ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
§1–40
§1 Τὰ μὲν ἐπὶ μοιχείᾳ καὶ ἀνδροφονίᾳ καὶ ὅσα ἑκατέρᾳ τούτων ὑποστέλλει νόμιμα μετὰ πάσης ἀκριβείας, ὥς γε ἐμαυτὸν πείθω, λέλεκται πρότερον. τὸ δἑπόμενον τῇ τάξει συνεπισκεπτέον, τι τρίτον μέν ἐστι τῶν ἐπὶ τῇ δευτέρᾳ στήλῃ, τῶν δἐν ἀμφοτέραις ὄγδοον, περὶ τοῦ μὴ κλέπτειν.
§2 ὃς ἂν ἄγῃ φέρῃ τὰ ἑτέρου, μὴ δέον, ἐὰν μὲν βίᾳ καὶ φανερῶς τοῦτο ποιῇ, κοινὸς ἀναγραφέσθω πολέμιος, [γεγράφθω] παρανομίᾳ συνυφαίνων ἀναίσχυντον θράσος, ἐὰν δὲ κρύφα, λανθάνειν ἐπιχειρῶν φωρὸς τρόπον, δῐ αἰδῶ προκάλυμμα ποιούμενος τῶν ἁμαρτημάτων τὸ σκότος, ἰδίᾳ κολαζέσθω μόνον ὢν ὑπόδικος ὧν ἐπεχείρησε βλάπτειν καὶ κατατιθέτω διπλοῦν τὸ φώριον, ἄδικον ὠφέλειαν ἐξιώμενος βλάβῃ δικαιοτάτῃ.
§3 ἐὰν δὲ ἄπορος ὢν ἐκτίνειν ἀδυνατῇ τό γε ἐπιτίμιον, πιπρασκέσθωθέμις γὰρ ἐλευθερίας στέρεσθαι τὸν ὑπομείναντα κέρδους παρανομωτάτου δοῦλον εἶναι —, ἵνα μηδ πεπονθὼς κακῶς ἀπαρηγόρητος ἀφεθεὶς διὰ τὴν τοῦ κεκλοφότος ἀχρηματίαν ὀλιγωρεῖσθαι δοκῇ.
§4 ἀλλὰ μηδεὶς ἀπανθρωπίαν καταγνώτω τοῦ διατάγματος· γὰρ πραθεὶς οὐκ εἰς ἅπαν ἐᾶται δοῦλος, ἀλλἐντὸς ἑπταετίας ἀπαλλάττεται κοινῷ κηρύγματι, καθάπερ ἐν τοῖς περὶ ἑβδόμης ἐδήλωσα.
§5 καὶ ἀγαπάτω διπλοῦν ἐκτίνων τὸ φώριον καὶ πιπρασκόμενος, ἀδικῶν οὐκ ὀλίγα· πρῶτον μὲν ὅτι τοῖς οὖσιν οὐκ ἀρκούμενος περιττοτέρων ὀρέγεται, πλεονεξίαν, ἐπίβουλον καὶ δυσίατον πάθος, ἐπιτειχίζων· δεύτερον δὅτι τοῖς ἀλλοτρίοις προσοφθαλμιῶν καὶ ἐπικεχηνὼς τὰς ἐπὶ νοσφισμῷ πάγας τίθεται, τοὺς κυρίους ὧν ἔχουσιν ἀφαιρούμενος· τρίτον δὅτι καὶ λανθάνειν ἐπιτηδεύων τὰς μὲν ἐκ τοῦ πράγματος ὠφελείας μόνος ἔστιν ὅτε καρποῦται, τὰ δἐγκλήματα τρέπει πρὸς τοὺς ἀναιτίους, τυφλὴν ἀπεργαζόμενος τὴν ἔρευναν τῆς ἀληθείας.
§6 ἔοικε δέ πως καὶ αὐτὸς ἑαυτοῦ κατηγορεῖν, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἐν οἷς ὑφαιρεῖται λάθρα, πάντως αἰσχυνόμενος εὐλαβούμενος, ὧν τὸ μέν ἐστι σημεῖον τοῦ τὴν πρᾶξιν αἰσχρὰν ὑπειληφέναιτὰ γὰρ αἰσχρὰ αἰσχύνην ἐπιφέρει—, τὸ δὲ τοῦ κολάσεως ἄξιον νομίζεσθαι, δέος γὰρ ἐμποιοῦσιν αἱ κολάσεις.
§7 Ἐάν τις ἔρωτι τῶν ἀλλοτρίων ἐπιμανεὶς κλέπτειν ἐπιχειρῇ καὶ μὴ δυνάμενος εὐπετῶς ὑφαιρεῖσθαι τοιχωρυχῇ νύκτωρ, προκάλυμμα ποιούμενος ὧν ἀδικεῖ τὸ σκότος, ἁλοὺς μὲν ἐπαὐτοφώρῳ, πρὶν ἥλιον ἀνίσχειν, ἐν αὐτῷ τῷ διορύγματι πρὸς τοῦ δεσπότου τῆς οἰκίας ἀναιρείσθω, τὸ μὲν προηγούμενον ἔργον ἔλαττον ἐξεργαζόμενος, κλοπήν, τὸ δἑπόμενον μεῖζον, ἀνδροφονίαν, διανοούμενος, εἰ διακωλύοι τις, ὀρυκτῆρσιν οἷς ἐπιφέρεται σιδηροῖς καὶ ἑτέροις ὅπλοις ἀμύνεσθαι παρεσκευασμένος· εἰ δἥλιος ἀνάσχοι, μηκέθὁμοίως αὐτοχειρίᾳ κτεινέσθω, πρὸς δὲ τοὺς ἄρχοντας καὶ δικαστὰς ἀγέσθω δώσων δίκας, ἃς ἂν ἐπικελεύωσιν οὗτοι.
§8 νύκτωρ μὲν γὰρ οἴκοι διατριβόντων καὶ τετραμμένων πρὸς ἀνάπαυλαν ἀρχόντων ὁμοῦ καὶ ἰδιωτῶν, οὐδεμία τῷ πλημμελουμένῳ καταφυγὴ πρὸς βοήθειαν, ὅθεν αὐτὸς ἔστω κύριος τῆς τιμωρίας, ὑπὸ τοῦ καιροῦ κατασταθεὶς ἄρχων καὶ δικαστής.
§9 μεθἡμέραν μέντοι ἀναπέπταται δικαστήρια καὶ βουλευτήρια, ἐπλήθυνε δὲ τῶν συλληψομένων πόλις, ὧν οἱ μὲν φύλακες τῶν νόμων κεχειροτόνηνται, οἱ δἄνευ χειροτονίας μισοπονήρῳ πάθει τὴν ὑπὲρ τῶν ἠδικημένων αὐτοκέλευστοι τάξιν αἱροῦνται· πρὸς οὓς τὸν κλέπτην ἀκτέον· οὕτως γὰρ τὰς ἐπαὐθαδείᾳ καὶ προπετείᾳ φεύγων αἰτίας δημοκρατικώτερον αὑτῷ δόξει βοηθεῖν.
§10 ἐὰν ὑπὲρ γῆν ὄντος ἡλίου τὸν φῶρά τις αὐτοχειρίᾳ κτείνῃ πρὸ δίκης, ἔνοχος ἔστω, θυμὸν λογισμοῦ προτιμήσας καὶ τοὺς νόμους τῆς ἰδίας ἐπιθυμίας ἐν ὑστέρῳ θείς. μὴ γάρ, ἐπειδὴ νύκτωρ ἠδίκησαι, φαίην ἄν, οὗτος, ὑπὸ κλέπτου, διὰ τοῦτο μεθἡμέραν κλοπὴν αὐτὸς ἀπεργάζου χαλεπωτέραν, οὐ τὴν ἐν χρήμασιν, ἀλλὰ τὴν ἐν τοῖς δικαίοις, καθ συμβαίνει τὴν πολιτείαν διατετάχθαι.
§11 Τὰ μὲν οὖν ἄλλα φώρια τετίμηται διπλῇ καταθέσει. βοῦν δὲ πρόβατον εἴ τις ὑφέλοιτο, μείζονος ἠξίωσε δίκης προνομίαν διδοὺς ζῴοις, καλλιστεύει τῶν ἐν ταῖς ἡμέροις ἀγέλαις οὐ μόνον εὐμορφίᾳ σώματος ἀλλὰ καὶ ταῖς περὶ τὸν ἀνθρώπινον βίον ὠφελείαις. ἧς χάριν αἰτίας οὐδἐπἀμφοῖν τὴν ποσότητα τῶν ἐπιτιμίων ἴσην ὥρισεν, ἀλλὰ τὰς χρείας διαριθμησάμενος, ἃς ἑκάτερον παρέχεται τῶν εἰρημένων, ἀνάλογον καὶ τὴν ἔκτισιν ἐνομοθέτησε.
§12 κελεύει γὰρ τέτταρα μὲν πρόβατα ἀποτίνειν βοῦς δὲ πέντε τὸν κλέπτην ἀνθἑνὸς τοῦ ὑφαιρεθέντος, ἐπειδὴ πρόβατον μὲν φέρει δασμοὺς τέτταρας, γάλα καὶ τυρὸν καὶ ἔρια καὶ ἐτησίους ἄρνας, δὲ βοῦς πέντε, τρεῖς μὲν τοὺς αὐτοὺς ἐν γάλακτι καὶ τυρῷ καὶ γεννήμασι, δύο δἐξαιρέτους, ἄροτον γῆς καὶ ἀλοητόν, ὧν μέν ἐστιν ἀρχὴ σπορᾶς καρπῶν, δὲ τέλος εἰς κάθαρσιν τῶν συγκομισθέντων πρὸς ἑτοιμοτέραν τροφῆς χρῆσιν.
§13 Κλέπτης δέ τίς ἐστι καὶ ἀνδραποδιστής, ἀλλὰ τοῦ πάντων ἀρίστου, ὅσα ἐπὶ γῆς εἶναι συμβέβηκεν. τὰ μὲν οὖν ἄψυχα καὶ τῶν ζῴων μὴ μεγάλας ὠφελείας παρέχεται τῷ βίῳ διπλᾶ προστέταχεν ἀποδίδοσθαι παρὰ τῶν ὑφελομένων τοῖς κυρίοις, ὡς ἐλέχθη πρότερον, καὶ πάλιν τετραπλάσια καὶ πενταπλάσια ἐν ταῖς ἡμερωτάταις ἀγέλαις βοῶν τε καὶ προβάτων.
§14 ἄνθρωπος δέ, ὡς ἔοικε, τὸν καλλιστεύοντα κλῆρον ἔλαχεν ἐν ζῴοις, ἀγχίσπορος ὢν θεοῦ καὶ συγγενὴς κατὰ τὴν πρὸς λόγον κοινωνίαν, ὃς αὐτὸν καίτοι θνητὸν εἶναι δοκοῦντα ἀπαθανατίζει. διὸ καὶ πᾶς, ὅτῳ ζῆλος ἀρετῆς εἰσέρχεται, τραχύς ἐστι τὴν ὀργὴν καὶ παντελῶς ἀμείλικτος κατὰ ἀνδραποδιστῶν, οἳ δουλείαν ἕνεκα κέρδους ἀδικωτάτου τοῖς γένει μὲν ἐλευθέροις φύσεως δὲ μετέχουσι τῆς αὐτῆς ἐπάγειν τολμῶσιν.
§15 εἰ γὰρ ἐπαινετὸν πρᾶγμα δεσπόται ποιοῦσιν οἰκότριβας καὶ ἀργυρωνήτους, πολλάκις οὐκ ἐν μεγάλοις ὀνήσαντας, τῆς κατεχούσης δουλείας ἀπαλλάττοντες ἕνεκα φιλανθρωπίας κέχρηνται, πόσης ἄξιοι κατηγορίας τυγχάνειν εἰσὶν οἱ τὸ πάντων ἄριστον κτῆμα, τὴν ἐλευθερίαν, ἀφαιρούμενοι τοὺς ἔχοντας, ὑπὲρ ἧς ἀποθνῄσκειν καλὸν τοῖς γεννηθεῖσιν εὖ καὶ τραφεῖσιν;
§16 ἤδη τινὲς τὴν σύμφυτον μοχθηρίαν προσαύξοντες καὶ τὸ ἐπίβουλον ἦθος αὑτῶν τρέποντες εἰς τὸ ἄσπονδον οὐκ [ἐπ’] ἀλλοδαποῖς μόνον καὶ ἀλλογενέσιν ἀνδραποδισμὸν κατεσκεύασαν, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ αὐτοῦ ἔθνους, ἔστι δὅτε καὶ δημόταις καὶ φυλέταις, ἀλογήσαντες κοινωνίας νόμων τε καὶ ἐθῶν, οἷς ἐκ πρώτης ἡλικίας ἐνετράφησαν, ἅπερ βεβαιοτάτην ταῖς ψυχαῖς εὔνοιαν ἐνσφραγίζεται τῶν μὴ λίαν ἀτιθάσων καὶ μὴ ἐπιτηδευόντων ὠμότητα·
§17 οἳ χάριν κέρδους ἐκνομωτάτου πιπράσκουσιν ἀνδραποδοκαπήλοις καὶ οἷς ἂν τύχῃ δουλεύσοντας ἐπὶ ξένης ἀνεπανάκτους, μηδὄναρ τὸ τῆς πατρίδος ἔδαφος ἔτι προσκυνήσοντας χρηστῆς ἀπογευσομένους ἐλπίδος. ἧττον γὰρ ἂν ἠδίκουν ὑπηρετούμενοι πρὸς τῶν ἀνδραποδισθέντων· νυνὶ δὲ διπλάσιον ἀδίκημα δρῶσιν ἀπεμπολοῦντες, ἀνθἑνὸς δύο δεσπότας καὶ διττὰς δουλείας ἐπιτειχίζοντες ἐφέδρους.
§18 αὐτοὶ μὲν γὰρ ἐπιστάμενοι τὴν παλαιὰν εὐτυχίαν τῶν ὑπηγμένων ἴσως ἂν μετανοήσαιεν ὀψὲ λαβόντες οἶκτον τῶν ἐπταικότων, τὸ τῆς τύχης ἄδηλον καὶ ἀτέκμαρτον καταιδεσθέντες· οἱ δὲ πριάμενοι διἄγνοιαν τοῦ γένους ὡς ἐκ πατέρων καὶ προπάππων οἰκετῶν ὀλιγωρήσουσιν, οὐδὲν ἀγωγὸν ἐν ταῖς ψυχαῖς ἔχοντες εἰς ἡμερότητα καὶ φιλανθρωπίαν, ἣν εἰκὸς ἐπὶ τοῖς ἐλευθέροις σῴζεσθαι φύσει.
§19 δίκη δἔστω κατὰ μὲν τῶν ἑτεροεθνεῖς ἀνδραποδισαμένων, ἣν ἂν τιμήσηται τὸ δικαστήριον, κατὰ δὲ τῶν τοὺς ὁμοφύλους πρὸς τῷ ἀνδραποδίσασθαι καὶ πεπρακότων θάνατος ἀπαραίτητος· ἤδη γὰρ οὗτοί γε συγγενεῖς εἰσιν οὐ πόρρω τῶν ἀφαἵματος κατὰ μείζονα περιγραφὴν γειτνιῶντες.
§20 Καὶ ἐν ἀγρῷκαθάπερ εἶπέ τις τῶν πάλαιφύονται δίκαι“, ἐπειδὴ πλεονεξίαι καὶ τῶν ἀλλοτρίων ἵμερος οὐκ ἐν ἄστει μόνον ἀλλὰ καὶ ἔξω πόλεώς ἐστιν, ἅτε μὴ τόπων διαφοραῖς ἀλλὰ διανοίαις ἀκορέστων καὶ φιλαπεχθημόνων ἀνδρῶν ἐνιδρυμένος.
§21 ἀφοὗ καὶ τῶν πόλεων αἱ εὐνομώταται διττοὺς ἐπιμελητὰς καὶ ἄρχοντας αἱροῦνται τῆς κοινῆς εὐκοσμίας καὶ ἀσφαλείας, τοὺς μὲν ἐντὸς τοῦ τείχους, οὓς ἀστυνόμους προσαγορεύουσι, τοὺς δἐκτός, οἷς ὄνομα οἰκεῖον τίθενται, καλοῦσι γὰρ αὐτοὺς ἀγρονόμους· ἀγρονόμων δὲ τίς ἂν ἦν χρεία τὸ πᾶν, εἰ μὴ κἀν τοῖς χωρίοις ἦσάν τινες ἐπὶ λύμῃ τῶν πλησίον ζῶντες;
§22 ἐὰν οὖν τις ποιμὴν αἰπόλος βουκόλος συνόλως ἀγελάρχης ἀγρὸν ἑτέρου βόσκῃ καὶ κατανέμῃ φειδὼ μηδεμίαν ποιούμενος μήτε καρπῶν μήτε δένδρων, ὅμοιον ἀποτινέτω κτῆμα προσόδου τῆς ἴσης.
§23 καὶ ἀγαπάτω τοῦθὑπομένων, ἐπιεικοῦς καὶ σφόδρα συγγνώμονος τυχὼν τοῦ νόμου, ὃς αὐτὸν τὰ πολεμίων ἀσπόνδων ἐργασάμενον, οἷς τὰς ἀρούρας δῃοῦν ἔθος καὶ φυτὰ ἥμερα διαφθείρειν, οὐχ ὡς κοινὸν ἐχθρὸν ἐτιμωρήσατο θάνατον φυγὴν τὸ γοῦν τελευταῖον, ἁπάσης στέρησιν τῆς οὐσίας, ὁρίσας, ἀλλαὐτὸ μόνον δικαιώσας ἐπανορθώσασθαι τὸ βλάβος τῷ κυρίῳ.
§24 προφάσεις γὰρ ἀεὶ ζητῶν, αἷς ἐπελαφριεῖ τὰ ἀτυχήματα, διὑπερβάλλουσαν ἡμερότητα καὶ τὴν ἐκ φύσεως καὶ μελέτης φιλανθρωπίαν, εὗρεν ἀπολογίαν οὐκ ἀπῳδὸν ὑπὲρ τοῦ νομέως, τὴν φύσιν τῶν θρεμμάτων ἄλογον οὖσαν καὶ ἀπειθῆ, καὶ μάλισθὅταν ὀρέγηται τροφῆς.
§25 ἔστω μὲν οὖν ὑπόδικος, ὅτι τὴν ἀρχὴν ἤλασε τὴν ἀγέλην εἰς ἀνεπιτήδειον χωρίον· μὴ πάντων δὲ τῶν συμβεβηκότων ἐχέτω τὰς αἰτίας, εἰκὸς γὰρ αὐτὸν μὲν τοῦ κακοῦ λαβόντα τὴν αἴσθησιν ἐξελαύνειν ἐπιχειρεῖν τάχιστα, τὴν δἅτε χλοηφαγοῦσαν, ἁπαλῶν τε καρπῶν καὶ βλαστῶν ἐμφορουμένην, ἀντιφιλονεικεῖν.
§26 Βλάπτουσι δοὐ μόνον κατανέμοντες βοσκήμασιν ἀλλοτρίας κτήσεις, ἀλλὰ καὶ πῦρ ἀπερισκέπτως καὶ ἀπροοράτως ἀναφλέγοντες. γὰρ τοῦ πυρὸς δύναμις ὕλης λαβομένη πανταχόσε ᾄττουσα νέμεταί τε καὶ χεῖται, καὶ ἐπειδὰν ἅπαξ κρατήσῃ, σβεστηρίων ὅσα ἂν ἐπιφέρῃ τις ἀλογεῖ καταχρωμένη καὶ τούτοις ἀντὶ τροφῆς εἰς συναύξησιν, ἕως ἂν πάντα ἐξαναλώσασα αὐτὴ δαπανηθῇ πρὸς αὑτῆς.
§27 προσήκει δὲ μήτἐν οἰκίαις μήτἐπαύλεσιν ἀφύλακτον πῦρ ἐᾶν, ἐπισταμένους ὅτι σπινθὴρ ἐντυφόμενος εἷς πολλάκις ἀνερριπίσθη καὶ μεγάλας ἐνέπρησε πόλεις, καὶ μάλιστα ἐπιφόρῳ πνεύματι ῥυείσης τῆς φλογός.
§28 ἐν γοῦν τοῖς ἀσυμβάτοις πολέμοις πρώτη καὶ μέση καὶ τελευταία δύναμίς ἐστι διὰ πυρός, πιστεύουσι μᾶλλον ταῖς πεζῶν καὶ ἱππέων καὶ ναυμάχων τάξεσι καὶ ταῖς ὅπλων καὶ μηχανημάτων ἀφθόνοις παρασκευαῖς· πυρφόρον γάρ τις οἰστὸν βαλὼν καιρίως εἰς πολὺν νηῶν στόλον αὐτοῖς ἐπιβάταις κατέφλεξεν στρατόπεδα πολυάνθρωπα μετὰ τῶν παρασκευῶν, ἐφαἷς ἐπεποίηντο τὰς τοῦ νικᾶν ἐλπίδας, ἐξανάλωσεν.
§29 ἐὰν οὖν εἰς ἀκανθώδη φορυτὸν πῦρ ἐμβάλῃ τις, δἀναφλεχθεὶς προσεμπρήσῃ ἅλω πυρῶν κριθῶν ὀρόβων δράγματα ἀσταχύων συγκεκομισμένα βαθύγειον πεδιάδα χλοηφοροῦσαν, ἀποτινύτω τὸ βλάβος τὸ πῦρ ἐμβαλών, ἵνἐκ τοῦ παθεῖν μάθῃ τὰς πρώτας τῶν πραγμάτων ἐνστάσεις εὖ μάλα φυλάττεσθαι καὶ μὴ δύναμιν ἀήττητον καὶ φύσει φθοροποιὸν ἀνακινῇ καὶ ἀνεγείρῃ δυναμένην ἠρεμεῖν.
§30 Ἱερώτατον παρακαταθήκη τῶν ἐν κοινωνίᾳ πραγμάτων ἐστίν, ἐπὶ τῇ τοῦ λαβόντος κειμένη πίστει. δάνεια μὲν γὰρ ἐλέγχεται διὰ συμβολαίων καὶ γραμμάτων, τὰ δἄνευ δανείων ἐν χρήσει φανερῶς διδόμενα τοὺς θεασαμένους ἔχει μάρτυρας.
§31 παρακαταθηκῶν δοὐχ οὗτος τρόπος, ἀλλὰ μόνος τις αὐτὸς δίδωσι μόνῳ κρύφα, περιβλεπόμενος τὸν τόπον, μηδἀνδράποδον ἕνεκα τοῦ διακομίσαι προσπαραλαβών, εἰ καὶ τύχοι φιλοδέσποτον· εἰς γὰρ τὸ ἀναπόδεικτον ἑκάτερος σπεύδειν ἔοικεν, μὲν ἵνα λάθῃ δούς, δὲ ἵνα ἀγνοῆται λαβών. ἀοράτῳ δὲ πράγματι πάντως ἀόρατος μεσιτεύει θεός, ὃν εἰκὸς ὑπἀμφοῖν μάρτυρα καλεῖσθαι, τοῦ μὲν ὡς ἀποδώσοντος ὅταν ἀπαιτῆται, τοῦ δἐν καιρῷ κομιουμένου.
§32 μέγιστον οὖν ἀδίκημα δρῶν παρακαταθήκην ἀρνούμενος μὴ ἀγνοείτω, ψεύσας μὲν ἐλπίδος τὸν ἐπιτρέψαντα, μοχθηρὰ δἤθη κατασκεπάσας λόγοις ἐπιεικέσιν, ἀπιστίαν δὲ καθυποκρινάμενος νόθην πίστιν, ἀσυμβάτους ἀποφήνας δεξιὰς καὶ ἀτελεῖς ὅρκους· ὡς ἀνθρωπείων τε καὶ θείων ὠλιγωρηκέναι καὶ διττὰς ἀρνεῖσθαι παρακαταθήκας, τὴν μὲν τοῦ τὰ οἰκεῖα ἐπιτρέψαντος, τὴν δὲ τοῦ ἀψευδεστάτου μάρτυρος, ὃς τὰ πάντων ἐφορᾷ καὶ τὰ πάντων ἐπακούει καὶ προαιρουμένων καὶ μὴ θελόντων.
§33 ἐὰν δ μὲν λαβὼν ὡς ἱερὸν χρῆμα παρακαταθήκην ἄψαυστον οἴηται δεῖν φυλάττειν, σέβων ἀλήθειάν τε καὶ πίστιν, οἱ δὲ τῶν ἀλλοτρίων ἔφεδροι βαλαντιοτόμοι καὶ τοιχωρύχοι παρεισφθαρέντες ὑφέλωνται, συλληφθέντες ἐκτινέτωσαν ἐπιτίμια διπλᾶ [τὰ κλεπτῶν εὑρεθέντα].
§34 εἰ δὲ μὴ συλληφθεῖεν οὗτοι, προσίτω γνώμῃ ἑκουσίῳ λαβὼν εἰς τὸ θεῖον δικαστήριον καὶ ἀνατείνας τὰς χεῖρας εἰς οὐρανὸν ὀμνύτω κατἐξωλείας ἑαυτοῦ, μήτε τι μέρος τῆς παρακαταθήκης νοσφίσασθαι μήτε ἑτέρῳ κοινοπραγῆσαι μήτε ὅλως συνεπιψεύσασθαι κλοπὴν οὐ γενομένην· ἄτοπον γὰρ τὸν μηδὲν ἠδικηκότα ζημιοῦν τὸν συνδραμόντα εἰς φίλου πίστιν ὑφἑτέρων ἀδικηθέντα βλάβης αἴτιον ἐκείνῳ γενέσθαι.
§35 παρακαταθῆκαι δοὐ μόνον ἐν ἀψύχοις εἰσίν, ἀλλὰ καὶ ζῴοις, ὧν διττὸς κίνδυνος, μὲν πρὸς τὰ ἄψυχα κοινὸς διὰ κλοπῆς, δὲ ἴδιος καὶ ἐξαίρετος διὰ θανάτου. λέλεκται μὲν οὖν περὶ τοῦ προτέρου, χρὴ δὲ καὶ περὶ τοῦ δευτέρου προσνομοθετεῖν.
§36 ἐὰν οὖν ἐν παρακαταθήκῃ θρέμματα τελευτήσῃ, μεταπεμψάσθω τὸν ἐπιτρέψαντα λαβὼν καὶ ἐπιδεικνύτω, φαύλης ὑπονοίας ῥυόμενος ἑαυτόν· εἰ δὲ ἔκδημος ὢν τυγχάνοι, καλεῖν μὲν ἑτέρους οὐχ ἁρμόττον, οὓς λανθάνειν ἐσπούδασεν ἴσως πιστεύσας, ὀμνύναι δἀναγκαῖον ἐπανήκοντι περὶ τοῦ μὴ ἐπισκιάζειν ἐψευσμένῳ θανάτῳ νοσφισμὸν ἄδικον.
§37 ἐὰν δὲ λάβῃ τις μὴ ὡς παρακαταθήκην ἀλλἕνεκα τοῦ χρήσασθαι δεόμενος σκεῦος ζῷον, ἔπειτα [εἰ τὰ] ἀμφότερα κλαπῇ τὸ ζῷον ἀποθάνῃ, συνδιατρίβοντος μὲν τοῦ χρήσαντος λαβὼν ὑπόδικος οὐκ ἂν γένοιτο, τοῦ μὴ σκήπτεσθαι μάρτυρι χρώμενος ἐκείνῳ, μὴ συνδιατρίβοντος δὲ ἀποτινύτω. διὰ τί;
§38 ὅτι ἐνδέχεται μὴ παρόντος τοῦ κυρίου τὸν χρώμενον πόνοις ἀποτρῦσαι συνεχέσι τὸ ζῷον, ὡς ἀποκτεῖναι, παραρρῖψαι τὸ σκεῦος ὀλιγωρήσαντα τοῦ ἀλλοτρίου, ταμιεύειν δέον καὶ μὴ παρέχειν εὐμάρειαν εἰς ὑφαίρεσιν κλέπταις.
§39 Ἀκολουθίαν δεἰ καί τις ἄλλος δεινὸς ὢν θεάσασθαι πραγμάτων ἀπαγορεύσεις ἐπαλλήλους ἑξῆς νομοθετεῖ, στοχαζόμενος εἱρμοῦ καὶ συνῳδὰ τοῖς προτέροις τὰ ἑπόμενα συνυφαίνων. τὴν δὲ τῶν λέγεσθαι μελλόντων ἁρμονίαν χρησμῷ θεσπισθῆναί φησιν ἐκ προσώπου τοῦ θεοῦ τὸν τρόπον τοῦτον· „οὐ κλέψετε καὶ οὐ ψεύσεσθε καὶ οὐ συκοφαντήσετε τοὺς πλησίον ὑμῶν· καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπἀδίκῳ καὶ τὸ ἐμὸν ὄνομα οὐ βεβηλώσετε“ (Lev. 19,11. 12)· παγκάλως καὶ σφόδρα παιδευτικῶς·
§40 τε γὰρ κλέπτης ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἀρνεῖται καὶ ψεύδεται, δεδιὼς τὰς ἐκ τοῦ ὁμολογῆσαι τιμωρίας, τε ἀρνούμενος ἑτέρῳ σπουδάζων προσβάλλειν τὸ ἔγκλημα συκοφαντεῖ καὶ τέχνας ἐπινοεῖ, διὧν εὔλογον εἶναι δόξει τὸ συκοφάντημα, πᾶς τε συκοφάντης εὐθύς ἐστιν ἐπίορκος, ὀλίγα φροντίζων εὐσεβείας· ἐπειδὴ γὰρ ἐλέγχων ἀπορεῖ δικαίων, ἐπὶ τὴν ἄτεχνον λεγομένην πίστιν καταφεύγει, τὴν διὅρκων, οἰόμενος κατακλήσει θεοῦ πίστιν ἐργάζεσθαι τοῖς ἀκούουσιν. ἀνίερος δ τοιοῦτος ὢν καὶ βέβηλος ἴστω, μιαίνων τὸ ἀμίαντον φύσει [ἀγαθὸν καὶ] θεῖον ὄνομα.
§41–81
§41 Ἔνατον μέν ἐστι τουτὶ τῶν δέκα κεφαλαίων, τῶν δὲ ἐν τῇ δευτέρᾳ στήλῃ τὸ τέταρτον ἀριθμῷ, μυρία δὲ τὸν ἀνθρώπινον βίον ὀνῆσαι δυνάμενον, εἰ φυλάττοιτο, ὡς καὶ τοὐναντίον ἀμελούμενον βλάψαι.
§42 ψεκτὸς μὲν γὰρ συκοφάντης, δὲ τὰ ψευδῆ μαρτυρῶν μᾶλλον ὑπαίτιος· μὲν γὰρ αὑτῷ βοηθῶν, δἄλλῳ συμπράττων πονηρός ἐστιν, ἐν δὲ συγκρίσει κακῶν ἀνδρῶν διαὑτὸν ἁμαρτάνων τοῦ διἕτερον ἧττον ἄδικος.
§43 καὶ τὸν μὲν κατήγορον ὑποβλέπεται πᾶς δικαστὴς ὡς ὀλίγα φροντίζοντα τῆς ἀληθείας ἕνεκα τοῦ περιγενέσθαι, διὸ καὶ προοιμίων ἐδέησεν εἰς προσοχὴν ἀκροατοῦ τῷ λέγοντι· τοῦ δὲ μαρτυροῦντος μηδὲν ἐπαὐτῷ προπεπονθὼς ὕπουλον ἐλευθέρᾳ γνώμῃ καὶ ἀναπεπταμένοις ὠσὶν ἀνέχεται, πίστιν καὶ ἀλήθειαν ὑποδυομένου, [τὸ] πραγμάτων μὲν ὠφελιμωτάτων τὰ ὀνόματα, ὀνομάτων δὲ προσαγωγότατα, οἷς καθάπερ δελέασιν ἐπὶ θήρᾳ χρῆται ὧν ὀρέγεται καὶ ποθεῖ.
§44 διὸ πολλαχοῦ παραινεῖ τῆς νομοθεσίας ἀδίκῳ μηδενὶ συναινεῖν, μήτε ἀνθρώπῳ μήτε πράγματι· προκαλεῖται γὰρ συναίνεσις ἐφὑγιεῖ μὴ γενομένη τὰ ψευδῆ μαρτυρεῖν, ἐπεὶ καὶ πᾶς, ὅτῳ πρόσαντες καὶ ἐχθρὸν τὸ ἄδικον, ἀληθείᾳ φίλος.
§45 ἑνὶ μὲν οὖν μοχθηρῷ μὴ συναπονοηθῆναι θαυμαστὸν οὐδὲν εἰς τὰ ὅμοια προκαλουμένῳ, πλήθει δὲ ἐπὶ παρανομίαν οἷα κατὰ πρανοῦς ἀθρόᾳ ῥύμῃ φερομένῳ μὴ συνενεχθῆναι γενναίας ψυχῆς ἐστι καὶ φρονήματος ἀνδρείᾳ συγκεκροτημένου.
§46 ἔνιοι γὰρ τὰ τοῖς πολλοῖς δοκοῦντα, κἂν παρανομώτατα , νόμιμα καὶ δίκαια εἶναι νομίζουσι, κρίνοντες οὐκ εὖ· φύσει γὰρ ἕπεσθαι καλόν, ἀκολουθίᾳ φύσεως δἀντίπαλον ὄχλου φορά.
§47 ἐὰν οὖν κατὰ θιάσους καὶ πολυανθρώπους ὁμίλους ἀγειρόμενοί τινες νεωτερίζωσι, τούτοις οὐ συναινετέον ὡς τὸ ἀρχαῖον καὶ δόκιμον τῆς πολιτείας νόμισμα παρακόπτουσι· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δἀμαθία μεῖζον κακόν. ἀλλὰ τοσαύτῃ τινὲς ὑπερβολῇ
§48 χρῶνται μοχθηρίας, ὥστοὐ μόνον ἀνθρώπων ἀγένητα κατηγοροῦσιν, ἀλλἐπιμένοντες τῇ μοχθηρίᾳ διαίρουσι καὶ τείνουσι τὸ ψεῦδος ἄχρι οὐρανοῦ, τῆς μακαρίας καὶ εὐδαίμονος θεοῦ φύσεως καταμαρτυροῦντες· εἰσὶ δοὗτοι τερατοσκόποι καὶ οἰωνοσκόποι καὶ θύται καὶ ὅσοι ἄλλοι μαντικὴν ἐκπονοῦσι τὴν σὺν τέχνῃ κακοτεχνίαν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπιτηδεύοντες, παράκομμα τῆς ἐνθέου κατοκωχῆς καὶ προφητείας.
§49 προφήτης μὲν γὰρ οὐδὲν ἴδιον ἀποφαίνεται τὸ παράπαν, ἀλλἔστιν ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου πάνθὅσα προφέρεται, καθὃν χρόνον ἐνθουσιᾷ γεγονὼς ἐν ἀγνοίᾳ, μετανισταμένου μὲν τοῦ λογισμοῦ καὶ παρακεχωρηκότος τὴν τῆς ψυχῆς ἀκρόπολιν, ἐπιπεφοιτηκότος δὲ καὶ ἐνῳκηκότος τοῦ θείου πνεύματος καὶ πᾶσαν τῆς φωνῆς ὀργανοποιΐαν κρούοντός τε καὶ ἐνηχοῦντος εἰς ἐναργῆ δήλωσιν ὧν προθεσπίζει.
§50 τῶν δὲ τὴν παράσημον καὶ βωμολόχον μαντικὴν ζηλούντων ἕκαστος ταῖς εἰκασίαις καὶ στοχασμοῖς ἀνοίκειον τάξιν παρατίθησι τὴν τῆς ἀληθείας καὶ τοὺς ἀβεβαίους τὸ ἦθος ὑπαγόμενος ῥᾳδίως καθάπερ ἀνερμάτιστα σκάφη πολὺς ἀντιπνεύσας ἄνεμος ἀνωθεῖ καὶ ἀνατρέπει, διακωλύων ὑποδρόμοις ἀσφαλέσι προσσχεῖν εὐσεβείας· τὰ γὰρ τοπασθέντα προλέγειν οἴεται δεῖν ὡς οὐκ αὐτὸς εὑρών, ἀλλὡς ἀφανῶς αὐτῷ μόνῳ χρησθέντα θεῖα λόγια, πρὸς βεβαιοτέραν πίστιν ἀπάτης μεγάλων καὶ πολυανθρώπων ὁμίλων.
§51 τὸν τοιοῦτον εὐθυβόλῳ ὀνόματι ψευδοπροφήτην προσαγορεύει, κιβδηλεύοντα τὴν ἀληθῆ προφητείαν καὶ τὰ γνήσια νόθοις εὑρήμασιν ἐπισκιάζοντα. χρόνῳ δὲ παντάπασιν ὀλίγῳ διακαλύπτεται τὰ τοιαῦτα στρατηγήματα, τῆς φύσεως οὐκ ἀεὶ κρύπτεσθαι φιλούσης, ἀλλὁπόταν καιρὸς τὸ ἴδιον κάλλος ἀναφαινούσης ἀηττήτοις δυνάμεσιν.
§52 ὡς γὰρ ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν αἱ ἀκτῖνες πρὸς βραχύτατον ἀμαυρωθεῖσαι μικρὸν ὕστερον ἀναλάμπουσιν ἄσκιον καὶ τηλαυγὲς ἐπιδεικνύμεναι φέγγος, μηδενὸς ἐπιπροσθοῦντος ἡλίῳ τὸ παράπαν, [ἀλλὡς ἐν αἰθρίᾳ καθαρᾷ ὁλοστὸν ἀναφαίνοντι], οὕτως κἂν χρησμολογῶσί τινες μαντικὴν μὲν ἐπεψευσμένην τεχνάζοντες, ὑποδυόμενοι δεὐπρεπὲς ὄνομα τὸ προφητείας, ἐνθουσιάσεις καταψευδόμενοι θεοῦ, διελεγχθήσονται ῥᾳδίως· ἥξει γὰρ πάλιν ἀλήθεια καὶ ἀναλάμψει φῶς ἀστράπτουσα τηλαυγέστατον, ὡς τό γε ἐπισκιάσαν ψεῦδος ἀφανισθῆναι.
§53 πάγκαλον μέντοι κἀκεῖνο προσδιετάξατο κελεύσας ἑνὸς μαρτυρίαν μὴ προσίεσθαι· πρῶτον μὲν ὅτι ἐνδέχεται ἕνα καὶ παριδεῖν τι καὶ παρακοῦσαι καὶ παρενθυμηθῆναι καὶ ἀπατηθῆναι, δόξαι γὰρ αἱ ψευδεῖς μυρίαι καὶ ἀπὸ μυρίων εἰώθασι προσπίπτειν·
§54 δεύτερον δὲ ὅτι κατὰ πλειόνων καὶ καθἑνὸς ἀδικώτατον ἑνὶ χρῆσθαι μάρτυρι, τῶν μὲν ὅτι δὴ πρὸς πίστιν ἀξιονικότεροι ἑνός, τοῦ δἐπειδὴ κατἀριθμὸν οὐ προφέρει, τὸ δἴσον πλεονεξίας ἀλλότριον· τί γὰρ μᾶλλον τῷ μάρτυρι καθἑτέρου διεξιόντι τῷ κατηγορουμένῳ ὑπὲρ αὑτοῦ λέγοντι συναινετέον; ἄριστον δὡς ἔοικεν ἐπέχειν, ἔνθα μηδὲν ἐνδεῖ μηδὲ ὑπερβάλλει.
§55 Οἴεται δεῖν νόμος ἅπαντας μὲν τοὺς συμφερομένους τῇ κατὰ Μωυσέα ἱερᾷ πολιτείᾳ παντὸς ἀλόγου πάθους καὶ πάσης κακίας ἀμετόχους εἶναι μᾶλλον τοὺς τοῖς ἄλλοις νόμοις χρωμένους, διαφερόντως δὲ τοὺς λαχόντας χειροτονηθέντας δικάζειν. ἄτοπον γὰρ ἁμαρτήμασιν ἐνόχους εἶναι τοὺς τοῖς ἄλλοις τὰ δίκαια βραβεύειν ἀξιοῦντας, οἷς ἀναγκαῖον καθάπερ ἀπἀρχετύπου γραφῆς ἀπομάττεσθαι τὰ φύσεως ἔργα πρὸς μίμησιν.
§56 ὡς γὰρ τοῦ πυρὸς δύναμις ἀλεαίνουσα ὧν ἂν προσάψηται θερμὴ πολὺ πρότερον αὐτὴ καθέστηκεν ἐξ αὑτῆς καὶ κατὰ τοὐναντίον τῆς χιόνος τῷ κατεψύχθαι καὶ τἄλλα ἐπιψύχει, οὕτως ὀφείλει καὶ δικαστὴς ἀνάπλεως εἶναι δικαιοσύνης ἀκραιφνοῦς, εἴ γε μέλλει τὰ δίκαια τοῖς ἐντευξομένοις ἐπάρδειν, ἵνὥσπερ ἀπὸ πηγῆς γλυκείας φέρηται νᾶμα πότιμον τοῖς διψῶσιν εὐνομίας.
§57 τουτὶ δὲ συμβήσεται, ἐάν τις δικάζειν εἰσιὼν ἐν ταὐτῷ νομίσῃ κρίνειν τε καὶ κρίνεσθαι καὶ ἀναλαμβάνῃ ἅμα τῇ ψήφῳ σύνεσιν μὲν εἰς τὸ μὴ ἀπατᾶσθαι, δικαιοσύνην δὲ εἰς τὴν τῶν κατἀξίαν ἐπιβαλλόντων ἑκάστοις ἀπονομήν, ἀνδρείαν δὲ εἰς τὸ ἀνένδοτον πρὸς ἱκεσίας καὶ οἴκτους κατὰ τὰς τῶν ἑαλωκότων τιμωρίας.
§58 τούτων ἐπιμελούμενος τῶν ἀρετῶν κοινὸς εὐεργέτης εἰκότως ἂν νομίζοιτο, κυβερνήτου τρόπον ἀγαθοῦ τοὺς χειμῶνας τῶν πραγμάτων ἐξευδιάζων ἕνεκα σωτηρίας καὶ ἀσφαλείας τῶν τὰ οἰκεῖα ἐπιτετροφότων αὐτῷ.
§59 Κελεύει δὴ πρῶτον νόμος τῷ δικαστῇ μὴ παραδέχεσθαι ἀκοὴν ματαίαν. τί δὲ τοῦτἐστίν; ἔστω, φησίν, οὗτος, τὰ ὦτά σου κεκαθαρμένα· καθαρθήσεται δέ, ἐὰν νάμασι σπουδαίων λόγων συνεχῶς ἐπαντλῆται, τὰς ματαίους καὶ πεπατημένας καὶ χλεύης ἀξίας μυθογράφων μιμολόγων τυφοπλαστῶν τὰ μηδενὸς ἄξια σεμνοποιούντων μακρὰς ῥήσεις μὴ προσιέμενα.
§60 δηλοῦται δἐκ τοῦ μὴ παραδέχεσθαι ματαίαν ἀκοὴν καὶ ἕτερόν τι τῷ προτέρῳ συνᾷδον· τοῖς ἀκοὴν μαρτυροῦσι, φησίν, προσέχων ματαίως καὶ οὐχ ὑγιῶς προσέξει· διὰ τί; ὅτι ὀφθαλμοὶ μὲν αὐτοῖς ἐντυγχάνουσι τοῖς γινομένοις, ἐφαπτόμενοι τρόπον τινὰ τῶν πραγμάτων καὶ ὅλα διὅλων καταλαμβάνοντες, φωτὸς συνεργοῦντος, πάντα αὐγάζεταί τε καὶ διελέγχεται, ὦτα δ’, ὡς ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν προτέρων, ὀφθαλμῶν ἀπιστότερα, πράγμασι μὲν οὐκ ἐντυγχάνοντα, ἑρμηνεῦσι δὲ πραγμάτων λόγοις οὐκ ἀεὶ πεφυκόσιν ἀληθεύειν περιελκόμενα.
§61 διὸ καὶ τῶν παρἝλλησιν ἔνιοι νομοθετῶν μεταγράψαντες ἐκ τῶν ἱερωτάτων Μωυσέως στηλῶν εὖ διατάξασθαι δοκοῦσι, μὴ μαρτυρεῖν ἀκοήν, ὡς δέον, μὲν εἶδέ τις, πιστὰ κρίνειν, δὲ ἤκουσε, μὴ πάντως βέβαια.
§62 Δεύτερον παράγγελμα κριτῇ δῶρα μὴ λαμβάνειν· τὰ γὰρ δῶρα, φησὶν νόμος, πηροῖ μὲν ὀφθαλμοὺς βλέποντας, τὰ δὲ δίκαια λυμαίνεται, τὴν δὲ διάνοιαν οὐκ ἐᾷ διὰ λεωφόρου βαίνειν ἐπεὐθείας.
§63 καὶ τὸ μὲν δωροδοκεῖν ἐπἀδίκοις παμπονήρων ἐστὶν ἀνθρώπων ἔργον, τὸ δἐπὶ δικαίοις ἐφἡμισείᾳ πονηρευομένων· εἰσὶ γὰρ εὐπάρυφοί τινες ἡμιμόχθηροι, δικαιάδικοι, τὴν ὑπὲρ τῶν πεπλημμελημένων τεταγμένοι τάξιν κατὰ τῶν πλημμελησάντων, προῖκα δοὐκ ἀξιοῦντες νικῶντας γράφειν οὓς νικᾶν ἀναγκαῖον, ἀλλὰ τὴν γνῶσιν ὤνιον καὶ ἔμμισθον ἀποφαίνοντες.
§64 εἶτα ἐπειδάν τις αἰτιᾶται, φασὶ μὴ παρατρέψαι τὸ δίκαιονἡττηθῆναι μὲν γὰρ οὓς ἁρμόττον ἦν ἡττᾶσθαι, νενικηκέναι δοὓς ἐχρῆν περιγίνεσθαι —, κακῶς ἀπολογούμενοι· δύο γὰρ δεῖ προσφέρεσθαι τὸν ἀγαθὸν δικαστήν, νομικωτάτην γνῶσιν καὶ τὸ ἀδέκαστον· δὲ ἐπὶ δώροις βραβευτὴς τοῦ δικαίου καλὸν φύσει πρᾶγμα λέληθεν αἰσχύνων.
§65 ἐπεξαμαρτάνει δὲ καὶ δύο ἕτερα, τὸ μὲν ἐθίζων ἑαυτὸν εἶναι φιλοχρήματον, ὅπερ ὁρμητήριον τῶν μεγίστων παρανομημάτων ἐστί, τὸ δὲ βλάπτων ὃν ἄξιον ἦν ὠφελεῖν τιμὴν τοῦ δικαίου κατατιθέντα.
§66 διὸ σφόδρα παιδευτικῶς Μωυσῆς δικαίως τὸ δίκαιον προστάττει μεταδιώκειν, αἰνιττόμενος ὅτι καὶ ἀδίκως ἔνεστι, διὰ τοὺς ἐπὶ δώροις τοῦ δικαίου βραβευτάς, οὐ μόνον ἐν δικαστηρίοις, ἀλλὰ πανταχοῦ κατά τε γῆν καὶ θάλατταν καὶ ἐν ἅπασιν ὀλίγου δέω φάναι τοῖς τοῦ βίου πράγμασιν.
§67 ἤδη γοῦν ὀλιγοχρήματόν τις παρακαταθήκην λαβὼν ἀπέδωκεν, ἐπἐνέδρᾳ μᾶλλον τοῦ λαμβάνοντος ὠφελείᾳ, ἵνα τὴν ἐν ὀλίγοις πίστιν δέλεαρ καθεὶς ἀγκιστρεύσηται τὴν ἐν μείζοσιν πίστιν, ὅπερ οὐδὲν ἦν ἕτερον τὸ δίκαιον μὴ δικαίως ἐπιτελεῖν· δίκαιον μὲν γὰρ τῶν ἀλλοτρίων ἀπόδοσις, οὐ δικαίως δἐγένετο, παρόσον ἐπὶ θήρᾳ πλειόνων.
§68 αἴτιον δὲ τῶν τοιούτων ἁμαρτημάτων ἐστὶν ἐν τοῖς μάλιστα πρὸς τὸ ψεῦδος οἰκείωσις, ὅπερ ἐκ πρώτης γενέσεως καὶ σπαργάνων αὐτῶν τίτθαι καὶ μητέρες καὶ ἄλλος τῶν κατοἰκίαν ἀνδραπόδων καὶ ἐλευθέρων ὅμιλος ἔργοις καὶ λόγοις ἀεὶ σύντροφον κατασκευάζουσιν, ἁρμοζόμενοι καὶ ἑνοῦντες αὐτὸ τῇ ψυχῇ ὡς μέρος ἐκ φύσεως ἀναγκαῖον, ὅπερ, εἰ καὶ τῷ ὄντι φύσει συνεγεγέννητο, ὤφειλεν ἐπιτηδεύσει τῶν καλῶν ἐκτετμῆσθαι.
§69 τί δοὕτως ἐν βίῳ καλὸν ὡς ἀλήθεια; ἣν πάνσοφος ἐστηλίτευσεν ἐν ἱερωτάτῳ χωρίῳ, κατὰ τὴν τοῦ ἀρχιερέως στολήν, ἔνθα τὸ τῆς ψυχῆς ἡγεμονικόν, ἀναθημάτων τῷ καλλίστῳ καὶ διαπρεπεστάτῳ βουληθεὶς αὐτὸν ἐπικοσμῆσαι, συγγενῆ δὲ δύναμιν ἀληθείᾳ παριδρύσατο, ἣν ἐκάλεσε δήλωσιν, ἀμφοτέρων τῶν ἐν ἡμῖν λόγων εἰκόνας, ἐνδιαθέτου τε καὶ προφορικοῦ· δεῖται γὰρ μὲν προφορικὸς δηλώσεως, τὰ ἀφανῆ τῶν καθἕκαστον ἡμῶν ἐνθύμια γνωρίζεται τῷ πέλας, δἐνδιάθετος ἀληθείας, εἰς τελειότητα βίου καὶ πράξεων, διὧν ἐπεὐδαιμονίαν ὁδὸς ἀνευρίσκεται.
§70 Τρίτον παράγγελμα τῷ δικαστῇ τὰ πράγματα πρὸ τῶν κρινομένων ἐξετάζειν καὶ πειρᾶσθαι πάντα τρόπον ἀφέλκειν αὑτὸν τῆς τῶν δικαζομένων φαντασίας, εἰς ἄγνοιαν καὶ λήθην βιαζόμενον ὧν ἐπιστήμην εἶχε καὶ μνήμην, οἰκείων, φίλων, πολιτῶν, καὶ πάλιν ἀλλοτρίων, ἐχθρῶν, ξένων, ἵνα μήτε εὔνοια μήτε μῖσος ἐπισκιάσῃ τῶν δικαίων τὴν γνῶσιν· ἀνάγκη γὰρ οἷα τυφλὸν δίχα βάκτρου προερχόμενον καὶ τοὺς ποδηγετήσοντας οὐκ ἔχοντα οἷς βεβαίως ἐπερείσεται πταίειν.
§71 ὅθεν προσήκει τὸν ἀγαθὸν δικαστὴν τοὺς μὲν κρινομένους, οἵτινες ἂν ὦσι, παρακαλύπτεσθαι, τὴν δὲ φύσιν τῶν πραγμάτων ἄπλαστον καὶ γυμνὴν ὁρᾶν, μὴ πρὸς δόξας ἀλλὰ πρὸς ἀλήθειαν μέλλοντα κρίνειν καὶ τοιαύτην ἔννοιαν λαβόντα, ὅτι μὲν κρίσις τοῦ θεοῦ ἐστιν“ (Deut. 1,17), δὲ δικαστὴς ἐπίτροπος τῆς κρίσεως· ἐπιτρόπῳ δοὐκ ἐφεῖται τὰ τοῦ κυρίου χαρίζεσθαι, παρακαταθήκην εἰληφότι τὴν πάντων τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀρίστην παρὰ τοῦ πάντων ἀρίστου.
§72 Πρὸς δὲ τοῖς λεχθεῖσιν ἤδη καὶ ἄλλο σοφὸν εἰσηγεῖται· κελεύει γὰρ πένητα ἐν κρίσει μὴ ἐλεεῖν πᾶσαν σχεδόν τι τὴν νομοθεσίαν πεπληρωκὼς τῶν εἰς ἔλεον καὶ φιλανθρωπίαν διαταγμάτων καὶ μεγάλας μὲν ἀπειλὰς ἐπανατεινόμενος ὑπερόπταις καὶ ἀλαζόσι, μεγάλα δὲ προθεὶς ἆθλα τοῖς τὰ ἀτυχήματα τῶν πέλας εἰς ἐπανόρθωσιν ἄγειν ἀξιοῦσι καὶ τὰς περιουσίας οὐκ ἴδια κτήματα νομίζουσιν ἀλλὰ κοινὰ τῶν ἐν ἐνδείαις.
§73 γὰρ ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν πρότερον, ἀληθές ἐστιν, ὅτι παραπλήσιον οὐδὲν ἄνθρωποι θεῷ δρῶσιν χαριζόμενοι. τί δἂν εἴη κρεῖττον ἀγαθὸν μιμεῖσθαι θεὸν γενητοῖς τὸν ἀίδιον;
§74 μήτοὖν πλούσιος ἄργυρον καὶ χρυσὸν οἴκοι συναγαγὼν ἄφθονον θησαυροφυλακείτω, προφερέτω δεἰς μέσον, ἵνα τὸ σκληροδίαιτον τῶν ἀπόρων ἱλαραῖς μεταδόσεσι λιπαίνῃ, μήτ’, εἴ τις ἔνδοξος, ὑψηλὸν αἴρων αὑτὸν αὐχείτω φρυαττόμενος, ἀλλἰσότητα τιμήσας μεταδιδότω παρρησίας τοῖς ἀδόξοις· τε ῥώμῃ κεχρημένος σώματος ἔρεισμα τῶν ἀσθενεστέρων ἔστω καὶ μὴ καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι καταπαγκρατιαζέτω τοὺς ἐλάττους ταῖς δυνάμεσιν, ἀλλὰ φιλοτιμείσθω τῆς ἰδίας ἰσχύος μεταδιδόναι τοῖς ἐξ ἑαυτῶν ἀπειρηκόσιν.
§75 ὅσοι μὲν γὰρ ἀπὸ πηγῶν ἠρύσαντο τῶν σοφίας, φθόνον ὑπερόριον τῆς διανοίας ἐληλακότες ἄνευ προτροπῆς αὐτοκέλευστοι ταῖς τῶν πλησίον ὠφελείαις ἐπαποδύονται, τὰ λόγων νάματα ταῖς ψυχαῖς ἐκείνων διὤτων ἐπαντλοῦντες εἰς μετουσίαν τῆς ὁμοίας ἐπιστήμης· καὶ ἐπειδὰν ἴδωσιν ὥσπερ εὔβλαστα καὶ εὐγενῆ μοσχεύματα νέους εὐφυεῖς, γεγήθασιν οἰόμενοι κληρονόμους ἀνευρηκέναι τοῦ ψυχικοῦ πλούτου, ὃς μόνος ἀληθείᾳ πλοῦτός ἐστι, καὶ παραλαβόντες γεωργοῦσι τὰς ψυχὰς δόγμασι καὶ θεωρήμασι, μέχρις ἂν στελεχωθεῖσαι καρπὸν τὸν καλοκἀγαθίας ἐνέγκωσι.
§76 τοιαῦτα τοῖς νόμοις ἀγάλματα συνύφανται καὶ πεποίκιλται πρὸς εὐπορίαν ἀπόρων, οὓς ἐπὶ μόνης κρίσεως ἐλεεῖν οὐ θεμιτόν· ἔλεος γὰρ ἐπἀτυχήμασιν, δἑκουσίῳ γνώμῃ πονηρευόμενος οὐκ ἀτυχής, ἀλλἄδικος.
§77 τιμωρίαι δἐπἀδίκοις ὡς ἐπὶ δικαίοις τιμαὶ βεβαιούσθωσαν· ὥστε μηδεὶς μοχθηρὸς ἄπορος ὑπείλλων καὶ ὑποστέλλων ἀχρηματίας οἴκτῳ τὸ δίκην δοῦναι παρακρουέσθω, δεδρακὼς οὐκ ἐλέουπόθεν; — ἀλλὀργῆς ἄξια. καὶ δικάζειν εἰσιὼν καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς διαιρείτω καὶ διακρινέτω τὰς φύσεις τῶν πραγμάτων, ἵνα μὴ φύρηται συγχεόμενα τοῖς παρασήμοις τὰ δόκιμα.
§78 πολλὰ μὲν οὖν ἄλλα πρός τε ψευδομάρτυρας καὶ δικαστὰς ἔνεστι λέγειν· ὑπὲρ δὲ τοῦ μὴ μακρηγορεῖν ἰτέον ἐπὶ τὸ τελευταῖον τῶν δέκα λογίων, κεφαλαιώδει τύπῳ καθάπερ καὶ τῶν ἄλλων ἕκαστον κεχρησμῴδηται, τοῦτο δἐστίν· „οὐκ ἐπιθυμήσεις.“
§79 Πᾶν μὲν πάθος ἐπίληπτον, ἐπεὶ καὶ πᾶσα ἄμετρος καὶ πλεονάζουσα ὁρμὴ καὶ τῆς ψυχῆς ἄλογος καὶ παρὰ φύσιν κίνησις ὑπαίτιος· ἑκάτερον γὰρ τούτων τί ἐστιν ἕτερον παλαιὸν πάθος ἐξηπλωμένον; εἴ τις οὖν μὴ μέτρα ταῖς ὁρμαῖς ὁρίζει μηδὲ χαλινὸν ὥσπερ τοῖς ἀφηνιασταῖς ἵπποις ἐντίθησι, πάθει χρῆται δυσιάτῳ, κἄπειτα λήσεται διὰ τὸν ἀφηνιασμὸν ἐξενεχθεὶς οἷα ὑπὸ ἁρμάτων ἡνίοχος εἰς φάραγγας βάραθρα δυσαναπόρευτα, ἐξ ὧν μόλις ἔστι σῴζεσθαι.
§80 τῶν δὲ παθῶν οὕτως οὐδὲν ἀργαλέον ὡς ἐπιθυμία τῶν ἀπόντων ὅσα τῷ δοκεῖν ἀγαθῶν, πρὸς ἀλήθειαν οὐκ ὄντων, χαλεποὺς καὶ ἀνηνύτους ἔρωτας ἐντίκτουσα· ἐπιτείνει γὰρ καὶ ἐπελαύνει μέχρι πορρωτάτω τὴν ψυχὴν εἰς τὸ ἄπειρον, φεύγοντος ἔστιν ὅτε τοῦ διωκομένου καταφρονητικῶς οὐκ ἐπὶ νῶτα ἀλλἀντικρύ.
§81 ὅταν γὰρ ἐπιτρέχουσαν αἴσθηται μετὰ σπουδῆς τὴν ἐπιθυμίαν, ἠρεμῆσαν ἐπὀλίγον ὑπὲρ τοῦ δελεάσαι καὶ ἐλπίδα συλλήψεως τῆς [καθ’] αὑτοῦ παρασχεῖν, ἐξαναχωρεῖ μακροτέροις διαστήμασι κατακερτομοῦν· δὲ ἀπολειπομένη καὶ ὑστερίζουσα σφαδᾴζει Ταντάλειον τιμωρίαν ἐπιφέρουσα κακοδαίμονι ψυχῇ· καὶ γὰρ ἐκεῖνον λόγος ἔχει ποτὸν μὲν ἀρύσασθαι βουλόμενον ἀδυνατεῖν, ὑποφεύγοντος ὕδατος, εἰ δὲ καρπὸν ἐθελήσειε δρέψασθαι, πάντας ἀφανίζεσθαι, στειρουμένης τῆς περὶ τὰ δένδρα εὐφορίας.
§82–120
§82 ὡς γὰρ αἱ ἀμείλικτοι καὶ ἀπαρηγόρητοι δέσποιναι τοῦ σώματος, δίψα καὶ πεῖνα, κατατείνουσιν αὐτὸ μᾶλλον οὐχ ἧττον τῶν ἐκ βασανιστοῦ τροχιζομένων ἄχρι θανάτου πολλάκις, εἰ μή τις αὐτὰς ἐξηγριωμένας τιθασεύσει ποτοῖς καὶ σιτίοις, οὕτως ἐπιθυμία κενὴν ἀποδείξασα τὴν ψυχὴν λήθῃ μὲν τῶν παρόντων, μνήμῃ δὲ τῶν μακρὰν ἀφεστηκότων οἶστρον καὶ μανίαν ἀκάθεκτον ἐγκατασκευάσασα, βαρυτέρας μὲν τῶν πρότερον δεσποινῶν ὁμωνύμους δἐκείναις ἀπειργάσατο, δίψαν τε καὶ πεῖναν, οὐ τῶν περὶ γαστρὸς ἀπόλαυσιν, ἀλλὰ χρημάτων, δόξης, ἡγεμονιῶν, εὐμορφίας, ἄλλων ἀμυθήτων ὅσα κατὰ τὸν ἀνθρώπινον βίον ζηλωτὰ καὶ περιμάχητα εἶναι δοκεῖ.
§83 καὶ καθάπερ λεγομένη παρὰ τοῖς ἰατροῖς ἑρπηνώδης νόσος οὐκ ἐφἑνὸς ἵσταται χωρίου, κινεῖται δὲ καὶ περιθεῖ καί, ὡς αὐτό που δηλοῖ τοὔνομα, διέρπει πάντῃ σκιδναμένη καὶ χεομένη, πᾶσαν τὴν κοινωνίαν τῶν τοῦ σώματος μερῶν ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν συλλαμβάνουσα καὶ συνείρουσα, τὸν αὐτὸν τρόπον καὶ ἐπιθυμία διὅλης ᾄττουσα τῆς ψυχῆς οὐδὲν οὐδὲ τὸ βραχύτατον ἀπαθὲς αὐτῆς ἐᾷ, μιμουμένη τὴν ἐν ἀφθόνῳ ὕλῃ πυρὸς δύναμιν· ἐξάπτει γὰρ καὶ ἀναφλέγει, μέχρις ἂν διαφαγοῦσα πᾶσαν αὐτὴν ἐξαναλώσῃ.
§84 τοσοῦτον ἄρα καὶ οὕτως κακὸν ὑπερβάλλον ἐστὶν ἐπιθυμία, μᾶλλον δ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἁπάντων πηγὴ τῶν κακῶν· σῦλα γὰρ καὶ ἁρπαγαὶ καὶ χρεωκοπίαι συκοφαντίαι τε καὶ αἰκίαι καὶ προσέτι φθοραὶ καὶ μοιχεῖαι καὶ ἀνδροφονίαι καὶ πάνθὅσα ἰδιωτικὰ δημόσια ἱερὰ βέβηλα ἀδικήματα πόθεν ἄλλοθεν ἐρρύη;
§85 τὸ γὰρ ἀψευδῶς ἂν λεχθὲν ἀρχέκακον πάθος ἐστὶν ἐπιθυμία, ἧς ἓν τὸ βραχύτατον ἔγγονον, ἔρως, οὐχ ἅπαξ ἀλλἤδη πολλάκις ἀμυθήτων κατέπλησε τὴν οἰκουμένην συμφορῶν, ἃς οὐδ σύμπας τῆς γῆς κύκλος ἐχώρησεν, ἀλλὰ διὰ πλῆθος ὥσπερ ὑπὸ χειμάρρου φορᾶς εἰς θάλατταν εἰσέπεσον, καὶ πανταχοῦ πάντα πελάγη πολεμίων κατεπλήσθη νηῶν καὶ ὅσα καινουργοῦσιν οἱ ναυτικοὶ πόλεμοι συνηνέχθη καὶ ἐπιπεσόντα ἀθρόα πάλιν εἰς νήσους καὶ ἠπείρους ὑπεσύρη, διαυλοδρομήσαντα καθάπερ ἐν ταῖς παλιρροίαις ἀφὧν ἤρξατο φέρεσθαι.
§86 τρανοτέραν δὲ τοῦ πάθους ἐνάργειαν ληψόμεθα τὸν τρόπον τοῦτον· ὅσων ἂν ἐπιθυμία προσάψηται, μεταβολὴν ἀπεργάζεται τὴν πρὸς τὸ χεῖρον, οἷα τὰ ἰοβόλα ζῷα καὶ τὰ θανάσιμα τῶν φαρμάκων.
§87 τί δἐστὶν λέγω; εἰ πρὸς χρήματα γένοιτο, κλέπτας ἀποτελεῖ καὶ βαλαντιοτόμους καὶ λωποδύτας καὶ τοιχωρύχους χρεωκοπίαις τε καὶ παρακαταθηκῶν ἀρνήσεσι καὶ δωροδοκίαις καὶ ἱεροσυλίαις καὶ τοῖς ὁμοιοτρόποις ἅπασιν ἐνόχους.
§88 εἰ δὲ πρὸς δόξαν, ἀλαζόνας, ὑπερόπτας, ἀβεβαίους καὶ ἀνιδρύτους τὸ ἦθος, φωναῖς τὰ ὦτα πεφρακότας, ταπεινουμένους ἐν ταὐτῷ καὶ πρὸς ὕψος ἐπαιρομένους διὰ τὰς τῶν πληθῶν ἀνωμαλίας ἐπαινούντων καὶ ψεγόντων ἀκρίτῳ φορᾷ, πρὸς ἔχθραν καὶ φιλίαν ἀνεξετάστους, ὡς ῥᾳδίως ἑκάτερον ἀνθυπαλλάττεσθαι, καὶ τἄλλὅσα τούτοις ἀδελφὰ καὶ συγγενῆ.
§89 πρὸς δὲ ἀρχὴν εἰ γένοιτο ἐπιθυμία, στασιώδεις, ἀνίσους, τυραννικοὺς τὰς φύσεις, ὠμοθύμους, ἐχθροὺς τῶν πατρίδων, ἀσθενεστέροις δεσπότας ἀμειλίκτους, τὴν ἰσχὺν ἴσοις ἀσυμβάτους πολεμίους, δυνατωτέρων κόλακας εἰς τὴν διἀπάτης ἐπίθεσιν. εἰ δὲ πρὸς σώματος κάλλος, φθορεῖς, μοιχούς, παιδεραστάς, ἀκολασίας καὶ λαγνείας ζηλωτάς, μεγίστων κακῶν ὡς εὐδαιμονικωτάτων ἀγαθῶν.
§90 ἤδη δὲ καὶ ἐπὶ γλῶτταν φθάσασα μυρία ἐνεωτέρισεν· ἔνιοι γὰρ ἐπιθυμοῦσιν τὰ λεκτέα σιωπᾶν τὰ ἡσυχαστέα λέγειν, καὶ ἀναφθεγγομένοις ἕπεται τιμωρὸς δίκη καὶ ἐχεμυθοῦσι [καὶ] τοὐναντίον.
§91 ἁψαμένη δὲ τῶν περὶ γαστέρα παρέχεται γαστριμάργους, ἀκορέστους, ἀσώτους, ὑγροῦ καὶ διαρρέοντος ζηλωτὰς βίου, χαίροντας οἰνοφλυγίαις, ὀψοφαγίαις, ἀκράτου καὶ ἰχθύων καὶ ἐδεσμάτων [καὶ] κακοὺς δούλους, περὶ συμπόσια καὶ τραπέζας ἰλυσπωμένους λίχνων τρόπον κυνιδίων, ἐξ ὧν τὴν ἀθλίαν καὶ ἐπάρατον συμβαίνει ζωὴν ἀποτελεῖσθαι, παντὸς ἀργαλεωτέραν θανάτου.
§92 ταύτης ἕνεκα τῆς αἰτίας οἱ μὴ χείλεσιν ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν ὀρθῶν δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες, διερευνησάμενοι φύσιν ψυχῆς καὶ τριττὸν εἶδος ἐνιδόντες αὐτῇ, τὸ μὲν λόγου, τὸ δὲ θυμοῦ, τὸ δἐπιθυμίας, λόγῳ μὲν ὡς ἡγεμόνι τὴν ἄκραν ἀπένειμαν οἰκειότατον ἐνδιαίτημα κεφαλήν, ἔνθα καὶ τῶν αἰσθήσεων αἱ τοῦ νοῦ καθάπερ βασιλέως δορυφόροι τάξεις παρίδρυνται,
§93 θυμῷ δὲ τὰ στέρνα, τῇ μὲν ἵνα στρατιώτου τρόπον θώρακα ἀμπεχόμενος, εἰ καὶ μὴ ἀπαθὴς ἐν πᾶσιν, ἀλλά τοι δυσάλωτος , τῇ δἵνα καὶ πλησίον τοῦ νοῦ παρῳκισμένος ὑπὸ τοῦ γείτονος ὠφελῆται, κατεπᾴδοντος αὐτὸν φρονήσει καὶ πραϋπαθῆ κατασκευάζοντος, ἐπιθυμίᾳ δὲ τὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ καλούμενον διάφραγμα χῶρον·
§94 ἔδει γὰρ αὐτὴν ἥκιστα μετέχουσαν λογισμοῦ πορρωτάτω τῶν βασιλείων αὐτοῦ διῳκίσθαι, μόνον οὐκ ἐπἐσχατιαῖς, καὶ πάντων ἀπληστότατον καὶ ἀκολαστότατον οὖσαν θρεμμάτων ἐμβόσκεσθαι
§95 τόποις, ἐν οἷς τροφαί τε καὶ ὀχεῖαι. πρὸς μοι δοκεῖ πάντα ἀπιδὼν ἱερώτατος Μωυσῆς ἐκδύσασθαι τὸ πάθος καὶ μυσαξάμενος ὡς αἴσχιστον καὶ τῶν αἰσχίστων αἴτιον ἀπεῖπεν ἐν τοῖς μάλιστα τὴν ἐπιθυμίαν ὥς τινα τῆς ψυχῆς ἑλέπολιν, ἧς ἀναιρεθείσης πειθαρχούσης κυβερνήτῃ λογισμῷ πάντα διὰ πάντων εἰρήνης, εὐνομίας, ἀγαθῶν τελείων, ἀναπεπλήσεται πρὸς εὐδαίμονος βίου παντέλειαν.
§96 φιλοσύντομος δὢν καὶ εἰωθὼς ἐπιτέμνειν τὰ ἀπερίγραφα τῷ πλήθει παραδειγματικῇ διδασκαλίᾳ μίαν τὴν περὶ γαστέρα πραγματευομένην ἐπιθυμίαν ἄρχεται νουθετεῖν τε καὶ παιδεύειν, ὑπολαμβάνων καὶ τὰς ἄλλας οὐκέθὁμοίως ἀφηνιάσειν, ἀλλὰ σταλήσεσθαι τῷ τὴν πρεσβυτάτην καὶ ὡς ἡγεμονίδα μεμαθηκέναι τοῖς σωφροσύνης νόμοις πειθαρχεῖν.
§97 τίς οὖν διδασκαλία τῆς ἀρχῆς; συνεκτικώτατα δύο ἐστίν, ἐδωδὴ καὶ πόσις. ἑκάτερον αὐτῶν οὐκ ἀνῆκεν, ἀλλἐπεστόμισε διατάγμασι καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς φιλανθρωπίαν καὶτὸ μέγιστονπρὸς εὐσέβειαν ἀγωγοτάτοις.
§98 Ἀπάρχεσθαι γὰρ ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων καὶ τῶν ἄλλων κελεύει καὶ τὰς ἀπαρχὰς διανέμειν εἴς τε θυσίας καὶ τοὺς ἱερωμένους, τὰς μὲν ἕνεκα εὐχαριστίας τῆς πρὸς θεὸν ὑπὲρ εὐγονίας καὶ εὐφορίας ἁπάντων, τοὺς δἕνεκα τῆς περὶ τὸ ἱερὸν ἁγιστείας, μισθὸν ληψομένους τῶν περὶ τὰς ἱερουργίας ὑπηρεσιῶν.
§99 ἐφίεται δὲ τὸ παράπαν οὐδενὶ γεύσασθαί τινος μεταλαβεῖν, πρὶν διακρῖναι τὰς ἀπαρχάς, ἅμα καὶ πρὸς ἄσκησιν τῆς βιωφελεστάτης ἐγκρατείας· γὰρ ταῖς περιουσίαις, αἷς ἤνεγκαν αἱ τοῦ ἔτους ὧραι, μαθὼν μὴ ἐντρέχειν, ἀλλἀναμένων, ἄχρις ἂν αἱ ἀπαρχαὶ καθοσιωθῶσι, τὸν ἀφηνιασμὸν τῶν ὁρμῶν ἔοικεν ἀναχαιτίζειν ἐξευμαρίζων τὸ πάθος.
§100 Οὐ μὴν οὐδὲ τὴν τῶν ἄλλων μετουσίαν ἐφῆκε καὶ χρῆσιν ἀδεᾶ τοῖς κοινωνοῦσι τῆς ἱερᾶς πολιτείας, ἀλλὅσα τῶν χερσαίων ἐνύδρων πτηνῶν ἐστιν εὐσαρκότατα καὶ πιότατα, γαργαλίζοντα καὶ ἐρεθίζοντα τὴν ἐπίβουλον ἡδονήν, πάντα ἀνὰ κράτος ἀπεῖπεν, εἰδὼς ὅτι τὴν ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων δελεάσαντα γεῦσιν ἀπληστίαν ἐργάσεται, δυσίατον κακὸν ψυχαῖς τε καὶ σώμασιν· ἀπληστία γὰρ τίκτει δυσπεψίαν, ἥτις ἐστὶ νοσημάτων καὶ ἀρρωστημάτων ἀρχή τε καὶ πηγή.
§101 χερσαίων μὲν οὖν τὸ συῶν γένος ἥδιστον ἀνωμολόγηται παρὰ τοῖς χρωμένοις, ἐνύδρων δὲ τὰ γένη τῶν ἀλεπίδων. * * * πρὸς γὰρ ἐγκράτειαν, εἰ καί τις ἄλλος, ἱκανὸς ὢν ἀλεῖψαι τοὺς εὐφυῶς ἔχοντας πρὸς ἄσκησιν ἀρετῆς διὀλιγοδεΐας καὶ εὐκολίας γυμνάζει καὶ συγκροτεῖ, πειρώμενος ἀφελεῖν πολυτέλειαν·
§102 οὔτε σκληραγωγίαν, ὡς Λακεδαιμόνιος νομοθέτης, ἀποδεξάμενος οὔτε τὸ ἁβροδίαιτον, ὡς τοῖς Ἴωσι καὶ Συβαρίταις τὰ περὶ θρύψιν καὶ χλιδὴν εἰσηγησάμενος, ἀλλὰ μέσην ἀτραπὸν ἀμφοῖν ἀνατεμὼν τὸ μὲν σφοδρὸν ἐχάλασε, τὸ δἀνειμένον ἐπέτεινε, τὰς ἐφἑκατέρων τῶν ἄκρων ὑπερβολὰς ὡς ἐν ὀργάνῳ μουσικῷ κερασάμενος τῇ μέσῃ, πρὸς ἁρμονίαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον· ὅθεν οὐκ ἀμελῶς ἀλλὰ καὶ πάνυ πεφροντισμένως οἷς χρηστέον τοὐναντίον διετάξατο.
§103 θηρία ὅσα σαρκῶν ἀνθρωπίνων ἅπτεται τάχα μὲν ἄν τις ὑπολάβοι δίκαιον εἶναι τὰ αὐτὰ πρὸς ἀνθρώπων πάσχειν οἷς διατίθησι· Μωυσῇ δὲ τῆς τούτων ἀπολαύσεως ἀνέχειν δοκεῖ, εἰ καὶ προσηνεστάτην καὶ ἡδίστην εὐωχίαν παρασκευάζει, λογιζόμενος τὸ πρέπον ἡμέρῳ ψυχῇ· καὶ γὰρ εἰ τοῖς διατιθεῖσιν ἁρμόττει τὰ παραπλήσια παθεῖν, ἀλλοὐχὶ τοῖς παθοῦσιν ἀντιδιατιθέναι, μὴ λάθωσιν ὑπὀργῆς, ἀγρίου πάθους, θηριωθέντες.
§104 καὶ τοσαύτῃ χρῆται προφυλακῇ τοῦ πράγματος, ὥστε μακρόθεν ἀνεῖρξαι βουλόμενος τὴν ἐπὶ τὰ λεχθέντα ὁρμὴν ἀπαγορεῦσαι καὶ τῆς τῶν ἄλλων σαρκοβόρων ἀνὰ κράτος χρήσεως, τὰ ποηφάγα διακρίνας εἰς ἡμέρους ἀγέλας, ἐπεὶ καὶ τὴν φύσιν ἐστὶ τιθασά, τροφαῖς ἡμέροις αἷς ἀναδίδωσι γῆ χρώμενα καὶ μηδὲν εἰς ἐπιβουλὴν
§105 πραγματευόμενα. δέκα δἐστὶν ἀριθμῷ· μόσχος, ἀμνός, χίμαρος, ἔλαφος, δορκάς, βούβαλος, τραγέλαφος, πύγαργος, ὄρυξ, καμηλοπάρδαλις. ἀεὶ γὰρ τῆς ἀριθμητικῆς θεωρίας περιεχόμενος, ἣν ἀκριβῶς κατανενόηκεν ὅτι πλεῖστον ἐν τοῖς οὖσι δύναται, οὐδὲν οὐ μικρὸν οὐ μέγα νομοθετεῖ μὴ προσπαραλαβὼν καὶ ὥσπερ ἐφαρμόσας τὸν οἰκεῖον τοῖς νομοθετουμένοις ἀριθμόν. ἀριθμῶν δὲ τῶν ἀπὸ μονάδος τελειότατος δεκὰς καί, ὥς φησι Μωυσῆς, ἱερώτατός τε καὶ ἅγιος, τὰ γένη τῶν καθαρῶν ζῴων ἐπισφραγίζεται, βουληθεὶς τὴν τούτων χρῆσιν ἀπονεῖμαι τοῖς μετέχουσι τῆς καταὐτὸν πολιτείας.
§106 βάσανον δὲ καὶ δοκιμασίαν τῶν δέκα ζῴων ὑπογράφεται κοινῇ κατὰ διττὰ σημεῖα, τό τε διχηλεῖν καὶ τὸ μηρυκᾶσθαι· οἷς γὰρ μηδέτερον θάτερον αὐτὸ μόνον πρόσεστιν, ἀκάθαρτα. ταυτὶ δὲ τὰ σημεῖα ἀμφότερα σύμβολα διδασκαλίας καὶ μαθήσεως ἐπιστημονικωτάτης ἐστίν, πρὸς τὸ ἀσύγχυτον τὰ βελτίω τῶν ἐναντίων διακρίνεται.
§107 καθάπερ γὰρ τὸ μηρυκώμενον ζῷον, ὅταν διατεμὸν τὴν τροφὴν ἐναπερείσηται τῇ φάρυγγι, πάλιν ἐκ τοῦ κατὀλίγον ἀνιμᾶται καὶ ἐπιλεαίνει καὶ μετὰ ταῦτεἰς κοιλίαν διαπέμπεται, τὸν αὐτὸν τρόπον καὶ παιδευόμενος, δεξάμενος διὤτων τὰ σοφίας δόγματα καὶ θεωρήματα παρὰ τοῦ διδάσκοντος, ἐπὶ πλέον ἔχει τὴν μάθησιν οὐχ οἷός τε ὢν εὐθὺς συλλαβέσθαι καὶ περιδράξασθαι κραταιότερον, ἄχρις ἂν ἕκαστον ὧν ἤκουσεν ἀναπολῶν μνήμῃ συνεχέσι μελέταιςαἱ δεἰσὶ κόλλα νοημάτωνἐνσφραγίσηται τῇ ψυχῇ βεβαίως τὸν τύπον.
§108 ἀλλοὐδὲν ὡς ἔοικεν ὄφελος τῶν νοημάτων βεβαία κατάληψις, εἰ μὴ προσγένοιτο διαστολὴ τούτων καὶ διαίρεσις εἴς τε αἵρεσιν ὧν χρὴ καὶ φυγὴν τῶν ἐναντίων, ἧς τὸ διχηλοῦν σύμβολον· ἐπεὶ τοῦ βίου διττὴ ὁδός, μὲν ἐπὶ κακίαν, δἐπἀρετὴν ἄγουσα, καὶ δεῖ τὴν μὲν ἀποστρέφεσθαι, τῆς δὲ μηδέποτε ἀπολείπεσθαι.
§109 διὰ τοῦθὅσα μονώνυχα πολύχηλα τὰ μὲν ἀκάθαρτα, ὅτι αἰνίττεται μίαν καὶ τὴν αὐτὴν φύσιν ἀγαθοῦ τε καὶ κακοῦ, καθάπερ κοίλου καὶ περιφεροῦς καὶ ἀνάντους ὁδοῦ καὶ κατάντους, τὰ δὅτι πολλὰς ὁδοὺς μᾶλλον δἀνοδίας ἐμφαίνει τῷ βίῳ πρὸς ἀπάτην· οὐ γὰρ ῥᾴδιον ἐν πλήθει τὴν ἀνυσιμωτάτην καὶ ἀρίστην ἀτραπὸν καταλαβεῖν.
§110 Τούτους ἐπὶ τῶν χερσαίων τοὺς ὅρους θεὶς ἄρχεται καὶ τῶν ἐνύδρων τὰ πρὸς ἐδωδὴν καθαρὰ διαγράφειν, σημειωσάμενος καὶ ταῦτα διττοῖς χαρακτῆρσι, πτέρυξι καὶ λεπίσι· τὰ γὰρ μηδέτερον θάτερον ἔχοντα παραπέμπει καὶ παραιτεῖται. τὸ δαἴτιον οὐκ ἀπὸ σκοποῦ λεκτέον.
§111 ὅσα μὲν ἀμφοῖν ἀμέτοχα τοῦ ἑτέρου, κατασύρεται πρὸς τοῦ ῥοώδους ἀντέχειν ἀδυνατοῦντα τῇ βίᾳ τῆς φορᾶς· οἷς δἑκάτερον πρόσεστιν, ἀποστρέφει καὶ μετωπηδὸν ἀνθίσταται καὶ φιλονεικοῦντα πρὸς τὸν ἀντίπαλον προθυμίαις καὶ τόλμαις ἀηττήτοις γυμνάζεται, ὡς ὠθούμενά τε ἀντωθεῖν καὶ διωκόμενα ἀντεπιτρέχειν, ὁδοὺς ἐν δυσοδίαις ἀναστέλλοντα εὐρείας πρὸς διεξόδους εὐμαρεῖς.
§112 σύμβολα δὲ καὶ ταῦτἐστί, τὰ μὲν πρότερα φιληδόνου ψυχῆς, τὰ δὕστερα καρτερίαν καὶ ἐγκράτειαν ποθούσης· μὲν γὰρ ἐφἡδονὴν ἄγουσα κατάντης ἐστὶ καὶ ῥᾴστη, συρμὸν ἀπεργαζομένη μᾶλλον περίπατον, ἀνάντης δὲ πρὸς ἐγκράτειαν, ἐπίπονος μέν, ἐν δὲ τοῖς μάλιστα ὠφέλιμος· καὶ μὲν ὑποφέρει καὶ ὑπονοστεῖν ἀναγκάζει τῷ πρανεῖ κατάγουσα, μέχρις ἂν εἰς τὰ τῆς ἐσχατιᾶς ἀποβράσῃ, δεἰς οὐρανὸν ἄγει τοὺς μὴ προκαμόντας ἀθανατίζουσα, τὸ τραχὺ καὶ δυσαναπόρευτον αὐτῆς ἰσχύσαντας ὑπομεῖναι.
§113 Τῆς δαὐτῆς ἰδέας ἐχόμενος τῶν ἑρπετῶν ὅσα ἄποδα συρμῷ τῆς γαστρὸς ἰλυσπώμενα τετρασκελῆ καὶ πολύποδα φησὶν εἶναι πρὸς ἐδωδὴν οὐ καθαρά, πάλιν αἰνιττόμενος διὰ μὲν ἑρπετῶν τοὺς ἐπὶ κοιλίαις τὸν αἰθυίης τρόπον ἐμφορουμένους καὶ γαστρὶ τῇ ταλαίνῃ δασμοὺς ἀπαύστως εἰσφέροντας ἀκράτου, πεμμάτων, ἰχθύων, συνόλως ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν τετεχνιτευμέναι περιεργίαι μετὰ παντοίων ἐδεσμάτων δημιουργοῦσιν ἀναρριπίζουσαι καὶ προσαναφλέγουσαι τὰς ἀπλήστους καὶ ἀκορέστους ἐπιθυμίας, διὰ δὲ τῶν τετρασκελῶν καὶ πολυπόδων τοὺς μὴ ἑνὸς πάθους, ἐπιθυμίας, ἀλλὰ συμπάντων κακοὺς δούλους, γένει μέν ἐστιν ἀριθμῷ τέτταρα, μυρία δὲ τοῖς εἴδεσιν. χαλεπὴ μὲν οὖν καὶ ἑνὸς δεσποτεία, βαρυτάτη δὲ καὶ ἀφόρητος, ὡς εἰκός, πλειόνων.
§114 οἷς δὲ τῶν ἑρπετῶν ὑπεράνω σκέλη τῶν ποδῶν ἐστιν, ὥστε πηδᾶν ἀπὸ τῆς γῆς δύνασθαι, ταῦτἐν καθαροῖς ἀναγράφει, καθάπερ τὰ τῶν ἀκρίδων γένη καὶ τὸν ὀφιομάχην καλούμενον, πάλιν διὰ συμβόλων ἤθη καὶ τρόπους λογικῆς ψυχῆς διερευνώμενος· μὲν γὰρ τοῦ σώματος ὁλκὴ φύσει βρίθουσα τοὺς ὀλιγόφρονας συνεφέλκεται τῷ πλήθει τῶν σαρκῶν αὐχενίζουσα καὶ πιέζουσα·
§115 μακάριοι δοἷς ἐξεγένετο κραταιοτέρᾳ δυνάμει πρὸς τὴν ῥοπὴν τῆς ὁλκῆς ἀντιβιάσασθαι παιδείας κανόσιν ὀρθῆς, ἄνω πηδᾶν δεδιδαγμένοις ἀπὸ γῆς καὶ τῶν χαμαιζήλων εἰς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, ὧν θέα ζηλωτὴ καὶ περιμάχητος τοῖς ἑκουσίως ἀλλὰ μὴ παρέργως ἥκουσιν.
§116 Ἐπεληλυθὼς οὖν τῷ λόγῳ τάς τε τῶν χερσαίων καὶ τὰς τῶν ἐνύδρων ζῴων ἰδέας καὶ νόμοις αὐτὰς ὡς ἐνῆν ἄριστα διακρίνας ἄρχεται καὶ τὴν λοιπὴν φύσιν τῶν ἐν ἀέρι προσεξετάζειν, μυρία γένη τῶν πτηνῶν ἀποδοκιμάσας ὅσα κατἄλλων κατἀνθρώπων φονᾷ, σαρκοβόρα καὶ ἰοβόλα καὶ συνόλως ἐπιβούλοις κεχρημένα ταῖς δυνάμεσι.
§117 φάττας δὲ καὶ περιστερὰς καὶ τρυγόνας καὶ τὰς γεράνων καὶ χηνῶν καὶ ὁμοιοτρόπων ἀγέλας ἐν τῇ τιθασῷ καὶ ἡμέρῳ τάξει καταριθμεῖ παρέχων τοῖς βουλομένοις τὴν τούτων χρῆσιν ἀδεᾶ.
§118 οὕτως ἐφἑκάστου τῶν τοῦ κόσμου μερῶν, γῆς ὕδατος ἀέρος, γένη παντοίων ζῴων, χερσαῖα καὶ ἔνυδρα καὶ πτηνά, τῆς ἡμετέρας χρήσεως ὑφαιρῶν, καθάπερ ὕλην πυρός, σβέσιν τῆς ἐπιθυμίας ἀπεργάζεται.
§119 Κελεύει μέντοι μήτε θνησιμαῖον μήτε θηριάλωτον προσίεσθαι, τὸ μὲν ὡς οὐ δέον κοινωνεῖν τραπέζης ἄνθρωπον ἀτιθάσοις θηρίοις, μόνον οὐ συνευωχούμενον ταῖς σαρκοφαγίαις, τὸ δὡς τάχα μὲν βλαβερὸν καὶ νοσῶδες, ἐναποτεθνηκότος τοῦ ἰχῶρος μετὰ τοῦ αἵματος, τάχα δἐπεὶ καὶ τελευτῇ προκατεσχημένον ἁρμόττον ἦν ἄψαυστον διαφυλάττειν, αἰδουμένους τὰς φύσεως ἀνάγκας αἷς προκατελήφθη.
§120 τοὺς περὶ τὰ κυνηγέσια δεινοὺς καὶ βάλλειν θῆρας εὐσκόπως ἐπισταμένους, ἥκιστα διαμαρτάνοντας, καὶ ἐπεὐθήροις ἄγραις ὑψαυχενοῦντας καὶ μάλισθὅταν σὺν τοῖς κυνηγοῖς ἀνδράσιν ὁμοῦ καὶ σκύλαξι διανέμωσι τὰ μέρη τῶν ἑαλωκότων, ἐπαινοῦσι μὲν οἱ πολλοὶ τῶν παρἝλλησι καὶ βαρβάροις νομοθετῶν ὡς οὐκ ἀνδρείους μόνον ἀλλὰ καὶ κοινωνικοὺς τὸ ἦθος, μέμψαιτο δἄν [τις] εἰκότως τῆς ἱερᾶς εἰσηγητὴς πολιτείας, ἄντικρυς ἀπειρηκὼς θνησιμαίων καὶ θηριαλώτων ἀπόλαυσιν διὰ τὰς εἰρημένας αἰτίας.
§121–158
§121 εἰ δέ τις τῶν ἀσκητῶν φιλογυμναστὴς γένοιτο καὶ φιλόθηρος, μελέτας καὶ προάγωνας ὑπολαμβάνων εἶναι πολέμων καὶ κινδύνων τῶν πρὸς ἐχθρούς, ὁπότε χρήσαιτο εὐτυχίᾳ τῇ περὶ ἄγραν, [καὶ] τοὺς ἑαλωκότας θῆρας προτιθέτω κυσὶν εὐωχίαν, μισθὸν γέρας εὐτολμίας καὶ ἀνυπαιτίου συμμαχίας, αὐτὸς δὲ μὴ ψαυέτω προδιδασκόμενος ἐν ἀλόγοις ζῴοις, χρὴ καὶ περὶ ἐχθρῶν φρονεῖν, οἷς πολεμητέον οὐ διὰ κέρδος ἄδικον λωποδυτούντων πράξεις μιμουμένους, ἀλλἤτοι διὰ πεῖραν κακῶν ὧν προπεπόνθασιν ἀμυνομένους δι προσδοκῶσι πείσεσθαι.
§122 ἔνιοι δὲ Σαρδανάπαλλοι τὴν ἀκρασίαν τὴν ἄγαν ἁβροδίαιτον αὑτῶν χανδὸν πρὸς τὸ ἀόριστον καὶ ἀτελεύτητον ἀποτείνοντες, καινὰς ἐπινοοῦντες ἡδονάς, ἄθυτα παρασκευάζουσιν, ἄγχοντες καὶ ἀποπνίγοντες καὶ τὴν οὐσίαν τῆς ψυχῆς, ἣν ἐλεύθερον καὶ ἄφετον ἐχρῆν ἐᾶν, τυμβεύοντες τῷ σώματι τὸ αἷμα· σαρκῶν γὰρ αὐτὸ μόνον ἀπολαύειν αὔταρκες ἦν, μηδενὸς ἐφαπτομένους τῶν συγγένειαν πρὸς ψυχὴν ἐχόντων.
§123 ὅθεν ἐν ἑτέροις τίθησι νόμον περὶ αἵματος, μήθαἷμα μήτε στέαρ προσφέρεσθαι· τὸ μὲν αἷμα διἣν εἶπον αἰτίαν ὅτι οὐσία ψυχῆς ἐστίνοὐχὶ τῆς νοερᾶς καὶ λογικῆς ἀλλὰ τῆς αἰσθητικῆς, καθἣν ἡμῖν τε καὶ τοῖς ἀλόγοις κοινὸν τὸ ζῆν συμβέβηκεν· ἐκείνης γὰρ οὐσία πνεῦμα θεῖον καὶ μάλιστα κατὰ Μωυσῆν, ὃς ἐν τῇ κοσμοποιΐᾳ φησὶν ἀνθρώπῳ τῷ πρώτῳ καὶ ἀρχηγέτῃ τοῦ γένους ἡμῶν ἐμφυσῆσαι πνοὴν ζωῆς τὸν θεὸν εἰς τὸ τοῦ σώματος ἡγεμονικώτατον, τὸ πρόσωπον, ἔνθα αἱ δορυφόροι τοῦ νοῦ καθάπερ μεγάλου βασιλέως αἰσθήσεις παρίδρυνται· τὸ δἐμφυσώμενον δῆλον ὡς αἰθέριον ἦν πνεῦμα καὶ εἰ δή τι αἰθερίου πνεύματος κρεῖσσον, ἅτε τῆς μακαρίας καὶ τρισμακαρίας φύσεως ἀπαύγασμα —,
§124 τὸ δὲ στέαρ, διότι πιότατον, πάλιν εἰς διδασκαλίαν ἐγκρατείας καὶ ζῆλον αὐστηροῦ βίου, τὰ μὲν ῥᾷστα καὶ κατὰ χειρὸς μεθιεμένου, φροντίδας δὲ καὶ πόνους ἐθελοντὶ ἕνεκα κτήσεως ἀρετῆς ὑπομένοντος.
§125 ἧς χάριν αἰτίας ἀπὸ παντὸς ἱερείου δύο ταῦτα ἐξαίρετα ὁλοκαυτοῦται, ὥσπερ τινὲς ἀπαρχαί, στέαρ τε καὶ αἷμα, τὸ μὲν ὡς σπονδὴ τῷ βωμῷ προσχεόμενον, τὸ δὡς ὕλη φλογὸς ἐπιφερόμενον ἀντἐλαίου διὰ τὴν πιότητα τῷ καθωσιωμένῳ καὶ ἱερῷ πυρί.
§126 Μέμφεταί τινας τῶν καθαὑτὸν γεγονότων ὡς γαστριμάργους καὶ τὸ καθηδυπαθεῖν ὡς εὐδαιμονικὸν ἐν τοῖς μάλιστα εἶναι ὑπολαμβάνοντας, οἷς οὐκ ἀπέχρη κατὰ πόλεις αὐτὸ μόνον τρυφᾶν, ἐν αἷς αἱ χορηγίαι καὶ παρασκευαὶ τῶν ἐπιτηδείων ἄφθονοι, ἀλλὰ καὶ ἐν ἐρημίαις ἀβάτοις καὶ ἀτριβέσιν, ἀξιοῦντες ἐν ταύταις ἀγορὰς ἔχειν ἰχθύων καὶ κρεῶν καὶ τῶν ἐν εὐετηρίᾳ πάντων.
§127 εἶτἐπειδὴ σπάνις ἦν, συνιστάμενοι κατεβόων καὶ κατηγόρουν καὶ ἐδυσώπουν ἀναισχύντῳ θράσει τὸν ἄρχοντα καὶ οὐ πρότερον ἐπαύσαντο νεωτερίζοντες τυχεῖν μὲν ὧν ὠρέγοντο, τυχεῖν δὲ ἐπὀλέθρῳ, δυοῖν ἕνεκα· τοῦ τἐπιδείξασθαι, ὅτι πάντα θεῷ δυνατὰ πόρον ἐξ ἀμηχάνων καὶ ἀπόρων ἀνευρίσκοντι, καὶ τοῦ τιμωρήσασθαι τοὺς γαστρὸς ἀκράτορας καὶ ἀφηνιαστὰς ὁσιότητος.
§128 ἀπὸ γὰρ τῆς θαλάττης ἀρθὲν ὀρτυγομήτρας νέφος ἐκχεῖται περὶ τὴν ἕω καὶ τὸ μὲν στρατόπεδον καὶ τὰ πέριξ ἐφἡμερήσιον ἀνδρὸς εὐζώνου πανταχόθεν ἐν κύκλῳ συνεσκίαστο, τὸ δὲ ὕψος τῆς τῶν ζῴων πτήσεως ὡσεὶ διπήχει συναριθμουμένῳ διαστήματι τῆς γῆς ἀφειστήκει πρὸς εὐμαρῆ σύλληψιν.
§129 εἰκὸς μὲν οὖν τὸ τεράστιον τοῦ μεγαλουργηθέντος καταπλαγέντας ἀρκεσθῆναι τῇ θέᾳ καὶ γεμισθέντας εὐσεβείας κἀν ταύτῃ τραφέντας ἀποσχέσθαι κρεωφαγίας· οἱ δὲ μᾶλλον πρότερον ἐπιθυμίαν ἐγείραντες ὡς ἐπὶ μέγιστον ἀγαθὸν ἵεντο καὶ τὰ ζῷα ταῖς ἀμφοτέραις χερσὶν ἐφελκόμενοι τοὺς κόλπους ἐπλήρουν, εἶτἐναποτιθέμενοι ταῖς σκηναῖς ἐφἑτέρων σύλληψιν ἐξῄεσαναἱ γὰρ ἄγαν πλεονεξίαι μέτρον οὐκ ἔχουσικαὶ σκευάζοντες πᾶσαν ἰδέαν ἀπλήστως ἐνεφοροῦντο, μέλλοντες οἱ κενοὶ φρενῶν ὑπὸ τῆς πλησμονῆς ἀπόλλυσθαι.
§130 καὶ δῆτα οὐκ εἰς μακρὰν καθάρσεσι χολῆς ἐφθάρησαν, ὡς καὶ τὸ χωρίον ἀπὸ τοῦ περὶ αὐτοὺς πάθους τὴν ἐπωνυμίαν λαβεῖν· ἐκλήθη γὰρΜνήματα τῆς ἐπιθυμίας“ (Num. 11,34), ἧς οὐκ ἔστιν ἐν ψυχῇ, καθάπερ ἐδίδαξεν λόγος, μεῖζον κακόν.
§131 διὸ παγκάλως ἐν ταῖς παραινέσεσι Μωυσῆς φησιν· „οὐ ποιήσει ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὑτοῦ“ (Deut. 12, 8), τὸ δἐστὶν ἴσον τῷ "μηδεὶς τῇ ἐπιθυμίᾳ τῇ αὑτοῦ χαριζέσθω“· εὐαρεστείτω γάρ τις θεῷ, κόσμῳ, φύσει, νόμοις, σοφοῖς ἀνδράσι, φιλαυτίαν παραιτούμενος, εἰ μέλλει καλὸς κἀγαθὸς γενήσεσθαι.
§132 Τοσαῦτα καὶ περὶ τῶν εἰς ἐπιθυμίαν ἀναφερομένων ἀποχρώντως κατὰ τὴν δύναμιν εἴρηται πρὸς συμπλήρωσιν τῶν δέκα λογίων καὶ τῶν τούτοις ὑποστελλόντων· εἰ γὰρ δεῖ τὰ μὲν φωνῇ θείᾳ χρησμῳδηθέντα κεφάλαια γένη νόμων ἀποδεῖξαι, τοὺς δὲ κατὰ μέρος πάντας οὓς διηρμήνευσε Μωυσῆς ὑποστέλλων τὰ εἴδη, πρὸς τὸ ἀσύγχυτον τῆς ἀκριβοῦς καταλήψεως φιλοτεχνίας ἐδέησεν, χρησάμενος ἑκάστῳ τῶν γενῶν ἐξ ἁπάσης τῆς νομοθεσίας τὰ οἰκεῖα προσένειμα καὶ προσέφυσα.
§133 τούτων μὲν δὴ ἅλις. οὐ δεῖ δἀγνοεῖν, ὅτι ὥσπερ ἰδίᾳ ἑκάστῳ τῶν δέκα συγγενῆ τινα τῶν ἐπὶ μέρους ἐστίν, πρὸς ἕτερον γένος οὐδεμίαν ἔχει κοινωνίαν, οὕτως ἔνια κοινὰ πάντων συμβέβηκεν, οὐχ ἑνὶ δυσίν, ὡς ἔπος εἰπεῖν, τοῖς δὲ δέκα λογίοις ἐφαρμόττοντα.
§134 ταῦτα δεἰσὶν αἱ κοινωφελεῖς ἀρεταί· καὶ γὰρ ἕκαστος ἰδίᾳ τῶν δέκα χρησμῶν καὶ κοινῇ πάντες ἐπὶ φρόνησιν καὶ δικαιοσύνην καὶ θεοσέβειαν καὶ τὸν ἄλλον χορὸν τῶν ἀρετῶν ἀλείφουσι καὶ προτρέπουσι, βουλαῖς μὲν ἀγαθαῖς ὑγιαίνοντας λόγους, λόγοις δὲ σπουδαίας πράξεις συνείροντες, ἵνα τὸ ψυχῆς ὄργανον εὐαρμόστως ὅλον διὅλων συνηχῇ πρὸς ἐμμέλειαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον.
§135 περὶ μὲν οὖν τῆς ἡγεμονίδος τῶν ἀρετῶν, εὐσεβείας καὶ ὁσιότητος, ἔτι δὲ καὶ φρονήσεως καὶ σωφροσύνης εἴρηται πρότερον, νυνὶ δὲ περὶ τῆς ἐπιτηδευούσης ἀδελφὰ καὶ συγγενῆ ταύταις δικαιοσύνης λεκτέον.
§136 Ἓν τὸ δικαιοσύνης οὐ βραχὺ μέρος ἦν τὸ πρὸς δικαστήρια καὶ δικαστάς, οὗ πρότερον ἐποιησάμην ὑπόμνησιν, ἡνίκα τὰ τῶν μαρτυρίων ἐπὶ πλέον ἀπομηκύνων διεξῄειν ἕνεκα τοῦ μηδὲν παραλειφθῆναι τῶν ἐμφερομένων. οὐκ εἰωθὼς δὲ παλιλλογεῖν, εἰ μή πού τις ἀνάγκη γένοιτο βιαζομένων τῶν καιρῶν, ἐκεῖνο μὲν ἐάσω, πρὸς δὲ τὰ ἄλλα μέρη τρέψομαι τοσοῦτον προειπών.
§137 τὰ δίκαια, φησὶν νόμος, ἐντιθέναι δεῖ τῇ καρδίᾳ καὶ ἐξάπτειν εἰς σημεῖον ἐπὶ τῆς χειρὸς καὶ εἶναι σειόμενα πρὸ ὀφθαλμῶν, αἰνιττόμενος διὰ τοῦ προτέρου, ὅτι χρὴ μὴ ὠσὶν ἀπίστοις παρακατατίθεσθαι τὰ δίκαιαπίστις γὰρ ἀκοαῖς οὐκ ἔνεστιν —, ἀλλὰ τῷ ἡγεμονικωτάτῳ τὰ πάντων ἄριστα μαθημάτων ἐντυποῦν καὶ ταῦτα χαράττοντα σφραγῖσι δοκίμοις·
§138 διὰ δὲ τοῦ δευτέρου τὸ μὴ μόνον ἐννοίας λαμβάνειν τῶν καλῶν, ἀλλὰ καὶ τὰ δόξαντα πράττειν ἀνυπερθέτως γὰρ χεὶρ πράξεως σύμβολον, ἧς ἐξάπτειν καὶ ἐξαρτᾶν τὰ δίκαια προστάττει, σημεῖον ἔσεσθαι τοῦτο φάσκων, καὶ τίνος ἄντικρυς οὐ διείρηκε, διὰ τὸ μὴ ἑνός, ὥς γέ μοι δοκεῖ, πολλῶν δὲ γενέσθαι καὶ σχεδὸν ἁπάντων ἐν οἷς ἀνθρώπινος βίος —·
§139 διὰ δὲ τοῦ τρίτου τὸ ἀεὶ καὶ πανταχοῦ φαντασιοῦσθαι τὰ δίκαια καθάπερ ἐγγὺς ὄντα ὀφθαλμῶν· σάλον δἐχέτω ταῦτα κινούμενα, φησίν, οὐχ ἵνἀβέβαια καὶ ἀνίδρυτα , ἀλλἵνα τῇ κινήσει τὴν ὄψιν ἐκκαλῇ πρὸς ἀρίδηλον θέαν· ὁράσεως γὰρ ἐπαγωγὸν κίνησις ἐξερεθίζουσα καὶ ἀνεγείρουσα μᾶλλον δἀκοιμήτους καὶ ἐγρηγορότας κατασκευάζουσα ὀφθαλμούς.
§140 ὅτῳ δἐξεγένετο τυπώσασθαι ἐν τῷ τῆς ψυχῆς ὄμματι μὴ ἡσυχάζοντα ἀλλὰ κινούμενα καὶ ταῖς κατὰ φύσιν ἐνεργείαις χρώμενα, τέλειος ἀνὴρ ἀναγεγράφθω, μηκέτι ἐν τοῖς γνωρίμοις καὶ μαθηταῖς ἐξεταζόμενος, ἀλλἐν διδασκάλοις καὶ ὑφηγηταῖς, καὶ παρεχέτω τοῖς ἐθέλουσιν ἀρύεσθαι τῶν νέων ὥσπερ ἀπὸ πηγῆς τῶν λόγων καὶ δογμάτων ἄφθονον νᾶμα· κἂν τῶν ἀτολμοτέρων τις ὑπαἰδοῦς μέλλῃ καὶ βραδύνῃ προσέρχεσθαι μαθησόμενος, αὐτὸς ἰὼν ἐπαντλείτω καὶ ἐποχετευέτω ταῖς ἀκοαῖς ἀθρόας ὑφηγήσεις, ἄχρις ἂν αἱ δεξαμεναὶ τῆς ψυχῆς γεμισθῶσι.
§141 προδιδασκέτω δὴ τὰ δίκαια συγγενεῖς καὶ φίλους καὶ πάντας νέους οἴκοι καὶ ἐν ὁδῷ καὶ πρὸς κοίτην ἰόντας καὶ ἀνισταμένους, ἵνἐν πάσαις μὲν σχέσεσι καὶ κινήσεσιν, ἐν πᾶσι δὲ χωρίοις ἰδίοις τε καὶ δημοσίοις, μὴ μόνον ἐγηγορότες ἀλλὰ καὶ κοιμώνενοι, φαντασίαις τῶν δικαίων ἐνευφραίνωνται· τέρψις γὰρ οὐκ ἔστιν ἡδίων τὴν ψυχὴν ὅλην διὅλων πεπληρῶσθαι δικαιοσύνης, ἐμμελετῶσαν αὐτῆς τοῖς ἀιδίοις δόγμασι καὶ θεωρήμασιν, οὐκ ἔχουσαν ἔρημον τόπον, εἰς ὃν ἀδικία παρελεύσεται.
§142 κελεύει δὲ καὶ γράψαντας αὐτὰ πρόσθεν τῶν φλιῶν οἰκίας ἑκάστης προτιθέναι καὶ πυλῶν τῶν ἐν τοῖς τείχεσιν, ἵνοἱ μὲν ἐκδημοῦντες καὶ ἐνδημοῦντες, ἀστοὶ καὶ ξένοι, τοῖς πρὸ τῶν πυλῶν γράμμασιν ἐστηλιτευμένοις ἐντυγχάνοντες ἄληκτον ἔχωσι τὴν τῶν λεκτέων καὶ πρακτέων μνήμην, ἑκατέρου φροντίζοντες τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, εἰς δὲ τὰς οἰκίας εἰσιόντες καὶ πάλιν ἐξιόντες, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ τέκνα καὶ θεραπεία, τὰ ἁρμόττοντα καὶ ἐπιβάλλοντα δρῶσιν ὑπέρ τε ἄλλων καὶ ὑπὲρ ἑαυτῶν.
§143 Θαυμασιώτατον δὲ κἀκεῖνο διαγορεύει τὸ μηδὲν προστιθέναι καὶ ἀφαιρεῖν, ἀλλἐν ἴσῳ καὶ ὁμοίῳ διαφυλάττειν ἀκίνητα τὰ ἐξ ἀρχῆς ὁρισθέντα νόμιμα· συμβαίνει γάρ, ὡς ἔοικε, τὴν μὲν πρόσθεσιν τῶν ἀδίκων, τὴν δἀφαίρεσιν γίνεσθαι τῶν δικαίων· οὐδὲν γάρ ἐστιν παραλέλειπται τῷ σοφῷ νομοθέτῃ πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν δικαιοσύνης.
§144 αἰνίττεται μέντοι καὶ ταῖς ἄλλαις ἀρεταῖς ἀκρότητας· ἑκάστη γὰρ αὐτῶν ἀνελλιπής ἐστι καὶ πλήρης, τὸ ἐντελὲς ἔχουσα ἐξ αὑτῆς, ὡς, εἰ γένοιτο προσθήκη τις καὶ ἀφαίρεσις, ὅλην διὅλων τρέπεσθαι καὶ μεταβάλλεσθαι πρὸς τὴν ἐναντίαν ἕξιν.
§145 δὲ λέγω, τοιοῦτόν ἐστι· τὴν ἀνδρείαν, ἀρετὴν περὶ τὰ δεινὰ πραγματευομένην, ἴσασιν οἱ μὴ παντελῶς ἄμουσοι καὶ ἀχόρευτοι, κἂν ἐπὶ βραχὺ παιδείας προσάψωνται, τῶν ὑπομενετέων οὖσαν ἐπιστήμην.
§146 ἀλλἐάν τις εἴξας ἀμαθίᾳ τῇ διἀλαζονείαν, ὡς δὴ περιττὸς καὶ ἱκανὸς ἐπανορθοῦσθαι τὰ ἀνεπιδεᾶ, προστιθέναι ἀφαιρεῖν τι τολμᾷ, σύμπασαν ἀλλάσσει τὴν εἰκόνα μετατυπώσας αἰσχρὸν ἀντὶ καλοῦ χαρακτῆρος· ἀπεργάσεται γὰρ τῇ μὲν προσθέσει θρασύτητα, τῇ δἀφαιρέσει δειλίαν, μηδὄνομα τῆς βιωφελεστάτης ἀνδρείας καταλιπών.
§147 τὸν αὐτὸν μὲν τρόπον κἂν τῇ βασιλίδι τῶν ἀρετῶν, εὐσεβείᾳ, προσθῇ τις ὁτιοῦν μικρὸν μέγα τοὐναντίον ἀφέλῃ, καθἑκάτερον ἐπαλλάξει καὶ μεταμορφώσει τὸ εἶδος· γεννήσει γὰρ μὲν πρόσθεσις δεισιδαιμονίαν, δἀφαίρεσις ἀσέβειαν, ἀφανισθείσης αὖ τῆς εὐσεβείας, ἣν ἀνίσχειν καὶ ἐπιλάμπειν εὐκταῖον ἀγαθόν, ἐπειδὴ τοῦ μεγίστου τῶν ἀγαθῶν αἰτία καθέστηκεν, ἐπιστήμην ἐμποιοῦσα θεραπείας θεοῦ, ἣν πάσης ἀρχῆς καὶ ἡγεμονίας ἀρχικωτέραν καὶ βασιλικωτέραν εἶναι νομιστέον.
§148 παραπλήσια δὲ τοῖς εἰρημένοις καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἑκάστης ἔστι λέγειν· ἀλλὰ ἐπιτέμνειν εἰωθὼς τὰ μήκη τῶν λόγων ἀρκεσθήσομαι τοῖς εἰρημένοις, καὶ τῶν ἡσυχαζομένων ἱκανὰ μηνύματα γένοιτἄν.
§149 Ἔτι καὶ τοῦτο προσδιατέτακται κοινωφελὲς παράγγελμα, „μὴ μετακινεῖν ὅρια τοῦ πλησίον, ἔστησαν οἱ πρότεροί σου“ (Deut. 19,14). τοῦτο δ’, ὡς ἔοικεν, οὐ περὶ κλήρων αὐτὸ μόνον καὶ γῆς ὅρων νομοθετεῖται πρὸς πλεονεξίας ἀποκοπήν, ἀλλὰ καὶ πρὸς φυλακὴν τῶν ἀρχαίων ἐθῶν· ἔθη γὰρ ἄγραφοι νόμοι, δόγματα παλαιῶν ἀνδρῶν οὐ στήλαις ἐγκεχαραγμένα καὶ χαρτιδίοις ὑπὸ σητῶν ἀναλισκομένοις, ἀλλὰ ψυχαῖς τῶν μετειληφότων τῆς αὐτῆς πολιτείας.
§150 ὀφείλουσι γὰρ παῖδες παρὰ γονέων δίχα τῶν οὐσιῶν κληρονομεῖν ἔθη πάτρια, οἷς ἐνετράφησαν καὶ ἐξ αὐτῶν σπαργάνων συνεβίωσαν, καὶ μὴ καταφρονεῖν, παρόσον ἄγραφος αὐτῶν παράδοσις· μὲν γὰρ τοῖς ἀναγραφεῖσι νόμοις πειθαρχῶν οὐκ ἂν δεόντως ἐπαινοῖτο, νουθετούμενος ἀνάγκῃ καὶ φόβῳ κολάσεως, δὲ τοῖς ἀγράφοις ἐμμένων, ἑκούσιον ἐπιδεικνύμενος τὴν ἀρετήν, ἐγκωμίων ἄξιος.
§151 Ἔνιοι τὰς κληρωτὰς εἰσηγήσαντο ἀρχάς, ἀλυσιτελῶς τοῖς πλήθεσιν· εὐτυχίαν γὰρ ἀλλοὐκ ἀρετὴν κλῆρος ἐμφαίνει. πολλοὶ γοῦν πολλάκις τῶν ἀναξίων ἔλαχον, οὓς ἀνὴρ ἀγαθὸς λαβόμενος ἡγεμονίας ἀποδοκιμάσαι ἂν καὶ ἐν ὑπηκόοις ἐξετάζεσθαι.
§152 καὶ γὰρ οἱ μικροὶ λεγόμενοι παρά τισιν ἄρχοντες, οὓς δεσπότας ὀνομάζουσιν, οὐ πάντας ὅσους ἂν οἷοί τε ὦσιν οἰκότριβας ἀργυρωνήτους ὑπάγονται, μόνους δὲ τοὺς καταπειθεῖς γινομένους, ἀγεληδὸν ἔστιν ὅτε πιπράσκοντες τοὺς ἀνιάτως ἔχοντας τὸ ἦθος ὡς καὶ δουλεύειν ἀγαθοῖς ἀνδράσιν ἀναξίους ὄντας.
§153 ἔτι τοίνυν προσήκει δεσπότας καὶ ἡγεμόνας ὅλων πόλεων καὶ ἐθνῶν ἀποφαίνειν τοὺς κλήρῳ λαχόντας, ὀλίσθῳ τινὶ τύχης, ἀβεβαίου καὶ ἀνιδρύτου πράγματος; ἀλλεἰς μὲν τὴν τῶν καμνόντων ἐπιμέλειαν κλῆρος τὸ μηδέν· ἰατροὶ γὰρ οὐ κλήρῳ λαγχάνουσιν, ἀλλἐν πείρᾳ δοκιμάζονται.
§154 καὶ πρὸς εὔπλοιαν καὶ σωτηρίαν τῶν θαλαττευόντων οὐχ λαχὼν κυβερνᾶν εὐθὺς ἐπὶ πρύμναν παραπέμπεται, διἀνεπιστημοσύνης ἐργασόμενος ἐν εὐδίᾳ καὶ γαλήνῃ χειροποίητα ναυάγια, ἀλλὅστις ἂν ἐκ πρώτης ἡλικίας τὴν κυβερνητικὴν τέχνην ἐπιμελῶς φαίνηται δεδιδαγμένος· οὗτος δἐστὶν πολλάκις μὲν πεπλευκώς, τὰ δὲ σύμπαντα πλεῖστα πελάγη περαιωσάμενος, ἐμπόρια δὲ καὶ λιμένας καὶ ὑφόρμους καὶ ὑποδρόμους τοὺς ἔν τε νήσοις καὶ ἠπείροις ἐπιμελῶς ἐξητακὼς καὶ μᾶλλον οὐχ ἧττον τῶν κατὰ γῆν ὁδῶν τὰς κατὰ θάλατταν ἀτραποὺς ἐπιστάμενος ἐκ τῆς ἀκριβοῦς θέας τῶν οὐρανίων·
§155 παρατηρήσας γὰρ τὰς χορείας τῶν ἀστέρων καὶ ἐπακολουθήσας αὐτῶν ταῖς τεταγμέναις κινήσεσιν ἐν ἀνοδίαις ἴσχυσεν ἀπλανεῖς καὶ λεωφόρους ὁδοὺς ἀνατεμεῖν, ἵνατὸ πάντων ἀπιστότατον πραγμάτων χερσαία φύσις διὰ πλωτῆς οἵα τε περαιοῦσθαι.
§156 πόλεις δέ τις μεγάλας καὶ πολυανθρώπους, μεστὰς οἰκητόρων, καὶ πολιτείας ἐγχειρίζεσθαι μέλλων καὶ πραγμάτων ἰδιωτικῶν τε καὶ δημοσίων καὶ ἱερῶν ἐπιμέλειαν, ἣν οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν, πρὸς ἄστατον κλήρου φορὰν ταλαντεύσει τὴν ἀκριβῆ βάσανον τῆς ἀληθείας
§157 φυγών; ἀληθείας δὲ βάσανος αἱ σὺν λόγῳ πίστεις. ταῦτοὖν τῇ ψυχῇ θεασάμενος πάνσοφος Μωυσῆς κληρωτῆς μὲν ἀρχῆς οὐδὲ μέμνηται, τὰς δὲ χειροτονητὰς εἰσηγεῖσθαι διενοήθη. φησὶ γοῦν· καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐκ ἀλλότριον, ἀλλἐκ τῶν σῶν ἀδελφῶν, δηλῶν ἐθελούσιον αἵρεσιν καὶ δοκιμασίαν ἀνεπίληπτον ἄρχοντος, ἣν σύμπασα πληθὺς ὁμογνωμονοῦσα ποιήσει. προσεπιψηφιεῖται δὲ τὴν αἵρεσιν ἐπισφραγιζόμενος καὶ τῶν κοινωφελῶν ἁπάντων βεβαιωτὴς θεός, ἐκλογήν τινα τοῦ γένους ὑπολαβὼν εἶναι τὸν ἄνθρωπον ὡς ὄψιν
§158 ἐν σώματι. τὰς δαἰτίας τοῦ μὴ δεῖν ἀλλότριον αἱρεῖσθαι πρὸς ἀρχὴν διττὰς ὑπογράφει, τὴν μὲν ἵνα μὴ πλῆθος ἀργυρίου καὶ χρυσίου καὶ θρεμμάτων συναγάγῃ πολὺν πλοῦτον καὶ πάντα ἄδικον ἐκ τῆς πενίας τῶν ὑπηκόων θησαυρισάμενος, τὴν δἵνα μὴ τὸ ἔθνος ἐκ τῆς οἰκείας χώρας ἀναστήσας ἕνεκα τῶν ἰδίων πλεονεξιῶν ἀναγκάζῃ μετανίστασθαι κατὰ πλάνον ἀνήνυτον ὧδε κἀκεῖσε φορούμενον, ὑποβαλὼν ἀτελεῖς ἐλπίδας μειζόνων ἀγαθῶν κτήσεως, εἰς ἀφαίρεσιν ὧν ἤδη βεβαίως ἐκαρποῦτο.
§159–198
§159 προϋπέλαβε γάρ, ὡς εἰκός, τὸν ὁμόφυλον καὶ συγγενῆ μετέχοντα τῆς πρὸς τὴν ἀνωτάτω συγγένειαν οἰκειότητος δἀνωτάτω συγγένειά ἐστι πολιτεία μία καὶ νόμος αὐτὸς καὶ εἷς θεός, πάντες οἱ ἀπὸ τοῦ ἔθνους προσκεκλήρωνται, — μηδέποτε τὰ παραπλήσια τοῖς προλεχθεῖσι διαμαρτεῖν, ἀλλἔμπαλιν ἀντὶ μὲν τοῦ μεθορμίζειν τοὺς οἰκήτορας καὶ τοῖς ἐν τῇ ξένῃ σποράσιν ἀσφαλῆ κάθοδον παρέξειν, ἀντὶ δὲ τοῦ τὰ τῶν ἄλλων ἀφαιρεῖσθαι χρήματα προσεπιδώσειν τοῖς δεομένοις τὴν ἰδίαν οὐσίαν ἀποφήναντα κοινήν.
§160 Ἀφἧς δἂν ἡμέρας παρέλθῃ τις ἐπὶ τὴν ἀρχήν, κελεύει τὴν Ἐπινομίδα αὐτοχειρίᾳ γράψαι κεφαλαιώδη τύπον περιέχουσαν ἁπάντων τῶν νόμων, βουλόμενος ἔγκολλα τῇ ψυχῇ τὰ διατεταγμένα γενέσθαι· τοῦ μὲν γὰρ ἀναγινώσκοντος ὑπορρεῖ τὰ νοήματα τῇ φορᾷ παρασυρόμενα, τῷ δὲ γράφοντι κατὰ σχολὴν ἐνσφραγίζεται καὶ ἐνιδρύεται, τῆς διανοίας ἐνευκαιρούσης ἑκάστῳ καὶ ἐπερειδούσης ἑαυτὴν καὶ μὴ μετιούσης ἐφἕτερον, πρὶν περιδράξασθαι τοῦ προτέρου βεβαίως. ὅταν μέντοι γράψῃ, πειράσθω καθἑκάστην ἡμέραν ἐντυγχάνειν καὶ ἀναγινώσκειν,
§161 ὑπέρ τε συνεχοῦς καὶ ἀδιαστάτου μνήμης καλῶν καὶ συμφερόντων ἅπασι διαταγμάτων καὶ ὑπὲρ τοῦ βέβαιον ἔρωτα καὶ πόθον αὐτῶν ἐγγενέσθαι, τῆς ψυχῆς ἀεὶ διδασκομένης καὶ ἐξεθιζομένης ἐνομιλεῖν νόμοις ἱεροῖς· αἱ γὰρ μακροχρόνιοι συνήθειαι φιλίαν ἄδολον καὶ καθαρὰν οὐ πρὸς ἀνθρώπους μόνον ἀλλὰ καὶ πρὸς ἰδέας ἀξιεράστους γραμμάτων ἀποτελοῦσι.
§162 τουτὶ δὲ συμβήσεται, ἐὰν μὴ ἑτέρου γράμμασι καὶ ὑπομνήμασιν ἄρχων ἀλλοἷς αὐτὸς ἔγραψεν ἐντυγχάνῃ· τὰ γὰρ ἴδιά πως ἑκάστοις γνωριμώτερα καὶ πρὸς ἀναλήψεις ἑτοιμότερα.
§163 καὶ ἄλλως ἀναγινώσκων ἅμα λογισμὸν ἕξει τοιοῦτον· „ἐγὼ ταῦτἔγραψα τοιοῦτος ἄρχων, μὴ ἑτέρῳ προσχρησάμενος ὑπηρετῶν μυρίων ὄντων· ἆρὅπως βιβλίον ἀποπληρώσω, καθάπερ οἱ μισθοῦ γράφοντες οἱ γυμνάζοντες ὀφθαλμούς τε καὶ χεῖρας, τοὺς μὲν εἰς ὀξυωπίαν, τὰς δἵνα ὦσιν ὀξυγράφοι; — πόθεν; οὐκ ἔστινἀλλὅπως αὐτὰ ἐν βιβλίῳ γράφων εὐθὺς εἰς τὴν ψυχὴν μεταγράφω καὶ ἐναπομάττωμαι τῇ διανοίᾳ θειοτέρους καὶ ἀνεκπλύτους χαρακτῆρας.
§164 οἱ μὲν οὖν ἄλλοι βασιλεῖς βακτηρίας ἔχοντες σκηπτροφοροῦσιν, ἐμοὶ δὲ τὸ σκῆπτρόν ἐστιν βίβλος τῆς Ἐπινομίδος, καύχημα καὶ κλέος ἀνανταγώνιστον, παράσημον ἡγεμονίας ἀνεπιλήπτου πρὸς ἀρχέτυπον τὴν τοῦ θεοῦ βασιλείαν ἀπεικονισθείσης.
§165 ἀεὶ δἐπερειδόμενος καὶ σκηριπτόμενος τοῖς ἱεροῖς νόμοις κτήσομαι δύο τὰ πάντων ἄριστα· ἓν μὲν ἰσότητα, ἧς μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἀλαζονεία γὰρ καὶ τὸ ὑπέραυχον ὀλιγόφρονος ψυχῆς τὸ μέλλον οὐ προορωμένης.
§166 ἰσότης μὲν οὖν τὴν ἐκ τῶν ὑπηκόων εὔνοιαν καὶ ἀσφάλειαν ἀμοιβὰς δικαίας ἀντεκτινόντων ἀπεργάσεται, τὸ δἄνισον κινδύνους σφαλερωτάτους. τούτους μὲν ἀποδράσομαι μισήσας τὴν χορηγὸν σκότους καὶ πολέμων ἀνισότητα, βίον δἀνεπιβούλευτον ἕξω τὴν ἀστασίαστον ἰσότητα τιμήσας, γεννᾷ φῶς καὶ εὐστάθειαν.
§167 ἕτερον δὲ περιποιήσομαι τὸ | μὴ ἐπὶ θάτερα καθάπερ ἐπὶ τρυτάνης ἀντιρρέπειν ἐκτρέπων καὶ πλαγιάζων τὰ διατεταγμένα· πειράσομαι δἄγειν αὐτὰ διὰ λεωφόρου τῆς μέσης ὀρθαῖς καὶ ἀρτίαις βάσεσι χρησάμενος πρὸς μετουσίαν ἀπταίστου βίου.“
§168 βασιλικὴν δεἴωθε Μωυσῆς ὀνομάζειν ὁδὸν τὴν μέσην, ὑπερβολῆς καὶ ἐλλείψεως οὖσαν μεθόριον, καὶ ἄλλως ἐπειδὴ τὸ μέσον ἐν τριάδι τὴν ἡγεμονίδα τάξιν εἴληχεν, ἁρμοζόμενον τὰ παρἑκάτερα εἰς ἕνωσιν ἀδιαλύτῳ δεσμῷ, ὑφὧν καὶ δορυφορεῖται τρόπον βασιλέως.
§169 νομίμου δἄρχοντος ἰσότητα τιμῶντος, ἀδεκάστου, τὰ δίκαια κρίνοντος δικαίως (Deut. 16,20), ἐμμελετῶντος ἀεὶ τοῖς νόμοις, ἆθλον εἶναί φησι τὴν μακροχρόνιον ἡγεμονίαν, οὐχ ἵνα πολυετῆ ζωὴν αὐτῷ χαρίσηται μετὰ τοῦ τὰ κοινὰ πρυτανεύειν, ἀλλἵνα ἀναδιδάξῃ τοὺς ἀγνοοῦντας, ὅτι νόμιμος ἄρχων, κἂν τελευτήσῃ, βίον ζῇ μακραίωνα διὰ τῶν πράξεων, ἃς ἀθανάτους ἀπολέλοιπε μνημεῖα καλοκἀγαθίας ἀκαθαίρετα.
§170 Προσήκει δὲ τῷ τῆς ἀνωτάτω καὶ μεγίστης ἀρχῆς ἀξιωθέντι αἱρεῖσθαι διαδόχους, οἳ συνάρξουσι καὶ συνδικάσουσι καὶ τἄλλα ὅσα κοινωφελῆ συνδιοικήσουσιν. εἷς γὰρ οὐκ ἂν ἐξαρκέσαι, κἂν προθυμότατος καὶ πάντων ἐρρωμενέστατος ἑκάτερον, σῶμα καὶ ψυχήν, πρὸς τὰ μεγέθη καὶ πλήθη τῶν πραγμάτων, ἀπειρηκὼς τῇ φορᾷ τῶν ἐπιχεομένων καθἑκάστην ἡμέραν ἀλλαχόθεν ἄλλων, εἰ μὴ τοὺς συλληψομένους ἔχοι, πάντας ἀριστίνδην ἐπιλελεγμένους φρονήσει, δυνάμει, δικαιοσύνῃ, θεοσεβείᾳ, τῷ μὴ ἐκτρέπεσθαι μόνον ἀλλὰ καὶ μισεῖν ὡς ἐχθρὸν καὶ μέγιστον κακὸν ἀλαζονείαν.
§171 βοηθοὶ γὰρ οὗτοι καὶ παραστάται γένοιντἂν ἀνδρὶ καλῷ κἀγαθῷ τὰ κοινὰ ἐπηχθισμένῳ συνεπικουφίζειν καὶ ἐπελαφρίζειν ἐπιτηδειότατοι. καὶ ἄλλως, ἐπειδὴ τῶν ὑποθέσεων αἱ μέν εἰσι μείζους, αἱ δὲ βραχύτεραι, τὰς μὲν ἐλάττους, ἵνα μὴ περὶ μικρὰ τρίβηται, τοῖς ὑπάρχοις ἐνδίκως ἂν ἐπιτρέψαι, τῶν δὲ μειζόνων ἀναγκαίως αὐτὸς ἂν γένοιτο ἐξεταστὴς ἀκριβέστατος.
§172 μεγάλας δὑποληπτέον ὑποθέσεις οὐχ ἃς οἴονταί τινες, ὅταν ἔνδοξοι πρὸς ἐνδόξους διαφέρωνται καὶ πλούσιοι πρὸς πλουσίους καὶ ἡγεμόνες πρὸς ἡγεμόνας, ἀλλἔμπαλιν ὅταν ἰδιῶται καὶ ἄποροι καὶ ἄδοξοι πρὸς δυνατωτέρους, οἷς πρὸς τὸ μηδὲν ἀνήκεστον παθεῖν μία ἐλπὶς δικαστής.
§173 ἑκατέρου δὲ τῶν εἰρημένων σαφῆ παραδείγματα εὑρεῖν ἔστιν ἐν τοῖς ἱεροῖς νόμοις, μιμεῖσθαι καλόν. ἦν γάρ ποτε χρόνος, ἐν μόνος αὐτὸς ἐβράβευε τὰ περὶ δίκας Μωυσῆς ἕωθεν εἰς νύκτα πονούμενος· ἀλλαὖθις ἀφικόμενος πενθερὸς καὶ συνιδὼν ὅσῳ βάρει πιέζεται πραγμάτων, ἐπισυρρεόντων ἀεὶ τῶν τὰς ἀμφισβητήσεις ἐχόντων, ἄριστα συνεβούλευσεν ἑλέσθαι διαδόχους, ἵνοἱ μὲν τὰ βραχύτερα κρίνωσιν, αὐτὸς δἐφεδρεύῃ τοῖς μείζοσι καιροὺς εἰς ἀνάπαυλαν αὑτῷ διδούς.
§174 πεισθεὶς δὲ τοῖς λεγομένοιςκαὶ γὰρ ἦν συμφέροντατοὺς δοκιμωτάτους ἐξ ἅπαντος τοῦ πλήθους ἑλόμενος ὑπάρχους ἅμα καὶ δικαστὰς καθίστησι, κελεύσας τὰς μείζους κρίσεις ἐπαὐτὸν ἀνάγειν.
§175 ταύτην τὴν πρόσταξιν ἀνάγραπτον αἱ ἱεραὶ βίβλοι περιέχουσιν εἰς τὴν τῶν καθἑκάστην γενεὰν ἀρχόντων διδασκαλίαν, ἵνα πρῶτον μὲν μὴ ἀποδοκιμάζωσι συμβούλους ὡς ἱκανοὶ πάντα περιαθρεῖν, Μωυσέως οὐκ ἀποδοκιμάσαντος τοῦ πανσόφου καὶ θεοφιλοῦς, ἔπειτα δὲ ἵνα δευτέρους καὶ τρίτους ἡγεμόνας αἱρῶνται, φροντίζοντες τοῦ μὴ περὶ μικρὰ τριβόμενοι τῶν ἀναγκαιοτέρων ἀμελεῖν· ἀμήχανον γὰρ ἐφἅπαντα φθάνειν φύσιν ἀνθρωπίνην.
§176 ἓν μὲν δὴ τῶν παραδειγμάτων μεμήνυται· τοῦ δὲ δευτέρου τὴν πίστιν ἐφαρμοστέον. μεγάλας ἔφην εἶναι δίκας τὰς τῶν ταπεινοτέρων· ἀσθενὲς δὲ καὶ ταπεινὸν χήρα καὶ ὀρφανὸς καὶ ἐπήλυτος· τούτοις χρὴ δικάζειν τὸν ἀνωτάτω βασιλέα καὶ τὴν ἐφἅπασιν ἀναψάμενον ἀρχήν, ἐπεὶ κατὰ Μωυσέα καὶ τῶν ὅλων ἡγεμὼν θεὸς οὐκ ἐσκοράκισεν αὐτοὺς τῆς ἀφαὑτοῦ δικαιονομίας.
§177 ὑμνήσας γὰρ τὰς τοῦ ὄντος ἀρετὰς ἱεροφάντης τὸν τρόπον τοῦτον· „ θεὸς μέγας καὶ κραταιός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον ποιῶν κρίσιν” (Deut. 10, 17. 18), ἐπιλέγειτίσιν κρίσις; οὐ σατράπαις καὶ τυράννοις καὶ γῆς καὶ θαλάττης ἀναψαμένοις τὸ κράτος, ἀλλ’ „ἐπηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ”·
§178 τῷ μὲν ὅτι τοὺς συγγενεῖς, οὓς μόνους εἰκὸς ἔχειν συναγωνιστάς, ἐχθροὺς ἀσυμβάτους εἰργάσατο ἑαυτῷ μεταναστὰς εἰς ἀλήθειαν καὶ τὴν τοῦ ἑνὸς τιμίου τιμὴν ἀπὸ μυθικῶν πλασμάτων καὶ πολυαρχίας, γονεῖς καὶ πάπποι καὶ πρόγονοι καὶ πάντες οἱ ἀφαἵματος τοῦ στειλαμένου τὴν καλὴν ἀποικίαν ταύτην ἐξετίμησαν· τῷ δἐπειδὴ πατρὸς καὶ μητρὸς τῶν ἐκ φύσεως βοηθῶν καὶ ὑπερμάχων ἐστέρηται, δυνάμεως τῆς μόνης εἰς συμμαχίαν ἀναγκαίας ἐρημωθείς· τῇ δὅτι τὸν διαδεξάμενον ἄνδρα τὴν τῶν γονέων ἐπιμέλειαν καὶ προστασίαν ἀφῄρηται· γυναικὶ γὰρ ἀνὴρ εἰς κηδεμονίαν, ὥσπερ γονεῖς παρθένῳ.
§179 σχεδὸν δὲ καὶ τὸ σύμπαν Ἰουδαίων ἔθνος ὀρφανοῦ λόγον ἔχει συγκρινόμενον τοῖς ἁπανταχοῦ πᾶσι· τὰ μὲν γάρ, ὁπότε μὴ θεήλατοι κατασκήπτοιεν συμφοραί, διὰ τὰς ἐν τοῖς ἔθνεσιν ἐπιμιξίας οὐκ ἀπορεῖ βοηθῶν κοινοπραγούντων, τῷ δἥκιστά τις συναγωνίζεται νόμοις ἐξαιρέτοις χρωμένῳ· σεμνοὶ δεἰσὶν ἐξ ἀνάγκης, ἅτε πρὸς τὴν ἄκραν ἀρετὴν ἀλείφοντες· τὸ δὲ σεμνὸν αὐστηρόν, τοῦτο δ πολὺς ὅμιλος ἀνθρώπων ἀποστρέφεται διὰ τὴν ἡδονῆς ἀποδοχήν.
§180 ἀλλὅμως τῆς ὀρφανίας αὐτοῦ καὶ ἐρημίας ἔλεον καὶ οἶκτόν φησι Μωυσῆς ἀεὶ λαμβάνειν τὸν ἡγεμόνα τῶν ὅλων προσκεκλήρωται, διότι τοῦ σύμπαντος ἀνθρώπων γένους ἀπενεμήθη οἷά τις ἀπαρχὴ τῷ ποιητῇ καὶ πατρί.
§181 τὸ δαἴτιον αἱ τῶν ἀρχηγετῶν τοῦ ἔθνους περιμάχητοι δικαιοσύναι καὶ ἀρεταί, αἳ καθάπερ φυτὰ ἀθάνατα διαμένουσιν ἀειθαλέα καρπὸν φέρουσαι τοῖς ἀπογόνοις σωτήριον καὶ πρὸς πάντα ὠφέλιμον, κἂν αὐτοὶ τύχωσι διαμαρτάνοντες ἰάσιμα ἀλλὰ μὴ παντελῶς ἀνίατα.
§182 μὴ μέντοι νομίσας τις ἀγαθὸν εἶναι τέλειον τὴν εὐγένειαν ὀλιγωρείτω καλῶν πράξεων, λογιζόμενος ὅτι μείζονος ὀργῆς ἄξιος τυγχάνειν ἐστὶν γεννηθεὶς μὲν ἐκ τῶν ἀρίστων, αἰσχύνην δἐπιφέρων τοῖς γεννήσασι διὰ τὴν τῶν τρόπων κακίαν· ἔχων γὰρ οἰκεῖα παραδείγματα καλοκἀγαθίας μιμήσεται καὶ μηδὲν ἀποματτόμενος εἰς ὑγιαίνοντος βίου κατόρθωσιν ἐπίληπτος.
§183 Ἀπαγορεύει δ νόμος τῷ τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν κοινῶν ἀνειληφότι δικαιοτάτην ἀπαγόρευσιν, μὴ πορεύεσθαι δόλῳ ἐν τῷ ἔθνει· ψυχῆς γὰρ ἀνελευθέρου καὶ σφόδρα δουλοπρεποῦς ἐπίβουλα ἤθη συσκιαζούσης ὑποκρίσει τὸ ἔργον.
§184 τὸν γὰρ ἄρχοντα οὕτως χρὴ προεστάναι τῶν ὑπηκόων ὡς πατέρα παίδων, ἵνα καὶ αὐτὸς ὡς ὑπὸ γνησίων υἱῶν ἀντιτιμᾶται· διὸ κοινοὶ πόλεων καὶ ἐθνῶν γονεῖς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄρχοντές εἰσιν οἱ ἀγαθοί, τὴν ἴσην, ἔστι δὅτε καὶ περιττοτέραν εὔνοιαν ἐπιδεικνύμενοι· τοὺς δἐπὶ λύμῃ καὶ ζημίᾳ τῶν ὑπηκόων μεγάλας περιβαλλομένους δυναστείας οὐκ ἄρχοντας ἀλλἐχθροὺς προσαγορευτέον, τὰ πολεμίων ἀσυμβάτων δρῶντας.
§185 οὐ μὴν ἀλλὰ καὶ οἱ δολερῶς ἀδικοῦντες πονηρότεροι τῶν φανερῶς ἐναντιουμένων εἰσίν, εἴ γε τοὺς μὲν ἔνεστι ῥᾳδίως ἀμύνασθαι γυμνὴν ἀπαμπίσχοντας τὴν δυσμένειαν, τῶν δἐστὶ δύσληπτος καὶ δυσθήρατος μοχθηρία καθάπερ ἐν θεάτρῳ σκευὴν ἀλλοτρίαν ἀναλαμβανόντων εἰς ἀπόκρυψιν ἀληθοῦς ὄψεως.
§186 φθάνει δὲ τὸ τῆς ἀρχῆς εἶδος καὶ διαδέδυκεν, ὀλίγου δέω φάναι, πρὸς ἅπαντα τὰ τοῦ βίου μέρη, διαφέρον αὐτὸ μόνον μεγέθει καὶ τῷ ποσῷ. ὅπερ γὰρ πόλεως βασιλεύς, τοῦτο καὶ κώμης πρῶτος καὶ οἰκίας δεσπότης καὶ νοσούντων ἰατρός, καὶ στρατοπέδου μὲν στρατηγός, ναύαρχος δἐπιβατικοῦ καὶ πληρωμάτων, καὶ πάλιν φορτίδων μὲν καὶ ὁλκάδων ναύκληρος, κυβερνήτης δὲ πλωτήρων· οἳ πάντες δύνανται μὲν ἄμφω τό τε εὖ καὶ τὸ χεῖρον, βούλεσθαι δὀφείλουσι τὸ ἄμεινον· τὸ ἄμεινον δἐστὶν ὠφελεῖν ἀλλὰ μὴ βλάπτειν ὅσους ἂν οἷόν τε .
§187 τὸ γὰρ ἕπεσθαι θεῷ τοῦτἐστίν, ἐπεὶ κἀκείνῳ δύναμις μέν ἐστι δρᾶν ἑκάτερα, βούλεται δὲ μόνα τἀγαθά. μηνύει δὲ τοῦ κόσμου γένεσίς τε καὶ διοίκησις· τὰ γὰρ μὴ ὄντα ἐκάλεσεν εἰς τὸ εἶναι τάξιν ἐξ ἀταξίας καὶ ἐξ ἀποίων ποιότητας καὶ ἐξ ἀνομοίων ὁμοιότητας καὶ ἐξ ἑτεροιοτήτων ταυτότητας καὶ ἐξ ἀκοινωνήτων καὶ ἀναρμόστων κοινωνίας καὶ ἁρμονίας καὶ ἐκ μὲν ἀνισότητος ἰσότητα ἐκ δὲ σκότους φῶς ἐργασάμενος· ἀεὶ γάρ ἐστιν ἐπιμελὲς αὐτῷ καὶ ταῖς εὐεργέτισιν αὐτοῦ δυνάμεσι τὸ πλημμελὲς τῆς χείρονος οὐσίας μεταποιεῖν καὶ μεθαρμόζεσθαι
§188 πρὸς τὴν ἀμείνω. ταῦτα μιμεῖσθαι προσήκει τοὺς ἀγαθοὺς ἄρχοντας, εἴ γέ τις αὐτοῖς φροντίς ἐστιν ἐξομοιώσεως τῆς πρὸς θεόν. ἐπεὶ δὲ ὑπορρεῖ μυρία καὶ λανθάνει τὸν ἀνθρώπινον νοῦν, ἅτἐνδεδεμένον αἰσθήσεων ὄχλῳ τοσούτῳ παραγαγεῖν καὶ ἀπατῆσαι ψευδέσι δόξαις ἱκανωτάτῳ, μᾶλλον δἐντετυμβευμένον θνητῷ σώματι, κυρίως ἄν τις σῆμα καλέσειε, μηδεὶς αἰδείσθω δικαστὴς ὁμολογῶν ἀγνοεῖν ὅπερ ἀγνοεῖ.
§189 πρῶτον μὲν γὰρ ψευδόμενος αὐτὸς αὑτοῦ γενήσεται χείρων, ἀλήθειαν ὑπερόριον τῆς ψυχῆς πεφυγαδευκώς· ἔπειτα δὲ μυρία βλάψει τοὺς κρινομένους, τυφλὴν γνῶσιν ἀποφαινόμενος τῷ μὴ βλέπειν τὰ δίκαια.
§190 ὅταν οὖν ἀμαυρὰν ποιῆται τὴν ἀντίληψιν τῶν πραγμάτων ἀσάφειαν καὶ πολὺ σκότος ἀπεργαζομένων, παραιτείσθω τὰς κρίσεις καὶ ἀναπεμπέτω πρὸς ἀκριβεστέρους δικαστάς· οὗτοι δὲ τίνες ἂν εἶεν ἱερεῖς καὶ τῶν ἱερέων ἔξαρχος καὶ ἡγεμών;
§191 οἱ γὰρ λειτουργοὶ θεοῦ γνήσιοι τὴν διάνοιαν ἐπιμελῶς ἠκόνηνται, τὸ παρὰ μικρὸν οὐ μικρὸν σφάλμα ἡγούμενοι, διὰ τὰς ἐν ἅπασιν ὑπερβολὰς τοῦ θεραπευομένου βασιλέωςδιὸ καὶ προστέτακται πᾶσι τοῖς ἱερωμένοις νηφαλίους θύειν, ἵνα μηδὲν τοῦ παραπαίειν καὶ παραληρεῖν φάρμακον ὑπεισελθὸν τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀμαυρώσῃ—,
§192 τάχα δἐπειδὴ καὶ πρὸς ἀλήθειαν ἱερεὺς εὐθύς ἐστι προφήτης, οὐ γένει μᾶλλον ἀρετῇ παρεληλυθὼς ἐπὶ | τὴν τοῦ ὄντως ὄντος θεραπείαν, προφήτῃ δοὐδὲν ἄγνωστον, ἔχοντι νοητὸν ἥλιον ἐν αὑτῷ καὶ ἀσκίους αὐγάς, εἰς ἐναργεστάτην κατάληψιν τῶν αἰσθήσει μὲν ἀοράτων διανοίᾳ δὲ καταληπτῶν.
§193 Πάλιν οἱ σταθμία καὶ ζυγὰ καὶ μέτρα διαχειρίζοντες ἔμποροι καὶ κάπηλοι καὶ ἀγοραῖοι καὶ ὅσοι ἄλλοι τὰ πρὸς τὸ ζῆν ὤνια πιπράσκουσι ξηρά τε καὶ ὑγρὰ τάττονται μὲν ὑπἀγορανόμοις, ὀφείλουσι δαὐτοὶ ἑαυτῶν, ἐὰν σωφρονῶσιν, ἄρχοντες εἶναι, μὴ φόβῳ τὰ δίκαια δρῶντες ἀλλἑκουσίῳ γνώμῃ· τοῦ γὰρ μετἀνάγκης τὸ αὐτοκέλευστον κατόρθωμα τιμιώτερον πανταχοῦ.
§194 διὸ προστάττει τοῖς καπήλοις καὶ ἐμπόροις καὶ εἴ τινες ἄλλοι τὴν τοιαύτην προαίρεσιν ἐπανῄρηνται τοῦ βίου ζυγὰ δίκαια καὶ σταθμία καὶ μέτρα παρασκευάζεσθαι, μηδὲν ἐπὶ βλάβῃ τῶν ὠνουμένων κακοτεχνοῦντας, ἀλλἀπἐλευθέρας καὶ ἀδόλου ψυχῆς ἕκαστα καὶ λέγειν καὶ πράττειν ἐκεῖνο λογιζομένους, ὅτι τὰ μὲν ἄδικα κέρδη βλαβερώτατα, δὲ μετὰ δικαιοσύνης πλοῦτος ἀναφαίρετος.
§195 Ἐπεὶ δὲ φιλεργίας ἆθλα μισθοὶ πρόκεινται τοῖς δημιουργοῖς, δημιουργοῦσι δὲ οἱ ἐν ἐνδείαις, ἀλλοὐχ οἷς ἄφθονοι περιουσίαι, κελεύει μὴ ὑπερτίθεσθαι τὰς δόσεις, ἀλλαὐτῇ παρέχειν ἡμέρᾳ τὸν διομολογηθέντα μισθόν. ἄτοπον γὰρ τὰ μὲν ἐκ τῆς τῶν πενήτων ὑπηρεσίας ἀπειληφέναι τοὺς εὐπόρους, τὰς δἀντὶ τούτων ἀμοιβὰς μὴ ἀντιπαρασχεῖν ἀπόροις εὐθὺς περιουσίᾳ ζῶντας.
§196 ἆροὐκ ἐναργῆ δείγματα ταῦτἐστὶ προφυλακῆς μειζόνων ἀδικημάτων; γὰρ μηδὲ μισθὸν τὸν πάντως ἀποδοθησόμενον ἐῶν ἐκπρόθεσμον γενέσθαι, προθεσμίαν ὁρίσας ἑσπέραν, ἐν δεήσει τὸν δημιουργὸν ἀπαλλαττόμενον οἴκαδε κομίσασθαι τὴν ἀμοιβήν, οὗτος οὐ πολὺ πρότερον ἁρπαγὴν ἀπαγορεύει καὶ κλοπὴν καὶ χρεωκοπίαν καὶ ὅσα τούτοις ὁμοιότροπα, διαπλάττων καὶ διαμορφῶν τὴν ψυχὴν πρὸς δόκιμον εἶδος τὸ καλοκἀγαθίας αὐτῆς;
§197 Εὖ μέντοι κἀκεῖνο διείρηται, ὅπως μηδεὶς μηδένα βλασφημῇ καὶ κακηγορῇ, καὶ μάλιστα κωφὸν οὔτε αἴσθησιν ὧν ἀδικεῖται δυνάμενον λαβεῖν οὔτε ἐν τοῖς ἴσοις αὐτὸ τοῦτο ἀμύνασθαι. μάχη γὰρ πασῶν ἐκνομωτάτη, καθἣν τὸ μὲν ἕτερον μέρος ἐν τῷ δρᾶν ἐξετάζεται, τὸ δἕτερον ἐν τῷ μόνον πάσχειν.
§198 τοῖς δὲ κακηγοροῦσι τοὺς ἀναύδους καὶ τὰ ὦτα βεβλαμμένους ὅμοιον ἀδίκημα δρῶσιν οἱ τυφλοῖς ὀλίσθους ἐμποιοῦντες καὶ ἕτερἄττα ἐν ποσὶ τιθέντες· ἀνάγκη γάρ, οὐχ οἵους τε ὄντας ὑπερβαίνειν διἄγνοιαν, περιπταίοντας ἀμφότερα καὶ τῆς ὁδοῦ διαμαρτάνειν καὶ τὰς βάσεις βλάπτεσθαι.
§199–238
§199 τοῖς δὲ τῶν τοιούτων ἐργάταις τε καὶ ζηλωταῖς ἐπανατείνεται θεοῦ φόβον νόμος, εἰκότως καὶ προσηκόντως, ἐπειδὴ μόνος οὗτος τὴν χεῖρα ὑπερέχει καὶ προασπίζει τῶν αὑτοῖς βοηθεῖν ἀδυνατούντων· καὶ μόνον οὐκ ἄντικρύς φησι τοῖς ἀδικοπραγοῦσι τοὺς μὲν πεπλημμελημένους·
§200 κενοὶ φρενῶν, λήσεσθαι νομίζετε γέλωτα ἡγούμενοι τὰς ἐκείνων συμφορὰς καὶ εἰς ταῦτα ἐξαμαρτάνοντες, περὶ συμβέβηκεν ἀτυχεῖν αὐτοῖς, ὦτα μὲν διὰ κακηγοριῶν, ὀφθαλμοὺς δὲ διὰ τῶν ἐν ποσὶν ὀλίσθων; τὸν δὲ πάντων ἔφορον καὶ δίοπον θεὸν οὐδέποτε λήσεσθε κακοπραγίαις ἀθλίων ἀνθρώπων ἐπεμβαίνοντες, ὡς τὰς ὁμοίας κῆρας οὐκ ἐνδεξόμενοι, σῶμα μὲν πάσαις ἁλωτὸν νόσοις περιφέροντες, αἰσθήσεις δἐπικήρως ἐχούσας, αἳ μικρᾶς ἕνεκα καὶ τῆς τυχούσης προφάσεως οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀνιάτους ὑπομένουσι πηρώσεις.“
§201 τοὺς οὖν ἐπιλελησμένους μὲν ἑαυτῶν, ἐπικυδεστέρους δοἰομένους εἶναι τῆς φυσικῆς ἀνθρώπων ἀσθενείας, ἐκπεφευγέναι δὲ τὰς ἀδήλους καὶ ἀτεκμάρτους τῆς τύχης ἐπιβουλάς, πολλάκις αἰφνιδίους σκηπτοὺς ἐπέρριψε καὶ εὐπλοίᾳ βίου χρωμένους μόνον οὐκ ἐν αὐτοῖς λιμέσιν εὐδαιμονίας κατέκλυσε, τί δεῖ μεγαλαυχεῖν καὶ ἐπεμβαίνειν συμφοραῖς ἑτέρων, μηδὲ τὴν πάρεδρον δίκην τοῦ πάντων ἡγεμόνος αἰδουμένους, θέμις ἀκοιμήτοις καὶ ὀξυωπεστάτοις ὄμμασι καὶ τὰ ἐν μυχοῖς ὡς ἐν ἡλίῳ καθαρῷ περιαθρεῖν;
§202 οὗτοί μοι δοκοῦσι μηδἂν τετελευτηκότων ἀποσχέσθαι διὑπερβολὴν ὠμότητος, ἀλλὰ (τὸ λεγόμενον δὴ τοῦτο παρὰ τοῖς πολλοῖς) μὴ ἂν ὀκνῆσαι νεκροὺς ἐπισφάττειν, ἐπεὶ καὶ μέρεσι τοῖς τρόπον τινὰ προτεθνηκόσιν ἐναλύειν καὶ ἐνυβρίζειν ἀξιοῦσινὀφθαλμοί τε γὰρ μὴ βλέποντες νεκροὶ καὶ ὦτα μὴ ἀκούοντα —, ὥστεἰ καὶ οὗ μέρη ταῦτἐστὶν ἐξ ἀνθρώπων ἀφανισθείη, τὸ ἀνηλεὲς καὶ ἀσύμβατον ἐπιδείξονται, μηδὲν ἀνθρώπινον καὶ συμπαθὲς δράσαντες, τετελευτηκόσι καὶ πρὸς ἐχθρῶν ἐν ἀκηρύκτοις πολέμοις σῴζεται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
§203 Ἁρμονίαν δέ τινα στοιχηδὸν ἑξῆς τίθησιν ὁμοιοτρόπων παραγγελμάτων, φάσκων τὰ κτήνη μὴ ὀχεύειν ἑτεροζύγοις, τὸν ἀμπελῶνα μὴ κατασπείρειν δίφορον, ἱμάτιον ἐκ δυοῖν ὑφασμένον, κίβδηλον ἔργον, μὴ ἀμπέχεσθαι. λέλεκται δὲ τὸ μὲν πρῶτον ἐν τοῖς κατὰ μοιχῶν, πρὸς ἔμφασιν τρανοτέραν τοῦ μὴ δεῖν ἀλλοτρίοις γάμοις ἐφεδρεύειν, φθείροντας μὲν ἤθη γυναικῶν, φθείροντας δὲ καὶ τὰς ἐπὶ τέκνων σπορᾷ γνησίων χρηστὰς ἐλπίδας· γὰρ τὰς ἐν ἀλόγοις ζῴοις ἑτερογενῶν ὀχείας ἀπηγορευκὼς ἔοικε πόρρωθεν ἀνακοπὴν μοιχῶν ἐργάζεσθαι.
§204 λεκτέον δὲ καὶ νῦν ἐν τοῖς περὶ δικαιοσύνης· τὸ γὰρ αὐτὸ πλείοσιν ἐφαρμόττειν, εἰ δύναιτό πως, οὐ παρετέον. ἔστιν οὖν δίκαιον εἰς ταὐτὸν ἄγειν τὰ δυνάμενα κοινωνεῖν· τὰ δὁμογενῆ πέφυκεν εἰς κοινωνίαν, ἐπεὶ καὶ ὅσα ἑτερογενῆ κατὰ τοὐναντίον ἄμικτα καὶ ἀκοινώνητα, οἷς μηχανώμενος ἐκθέσμους ὁμιλίας ἄδικος, νόμον φύσεως ἀναιρῶν.
§205 δὄντως ἱερὸς νόμος τοσαύτῃ προμηθείᾳ κέχρηται τοῦ δικαίου, ὥστοὐδἄροτον γῆς ἐπιτρέπει ποιεῖσθαι διὰ τῶν τὴν ἰσχὺν ἀνίσων, ἀλλἐν ταὐτῷ καταζεύξαντας ὄνον τε καὶ μόσχον ἀροτριᾶν ἐκώλυσεν, ἵνα μὴ περιττῇ δυνάμει τοῦ μᾶλλον ἐρρωμένου τὸ ἀσθενέστερον ἁμιλλᾶσθαι βιασθὲν ἀπείπῃ καὶ προκάμῃ.
§206 καίτοι τὸ μὲν ἐρρωμενέστερον, ὁὁ ταῦρος, ἐν τῇ τάξει τῶν καθαρῶν ζῴων ἀναγράφεται, τὸ δἀσθενέστερον, ὁὁ ὄνος, ἐν τῇ τῶν μὴ καθαρῶν. ἀλλὅμως καὶ τοῖς χείροσιν εἶναι δοκοῦσιν οὐκ ἐφθόνησεν ὠφελείας τῆς ἀπὸ τοῦ δικαίου, πρὸς ἀναγκαιοτάτην μάθησιν, ὥς γοἶμαι, δικαστῶν, ἵνα μηδὲν ἐν ταῖς κρίσεσιν ἐλαττῶσι τοὺς δυσγενεῖς ἐν οἷς οὐ γένους ἀλλἀρετῆς κακίας ἐστὶν ἐξέτασις.
§207 ἐμφερές ἐστι τούτοις διάταγμα καὶ τὸ τελευταῖον τῶν ἐν τῇ συζυγίᾳ, τὸ μὴ συνυφαίνειν τὰς ἑτεροειδεῖς οὐσίας, ἔρια καὶ λίνα· καὶ γὰρ ἐπὶ τούτων οὐ μόνον διαφορότης ἀκοινώνητον, ἀλλὰ καὶ ἐπικράτεια θατέρου ῥῆξιν ἀπεργαζομένη μᾶλλον ἕνωσιν, ὅταν δέῃ χρῆσθαι.
§208 μέσον ἦν τῆς ἐν συζυγίᾳ τριάδος τὸ μὴ κατασπείρειν ἀμπελῶνα δίφορον. πρῶτον μέν, ἵνα μὴ φύρηται συγχεόμενα τὰ γένους ὄντα ἑτέρου· σπαρτὰ γὰρ δένδροις καὶ δένδρα σπαρτοῖς ἀνοίκεια. παρὸ καὶ φύσις οὐ τὴν αὐτὴν προθεσμίαν ἀμφοτέροις ὥρισεν εἰς τὴν τῶν ἐτησίων καρπῶν γένεσιν, ἀλλὰ τοῖς μὲν εἰς ἄμητον ὥραν ἀπένειμε τὸ ἔαρ, τοῖς δεἰς συγκομιδὴν ἀκροδρύων λῆγον θέρος.
§209 συμβαίνει γοῦν κατὰ τὸν αὐτὸν χρόνον τὰ μὲν ἀφαυαίνεσθαι προανθήσαντα, τὰ δὲ βλαστάνειν προαφαυανθέντα· χειμῶνι μὲν γὰρ φυλλορροούντων δένδρων τὰ σπαρτὰ ἀνθεῖ, ἔαρι δὲ κατὰ τοὐναντίον αὐαινομένων ὅσα σπαρτὰ βλαστάνουσιν αἱ δένδρων ἡμέρων τε καὶ ἀγρίων ὗλαι· καὶ σχεδὸν αὐτὸς ὅρος ἐστίν, ἐν οἱ μὲν τῶν σπαρτῶν καρποὶ τελειοῦνται, οἱ δὲ τῶν δένδρων ἀρχὴν γενέσεως λαμβάνουσιν.
§210 εἰκότως οὖν τὰ τοσοῦτον ἀλλήλων διηρτημένα καὶ ταῖς φύσεσι καὶ ταῖς ἀνθήσεσι καὶ τοῖς εἰς τὸ γεννᾶν τὰ οἰκεῖα καιροῖς διέζευξε καὶ διῴκισε τάξιν ἐξ ἀταξίας εἰσηγούμενος· τάξει μὲν γὰρ συγγενὲς κόσμος, ἀταξίᾳ δὲ τὸ ἄκοσμον.
§211 δεύτερον δέ, ἵνα μὴ ἑκάτερα τὰ εἴδη βλάπτηταί τε καὶ ἀντιβλάπτῃ, τὴν τροφὴν τὰ ἕτερα τῶν ἑτέρων παρασπώμενα, ἧς κατακερματιζομένης, οἷα ἐν λιμῷ καὶ σπάνει, ἀναγκαίως τὰ φυτὰ πάντα διὰ πάντων ἐξασθενήσει καὶ στείρωσιν ἐνδέξεται πρὸς τὸ παντελὲς ἀφορήσαντα εὐγενεῖς καρποὺς οὐδέποτε οἴσει προεξασθενήσαντα ταῖς ἐνδείαις.
§212 τρίτον δέ, ὅπως ἀρετῶσα γῆ μὴ πιέζηται βαρυτάτοις ἄχθεσι, τοῦτο μὲν ὑπὸ τῆς τῶν σπειρομένων ἐν ταὐτῷ καὶ φυομένων συνεχοῦς καὶ ἐπαλλήλου πυκνότητος, τοῦτο δὑπὸ τῆς τῶν καρπῶν διπλασιαζομένης φορᾶς. ἀπόχρη γὰρ ἐξ ἑνὸς χωρίου λαμβάνειν ἕνα δασμὸν ἐτήσιον τῷ κεκτημένῳ, καθάπερ ἐκ πόλεως βασιλεῖ· τὸ δὲ φόρους ἐπιχειρεῖν πλείους ἐκλέγειν φιλοχρηματίας ὑπερβαλλούσης ἔργον ἐστίν, καὶ τὰ φύσεως ἀνατρέπεται νόμιμα.
§213 διὸ φαίη ἂν νόμος τοῖς ἐγνωκόσι τοὺς ἀμπελῶνας ἕνεκα πλεονεξίας κατασπείρειν· „μὴ χείρους γίνεσθε τῶν ὅπλοις καὶ στρατείαις πόλεις καὶ χώρας ὑπηγμένων βασιλέων, οἳ προνοίᾳ τοῦ μέλλοντος καὶ ἅμα φειδοῖ τῶν ὑπηκόων ἕνα δασμὸν ἐτήσιον ἐκλέγειν ἀξιοῦσι, στοχαζόμενοι τοῦ μὴ βραχεῖ καιρῷ κατὰ τὸ παντελὲς εἰς ἐσχάτην ἀπορίαν αὐτοὺς ἀγαγεῖν.
§214 ὑμεῖς δἐὰν ἐκ τοῦ αὐτοῦ ἐδάφους ἔαρι μὲν τοὺς κριθῶν καὶ πυρῶν φόρους ἀναπράττητε, θέρει δὲ τοὺς τῶν ἀκροδρύων, διπλασίοις αὐτὸ δασμοῖς ἐκτραχηλιεῖτε· ἀπαγορεύσει γὰρ κατὰ τὸ εἰκὸς ἀθλητοῦ τρόπον οὐκ ἐωμένου διαπνεῖν καὶ συλλέγεσθαι δύναμιν εἰς ἑτέρας ἀγωνίας ἀρχήν.
§215 ἀλλἐοίκατε ῥᾳδίως ὧν διεταξάμην κοινωφελῶν ἐκλανθάνεσθαι· εἰ γοῦν ἐμέμνησθε τῆς περὶ τοῦ ἑβδόμου ἔτους εἰσηγήσεως, καθἣν ἐδικαίωσα τὴν ἱερὰν χώραν ἐξανίεσθαι μηδενὶ τῶν κατὰ γεωργίαν ἔργων ἀποτρυχομένην ἕνεκα τῶν ἐν ἑξαετίᾳ πόνων, οὓς ὑπέστη καρποφοροῦσα ταῖς ἐτησίοις ὥραις κατὰ τοὺς τῆς φύσεως θεσμούς, οὐκ ἂν ἐπινεανιευόμενοι καὶ ἐπιχειρονομοῦντες ταῖς πλεονεξίαις καινοὺς σπόρους ἐπενοεῖτε τὴν δενδρίτιδα γῆν καὶ μάλιστα τὴν ἀμπελόφυτον κατασπείροντες, ἵνα διτταῖς προσόδοις καθἕκαστον ἐνιαυτὸν ἀμφοτέραις ἀδίκοις αὔξητε τὰς οὐσίας ὑπὸ φιλοχρηματίας, ἐκνόμου ἐπιθυμίας, ἀργυρολογοῦντες.
§216 οὐ γὰρ ἂν ὑπομείναι αὐτὸς ἔτει τε ἑβδόμῳ τὰ οἰκεῖα χωρία ἀνιέναι μὴ προσοδευόμενος, ὑπὲρ τοῦ τὴν γῆν ἀνακτήσασθαι πονηθεῖσαν, καὶ βαρύνειν αὐτὴν καὶ πιέζειν διττοῖς ἄχθεσιν.
§217 ἀναγκαίως οὖν ἀπεφηνάμην τῶν τοιούτων κτημάτων ἀνίερον εἶναι καὶ ἄναγνον τό τε τῆς ὀπώρας γέννημα καὶ τὸν τοῦ σπόρου καρπόν, διότι αὐχενίζεται τρόπον τινὰ καὶ ἄγχεται πνεῦμα ζῳοφυτοῦν ἐν ἀρετώσῃ γῇ καὶ ὅτι ταῖς τοῦ θεοῦ δωρεαῖς κεκτημένος ἐναλύει καὶ ἐνσπαθᾷ προσαναρρηγνὺς τὰς ἀδίκους ἐπιθυμίας αὑτοῦ, μέτροις αὐτὰς μὴ περιορίζων.“
§218 ἆροὐκ ἄξιον ἐρασθῆναι τῶν τοιούτων ὑφηγήσεων, αἳ μακρόθεν τῶν ἐπἀνθρώποις πλεονεξιῶν τὴν λύσσαν ἀνείργουσι καὶ ἀνακόπτουσιν; γὰρ ἀπομαθὼν ἐν φυτοῖς ἰδιώτης κέρδος ἄδικον, εἰ λαβόμενος μειζόνων πραγμάτων γένοιτο βασιλεύς, χρήσεται τῷ ἔθει πρὸς ἄνδρας ὁμοῦ καὶ γυναῖκας οὐ διττοὺς φόρους ἀναπράττων οὐδὲ διττοῖς δασμοῖς τοὺς ὑπηκόους ἐκτραχηλίζων· ἱκανὸν γὰρ τὸ σύντροφον ἔθος μαλάξαι σκληρὰ ἤθη καὶ τρόπον τινὰ παιδαγωγῆσαι καὶ διαπλάσαι πρὸς βελτίονας τύπους· τύποι δἀμείνους εἰσίν, οὓς ἐνσφραγίζεται ψυχῇ δικαιοσύνη.
§219 Ταῦτα μὲν ἑνὶ ἑκάστῳ νομοθετεῖ. καθολικώτεραι δὲ προστάξεις εἰσὶν ἕτεραι, ἃς ἅπαντι τῷ ἔθνει κοινῇ διαγορεύει, παραινῶν ὡς προσενεκτέον οὐ φίλοις καὶ συμμάχοις αὐτὸ μόνον ἀλλὰ καὶ τοῖς τῆς συμμαχίας ἀφισταμένοις.
§220 ἐὰν γάρ, φησίν, εἴσω τειχῶν κατακλείσαντες αὑτοὺς ἀπαυχενίζωσιν, ὑμετέρα νεότης εὐοπλοῦσα μετὰ τῶν εἰς πόλεμον παρασκευῶν ἐπίτω καὶ στρατόπεδον ἐν κύκλῳ βαλλομένη καραδοκείτω μηδὲν ὀργῇ πρὸ λογισμοῦ χαριζομένη, βεβαιότερον ὅπως καὶ σταθερώτερον ἐγχειρῇ τοῖς πρακτέοις.
§221 εὐθὺς οὖν πεμπέτω κήρυκας τοὺς προκαλεσομένους εἰς συμβάσεις καὶ ἅμα τὸ ἀξιόμαχον τῆς παριδρυμένης δυνάμεως δηλώσοντας· καὶ ἐὰν μὲν ἐφοἷς ἐνεωτέρισαν μετανοήσαντες ὑπείκωσι πρὸς τὸ εἰρηναῖον τραπόμενοι, δεχέσθωσαν ἄσμενοι τὰς σπονδάς·
§222 εἰρήνη γάρ, κἂν σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα πολέμου. ἐὰν δὲ πρὸς ἀπόνοιαν ἀποτείνωνται θρασυνόμενοι, ῥωσθέντες ταῖς προθυμίαις, ἔχοντες καὶ τὴν τοῦ δικαίου συμμαχίαν ἀήττητον, ἐφορμάτωσαν τὰς ἑλεπόλεις τοῖς τείχεσιν ἐφιστάντες, εἶτα μέρη τούτων παραρρήξαντες ἐπεισχείσθωσαν ἀθρόοι καὶ βάλλοντες μὲν τοῖς δορατίοις εὐστόχως ἐπιστροφάδην δὲ τοῖς ξίφεσιν ἀναιροῦντες ἀφειδῶς ἀμυνέσθωσαν, παθεῖν ἐμέλλησαν διατιθέντες, ἄχρις ἂν τὸν ἀντιτεταγμένον ἅπαντα στρατὸν ἡβηδὸν καταστορέσωσιν.
§223 ἄργυρον δὲ καὶ χρυσὸν καὶ τὴν ἄλλην λείαν λαβόντες [καὶ] τὴν πόλιν ἐμπρησάτωσαν πῦρ προσαγαγόντες, ἕνεκα τοῦ μηδαὖθίς ποτε δυνηθῆναι τὴν αὐτὴν πόλιν διαπνεύσασαν ἐγερθῆναι καὶ στασιάσαι καὶ ὑπὲρ τοῦ νουθετῆσαι φόβῳ τοὺς ὁμόρους, ἐπειδὴ τοῖς ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκονται σωφρονεῖν· παρθένους δὲ καὶ γυναῖκας μεθέσθωσαν, μηδὲν τῶν ὅσα νεωτερίζει πόλεμος ἐξ αὐτῶν πείσεσθαι προσδοκῶντες ἕνεκα φυσικῆς ἀσθενείας τετιμημένων ἀστρατείᾳ.
§224 ἐξ οὗ δῆλον ὅτι τὸ Ἰουδαίων ἔθνος ἔνσπονδον μὲν καὶ φίλον πᾶσι τοῖς ὁμογνώμοσι καὶ τὴν προαίρεσιν εἰρηνικοῖς ἐστιν, οὐ μὴν εὐκαταφρόνητον, ὡς τοῖς ἄρχουσι χειρῶν ἀδίκων ὑπἀνανδρίας ἐνδιδόναι, διακρίνει δ’, ὁπότε πρὸς ἄμυναν ἴοι, τοὺς ἐπιβούλως ζῶντας καὶ τοὐναντίον·
§225 τὸ γὰρ κατὰ πάντων καὶ τῶν ἐλάχιστα μηδὲν ἡμαρτηκότων φονᾶν εἴποιμἂν ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς καὶ τὸ προσθήκην ἀνδρῶν πόλεμον κατασκευασάντων ποιεῖσθαι γυναῖκας, ὧν βίος εἰρηνικὸς φύσει καὶ κατοικίδιος.
§226 τοσοῦτον δἔρωτα δικαιοσύνης ἐνεργάζεται τοῖς καταὐτὸν πολιτευομένοις, ὥστοὐδὲ πόλεως ἐχθρᾶς τὴν ἀρετῶσαν γῆν ἐφίησι λυμαίνεσθαι δῃοῦντας δενδροτομοῦντας ἐπὶ φθορᾷ καρπῶν.
§227 τίγάρ φησι "τοῖς ἀψύχοις μὲν τὴν δὲ φύσιν ἡμέροις καὶ ἡμέρους καρποὺς ἀπογεννῶσι μνησικακεῖς; μὴ γάρ, οὗτος, ἀνθρώπου πολεμίου δυσμένειαν ἐπιδείκνυται δένδρον, ὡς ἀνθὧν διατίθησιν διατιθέναι παρεσκεύασται ῥίζαις αὐταῖς ἀνασπᾶσθαι;
§228 τοὐναντίον δὲ ὠφελεῖ παρέχον τοῖς νενικηκόσιν ἀφθονίαν τῶν ἀναγκαίων καὶ τῶν πρὸς ἁβροδίαιτον βίον· οὐ γὰρ ἄνθρωποι μόνον δασμοὺς φέρουσι τοῖς κυρίοις, ἀλλὰ καὶ φυτὰ τοὺς ὠφελιμωτέρους κατὰ τὰς ἐτησίους ὥρας, ὧν ἄνευ ζῆν οὐκ ἔστιν.“
§229 ἀγόνων δὲ καὶ ἐστειρωμένων καὶ τῶν ὅσα τῆς ἀγρίας ὕλης ἔστω μηδεμία φειδὼ τοῖς ἐθέλουσι τέμνειν εἰς χαρακώματα καὶ σταυροὺς καὶ σκόλοπας τάφροις καί, ὁπότε δέοι, κλιμάκων καὶ πύργων ξυλίνων κατασκευάς· εἰς γὰρ ταῦτα καὶ τὰ τούτοις ὅμοια γένοιτἂν αὐτῶν χρεία προσήκουσα.
§230 Τὰ μὲν οὖν εἰς δικαιοσύνην ἀναφερόμενα εἴρηται. δικαιοσύνην δαὐτὴν τίς ἂν ἀξίως ποιητὴς λογογράφος ὑμνῆσαι δύναιτο παντὸς ἐπαίνου καὶ παντὸς ἐγκωμίου κρείττονα καθεστῶσαν; ἓν γοῦν τὸ πρεσβύτατον ἀγαθὸν αὐτῆς, εὐγένεια, κἂν τἄλλα τις παραλιπὼν ἡσυχάζῃ, γένοιτἂν αὐταρκέστατος ἔπαινος.
§231 ἔστι γὰρ ἰσότης, ὡς οἱ τὰ φύσεως ἀκριβοῦντες ἡμῖν παρέδοσαν, μήτηρ δικαιοσύνης. ἰσότης δὲ φῶς ἄσκιον, ἥλιος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, νοητός, ἐπειδὴ καὶ τοὐναντίον ἀνισότης, ἐν τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, σκότους ἀρχή τε καὶ πηγή.
§232 πάντα ἰσότης τά τε κατοὐρανὸν καὶ τὰ ἐπὶ γῆς εὖ διετάξατο νόμοις καὶ θεσμοῖς ἀκινήτοις. τίς γὰρ ἀγνοεῖ τοῦθ’, ὅτι ἡλίῳ μεμέτρηνται πρὸς νύκτας ἡμέραι καὶ πρὸς ἡμέρας νύκτες ἰσότητι διαστημάτων ἀναλογούντων;
§233 τὰς μὲν καθἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ συμβεβηκότος προσαγορευομένας ἰσημερίας, ἐαρινήν τε καὶ μετοπωρινήν, οὕτως φύσις ἐτράνωσεν, ὡς καὶ τοὺς ἀμουσοτάτους αἰσθάνεσθαι τῆς ἐν τοῖς μεγέθεσιν ἡμερῶν πρὸς νύκτας ἰσότητος.
§234 τί δέ, σελήνης περίοδοι διαυλοδρομούσης ἀπὸ συνόδου μέχρι πλησιφαοῦς καὶ ἀπὸ τελείας ἐπὶ σύνοδον ἆροὐ διαστημάτων ἰσότητι μεμέτρηνται; καθὅσα γὰρ καὶ ἡλίκα αἱ συναυξήσεις, κατὰ τοσαῦτα καὶ τηλικαῦτα αἱ μειώσεις ἐπἀμφοτέραις ἰδέαις τοῦ ποσοῦ, τῇ τε κατὰ πλῆθος καὶ τῇ κατὰ μέγεθος.
§235 ὥς γε μὴν ἐν τῷ καθαρωτάτῳ τῆς οὐσίας, οὐρανῷ, διαφερόντως ἰσότης τετίμηται, οὕτως καὶ ἐν τῷ γείτονι ἀέρι· τετραχῇ γὰρ τοῦ ἐνιαυτοῦ διαιρεθέντος εἰς τὰς καλουμένας ἐτησίους ὥρας, τρέπεσθαι καὶ μεταβάλλειν ἀὴρ πέφυκεν ἐν ταῖς τροπαῖς καὶ μεταβολαῖς ἄλεκτον ἐπιδεικνύμενος ἐν ἀταξίᾳ τάξιν· ἰσαρίθμοις γὰρ μησὶ διακρινόμενος εἴς τε χειμῶνα καὶ ἔαρ θέρος τε καὶ μετόπωρον, τρισὶν εἰς ἑκάστην ὥραν, ἐκπληροῖ τὸν ἐνιαυτόν, ὅς, καθάπερ αὐτὸ μηνύει τοὔνομα, αὐτὸς ἐν ἑαυτῷ πάντα περιέχει συμπεραιούμενος, ἑτέρως οὐκ ἂν τοῦτἐργάσασθαι δυνηθείς, εἰ μὴ ταῖς ἐτησίοις ὥραις αὑτὸν ἐπέχρησεν.
§236 ἰσότης δἀπὸ τῶν οὐρανίων καὶ μεταρσίων καὶ πρὸς τἀπίγεια τέταται, τὴν μὲν ἀκραιφνῆ φύσιν ἑαυτῆς αἰθέρος οὖσαν ἀγχίσπορον ἄνω μετέωρον διαίρουσα, τὴν δὥσπερ αὐγὴν ἡλίου τρόπον ἐπὶ γῆν ἀποστέλλουσα, δεύτερον φέγγος.
§237 ὅσα γὰρ πλημμελεῖ μὲν τῶν παρἡμῖν, ἀνισότης, ὅσα δὲ τάξιν ἔχει τὴν προσήκουσαν, ἰσότης ἀπειργάσατο, ἥτις ἐν μὲν τῇ τοῦ παντὸς οὐσίᾳ, κυριώτατα φάναι, κόσμος ἐστίν, ἐν δὲ ἄστεσιν εὐνομωτάτη καὶ πολιτειῶν ἀρίστη δημοκρατία, ἔν τε αὖ σώμασιν ὑγεία καὶ ἐν ψυχαῖς καλοκἀγαθία· καὶ γὰρ τὸ ἄνισον ἔμπαλιν νόσων καὶ κακιῶν αἴτιον.
§238 ἐπιλείψει καὶ τὸν μακροβιώτατον χρόνος, εἰ πάντας ἐθελήσειε τοὺς ἐπαίνους ἰσότητος καὶ δικαιοσύνης ἣν ἐγέννησε διεξιέναι· παρό μοι δοκεῖ βέλτιον εἶναι τοῖς λεχθεῖσιν ἀρκεσθέντα, τοῦ διακινῆσαι χάριν τὴν τῶν φιλεπιστημόνων μνήμην, τὰ λοιπὰ ἐν ταῖς ἐκείνων ἀνάγραπτα ψυχαῖς καταλιπεῖν, ἱερωτάτῳ χωρίῳ θεῖα ἀγάλματα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up