοπῶ, ἦν δʼ ἐγώ. καί μοι λέγε· δοκεῖ τί σοι εἶναι ἵππου ἔργον;
§352e ἔμοιγε. ἆρʼ οὖν τοῦτο ἂν θείης καὶ ἵππου καὶ ἄλλου ὁτουοῦν ἔργον, ἂν μόνῳ ἐκείνῳ ποιῇ τις ἄριστα; οὐ μανθάνω, ἔφη. ἀλλʼ ὧδε· ἔσθʼ ὅτῳ ἂν ἄλλῳ ἴδοις ὀφθαλμοῖς; οὐ δῆτα. τί δέ; ἀκούσαις ἄλλῳ ὠσίν; οὐδαμῶς. οὐκοῦν δικαίως ἂν ταῦτα τούτων φαμὲν ἔργα εἶναι; πάνυ γε.
§353a τί δέ; μαχαίρᾳ ἂν ἀμπέλου κλῆμα ἀποτέμοις καὶ σμίλῃ καὶ ἄλλοις πολλοῖς; πῶς γὰρ οὔ; ἀλλʼ οὐδενί γʼ ἂν οἶμαι οὕτω καλῶς ὡς δρεπάνῳ τῷ ἐπὶ τούτῳ ἐργασθέντι. ἀληθῆ. ἆρʼ οὖν οὐ τοῦτο τούτου ἔργον θήσομεν; θήσομεν μὲν οὖν. νῦν δὴ οἶμαι ἄμεινον ἂν μάθοις ἄρτι ἠρώτων, πυνθανόμενος εἰ οὐ τοῦτο ἑκάστου εἴη ἔργον ἂν μόνον τι κάλλιστα τῶν ἄλλων ἀπεργάζηται. ἀλλά, ἔφη, μανθάνω τε καί μοι δοκεῖ τοῦτο ἑκάστου
§353b πράγματος ἔργον εἶναι. εἶεν, ἦν δʼ ἐγώ. οὐκοῦν καὶ ἀρετὴ δοκεῖ σοι εἶναι ἑκάστῳ ᾧπερ καὶ ἔργον τι προστέτακται; ἴωμεν δὲ ἐπὶ τὰ αὐτὰ πάλιν· ὀφθαλμῶν, φαμέν, ἔστι τι ἔργον; ἔστιν. ἆρʼ οὖν καὶ ἀρετὴ ὀφθαλμῶν ἔστιν; καὶ ἀρετή. τί δέ; ὤτων ἦν τι ἔργον; ναί. οὐκοῦν καὶ ἀρετή; καὶ ἀρετή. τί δὲ πάντων πέρι τῶν ἄλλων; οὐχ οὕτω; οὕτω. ἔχε δή· ἆρʼ ἄν ποτε ὄμματα τὸ αὑτῶν ἔργον καλῶς
§353c ἀπεργάσαιντο μὴ ἔχοντα τὴν αὑτῶν οἰκείαν ἀρετήν, ἀλλʼ ἀντὶ τῆς ἀρετῆς κακίαν; καὶ πῶς ἄν; ἔφη· τυφλότητα γὰρ ἴσως λέγεις ἀντὶ τῆς ὄψεως. ἥτις, ἦν δʼ ἐγώ, αὐτῶν ἀρετή· οὐ γάρ πω τοῦτο ἐρωτῶ, ἀλλʼ εἰ τῇ οἰκείᾳ μὲν ἀρετῇ τὸ αὑτῶν ἔργον εὖ ἐργάσεται τὰ ἐργαζόμενα, κακίᾳ δὲ κακῶς. ἀληθές, ἔφη, τοῦτό γε λέγεις. οὐκοῦν καὶ ὦτα στερόμενα τῆς αὑτῶν ἀρετῆς κακῶς τὸ αὑτῶν ἔργον ἀπεργάσεται; πάνυ γε.
§353d τίθεμεν οὖν καὶ τἆλλα πάντα εἰς τὸν αὐτὸν λόγον; ἔμοιγε δοκεῖ. ἴθι δή, μετὰ ταῦτα τόδε σκέψαι. ψυχῆς ἔστιν τι ἔργον ἄλλῳ τῶν ὄντων οὐδʼ ἂν ἑνὶ πράξαις, οἷον τὸ τοιόνδε· τὸ ἐπιμελεῖσθαι καὶ ἄρχειν καὶ βουλεύεσθαι καὶ τὰ τοιαῦτα πάντα, ἔσθʼ ὅτῳ ἄλλῳ ψυχῇ δικαίως ἂν αὐτὰ ἀποδοῖμεν καὶ φαῖμεν ἴδια ἐκείνης εἶναι; οὐδενὶ ἄλλῳ. τί δʼ αὖ τὸ ζῆν; οὐ ψυχῆς φήσομεν ἔργον εἶναι; μάλιστά γʼ, ἔφη. οὐκοῦν καὶ ἀρετήν φαμέν τινα ψυχῆς εἶναι; φαμέν.
§353e ἆρʼ οὖν ποτε, Θρασύμαχε, ψυχὴ τὰ αὑτῆς ἔργα εὖ ἀπεργάσεται στερομένη τῆς οἰκείας ἀρετῆς, ἀδύνατον; ἀδύνατον. ἀνάγκη ἄρα κακῇ ψυχῇ κακῶς ἄρχειν καὶ ἐπιμελεῖσθαι, τῇ δὲ ἀγαθῇ πάντα ταῦτα εὖ πράττειν. ἀνάγκη. οὐκοῦν ἀρετήν γε συνεχωρήσαμεν ψυχῆς εἶναι δικαιοσύνην, κακίαν δὲ ἀδικίαν; συνεχωρήσαμεν γάρ. μὲν ἄρα δικαία ψυχὴ καὶ δίκαιος ἀνὴρ εὖ βιώσεται, κακῶς δὲ ἄδικος. φαίνεται, ἔφη, κατὰ τὸν σὸν λόγον.
§354a ἀλλὰ μὴν γε εὖ ζῶν μακάριός τε καὶ εὐδαίμων, δὲ μὴ τἀναντία. πῶς γὰρ οὔ; μὲν δίκαιος ἄρα εὐδαίμων, δʼ ἄδικος ἄθλιος. ἔστω, ἔφη. ἀλλὰ μὴν ἄθλιόν γε εἶναι οὐ λυσιτελεῖ, εὐδαίμονα δέ. πῶς γὰρ οὔ; οὐδέποτʼ ἄρα, μακάριε Θρασύμαχε, λυσιτελέστερον ἀδικία δικαιοσύνης. ταῦτα δή σοι, ἔφη, Σώκρατες, εἱστιάσθω ἐν τοῖς Βενδιδίοις. ὑπὸ σοῦ γε, ἦν δʼ ἐγώ, Θρασύμαχε, ἐπειδή μοι πρᾷος ἐγένου καὶ χαλεπαίνων ἐπαύσω. οὐ μέντοι καλῶς γε
§354b εἱστίαμαι, διʼ ἐμαυτὸν ἀλλʼ οὐ διὰ σέ· ἀλλʼ ὥσπερ οἱ λίχνοι τοῦ ἀεὶ παραφερομένου ἀπογεύονται ἁρπάζοντες, πρὶν τοῦ προτέρου μετρίως ἀπολαῦσαι, καὶ ἐγώ μοι δοκῶ οὕτω, πρὶν τὸ πρῶτον ἐσκοποῦμεν εὑρεῖν, τὸ δίκαιον ὅτι ποτʼ ἐστίν, ἀφέμενος ἐκείνου ὁρμῆσαι ἐπὶ τὸ σκέψασθαι περὶ αὐτοῦ εἴτε κακία ἐστὶν καὶ ἀμαθία, εἴτε σοφία καὶ ἀρετή, καὶ ἐμπεσόντος αὖ ὕστερον λόγου, ὅτι λυσιτελέστερον ἀδικία τῆς δικαιοσύνης, οὐκ ἀπεσχόμην τὸ μὴ οὐκ ἐπὶ τοῦτο ἐλθεῖν ἀπʼ ἐκείνου, ὥστε μοι νυνὶ γέγονεν ἐκ τοῦ διαλόγου μηδὲν
§354c εἰδέναι· ὁπότε γὰρ τὸ δίκαιον μὴ οἶδα ἐστιν, σχολῇ εἴσομαι εἴτε ἀρετή τις οὖσα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ἔχων αὐτὸ οὐκ εὐδαίμων ἐστὶν εὐδαίμων.
Tap any Greek word to look it up
An open-access project
Burnet 1905
OCT
Burnet, OCT, 1905 · 1905
The Editor

John Burnet (1863–1928) was Regius Professor of Greek at the University of St Andrews from 1892 until his death. A leading Platonic scholar, he produced the standard Oxford Classical Text of Plato's complete works between 1900 and 1907 — a text so reliable it remained the reference edition for over a century. Burnet was equally distinguished as a historian of philosophy: his Early Greek Philosophy (1892) shaped the field for generations. He combined meticulous manuscript collation with a deep understanding of Greek philosophical thought.

About This Edition

Burnet's Oxford Classical Text of Plato, published in five volumes (1900–1907), established the modern standard for Plato's Greek text. Working from fresh collation of the principal manuscripts — especially the Bodleian Clarke Plato (MS. E. D. Clarke 39, copied in 895 AD) and the Paris manuscript A — Burnet produced a conservative text that trusted the best manuscript tradition while noting all significant variants in a concise apparatus criticus. The OCT series, formally known as Scriptorum Classicorum Bibliotheca Oxoniensis, aims to provide authoritative critical texts for scholarly use. Burnet's Plato has been partially superseded for individual dialogues by the Budé editions and by S. R. Slings's OCT of the Republic (2003), but for many dialogues his text remains the standard.

Tap any Greek word to look it up