Book 4
The new colony
§704a ΑΘ. φέρε δή, τίνα δεῖ διανοηθῆναί ποτε τὴν πόλιν ἔσεσθαι; λέγω δὲ οὔτι τοὔνομα αὐτῆς ἐρωτῶν ὅτι ποτʼ ἔστι τὰ νῦν, οὐδὲ εἰς τὸν ἔπειτα χρόνον ὅτι δεήσει καλεῖν αὐτήντοῦτο μὲν γὰρ τάχʼ ἂν ἴσως καὶ κατοικισμὸς αὐτῆς τις τόπος, ποταμοῦ τινος κρήνης θεῶν ἐπωνυμία τῶν ἐν τῷ
§704b τόπῳ, προσθείη τὴν αὑτῶν φήμην καινῇ γενομένῃ τῇ πόλειτόδε δὲ περὶ αὐτῆς ἐστιν βουλόμενος μᾶλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις χερσαία. ΚΛ. σχεδόν, ξένε, ἀπέχει θαλάττης γε πόλις, ἧς πέρι τὰ νυνδὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους. ΑΘ. τί δέ; λιμένες ἆρʼ εἰσὶν κατὰ ταῦτα αὐτῆς, τὸ παράπαν ἀλίμενος; ΚΛ. εὐλίμενος μὲν οὖν ταύτῃ γε ὡς δυνατόν ἐστιν μάλιστα, ξένε.
§704c ΑΘ. παπαί, οἷον λέγεις. τί δὲ περὶ αὐτὴν χώρα; πότερα πάμφορος καί τινων ἐπιδεής; ΚΛ. σχεδὸν οὐδενὸς ἐπιδεής. ΑΘ. γείτων δὲ αὐτῆς πόλις ἆρʼ ἔσται τις πλησίον; ΚΛ. οὐ πάνυ, διὸ καὶ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον. ΑΘ. τί δὲ πεδίων τε καὶ ὀρῶν καὶ ὕλης; πῶς μέρος ἑκάστων ἡμῖν εἴληχεν; ΚΛ. προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.
§704d ΑΘ. τραχυτέραν αὐτὴν πεδιεινοτέραν ἂν λέγοις. ΚΛ. πάνυ μὲν οὖν.
§705a σχεδὸν ὅσον εὐλιμενωτέραν αὐτὴν φῂς εἶναι, ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρʼ ἑκάστην ἡμέραν ἡδύ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιμπλᾶσα αὐτήν, ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτήν τε πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως. παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται,
§705b τραχεῖα δὲ οὖσα δῆλον ὡς οὐκ ἂν πολύφορός τε εἴη καὶ πάμφορος ἅμα· τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη, νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεμπίμπλαιτʼ ἄν, οὗ μεῖζον κακὸν ὡς ἔπος εἰπεῖν πόλει ἀνθʼ ἑνὸς ἓν οὐδὲν ἂν γίγνοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν, ὡς ἔφαμεν, εἰ μεμνήμεθα, ἐν τοῖς πρόσθεν λόγοις. ΚΛ. ἀλλὰ μεμνήμεθα, καὶ συγχωροῦμεν τότε λέγειν ἡμᾶς ὀρθῶς καὶ τὰ νῦν.
§705c ΑΘ. τί δὲ δή; ναυπηγησίμης ὕλης τόπος ἡμῖν τῆς χώρας πῶς ἔχει; ΚΛ. οὐκ ἔστιν οὔτε τις ἐλάτη λόγου ἀξία οὔτʼ αὖ πεύκη, κυπάριττός τε οὐ πολλή· πίτυν τʼ αὖ καὶ πλάτανον ὀλίγην ἂν εὕροι τις, οἷς δὴ πρὸς τὰ τῶν ἐντὸς τῶν πλοίων μέρη ἀναγκαῖον τοῖς ναυπηγοῖς χρῆσθαι ἑκάστοτε. ΑΘ. καὶ ταῦτα οὐκ ἂν κακῶς ἔχοι τῇ χώρᾳ τῆς φύσεως. ΚΛ. τί δή; ΑΘ. μιμήσεις πονηρὰς μιμεῖσθαι τοὺς πολεμίους μὴ
§705d ῥᾳδίως δύνασθαί τινα πόλιν ἀγαθόν. ΚΛ. εἰς δὴ τί τῶν εἰρημένων βλέψας εἶπες λέγεις; ΑΘ. δαιμόνιε, φύλαττέ με εἰς τὸ κατʼ ἀρχὰς εἰρημένον ἀποβλέπων, τὸ περὶ τῶν Κρητικῶν νόμων ὡς πρὸς ἕν τι βλέποιεν, καὶ δὴ καὶ τοῦτʼ ἐλεγέτην αὐτὸ εἶναι σφὼ τὸ πρὸς τὸν πόλεμον, ἐγὼ δὲ ὑπολαβὼν εἶπον ὡς ὅτι μὲν εἰς ἀρετήν ποι βλέποι τὰ τοιαῦτα νόμιμα κείμενα, καλῶς ἔχοι, τὸ δὲ ὅτι πρὸς μέρος ἀλλʼ οὐ πρὸς πᾶσαν σχεδόν, οὐ
§705e πάνυ συνεχώρουν· νῦν οὖν ὑμεῖς μοι τῆς παρούσης νομοθεσίας ἀντιφυλάξατε ἑπόμενοι, ἐὰν ἄρα τι μὴ πρὸς ἀρετὴν τεῖνον πρὸς ἀρετῆς μόριον νομοθετῶ.
§706a τοξότου ἑκάστοτε στοχάζηται τούτου ὅτῳ ἂν συνεχῶς τούτων ἀεὶ καλόν τι συνέπηται μόνῳ, τὰ δὲ ἄλλα σύμπαντα παραλείπῃ, ἐάντε τις πλοῦτος ἐάντε ἄρα τι τῶν ἄλλων τῶν τοιούτων ὂν τυγχάνῃ ἄνευ τῶν προειρημένων. τὴν δὲ δὴ μίμησιν ἔλεγον τὴν τῶν πολεμίων τὴν κακὴν τοιάνδε γίγνεσθαι, ὅταν οἰκῇ μέν τις πρὸς θαλάττῃ, λυπῆται δʼ ὑπὸ πολεμίων, οἷονφράσω γὰρ οὔτι μνησικακεῖν βουλόμενος ὑμῖνΜίνως γὰρ δή ποτε τοὺς οἰκοῦντας τὴν Ἀττικὴν
§706b παρεστήσατο εἰς χαλεπήν τινα φορὰν δασμοῦ, δύναμιν πολλὴν κατὰ θάλατταν κεκτημένος, οἱ δʼ οὔτε πω πλοῖα ἐκέκτηντο, καθάπερ νῦν, πολεμικά, οὔτʼ αὖ τὴν χώραν πλήρη ναυπηγησίμων ξύλων ὥστʼ εὐμαρῶς ναυτικὴν παρασχέσθαι δύναμιν· οὔκουν οἷοί τʼ ἐγένοντο διὰ μιμήσεως ναυτικῆς αὐτοὶ ναῦται γενόμενοι εὐθὺς τότε τοὺς πολεμίους ἀμύνασθαι. ἔτι γὰρ ἂν πλεονάκις ἑπτὰ ἀπολέσαι παῖδας αὐτοῖς
§706c συνήνεγκεν, πρὶν ἀντὶ πεζῶν ὁπλιτῶν μονίμων ναυτικοὺς γενομένους ἐθισθῆναι, πυκνὰ ἀποπηδῶντας, δρομικῶς εἰς τὰς ναῦς ταχὺ πάλιν ἀποχωρεῖν, καὶ δοκεῖν μηδὲν αἰσχρὸν ποιεῖν μὴ τολμῶντας ἀποθνῄσκειν μένοντας ἐπιφερομένων πολεμίων, ἀλλʼ εἰκυίας αὐτοῖς γίγνεσθαι προφάσεις καὶ σφόδρα ἑτοίμας ὅπλα τε ἀπολλῦσιν καὶ φεύγουσι δή τινας οὐκ αἰσχράς, ὥς φασιν, φυγάς. ταῦτα γὰρ ἐκ ναυτικῆς ὁπλιτείας ῥήματα φιλεῖ συμβαίνειν, οὐκ ἄξια ἐπαίνων πολλάκις
§706d μυρίων, ἀλλὰ τοὐναντίον· ἔθη γὰρ πονηρὰ οὐδέποτε ἐθίζειν δεῖ, καὶ ταῦτα τὸ τῶν πολιτῶν βέλτιστον μέρος. ἦν δέ που τοῦτό γε καὶ παρʼ Ὁμήρου λαβεῖν, ὅτι τὸ ἐπιτήδευμα ἦν τὸ τοιοῦτον οὐ καλόν. Ὀδυσσεὺς γὰρ αὐτῷ λοιδορεῖ τὸν Ἀγαμέμνονα, τῶν Ἀχαιῶν τότε ὑπὸ τῶν Τρώων κατεχομένων τῇ μάχῃ, κελεύοντα τὰς ναῦς εἰς τὴν θάλατταν καθέλκειν, δὲ χαλεπαίνει τε αὐτῷ καὶ λέγει
§706e ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀυτῆς νῆας ἐυσέλμους ἅλαδʼ ἕλκειν, ὄφρʼ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται ἐελδομένοισί περ ἔμπης, ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοί σχήσουσιν πολέμου νηῶν ἅλαδʼ ἑλκομενάων, ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης·
§707a ἔνθα κε σὴ βουλὴ δηλήσεται, οἷʼ ἀγορεύεις. Hom. Il. 14.96
§707b παντοδαπῶν καὶ οὐ πάνυ σπουδαίων ἀνθρώπων γιγνομένης, τὰς τιμὰς ἑκάστοις οὐκ ἂν δύναιτο ὀρθῶς ἀποδιδόναι τις. καίτοι πῶς ἂν ἔτι πολιτεία γίγνοιτο ὀρθὴ τούτου στερομένη; ΚΛ. σχεδὸν ἀδύνατον. ἀλλὰ μήν, ξένε, τήν γε περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους γενομένην ἡμεῖς γε οἱ Κρῆτες τὴν Ἑλλάδα φαμὲν σῶσαι. ΑΘ. καὶ γὰρ οἱ πολλοὶ τῶν Ἑλλήνων τε καὶ βαρβάρων
§707c λέγουσι ταῦτα. ἡμεῖς δέ, φίλε, ἐγώ τε καὶ ὅδε, Μέγιλλος, φαμὲν τὴν πεζὴν μάχην τὴν ἐν Μαραθῶνι γενομένην καὶ ἐν Πλαταιαῖς, τὴν μὲν ἄρξαι τῆς σωτηρίας τοῖς Ἕλλησι, τὴν δὲ τέλος ἐπιθεῖναι, καὶ τὰς μὲν βελτίους τοὺς Ἕλληνας ποιῆσαι, τὰς δὲ οὐ βελτίους, ἵνʼ οὕτως λέγωμεν περὶ τῶν τότε συσσωσασῶν ἡμᾶς μαχῶν· πρὸς γὰρ τῇ περὶ Σαλαμῖνα τὴν περὶ τὸ Ἀρτεμίσιόν σοι προσθήσω κατὰ θάλατταν μάχην.
§707d ἀλλὰ γὰρ ἀποβλέποντες νῦν πρὸς πολιτείας ἀρετήν, καὶ χώρας φύσιν σκοπούμεθα καὶ νόμων τάξιν, οὐ τὸ σῴζεσθαί τε καὶ εἶναι μόνον ἀνθρώποις τιμιώτατον ἡγούμενοι, καθάπερ οἱ πολλοί, τὸ δʼ ὡς βελτίστους γίγνεσθαί τε καὶ εἶναι τοσοῦτον χρόνον ὅσον ἂν ὦσιν· εἴρηται δʼ ἡμῖν οἶμαι καὶ τοῦτο ἐν τοῖς πρόσθεν. ΚΛ. τί μήν; ΑΘ. τοῦτο τοίνυν σκοπώμεθα μόνον, εἰ κατὰ τὴν αὐτὴν ὁδὸν ἐρχόμεθα βελτίστην οὖσαν πόλεσι κατοικίσεων πέρι καὶ νομοθεσιῶν. ΚΛ. καὶ πολύ γε.
§707e ΑΘ. λέγε δὴ τοίνυν τὸ τούτοις ἑξῆς· τίς κατοικιζόμενος ὑμῖν λεὼς ἔσται; πότερον ἐξ ἁπάσης Κρήτης ἐθέλων, ὡς ὄχλου τινὸς ἐν ταῖς πόλεσιν ἑκάσταις γεγενημένου πλείονος κατὰ τὴν ἐκ τῆς γῆς τροφήν; οὐ γάρ που τὸν βουλόμενόν γε Ἑλλήνων συνάγετε.
§708a τὴν χώραν κατῳκισμένους. τὸ δὲ δὴ παρὸν ἡμῖν λέγε πόθεν ἔσεσθαι φῂς στρατόπεδον τῶν πολιτῶν τὰ νῦν; ΚΛ. ἔκ τε Κρήτης συμπάσης ἔοικεν γενήσεσθαι, καὶ τῶν ἄλλων δὲ Ἑλλήνων μάλιστά μοι φαίνονται τοὺς ἀπὸ Πελοποννήσου προσδέξασθαι συνοίκους. καὶ γὰρ νῦν δὴ λέγεις, ἀληθὲς φράζεις, ὡς ἐξ Ἄργους εἰσίν, καὶ τό γε μάλιστʼ εὐδοκιμοῦν τὰ νῦν ἐνθάδε γένος, τὸ Γορτυνικόν· ἐκ Γόρτυνος γὰρ τυγχάνει ἀπῳκηκὸς ταύτης τῆς Πελοποννησιακῆς.
§708b ΑΘ. οὐ τοίνυν εὔκολος ὁμοίως γίγνοιτʼ ἂν κατοικισμὸς ταῖς πόλεσιν, ὅταν μὴ τὸν τῶν ἐσμῶν γίγνηται τρόπον, ἓν γένος ἀπὸ μιᾶς ἰὸν χώρας οἰκίζηται, φίλον παρὰ φίλων, στενοχωρίᾳ τινὶ πολιορκηθὲν γῆς τισιν ἄλλοις τοιούτοις παθήμασιν ἀναγκασθέν. ἔστιν δʼ ὅτε καὶ στάσεσιν βιαζόμενον ἀναγκάζοιτʼ ἂν ἑτέρωσε ἀποξενοῦσθαι πόλεώς τι μόριον· ἤδη δέ ποτε καὶ συνάπασα πόλις τινῶν ἔφυγεν, ἄρδην κρείττονι κρατηθεῖσα πολέμῳ. ταῦτʼ οὖν πάντʼ ἐστὶ
§708c τῇ μὲν ῥᾴω κατοικίζεσθαί τε καὶ νομοθετεῖσθαι, τῇ δὲ χαλεπώτερα. τὸ μὲν γὰρ ἕν τι εἶναι γένος ὁμόφωνον καὶ ὁμόνομον ἔχει τινὰ φιλίαν, κοινωνὸν ἱερῶν ὂν καὶ τῶν τοιούτων πάντων, νόμους δʼ ἑτέρους καὶ πολιτείας ἄλλας τῶν οἴκοθεν οὐκ εὐπετῶς ἀνέχεται, τὸ δʼ ἐνίοτε πονηρίᾳ νόμων ἐστασιακὸς καὶ διὰ συνήθειαν ζητοῦν ἔτι χρῆσθαι τοῖς αὐτοῖς ἤθεσιν διʼ καὶ πρότερον ἐφθάρη, χαλεπὸν τῷ κατοικίζοντι
§708d καὶ νομοθετοῦντι καὶ δυσπειθὲς γίγνεται· τὸ δʼ αὖ παντοδαπὸν ἐς ταὐτὸν συνερρυηκὸς γένος ὑπακοῦσαι μέν τινων νόμων καινῶν τάχα ἂν ἐθελήσειε μᾶλλον, τὸ δὲ συμπνεῦσαι, καὶ καθάπερ ἵππων ζεῦγος καθʼ ἕνα εἰς ταὐτόν, τὸ λεγόμενον, συμφυσῆσαι, χρόνου πολλοῦ καὶ παγχάλεπον. ἀλλʼ ὄντως ἐστὶν νομοθεσία καὶ πόλεων οἰκισμοὶ πάντων τελεώτατον πρὸς ἀρετὴν ἀνδρῶν. ΚΛ. εἰκός· ὅπῃ δʼ αὖ βλέπων τοῦτʼ εἴρηκας, φράζʼ ἔτι σαφέστερον.
§708e ΑΘ. ὠγαθέ, ἔοικα περὶ νομοθετῶν ἐπανιὼν καὶ σκοπῶν ἅμα ἐρεῖν τι καὶ φαῦλον· ἀλλʼ ἐὰν πρὸς καιρόν τινα λέγωμεν, πρᾶγμʼ οὐδὲν γίγνοιτʼ ἂν ἔτι. καίτοι τί ποτε δυσχεραίνω; σχεδὸν γάρ τοι πάντα οὕτως ἔοικʼ ἔχειν τὰ ἀνθρώπινα. ΚΛ. τοῦ δὴ πέρι λέγεις;
§709a ΑΘ. ἔμελλον λέγειν ὡς οὐδείς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ συμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσι τὰ πάντα ἡμῖν. γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων, καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι. ταῦτα δὴ πάντα προϊδών τις ᾄξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νυνδή, τὸ θνητὸν
§709b μὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δʼ εἶναι σχεδὸν ἅπαντα τὰ ἀνθρώπινα πράγματα· τὸ δʼ ἔστιν περί τε ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτʼ εἰπόντα δοκεῖν εὖ λέγειν, ἀλλὰ γὰρ ὁμοίως αὖ καὶ τόδε ἔστιν λέγοντα εὖ λέγειν ἐν τοῖς αὐτοῖς τούτοις. ΚΛ. τὸ ποῖον; ΑΘ. ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρός, τἀνθρώπινα διακυβερνῶσι σύμπαντα. ἡμερώτερον μὴν τρίτον
§709c συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τέχνην· καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν μή, μέγα πλεονέκτημα ἔγωγʼ ἂν θείην. πῶς; ΚΛ. οὕτως. ΑΘ. οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον, καὶ δὴ καὶ νομοθεσίᾳ ταὐτὸν τοῦτο δοτέον· τῶν ἄλλων συμπιπτόντων, ὅσα δεῖ χώρᾳ συντυχεῖν, εἰ μέλλοι ποτὲ εὐδαιμόνως οἰκήσειν, τὸν νομοθέτην ἀληθείας ἐχόμενον τῇ τοιαύτῃ παραπεσεῖν ἑκάστοτε πόλει δεῖν. ΚΛ. ἀληθέστατα λέγεις.
§709d ΑΘ. οὐκοῦν γε πρὸς ἕκαστόν τι τῶν εἰρημένων ἔχων τὴν τέχνην κἂν εὔξασθαί που δύναιτο ὀρθῶς, τί παρὸν αὐτῷ διὰ τύχης, τῆς τέχνης ἂν μόνον ἐπιδέοι; ΚΛ. πάνυ μὲν οὖν. ΑΘ. οἵ τε ἄλλοι γε δὴ πάντες οἱ νυνδὴ ῥηθέντες, κελευόμενοι τὴν αὑτῶν εὐχὴν εἰπεῖν, εἴποιεν ἄν. γάρ; ΚΛ. τί μήν; ΑΘ. ταὐτὸν δὴ καὶ νομοθέτης οἶμαι δράσειεν. ΚΛ. ἔγωγʼ οἶμαι. ΑΘ. φέρε δή, νομοθέτα, πρὸς αὐτὸν φῶμεν, τί σοι
§709e καὶ πῶς πόλιν ἔχουσαν δῶμεν, λαβὼν ἕξεις ὥστʼ ἐκ τῶν λοιπῶν αὐτὸς τὴν πόλιν ἱκανῶς διοικῆσαι; ΚΛ. τί μετὰ τοῦτʼ εἰπεῖν ὀρθῶς ἔστιν ἄρα; ΑΘ. τοῦ νομοθέτου φράζομεν τοῦτο, γάρ; ΚΛ. ναί.
§710a τυραννουμένῃ ψυχῇ τοῦτο συνεπέσθω, ἐὰν μέλλῃ τῶν ἄλλων ὑπαρχόντων ὄφελος εἶναί τι. ΚΛ. σωφροσύνην μοι δοκεῖ φράζειν, Μέγιλλε, δεῖν εἶναι τὴν συνεπομένην ξένος. γάρ; ΑΘ. τὴν δημώδη γε, Κλεινία, καὶ οὐχ ἥν τις σεμνύνων ἂν λέγοι, φρόνησιν προσαναγκάζων εἶναι τὸ σωφρονεῖν, ἀλλʼ ὅπερ εὐθὺς παισὶν καὶ θηρίοις, τοῖς μὲν ἀκρατῶς ἔχειν πρὸς τὰς ἡδονάς, σύμφυτον ἐπανθεῖ, τοῖς δὲ ἐγκρατῶς·
§710b καὶ μονούμενον ἔφαμεν τῶν πολλῶν ἀγαθῶν λεγομένων οὐκ ἄξιον εἶναι λόγου. ἔχετε γὰρ λέγω που. ΚΛ. πάνυ μὲν οὖν. ΑΘ. ταύτην τοίνυν ἡμῖν τύραννος τὴν φύσιν ἐχέτω πρὸς ἐκείναις ταῖς φύσεσιν, εἰ μέλλει πόλις ὡς δυνατόν ἐστι τάχιστα καὶ ἄριστα σχήσειν πολιτείαν ἣν λαβοῦσα εὐδαιμονέστατα διάξει. θάττων γὰρ ταύτης καὶ ἀμείνων πολιτείας διάθεσις οὔτʼ ἔστιν οὔτʼ ἄν ποτε γένοιτο.
§710c ΚΛ. πῶς δὴ καὶ τίνι λόγῳ τοῦτο, ξένε, λέγων ἄν τις ὀρθῶς λέγειν αὑτὸν πείθοι; ΑΘ. ῥᾴδιόν που τοῦτό γε νοεῖν ἐστʼ, Κλεινία, κατὰ φύσιν ὡς ἔστι τοῦθʼ οὕτω. ΚΛ. πῶς λέγεις; εἰ τύραννος γένοιτο, φῄς, νέος, σώφρων, εὐμαθής, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής; ΑΘ. εὐτυχής, πρόσθες, μὴ κατʼ ἄλλο, ἀλλὰ τὸ γενέσθαι τε ἐπʼ αὐτοῦ νομοθέτην ἄξιον ἐπαίνου, καί τινα τύχην εἰς
§710d ταὐτὸν ἀγαγεῖν αὐτῷ· γενομένου γὰρ τούτου, πάντα σχεδὸν ἀπείργασται τῷ θεῷ, ἅπερ ὅταν βουληθῇ διαφερόντως εὖ πρᾶξαί τινα πόλιν. δεύτερον δέ, ἐάν ποτέ τινες δύο ἄρχοντες γίγνωνται τοιοῦτοι, τρίτον δʼ αὖ καὶ κατὰ λόγον ὡσαύτως χαλεπώτερον ὅσῳ πλείους, ὅσῳ δʼ ἐναντίον, ἐναντίως. ΚΛ. ἐκ τυραννίδος ἀρίστην φῂς γενέσθαι πόλιν ἄν, ὡς φαίνῃ, μετὰ νομοθέτου γε ἄκρου καὶ τυράννου κοσμίου, καὶ ῥᾷστά τε καὶ τάχιστʼ ἂν μεταβαλεῖν εἰς τοῦτο ἐκ τοῦ τοιούτου,
§710e δεύτερον δὲ ἐξ ὀλιγαρχίας πῶς λέγεις;—καὶ τὸ τρίτον ἐκ δημοκρατίας. ΑΘ. οὐδαμῶς, ἀλλʼ ἐκ τυραννίδος μὲν πρῶτον, δεύτερον δὲ ἐκ βασιλικῆς πολιτείας, τρίτον δὲ ἔκ τινος δημοκρατίας. τὸ δὲ τέταρτον, ὀλιγαρχία, τὴν τοῦ τοιούτου γένεσιν χαλεπώτατα δύναιτʼ ἂν προσδέξασθαι· πλεῖστοι γὰρ ἐν αὐτῇ δυνάσται γίγνονται.
§711a οὗ δʼ ἂν τοῦτο ἀριθμῷ μὲν βραχύτατον, ἰσχυρότατον δέ, καθάπερ ἐν τυραννίδι, γένηται, ταύτῃ καὶ τότε τάχος καὶ ῥᾳστώνη τῆς μεταβολῆς γίγνεσθαι φιλεῖ. ΚΛ. πῶς; οὐ γὰρ μανθάνομεν. ΑΘ. καὶ μὴν εἴρηταί γʼ ἡμῖν οὐχ ἅπαξ ἀλλʼ οἶμαι πολλάκις· ὑμεῖς δὲ τάχα οὐδὲ τεθέασθε τυραννουμένην πόλιν. ΚΛ. οὐδέ γε ἐπιθυμητὴς ἔγωγʼ εἰμὶ τοῦ θεάματος.
§711b ΑΘ. καὶ μὴν τοῦτό γʼ ἂν ἴδοις ἐν αὐτῇ τὸ νυνδὴ λεγόμενον. ΚΛ. τὸ ποῖον; ΑΘ. οὐδὲν δεῖ πόνων οὐδέ τινος παμπόλλου χρόνου τῷ τυράννῳ μεταβαλεῖν βουληθέντι πόλεως ἤθη, πορεύεσθαι δὲ αὐτὸν δεῖ πρῶτον ταύτῃ, ὅπῃπερ ἂν ἐθελήσῃ, ἐάντε πρὸς ἀρετῆς ἐπιτηδεύματα, προτρέπεσθαι τοὺς πολίτας, ἐάντε ἐπὶ τοὐναντίον, αὐτὸν πρῶτον πάντα ὑπογράφοντα τῷ πράττειν,
§711c τὰ μὲν ἐπαινοῦντα καὶ τιμῶντα, τὰ δʼ αὖ πρὸς ψόγον ἄγοντα, καὶ τὸν μὴ πειθόμενον ἀτιμάζοντα καθʼ ἑκάστας τῶν πράξεων. ΚΛ. καὶ πῶς οἰόμεθα ταχὺ συνακολουθήσειν τοὺς ἄλλους πολίτας τῷ τὴν τοιαύτην πειθὼ καὶ ἅμα βίαν εἰληφότι; ΑΘ. μηδεὶς ἡμᾶς πειθέτω, φίλοι, ἄλλῃ θᾶττον καὶ ῥᾷον μεταβάλλειν ἄν ποτε πόλιν τοὺς νόμους τῇ τῶν δυναστευόντων ἡγεμονίᾳ, μηδὲ νῦν γε ἄλλῃ γίγνεσθαι μηδʼ αὖθίς ποτε γενήσεσθαι. καὶ γὰρ οὖν ἡμῖν οὐ τοῦτʼ ἐστὶν
§711d ἀδύνατον οὐδὲ χαλεπῶς ἂν γενόμενον· ἀλλὰ τόδʼ ἐστὶ τὸ χαλεπὸν γενέσθαι, καὶ ὀλίγον δὴ τὸ γεγονὸς ἐν τῷ πολλῷ χρόνῳ, ὅταν δὲ συμβῇ, μυρία καὶ πάντʼ ἐν πόλει ἀγαθὰ ἀπεργάζεται, ἐν ποτʼ ἂν ἐγγένηται. ΚΛ. τὸ ποῖον δὴ λέγεις; ΑΘ. ὅταν ἔρως θεῖος τῶν σωφρόνων τε καὶ δικαίων ἐπιτηδευμάτων ἐγγένηται μεγάλαις τισὶν δυναστείαις, κατὰ μοναρχίαν δυναστευούσαις κατὰ πλούτων ὑπεροχὰς διαφερούσαις
§711e γενῶν, τὴν Νέστορος ἐάν ποτέ τις ἐπανενέγκῃ φύσιν, ὃν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ πάντων διενεγκόντα ἀνθρώπων πλέον ἔτι τῷ σωφρονεῖν διαφέρειν. τοῦτʼ οὖν ἐπὶ μὲν Τροίας, ὥς φασι, γέγονεν, ἐφʼ ἡμῶν δὲ οὐδαμῶς, εἰ δʼ οὖν γέγονεν καὶ γενήσεται τοιοῦτος νῦν ἡμῶν ἔστιν τις, μακαρίως μὲν αὐτὸς ζῇ, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
§712a ταὐτὸν τῷ φρονεῖν τε καὶ σωφρονεῖν μεγίστη δύναμις ἐν ἀνθρώπῳ συμπέσῃ, τότε πολιτείας τῆς ἀρίστης καὶ νόμων τῶν τοιούτων φύεται γένεσις, ἄλλως δὲ οὐ μή ποτε γένηται. ταῦτα μὲν οὖν καθαπερεὶ μῦθός τις λεχθεὶς κεχρησμῳδήσθω, καὶ ἐπιδεδείχθω τῇ μὲν χαλεπὸν ὂν τὸ πόλιν εὔνομον γίγνεσθαι, τῇ δʼ, εἴπερ γένοιτο λέγομεν, πάντων τάχιστόν τε καὶ ῥᾷστον μακρῷ. ΚΛ. πῶς;
§712b ΑΘ. πειρώμεθα προσαρμόττοντες τῇ πόλει σοι, καθάπερ παῖδες πρεσβῦται, πλάττειν τῷ λόγῳ τοὺς νόμους. ΚΛ. ἴωμεν δὴ καὶ μὴ μέλλωμεν ἔτι. ΑΘ. θεὸν δὴ πρὸς τὴν τῆς πόλεως κατασκευὴν ἐπικαλώμεθα· δὲ ἀκούσειέν τε, καὶ ἀκούσας ἵλεως εὐμενής τε ἡμῖν ἔλθοι συνδιακοσμήσων τήν τε πόλιν καὶ τοὺς νόμους. ΚΛ. ἔλθοι γὰρ οὖν. ΑΘ. ἀλλὰ τίνα δή ποτε πολιτείαν ἔχομεν ἐν νῷ τῇ
§712c πόλει προστάττειν; ΚΛ. οἷον δὴ τί λέγεις βουληθείς; φράζʼ ἔτι σαφέστερον. οἷον δημοκρατίαν τινὰ ὀλιγαρχίαν ἀριστοκρατίαν βασιλικήν; οὐ γὰρ δὴ τυραννίδα γέ που λέγοις ἄν, ὥς γʼ ἡμεῖς ἂν οἰηθεῖμεν. ΑΘ. φέρε δὴ τοίνυν, πότερος ὑμῶν ἀποκρίνασθαι πρότερος ἂν ἐθέλοι, τὴν οἴκοι πολιτείαν εἰπὼν τίς τούτων ἐστίν; ΜΕ. μῶν οὖν τὸν πρεσβύτερον ἐμὲ δικαιότερον εἰπεῖν πρότερον;
§712d ΚΛ. ἴσως. ΜΕ. καὶ μὴν συννοῶν γε, ξένε, τὴν ἐν Λακεδαίμονι πολιτείαν οὐκ ἔχω σοι φράζειν οὕτως ἥντινα προσαγορεύειν αὐτὴν δεῖ. καὶ γὰρ τυραννίδι δοκεῖ μοι προσεοικέναιτὸ γὰρ τῶν ἐφόρων θαυμαστὸν ὡς τυραννικὸν ἐν αὐτῇ γέγονεκαί τις ἐνίοτέ μοι φαίνεται πασῶν τῶν πόλεων δημοκρατουμένη μάλιστʼ ἐοικέναι. τὸ δʼ αὖ μὴ φάναι ἀριστοκρατίαν
§712e αὐτὴν εἶναι παντάπασιν ἄτοπον· καὶ μὲν δὴ βασιλεία γε διὰ βίου τʼ ἐστὶν ἐν αὐτῇ καὶ ἀρχαιοτάτη πασῶν καὶ πρὸς πάντων ἀνθρώπων καὶ ἡμῶν αὐτῶν λεγομένη. ἐγὼ δὲ οὕτω νῦν ἐξαίφνης ἂν ἐρωτηθείς, ὄντως, ὅπερ εἶπον, οὐκ ἔχω διορισάμενος εἰπεῖν τίς τούτων ἐστὶν τῶν πολιτειῶν. ΚΛ. ταὐτόν σοι πάθος, Μέγιλλε, καταφαίνομαι πεπονθέναι· πάνυ γὰρ ἀπορῶ τὴν ἐν Κνωσῷ πολιτείαν τούτων τινὰ διισχυριζόμενος εἰπεῖν.
§713a δεσποζομένων τε καὶ δουλευουσῶν μέρεσιν ἑαυτῶν τισι, τὸ τοῦ δεσπότου δὲ ἑκάστη προσαγορεύεται κράτος. χρῆν δʼ εἴπερ του τοιούτου τὴν πόλιν ἔδει ἐπονομάζεσθαι, τὸ τοῦ ἀληθῶς τῶν τὸν νοῦν ἐχόντων δεσπόζοντος θεοῦ ὄνομα λέγεσθαι. ΚΛ. τίς δʼ θεός; ΑΘ. ἆρʼ οὖν μύθῳ σμικρά γʼ ἔτι προσχρηστέον, εἰ μέλλομεν ἐμμελῶς πως δηλῶσαι τὸ νῦν ἐρωτώμενον; ΚΛ. οὐκοῦν χρὴ ταύτῃ δρᾶν; ΑΘ. πάνυ μὲν οὖν. τῶν γὰρ δὴ πόλεων ὧν ἔμπροσθε
§713b τὰς συνοικήσεις διήλθομεν, ἔτι προτέρα τούτων πάμπολυ λέγεταί τις ἀρχή τε καὶ οἴκησις γεγονέναι ἐπὶ Κρόνου μάλʼ εὐδαίμων, ἧς μίμημα ἔχουσά ἐστιν ἥτις τῶν νῦν ἄριστα οἰκεῖται. ΚΛ. σφόδρʼ ἄν, ὡς ἔοικʼ, εἴη περὶ αὐτῆς δέον ἀκούειν. ΑΘ. ἐμοὶ γοῦν φαίνεται· διὸ καὶ παρήγαγον αὐτὴν εἰς τὸ μέσον τοῖς λόγοις. ΚΛ. ὀρθότατά γε δρῶν· καὶ τόν γε ἑξῆς περαίνων ἂν
§713c μῦθον, εἴπερ προσήκων ἐστίν, μάλʼ ὀρθῶς ἂν ποιοίης. ΑΘ. δραστέον ὡς λέγετε. φήμην τοίνυν παραδεδέγμεθα τῆς τῶν τότε μακαρίας ζωῆς ὡς ἄφθονά τε καὶ αὐτόματα πάντʼ εἶχεν. δὲ τούτων αἰτία λέγεται τοιάδε τις. γιγνώσκων Κρόνος ἄρα, καθάπερ ἡμεῖς διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα, μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι, ταῦτʼ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας τε καὶ
§713d ἄρχοντας ταῖς πόλεσιν ἡμῶν, οὐκ ἀνθρώπους ἀλλὰ γένους θειοτέρου τε καὶ ἀμείνονος, δαίμονας, οἷον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἥμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖσί τινας, ἀλλʼ ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος. ταὐτὸν δὴ καὶ θεὸς ἄρα καὶ φιλάνθρωπος ὤν, τὸ γένος ἄμεινον ἡμῶν ἐφίστη τὸ τῶν δαιμόνων, διὰ πολλῆς μὲν αὐτοῖς ῥᾳστώνης,
§713e πολλῆς δʼ ἡμῖν, ἐπιμελούμενον ἡμῶν, εἰρήνην τε καὶ αἰδῶ καὶ εὐνομίαν καὶ ἀφθονίαν δίκης παρεχόμενον, ἀστασίαστα καὶ εὐδαίμονα τὰ τῶν ἀνθρώπων ἀπηργάζετο γένη.
§714a καὶ ἰδίᾳ τάς τʼ οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ἐπονομάζοντας νόμον. εἰ δʼ ἄνθρωπος εἷς ὀλιγαρχία τις, καὶ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην, στέγουσαν δὲ οὐδὲν ἀλλʼ ἀνηνύτῳ καὶ ἀπλήστῳ κακῷ νοσήματι συνεχομένην, ἄρξει δὴ πόλεως τινος ἰδιώτου καταπατήσας τοιοῦτος τοὺς νόμους, νυνδὴ ἐλέγομεν, οὐκ ἔστι σωτηρίας μηχανή. σκοπεῖν δὴ δεῖ τοῦτον τὸν λόγον ἡμᾶς,
§714b Κλεινία, πότερον αὐτῷ πεισόμεθα πῶς δράσομεν. ΚΛ. ἀνάγκη δήπου πείθεσθαι. ΑΘ. ἐννοεῖς οὖν ὅτι νόμων εἴδη τινές φασιν εἶναι τοσαῦτα ὅσαπερ πολιτειῶν, πολιτειῶν δὲ ἄρτι διεληλύθαμεν ὅσα λέγουσιν οἱ πολλοί; μὴ δὴ φαύλου πέρι νομίσῃς εἶναι τὴν νῦν ἀμφισβήτησιν, περὶ δὲ τοῦ μεγίστου· τὸ γὰρ δίκαιον καὶ ἄδικον οἷ χρὴ βλέπειν, πάλιν ἡμῖν ἀμφισβητούμενον ἐλήλυθεν. οὔτε γὰρ πρὸς τὸν πόλεμον οὔτε πρὸς ἀρετὴν
§714c ὅλην βλέπειν δεῖν φασι τοὺς νόμους, ἀλλʼ ἥτις ἂν καθεστηκυῖα πολιτεία, ταύτῃ ἰδεῖν τὸ συμφέρον, ὅπως ἄρξει τε ἀεὶ καὶ μὴ καταλυθήσεται, καὶ τὸν φύσει ὅρον τοῦ δικαίου λέγεσθαι κάλλισθʼ οὕτω. ΚΛ. πῶς; ΑΘ. ὅτι τὸ τοῦ κρείττονος συμφέρον ἐστίν. ΚΛ. λέγʼ ἔτι σαφέστερον. ΑΘ. ὧδε. τίθεται δήπου, φασίν, τοὺς νόμους ἐν τῇ πόλει ἑκάστοτε τὸ κρατοῦν. γάρ; ΚΛ. ἀληθῆ λέγεις.
§714d ΑΘ. ἆρʼ οὖν οἴει, φασίν, ποτὲ δῆμον νικήσαντα, τινα πολιτείαν ἄλλην, καὶ τύραννον, θήσεσθαι ἑκόντα πρὸς ἄλλο τι πρῶτον νόμους τὸ συμφέρον ἑαυτῷ τῆς ἀρχῆς τοῦ μένειν; ΚΛ. πῶς γὰρ ἄν; ΑΘ. οὐκοῦν καὶ ὃς ἂν ταῦτα τὰ τεθέντα παραβαίνῃ, κολάσει θέμενος ὡς ἀδικοῦντα, δίκαια εἶναι ταῦτʼ ἐπονομάζων; ΚΛ. ἔοικε γοῦν. ΑΘ. ταῦτʼ ἄρʼ ἀεὶ καὶ οὕτω καὶ ταύτῃ τὸ δίκαιον ἂν ἔχοι. ΚΛ. φησὶ γοῦν οὗτος λόγος. ΑΘ. ἔστι γὰρ τοῦτο ἓν ἐκείνων τῶν ἀξιωμάτων
§714e ἀρχῆς πέρι. ΚΛ. ποίων δή;
§715a αὐτῶν τοῦτο, καὶ ἔφαμέν που κατὰ φύσιν τὸν Πίνδαρον ἄγειν δικαιοῦντα τὸ βιαιότατον, ὡς φάναι. ΚΛ. ναί, ταῦτʼ ἦν τότε ἐλέχθη. ΑΘ. σκόπει δὴ ποτέροις τισὶν πόλις ἡμῖν ἐστιν παραδοτέα. γέγονεν γὰρ δὴ μυριάκις ἤδη τὸ τοιοῦτον ἔν τισι πόλεσιν. ΚΛ. τὸ ποῖον; ΑΘ. ἀρχῶν περιμαχήτων γενομένων, οἱ νικήσαντες τά τε πράγματα κατὰ τὴν πόλιν οὕτως ἐσφετέρισαν σφόδρα, ὥστε ἀρχῆς μηδʼ ὁτιοῦν μεταδιδόναι τοῖς ἡττηθεῖσιν, μήτε αὐτοῖς μήτε ἐκγόνοις, παραφυλάττοντες δὲ ἀλλήλους ζῶσιν,
§715b ὅπως μή ποτέ τις εἰς ἀρχὴν ἀφικόμενος ἐπαναστῇ μεμνημένος τῶν ἔμπροσθεν γεγονότων κακῶν. ταύτας δήπου φαμὲν ἡμεῖς νῦν οὔτʼ εἶναι πολιτείας, οὔτʼ ὀρθοὺς νόμους ὅσοι μὴ συμπάσης τῆς πόλεως ἕνεκα τοῦ κοινοῦ ἐτέθησαν· οἳ δʼ ἕνεκά τινων, στασιώτας ἀλλʼ οὐ πολίτας τούτους φαμέν, καὶ τὰ τούτων δίκαια φασιν εἶναι, μάτην εἰρῆσθαι. λέγεται δὲ τοῦδʼ ἕνεκα ταῦθʼ ἡμῖν, ὡς ἡμεῖς τῇ σῇ πόλει ἀρχὰς οὔθʼ ὅτι πλούσιός ἐστίν τις δώσομεν, οὔθʼ ὅτι τῶν
§715c τοιούτων ἄλλο οὐδὲν κεκτημένος, ἰσχὺν μέγεθος τι γένος· ὃς δʼ ἂν τοῖς τεθεῖσι νόμοις εὐπειθέστατός τε καὶ νικᾷ ταύτην τὴν νίκην ἐν τῇ πόλει, τούτῳ φαμὲν καὶ τὴν τῶν θεῶν ὑπηρεσίαν δοτέον εἶναι τὴν μεγίστην τῷ πρώτῳ, καὶ δευτέραν τῷ τὰ δεύτερα κρατοῦντι, καὶ κατὰ λόγον οὕτω τοῖς ἐφεξῆς τὰ μετὰ ταῦθʼ ἕκαστα ἀποδοτέον εἶναι. τοὺς δʼ ἄρχοντας λεγομένους νῦν ὑπηρέτας τοῖς νόμοις ἐκάλεσα
§715d οὔτι καινοτομίας ὀνομάτων ἕνεκα, ἀλλʼ ἡγοῦμαι παντὸς μᾶλλον εἶναι παρὰ τοῦτο σωτηρίαν τε πόλει καὶ τοὐναντίον. ἐν μὲν γὰρ ἂν ἀρχόμενος καὶ ἄκυρος νόμος, φθορὰν ὁρῶ τῇ τοιαύτῃ ἑτοίμην οὖσαν· ἐν δὲ ἂν δεσπότης τῶν ἀρχόντων, οἱ δὲ ἄρχοντες δοῦλοι τοῦ νόμου, σωτηρίαν καὶ πάντα ὅσα θεοὶ πόλεσιν ἔδοσαν ἀγαθὰ γιγνόμενα καθορῶ. ΚΛ. ναὶ μὰ Δία, ξένε· καθʼ ἡλικίαν γὰρ ὀξὺ βλέπεις. ΑΘ. νέος μὲν γὰρ ὢν πᾶς ἄνθρωπος τὰ τοιαῦτα ἀμβλύτατα
God, not man, is the measure
§715e αὐτὸς αὑτοῦ ὁρᾷ, γέρων δὲ ὀξύτατα. ΚΛ. ἀληθέστατα. ΑΘ. τί δὴ τὸ μετὰ ταῦτα; ἆρʼ οὐχ ἥκοντας μὲν καὶ παρόντας θῶμεν τοὺς ἐποίκους, τὸν δʼ ἑξῆς αὐτοῖς διαπεραντέον ἂν εἴη λόγον; ΚΛ. πῶς γὰρ οὔ;
§716a μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ ἀεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος συνέπεται ταπεινὸς καὶ κεκοσμημένος, δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, χρήμασιν ἐπαιρόμενος τιμαῖς, καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθʼ ὕβρεως, ὡς οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι,
§716b καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. πρὸς ταῦτʼ οὖν οὕτω διατεταγμένα τί χρὴ δρᾶν διανοεῖσθαι καὶ τί μὴ τὸν ἔμφρονα; ΚΛ. δῆλον δὴ τοῦτό γε· ὡς τῶν συνακολουθησόντων ἐσόμενον τῷ θεῷ δεῖ διανοηθῆναι πάντα ἄνδρα.
§716c ΑΘ. τίς οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ; μία, καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δʼ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις. δὴ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη μάλιστα, καὶ πολὺ μᾶλλον πού τις, ὥς φασιν, ἄνθρωπος· τὸν οὖν τῷ τοιούτῳ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι,
§716d καὶ κατὰ τοῦτον δὴ τὸν λόγον μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὅμοιος γάρ, δὲ μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος καὶ ἄδικος, καὶ τὰ ἄλλʼ οὕτως κατὰ τὸν αὐτὸν λόγον ἔχει. νοήσωμεν δὴ τούτοις ἑπόμενον εἶναι τὸν τοιόνδε λόγον, ἁπάντων κάλλιστον καὶ ἀληθέστατον οἶμαι λόγων, ὡς τῷ μὲν ἀγαθῷ θύειν καὶ προσομιλεῖν ἀεὶ τοῖς θεοῖς εὐχαῖς καὶ ἀναθήμασιν καὶ συμπάσῃ θεραπείᾳ θεῶν κάλλιστον καὶ ἄριστον καὶ ἀνυσιμώτατον πρὸς τὸν εὐδαίμονα
§716e βίον καὶ δὴ καὶ διαφερόντως πρέπον, τῷ δὲ κακῷ τούτων τἀναντία πέφυκεν.
§717a ἄνδρʼ ἀγαθὸν οὔτε θεὸν ἔστιν ποτὲ τό γε ὀρθὸν δέχεσθαι· μάτην οὖν περὶ θεοὺς πολύς ἐστι πόνος τοῖς ἀνοσίοις, τοῖσιν δὲ ὁσίοις ἐγκαιρότατος ἅπασιν. σκοπὸς μὲν οὖν ἡμῖν οὗτος οὗ δεῖ στοχάζεσθαι· βέλη δὲ αὐτοῦ καὶ οἷον τοῖς βέλεσιν ἔφεσις τὰ ποῖʼ ἂν λεγόμενα ὀρθότατα φέροιτʼ ἄν; πρῶτον μέν, φαμέν, τιμὰς τὰς μετʼ Ὀλυμπίους τε καὶ τοὺς τὴν πόλιν ἔχοντας θεοὺς τοῖς χθονίοις ἄν τις θεοῖς ἄρτια καὶ δεύτερα καὶ ἀριστερὰ νέμων ὀρθότατα τοῦ τῆς
§717b εὐσεβείας σκοποῦ τυγχάνοι, τὰ δὲ τούτων ἄνωθεν τὰ περιττὰ καὶ ἀντίφωνα, τοῖς ἔμπροσθεν ῥηθεῖσιν νυνδή. μετὰ θεοὺς δὲ τούσδε καὶ τοῖς δαίμοσιν γε ἔμφρων ὀργιάζοιτʼ ἄν, ἥρωσιν δὲ μετὰ τούτους. ἐπακολουθοῖ δʼ αὐτοῖς ἱδρύματα ἴδια πατρῴων θεῶν κατὰ νόμον ὀργιαζόμενα, γονέων δὲ μετὰ ταῦτα τιμαὶ ζώντων· ὡς θέμις ὀφείλοντα ἀποτίνειν τὰ πρῶτά τε καὶ μέγιστα ὀφειλήματα, χρεῶν πάντων πρεσβύτατα, νομίζειν δέ, κέκτηται καὶ ἔχει, πάντα εἶναι τῶν
§717c γεννησάντων καὶ θρεψαμένων πρὸς τὸ παρέχειν αὐτὰ εἰς ὑπηρεσίαν ἐκείνοις κατὰ δύναμιν πᾶσαν, ἀρχόμενον ἀπὸ τῆς οὐσίας, δεύτερα τὰ τοῦ σώματος, τρίτα τὰ τῆς ψυχῆς, ἀποτίνοντα δανείσματα ἐπιμελείας τε καὶ ὑπερπονούντων ὠδῖνας παλαιὰς ἐπὶ νέοις δανεισθείσας, ἀποδιδόντα δὲ παλαιοῖς ἐν τῷ γήρᾳ σφόδρα κεχρημένοις. παρὰ δὲ πάντα τὸν βίον ἔχειν τε καὶ ἐσχηκέναι χρὴ πρὸς αὑτοῦ γονέας εὐφημίαν
§717d διαφερόντως, διότι κούφων καὶ πτηνῶν λόγων βαρυτάτη ζημίαπᾶσι γὰρ ἐπίσκοπος τοῖς περὶ τὰ τοιαῦτα ἐτάχθη Δίκης Νέμεσις ἄγγελοςθυμουμένοις τε οὖν ὑπείκειν δεῖ καὶ ἀποπιμπλᾶσι τὸν θυμόν, ἐάντʼ ἐν λόγοις ἐάντʼ ἐν ἔργοις δρῶσιν τὸ τοιοῦτον, συγγιγνώσκοντα, ὡς εἰκότως μάλιστα πατὴρ ὑεῖ δοξάζων ἀδικεῖσθαι θυμοῖτʼ ἂν διαφερόντως. τελευτησάντων δὲ γονέων ταφὴ μὲν σωφρονεστάτη καλλίστη, μήτε ὑπεραίροντα τῶν εἰθισμένων ὄγκων μήτʼ ἐλλείποντα
§717e ὧν οἱ προπάτορες τοὺς ἑαυτῶν γεννητὰς ἐτίθεσαν, τάς τε αὖ κατʼ ἐνιαυτὸν τῶν ἤδη τέλος ἐχόντων ὡσαύτως ἐπιμελείας τὰς κόσμον φερούσας ἀποδιδόναι·
§718a παραλείπειν μνήμην ἐνδελεχῆ παρεχόμενον, τούτῳ μάλιστʼ ἀεὶ πρεσβεύειν, δαπάνης τε τῆς διδομένης ὑπὸ τύχης τὸ μέτριον τοῖς κεκμηκόσιν νέμοντα. ταῦτʼ ἂν ποιοῦντες καὶ κατὰ ταῦτα ζῶντες ἑκάστοτε ἕκαστοι τὴν ἀξίαν ἂν παρὰ θεῶν καὶ ὅσοι κρείττονες ἡμῶν κομιζοίμεθα, ἐν ἐλπίσιν ἀγαθαῖς διάγοντες τὸ πλεῖστον τοῦ βίου. δὲ πρὸς ἐκγόνους καὶ συγγενεῖς καὶ φίλους καὶ πολίτας, ὅσα τε ξενικὰ πρὸς θεῶν θεραπεύματα καὶ ὁμιλίας συμπάντων τούτων ἀποτελοῦντα
§718b τὸν αὑτοῦ βίον φαιδρυνάμενον κατὰ νόμον κοσμεῖν δεῖ, τῶν νόμων αὐτῶν διέξοδος, τὰ μὲν πείθουσα, τὰ δὲ μὴ ὑπείκοντα πειθοῖ τῶν ἠθῶν βίᾳ καὶ δίκῃ κολάζουσα, τὴν πόλιν ἡμῖν συμβουληθέντων θεῶν μακαρίαν τε καὶ εὐδαίμονα ἀποτελεῖ· δὲ χρὴ μὲν αὖ καὶ ἀναγκαῖον εἰπεῖν νομοθέτην ὅστις ἅπερ ἐγὼ διανοεῖται, ἐν δὲ σχήματι νόμου ἀναρμοστεῖ λεγόμενα, τούτων πέρι δοκεῖ μοι δεῖγμα προενεγκόντα
§718c αὑτῷ τε καὶ ἐκείνοις οἷς νομοθετήσει, τὰ λοιπὰ πάντα εἰς δύναμιν διεξελθόντα, τὸ μετὰ τοῦτο ἄρχεσθαι τῆς θέσεως τῶν νόμων. ἔστιν δὲ δὴ τὰ τοιαῦτα ἐν τίνι μάλιστα σχήματι κείμενα; οὐ πάνυ ῥᾴδιον ἐν ἑνὶ περιλαβόντα εἰπεῖν αὐτὰ οἷόν τινι τύπῳ, ἀλλʼ οὑτωσί τινα τρόπον λάβωμεν, ἄν τι δυνώμεθα περὶ αὐτῶν βεβαιώσασθαι. ΚΛ. λέγε τὸ ποῖον. ΑΘ. βουλοίμην ἂν αὐτοὺς ὡς εὐπειθεστάτους πρὸς ἀρετὴν εἶναι, καὶ δῆλον ὅτι πειράσεται τοῦτο νομοθέτης ἐν ἁπάσῃ ποιεῖν τῇ νομοθεσίᾳ.
§718d ΚΛ. πῶς γὰρ οὔ; ΑΘ. τὰ τοίνυν δὴ λεχθέντα ἔδοξέν τί μοι προὔργου δρᾶν εἰς τὸ περὶ ὧν ἂν παραινῇ, μὴ παντάπασιν ὠμῆς ψυχῆς λαβόμενα, ἡμερώτερόν τε ἂν ἀκούειν καὶ εὐμενέστερον· ὥστε εἰ καὶ μὴ μέγα τι, σμικρὸν δέ, τὸν ἀκούοντα ὅπερ φησὶν εὐμενέστερον γιγνόμενον εὐμαθέστερον ἀπεργάσεται, πᾶν ἀγαπητόν. οὐ γὰρ πολλή τις εὐπέτεια οὐδὲ ἀφθονία τῶν προθυμουμένων ὡς ἀρίστων ὅτι μάλιστα καὶ ὡς τάχιστα
§718e γίγνεσθαι, τὸν δὲ Ἡσίοδον οἱ πολλοὶ σοφὸν ἀποφαίνουσι λέγοντα ὡς μὲν ἐπὶ τὴν κακότητα ὁδὸς λεία καὶ ἀνιδιτὶ παρέχει πορεύεσθαι, μάλα βραχεῖα οὖσα, τῆς δὲ ἀρετῆς, Hes. WD 287ff. φησίν, ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτήν,
§719a καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηαι, ῥηιδίη δὴ ʼπειτα φέρειν, χαλεπή περ ἐοῦσα. Hes. WD 287
§719b ἡμῖν, νομοθέτα· εἴπερ ὅτι χρὴ πράττειν ἡμᾶς καὶ λέγειν εἰδείης, ἆρα οὐ δῆλον ὅτι καὶ ἂν εἴποις; ΚΛ. ἀναγκαῖον. ΑΘ. σμικρῷ μὲν δὴ πρόσθεν ἆρα οὐκ ἠκούσαμέν σου λέγοντος ὡς τὸν νομοθέτην οὐ δεῖ τοῖς ποιηταῖς ἐπιτρέπειν ποιεῖν ἂν αὐτοῖς φίλον; οὐ γὰρ ἂν εἰδεῖεν τί ποτʼ ἐναντίον τοῖς νόμοις ἂν λέγοντες βλάπτοιεν τὴν πόλιν. ΚΛ. ἀληθῆ μέντοι λέγεις. ΑΘ. ὑπὲρ δὴ τῶν ποιητῶν εἰ τάδε λέγοιμεν πρὸς αὐτόν, ἆρʼ ἂν τὰ λεχθέντα εἴη μέτρια; ΚΛ. ποῖα;
§719c ΑΘ. τάδε· παλαιὸς μῦθος, νομοθέτα, ὑπό τε αὐτῶν ἡμῶν ἀεὶ λεγόμενός ἐστιν καὶ τοῖς ἄλλοις πᾶσιν συνδεδογμένος, ὅτι ποιητής, ὁπόταν ἐν τῷ τρίποδι τῆς Μούσης καθίζηται, τότε οὐκ ἔμφρων ἐστίν, οἷον δὲ κρήνη τις τὸ ἐπιὸν ῥεῖν ἑτοίμως ἐᾷ, καὶ τῆς τέχνης οὔσης μιμήσεως ἀναγκάζεται, ἐναντίως ἀλλήλοις ἀνθρώπους ποιῶν διατιθεμένους, ἐναντία λέγειν αὑτῷ πολλάκις, οἶδεν δὲ οὔτʼ εἰ ταῦτα
§719d οὔτʼ εἰ θάτερα ἀληθῆ τῶν λεγομένων. τῷ δὲ νομοθέτῃ τοῦτο οὐκ ἔστι ποιεῖν ἐν τῷ νόμῳ, δύο περὶ ἑνός, ἀλλὰ ἕνα περὶ ἑνὸς ἀεὶ δεῖ λόγον ἀποφαίνεσθαι. σκέψαι δʼ ἐξ αὐτῶν τῶν ὑπὸ σοῦ νυνδὴ λεχθέντων. οὔσης γὰρ ταφῆς τῆς μὲν ὑπερβεβλημένης, τῆς δὲ ἐλλειπούσης, τῆς δὲ μετρίας, τὴν μίαν ἑλόμενος σύ, τὴν μέσην, ταύτην προστάττεις καὶ ἐπῄνεσας ἁπλῶς· ἐγὼ δέ, εἰ μὲν γυνή μοι διαφέρουσα εἴη πλούτῳ καὶ θάπτειν αὑτὴν διακελεύοιτο ἐν τῷ ποιήματι, τὸν ὑπερβάλλοντα
§719e ἂν τάφον ἐπαινοίην, φειδωλὸς δʼ αὖ τις καὶ πένης ἀνὴρ τὸν καταδεᾶ, μέτρον δὲ οὐσίας κεκτημένος καὶ μέτριος αὐτὸς ὢν τὸν αὐτὸν ἂν ἐπαινέσαι. σοὶ δὲ οὐχ οὕτω ῥητέον ὡς νῦν εἶπες μέτριον εἰπών, ἀλλὰ τί τὸ μέτριον καὶ ὁπόσον ῥητέον, τὸν τοιοῦτον λόγον μήπω σοι διανοοῦ γίγνεσθαι νόμον. ΚΛ. ἀληθέστατα λέγεις.
§720a ἄλλον τρέπηται νόμον, παραμυθίας δὲ καὶ πειθοῦς τοῖς νομοθετουμένοις μηδὲ ἓν προσδιδῷ; καθάπερ ἰατρὸς δέ τις, μὲν οὕτως, δʼ ἐκείνως ἡμᾶς εἴωθεν ἑκάστοτε θεραπεύεινἀναμιμνῃσκώμεθα δὲ τὸν τρόπον ἑκάτερον, ἵνα τοῦ νομοθέτου δεώμεθα, καθάπερ ἰατροῦ δέοιντο ἂν παῖδες τὸν πρᾳότατον αὐτὸν θεραπεύειν τρόπον ἑαυτούς. οἷον δὴ τί λέγομεν; εἰσὶν πού τινες ἰατροί, φαμέν, καί τινες ὑπηρέται τῶν ἰατρῶν, ἰατροὺς δὲ καλοῦμεν δήπου καὶ τούτους.
§720b ΚΛ. πάνυ μὲν οὖν. ΑΘ. ἐάντε γε ἐλεύθεροι ὦσιν ἐάντε δοῦλοι, κατʼ ἐπίταξιν δὲ τῶν δεσποτῶν καὶ θεωρίαν καὶ κατʼ ἐμπειρίαν τὴν τέχνην κτῶνται, κατὰ φύσιν δὲ μή, καθάπερ οἱ ἐλεύθεροι αὐτοί τε μεμαθήκασιν οὕτω τούς τε αὑτῶν διδάσκουσι παῖδας. θείης ἂν ταῦτα δύο γένη τῶν καλουμένων ἰατρῶν; ΚΛ. πῶς γὰρ οὔ; ΑΘ. ἆρʼ οὖν καὶ συννοεῖς ὅτι, δούλων καὶ ἐλευθέρων
§720c ὄντων τῶν καμνόντων ἐν ταῖς πόλεσι, τοὺς μὲν δούλους σχεδόν τι οἱ δοῦλοι τὰ πολλὰ ἰατρεύουσιν περιτρέχοντες καὶ ἐν τοῖς ἰατρείοις περιμένοντες, καὶ οὔτε τινὰ λόγον ἑκάστου πέρι νοσήματος ἑκάστου τῶν οἰκετῶν οὐδεὶς τῶν τοιούτων ἰατρῶν δίδωσιν οὐδʼ ἀποδέχεται, προστάξας δʼ αὐτῷ τὰ δόξαντα ἐξ ἐμπειρίας, ὡς ἀκριβῶς εἰδώς, καθάπερ τύραννος αὐθαδῶς, οἴχεται ἀποπηδήσας πρὸς ἄλλον κάμνοντα οἰκέτην, καὶ ῥᾳστώνην οὕτω τῷ δεσπότῃ παρασκευάζει τῶν καμνόντων
§720d τῆς ἐπιμελείας· δὲ ἐλεύθερος ὡς ἐπὶ τὸ πλεῖστον τὰ τῶν ἐλευθέρων νοσήματα θεραπεύει τε καὶ ἐπισκοπεῖ, καὶ ταῦτα ἐξετάζων ἀπʼ ἀρχῆς καὶ κατὰ φύσιν, τῷ κάμνοντι κοινούμενος αὐτῷ τε καὶ τοῖς φίλοις, ἅμα μὲν αὐτὸς μανθάνει τι παρὰ τῶν νοσούντων, ἅμα δὲ καὶ καθʼ ὅσον οἷός τέ ἐστιν, διδάσκει τὸν ἀσθενοῦντα αὐτόν, καὶ οὐ πρότερον ἐπέταξεν πρὶν ἄν πῃ συμπείσῃ, τότε δὲ μετὰ πειθοῦς ἡμερούμενον ἀεὶ
§720e παρασκευάζων τὸν κάμνοντα, εἰς τὴν ὑγίειαν ἄγων, ἀποτελεῖν πειρᾶται; πότερον οὕτως ἐκείνως ἰατρός τε ἰώμενος ἀμείνων καὶ γυμναστὴς γυμνάζων· διχῇ τὴν μίαν ἀποτελῶν δύναμιν, μοναχῇ καὶ κατὰ τὸ χεῖρον τοῖν δυοῖν καὶ ἀγριώτερον ἀπεργαζόμενος; ΚΛ. πολύ που διαφέρον, ξένε, τὸ διπλῇ. ΑΘ. βούλει δὴ καὶ θεασώμεθα τὸ διπλοῦν τοῦτο καὶ ἁπλοῦν ἐν ταῖς νομοθεσίαις αὐταῖς γιγνόμενον; ΚΛ. πῶς γὰρ οὐ βούλομαι;
§721a πρώτην πόλεων πέρι κατακοσμήσει ταῖς τάξεσιν; ΚΛ. τί μήν; ΑΘ. ἀρχὴ δʼ ἐστὶ τῶν γενέσεων πάσαις πόλεσιν ἆρʼ οὐχ τῶν γάμων σύμμειξις καὶ κοινωνία; ΚΛ. πῶς γὰρ οὔ; ΑΘ. γαμικοὶ δὴ νόμοι πρῶτοι κινδυνεύουσιν τιθέμενοι καλῶς ἂν τίθεσθαι πρὸς ὀρθότητα πάσῃ πόλει. ΚΛ. παντάπασι μὲν οὖν. ΑΘ. λέγωμεν δὴ πρῶτον τὸν ἁπλοῦν, ἔχοι δʼ ἄν πως ἴσως ὧδε
§721b γαμεῖν δέ, ἐπειδὰν ἐτῶν τις τριάκοντα, μέχρι ἐτῶν πέντε καὶ τριάκοντα, εἰ δὲ μή, ζημιοῦσθαι χρήμασίν τε καὶ ἀτιμίᾳ, χρήμασι μὲν τόσοις καὶ τόσοις, τῇ καὶ τῇ δὲ ἀτιμίᾳ. μὲν ἁπλοῦς ἔστω τις τοιοῦτος περὶ γάμων, δὲ διπλοῦς ὅδεγαμεῖν δέ, ἐπειδὰν ἐτῶν τις τριάκοντα, μέχρι τῶν πέντε καὶ τριάκοντα, διανοηθέντα ὡς ἔστιν τὸ ἀνθρώπινον γένος φύσει τινὶ μετείληφεν ἀθανασίας, οὗ καὶ πέφυκεν ἐπιθυμίαν
§721c ἴσχειν πᾶς πᾶσαν· τὸ γὰρ γενέσθαι κλεινὸν καὶ μὴ ἀνώνυμον κεῖσθαι τετελευτηκότα τοῦ τοιούτου ἐστὶν ἐπιθυμία. γένος οὖν ἀνθρώπων ἐστίν τι συμφυὲς τοῦ παντὸς χρόνου, διὰ τέλους αὐτῷ συνέπεται καὶ συνέψεται, τούτῳ τῷ τρόπῳ ἀθάνατον ὄν, τῷ παῖδας παίδων καταλειπόμενον, ταὐτὸν καὶ ἓν ὂν ἀεί, γενέσει τῆς ἀθανασίας μετειληφέναι· τούτου δὴ ἀποστερεῖν ἑκόντα ἑαυτὸν οὐδέποτε ὅσιον, ἐκ προνοίας δὲ ἀποστερεῖ ὃς ἂν παίδων καὶ γυναικὸς ἀμελῇ. πειθόμενος
§721d μὲν οὖν τῷ νόμῳ ἀζήμιος ἀπαλλάττοιτο ἄν, μὴ πειθόμενος δὲ αὖ, μηδὲ γαμῶν ἔτη τριάκοντα γεγονὼς καὶ πέντε, ζημιούσθω μὲν κατʼ ἐνιαυτὸν τόσῳ καὶ τόσῳ, ἵνα μὴ δοκῇ τὴν μοναυλίαν οἱ κέρδος καὶ ῥᾳστώνην φέρειν, καὶ μὴ μετεχέτω δὲ τιμῶν ὧν ἂν οἱ νεώτεροι ἐν τῇ πόλει τοὺς πρεσβυτέρους αὑτῶν τιμῶσιν ἑκάστοτε.τοῦτον δὴ παρʼ ἐκεῖνον τὸν νόμον ἀκούσαντα ἔξεστιν περὶ ἑνὸς ἑκάστου διανοηθῆναι, πότερον αὐτοὺς διπλοῦς οὕτω
§721e δεῖ γίγνεσθαι τῷ μήκει τὸ σμικρότατον, διὰ τὸ πείθειν τε ἅμα καὶ ἀπειλεῖν, τῷ ἀπειλεῖν μόνον χρωμένους ἁπλοῦς γίγνεσθαι τοῖς μήκεσιν.
§722a καὶ δὴ καὶ περὶ παντὸς νόμου κατὰ τοῦτο τὸ παράδειγμα, εἰ γίγνοιτο ἑκάτερα, ταὐτὸν τοῦτʼ ἂν αἱροίμην. οὐ μὴν ἀλλά που καὶ Κλεινίᾳ τῷδʼ ἀρέσκειν δεῖ τὰ νῦν νομοθετούμενα· τούτου γὰρ πόλις νῦν τοῖς τοιούτοις νόμοις χρῆσθαι διανοουμένη. ΚΛ. καλῶς γʼ, Μέγιλλε, εἶπες. ΑΘ. τὸ μὲν οὖν περὶ πολλῶν ὀλίγων γραμμάτων ποιήσασθαι τὸν λόγον λίαν εὔηθεςτὰ γὰρ οἶμαι βέλτιστα,
§722b ἀλλʼ οὐ τὰ βραχύτατα οὐδὲ τὰ μήκη τιμητέοντὰ δʼ ἐν τοῖς νυνδὴ νόμοις ῥηθεῖσιν οὐ διπλῷ θάτερα τῶν ἑτέρων διάφορα μόνον εἰς ἀρετὴν τῆς χρείας, ἀλλʼ ὅπερ ἐρρήθη νυνδή, τὸ τῶν διττῶν ἰατρῶν γένος ὀρθότατα παρετέθη. πρὸς τοῦτο δὲ οὐδεὶς ἔοικε διανοηθῆναι πώποτε τῶν νομοθετῶν, ὡς ἐξὸν δυοῖν χρῆσθαι πρὸς τὰς νομοθεσίας, πειθοῖ καὶ βίᾳ, καθʼ ὅσον οἷόν τε ἐπὶ τὸν ἄπειρον παιδείας ὄχλον, τῷ ἑτέρῳ χρῶνται
§722c μόνον· οὐ γὰρ πειθοῖ κεραννύντες τὴν μάχην νομοθετοῦσιν, ἀλλʼ ἀκράτῳ μόνον τῇ βίᾳ. ἐγὼ δʼ, μακάριοι, καὶ τρίτον ἔτι περὶ τοὺς νόμους ὁρῶ γίγνεσθαι δέον, οὐδαμῇ τὰ νῦν γιγνόμενον. ΚΛ. τὸ ποῖον δὴ λέγεις; ΑΘ. ἐξ αὐτῶν ὧν νυνδὴ διειλέγμεθα ἡμεῖς κατὰ θεόν τινα γεγονός. σχεδὸν γὰρ ἐξ ὅσου περὶ τῶν νόμων ἤργμεθα λέγειν, ἐξ ἑωθινοῦ μεσημβρία τε γέγονε καὶ ἐν ταύτῃ παγκάλῃ ἀναπαύλῃ τινὶ γεγόναμεν, οὐδὲν ἀλλʼ περὶ νόμων διαλεγόμενοι,
§722d νόμους δὲ ἄρτι μοι δοκοῦμεν λέγειν ἄρχεσθαι, τὰ δʼ ἔμπροσθεν ἦν πάντα ἡμῖν προοίμια νόμων. τί δὲ ταῦτʼ εἴρηκα; τόδε εἰπεῖν βουληθείς, ὅτι λόγων πάντων καὶ ὅσων φωνὴ κεκοινώνηκεν προοίμιά τέ ἐστιν καὶ σχεδὸν οἷόν τινες ἀνακινήσεις, ἔχουσαί τινα ἔντεχνον ἐπιχείρησιν χρήσιμον πρὸς τὸ μέλλον περαίνεσθαι. καὶ δή που κιθαρῳδικῆς ᾠδῆς λεγομένων νόμων καὶ πάσης μούσης προοίμια θαυμαστῶς
§722e ἐσπουδασμένα πρόκειται· τῶν δὲ ὄντως νόμων ὄντων, οὓς δὴ πολιτικοὺς εἶναί φαμεν, οὐδεὶς πώποτε οὔτʼ εἶπέ τι προοίμιον οὔτε συνθέτης γενόμενος ἐξήνεγκεν εἰς τὸ φῶς, ὡς οὐκ ὄντος φύσει. ἡμῖν δὲ νῦν διατριβὴ γεγονυῖα, ὡς ἐμοὶ δοκεῖ, σημαίνει ὡς ὄντος, οἵ τέ γε δὴ διπλοῖ ἔδοξαν νυνδή μοι λεχθέντες νόμοι οὐκ εἶναι ἁπλῶς οὕτω πως διπλοῖ, ἀλλὰ δύο μέν τινε, νόμος τε καὶ προοίμιον τοῦ νόμου·
§723a τῶν ἰατρῶν οὓς εἴπομεν ἀνελευθέρους, τοῦτʼ εἶναι νόμος ἄκρατος, τὸ δὲ πρὸ τούτου ῥηθέν, πειστικὸν λεχθὲν ὑπὸ τοῦδε, ὄντως μὲν εἶναι πειστικόν, προοιμίου μὴν τοῦ περὶ λόγους δύναμιν ἔχειν. ἵνα γὰρ εὐμενῶς, καὶ διὰ τὴν εὐμένειαν εὐμαθέστερον, τὴν ἐπίταξιν, δή ἐστιν νόμος, δέξηται τὸν νόμον νομοθέτης λέγει, τούτου χάριν εἰρῆσθαί μοι κατεφάνη πᾶς λόγος οὗτος, ὃν πείθων εἶπεν λέγων· διὸ δὴ κατά
§723b γε τὸν ἐμὸν λόγον τοῦτʼ αὐτό, προοίμιον, ἀλλʼ οὐ λόγος ἂν ὀρθῶς προσαγορεύοιτο εἶναι τοῦ νόμου. ταῦτʼ οὖν εἰπών, τί τὸ μετὰ τοῦτο ἄν μοι βουληθείην εἰρῆσθαι; τόδε, ὡς τὸν νομοθέτην πρὸ πάντων τε ἀεὶ τῶν νόμων χρεών ἐστιν μὴ ἀμοίρους αὐτοὺς προοιμίων ποιεῖν καὶ καθʼ ἕκαστον, διοίσουσιν ἑαυτῶν ὅσον νυνδὴ τὼ λεχθέντε διηνεγκάτην. ΚΛ. τό γʼ ἐμὸν οὐκ ἂν ἄλλως νομοθετεῖν διακελεύοιτο ἡμῖν τὸν τούτων ἐπιστήμονα.
§723c ΑΘ. καλῶς μὲν τοίνυν, Κλεινία, δοκεῖς μοι τό γε τοσοῦτον λέγειν, ὅτι πᾶσίν γε νόμοις ἔστιν προοίμια καὶ ὅτι πάσης ἀρχόμενον νομοθεσίας χρὴ προτιθέναι παντὸς τοῦ λόγου τὸ πεφυκὸς προοίμιον ἑκάστοιςοὐ γὰρ σμικρὸν τὸ μετὰ τοῦτό ἐστιν ῥηθησόμενον, οὐδʼ ὀλίγον διαφέρον σαφῶς μὴ σαφῶς αὐτὰ μνημονεύεσθαιτὸ μέντοι μεγάλων πέρι λεγομένων νόμων καὶ σμικρῶν εἰ ὁμοίως προοιμιάζεσθαι προστάττοιμεν, οὐκ ἂν ὀρθῶς λέγοιμεν. οὐδὲ γὰρ ᾄσματος
§723d οὐδὲ λόγου παντὸς δεῖ τὸ τοιοῦτον δρᾶνκαίτοι πέφυκέν γε εἶναι πᾶσιν, ἀλλʼ οὐ χρηστέον ἅπασιναὐτῷ δὲ τῷ τε ῥήτορι καὶ τῷ μελῳδῷ καὶ νομοθέτῃ τὸ τοιοῦτον ἑκάστοτε ἐπιτρεπτέον. ΚΛ. ἀληθέστατα δοκεῖς μοι λέγειν. ἀλλὰ δὴ μηκέτʼ, ξένε, διατριβὴν πλείω τῆς μελλήσεως ποιώμεθα, ἐπὶ δὲ τὸν λόγον ἐπανέλθωμεν καὶ ἀπʼ ἐκείνων ἀρχώμεθα, εἴ σοι φίλον, ὧν οὐχ ὡς προοιμιαζόμενος εἶπες τότε. πάλιν οὖν, οἷόν
§723e φασιν οἱ παίζοντες, ἀμεινόνων ἐξ ἀρχῆς δευτέρων ἐπαναπολήσωμεν, ὡς προοίμιον ἀλλʼ οὐ τὸν τυχόντα λόγον περαίνοντες, καθάπερ ἄρτι· λάβωμεν δʼ αὐτῶν ἀρχὴν ὁμολογοῦντες προοιμιάζεσθαι. καὶ τὰ μὲν περὶ θεῶν τιμῆς προγόνων τε θεραπείας, καὶ τὰ νυνδὴ λεχθέντα ἱκανά· τὰ δʼ ἑξῆς πειρώμεθα λέγειν, μέχριπερ ἄν σοι πᾶν τὸ προοίμιον ἱκανῶς εἰρῆσθαι δοκῇ. μετὰ δὲ τοῦτο ἤδη τοὺς νόμους αὐτοὺς διέξει λέγων.
§724a ΑΘ. οὐκοῦν περὶ θεῶν μὲν καὶ τῶν μετὰ θεοὺς καὶ γονέων ζώντων τε πέρι καὶ τελευτησάντων τότε ἱκανῶς προοιμιασάμεθα, ὡς νῦν λέγομεν· τὸ δὲ ἀπολειπόμενον ἔτι τοῦ τοιούτου φαίνῃ μοι σὺ διακελεύεσθαι τὰ νῦν οἷον πρὸς τὸ φῶς ἐπανάγειν. ΚΛ. παντάπασι μὲν οὖν. ΑΘ. ἀλλὰ μὴν μετά γε τὰ τοιαῦτα, ὡς χρὴ τὰ περὶ τὰς αὑτῶν ψυχὰς καὶ τὰ σώματα καὶ τὰς οὐσίας σπουδῆς
§724b τε πέρι καὶ ἀνέσεως ἴσχειν, προσῆκόν τʼ ἐστὶ καὶ κοινότατον ἀναπεμπαζομένους τόν τε λέγοντα καὶ τοὺς ἀκούοντας παιδείας γίγνεσθαι κατὰ δύναμιν ἐπηβόλους· ταῦτʼ οὖν ἡμῖν αὐτὰ μετʼ ἐκεῖνα ὄντως ἐστὶν ῥητέα τε καὶ ἀκουστέα. ΚΛ. ὀρθότατα λέγεις.
Tap any Greek word to look it up
An open-access project
Burnet 1915
OCT
Burnet, OCT, 1915 · 1915
The Editor

John Burnet (1863–1928) was Regius Professor of Greek at the University of St Andrews from 1892 until his death. A leading Platonic scholar, he produced the standard Oxford Classical Text of Plato's complete works between 1900 and 1907 — a text so reliable it remained the reference edition for over a century. Burnet was equally distinguished as a historian of philosophy: his Early Greek Philosophy (1892) shaped the field for generations. He combined meticulous manuscript collation with a deep understanding of Greek philosophical thought.

About This Edition

Burnet's Oxford Classical Text of Plato, published in five volumes (1900–1907), established the modern standard for Plato's Greek text. Working from fresh collation of the principal manuscripts — especially the Bodleian Clarke Plato (MS. E. D. Clarke 39, copied in 895 AD) and the Paris manuscript A — Burnet produced a conservative text that trusted the best manuscript tradition while noting all significant variants in a concise apparatus criticus. The OCT series, formally known as Scriptorum Classicorum Bibliotheca Oxoniensis, aims to provide authoritative critical texts for scholarly use. Burnet's Plato has been partially superseded for individual dialogues by the Budé editions and by S. R. Slings's OCT of the Republic (2003), but for many dialogues his text remains the standard.

Tap any Greek word to look it up