ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
§1–38
§1
Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει δύο κεφάλαια ἠκρίβωται τῶν δέκα, τό τε περὶ τοῦ μὴ νομίζειν θεοὺς αὐτοκρατεῖς ἑτέρους καὶ τὸ περὶ τοῦ μηδὲν θεοπλαστεῖν χειρόκμητον· εἴρηται δὲ καὶ τὰ ἑκατέρῳ τῶν κατὰ μέρος διατεταγμένων ἁρμόττοντα νόμιμα. νυνὶ δὲ περὶ τριῶν τῶν κατὰ στοῖχον ἑξῆς διαλεξώμεθα πάλιν ἐφαρμόττοντες τὰ προσήκοντα τῶν ἐν εἴδει.
§2
πρῶτον δ’ ἐστὶ τῶν τριῶν τὸ μὴ θεοῦ ὄνομα λαμβάνειν ἐπὶ ματαίῳ. ὁ γὰρ τοῦ σπουδαίου, φησί, λόγος ὅρκος ἔστω, βέβαιος, ἀκλινής, ἀψευδέστατος, ἐρηρεισμένος ἀληθείᾳ. κἂν εἰ ὀμνύναι μέντοι βιάζοιντο αἱ χρεῖαι, πατρὸς ἢ μητρὸς ζώντων μὲν ὑγείαν καὶ εὐετηρίαν, τετελευτηκότων δὲ τὴν μνήμην ὅρκον ποιητέον· ἀπεικονίσματα γὰρ οὗτοί γε καὶ μιμήματα θείας δυνάμεώς εἰσι, τοὺς μὴ ὄντας εἰς τὸ εἶναι παραγαγόντες.
§3
ἀναγέγραπταί τις ἐν τοῖς νόμοις τῶν ἀρχηγετῶν καὶ ἐπὶ σοφίᾳ μάλιστα θαυμασθέντων ὀμνὺς „κατὰ τοῦ φόβου τοῦ πατρός” (Gen. 31,53), ὑπὲρ ὠφελείας, οἶμαι, τῶν ἔπειτα καὶ διδαχῆς ἀναγκαίας, ἵνα τοὺς γονεῖς ὃν χρὴ τρόπον τιμῶσι στέργοντες ὡς εὐεργέτας καὶ εὐλαβούμενοι ὡς ὑπὸ φύσεως κατασταθέντας ἄρχοντας καὶ μὴ ῥᾳδίως ἐπιχειρῶσιν ὀνομάζειν θεόν.
§4
ἄξιον ἐπαινεῖν καὶ τούς, εἴ ποτε βιασθεῖεν ὀμνύναι, τῷ μέλλειν καὶ βραδύνειν καὶ ἀποκνεῖν ἐμποιοῦντας δέος οὐ μόνον τοῖς ὁρῶσιν ἀλλὰ καὶ τοῖς προκαλουμένοις εἰς τὸν ὅρκον· εἰώθασι γὰρ ἀναφθεγξάμενοι τοσοῦτον μόνον „νὴ τόν“ ἢ "μὰ τόν“, μηδὲν προσπαραλαβόντες, ἐμφάσει τῆς ἀποκοπῆς τρανοῦν ὅρκον οὐ γενόμενον.
§5
ἀλλὰ καὶ προσπαραλαβέτω τις, εἰ βούλεται, μὴ μέντοι τὸ ἀνωτάτω καὶ πρεσβύτατον εὐθὺς αἴτιον, ἀλλὰ γῆν, ἥλιον, ἀστέρας, οὐρανόν, τὸν σύμπαντα κόσμον· ἀξιολογώτατα γὰρ ταῦτα ἅτε καὶ πρεσβύτερα τῆς ἡμετέρας γενέσεως καὶ
§6
προσέτι ἀγήρω διαιωνιοῦντα τῇ τοῦ πεποιηκότος γνώμῃ. τοσαύτῃ δέ τινες εὐχερείᾳ καὶ ῥαθυμίᾳ χρῶνται, ὥστε τὰ ἐν γενέσει πάντα ταῦθ’ ὑπερβάντες ἐπὶ τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἀνατρέχειν τῷ λόγῳ τολμῶσι, μὴ τόπους εἰ βέβηλοι ἢ ἱεροί, μὴ καιροὺς εἰ ἐπιτήδειοι, μὴ αὑτοὺς εἰ καθαροὶ σῶμα καὶ ψυχήν, μὴ τὰ πράγματα εἰ μεγάλα, μὴ τὰς χρείας εἰ ἀναγκαῖαι προεξετάσαντες, ἀλλά, τὸ λεγόμενον δὴ τοῦτο, „ἀνίπτοις χερσὶ“ πάντα φύροντες, ὡς δέον, ἐπειδὴ γλῶτταν ἡ φύσις αὐτοῖς ἐδωρήσατο, λελυμένῃ χρῆσθαι καὶ ἀχαλινώτῳ πρὸς ἃ μὴ θέμις·
§7
οὓς ἐχρῆν ὀργάνων τῷ καλλίστῳ, ᾧ φωνὴ καὶ λόγος τὰ βιωφελέστατα καὶ κοινωνίας αἴτια τετράνωται, πρὸς τιμὴν καὶ σεμνότητα καὶ εὐδαιμονισμὸν καταχρῆσθαι τοῦ πάντων αἰτίου.
§8
νυνὶ δ’ ὑπὸ τῆς ἄγαν ἀσεβείας περὶ ὧν ἂν τύχῃ τὰς φρικωδεστάτας ὀνομάζουσι κλήσεις καὶ ἄλλα ἐπ’ ἄλλοις ἐπιφέροντες ὀνόματα σωρηδὸν οὐκ ἐρυθριῶσι, νομίζοντες τῇ πυκνότητι καὶ τῷ συνεχεῖ τῶν ἐπαλλήλων ὅρκων οὗ διανοοῦνται περιέσεσθαι, λίαν ὄντες εὐήθεις· οὐ γὰρ πίστεως ἡ πολυορκία τεκμήριον ἀλλ’ ἀπιστίας ἐστὶ παρὰ τοῖς εὖ φρονοῦσιν.
§9
ἐὰν δέ τις ἐκβιασθεὶς ὀμόσῃ περὶ παντὸς οὑτινοσοῦν, ὃ μὴ νόμος ἀπείρηκε, παντὶ σθένει καὶ μηχανῇ πάσῃ τὸν ὅρκον βεβαιούτω μηδὲν ἐμποδὼν τιθέμενος εἰς τὴν τοῦ γνωσθέντος τελείωσιν, καὶ μάλιστα ἐπειδὰν μὴ ὀργαὶ ἀτίθασοι ἢ λελυττηκότες ἔρωτες ἢ ἐπιθυμίαι ἀκάθεκτοι τὴν διάνοιαν ἐκμήνωσιν, ὡς ἀγνοῆσαι τὰ λεγόμενα καὶ πραττόμενα, λογισμῷ δὲ καὶ διανοίᾳ νηφούσῃ ποιῆται τὸν ὅρκον.
§10
τί γὰρ ἄμεινον ἢ ἀψευδεῖν παρ’ ὅλον τὸν βίον καὶ ταῦτα μάρτυρι θεῷ χρώμενον; ὅρκος γὰρ οὐδὲν ἄλλο ἢ μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεὸν δὲ μὴ ἐπ’ ἀληθεῖ καλεῖν πάντων ἀνοσιώτατον.
§11
ὁ γὰρ τοῦτο ποιῶν μόνον οὐκ ἄντικρυς βοᾷ, κἂν ἡσυχάζειν δοκῇ· "σοὶ χρῶμαι τοῦ ἀδικεῖν προκαλύμματι· αἰδουμένῳ μοι τὸ δοκεῖν ἁμαρτάνειν συνέργησον, ἀντ’ ἐμοῦ πονηρευομένου τὴν αἰτίαν ὑπόστηθι· μέλει γάρ μοι πλημμελοῦντι μὴ φαύλῳ νομίζεσθαι· σὺ δὲ τῆς παρὰ τοῖς πολλοῖς δόξης ἀλογεῖς οὐδὲν εὐφημίας ἐπιστρεφόμενος.“ ἅπερ καὶ λέγειν καὶ ἐννοεῖσθαι ἀσεβέστατον· ἀγανακτήσαι γὰρ ἂν οὐχ ὅτι θεὸς ὁ πάσης κακίας ἀμέτοχος, ἀλλὰ καὶ πατὴρ καὶ ὀθνεῖος ἄνθρωπος μὴ τελείως ἀρετῆς ἄγευστος, εἰ τοιαῦτα ἀκούοι.
§12
πάντας μὲν οὖν ὅρκους, ὡς ἔφην, βεβαιωτέον, ὅσοι περὶ καλῶν καὶ συμφερόντων γίνονται πρὸς ἐπανόρθωσιν ἰδίων ἢ κοινῶν πραγμάτων, φρονήσεως καὶ δικαιοσύνης καὶ ὁσιότητος ἡγουμένων — τούτοις ἐμφέρονται καὶ τῶν εὐχῶν αἱ νομιμώταται διὰ περιουσίαν ἀγαθῶν ἢ παρόντων ἢ προσδοκωμένων γινόμεναι —, τοὺς δ’ ἕνεκα τῶν ἐναντίων ἐπικυροῦν οὐκ εὐαγές.
§13
εἰσὶ γὰρ οἳ ὀμνύουσιν, ἐὰν τύχῃ, κλοπὰς καὶ ἱεροσυλίας ἢ φθορὰς καὶ μοιχείας ἢ τραύματα καὶ σφαγὰς ἤ τι τῶν ὁμοιοτρόπων κακῶν ἐργάσεσθαι, καὶ ἀνυπερθέτως αὐτὰ δρῶσι ποιούμενοι πρόφασιν τὸ εὐορκεῖν, ὡς οὐκ ἄμεινον καὶ θεῷ κεχαρισμένον μᾶλλον τῆς βεβαιώσεως τῶν ὅρκων τὸ μηδὲν ἀδικεῖν, ἐπεὶ δικαιοσύνη καὶ πᾶσα ἀρετὴ νόμος ἐστὶ πάτριος καὶ θεσμὸς ἀρχαῖος· νόμοι δὲ καὶ θεσμοὶ τί ἕτερον ἢ φύσεως ἱεροὶ λόγοι τὸ βέβαιον καὶ τὸ πάγιον ἐξ αὑτῶν ἔχοντες, ὡς ὅρκων ἀδιαφορεῖν;
§14
ἴστω δὴ πᾶς ἐνωμότως ἄδικα δρῶν, ὅτι εὐορκεῖ μὲν οὔ, τὸν δὲ πολλῆς φυλακῆς καὶ ἐπιμελείας ἄξιον ὅρκον ἀνατρέπει, ᾧ τὰ καλὰ καὶ δίκαια ἐπισφραγίζεται· προστίθησι γὰρ ὑπαίτια ὑπαιτίοις, ἐν οὐ δέοντι γινομένοις ὅρκοις, οὓς πολὺ βέλτιον ἦν ἡσυχάζεσθαι, πράξεις παρανόμους.
§15
ἀπεχόμενος οὖν τοῦ ἀδικοπραγεῖν ποτνιάσθω τὸν θεόν, ἵνα μεταδῷ τῆς ἵλεω δυνάμεως αὐτῷ συγγνοὺς ἐφ’ οἷς ἀβουλίᾳ χρησάμενος ὤμοσε· διπλάσια γὰρ αἱρεῖσθαι κακά, δυνάμενον τὴν ἡμίσειαν αὐτῶν ἀποφορτίσασθαι, μανία καὶ φρενοβλάβεια δυσίατος.
§16
εἰσὶ δ’ οἳ τὴν φύσιν ἄμικτοι καὶ ἀκοινώνητοι δι’ ὑπερβολὴν μισανθρωπίας γεγονότες ἢ καὶ ὑπ’ ὀργῆς οἷα χαλεπῆς δεσποίνης ἐκβιασθέντες ὅρκῳ τὴν ἀγριότητα πιστοῦνται τῶν ἠθῶν, οἵτινες οὔ φασιν ὁμοτράπεζον ἢ ὁμωρόφιον ἕξειν τὸν δεῖνα ἢ τὸν δεῖνα ἢ πάλιν τῷ δεῖνι μὴ παρέξειν ὠφέλειάν τινα ἢ παρ’ ἐκείνου τι λήψεσθαι μέχρι τελευτῆς· ἔστι δ’ ὅτε καὶ μετὰ τὴν τελευτὴν τὸ ἀσύμβατον διαφυλάττουσιν οὐδὲ νεκροῖς τοῖς σώμασιν ἐπιτρέποντες ἐν διαθήκαις τὰ νομιζόμενα παρασχεῖν.
§17
οἷς παραινέσαιμι ἂν καθάπερ καὶ τοῖς προτέροις, εὐχαῖς καὶ θυσίαις ἐξευμενίζεσθαι τὸν θεόν, ἵνα εὕρωνταί τινα ψυχικῶν ἀρρωστημάτων θεραπείαν ἀναγκαίαν, ἃ μηδεὶς ἀνθρώπων ἱκανὸς ἰάσασθαι.
§18
ἕτεροι δ’ εἰσὶ κομπασταὶ τῶν ὑπ’ ἀλαζονείας φυσωμένων, οἳ λιμοδοξοῦντες οὐδενὶ τῶν εἰς τὴν ὠφελιμωτάτην ὀλιγοδεΐαν χρῆσθαι δικαιοῦσιν, ἀλλὰ κἂν προτρέπῃ τις ἕνεκα τοῦ τὸν ἀφηνιασμὸν τῶν ἐπιθυμιῶν ἀναχαιτίσαι, τὴν νουθεσίαν ὕβριν εἶναι νομίζουσι καὶ πρὸς τὸν ἁβροδίαιτον ὠθούμενοι βίον ἀλογοῦσι τῶν σωφρονιστῶν, γέλωτα καὶ χλεύην τιθέμενοι τὰς φρονήσεως καλὰς ὁμοῦ καὶ λυσιτελεστάτας ὑφηγήσεις.
§19
εἰ δὲ δὴ καὶ τύχοι τις εἶναι περιουσία καὶ ἀφθονία τῶν περὶ τὸν βίον, ὅρκοις ἐπισφραγίζονται τὴν χρῆσιν καὶ ἀπόλαυσιν τῶν εἰς πολυτέλειαν· οἷον δή τι λέγω· πρῴην τις τῶν οὐκ ὀλίγα κεκτημένων ὑγρὸν καὶ διαρρέοντα βίον ἀσπασάμενος, ἐπειδὴ πρεσβύτης παρὼν συγγενὴς ἢ πατρικὸς ὥς γ’ οἶμαι φίλος ἐνουθέτει πρὸς τὸ σεμνότερον καὶ αὐστηρότερον τὴν δίαιταν παρακαλῶν μεταβαλεῖν, τὴν παραίνεσιν οὐ μετρίως δυσχεράνας ὤμοσεν ἀντιφιλονεικῶν, ἕως ἂν τὰς χορηγίας ἔχῃ καὶ παρασκευάς, μηδενὶ χρήσεσθαι τῶν εἰς εὐτέλειαν, μὴ κατὰ πόλιν, μὴ κατ’ ἀγρούς, μὴ πλέων, μὴ πεζεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸν πλοῦτον ἐπιδείξεσθαι. πλούτου δὲ ταῦθ’, ὡς ἔοικεν, ἐπίδειξις οὐκ ἔστι μᾶλλον ἢ ἀλαζονείας καὶ ἀκρασίας.
§20
καίτοι τῶν ἐν ταῖς μεγάλαις ἡγεμονίαις οὐκ ὀλίγοι μέχρι νῦν εἰσιν οἳ παμπληθεῖς ἔχοντες παρασκευὰς καὶ χορηγίας ἀφθόνους, ὥσπερ ἐξ ἀενάου τινὸς πηγῆς πλούτου ῥέοντος αὐτοῖς ἀδιαστάτως, ὅμως ἐφ’ ἃ καὶ οἱ πένητες ἡμεῖς ἔστιν ὅτε τρέπονται, κεραμεᾶς κύλικας καὶ ὀβελίας ἄρτους καὶ ἐλαίας ἢ τυρὸν ἢ λάχανα προσόψημα, καὶ θέρους μὲν περίζωμα καὶ λεπτὴν ὀθόνην, χειμῶνος δὲ χλαῖναν ἀρραγῆ καὶ στιφρὰν καὶ τὰ πρὸς τὴν κοίτην ἔστιν ὅτε χαμαίστρωτα, πολλὰ χαίρειν φράσαντες κλίναις ἐλεφαντίναις ἢ χελώνης ἢ χρυσοῦ πεποιημέναις καὶ στρωμναῖς ἀνθοβαφέσι καὶ ἐσθῆσιν ἁλουργίσι καὶ πεμμάτων μελιπήκτων περιεργίαις καὶ τραπεζῶν πολυτελείαις.
§21
αἴτιον δ’ οὐ μόνον, οἶμαι, τὸ φύσεως αὐτοὺς εὐμοίρου λαχεῖν, ἀλλὰ καὶ τὸ παιδείας ὀρθῆς ἐκ πρώτης ἡλικίας ἐφάψασθαι, ἥτις ἀνεδίδαξε πρὸ τῶν ἡγεμονικῶν τὰ ἀνθρώπινα τιμᾶν, ἥτις καὶ ἐνδιαιτωμένη τῇ ψυχῇ μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὑπομιμνῄσκει τῆς ἀνθρωπότητος ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερόγκων ἀντισπῶσα καὶ στέλλουσα καὶ τὸ ἄνισον ἰσότητι θεραπεύουσα.
§22
τοιγαροῦν τὰς πόλεις εὐθηνίας, εὐπορίας, εὐνομίας, εἰρήνης ἀναπεπλήκασιν, ἀγαθὸν μὲν οὐδὲν ὑπεξελόμενοι, πάντα δ’ ἀφειδῶς καὶ ἀταμιεύτως χαριζόμενοι. τὰ μὲν δὴ τῶν εὐγενῶν καὶ ὡς ἀληθῶς ἡγεμόνων ἔργα ταῦτα καὶ τὰ τούτοις παραπλήσια.
§23
τὰ δὲ τῶν νεοπλούτων ἐκεῖνα πλάνῳ τινὶ τύχης εἰς πολυχρηματίαν περιηκόντων, οἳ τὸν ἀληθῆ καὶ βλέποντα πλοῦτον ἐξ ἀρετῶν τελείων συνεστῶτα καὶ τῶν κατ’ ἀρετὰς πράξεων οὐδ’ ὄναρ ἴσασι, τῷ δὲ τυφλῷ προσέπταισαν, ἐφ’ οὗ σκηριπτόμενοι κατ’ ἀναγκαῖον τὴν ἄγουσαν ὁδὸν οὐχ ὁρῶντες εἰς ἀνοδίας ἐκτρέπονται, θαυμάζοντες τὰ μηδεμιᾶς ἄξια σπουδῆς καὶ τὰ φύσει τίμια γελῶντες· οἷς ὁ ἱερὸς λόγος ὅρκον ἐν οὐ δέοντι καιρῷ ποιουμένοις οὐ μετρίως ἐπιτιμᾷ καὶ ὀνειδίζει· δυσκάθαρτοι γὰρ καὶ δυσίατοι, ὡς μηδὲ παρὰ θεῷ τῷ τὴν φύσιν ἵλεῳ συγγνώμης ἀξιοῦσθαι.
§24
Παρθένων δὲ καὶ γυναικῶν τὸ περὶ τὰς εὐχὰς αὐτοκρατὲς ἀφείλετο, τῶν μὲν παρθένων τοὺς πατέρας κυρίους, τῶν δὲ γυναικῶν τοὺς ἄνδρας ἐπιγνώμονας ἀποφήνας εἴς τε βεβαίωσιν τῶν ὅρκων καὶ λύσιν· καὶ μήποτ’ εἰκότως· αἱ μὲν γὰρ διὰ νεότητα δύναμιν ὅρκων οὐκ ἴσασιν, ὡς χρῄζειν τῶν ἐπικρινούντων, αἱ δὲ πολλάκις ὑπ’ εὐχερείας ὀμνύουσιν, ἃ μὴ τοῖς ἀνδράσι συνοίσει· διόπερ αὐτοῖς ἀνέθηκε τὴν ἐξουσίαν τοῦ τὰ ὀμοσθέντα φυλάττειν ἢ τοὐναντίον.
§25
χῆραι δὲ μὴ ῥᾳδίως ὀμνύτωσαν — οὐ γὰρ ἔχουσι τοὺς παραιτητάς, οὔτε ἄνδρας ὧν διεζεύχθησαν οὔτε πατέρας ἀφ’ ὧν μετανέστησαν, ὅτε τὴν πρὸς γάμον ἀποικίαν ἐστέλλοντο —, ἐπειδὴ μένειν τοὺς τούτων ὅρκους ἀναγκαῖον ἐρημίᾳ τῶν κηδομένων βεβαιουμένους.
§26
ἐὰν δέ τις ἐπιορκοῦντά τινα εἰδὼς μὴ καταμηνύσῃ ἢ ἀπελέγξῃ φιλίᾳ ἢ αἰδοῖ ἢ φόβῳ διδοὺς πλέον ἢ εὐσεβείᾳ, τοῖς αὐτοῖς ἐπιτιμίοις ἔνοχος ἔστω· διαφέρει γὰρ τοῦ ἀδικεῖν οὐδὲν τὸ συνεπιγράφεσθαι ἀδικοῦντι.
§27
δίκαι δὲ κατ’ ἐπιόρκων αἱ μὲν ἀνάκεινται τῷ θεῷ, αἱ δὲ ἀνθρώποις, θεῷ μὲν αἱ ἀνωτάτω καὶ μέγισται — ἵλεως γὰρ οὐ γίνεται τοῖς οὕτως ἀσεβοῦσιν, ἀλλὰ μένειν εἰς ἀεὶ δυσκαθάρτους ἐᾷ, δικαίως, οἶμαι, καὶ προσηκόντως· ὁ γὰρ ἀμελήσας τί δεινὸν εἰ ἀνταμεληθήσεται, οἷς δίδωσι τὰ ἴσα καρπούμενος;
§28
— αἱ δ’ ἀπ’ ἀνθρώπων διάφοροι, θάνατος ἢ πληγαί, τῶν μὲν ἀμεινόνων καὶ περιττῶν εἰς εὐσέβειαν θανάτου δίκας βεβαιούντων, τῶν δὲ μαλακώτερον χρωμένων ὀργαῖς δημοσίᾳ μάστιγι τυπτόντων ἀναφανδὸν ἐν κοινῷ· εἰσὶ δὲ καὶ πληγαὶ τοῖς μὴ δουλοπρεπέσιν οὐκ ἔλαττον δίκης θανάτου.
§29
Ταῦτα μὲν οὖν αἱ ῥηταὶ προστάξεις περιέχουσιν. ἔστι δὲ καὶ ἀλληγορῆσαι τὰ περὶ τὸν τόπον ἔχοντα θεωρίαν τὴν διὰ συμβόλων. εἰδέναι τοίνυν προσήκει ὅτι ὁ τῆς φύσεως ὀρθὸς λόγος πατρὸς ὁμοῦ καὶ ἀνδρὸς ἔχει δύναμιν, ἐπινοίαις διαφόροις· ἀνδρὸς μέν, ἐπειδὴ τὸν ἀρετῶν σπόρον ὥσπερ εἰς ἀγαθὴν ἄρουραν τὴν ψυχὴν καταβάλλεται, πατρὸς δ’ ὅτι βουλὰς ἀγαθὰς καὶ πράξεις καλὰς καὶ σπουδαίας γεννᾶν πέφυκε καὶ γεννήσας ἐκτρέφει ποτίμοις δόγμασιν, ἃ παιδεία καὶ σοφία χορηγοῦσι.
§30
διάνοια δ’ ἀπεικάζεται τοτὲ μὲν παρθένῳ, τοτὲ δὲ γυναικὶ ἢ χηρευούσῃ ἢ ἀνδρὶ ἔτι ἡρμοσμένῃ· παρθένος μὲν διάνοια ἁγνὴν καὶ ἀδιάφθορον διαφυλάττουσα ἑαυτὴν ἀπό τε ἡδονῶν καὶ ἐπιθυμιῶν, ἔτι δὲ καὶ λυπῶν καὶ φόβων, ἐπιβούλων παθῶν, ἧς τὴν προστασίαν ὁ γεννητὴς ἀνῆπται πατήρ· τῆς δ’ ὡς γυναικὸς ἀστείῳ λόγῳ τῷ κατ’ ἀρετὴν συμβιούσης τὴν ἐπιμέλειαν ὁ αὐτὸς λόγος οὗτος ἐπαγγέλλεται σπείρων ἀνδρὸς τρόπον ἐννοίας ἀρίστας.
§31
ἣ δ’ ἂν ἀπορφανισθῇ ψυχὴ καὶ γενεᾶς τῆς κατὰ τὴν φρόνησιν καὶ ἐπιγαμίας τῆς κατὰ τὸν ὀρθὸν λόγον, χηρεύουσα τῶν καλλίστων καὶ ἔρημος οὖσα σοφίας, ὑπαίτιον ἑλομένη ζωήν, ἔνοχος ἔστω οἷς ἔγνω καθ’ ἑαυτῆς, ἰατρὸν ἁμαρτημάτων οὐκ ἔχουσα οὔθ’ ὡς ἄνδρα συμβιωτὴν οὔθ’ ὡς πατέρα γεννητὴν τὸν κατὰ σοφίαν λόγον.
§32
Τῶν δὲ μὴ μόνον τὰς οὐσίας ἢ μέρη τούτων ἀλλὰ καὶ αὑτοὺς ἀνάθημα ποιησαμένων ἐν εὐχαῖς ὥρισε τιμάς, οὐ πρὸς κάλλος ἢ μέγεθος ἤ τι τῶν ὁμοιοτρόπων ἀπιδών, ἀλλὰ πρὸς ἀριθμὸν ἴσον, διακρίνας ἄνδρας αὐτὸ μόνον γυναικῶν καὶ νηπίους τελείων.
§33
κελεύει γὰρ ἀπὸ μὲν εἰκοσαετίας ἄχρις ἑξηκονταετίας ἀνδρὸς εἶναι τιμὴν δραχμὰς διακοσίας νομίσματος ὁλαργύρου, γυναικὸς δὲ εἴκοσι πρὸς ταῖς ἑκατόν, ἀπὸ δὲ πενταετίας ἄχρις εἰκοσαετίας τοῦ μὲν ἄρρενος δραχμὰς ὀγδοήκοντα, τῆς δὲ θηλείας τεσσαράκοντα, ἀπὸ δὲ βρέφους εἰς πενταετίαν τοῦ μὲν ἄρρενος δραχμὰς εἴκοσι, τοῦ δὲ θήλεος δώδεκα, τῶν δ’ ὑπὲρ ἑξήκοντα ἔτη βεβιωκότων πρεσβυτῶν μὲν δραχμὰς ἑξήκοντα, πρεσβυτίδων δὲ τεσσαράκοντα.
§34
τὰ δ’ ἴσα καὶ ἐπ’ ἀρρένων καθ’ ἡλικίαν ἑκάστην καὶ ἐπὶ θηλειῶν ὁμοίως διετάξατο, τριῶν ἕνεκα τῶν ἀναγκαιοτάτων· ἑνὸς μὲν ὅτι ἴσον ἐστὶ καὶ ὅμοιον τὸ ἀξίωμα τῆς εὐχῆς, ἐάν τε ὑπὸ μεγάλου τινὸς ἐάν τε καὶ ὑπ’ εὐτελοῦς γίνηται· δευτέρου δ’ ὅτι τοὺς εὐξαμένους ἁρμόττον οὐκ ἦν ταῖς τῶν ἀνδραπόδων ὑποβάλλεσθαι τύχαις — ἐκεῖνα γὰρ πρὸς τὰς τῶν σωμάτων εὐεξίας καὶ εὐμορφίας τιμᾶται ἢ τοὐναντίον ἐπευωνίζεται —· τρίτου δ’ ὃ καὶ ἀναγκαιότατον, ὅτι παρὰ μὲν ἡμῖν ἀνισότης, ἰσότης δὲ παρὰ θεῷ τίμιον.
§35
Ταῦτα μὲν ἐπ’ ἀνθρώπων, ἐπὶ δὲ κτηνῶν τάδε νομοθετεῖται· ἐάν τις ἀφορίσῃ κτῆνος, εἰ μὲν εἴη καθαρὸν ἔκ τινος γένους τῶν τριῶν, ἅπερ εἰς θυσίαν ἀπενεμήθη, βοῦς ἢ πρόβατον ἢ αἴξ, ἐκεῖνο καταθυέτω μὴ ὑπαλλαττόμενος μήτε χεῖρον κρείττονος μήτ’ ἄμεινον χείρονος· οὐ γὰρ πολυσαρκίᾳ καὶ πιότητι ζῴων χαίρει ὁ θεός, ἀλλ’ ἀνυπαιτίῳ τοῦ εὐξαμένου διαθέσει· ἐὰν δὲ ὑπαλλάττηται, δύο ἀνθ’ ἑνὸς καθιερούτω, τό τε ἀρχαῖον καὶ τὸ ἀντ’ ἐκείνου.
§36
ἐὰν δέ τις εὔξηταί τι τῶν μὴ καθαρῶν κτηνῶν, ἀγέτω πρὸς τὸν δοκιμώτατον τῶν ἱερέων· ὁ δὲ τιμάσθω μὴ ὑπερβάλλων τὴν ἀξίαν, προσεπιτιθεὶς τῆς τιμῆς καὶ τὸ πέμπτον, ἵν’, εἰ δέοι καθαρὸν ἀντὶ τούτου ζῷον ἱερουργεῖν, μηδὲν ὑστερίζοι τῆς ἀξίας τιμῆς, καὶ ἄλλως ὑπὲρ τοῦ δυσωπῆσαι τὸν εὐξάμενον, ὅτι τὴν εὐχὴν ἐποιήσατο οὐ συλλογισμῷ, τὸ μὴ καθαρὸν ζῷον ὥς γ’ οἶμαι τότε νομίσας εἶναι καθαρὸν πλάνῳ διανοίας, κεκρατημένος ὑπὸ πάθους.
§37
οἰκία δ’ εἰ γένοιτο ἀνάθημα, πάλιν ἐχέτω τιμητὴν ἱερέα· οἱ δ’ ὠνούμενοι μὴ τὰ ἴσα κατατιθέτωσαν, ἀλλ’ εἰ μὲν ὁ εὐξάμενος ἀνακομίζεσθαι προέλοιτο, ἐπιδαψιλευέσθω τὸ πέμπτον, κολάζων τὴν εὐχέρειαν καὶ ἐπιθυμίαν, διττὸν κακόν, ἐν οἷς μὲν ηὔχετο τὴν εὐχέρειαν, ἐν οἷς δ’ ἐφίεται ὧν πρότερον ἐξέστη τὴν ἐπιθυμίαν, εἰ δ’ ἕτερος, μηδὲν πλέον τῆς ἀξίας κατατιθέτω.
§38
ὁ δ’ εὐξάμενος μὴ μακροὺς ἐμποιείτω χρόνους πρὸς τὴν ὧν ηὔξατο τελείωσιν· ἄτοπον γὰρ τὰς μὲν πρὸς ἀνθρώπους ὁμολογίας ἐπιτέμνειν πειρᾶσθαι, τὰς δὲ πρὸς θεὸν τὸν ἀνεπιδεᾶ καὶ οὐδενὸς χρεῖον ἐκπροθέσμους ἀποφαίνειν, μελλήσει καὶ βραδυτῆτι διελέγχοντας αὑτοὺς ἐπὶ τῷ μεγίστῳ τῶν ἀδικημάτων, ὀλιγωρίᾳ τῇ πρὸς αὐτόν, οὗ τὴν θεραπείαν ἀρχὴν καὶ τέλος εὐδαιμονίας εἶναι νομιστέον. ὅρκων μὲν δὴ πέρι καὶ εὐχῶν ἅλις.
§39–74
§39
Ἑξῆς ἐστι κεφάλαιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ᾧ μυρία καὶ ἀναγκαῖα ἐμφέρεται, τὰ εἴδη τῶν ἑορτῶν, αἱ τῶν φύσει μὲν ἐλευθέρων διὰ δὲ καιροὺς ἀβουλήτους θητευόντων καθ’ ἕβδομον ἐνιαυτὸν ἀφέσεις, αἱ πρὸς χρεώστας τῶν συμβαλλόντων φιλοφροσύναι τὰ δάνεια ἑβδόμῳ ἔτει τοῖς ὁμοφύλοις χαριζομένων, αἱ ἀνάπαυλαι τῆς βαθυγείου πεδιάδος τε καὶ ὀρεινῆς, αἳ γίνονται παρ’ ἑξαετίαν, τὰ περὶ τοῦ πεντηκοστοῦ ἔτους νομοθετηθέντα· ὧν καὶ ἡ ἄνευ κόπου ψιλὴ διήγησις ἱκανὴ τοὺς μὲν εὐφυεῖς τελειῶσαι πρὸς ἀρετήν, τοὺς δ’ ἀφηνιαστὰς καὶ σκληροὺς τὸ ἦθος εὐπειθεστέρους ἀπεργάσασθαι.
§40
τὰ μὲν οὖν περὶ τῆς ἐν ἀριθμοῖς ἑβδόμης εἴρηται διὰ μακροτέρων πρότερον, ἥν τε ἔχει φύσιν ἐν δεκάδι καὶ ἣν συγγένειαν πρός τε αὐτὴν δεκάδα καὶ πρὸς τετράδα, τὴν δεκάδος ἀρχήν τε καὶ πηγήν, καὶ ὡς συντεθεῖσα μὲν ἀπὸ μονάδος ἑξῆς γεννᾷ τὸν ὀκτὼ καὶ εἴκοσι τέλειον ἀριθμὸν τοῖς αὑτοῦ μέρεσιν ἰσούμενον, εἰς δ’ ἀναλογίαν ἀχθεῖσα κύβον ὁμοῦ καὶ τετράγωνον ἀποτελεῖ, καὶ ὡς μυρία ἄλλα κάλλη θεωρημάτων ἐξ αὑτῆς ἐπιδείκνυται, περὶ ὧν οὐ καιρὸς μακρηγορεῖν. ἕκαστον δὲ τῶν προκειμένων καὶ ἐμφερομένων εἰδῶν ἐπισκεπτέον, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν ποιησαμένους. ἦν δὲ πρῶτον τὸ περὶ ἑορτῶν.
§41
Εἰσὶ τοίνυν ἀριθμῷ δέκα ἑορταί, ἃς ἀναγράφει ὁ νόμος· πρώτη μέν, ἣν ἀκούσας θαυμάσαι τις ἂν ἴσως, αὕτη δ’ ἐστὶν ἡμέρα πᾶσα· δευτέρα δὲ ἡ δι’ ἓξ ἡμερῶν ἑβδόμη, σάββατον αὐτὴν Ἑβραῖοι πατρίῳ γλώττῃ καλοῦσι· τρίτη δ’ ἡ μετὰ σύνοδον τὴν κατὰ σελήνην νέαν νουμηνία· τετάρτη δ’ ἡ τῶν διαβατηρίων, ἣ καλεῖται Πάσχα· πέμπτη δ’ ἡ τῶν ἀσταχύων ἀπαρχή, τὸ ἱερὸν δράγμα· ἕκτη δ’ ἄζυμα· μεθ’ ἣν ἡ τῶν ἑβδομάδων ὄντως ἑβδόμη· ὀγδόη δὲ ἱερομηνία· ἐνάτη δὲ νηστεία· δεκάτη δὲ ἡ τῶν σκηνῶν, ἥτις ἐστὶ τῶν ἐτησίων ἑορτῶν συμπέρασμα, εἰς τέλειον ἀριθμὸν δεκάδα τελευτῶσα. ἀρκτέον δὲ ἀπὸ τῆς πρώτης.
§42
Ἅπασαν ἡμέραν ἑορτὴν ἀναγράφει ὁ νόμος πρὸς τὸν ἀνεπίληπτον βίον ἁρμοζόμενος ὁσίων ἀνθρώπων ἑπομένων τῇ φύσει καὶ τοῖς ταύτης διατάγμασι. καὶ εἴ γε μὴ παρευημέρησαν αἱ κακίαι καταδυναστεύσασαι τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς οὓς τῆς ἑκάστων ψυχῆς ἐξῴκισαν, ἀλλ’ ἔμειναν αἱ τῶν ἀρετῶν δυνάμεις εἰς ἅπαν ἀήττητοι, μία ἂν ἦν ὁ ἀπὸ γενέσεως ἄχρι τελευτῆς χρόνος ἀδιάστατος ἑορτὴ καὶ αἵ τε οἰκίαι καὶ αἱ πόλεις ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ μεσταὶ πάντων ἂν ἦσαν ἀγαθῶν εὐδίαν ἄγουσαι πραγμάτων.
§43
νυνὶ δ’ αἱ πλεονεξίαι καὶ ἀντεπιθέσεις, ἃς ἄνδρες ὁμοῦ καὶ γυναῖκες μηχανῶνται κατά τε αὑτῶν καὶ κατ’ ἀλλήλων, τὸ συνεχὲς τῆς ἱλαρᾶς διέκοψαν εὐθυμίας. ἐμφανὴς δὲ τοῦ λεγομένου πίστις.
§44
ὅσοι γὰρ ἢ παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις ἀσκηταὶ σοφίας εἰσὶν ἀνεπιλήπτως καὶ ἀνυπαιτίως ζῶντες, μήτε ἀδικεῖσθαι μήτε ἀνταδικεῖν αἱρούμενοι, τὰς τῶν φιλοπραγμόνων ὁμιλίας ἐκτρέπονται καὶ τὰ χωρία, ἐν οἷς ποιοῦνται τὰς διατριβάς, προβέβληνται, δικαστήρια καὶ βουλευτήρια καὶ ἀγορὰς καὶ ἐκκλησίας καὶ συνόλως ὅπου τις τῶν εἰκαιοτέρων ἀνθρώπων θίασος ἢ σύλλογος,
§45
οἷα βίον ἀπόλεμον καὶ εἰρηναῖον ἐζηλωκότες, θεωροὶ τῆς φύσεως καὶ τῶν ἐν αὐτῇ πάντων ἄριστοι, γῆν καὶ θάλατταν καὶ ἀέρα καὶ οὐρανὸν καὶ τὰς ἐν αὐτοῖς φύσεις διερευνώμενοι, σελήνῃ καὶ ἡλίῳ καὶ τῇ χορείᾳ τῶν ἄλλων ἀστέρων πλανήτων τε καὶ ἀπλανῶν ταῖς διανοίαις συμπεριπολοῦντες, τὰ μὲν σώματα κάτω πρὸς χέρσον ἱδρυμένοι, τὰς δὲ ψυχὰς ὑποπτέρους κατασκευάζοντες, ὅπως αἰθεροβατοῦντες τὰς ἐκεῖ δυνάμεις περιαθρῶσιν, οἷα χρηστοὶ τῷ ὄντι κοσμοπολῖται γενομένοι, οἳ τὸν μὲν κόσμον ἐνόμισαν εἶναι πόλιν, πολίτας δὲ τοὺς σοφίας ὁμιλητάς, ἀρετῆς ἐγγραφούσης, ἣ πεπίστευται τὸ κοινὸν πολίτευμα πρυτανεύειν.
§46
γέμοντες οὖν καλοκἀγαθίας καὶ τῶν περὶ σῶμα κακῶν καὶ τῶν ἐκτὸς ἀλογεῖν ἐθιζόμενοι καὶ ἐξαδιαφορεῖν τὰ ἀδιάφορα μελετῶντες καὶ κατὰ τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν ἀλειφόμενοι καὶ συνόλως ἐπάνω τῶν παθῶν ἵστασθαι σπουδάζοντες ἀεὶ καὶ τὸν ἐπιτειχισμὸν αὐτῶν πάσῃ δυνάμει καθαιρεῖν παιδευόμενοι καὶ ταῖς τῆς τύχης μὴ καμπτόμενοι προσβολαῖς διὰ τὸ προεκλελογίσθαι τὰς ἐπιθέσεις αὐτῆς — ἐπικουφίζει γὰρ καὶ τὰ βαρύτατα τῶν ἀβουλήτων ἡ πρόληψις, καινὸν οὐδὲν ἔτι τῆς διανοίας τῶν συμβαινόντων ὑπολαμβανούσης, ἀλλ’ ὡς ἐπὶ παλαιοῖς καὶ ἑώλοις ἀμαυρὰν τὴν ἀντίληψιν ποιουμένης —, εἰκότως ἐνευφραινόμενοι ταῖς ἀρεταῖς ἅπαντά γε τὸν βίον ἑορτὴν ἄγουσιν.
§47
οὗτοι μὲν οὖν ὀλίγος εἰσὶν ἀριθμός, ἐμπύρευμα κατὰ πόλεις ὑποτυφόμενον σοφίας, ἕνεκα τοῦ μὴ κατὰ τὸ παντελὲς σβεσθεῖσαν ἀρετὴν ἐκ τοῦ γένους ἡμῶν ἀφανισθῆναι.
§48
εἰ δὲ τοῖς ὀλίγοις συνεφρόνησαν οἱ πανταχοῦ καὶ ἐγένοντο, οἵους βούλεται εἶναι ἡ φύσις, ἀνεπίληπτοι καὶ ἀνυπαίτιοι πάντες, ἐρασταὶ φρονήσεως, χαίροντες τῷ καλῷ δι’ αὐτὸ τὸ καλὸν καὶ τοῦτο μόνον ἀγαθὸν ἡγούμενοι, τὰ δ’ ἄλλα πάντα ὑπήκοα καὶ δοῦλα ὡς ἂν ἄρχοντες, εὐδαιμονίας ἂν αἱ πόλεις ἐγένοντο μεσταί, τῶν μὲν ὅσα λύπης αἴτια καὶ φόβων ἀμέτοχοι, πλήρεις δὲ τῶν ἀπεργαζομένων χαρὰς καὶ εὐπαθείας, ὡς μηδένα καιρὸν ἐλλείπειν
§49
ἱλαροῦ βίου, πάντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον εἶναι ἑορτήν. διὸ παρ’ ἀληθείᾳ δικαζούσῃ τῶν φαύλων οὐδεὶς ἀλλ’ οὐδὲ τὸν βραχύτατον χρόνον ἑορτάζει, συνειδήσει τῶν ἀδικημάτων ἀγχόμενος καὶ τῇ ψυχῇ κατηφῶν, εἰ καὶ τῷ προσώπῳ μειδιᾶν καθυποκρίνεται. ποῦ γὰρ ἔχει καιρὸν ἀψευδοῦς εὐφροσύνης κακοβουλότατος ὢν καὶ συζῶν ἀφροσύνῃ καὶ περὶ πάντα ἀκαιρευόμενος, γλῶτταν, γαστέρα, τὰ γεννητικά;
§50
δι’ ἧς μὲν γὰρ ἐκλαλεῖ τὰ ἀπόρρητα καὶ ἡσυχαστέα, τὴν δὲ ἀκράτου πολλοῦ καὶ ἐδεσμάτων ἀμέτρων ἀναπίμπλησιν ὑπὸ λαιμαργίας, τοῖς δὲ καταχρῆται πρὸς ἐκνομωτάτους οἴστρους καὶ μίξεις ἀθέσμους, οὐ μόνον ἀλλοτρίοις γάμοις ἐπιμεμηνώς, ἀλλὰ καὶ παιδεραστῶν καὶ βιαζόμενος τὸν ἄρρενα τῆς φύσεως χαρακτῆρα παρακόπτειν καὶ μεταβάλλειν εἰς γυναικόμορφον ἰδέαν ἕνεκα τοῦ μεμιασμένῳ καὶ ἐπαράτῳ πάθει χαρίσασθαι.
§51
δι’ ἣν αἰτίαν ὁ πάντα μέγας Μωυσῆς τὰς ὑπερβολὰς τοῦ περὶ τὴν ὄντως ἑορτὴν κάλλους ἰδὼν τελειοτέραν ἢ κατ’ ἀνθρωπίνην φύσιν ὑπέλαβεν εἶναι καὶ ἀνέθηκεν αὐτὴν θεῷ φήσας κατὰ λέξιν οὕτως·
§52
„ἑορταὶ κυρίου“ (Lev. 23,2)· τὸ γὰρ ἐπίλυπον καὶ περιδεὲς τοῦ ἡμετέρου γένους λογιζόμενος καὶ ὡς ἔστι μυρίων κακῶν μεστόν, ἃ γεννῶσι μὲν αἱ ψυχῆς πλεονεξίαι, γεννῶσι δὲ καὶ αἱ σώματος κῆρες, προσβάλλουσι δὲ αἱ τῆς τύχης ἀνωμαλίαι καὶ τῶν συνόντων αἱ ἀντεπιθέσεις μυρία κακὰ δρώντων τε καὶ πασχόντων, εἰκότως ἐθαύμαζεν, εἰ δύναταί τις ἐν τοσούτῳ πελάγει πραγμάτων ἑκουσίων τε καὶ ἀκουσίων φερόμενος καὶ μηδέποτ’ ἠρεμῆσαι οἷός τε ὢν μηδ’ ἀκινδύνῳ βίῳ μετ’ ἀσφαλείας ἐνορμίσασθαι τὴν μὴ λεγομένην ἀλλὰ πρὸς ἀλήθειαν οὖσαν ὄντως ἄγειν ἑορτήν, ἐνευφραινόμενος καὶ ἐντρυφῶν θεωρίᾳ τε τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ καὶ ἀκολουθίᾳ φύσεως καὶ ἁρμονίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων.
§53
ὅθεν ἀναγκαίως εἶπε τὰς ἑορτὰς εἶναι μόνου θεοῦ· μόνος γὰρ εὐδαίμων καὶ μακάριος, παντὸς μὲν ἀμέτοχος κακοῦ, πλήρης δ’ ἀγαθῶν τελείων, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, αὐτὸς ὢν τὸ ἀγαθόν, ὃς οὐρανῷ καὶ γῇ τὰ κατὰ μέρος ὤμβρησεν ἀγαθά.
§54
παρὸ καὶ τῶν πάλαι τις ἀρετῶσα διάνοια, γαληνιασάντων αὐτῇ τῶν παθῶν, ἐνεμειδίασε χαρᾶς ἐγκύμων καὶ ὑπόπλεως γενομένη· καὶ λογισαμένη παρ’ αὑτῇ, μή ποτ’ ἄρα τὸ μὲν χαίρειν ἴδιόν ἐστι μόνου θεοῦ, αὐτὴ δὲ διαμαρτάνει σφετεριζομένη τὰς ὑπὲρ ἄνθρωπον εὐπαθείας, εὐλαβεῖταί τε καὶ τὸν ψυχικὸν γέλωτα ἀρνεῖται μέχρι τοῦ παρηγορηθῆναι·
§55
τὸ γὰρ δέος αὐτῆς ἐπικουφίζει ὁ ἵλεως θεὸς χρησμῷ κελεύσας ὁμολογεῖν, ὅτι ἐγέλασεν, ἵν’ ἡμᾶς ἀναδιδάξῃ, ὅτι οὐ κατὰ τὸ παντελὲς ἐστέρηται τὸ γενητὸν χαρᾶς, ἀλλ’ ἔστιν ἡ μὲν ἀμιγὴς καὶ ἀκραιφνεστάτη, μηδὲν τῶν τῆς ἐναντίας ἐπιδεχομένη φύσεως, ἐξαίρετος θεοῦ, ἡ δ’ ἀπ’ ἐκείνης ῥυεῖσα μικτή, βραχέσιν ἀνακεκραμένη λυπηροῖς, ἀνδρὸς ἤδη σοφοῦ δωρεὰν μεγίστην λαβόντος τὴν τοιαύτην μῖξιν, ἐν ᾗ πλείω τὰ ἡδέα τῶν ἀηδῶν ἀνακέκραται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
§56
Μετὰ δὲ τὴν συνεχῆ καὶ ἀδιάστατον καὶ διαιωνίζουσαν ἑορτὴν ἄγεται δευτέρα ἡ δι’ ἓξ ἡμερῶν ἱερὰ ἑβδόμη· ἣν οἱ μὲν ὠνόμασαν παρθένον εἰς τὴν ὑπερβάλλουσαν ἁγνείαν ἀπιδόντες αὐτῆς, οἱ δὲ αὐτοὶ καὶ ἀμήτορα, σπαρεῖσαν ἐκ μόνου τοῦ πατρὸς τῶν ὅλων, ἰδέαν τῆς ἄρρενος γενεᾶς, ἀμέτοχον τῆς πρὸς γυναικῶν· ἀνδρειότατος γὰρ καὶ ἀλκιμώτατος ὁ ἀριθμός, πρὸς ἀρχὴν καὶ ἡγεμονίαν εὖ πεφυκώς· ἔνιοι δὲ αὐτὴν καιρὸν προσηγόρευσαν ἀπὸ τῶν αἰσθητῶν τεκμηράμενοι τὴν νοητὴν αὐτῆς οὐσίαν.
§57
ὅσα γὰρ τῶν ἐν αἰσθητοῖς ἄριστα, δι’ ὧν αἱ ἐτήσιοι ὧραι καὶ τῶν καιρῶν αἱ περίοδοι τεταγμένως ἀποτελοῦνται, μετέσχηκεν ἑβδομάδος, λέγω δὲ πλάνητας ἑπτὰ καὶ ἄρκτον καὶ πλειάδα καὶ σελήνης αὐξομένης τε καὶ μειουμένης ἀνακυκλήσεις καὶ τῶν ἄλλων τὰς ἐναρμονίους καὶ παντὸς λόγου κρείττους περιφοράς.
§58
Μωυσῆς δὲ ἀπὸ σεμνοτέρου πράγματος ἐκάλεσεν αὐτὴν συντέλειαν καὶ παντέλειαν, ἑξάδι μὲν τὴν γένεσιν τῶν τοῦ κόσμου μερῶν ἀναθείς, ἑβδομάδι δὲ τὴν τελείωσιν. ἑξὰς μὲν γὰρ ἀρτιοπέριττος ἀριθμός, ἐκ τοῦ δὶς τρία παγείς, ἔχων ἄρρενα μὲν τὸν περιττόν, θῆλυν δὲ τὸν ἄρτιον, ἐξ ὧν εἰσιν αἱ γενέσεις κατὰ φύσεως θεσμοὺς ἀκινήτους.
§59
ἑβδομὰς δὲ ἀμιγέστατος καὶ φῶς, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑξάδος· ἃ γὰρ ἐγέννησεν ἑξάς, ταῦθ’ ἑβδομὰς τελεσφορηθέντα ἐπεδείξατο. παρὸ καὶ γενέθλιος τοῦ κόσμου δεόντως ἂν προσαγορεύοιτο, καθ’ ἣν τὸ τοῦ πατρὸς ἔργον τέλειον ἐκ τελείων μερῶν ἀνεφάνη, ἐν ᾗ προστέτακται πάντων ἀνέχειν ἔργων,
§60
οὐκ ἐπειδὴ ῥᾳθυμίας ὁ νόμος εἰσηγητής — ἀεὶ γὰρ ἐθίζει κακοπαθεῖν καὶ πρὸς πόνον ἀλείφει καὶ τοὺς ἀργεῖν καὶ σχολάζειν ἐθέλοντας προβέβληται, διείρηται γοῦν ἓξ ἡμέρας ἐνεργεῖν —, ἀλλ’ ἵνα τοὺς συνεχεῖς καὶ ἀτρύτους πόνους χαλάσῃ καὶ τὰ σώματα μεμετρημέναις ἀνέσεσιν ἀνακτησάμενος καινώσῃ πάλιν πρὸς τὰς αὐτὰς ἐνεργείας· οἱ γὰρ διαπνεύσαντες, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἀθληταί, ῥώμην συλλέγονται καὶ ἀπὸ κραταιοτέρας δυνάμεως ἀνυπερθέτως ἕκαστα τῶν πρακτέων τλητικῶς ὑπομένουσι.
§61
προστάξας μέντοι μὴ διαπονεῖν τοῖς σώμασι κατὰ τὰς ἑβδόμας ἐφῆκε τὰς ἀμείνους πράξεις ἐπιτελεῖν· αὗται δ’ εἰσὶν αἱ διὰ λόγων καὶ δογμάτων τῶν κατ’ ἀρετήν· προτρέπει γὰρ φιλοσοφεῖν τότε βελτιοῦντας τὴν ψυχὴν καὶ τὸν ἡγεμόνα νοῦν.
§62
ἀναπέπταται γοῦν ταῖς ἑβδόμαις μυρία κατὰ πᾶσαν πόλιν διδασκαλεῖα φρονήσεως καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν, ἐν οἷς οἱ μὲν ἐν κόσμῳ καθέζονται σὺν ἡσυχίᾳ τὰ ὦτα ἀνωρθιακότες μετὰ προσοχῆς πάσης ἕνεκα τοῦ διψῆν λόγων ποτίμων, ἀναστὰς δέ τις τῶν ἐμπειροτάτων ὑφηγεῖται τὰ ἄριστα καὶ συνοίσοντα, οἷς ἅπας ὁ βίος ἐπιδώσει πρὸς τὸ βέλτιον.
§63
ἔστι δ’ ὡς ἔπος εἰπεῖν τῶν κατὰ μέρος ἀμυθήτων λόγων καὶ δογμάτων δύο τὰ ἀνωτάτω κεφάλαια, τό τε πρὸς θεὸν δι’ εὐσεβείας καὶ ὁσιότητος καὶ τὸ πρὸς ἀνθρώπους διὰ φιλανθρωπίας καὶ δικαιοσύνης· ὧν ἑκάτερον εἰς πολυσχιδεῖς ἰδέας καὶ πάσας ἐπαινετὰς τέμνεται.
§64
ἐξ ὧν δῆλόν ἐστιν, ὅτι Μωυσῆς οὐδένα καιρὸν ἀπράκτους ἐᾷ τοὺς χρωμένους αὐτοῦ ταῖς ἱεραῖς ὑφηγήσεσιν· ἀλλ’ ἐπειδὴ συνέστημεν ἐκ ψυχῆς καὶ σώματος, ἀπένειμε καὶ τῷ σώματι τὰ οἰκεῖα ἔργα καὶ τῇ ψυχῇ τὰ ἐπιβάλλοντα καὶ ἐφεδρεύειν τὰ ἕτερα τοῖς ἑτέροις ἐσπούδασεν, ἵνα πονοῦντος μὲν τοῦ σώματος ἡ ψυχὴ διαναπαύηται, ἀναπαύλῃ δὲ χρωμένου διαπονῇ, καὶ οἱ ἄριστοι τῶν βίων, ὅ τε θεωρητικὸς καὶ ὁ πρακτικός, ἀμείβωσιν ἀντιπαραχωροῦντες ἀλλήλοις, ὁ μὲν πρακτικὸς λαχὼν ἑξάδα κατὰ τὴν τοῦ σώματος ὑπηρεσίαν, ὁ δὲ θεωρητικὸς ἑβδομάδα πρὸς ἐπιστήμην καὶ τελειότητα διανοίας.
§65
Ἀπείρηται δὲ κατ’ αὐτὴν πῦρ ἐναύειν ὡς ἀρχὴν καὶ σπέρμα τῶν περὶ βίον πραγματειῶν, ἐπειδήπερ ἄνευ πυρὸς οὐδὲν ἔστι τῶν εἰς τὰς πρὸς τὸ ζῆν ἀναγκαίας χρείας ἐργάσασθαι· ὡς δι’ ἑνὸς τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου τῶν εἰς τὰς τέχνας καὶ μάλιστα τὰς βαναύσους αἰτίου κεκωλῦσθαι καὶ τῶν κατὰ μέρος ὑπηρεσιῶν.
§66
ἀλλ’ ἔοικε διὰ τοὺς ἀπειθεστέρους καὶ ἥκιστα προσέχοντας τὸν νοῦν τοῖς προσταττομένοις καὶ τὰ ἄλλα προσνομοθετεῖν, οὐ μόνον ἐλευθέρους ἀνέχειν ἔργων ἀξιῶν ταῖς ἑβδόμαις, ἀλλὰ καὶ θεράπουσι καὶ θεραπαίναις ἐφιείς, ἄδειαν καὶ μόνον οὐκ ἐλευθερίαν δι’ ἓξ ἡμερῶν προκηρύττων τούτοις, ἵν’ ἀμφοτέρους ἀναδιδάξῃ μάθημα κάλλιστον·
§67
τοὺς μὲν δεσπότας αὐτουργεῖν ἐθίζεσθαι, μὴ ἀναμένοντας τὰς ἀπὸ τῶν οἰκετῶν λατρείας καὶ ὑπηρεσίας, ἵν’, εἴ τινες ἀβούλητοι καιροὶ κατάσχοιεν κατὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων μεταβολάς, μὴ τῷ ἀήθει τῆς αὐτουργίας προκάμνοντες τοῖς ἐπιτάγμασιν ἀπαγορεύωσιν, ἀλλ’ εὐκινητοτέροις χρώμενοι τοῖς τοῦ σώματος μέρεσιν εὐφόρως καὶ μετὰ ῥᾳστώνης ἐνεργῶσι, τοὺς δ’ οἰκέτας μὴ ἀπογινώσκειν τὰς ἀμείνους ἐλπίδας, ἀλλ’ ἔχοντας τὴν δι’ ἓξ ἡμερῶν ἄνεσιν ἐμπύρευμά τι καὶ ζώπυρον ἐλευθερίας τὴν εἰς τὸ παντελὲς ἄφεσιν, εἰ διαμένοιεν χρηστοὶ καὶ φιλοδέσποτοι, προσδοκᾶν.
§68
ἐκ δὲ τοῦ τοὺς μὲν ἐλευθέρους ὑπομεῖναί ποτε τὰς δούλων ὑπηρεσίας, τοῖς δ’ οἰκέταις ἐγγενέσθαι μετασχεῖν ἀδείας, συμβήσεται τὸν τῶν ἀνθρώπων βίον ἐπιδοῦναι πρὸς ἀρετὴν τελειοτάτην, ὑπομιμνῃσκομένων ἰσότητος καὶ ἀντεκτινόντων ἀλλήλοις χρέος ἀναγκαῖον τῶν τε λαμπρῶν εἶναι δοκούντων καὶ τῶν ἀφανεστέρων.
§69
ἀλλὰ γὰρ οὐ θεράπουσι μόνον ἐκεχειρίαν ἔδωκεν ὁ νόμος ταῖς ἑβδόμαις, ἀλλὰ καὶ κτήνεσι· καίτοι φύσει θεράποντες μὲν ἐλεύθεροι γεγόνασιν — ἄνθρωπος γὰρ ἐκ φύσεως δοῦλος οὐδείς —, τὰ δ’ ἄλογα ζῷα πρὸς τὴν τῶν ἀνθρώπων χρείαν καὶ ὑπηρεσίαν εὐτρεπισθέντα δούλων ἔχει τάξιν· ἀλλ’ ὅμως ἀχθοφορεῖν ὀφείλοντα καὶ τοὺς ὑπὲρ τῶν κεκτημένων ὑπομένειν πόνους τε καὶ καμάτους ἀναπαύλας εὑρίσκει ταῖς ἑβδόμαις.
§70
καὶ τί δεῖ τῶν ἄλλων μεμνῆσθαι; οὐδὲ γὰρ βοῦς πρὸς τὰ ἀναγκαιότατα καὶ χρησιμώτατα τῶν ἐν τῷ βίῳ γεγονώς, ἄροτον γῆς προετοιμαζομένης εἰς σπορὰν καὶ πάλιν δραγμάτων συγκομισθέντων ἀλοητὸν εἰς καρποῦ κάθαρσιν, τότε καταζεύγνυται, τὴν τοῦ κόσμου γενέθλιον ἑορτάζων. οὕτως ἄρα διὰ πάντων τὸ ἱεροπρεπὲς αὐτῆς πεφοίτηκε.
§71
Τοσούτου δ’ ἀξιοῖ σεβασμοῦ τὴν ἑβδόμην, ὥστε καὶ ἄλλα ὁπόσα ταύτης μετέχει τετίμηται παρ’ αὐτῷ. κατὰ γοῦν ἕβδομον ἐνιαυτὸν ἀεὶ χρεωκοπίαν εἰσηγεῖται πένησιν ἐπικουρῶν καὶ τοὺς πλουσίους ἐπὶ φιλανθρωπίαν προκαλούμενος, ἵνα τῶν ἰδίων μεταδιδόντες ἀπόροις χρηστὰ καὶ περὶ αὑτῶν προσδοκῶσιν, εἰ γένοιτό τι πταῖσμα· πολλὰ δὲ τὰ ἀνθρώπινα καὶ οὐκ ἐπὶ τῶν αὐτῶν ὁ βίος ὁρμεῖ πνεύματος ἀστάτου τρόπον μεταβάλλων πρὸς τὰ ἐναντία.
§72
καλὸν μὲν οὖν τὴν ἀπὸ δανειστῶν χάριν ἐπὶ πάντας φθάνειν χρεώστας· ἐπεὶ δ’ οὐ πάντες πρὸς μεγαλοφροσύνην πεφύκασιν, ἀλλ’ εἰσὶν ἥττους ἔνιοι χρημάτων ἢ οὐ σφόδρα εὔποροι, καὶ τούτους ἐδικαίωσεν εἰσφέρειν ἃ μὴ λυπήσει διδόμενα.
§73
παρὰ γὰρ τῶν ὁμοεθνῶν εἰσπράττειν οὐκ ἐάσας ἐφῆκε παρὰ τῶν ἄλλων κομίζεσθαι, τοὺς μὲν καλέσας εὐθυβόλως „ἀδελφούς“, ἵνα μηδεὶς φθονῇ τῶν ἰδίων ὡς ἂν ἐκ φύσεως συγκληρονόμοις ἀδελφοῖς, τοὺς δὲ μὴ ὁμοεθνεῖς, ὅπερ εἰκός, „ἀλλοτρίους“ ὠνόμασεν.
§74
ἡ δ’ ἀλλοτριότης ἀκοινώνητον, εἰ μὴ καὶ ταύτην τις ὑπερβολαῖς ἀρετῶν μεθαρμόσαιτο πρὸς συγγενικὴν οἰκειότητα· συνόλως γὰρ ἐν ἀρεταῖς ἡ πολιτεία καὶ νόμοις, οἳ μόνον τὸ καλὸν ἀγαθὸν εἰσηγοῦνται. ὑπαίτιον δὲ τὸ δανείζειν ἐπὶ τόκῳ· δανείζεται γάρ τις οὐ περιουσίᾳ ζῶν, ἀλλὰ δηλονότι χρεῖος ὤν, ὃς ἐπαναγκαζόμενος τόκους τοῖς ἀρχαίοις προσαποτίνειν ἀπορώτατος ἐξ ἀνάγκης ἂν γένοιτο καὶ νομίσας ὠφελεῖσθαι ἔτι βλάπτεται καθάπερ τὰ ὀλιγόφρονα τῶν ζῴων τῷ παρόντι δελέατι.
§75–121
§75
σοὶ δ’ εἴποιμ’ ἄν, ὦ δανειστά· τί κοινωνίᾳ τρόπον ἀκοινώνητον συσκιάζεις; τί δὲ τῷ μὲν δοκεῖν εἶναι χρηστὸς καὶ φιλάνθρωπος προσποιῇ, ἐν δὲ τοῖς ἔργοις ἀπανθρωπίαν ἐπιδείκνυσαι καὶ δεινὴν σκαιότητα, πλείω ὧν ἔδωκας ἀναπράττων καὶ ἔστιν ὅπου διπλάσιον, πενιχρότερον ἀπεργαζόμενος τὸν πένητα;
§76
τοιγάρτοι συναλγεῖ μὲν οὐδείς, ὅταν ὀρεχθεὶς πλειόνων προσσυναποβάλῃς καὶ τὰ ὄντα, πάντες δ’ ἐφήδονται τοκογλύφον καὶ ὀβολοστάτην καὶ τὰ τοιαῦτα ὀνομάζοντες, ὡς ἔφεδρον ἀλλοτρίων κακῶν καὶ τὴν ἑτέρων ἀτυχίαν ἰδίαν κρίνοντα εὐτυχίαν.
§77
ἀλλὰ πηρόν, ὡς ἔφη τις, ἡ κακία, καὶ ὁ δανείζων τυφλός, τὸν χρόνον τῆς ἀποδόσεως οὐ βλέπων, ἐν ᾧ μόλις ἢ οὐδ’ ὅλως ὧν ἐκ πλεονεξίας τεύξεσθαι προσεδόκησεν ἐφίξεται.
§78
οὗτος μὲν οὖν διδότω δίκας τῆς φιλαργυρίας, ἃ προήκατο μόνα κομιζόμενος, ἵνα μὴ ἀτυχίας ἀνθρώπων ἐργάζηται προσοδευόμενος ἐξ ὧν οὐ προσῆκεν· οἱ δὲ χρεῶσται τῆς ἀπὸ τῶν νόμων φιλανθρωπίας ἀξιούσθωσαν, τόκους καὶ ἐπιτοκίας μὴ τελοῦντες, αὐτὸ δὲ μόνον τὸ ἀρχαῖον ἀποτινύντες· πάλιν γὰρ ἐν καιροῖς τὸν αὐτὸν ἔρανον ἀνταποτίσουσι τοῖς συμβάλλουσιν ἀμειβόμενοι ταῖς ἴσαις ὠφελείαις τοὺς χάριτος ἄρξαντας.
§79
Τοιαῦτα διαταξάμενος ἑξῆς ἀναγράφει νόμον ἡμερότητος καὶ φιλανθρωπίας μεστόν. ἐάν, φησί, πραθῇ σοί τις τῶν ἀδελφῶν, ἓξ ἔτη δουλευέτω, τῷ δὲ ἑβδόμῳ προῖκα ἐλεύθερος ἀφιέσθω.
§80
πάλιν "ἀδελφὸν" τὸν ὁμόφυλον εἶπεν ὑποσπείρων τῇ τοῦ κεκτημένου ψυχῇ διὰ τῆς προσρήσεως τὴν πρὸς τὸν ὑπήκοον συγγένειαν, ἵνα μὴ ὡς ξένου, πρὸς ὃν οὐδὲν φίλτρον ἐστὶν εὐνοίας, κατολιγωρῇ, φιλοίκειον δέ τι προπεπονθὼς πάθος ἐκ διδασκαλίας, ἣν ὁ ἱερὸς λόγος ὑπηχεῖ, μὴ ἀγανακτῇ μέλλοντος ἐλευθεροῦσθαι.
§81
τοὺς γὰρ τοιούτους δούλους μὲν ὀνομάζεσθαι συμβέβηκε, θῆτας δὲ τῷ ὄντι εἶναι τῶν ἀναγκαίων χάριν ὑπηρετοῦντας, κἂν μυριάκις αὐτεξούσιον δυναστείαν καὶ δεσποτείαν ἀπειλῶσί τινες κατ’ αὐτῶν·
§82
οὓς τιθασευτέον, ἐπιλέγοντας τὰ χρηστὰ ἐκεῖνα τοῦ νόμου παραγγέλματα· μισθωτός ἐστιν, ὦ ἄνθρωπε, ὁ λεγόμενος δοῦλος, καὶ αὐτὸς ἄνθρωπος ὤν, ἔχων πρὸς σὲ τὴν ἀνωτάτω συγγένειαν, ἔπειτα καὶ ἀπὸ τοῦ αὐτοῦ ἔθνους, τάχα δὲ καὶ φυλέτης καὶ δημότης, ἐνδείας χάριν εἰς τουτὶ τὸ σχῆμα ὑπηγμένος.
§83
ἀνελὼν οὖν ἐκ τῆς ψυχῆς ἐπίβουλον κακόν, ἀλαζονείαν, ὡς μισθωτῷ προσφέρου, τὰ μὲν διδούς, τὰ δὲ καὶ λαμβάνων· παρέξει μὲν οὖν ἐκεῖνος ἀοκνότατα τὰς ὑπηρεσίας ἀεὶ καὶ πανταχοῦ, μηδὲν ὑπερτιθέμενος, ἀλλὰ φθάνων τὰς σὰς ἐπικελεύσεις τάχει καὶ προθυμίᾳ· σὺ δ’ ἀντιδίδου τὰς τροφὰς καὶ ἐσθῆτα καὶ τὴν ἄλλην ἐπιμέλειαν, μὴ καταζεύξας ὡς ζῷον ἄλογον μηδὲ πλείοσι καὶ βαρυτέροις τῆς δυνάμεως ἄχθεσι πιέζων μηδ’ ὑβρίζων μηδὲ ἀπειλαῖς καὶ ἐπανατάσεσιν εἰς χαλεπὰς δυσθυμίας ἐφελκόμενος, ἀλλ’ ἀναχωρήσεις διδοὺς καὶ ἀνέσεις μεμετρημένας· τὸ γὰρ „μηδὲν ἄγαν“ ἐπὶ πάντων ἄριστον καὶ μάλιστα πρὸς οἰκέτας δεσποτῶν.
§84
ὑπηρετηθεὶς μέντοι χρόνον αὐταρκέστατον, ἑξαετίαν, ὅταν ὁ ἱερώτατος ἀριθμὸς ἐνίστασθαι μέλλῃ, τὸ ἕβδομον ἔτος, ἐλεύθερον μεθίεσο τὸν ἐλεύθερον φύσει μηδὲν ἐνδοιάσας, ἀλλ’, ὦ γενναῖε, καὶ γεγηθὼς δίδου τὴν χάριν, ὅτι καιρὸν ἔλαβες τὸ ζῴων ἄριστον, ἄνθρωπον, ἐν τοῖς μεγίστοις εὐεργετῆσαι· δούλῳ γὰρ οὐκ ἔστι μεῖζον ἐλευθερίας ἀγαθόν.
§85
χαίρων οὖν καὶ προσεπιδαψίλευσαί τι τῶν ἰδίων ἀφ’ ἑκάστου μέρους τῆς κτήσεως ἐφοδιάσας τὸν εὐεργετηθέντα· σὸν γὰρ ἐγκώμιον, εἰ μὴ πένης ὢν ἀπαλλάττοιτο τῆς οἰκίας, ἀλλὰ τῶν εἰς τἀναγκαῖα ἀφορμῶν εὐπορηκώς, ἵνα μὴ πάλιν ὑπ’ ἐνδείας εἰς τὴν ἀρχαίαν ἀτυχίαν ὑπαχθῇ δουλεύειν ἀναγκασθεὶς διὰ σπάνιν τῶν περὶ δίαιταν καὶ ἡ σὴ χάρις ἀναιρεθῇ. πενήτων μὲν δὴ πέρι τοσαῦτα.
§86
Κελεύει δ’ ἑξῆς ἀργὴν τὴν χώραν ἐᾶν ἔτει ἑβδόμῳ, διὰ πολλά· πρῶτον μέν, ἵνα τὴν ἑβδομάδα τιμήσῃ κατὰ πάντας χρόνους ἡμερῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν· ἑβδόμη τε γὰρ πᾶσα ἡμέρα ἱερά, τὸ καλούμενον παρ’ Ἑβραίοις σάββατον, μηνῶν τε ὁ ἕβδομος κατὰ πᾶν ἔτος ἑορτῶν ἔλαχε τὴν μεγίστην, ὥστ’ εἰκότως καὶ ὁ ἕβδομος ἐνιαυτὸς τοῦ περὶ τὸν ἀριθμὸν σεβασμοῦ τυχὼν ἐκτετίμηται.
§87
δεύτερον δ’ ἐκεῖνο· μὴ πάντα, φησίν, ἴσθι τοῦ κέρδους, ἀλλὰ καὶ ἑκὼν ζημίαν ὑπόμεινον, ἵνα καὶ τὴν ἀκούσιον βλάβην, εἴ ποτε γένοιτο, ῥᾳδίως ἐνέγκῃς, ἀλλὰ μὴ ὡς ἐπὶ καινῷ καὶ ξένῳ δυσχεραίνων ἀθυμήσῃς. εἰσὶ γὰρ τῶν πλουσίων οὕτως ἀτυχεῖς τὰς γνώμας τινές, ὥστε ἀπορίας ἐπισχούσης στένουσι καὶ κατηφοῦσιν οὐδὲν ἧττον ἢ εἰ πᾶσαν ἀφῃρέθησαν τὴν οὐσίαν.
§88
ἀλλὰ τῶν Μωυσέως ὁμιλητῶν ὅσοι φοιτηταὶ γνήσιοι καλοῖς ἐνασκούμενοι νομίμοις ἐκ πρώτης ἡλικίας ἐθίζονται τὰς ἐνδείας εὐμαρῶς ὑπομένειν διὰ τοῦ καὶ τὴν ἀρετῶσαν χώραν ἐᾶν ἀργήν, ἅμα καὶ μεγαλοφροσύνην ἀναδιδασκόμενοι καὶ τὰς ὁμολογουμένας προσόδους μόνον οὐκ ἐκ τῶν χειρῶν ἑκουσίῳ γνώμῃ μεθιέναι.
§89
τρίτον κἀκεῖνο αἰνίττεσθαί μοι δοκεῖ, τὸ μηδενὶ προσήκειν τὸ παράπαν ἀνθρώπους ἄχθει βαρύνειν καὶ πιέζειν· εἰ γὰρ τοῖς μέρεσι τῆς γῆς, ἃ μήτε ἡδονῆς μήτε ἀλγηδόνος πέφυκε κοινωνεῖν, μεταδοτέον ἀναπαύλης, πῶς οὐχὶ μᾶλλον ἀνθρώποις, οἷς οὐ μόνον αἴσθησις πρόσεστιν ἡ κοινὴ καὶ τῶν ἀλόγων ζῴων, ἀλλὰ καὶ λογισμὸς ἐξαίρετος, ᾧ τὰ ἐκ πόνων καὶ καμάτων ὀδυνηρὰ τρανοτέραις φαντασίαις ἐντυποῦται;
§90
παυσάσθωσαν οὖν οἱ λεγόμενοι δεσπόται τῶν ἐπὶ δούλοις σφοδρῶν καὶ δυσυπομονήτων ἐπιταγμάτων, ἃ καὶ τὰ σώματα κατακλᾷ βιαζόμενα καὶ τὰς ψυχὰς πρὸ τῶν σωμάτων ἀπαγορεύειν ἀναγκάζει.
§91
φθόνος γὰρ οὐδεὶς προστάττειν τὰ μέτρια, δι’ ὧν καὶ ὑμεῖς τῆς προσηκούσης ὑπηρεσίας ἀπολαύσετε καὶ οἱ θεράποντες εὐφόρως τὰ κελευσθέντα δράσουσι καὶ τὰς διακονίας οὐ πρὸς ὀλίγον ἅτε προκαμόντες καὶ (εἰ δεῖ τἀληθὲς εἰπεῖν) ἐν τοῖς πόνοις προγηράσαντες ὑπομενοῦσιν, ἀλλὰ πρὸς μήκιστον ἀθλητῶν τρόπον ἀνηβῶντες, οὐ τῶν εἰς πολυσαρκίαν πιαινομένων, ἀλλ’ οἷς ἔθος ἐγγυμνάζεσθαι διὰ ξηρῶν ἱδρώτων πρὸς τὴν τῶν περὶ τὸν βίον ἀναγκαίων καὶ χρησίμων κτῆσιν.
§92
παυσάσθωσαν καὶ οἱ τῶν πόλεων ἡγεμόνες φόροις καὶ δασμοῖς συνεχέσι καὶ μεγάλοις αὐτὰς ἐκτραχηλίζοντες, οἳ τὰ μὲν ἴδια ταμεῖα πληροῦσιν, ἅμα τοῖς χρήμασι καὶ τὰς ἀνελευθέρους κακίας καὶ τὸν σύμπαντα βίον αὐτῶν ῥυπαινούσας θησαυροφυλακοῦντες.
§93
ἀνηλεεστάτους γὰρ καὶ γέμοντας ἀπανθρωπίας τοὺς τῶν φόρων ἐκλογεῖς ἐπίτηδες αἱροῦνται τὰς πρὸς πλεονεξίαν ἀφορμὰς αὐτοῖς ἐνδιδόντες· οἱ δὲ τῇ φυσικῇ σκαιότητι προσειληφότες καὶ τὴν ἐξ ἐπιταγμάτων δεσποτικῶν ἐκεχειρίαν καὶ πάντα ὑπὲρ ἀρεσκείας τῆς ἐκείνων ἐγνωκότες πράττειν οὐδὲν παραλείπουσι τῶν χαλεπωτάτων, ἐπιείκειαν καὶ ἡμερότητα μηδ’ ὄναρ εἰδότες·
§94
τοιγάρτοι πάντα φύρουσι καὶ συγχέουσιν ἀργυρολογοῦντες, ὡς μὴ μόνον ἐκ τῶν οὐσιῶν ἀναπράττειν, ἀλλὰ καὶ ἐκ τῶν σωμάτων, ὕβρεσιν, αἰκίαις, πρὸς ἀποτομίαν κεκαινουργημέναις βασάνοις· ἤδη δέ τινας ἀκούω μηδὲ νεκρῶν ἀποσχέσθαι δι’ ἀγριότητα καὶ παρηλλαγμένην λύτταν, οἳ ἐπὶ τοσοῦτον ἐθηριώθησαν, ὡς καὶ τύπτειν ὑστριχίσι τολμᾶν τοὺς τεθνεῶτας·
§95
καὶ ἐπειδή τις τῆς ἄγαν ὠμότητος κατεμέμφετο, εἰ μηδ’ ὁ θάνατος, ἡ κακῶν ἁπάντων ἀπαλλαγὴ καὶ ὡς ἀληθῶς τελευτή, περιποιήσει τοῖς ἐκποδὼν τὸ ἀνύβριστον, ἀλλ’ ἀντὶ ταφῆς καὶ τῶν νομιζομένων αἰκίας ὑπομενοῦσιν, ἀπολογίᾳ χείρονι κατηγορίας ἐχρῶντο φάσκοντες προπηλακίζειν τοὺς τεθνεῶτας, οὐχ ὑπὲρ τοῦ κωφὴν καὶ ἀναίσθητον κόνιν ὑβρίζειν — ἀνωφελὲς γάρ —, ἀλλ’ ὑπὲρ τοῦ τοὺς ἢ κατὰ γένος ἢ καθ’ ἑταιρίαν προσήκοντας εἰς οἶκτον ἀγαγεῖν καὶ προκαλέσασθαι λύτρα καταθέσθαι τῶν σωμάτων ὑστάτην ἀπονείμαντας χάριν.
§96
εἶτα, ὦ φαυλότατοι πάντων ἀνθρώπων, εἴποιμ’ ἂν αὐτοῖς, ἃ διδάσκετε, οὐ προεμάθετε; ἢ προκαλεῖσθαι μὲν εἰς ἔλεον ἑτέρους, εἰ καὶ δι’ ὠμοτάτων ἔργων, οἴδατε, τὰ δὲ χρηστὰ καὶ φιλάνθρωπα πάντα τῆς ἑαυτῶν ψυχῆς ἐκτέτμησθε; καὶ ταῦτα μὴ ἀποροῦντες ἀγαθῶν ὑφηγητῶν καὶ μάλιστα τῶν ἡμετέρων νόμων, οἳ καὶ τὴν γῆν μεθεῖσαν φόρων τῶν ἐτησίων ἄνεσιν καὶ ἀνάπαυλαν αὐτῇ παρασχόντες;
§97
αὕτη δέ, καίτοι δοκοῦσα ἄψυχος εἶναι, πρὸς ἀμοιβὴν εὐτρέπισται καὶ χάριτος ἀντίδοσιν, ἣν ἔλαβε δωρεὰν ἀντεκτίνειν ἐπειγομένη· τυχοῦσα γὰρ ἀδείας ἔτει ἑβδόμῳ καὶ μὴ πονηθεῖσα, σύμπαντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον ἀπελευθεριάσασα, τῷ μετὰ ταῦτα διπλασίους, ἔστι δ’ ὅτε καὶ πολυπλασίους, ὑπ’ εὐφορίας ἤνεγκε καρπούς.
§98
τὸ παραπλήσιον μέντοι καὶ τοὺς ἀλείπτας ἔστιν ἰδεῖν δρῶντας ἐπὶ τῶν ἀθλητῶν· ὅταν γὰρ αὐτοὺς συγκροτήσωσιν ἐπαλλήλοις καὶ συνεχέσι γυμνασίαις, πρὶν εἰς ἄκρον καμεῖν, ἀνακτῶνται παρέχοντες ἀνέσεις οὐ μόνον τῶν ἐν ἀθλήσει πόνων ἀλλὰ καὶ τῶν πρὸς ἐδωδὴν καὶ πόσιν, τὸ σκληροδίαιτον χαλῶντες εἴς τε ψυχῆς εὐθυμίαν καὶ εὐπάθειαν σώματος.
§99
καὶ οὐ δήπου διδάσκαλοι ῥᾳθυμίας καὶ τρυφῆς εἰσιν οἷς ἐπάγγελμα τὸ πρὸς πόνους ἀλείφειν, ἀλλὰ μεθόδῳ καὶ τέχνῃ προσποιοῦσιν ἰσχὺν κραταιοτέραν ἰσχύϊ καὶ δυνάμεις σθεναρωτέρας δυνάμεσι, τὴν ῥώμην ἀνέσει καὶ ἐπιτάσει καθάπερ ἁρμονίαν συναύξοντες.
§100
ἔμαθον δὲ παρὰ τῆς πανσόφου ταῦτα φύσεως, ἥτις τὸ ἐπίπονον καὶ καματηρὸν τοῦ γένους ἡμῶν ἐπισταμένη διένειμε τὸν χρόνον εἰς ἡμέραν τε καὶ νύκτα, τῇ μὲν ἐγρήγορσιν, νυκτὶ δ’ ὕπνον παρασχοῦσα.
§101
φροντὶς γὰρ αὐτὴν οἷα μητέρα κηδεμονικωτάτην εἰσῆλθε τοῦ μὴ τὰ ἔγγονα ἀποτρύχεσθαι· μεθ’ ἡμέραν γὰρ τὰ σώματα διανίστησι καὶ πρὸς τὰς τοῦ βίου χρείας καὶ ὑπηρεσίας ἁπάσας ἐγείρει κακίζουσα τοὺς ἀργῷ καὶ ἁβροδιαίτῳ βίῳ σχολάζειν ἐθιζομένους, νύκτωρ δὲ καθάπερ ἐν πολέμῳ τὸ ἀνακλητικὸν ὑποσημήνασα πρὸς ἀνάπαυλαν καλεῖ καὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν.
§102
οἱ δ’ ἀποθέμενοι πολὺ βάρος πραγματειῶν, ὅσον ἕωθεν εἰς ἑσπέραν ἦσαν ἐπηχθισμένοι, καὶ ἐπανελθόντες οἴκαδε πρὸς ἡσυχίαν τρέπονται καὶ καταδαρθόντες ὕπνῳ βαθεῖ τὸν μεθημερινὸν πόνον ἐκνοσηλεύονται, καὶ πάλιν νεαλεῖς καὶ ἀκμῆτες γενόμενοι σπεύδουσιν ἕκαστοι πρὸς τὰ οἰκεῖα καὶ συνήθη.
§103
τὸν δόλιχον τοῦτον ἡ φύσις διά τε ὕπνου καὶ ἐγρηγόρσεως ἀπένειμεν ἀνθρώποις, ἵν’ ἐν μέρει μὲν ἐνεργῶσιν, ἐν μέρει δ’ ἀτρεμίζοντες ἑτοιμότερα καὶ εὐκινητότερα τὰ τοῦ σώματος ἴσχωσι μέρη.
§104
Πρὸς ἅπερ ἀπιδὼν ὁ τοὺς νόμους ἡμῖν προφητεύσας ἄνεσιν ἐκήρυξε τῇ χώρᾳ δι’ ἑξαετίας γεωπόνους ἐπισχών. ἀλλὰ γὰρ οὐχ ἕνεκα ὧν εἶπον αὐτὸ μόνον τοῦτ’ εἰσηγήσατο, ἀλλὰ καὶ τῆς συνήθους φιλανθρωπίας, ἣν ἅπαντι μέρει τῆς νομοθεσίας συνυφαίνειν ἀξιοῖ τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς κοινωνικὰ καὶ χρηστὰ ἐνσφραγιζόμενος ἤθη.
§105
κελεύει γὰρ τῷ ἑβδόμῳ ἔτει μηδὲν συγκλείειν χωρίον, ἀλλὰ πάντας ἀμπελῶνας καὶ ἐλαιῶνας ἀναπεπταμένους ἐᾶν καὶ τὰς ἄλλας κτήσεις ὅσαι σπαρτῶν εἰσιν ἢ δένδρων, ἵνα τοῖς ἀπαυτοματισθεῖσι καρποῖς οἱ πένητες ἀδεῶς χρῆσθαι δύνωνται μᾶλλον ἢ οὐχ ἧττον τῶν κεκτημένων.
§106
ὅθεν τοῖς μὲν δεσπόταις οὐκ ἐφῆκεν ἐργάζεσθαι στοχασάμενος τοῦ μηδεμιᾶς λύπης αἴτιος αὐτοῖς γενέσθαι ὡς τὰ μὲν ἀναλώματα παρασχοῦσι, τὰς δ’ ἀντὶ τούτων προσόδους μὴ λαμβάνουσι, τοὺς δ’ ἀπόρους ὡς ἰδίων ἀπολαύειν τότε γοῦν τῶν ἀλλοτρίων εἶναι δοκούντων ἠξίωσε ταπεινοῦ σχήματος αὐτοὺς ἀπαλλάττων καὶ τῶν ἐπὶ μεταίταις ὀνειδῶν.
§107
ἆρ’ οὐκ ἄξιον ἐρασθῆναι τῶν νόμων, οἳ τοσαύτης γέμουσιν ἡμερότητος; δι’ ἣν οἱ μὲν πλούσιοι διδάσκονται μεταδιδόναι καὶ κοινωνεῖν ὧν ἔχουσι, παρηγοροῦνται δ’ οἱ πένητες, μὴ πάντοτε ταῖς τῶν εὐπόρων οἰκίαις ἐπιφοιτᾶν ἀναγκαζόμενοι πρὸς ἐπανόρθωσιν ὧν ἐνδεεῖς εἰσιν, ἀλλ’ ἔστιν ὅτε καὶ προσοδευόμενοι καθάπερ ἐξ ἰδίων κτημάτων τοὺς ἀπαυτοματίζοντας, ὡς ἔφην. καρπούς.
§108
χῆραι καὶ ὀρφανοὶ παῖδες καὶ ὅσοι ἄλλοι τῶν ἠμελημένων καὶ ἀφανῶν ἕνεκα τοῦ μὴ περιουσιάζειν τότε περιουσιάζουσι ταῖς τοῦ θεοῦ δωρεαῖς ἐξαπιναίως πεπλουτηκότες, ὃς αὐτοὺς πρὸς κοινωνίαν ἐκάλεσε τῶν κτητόρων ἐν τῷ τῆς ἱερᾶς ἑβδόμης ἀριθμῷ·
§109
καὶ ὅσοι μέντοι κτηνοτροφοῦσι, μετ’ ἀδείας ἐπὶ χλοηφαγίας τὰ οἰκεῖα θρέμματα ἄγουσιν ἐκλεγόμενοι πεδία εὔχορτα καὶ ἐπιτηδειότατα ἐμβόσκεσθαι, καταχρώμενοι τῇ τῆς ἐκεχειρίας ἀδείᾳ· καὶ φθόνος οὐδεὶς ἀπαντᾶται ἐκ τῶν δεσποτῶν ἅτε παλαιοτάτῳ ἔθει κεκρατημένων, ὃ σύντροφον ἐκ μακρῶν χρόνων γενόμενον εἰς φύσιν ἐκνενίκηκεν.
§110
Ἀρχὴν ταύτην βαλλόμενος ὥσπερ θεμέλιόν τινα ἐπιεικείας καὶ φιλανθρωπίας ἑπτὰ ἑβδομάδας ἐτῶν συνθεὶς τὸ πεντηκοστὸν ὅλον ἀπέφηνεν ἱερόν, ἐξαίρετα καὶ πάντα διαφερόντως καλὰ νομοθετήσας ἐπ’ αὐτῷ παρὰ τὰ κοινωνίαν ἔχοντα.
§111
πρῶτον μὲν τόδε· τὰς ἀλλοτριωθείσας κτήσεις οἴεται δεῖν ἀποδίδοσθαι τοῖς ἐξ ἀρχῆς κυρίοις, ἵν’ αἱ κληρουχίαι τοῖς γένεσι διαφυλάττωνται καὶ μηδεὶς τῶν λῆξιν εἰληχότων εἰς ἅπαν στέρηται τῆς δωρεᾶς.
§112
ἐπειδὴ γὰρ καιροὶ πολλάκις προσπίπτουσιν ἀβούλητοι, δι’ οὓς ἀναγκάζονταί τινες πιπράσκειν τὰ ἴδια, καὶ τῆς ἐν δέοντι χρείας τούτων προὐνόησε καὶ τοὺς ὠνουμένους ἐκώλυσεν ἀπατᾶσθαι, τοῖς μὲν πιπράσκειν ἐφείς, τοὺς δ’ ἐφ’ οἷς ὠνήσονται μάλα σαφῶς ἀναδιδάξας.
§113
μὴ γὰρ δίδοτε, φησί, τὰς ἐπὶ παγκτησίᾳ τιμάς, ἀλλὰ τὰς πρὸς ἐνιαυτῶν ὡρισμένον ἀριθμόν, οἳ ἐντός εἰσι πεντηκονταετίας. οὐ γὰρ κτημάτων αἱ πράσεις ἀλλὰ καρπῶν ὀφείλουσιν εἶναι, διὰ δύο τἀναγκαιότατα· ἓν μὲν ὅτι σύμπασα ἡ χώρα κτῆμα κέκληται θεοῦ, τῶν δὲ θεοῦ κτημάτων οὐχ ὅσιον ἄλλους ἐπιγράφεσθαι δεσπότας· ἕτερον δὲ ὅτι λῆξις ἀπονενέμηται ἑκάστῳ τῶν κληρούχων, ἧς στέρεσθαι τὸν λαχόντα οὐκ ἐδικαίωσεν ὁ νόμος.
§114
τὸν μὲν οὖν ἐντὸς τῆς πεντηκονταετίας δυνάμενον ἀναλαβεῖν τὰ οἰκεῖα ἤ τινα τῶν ἐγγυτάτω γένους ἀγχιστέων προκαλεῖται πάσῃ μηχανῇ κατατιθέναι ἣν ἔλαβε τιμὴν καὶ μὴ τῷ πριαμένῳ καθ’ ὃν ἔδει καιρὸν ὠφελήσαντι ζημίας αἴτιον γενέσθαι·
§115
τῷ δὲ ἀπόρως ἔχοντι συνεπάθησε καὶ μετέδωκεν ἐλέου τὴν ἀρχαίαν δωρησάμενος αὖθις περιουσίαν, δίχα τῶν κατ’ εὐχὴν ἀφιερωθέντων ἀγρῶν ἐν τῇ τάξει τῶν ἀναθημάτων· ἀνάθημα δ’ οὐχ ὅσιον ἀκυροῦσθαι χρόνῳ· διὸ προστέτακται τὴν ἀξίαν τιμὴν τούτων ἐκλέγειν μηδὲν καταχαρισαμένους τῷ ποιησαμένῳ τὸ ἀνάθημα.
§116
Ταῦτα μὲν ἐπὶ ταῖς τῆς χώρας διανομαῖς καὶ κληρουχίαις διατέτακται· ἕτερα δ’ ἐπὶ ταῖς οἰκίαις. ἐπεὶ δὲ [καὶ] τούτων αἱ μὲν κατὰ πόλεις ἐντὸς τειχῶν εἰσιν, αἱ δ’ ἐν ἀγροῖς ἔξω τείχους ἐπαύλεις, τὰς μὲν ἐν τοῖς χωρίοις ἐπέτρεψεν ὁ νόμος ἀεὶ λυτροῦσθαι, τὰς δὲ μὴ λυτρωθείσας ἄχρι τοῦ πεντηκοστοῦ ἔτους ἀποδίδοσθαι προῖκα τοῖς πάλαι κυρίοις, καθάπερ καὶ τὰ κτήματα· μοῖρα γὰρ αἱ ἐπαύλεις κτημάτων.
§117
ὅσαι δὲ τειχῶν ἐντός εἰσι, μέχρι μὲν ἐνιαυτοῦ τὴν ἀναπομπὴν ἐπὶ τοὺς πεπρακότας ἔχουσι, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς ἅπαν τοῖς ὠνησαμένοις βεβαιοῦνται, μηδὲν τῆς τοῦ πεντηκοστοῦ ἔτους ἐκεχειρίας βλαπτούσης τοὺς πριαμένους.
§118
αἴτιον δὲ τὸ βούλεσθαι καὶ ἐπηλύταις ἱδρύσεως τῆς ἐνταῦθα βεβαίου παρασχεῖν ἀφορμήν· ἐπειδὴ γὰρ μετουσίαν γῆς οὐκ ἔχουσιν, ἅτε μὴ καταριθμηθέντες ἐν ταῖς κληρουχίαις, οἰκιῶν αὐτοῖς κτῆσιν ὁ νόμος ἀπένειμε, φροντίσας τοῦ μὴ μετανάστας γενέσθαι τοὺς τῶν νόμων ἱκέτας καὶ πρόσφυγας.
§119
αἱ γὰρ πόλεις, ὅτε ἐκληροδοτεῖτο ἡ χώρα κατὰ φυλάς, οὐ διενεμήθησαν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἦσαν συνῳκοδομημέναι, κατὰ τὰς ἐν ἀγροῖς ἐπαύλεις τῶν οἰκητόρων ποιουμένων τὰς διατριβάς· ἐξ ὧν ὕστερον ἀναστάντες καὶ συνελθόντες, ἐπίδοσιν κοινωνίας καὶ φιλίας, ὥσπερ εἰκός, ἐν χρόνῳ μακρῷ λαμβανούσης, οἰκίας ἐν ταὐτῷ καὶ πόλεις ἐδείμαντο, ὧν καὶ ἐπηλύταις, καθάπερ εἶπον, μετέδοσαν, ἵνα μὴ πάντων ἀποροῖεν καὶ τῶν ἐν ἀγροῖς καὶ τῶν κατὰ πόλεις.
§120
Περὶ δὲ τῆς ἱερωμένης φυλῆς τάδε νομοθετεῖται· γῆς ἀποτομὴν οὐκ ἀπένειμε τοῖς νεωκόροις ὁ νόμος, ὑπολαβὼν αὐτάρκη πρόσοδον εἶναι τούτοις τὰς ἀπαρχάς, ὀκτὼ δὲ καὶ τεσσαράκοντα πόλεις ἀπεκλήρωσεν εἰς οἴκησιν καὶ δισχιλίους ἑκάστῃ πήχεις προάστειον ἐν κύκλῳ.
§121
τὰς οὖν ἐν ταύταις οἰκίας οὐ τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις, ὅσαι τειχῶν εἴσω τυγχάνουσιν, ἐβεβαίωσε τοῖς πριαμένοις, ἐντὸς ἐνιαυτοῦ τῶν ἀποδιδομένων κομίσασθαι μὴ δυναμένων, ἀλλ’ εἰς ἅπαν ἐφῆκεν αὐτὰς λυτροῦσθαι, καθάπερ καὶ τοῖς ἀπὸ τοῦ ἔθνους τὰς ἐπαύλεις αἷς ἰσοδυναμοῦσιν, ἐπειδὴ μόνας ἐκ τοσαύτης χώρας διεκληρώσαντο τὰς οἰκίας, ὧν οὐκ ᾤετο δεῖν στέρεσθαι τοὺς λαβόντας, καθάπερ οὐδὲ τοὺς κληρούχους τῶν ἐπαύλεων. οἰκιῶν μὲν δὴ πέρι τοσαῦτα.
§122–157
§122
Τὰ δὲ πρὸς χρεώστας δανειστῶν καὶ πρὸς θεράποντας δεσποτῶν ὅμοια τοῖς πρόσθεν νομοθετεῖται, ὅπως οἱ μὲν δανεισταὶ μὴ ἐκλέγωσι τόκους παρὰ τῶν ὁμοεθνῶν, ἀλλ’ ὅσον προήκαντο μόνον ἄσμενοι κομίζωνται, οἱ δὲ δεσπόται τοῖς ἀργυρωνήτοις μὴ ὡς φύσει δούλοις ἀλλ’ ὡς μισθωτοῖς προσφέρωνται, παρέχοντες ἄδειαν ἐλευθερίας εὐθὺς μὲν τοῖς ὑπὲρ αὑτῶν λύτρα κατατιθέναι δυναμένοις, αὖθις δὲ τοῖς ἀπόροις ἢ ὅταν ἐπιγένηται ὁ ἀπ’ ἀρχῆς δουλείας ἕβδομος ἐνιαυτὸς ἢ ὅταν ὁ πεντηκοστός, κἂν πρὸ μιᾶς ἡμέρας τύχῃ τις εἰς δουλείαν ὑπαχθείς· ἄφεσις γὰρ ὁ χρόνος ἐκεῖνός ἐστι καὶ νενόμισται, πάντων ἐπὶ τὰς ἀρχαίας διαυλοδρομούντων καὶ ἀνακαμπτόντων εὐπραγίας.
§123
ἐπιτρέπει δ’ ἐκ τῶν μὴ ὁμοφύλων [οἵτινες ἐξ ἑτέρων ἐθνῶν εἰσιν] οἰκέτας κτᾶσθαι, βουλόμενος πρῶτον μὲν διαφορὰν οἰκείων τε καὶ ἀλλοτρίων εἶναι, ἔπειτα δὲ μὴ κατὰ τὸ παντελὲς ἀναγκαιότατον κτῆμα, θεράποντας, ἀνεῖρξαι τῆς αὑτοῦ πολιτείας· μυρία γὰρ τῶν ἐν τῷ βίῳ πραγμάτων ποθεῖ τὰς ἐκ δούλων ὑπηρεσίας.
§124
Υἱοὶ κληρονόμοι γονέων ἔστωσαν, εἰ δὲ μὴ εἶεν, θυγατέρες. ὡς γὰρ ἐν τῇ φύσει γυναικῶν ἄνδρες πρωτοστατοῦσι, κἀν ταῖς συγγενείαις ἐχέτωσαν προνομίαν διαδεχόμενοι τὰς οὐσίας καὶ τὴν τῶν τετελευτηκότων τάξιν ἐκπληροῦντες ἀνάγκης νόμῳ κατασχεθέντων οὐδὲν θνητὸν καὶ γηγενὲς ἀθανατίζοντι.
§125
παρθένοι δὲ ἐὰν ἀπολειφθῶσιν ἀνέκδοτοι, προικὸς ὑπὸ ζώντων ἔτι τῶν γονέων μὴ διωρισμένης, ἰσομοιρείτωσαν τοῖς ἄρρεσιν. ἐπιμελείσθω δ’ ἡ προεστῶσα ἀρχὴ φυλακῆς τε τῶν ἀπολειφθεισῶν καὶ αὐξήσεως καὶ τῶν εἰς δίαιταν καὶ παιδείαν τὴν ἁρμόττουσαν κόραις ἀναλωμάτων καί, ὁπότε γένοιτο ὥρα, [καὶ] γάμου τοῦ πρέποντος, ἀνδρῶν ἐν ἅπασι δοκίμων ἀριστίνδην ἐπικριθέντων.
§126
ἔστωσαν δ’ οὗτοι μάλιστα μὲν συγγενεῖς, εἰ δὲ μή, πάντως γοῦν δημόται καὶ φυλέται, χάριν τοῦ μὴ τοὺς κλήρους τοὺς προικιδίους ἐπιγαμίαις ἀλλοτριοῦσθαι, μένειν δ’ ἐν ταῖς ἐξ ἀρχῆς τεταγμέναις κατὰ φυλὰς λήξεσιν.
§127
ἐὰν δὲ γενεᾶς ἔρημος ὢν τυγχάνῃ, παρίτωσαν ἐπὶ τὴν διαδοχὴν ἀδελφοὶ τοῦ τετελευτηκότος· ἡ γὰρ μεθ’ υἱοὺς καὶ θυγατέρας ἐν συγγενείαις τάξις ἀδελφῶν ἐστιν. εἰ δὲ ἀνάδελφός τις εἴη τελευτῶν, θεῖοι πρὸς πατρὸς διαδεχέσθωσαν τὴν οὐσίαν, θείων δὲ μὴ ὄντων, θεῖαι, εἶτα τῶν ἄλλων οἰκείων καὶ συγγενῶν οἱ ἐγγυτάτω.
§128
σπάνις δ’ εἰ καταλάβοι τῆς συγγενείας, ὡς μηδένα τῶν ἀφ’ αἵματος ἀπολειφθῆναι, ἡ φυλὴ κληρονόμος ἔστω· συγγένεια γάρ τίς ἐστι καὶ ἡ φυλὴ κατὰ περιγραφὴν μείζονα καὶ τελειοτέραν.
§129
ἄξιον μέντοι τὸ διαπορηθὲν ὑπ’ ἐνίων μὴ ἡσυχασθῆναι· διὰ τί, γάρ φασι, πάντων συγγενῶν καὶ δημοτῶν καὶ φυλετῶν ἐπιμνησθεὶς ὁ νόμος ἐν ταῖς τῶν κλήρων διαδοχαῖς γονεῖς μόνους παρεσιώπησεν, οὓς εἰκὸς ἦν, ὥσπερ κληρονομοῦνται, κληρονομεῖν τὰ παίδων; ὅτι, ὦ γενναῖε, θεῖος ὢν καὶ τὴν τῆς φύσεως ἀκολουθίαν αἰεὶ σκοπῶν οὐδὲν ᾠήθη χρῆναι παλίμφημον εἰσηγεῖσθαι· γονέων μὲν γὰρ εὐχαί, ζῶντας ἀπολιπεῖν οὓς ἐγέννησαν, διαδεξομένους ὄνομά τε αὐτῶν καὶ γένος καὶ οὐσίαν, ἐχθρῶν δὲ ἀμειλίκτων ἀραὶ τἀναντία, προαποθνῄσκειν υἱοὺς καὶ θυγατέρας τῶν φυσάντων.
§130
ὅπως οὖν μηδὲν ἀνάρμοστον καὶ ἀσύμφωνον ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ, καθ’ ἣν διοικεῖται σύμπας ὁ κόσμος, διαγορεύῃ, παίδων μὲν ἀποθνῃσκόντων, γονέων δ’ ἐπιβιούντων, ἀναγκαίως ἅμα καὶ πρεπόντως οὐ προσέταξε μητέρας [ἅμα] καὶ πατέρας τὰ υἱῶν καὶ θυγατέρων κληρονομεῖν, εἰδὼς μὴ συνᾷδον τὸ πρᾶγμα βίῳ τε καὶ φύσει.
§131
φυλαξάμενος οὖν γυμνοῖς ὀνόμασι καλέσαι γονεῖς ἐπὶ παίδων τετελευτηκότων κληρονομίαν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἀπευκτὴν ὠφέλειαν προσνέμων ὀνειδίζειν πενθοῦσιν ἢ ὑπομιμνῄσκειν κακοπραγιῶν, ἑτέρῳ τρόπῳ τὰς οὐσίας ἀπένειμεν αὐτοῖς, βραχὺ παρηγόρημα μεγάλου κακοῦ. τίς οὖν ὁ τρόπος;
§132
ἀδελφὸν πατρὸς γράφει κληρονόμον ἀδελφιδῶν, ἦ που διὰ τὸν πατέρα τὸν θεῖον γεραίρων· εἰ μή τις οὕτως ἠλίθιός ἐστιν, ὡς ὑπολαμβάνειν ὅτι ἕτερον τιμῶν ἑτέρου χάριν ἀτιμοῦν ἐκεῖνον προαιρεῖται· μὴ καὶ τοὺς τῶν φίλων γνωρίμους οἱ περιέποντες ἀμελεῖς τῶν ἑταίρων εἰσίν; ἢ οὐ πάντων εὐνοϊκώτατοι κηδεμόνες τῶν ἐπὶ τιμῇ καὶ ἑταίρους ἀποδέχονται; τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ νόμος διὰ πατέρα καλέσας ἀδελφὸν πατρὸς ἐπὶ μετουσίαν κλήρου πολὺ πρότερον πατέρα καλεῖ, φωνῇ μὲν οὔ, διὰ τὰ λεχθέντα, γνωριμωτέρᾳ δὲ φωνῆς δυνάμει τρανούσῃ τὸ βούλημα τοῦ νομοθέτου.
§133
Παίδων ὁ πρεσβύτατος οὐκ ἰσομοιρεῖ τοῖς μετ’ αὐτόν, ἀλλὰ διπλασίων ἀξιοῦται, διότι τε ἀνὴρ καὶ γυνὴ πρότερον ὑπάρχοντες αὖθις ἐγένοντο πατὴρ καὶ μήτηρ διὰ τὸν φύντα πρῶτον καὶ ἐπειδὴ ὁ πρῶτος γενόμενος τούτοις ἀνακαλεῖν ἤρξατο τοῖς ὀνόμασι τοὺς σπείραντας καὶ — τὸ ἀναγκαιότατον — ὅτι ὁ πρὸ τοῦ γενεᾶς ἔρημος οἶκος εὔπαις ἐγένετο πρὸς τὴν τοῦ γένους τῶν ἀνθρώπων διαμονήν, ἧς σπορὰ μὲν γάμος, καρποὶ δὲ τέκνων γενέσεις, ὧν ὁ πρεσβύτατος ἀρχή.
§134
διὰ ταύτην γ’ οἶμαι τὴν αἰτίαν οἱ πρωτότοκοι τῶν μὲν ἄσπονδα εἰργασμένων ἐχθρῶν, ὡς αἱ ἱεραὶ γραφαὶ δηλοῦσι, μιᾷ νυκτὶ πάντες ἡβηδὸν ἀνῃρέθησαν, τῶν δ’ ἀπὸ τοῦ ἔθνους χαριστήριον ἀνετέθησαν θεῷ καθιερωθέντες· ἔδει γὰρ τοὺς μὲν βαρυτάτῳ καὶ ἀπαρηγορήτῳ πένθει βαρῦναι, φθορᾷ τῶν πρωτοστατούντων, γεραίρειν δὲ τὸν σωτῆρα θεὸν ἀπαρχαῖς, αἳ τὴν ἐν τέκνοις ἡγεμονίαν ἔλαχον.
§135
ἐπεὶ δ’ εἰσί τινες οἳ μετὰ γάμον καὶ παιδοποιίαν ὀψὲ σωφροσύνην ἀπομαθόντες ἐξώκειλαν εἰς ἀκρασίαν καὶ ἐπιμανέντες γυναιξὶν ἑτέραις τὰς προτέρας ἐκάκωσαν καὶ τοῖς ἐξ ἐκείνων οὐκέθ’ ὡς πατέρες ἀλλ’ ὡς πατρωοὶ προσηνέχθησαν ἀπομιμησάμενοι τὸ μητρυιῶν εἰς προγονοὺς δυσσεβὲς καὶ ὅλως ἑαυτοὺς καὶ τὰ ἑαυτῶν ἐξέδωκαν ταῖς δευτέραις καὶ παισὶ τοῖς τούτων ἡδονῆς, αἰσχίστου πάθους, ἥττους γενόμενοι, χαλινὸν μὲν εἴ πως οἷόν τε ἦν ἐμβαλεῖν ταῖς ἐπιθυμίαις ὑπὲρ τοῦ μὴ ἀνασκιρτᾶν ἐπὶ πλέον οὐκ ἂν ἐμέλλησεν ὁ νόμος.
§136
ἐπεὶ δὲ μανίαν ἐξηγριωμένην οἴστρῳ χαλεπὸν μᾶλλον δ’ ἀδύνατον ἰάσασθαι, τὸν μὲν ὡς ἀθεραπεύτῳ νόσῳ κατεσχημένον ἀπέλιπε, τὸν δ’ ἐκ τῆς διὰ τοὺς νέους ἔρωτας κακωθείσης υἱὸν οὐχ ὑπερεῖδε κελεύσας αὐτὸν λαμβάνειν διπλάσια τὰ ἐκ τῆς πρὸς τοὺς ἀδελφοὺς διανομῆς.
§137
αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν γὰρ κολάζει τὸν ὑπαίτιον ἀνάγκην ἐπιθεὶς αὐτῷ ποιεῖν εὖ ὃν κακῶς διατιθέναι προαιρεῖται, καὶ τῆς ἀγνώμονος γνώμης ἄκυρον ἀποφαίνει δι’ ὧν ὠφελεῖ τὸν κινδυνεύσαντα πρὸς ἐκείνου ζημιωθῆναι τάττων αὑτὸν ἐν τῇ τάξει τοῦ γεγεννηκότος, ἣν ὁ φύσει πατὴρ ἐπὶ πρεσβυτάτου παιδὸς ἔλιπε.
§138
δεύτερον δὲ ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἠδικημένων, οὓς βαρυτάτης ἀνίας ἐπελαφρίζει μετουσίᾳ χάριτος καὶ δωρεᾶς· οὐδὲν γὰρ ἧττον τοῦ κληρονομοῦντος υἱοῦ τὴν διπλασίαν μοῖραν εἰκὸς ἦν ἥδεσθαι τὴν μητέρα, φιλανθρωπίᾳ νόμου παρηγορηθεῖσαν, ὃς οὐκ εἴασεν αὐτήν τε καὶ γενεὰν εἰς ἅπαν ἐχθρῶν ἐλαττοῦσθαι.
§139
τρίτον δέ· βραβευτὴς ὢν τῶν δικαίων ἀγαθὸς ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι τοῖς μὲν ἐκ τῆς στεργομένης ἐπεδαψιλεύσατο τὰς χορηγίας ὁ πατὴρ διὰ τὸν πόθον τῆς γυναικός, τοὺς δ’ ἐκ τῆς στυγηθείσης οὐδενὸς παντάπασιν ἠξίωσε διὰ τὸ τῆς μητρὸς ἔχθος, ὡς ἐκείνους μὲν ἔτι ζῶντος προκεκληρονομηκέναι πλείω τῆς ἰσομοιρίας, τούτους δὲ κινδυνεῦσαι καὶ τελευτήσαντος ἁπάντων ἀφαιρεθῆναι τῶν πατρῴων. ἵν’ οὖν ἐπανισώσῃ τὴν διανομὴν τοῖς ἐξ ἀμφοτέρων τῶν γυναικῶν, ὥρισε διμοιρίαν τὰ πρεσβεῖα τῷ τῆς ἀπηλλαγμένης παιδί. τούτων μὲν δὴ ἅλις.
§140
Ἑπόμενοι δὲ τῇ τάξει τρίτον εἶδος ἀναγράφομεν ἑορτῆς, ὃ σημανοῦμεν. ἔστι δὲ νουμηνία κατὰ σελήνην, χρόνος ὁ ἀπὸ συνόδου ἐπὶ σύνοδον, ὃν μαθηματικῶν παῖδες εὖ μάλα διηριθμήσαντο. τὴν δ’ ἐν ἑορταῖς ἔλαχε τάξιν νουμηνία διὰ πολλά· πρῶτον μὲν ὅτι ἀρχὴ μηνός, ἀρχὴ δὲ καὶ ἀριθμοῦ καὶ χρόνου τίμιον· ἔπειτα δὲ ὅτι κατ’ αὐτὴν οὐδὲν ἀφώτιστον ἐν οὐρανῷ· συνόδῳ μὲν γὰρ ὑποδραμούσης ἥλιον σελήνης τὸ πρὸς γῆν μέρος ἐζόφωται, νουμηνίᾳ δὲ πέφυκεν ἀναλάμπειν.
§141
τρίτον δὲ ὅτι τῷ ἐλάττονι καὶ ἀσθενεστέρῳ κατ’ ἐκεῖνον τὸν χρόνον τὸ κρεῖττον καὶ δυνατώτερον ὠφελείας ἀναγκαίας μεταδίδωσι· νουμηνίᾳ γὰρ ἄρχεται φωτίζειν αἰσθητῷ φέγγει σελήνην ὁ ἥλιος, ἡ δὲ τὸ ἴδιον κάλλος ἀναφαίνει τοῖς ὁρῶσι. τοῦτο δ’ ἐναργής ἐστιν, ὡς ἔοικε, διδασκαλία χρηστότητος καὶ φιλανθρωπίας, ἵνα μηδέποτε τῶν ἰδίων ἀγαθῶν ἄνθρωποι φθονῶσιν, ἀλλὰ μιμούμενοι τὰς ἐν οὐρανῷ μακαρίας καὶ εὐδαίμονας φύσεις ὑπερόριον τῆς ψυχῆς βασκανίαν ἐλαύνωσι καὶ προφέροντες εἰς μέσον τὰ οἰκεῖα κοινοπραγῶσι καὶ χαρίζωνται τοῖς ἀξίοις.
§142
τέταρτον δὲ ὅτι τῶν κατ’ οὐρανὸν ἁπάντων ἐν ἐλάττονι προθεσμίᾳ σελήνη τὸν ζῳοφόρον περιπολεῖ· μηνιαίῳ γὰρ διαστήματι τὸν κύκλον ἀνύτει. διὸ καὶ τὸ συμπέρασμα τῆς περιόδου, τελευτώσης ἐπὶ τὴν ἀρχὴν ἀφ’ ἧς ἤρξατο φέρεσθαι σελήνης, τετίμηκεν ὁ νόμος προσειπὼν ἐκείνην τὴν ἡμέραν ἑορτὴν, ὑπὲρ τοῦ πάλιν ἡμᾶς ἀναδιδάξαι μάθημα κάλλιστον, ἵν’ ἐν ταῖς τοῦ βίου πράξεσι τὰ τέλη συνῳδὰ ταῖς ἀρχαῖς ἀποφαίνωμεν· γενήσεται δὲ τοῦτ’, ἐὰν λογισμῷ τὰς πρώτας ἡνιοχῶμεν ὁρμὰς μὴ ἐπιτρέποντες αὐταῖς ἀφηνιάζειν καὶ ἀνασκιρτᾶν τρόπον θρεμμάτων ἀγελάρχην οὐκ ἐχόντων.
§143
ἃς δὲ παρέχεται τοῖς ἐπὶ γῆς ἅπασιν ὠφελείας σελήνη, τί χρὴ διεξιόντα μηκύνειν; ἐμφανεῖς γὰρ αἱ πίστεις. ἢ οὐχὶ ταῖς αὐξήσεσιν αὐτῆς ἀναχέονται ποταμοὶ καὶ πηγαὶ καὶ μειοῦνται πάλιν μειώσεσι, καὶ πελάγη τοτὲ μὲν ἐξαναχωρεῖ καὶ ἀμπωτίζοντα ὑποσύρεται τοτὲ δ’ ἐξαπιναίως ἐπιτρέχει κατὰ παλίρροιαν, ὅ τε ἀὴρ αἰθρίαις καὶ νεφώσεσι καὶ ταῖς ἄλλαις μεταβολαῖς παντοίας ἐνδέχεται τροπάς, καρποί τε οἱ σπαρτῶν καὶ δένδρων αὔξονται καὶ τελεσφοροῦνται σελήνης περιόδοις τιθηνουμένης ἕκαστα τῶν φυομένων καὶ πεπαινούσης ἐνδρόσοις καὶ μαλακωτάταις αὔραις;
§144
ἀλλ’ οὐχὶ καιρός, ὅπερ ἔφην, μακρηγορεῖν ἔπαινον σελήνης διεξιόντα καὶ καταριθμούμενον ἃς παρέχεται ζῴοις καὶ τοῖς ἐπὶ γῆς ἅπασιν ὠφελείας. διὰ μὲν δὴ ταῦτα καὶ τὰ τούτοις παραπλήσια νουμηνία τετίμηται καὶ τάξιν ἔλαχε τὴν ἐν ταῖς ἑορταῖς.
§145
Μετὰ δὲ τὴν νουμηνίαν ἐστὶν ἑορτὴ τετάρτη, τὰ διαβατήρια, ἣν Ἑβραῖοι Πάσχα πατρίῳ γλώττῃ καλοῦσιν, ἐν ᾗ θύουσι πανδημεὶ πολλὰς μυριάδας ἱερείων ἀρξάμενοι ἀπὸ μεσημβρίας ἄχρι ἑσπέρας, ὁ λεὼς ἅπας, πρεσβύται καὶ νέοι, κατ’ ἐκείνην τὴν ἡμέραν ἱερωσύνης ἀξιώματι τετιμημένοι· τὸν γὰρ ἄλλον χρόνον οἱ ἱερεῖς τάς τε κοινὰς θυσίας καὶ τὰς ἰδίας ἑκάστου προστάξει νόμων ἐπιτελοῦσι, τότε δὲ σύμπαν τὸ ἔθνος μετὰ πάσης ἀδείας ἁγναῖς χερσὶν ἱερουργεῖ καὶ ἱερᾶται.
§146
αἴτιον δὲ τόδε· τῆς μεγίστης ἀποικίας ὑπόμνημά ἐστιν ἡ ἑορτὴ καὶ χαριστήριον, ἣν ἀπ’ Αἰγύπτου μυριάσιν ὑπὲρ διακοσίας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐστείλαντο κατὰ τὰ χρησθέντα λόγια. τότε οὖν, ὡς εἰκός, ἀπολελοιπότες χώραν γέμουσαν ἀπανθρωπίας καὶ ξενηλασίας ἐπιτηδεύουσαν καὶ — τὸ χαλεπώτατον — τὰς τοῦ θεοῦ τιμὰς ἀλόγοις ζῴοις οὐχ ἡμέροις μόνον ἀλλὰ καὶ ἀγρίοις προσνέμουσαν ὑπὸ τῆς ἄγαν περιχαρείας ἔθυον αὐτοὶ διὰ προθυμίαν ἄλεκτον καὶ τάχος ἐσπευσμένον τοὺς ἱερεῖς οὐκ ἀναμένοντες. τοῦτο δὴ τότε πραχθὲν αὐτοκελεύστῳ καὶ ἐθελουργῷ πάθει δρᾶν ἐφῆκεν ὁ νόμος ἅπαξ κατ’ ἐνιαυτὸν ἕκαστον εἰς εὐχαριστίας ὑπόμνησιν. ταῦτα μὲν κατὰ παλαιὰν ἀρχαιολογίαν ἱστορεῖται.
§147
οἷς δὲ τὰ ῥητὰ τρέπειν πρὸς ἀλληγορίαν ἔθος ψυχῆς κάθαρσιν αἰνίττεται τὰ διαβατήρια· φασὶ γὰρ τὸν σοφίας ἐραστὴν οὐδὲν ἕτερον ἐπιτηδεύειν ἢ τὴν ἀπὸ τοῦ σώματος καὶ τῶν παθῶν διάβασιν, ὧν ἕκαστον ἐπικλύζει χειμάρρου ποταμοῦ τρόπον, εἰ μή τις τοῖς ἀρετῆς δόγμασιν ἀνακόπτοι καὶ ἀναχαιτίζοι τὴν φοράν.
§148
ἑκάστη δὲ οἰκία κατ’ ἐκεῖνον τὸν χρόνον σχῆμα ἱεροῦ καὶ σεμνότητα περιβέβληται, τοῦ σφαγιασθέντος ἱερείου πρὸς τὴν ἁρμόττουσαν εὐωχίαν εὐτρεπιζομένου καὶ τῶν ἐπὶ τὰ συσσίτια συνειλεγμένων ἁγνευτικοῖς περιρραντηρίοις κεκαθαρμένων, οἳ παραγεγόνασιν οὐχ ὡς εἰς τὰ ἄλλα συμπόσια χαριούμενοι γαστρὶ δι’ οἴνου καὶ ἐδεσμάτων, ἀλλὰ πάτριον ἔθος ἐκπληρώσοντες μετ’ εὐχῶν τε καὶ ὕμνων.
§149
ἄξιον μέντοι καὶ τὴν ἡμέραν παρασημήνασθαι τῆς πανδήμου εὐωχίας· ἄγεται γὰρ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός, ἥτις ἐκ δυεῖν ἑβδομάδων συνέστηκεν, ἵνα μηδὲν ἀμοιρῇ τῶν ἀξίων τιμῆς ἑβδομάδος, ἀλλ’ αὕτη κατάρχῃ πᾶσιν ἐπιφανείας καὶ σεμνότητος.
§150
Συνάπτει δὲ τοῖς διαβατηρίοις ἑορτὴν διάφορον ἔχουσαν καὶ οὐ συνήθη τροφῆς χρῆσιν, ἄζυμα, ἀφ’ οὗ καὶ ὠνόμασται. διττὸς δὲ ὁ περὶ αὐτῆς λόγος, ὁ μὲν ἴδιος τοῦ ἔθνους ἕνεκα τῆς λεχθείσης ἀποικίας, ὁ δὲ κοινὸς κατὰ φύσεως ἀκολουθίαν καὶ τὴν τοῦ κόσμου παντὸς ἁρμονίαν. ὡς δ’ ἀψευδὴς ἡ ὑπόσχεσις, ἐπισκεπτέον. ἕβδομος ὢν ὁ μὴν οὗτος ἀριθμῷ τε καὶ τάξει κατὰ τὸν ἡλιακὸν κύκλον δυνάμει πρῶτός ἐστι, διὸ καὶ πρῶτος ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται.
§151
αἴτιον δὲ ὥς γε οἶμαι τόδε· τὴν ἐαρινὴν ἰσημερίαν ἀπεικόνισμά τι καὶ μίμημα συμβέβηκεν εἶναι τῆς ἀρχῆς ἐκείνης, καθ’ ἣν ὅδε ὁ κόσμος ἐδημιουργεῖτο· τότε γὰρ διακρινομένων τῶν στοιχείων καὶ τὴν ἐναρμόνιον τάξιν λαμβανόντων πρός τε αὑτὰ καὶ πρὸς ἄλληλα, διεκοσμεῖτο μὲν ὁ οὐρανὸς ἡλίῳ καὶ σελήνῃ καὶ ταῖς τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν ἀστέρων χορείαις καὶ περιόδοις, διεκοσμεῖτο δὲ καὶ ἡ γῆ παντοίαις φυτῶν ἰδέαις καὶ ὅση τῆς ὀρεινῆς καὶ πεδιάδος ἀγαθὴ καὶ βαθεῖα πᾶσα ἐτεθήλει καὶ ἐχλοηφόρει.
§152
καθ’ ἕκαστον οὖν ἐνιαυτὸν ὑπομιμνῄσκων ὁ θεὸς τῆς τοῦ κόσμου γενέσεως ἀνέφηνε τὸ ἔαρ, ἐν ᾧ πάντα ἀνθεῖ καὶ βλαστάνει. διόπερ οὐκ ἀπὸ σκοποῦ πρῶτος ἀναγέγραπται μὴν ἐν τοῖς νόμοις, ἐπειδὴ τρόπον τινὰ τῆς πρώτης ἀρχῆς ἐκμαγεῖόν ἐστιν, ἀπ’ ἐκείνης ὥσπερ ἀρχετύπου σφραγῖδος τυπωθείς.
§153
ὁ δὲ κατὰ τὴν μετοπωρινὴν ἰσημερίαν τῇ τάξει [πρώτῃ] πρῶτος ὢν ἐν ταῖς ἡλιακαῖς περιόδοις οὐ λέγεται παρὰ τῷ νόμῳ πρῶτος, ὅτι κατ’ ἐκεῖνον τὸν χρόνον συγκεκομισμένων τῶν καρπῶν ἁπάντων τὰ δένδρα φυλλορροεῖ καὶ ὅσα ἀκμάζον τὸ ἔαρ ἤνεγκε πάντα [ξηραίνεται] ἀφαυαίνεται ξηροῖς πνεύμασι τοῦ ἀέρος αὐχμώδη καταστάντα τοῖς ἀφ’ ἡλίου φλογμοῖς.
§154
πρῶτον μὲν οὖν ἐπιφημίσαι μῆνα, καθ’ ὃν ἐστείρωται καὶ ἀγονεῖ ἥ τε ὀρεινὴ καὶ ἡ πεδιάς, παντάπασιν ὑπέλαβεν ἀνάρμοστον καὶ ἀνοίκειον εἶναι· δεῖ γὰρ τοῖς πρώτοις καὶ ἡγεμονίδα τάξιν εἰληχόσι προσεῖναι τὰ κάλλιστα καὶ εὐκταιότατα, δι’ ὧν αἱ ζῴων καὶ καρπῶν καὶ φυτῶν γενέσεις καὶ αὐξήσεις εἰσίν, ἀλλ’ οὐχ αἱ παλίμφημοι φθοραί.
§155
τῆς δὲ ἑορτῆς ἀρχὴ διχόμηνος, ἡ πεντεκαιδεκάτη, καθ’ ἣν σελήνη πλησιφαὴς γίνεται, προνοίᾳ τοῦ μηδὲν εἶναι σκότος κατ’ ἐκείνην τὴν ἡμέραν, ἀλλὰ φωτὸς ἀνάπλεα πάντα διὰ πάντων, ἡλίου μὲν ἕωθεν εἰς ἑσπέραν ἐπιλάμποντος, σελήνης δὲ ἀφ’ ἑσπέρας ἄχρι τῆς ἕω τὰς αὐτὰς * * *, τῶν δ’ ἀστέρων ἀλλήλοις ἀντιπαραχωρούντων ἀσκίοις φέγγεσιν.
§156
ἡ δὲ ἑορτὴ πάλιν ἐφ’ ἡμέρας ἑπτὰ ἄγεται δι’ ἣν ἔλαχεν ἐν κόσμῳ ὁ ἀριθμὸς προνομίαν τε καὶ τιμήν, ἵνα μηδὲν τῶν εἰς εὐθυμίαν καὶ πάνδημον εὐφροσύνην καὶ εὐχαριστίαν τὴν πρὸς τὸν θεὸν ἀπολείπηται τῆς ἱερᾶς ἑβδομάδος, ἣν ἀρχὴν καὶ πηγὴν ἀνθρώποις ἀγαθῶν ἁπάντων εἶναι διενοήθη.
§157
τῶν δὲ ἑπτὰ ἡμερῶν δύο, τὴν πρώτην καὶ τὴν ὑστάτην, „ἁγίας“ προσεῖπεν, ἀρχῇ καὶ τέλει προνομίαν, ὡς εἰκός, διδοὺς καὶ ἅμα βουλόμενος καθάπερ ἐν ὀργάνῳ μουσικῷ συμφωνίᾳ τῶν ἄκρων τὰς μεθορίους συναρμόσασθαι, τάχα μέντοι καὶ ὑπὲρ τοῦ τόν τε παρελθόντα καὶ μέλλοντα χρόνον συνῳδὸν ἀποφῆναι τῇ ἑορτῇ, τὸν μὲν παρεληλυθότα συνάπτοντα τῇ πρώτῃ, τὸν δὲ μέλλοντα τῇ τελευταίᾳ, ὧν ἑκατέρα τὴν ἑαυτῆς καὶ τῆς ἑτέρας δύναμιν εἴληχεν· ἥ τε γὰρ πρώτη τῆς μὲν ἑορτῆς ἐστιν ἀρχή, τέλος δὲ τοῦ παρεληλυθότος χρόνου, ἥ τε ἑβδόμη τέλος μὲν τῆς ἑορτῆς, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἵν’, ὃ καὶ πρόσθεν εἶπον, ἅπας ὁ τοῦ σπουδαίου βίος ἰσότιμος ἑορτῇ νομίζηται λύπην καὶ φόβον καὶ ἐπιθυμίαν καὶ τἄλλα πάθη καὶ νοσήματα τῆς ψυχῆς ἐληλακότος.
§158–191
§158
ὁ δ’ ἄρτος ἄζυμος, ἤτοι διὰ τὸ τοὺς προγόνους, ἡνίκα θείᾳ πομπῇ τὴν ἀποικίαν ἐστέλλοντο, χρωμένους ἀνυπερβλήτῳ τάχει τὰ φυράματα τοῦ σταιτὸς ἄζυμα ἐπενέγκασθαι ἢ ἐπειδὴ κατὰ τὸν καιρὸν ἐκεῖνον (λέγω δὲ τὴν ἐαρινὴν ὥραν, ἐν ᾗ συμβαίνει τὴν ἑορτὴν ἄγεσθαι) ὁ τοῦ σίτου καρπὸς ἀτελής ἐστι, τῶν πεδίων σταχυηφορούντων καὶ μήπω καιρὸν ἐχόντων εἰς ἄμητον. ἀτελεῖ δὴ τῷ μέλλοντι καρπῷ τελειωθησομένῳ δὲ μικρὸν ὕστερον ἐδικαίωσεν ἐξομοιῶσαι τὴν ἄζυμον τροφὴν — ἀτελὴς γάρ ἐστι καὶ αὕτη — πρὸς ἐλπίδος χρηστῆς ὑπόμνησιν, ὡς ἤδη τῆς φύσεως τὰς ἐτησίους εὐτρεπιζομένης ἀνθρώπων γένει δωρεὰς ἐν τῇ τῶν ἐπιτηδείων ἀφθονίᾳ καὶ περιουσίᾳ.
§159
λέγεται δὲ κἀκεῖνο τοῖς ἐξηγηταῖς τῶν ἱερῶν γραμμάτων, ὅτι ἡ μὲν ἄζυμος τροφὴ δώρημα φύσεώς ἐστιν, ἡ δ’ ἐζυμωμένη τέχνης ἔργον· ἐπιτηδεύσει γὰρ ἄνθρωποι τὰ ἡδέα τοῖς ἀναγκαίοις ἀναμιγνύναι σπεύδοντες τὸ αὐστηρὸν τῇ φύσει προσηνὲς τέχνῃ κατεσκεύασαν.
§160
ἐπεὶ οὖν ἐστιν ἡ ἐαρινὴ ἑορτή, καθάπερ ἐδίδαξα, τῆς τοῦ κόσμου γενέσεως ὑπόμνημα, τοὺς δὲ παλαιτάτους γηγενεῖς τε καὶ ἐκ γηγενῶν ἀναγκαῖον ἦν χρήσασθαι ταῖς τοῦ κόσμου δωρεαῖς ἀδιαστρόφοις, μήπω τῆς ἡδονῆς παρευημερούσης, οἰκειοτάτην τροφὴν ἐνομοθέτησε τῷ καιρῷ, βουλόμενος ἀνὰ πᾶν ἔτος τὰ τῆς σεμνῆς καὶ αὐστηρᾶς διαίτης ἐμπυρεύματα ζωπυρεῖν καὶ ἅμα τὸν ἀρχαῖον βίον τῆς ὀλιγοδεΐας καὶ εὐτελείας θαυμάσαι τε καὶ τιμῆσαι πανηγύρεως ἐκεχειρίᾳ καὶ τὸν ἡμῶν καθ’ ὅσον οἷόν τε ἦν ἐξομοιῶσαι τῷ παλαιῷ.
§161
τὰ λεχθέντα πιστοῦται μάλιστα ἡ τῶν ἰσαρίθμων ταῖς φυλαῖς ἐπὶ τῆς ἱερᾶς τραπέζης ἄρτων δώδεκα πρόθεσις· εἰσὶ γὰρ πάντες ἄζυμοι, δεῖγμα σαφέστατον ἀμιγοῦς τροφῆς οὐ τέχνῃ πρὸς ἡδονὴν ἀλλὰ φύσει πρὸς τὸ τῆς χρήσεως ἀναγκαῖον εὐτρεπισθείσης. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
§162
Ἑορτὴ δέ ἐστιν ἐν ἑορτῇ ἡ μετὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ἥτις ἀπὸ τοῦ συμβεβηκότος ὀνομάζεται δράγμα· τοῦτο γὰρ ἀπαρχὴ προσάγεται τῷ βωμῷ καὶ τῆς χώρας, ἣν ἔλαχε τὸ ἔθνος οἰκεῖν, καὶ τῆς συμπάσης γῆς, ὡς εἶναι τὴν ἀπαρχὴν καὶ τοῦ ἔθνους ἰδίαν καὶ ὑπὲρ ἅπαντος ἀνθρώπων γένους κοινήν.
§163
τὸ δ’ αἴτιον, ὅτι ὃν λόγον ἔχει πρὸς πόλιν ἱερεύς, τοῦτον πρὸς ἅπασαν τὴν οἰκουμένην τὸ Ἰουδαίων ἔθνος. ἱερᾶται γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἅπασι τοῖς ἁγνευτικοῖς καθαρσίοις χρώμενον καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ὑφηγήσεσι νόμων θείων, οἳ τάς τε γαστρὸς ἡδονὰς καὶ ὑπογαστρίους ἔστειλαν καὶ τὸν ὄχλον τῆς ψυχῆς ἐχαλίνωσαν νοῦν ταῖς αἰσθήσεσιν ἡνίοχον, ἀλόγοις λόγον, ἐπιστήσαντες, ἔτι δὲ καὶ τὰς τῆς ψυχῆς ἀκρίτους καὶ πλεοναζούσας ὁρμὰς ἀνέκοψαν καὶ ἀνεχαίτισαν, τὰ μὲν μαλακωτέραις ὑφηγήσεσι καὶ φιλοσόφοις προτροπαῖς, τὰ δ’ ἐμβριθεστέροις καὶ εὐτονωτέροις ἐλέγχοις καὶ φόβῳ κολάσεως, ὃν ἐπανατείνονται.
§164
χωρὶς δὲ τοῦ τὴν νομοθεσίαν τρόπον τινὰ διδασκαλίαν ἱερωσύνης εἶναι καὶ τὸν βιοῦντα κατὰ τοὺς νόμους εὐθὺς ἱερέα, μᾶλλον δ’ ἀρχιερέα, παρ’ ἀληθείᾳ δικαζούσῃ νομίζεσθαι κἀκεῖνο πρόσεστιν ἐξαίρετον· ἀπερίγραφον καὶ ἀπερίληπτον συμβέβηκεν εἶναι θεῶν πλῆθος τῶν κατὰ πόλεις τιμωμένων ἀρρένων τε καὶ θηλειῶν, οὓς τό τε ποιητικὸν γένος ἐμύθευσε καὶ ὁ πολὺς ὅμιλος ἀνθρώπων, οἷς ἄπορος καὶ ἀδιερεύνητος ἡ ζήτησις τῆς ἀληθείας ἐστίν· οὐ μὴν τοὺς αὐτοὺς ἅπαντες ἀλλὰ ἑτέρους ἕτεροι σεμνοποιοῦσι καὶ γεραίρουσιν, ὡς μηδὲ θεοὺς τοὺς ἐπὶ τῆς ἀλλοδαπῆς νομίζειν, ἀλλὰ γέλωτα καὶ χλεύην θέσθαι τὰς ἐκείνων ἀποδοχὰς καὶ καταγινώσκειν τῶν τιμώντων πολλὴν ἠλιθιότητα ὡς ὑγιοῦς διαμαρτανόντων δόξης.
§165
εἰ δ’ ἔστιν, ὃν μιᾷ γνώμῃ πάντες ὁμολογοῦσιν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι, ὁ ἀνωτάτω πατὴρ θεῶν τε καὶ ἀνθρώπων καὶ τοῦ σύμπαντος κόσμου δημιουργός, οὗ τὴν φύσιν ἀόρατον καὶ δυστόπαστον οὖσαν οὐ μόνον ὁραθῆναι ἀλλὰ καὶ νοηθῆναι πάντες οἱ περὶ τὰ μαθήματα καὶ τὴν ἄλλην φιλοσοφίαν διατρίβοντες ἀναζητεῖν γλίχονται μηδὲν παρέντες τῶν εἰς εὕρεσιν καὶ [τούτου] θεραπείαν, ἔδει μὲν πάντας ἀνθρώπους ἀνῆφθαι τούτου καὶ μὴ καθάπερ ἀπὸ μηχανῆς εἰσποιεῖν ἑτέρους ἐπὶ μετουσίᾳ τῶν ἴσων τιμῶν.
§166
ἐπεὶ δὲ περὶ τὸ ἀναγκαιότατον ὤλισθον μέρος, τὸ σφάλμα τῶν ἄλλων ἐπηνωρθώσατο, κυριώτατα φάναι, τὸ Ἰουδαίων ἔθνος, ὅσα μὲν εἰς γένεσιν ἦλθε πάνθ’ ὑπερκύψαν ὡς γενητὰ καὶ τῇ φύσει φθαρτά, τοῦ δ’ ἀγενήτου καὶ ἀιδίου μόνον τὴν θεραπείαν ἑλόμενον· πρῶτον μὲν ὅτι καλόν, ἔπειτα δ’ ὅτι καὶ ὠφέλιμον πρεσβυτέρῳ πρὸ νεωτέρων καὶ ἄρχοντι πρὸ ἀρχομένων καὶ ποιητῇ πρὸ γεγονότων ἀνακεῖσθαί τε καὶ προστίθεσθαι.
§167
διὸ καὶ θαυμάζειν ἐπέρχεταί μοι, πῶς τολμῶσί τινες ἀπανθρωπίαν τοῦ ἔθνους κατηγορεῖν, ὃ τοσαύτῃ κέχρηται κοινωνίας καὶ εὐνοίας τῆς πρὸς τοὺς πανταχοῦ πάντας ὑπερβολῇ, ὡς τάς τε εὐχὰς καὶ ἑορτὰς καὶ ἀπαρχὰς ὑπὲρ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων ἐπιτελεῖν καὶ τὸν ὄντως ὄντα θεὸν θεραπεύειν ὑπέρ τε ἑαυτοῦ καὶ τῶν ἄλλων, οἳ τὰς ὀφειλομένας λατρείας ἀποδεδράκασι.
§168
καὶ ταῦτα μὲν ὑπὲρ τοῦ σύμπαντος ἀνθρώπων γένους. ἰδίᾳ δὲ πάλιν εὐχαριστοῦσι διὰ πολλά· πρῶτον μὲν ὅτι οὐκ αἰεὶ σποράδην ἀλώμενοι κατά τε νήσους καὶ ἠπείρους διατελοῦσι καὶ ὡς ὀθνεῖοι καὶ ἀνίδρυτοι τὰς ἑτέρων ἐπῳκηκότες καὶ ἀλλοτρίοις ἐφεδρεύοντες ἀγαθοῖς ὀνειδίζονται μηδεμίαν γῆς τοσαύτης ἀποτομὴν ἐπὶ τῷ μετοικίζεσθαι δανεισάμενοι, χώραν δὲ καὶ πόλεις κτησάμενοι κλῆρον ἴδιον ἐκ πολλοῦ νέμονται, ἀφ’ οὗ τὰς ἀπαρχὰς ὅσιόν ἐστι ποιεῖσθαι.
§169
δεύτερον δ’ ὅτι οὔτε ἀπόβλητον καὶ τὴν ἐπιτυχοῦσαν ἀλλ’ ἀγαθὴν καὶ πάμφορον γῆν ἔλαχον πρός τε ζῴων ἡμέρων εὐγονίας καὶ καρπῶν ἀμυθήτων ἀφθονίαν· ἐν αὐτῇ γὰρ οὐδέν ἐστι λυπρόγεων, ἀλλὰ καὶ ὅσα λιθώδη καὶ ἀπόκροτα εἶναι δοκεῖ φλεψὶ μαλακαῖς διέζωσται καὶ σφόδρα βαθείαις, αἳ διὰ πιότητα ζῳοφυτεῖν εἰσιν ἀγαθαί.
§170
πρὸς δὲ τούτοις οὐκ ἔρημον χώραν ἔλαβον, ἀλλ’ ἐν ᾗ πολυάνθρωπον ἔθνος ἦν καὶ εὐανδροῦσαι μεγάλαι πόλεις· ἀλλ’ αἱ μὲν ἐκενώθησαν οἰκητόρων, τὸ δὲ σύμπαν ἔθνος ἔξω μέρους βραχέος ἠφανίσθη, τὰ μὲν πολέμοις, τὰ δὲ καὶ θεηλάτοις προσβολαῖς, διὰ καινὰς καὶ ἐκτόπους ἐπιτηδεύσεις ἀδικημάτων καὶ ὅσα μεγαλουργοῦντες ἐπὶ καθαιρέσει τῶν τῆς φύσεως θεσμῶν ἠσέβουν, ἵνα οἱ ἀντὶ τούτων εἰσοικιζόμενοι τοῖς ἑτέρων σωφρονισθῶσι κακοῖς, ἀναδιδαχθέντες ἔργοις ὅτι ζηλωταὶ μὲν τῶν κακίας ἔργων γενόμενοι ταὐτὰ πείσονται, τιμήσαντες δ’ ἀρετῆς βίον ἕξουσι τὸν ἀπονεμηθέντα κλῆρον, οὐκ ἐν μετοίκοις ἀλλ’ ἐν αὐτόχθοσιν ἐξετασθέντες.
§171
ὡς μὲν τοίνυν ἀπαρχὴ τὸ δράγμα τῆς τε οἰκείας καὶ τῆς συμπάσης γῆς ἐστιν ἐπ’ εὐχαριστίᾳ γινόμενον εὐθηνίας καὶ εὐετηρίας, ᾗ τό τε ἔθνος καὶ τὸ σύμπαν ἀνθρώπων γένος ἐπόθει χρῆσθαι, δεδήλωται. προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι πολλὰ διὰ τῆς ἀπαρχῆς καὶ ὠφελιμώτατα παρίσταται· πρῶτον μὲν θεοῦ μνήμη, ἧς οὐκ ἔστιν εὑρεῖν ἀγαθὸν τελειότερον, ἔπειτα δὲ τῷ πρὸς ἀλήθειαν αἰτίῳ τῆς εὐκαρπίας ἀμοιβὴ δικαιοτάτη.
§172
τὰ μὲν γὰρ ἀπὸ τέχνης γεωργικῆς ὀλίγα καὶ τὸ μηδέν, αὔλακας ἀναστεῖλαι ἢ περισκάψαι καὶ γυρῶσαι φυτὸν ἢ βαθῦναι τάφρον ἢ τὰς περιττὰς ἐπιφύσεις ἀποτεμεῖν ἤ τι τῶν ὁμοιοτρόπων ἐργάσασθαι, τὰ δ’ ἐκ φύσεως ἀναγκαῖα πάντα καὶ χρήσιμα, γονιμώτατον ἔδαφος, εὔυδρα χωρία πηγαῖς καὶ ποταμοῖς αὐθιγενέσι καὶ χειμάρροις καὶ ἐτησίοις ὄμβροις καταρδόμενα, ἀέρος εὐκρασίαι ζωτικωτάταις αὔραις ἐπιπνέοντος, αἱ σπαρτῶν καὶ φυτῶν ἰδέαι μυρίαι· τί γὰρ τούτων ἄνθρωπος ἢ εὗρεν ἢ ἐγέννησεν;
§173
ἡ μὲν οὖν γεννήσασα φύσις τῶν ἰδίων ἀγαθῶν οὐκ ἐφθόνησεν ἀνθρώπῳ, ζῴων δὲ τῶν θνητῶν ἡγεμονικώτατον αὐτὸν εἶναι ὑπολαβοῦσα, διότι λόγου καὶ φρονήσεως κεκοινώνηκεν, ἀριστίνδην εἵλετο καὶ πρὸς μετουσίαν τῶν ἰδίων ἐκάλεσεν· ὑπὲρ ὧν ἄξιον ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι τὸν ἑστιάτορα θεὸν τὴν ὡς ἀληθῶς ἑστίαν γῆν ἅπασαν ἀεὶ πλήρη παρέχοντα τῶν οὐκ ἀναγκαίων μόνον ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον.
§174
πρὸς δὲ τούτοις τὸ μὴ δεῖν εὐεργετῶν ἀλογεῖν· ὁ γὰρ πρὸς τὸν ἀνεπιδεᾶ καὶ ἑαυτοῦ πλήρη θεὸν εὐχάριστος γένοιτ’ ἂν καὶ πρὸς ἀνθρώπους ἐξεθισθείς, οἳ μυρίων ὅσων ἐνδεεῖς εἰσιν.
§175
κρίθινον δὲ τὸ τῆς ἀπαρχῆς δράγμα, πρὸς τὴν τῶν ὑποβεβηκότων ἀνυπαίτιον χρῆσιν· ἐπειδὴ γὰρ οὔτ’ εὐαγὲς ἦν ἐκ πάντων ἀπάρχεσθαι, τῶν πλείστων πρὸς ἡδονὴν μᾶλλον ἢ τὴν ἀναγκαίαν χρῆσιν γεγονότων, οὔθ’ ὅσιον ἀπολαῦσαι καὶ μετασχεῖν τινος τῶν πρὸς ἐδωδὴν μὴ ἐν οἷς εὐπρεπὲς καὶ θέμις εὐχαριστήσαντας, τὸ δευτερείοις τροφῆς τετιμημένον εἶδος, κριθήν, ἀπάρχεσθαι προσέταξεν ὁ νόμος· ὁ γὰρ τοῦ σίτου καρπὸς τὰ πρεσβεῖα ἔλαχεν, οὗ πάλιν τὴν ἀπαρχὴν ἐπιφανεστέραν οὖσαν εἰς ἐπιτηδειότερον ἀνατίθεται καιρόν, οὐ προεκφοιτῶν ἀλλ’ ἐν τῷ παρόντι ταμιευόμενος ὑπὲρ τοῦ καὶ τὰς εὐχαριστίας ἡρμόσθαι χρόνων τεταγμέναις περιόδοις.
§176
Τοσαύτας ἔχουσα προνομίας, ὁπόσας ἔδειξεν ὁ νόμος, ἡ ἐπὶ τῷ δράγματι πανήγυρις προέορτός ἐστιν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἑτέρας ἑορτῆς μείζονος· ἀπὸ γὰρ ἐκείνης ἡμέρα πεντηκοστὴ καταριθμεῖται ἑπτὰ ἑβδομάσιν, ἀφέσεως ἱερὸν ἀριθμὸν ἐπισφραγιζομένης μονάδος, ἥτις ἐστὶν ἀσώματος θεοῦ εἰκών, ᾧ κατὰ τὴν μόνωσιν ἐξομοιοῦται. τοῦτο μὲν δὴ πρῶτον κάλλος ἐπιδείκνυται πεντηκοντάς.
§177
ἕτερον δὲ μηνυτέον· θαυμαστὴ καὶ περιμάχητός ἐστιν ἡ φύσις αὐτῆς διά τε τἄλλα καὶ ἐπειδὴ συνέστηκεν ἐκ τοῦ στοιχειωδεστάτου καὶ πρεσβυτάτου τῶν ἐν οὐσίαις περιλαμβανομένων, ὥς φασιν οἱ ἀπὸ τῶν μαθημάτων, ὀρθογωνίου τριγώνου· μήκει μὲν γὰρ αἱ τοῦδε πλευραὶ τριῶν οὖσαι καὶ τεσσάρων καὶ πέντε συμπληροῦσιν ἀριθμὸν τὸν δώδεκα, τοῦ ζῳοφόρου κύκλου παράδειγμα, διπλασιασθείσης ἑξάδος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴ τελειότητος, ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν, οἷς ἐξισοῦται· δυνάμει δ’, ὡς ἔοικεν, ἀπογεννῶσι τὸν πεντηκοστὸν διὰ τοῦ τρὶς τρία καὶ τετράκις τέσσαρα καὶ πεντάκις πέντε, ὥστε ἀναγκαῖον εἶναι λέγειν τοσούτῳ κρείττω δωδεκάδος εἶναι πεντηκοντάδα ὅσῳ καὶ τὸ δυνάμει τοῦ μήκει.
§178
εἰ δὲ τοῦ ἐλάττονος εἰκών ἐστιν ἡ καλλιστεύουσα τῶν ἐν οὐρανῷ σφαῖρα ἡ ζῳοφόρος, τίνος ἂν εἴη παράδειγμα τὸ κρεῖττον, ἡ πεντηκοντάς, ἢ πάντως ἀμείνονος φύσεως; περὶ ἧς οὐ καιρὸς λέγειν· αὔταρκες γὰρ ἐν τῷ παρόντι σεσημειῶσθαι τὴν διαφορὰν ὑπὲρ τοῦ μὴ ἐν παρέργῳ προηγούμενον ἔργον τίθεσθαι.
§179
Πρόσρησιν δ’ ἔλαχεν ἡ κατὰ τὸν πεντηκοστὸν ἀριθμὸν ἐνισταμένη ἑορτὴ πρωτογεννημάτων, ἐν ᾗ δύο ἐζυμωμένους ἄρτους ἐκ πυροῦ γεγονότας ἔθος προσφέρειν ἀπαρχὴν σίτου, τῆς ἀρίστης τροφῆς. ὠνομάσθη δὲ πρωτογεννημάτων ἢ διότι, πρὶν εἰς τὴν ἀνθρώπων χρῆσιν ἐλθεῖν τὸν ἐπέτειον καρπόν, τοῦ νέου σίτου τὸ πρῶτον γέννημα καὶ ὁ πρῶτος παραφανεὶς καρπὸς ἀπαρχὴ προσάγεται —
§180
δίκαιον γὰρ καὶ ὅσιον τὴν μεγίστην λαβόντας παρὰ θεοῦ δωρεὰν ἀφθονίαν ἀναγκαιοτάτης ὁμοῦ καὶ ὠφελιμωτάτης ἔτι δὲ καὶ ἡδίστης τροφῆς μήτε ἀπολαῦσαι μήτε συνόλως σπάσαι, πρὶν ἀπάρξασθαι τῷ χορηγῷ, διδόντας μὲν οὐδέν, αὐτοῦ γὰρ τὰ πάντα καὶ κτήματα καὶ δωρεαί, διὰ δὲ βραχέος συμβόλου παραφαίνοντας εὐχάριστον καὶ θεοφιλὲς ἦθος πρὸς τὸν χαρίτων μὲν ἀνεπιδεᾶ συνεχεῖς δὲ καὶ ἀενάους χάριτας ἄρδοντα —
§181
ἢ διότι κατ’ ἐξοχὴν πρῶτον καὶ ἄριστον γέννημα ὁ τοῦ σίτου καρπός ἐστιν, ἐν δευτέρᾳ τάξει τῶν ἄλλων καταριθμουμένων ὅσα σπαρτά· καθάπερ γὰρ ἄρχων μὲν ἐν πόλει, κυβερνήτης δ’ ἐν νηὶ πρῶτος εἶναι λέγεται, τῷ τὸν μὲν κατὰ πόλιν, τὸν δὲ κατὰ ναῦν ἀφηγεῖσθαί τε καὶ προφέρειν, τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ σίτου καρπὸς ὀνόματι συνθέτῳ πρωτογέννημα ὠνομάσθη διὰ τὸ πάντων ἄριστος εἶναι τῶν σπειρομένων· ἔδει γὰρ αὐτὸν καὶ τοῦ ζῴων ἀρίστου τροφὴν εἶναι.
§182
ἐζυμωμένοι δ’ εἰσὶν οἱ ἄρτοι, τοῦ νόμου ζύμην ἐπὶ τὸν βωμὸν ἀναφέρειν ἀπειπόντος, οὐχ ἵνα διαμάχη τις ᾖ ἐν τοῖς προσταττομένοις, ἀλλ’ ὑπὲρ τοῦ τρόπον τινὰ δι’ ἑνὸς εἴδους λαβεῖν τε καὶ δοῦναι, λαβεῖν μὲν τὴν ἀπὸ τῶν προσφερόντων εὐχαριστίαν, δοῦναι δὲ εὐθὺς ἀνυπερθέτως τὰ κομιζόμενα τοῖς προσφέρουσιν, οὐ μὴν ὥστε χρῆσθαι·
§183
χρήσονται γὰρ τοῖς ἅπαξ καθιερωθεῖσιν οἷς ἔξεστί τε καὶ ἐφίεται, ἔξεστι δὲ τοῖς ἱερωμένοις, οἳ τῶν προσαγομένων τῷ βωμῷ ὅσα μὴ ὑπὸ τοῦ ἀσβέστου πυρὸς ἀναλίσκεται τὴν μετουσίαν ἔλαβον φιλανθρωπίᾳ νόμου δοθεῖσαν ἢ μισθὸν ὑπηρεσιῶν ἢ γέρας ἀγώνων, οὓς ὑπὲρ εὐσεβείας ἀθλοῦσιν, ἢ κλῆρον ἱερόν, τοῦ κατὰ τὴν χώραν μὴ τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις φυλαῖς τὸ ἐπιβάλλον μέρος δανεισάμενοι.
§184
σύμβολον δ’ ἐστὶ καὶ ἄλλων ἡ ζύμη δυεῖν· ἑνὸς μὲν ἐντελεστάτης καὶ ὁλοκλήρου τροφῆς, ἧς οὐκ ἔστιν εὑρεῖν ἐν τῇ καθ’ ἡμέραν χρήσει κρείττονα καὶ λυσιτελεστέραν· κράτιστος δὲ καὶ ὁ τοῦ σίτου καρπὸς ἐν σπαρτοῖς, ὡς ἁρμόττειν ὑπὲρ τοῦ ἀρίστου ποιεῖσθαι τὴν ἀρίστην ἀπαρχήν.
§185
ἕτερον δὲ συμβολικώτερον· πᾶν τὸ ἐζυμωμένον ἐπαίρεται· χαρὰ δὲ ψυχῆς ἐστιν εὔλογος ἔπαρσις· ἐπ’ οὐδενὶ δὲ τῶν ὄντων μᾶλλον χαίρειν πέφυκεν ἄνθρωπος ἢ εὐπορίᾳ καὶ ἀφθονίᾳ τῶν ἀναγκαίων· ἐφ’ οἷς ἄξιον γεγηθότας εὐχαριστεῖν, ποιουμένους ἀοράτου τῆς περὶ τὴν διάνοιαν εὐπαθείας αἰσθητὴν διὰ τῶν ἐζυμωμένων ἄρτων εὐχαριστίαν.
§186
ἄρτοι δ’ εἰσὶν [ἀλλ’ οὐ σῖτος] ἡ ἀπαρχή, διὰ τὸ μηδὲν ἔτι ἐνδεῖν τῶν εἰς ἀπόλαυσιν τροφῆς, σίτου γεγονότος· λέγεται γὰρ ὅτι τῶν σπαρτῶν ἁπάντων τελευταῖος ὁ πυρὸς γεννᾶσθαι πέφυκε καὶ πρὸς ἄμητον παρίστασθαι.
§187
δύο δ’ εἰσὶν ἄριστα δυοῖν χρόνων χαριστήρια, τοῦ τε παρεληλυθότος, ἐν ᾧ τῶν ἐξ ἐνδείας καὶ λιμοῦ κακῶν οὐκ ἐπειράθημεν ἐν εὐετηρίᾳ διάγοντες, καὶ τοῦ μέλλοντος, διότι τὰς εἰς αὐτὸν χορηγίας καὶ παρασκευὰς εὐτρεπισάμεθα καὶ γέμοντες χρηστῶν ἐλπίδων ταμιευόμεθα τὰς τοῦ θεοῦ δωρεὰς εἰς τὴν καθ’ ἡμέραν προφέροντες αἰεὶ δίαιταν, ὅσων ἂν ᾖ χρεία κατὰ νόμους τῆς οἰκονομικῆς ἀρετῆς.
§188
Ἑξῆς ἐστιν ἱερομηνία, καθ’ ἣν ἅμα ταῖς ἀναγομέναις θυσίαις ἐν τῷ ἱερῷ σαλπίζειν ἔθος· ἀφ’ οὗ καὶ „σαλπίγγων“ ἐτύμως ἑορτὴ προσαγορεύεται, διττὸν λόγον ἔχουσα, τὸν μὲν ἴδιον τοῦ ἔθνους, τὸν δὲ κοινὸν ἀνθρώπων ἁπάντων· ἴδιον μὲν ὑπόμνησιν τεραστίου καὶ μεγαλουργηθέντος ἔργου, καθ’ ὃν χρόνον τὰ λόγια τῶν νόμων ἐθεσπίζετο·
§189
τότε γὰρ ἀπ’ οὐρανοῦ φωνὴ σάλπιγγος ἐξήχησεν, ἣν εἰκὸς ἄχρι τῶν τοῦ παντὸς φθάσαι περάτων, ἵνα καὶ τοὺς μὴ παρόντας καὶ μόνον οὐκ ἐν ἐσχατιαῖς κατοικοῦντας διὰ τοῦ συμβεβηκότος ἡ πτοία ἐπιστρέψῃ λογισαμένους, ὅπερ εἰκός, ὅτι τὰ οὕτως μεγάλα μεγάλων ἀποτελεσμάτων ἐστὶ σημεῖα· τί δὲ μεῖζον ἢ ὠφελιμώτερον εἰς ἀνθρώπους ἐλθεῖν ἐδύνατο τῶν γενικῶν νόμων, οὓς προεφήτευσεν ὁ θεός, οὐ δι’ ἑρμηνέως καθάπερ τὰ ἐν εἴδει νόμιμα.
§190
τοῦτο μὲν ἐξαίρετον τοῦ ἔθνους· κοινὸν δὲ πρὸς πάντας ἀνθρώπους ἐκεῖνο· ἡ σάλπιγξ ὄργανόν ἐστι πολέμου καὶ πρὸς τὴν κατ’ ἐχθρῶν ἐφόρμησιν, ὁπότε καιρὸς εἴη συμπλέκεσθαι, καὶ πρὸς ἀνάκλησιν, ὁπότε διακρίνεσθαι δέοι πρὸς τὰ οἰκεῖα ἐπανελευσομένους στρατόπεδα. ἔστι δὲ καὶ ἕτερος θεήλατος πόλεμος, ὅταν ἡ φύσις ἐν ἑαυτῇ στασιάσῃ, τῶν μερῶν ἀντεπιτιθεμένων ἀλλήλοις, ἰσότητος εὐνομωτάτης πλεονεξίᾳ τοῦ ἀνίσου κρατηθείσης.
§191
ὑπ’ ἀμφοτέρων δὲ τῶν πολέμων φθείρεται τὰ ἐπίγεια, πρὸς μὲν ἐχθρῶν δενδροτομίαις, δῃώσεσιν, ἐμπρήσεσι τροφῶν καὶ πεδίων σταχυηφορούντων, ὑπὸ δὲ τῶν κατὰ φύσιν αὐχμοῖς, ἐπομβρίαις, νοτίων βίαις πνευμάτων, φλογώσεσι ταῖς ἀφ’ ἡλίου, χιονώδει περιψύξει, τῆς ἁρμονίας τῶν ἐτησίων ὡρῶν περιηκούσης εἰς ἀναρμοστίαν, ἕνεκά μοι δοκῶ τῆς οὐ κατὰ μικρὸν ἐπιπολαζούσης ἀλλ’ ἀθρόῳ φορᾷ κεχυμένης ἀσεβείας, παρ’ οἷς ἂν ταῦτα γίνηται.
§192–228
§192
διὰ τοῦτο καθάπερ ἐπώνυμον ἑορτὴν ὀργάνου πολεμικοῦ σάλπιγγος ἀπέφηνεν ὁ νόμος, ἐπ’ εὐχαριστίᾳ τοῦ εἰρηνοποιοῦ θεοῦ καὶ εἰρηνοφύλακος, ὃς καὶ τὰς ἐν ταῖς πόλεσι καὶ τὰς ἐν τοῖς μέρεσι τοῦ παντὸς στάσεις ἀνελὼν εὐθηνίας καὶ εὐετηρίας καὶ τῶν ἄλλων ἀγαθῶν ἀφθονίαν ἀπειργάσατο, μηδὲν ἐμπύρευμα καρπῶν φθορᾶς ἐάσας ζωπυρηθῆναι.
§193
Μετὰ δὲ τὴν τῶν σαλπίγγων ἄγεται νηστεία ἑορτή. τάχα ἄν τις εἴποι τῶν ἑτεροδόξων καὶ ψέγειν τὰ καλὰ μὴ αἰδουμένων· ἑορτὴ δ’ ἐστὶ τίς, ἐν ᾗ μὴ συμπόσια καὶ συσσίτια καὶ ἑστιατόρων καὶ ἑστιωμένων θίασος καὶ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ χορηγίαι καὶ παρασκευαὶ τῶν ἐν δημοθοινίᾳ πάντων εὐφροσύναι τε καὶ κῶμοι σὺν ἀθύρμασι καὶ τωθασμοῖς καὶ παιδιὰ μετ’ αὐλοῦ καὶ κιθάρας καὶ τυμπάνων τε καὶ κυμβάλων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ παραλελυμένον καὶ ἐκτεθηλυμμένον εἶδος μουσικῆς δι’ ὤτων ἐγείρει τὰς ἀκαθέκτους ἐπιθυμίας;
§194
ἐν γὰρ τούτοις καὶ διὰ τούτων, ὡς ἔοικε, τὸ εὐφραίνεσθαι τίθενται ἀγνοίᾳ τῆς πρὸς ἀλήθειαν εὐφροσύνης· ἣν ὀξυδερκεστάτοις ὄμμασιν ἰδὼν ὁ πάνσοφος Μωυσῆς τὴν νηστείαν ἑορτὴν ἀνεῖπε καὶ ἑορτῶν τὴν μεγίστην πατρίῳ γλώττῃ „σάββατα σαββάτων“ αὐτὴν ὀνομάσας, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν, ἑβδομάδα ἑβδομάδων καὶ ἁγίων ἁγιωτέραν, διὰ πολλά·
§195
πρῶτον μὲν δῐ ἐγκράτειαν, ἣν ἀεὶ καὶ πανταχοῦ παραγγέλλων ἐν ἅπασι τοῖς κατὰ βίον ἐπιδείκνυσθαι πράγμασι διά τε γλώττης καὶ γαστρὸς καὶ τῶν μετὰ γαστέρα νυνὶ δὲ διαφερόντως κελεύει περιέπειν, ἐξαίρετον ἡμέραν ἀναθεὶς αὐτῇ· σιτίων γάρ τις καὶ ποτῶν μαθὼν ἀλογεῖν τῶν οὕτως ἀναγκαίων τίνος οὐκ ἂν ὑπερίδοι τῶν περιττῶν, ἃ γέγονεν οὐ διαμονῆς καὶ σωτηρίας ἕνεκα μᾶλλον ἢ βλαβερωτάτης ἡδονῆς;
§196
δεύτερον δὲ ἐπειδὴ πᾶσα ἀνάκειται λιταῖς καὶ ἱκεσίαις, περὶ μηδὲν ἕτερον ἄχρις ἑσπέρας ἐξ ἑωθινοῦ τῶν ἀνθρώπων σχολὴν ἀγόντων ἢ δεητικωτάτας εὐχάς, αἷς σπουδάζουσι τὸν θεὸν ἐξευμενίζεσθαι παραίτησιν ἁμαρτημάτων ἑκουσίων τε καὶ ἀκουσίων αἰτούμενοι καὶ χρηστὰ ἐλπίζοντες, οὐ δι’ ἑαυτοὺς ἀλλὰ διὰ τὴν ἵλεω φύσιν τοῦ συγγνώμην πρὸ κολάσεως ὁρίζοντος.
§197
τρίτον δὲ διὰ τὸν καιρόν, ἐν ᾧ συμβέβηκε τὴν νηστείαν ἄγεσθαι· κατὰ γὰρ τοῦτον ἤδη συγκεκόμισται πάντα ὅσα δι’ ἔτους ἤνεγκεν ἡ γῆ. τὸ μὲν οὖν εὐθὺς ἐμφορεῖσθαι τῶν γεγονότων ἀπληστίας ὑπέλαβεν ἔργον εἶναι, τὸ δὲ νηστεῦσαι καὶ τροφῆς μὴ προσάψασθαι παντελοῦς εὐσεβείας, ἥτις ἀναδιδάσκει τὴν διάνοιαν μὴ πεποιθέναι τοῖς εὐτρεπισθεῖσι καὶ παρεσκευασμένοις ὡς ὑγείας ἢ ζωῆς αἰτίοις· ταῦτα γὰρ καὶ παρόντα πολλάκις ἔβλαψε καὶ μὴ παρόντα ὤνησε.
§198
μόνον οὐκ ἄντικρυς, κἂν μηδὲν τῇ φωνῇ φθέγγωνται τὸ παράπαν, οἱ μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν ἀπεχόμενοι σιτίων καὶ ποτῶν ἐκβοῶσι ταῖς ψυχαῖς καί φασι ταῦτα· τὰς μὲν τῆς φύσεως χάριτας εἰλήφαμεν ἄσμενοι καὶ ταμιευόμεθα, φθαρτὸν δὲ οὐδὲν ἐπιγραφόμεθά ποτε τῆς ἡμετέρας διαμονῆς αἴτιον, ἀλλὰ τὸν γεννητὴν καὶ πατέρα καὶ σωτῆρα τοῦ τε κόσμου καὶ τῶν ἐν κόσμῳ θεόν, ᾧ καὶ διὰ τούτων καὶ ἄνευ τούτων τρέφειν θέμις καὶ διαφυλάττειν.
§199
ἰδοὺ γοῦν καὶ τοὺς ἡμετέρους προγόνους μυριάσι πολλαῖς ἐρήμην ἀτριβῆ καὶ πᾶσαν ἄγονον διεξιόντας γενεᾶς βίον ἔτη τεσσαράκοντα διέθρεψεν ὡς ἐν βαθυγειοτάτῃ καὶ εὐφορωτάτῃ χώρᾳ, πηγὰς μὲν τότε πρῶτον ἀνατεμὼν εἰς ἄφθονον ποτοῦ χρῆσιν, ὕων δὲ τροφὴν ἐξ οὐρανοῦ μήτε πλείονα μήτ’ ἐλάττονα τῆς διεξαρκούσης εἰς ἑκάστην ἡμέραν, ἵνα ἀταμιεύτοις χρώμενοι τοῖς ἀναγκαίοις μὴ πωλῶσιν ἀψύχων, ὧν ἂν ἐθησαυρίσαντο, τὰς ἀγαθὰς ἐλπίδας, ἀλλὰ μικρὰ φροντίζοντες τῶν χορηγουμένων τὸν χορηγὸν θαυμάζωσι καὶ προσκυνῶσι καὶ τοῖς ἁρμόττουσιν ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρωσιν.
§200
ἡ δὲ ἡμέρα τῆς νηστείας ἄγεται νόμου προστάξει δεκάτῃ μηνὸς ἀεί. διὰ τί δὲ ἐν τῇ δεκάτῃ; ὡς ἐν τοῖς περὶ αὐτῆς λόγοις ἠκριβώσαμεν, ὀνομάζεται μὲν ὑπὸ σοφῶν ἀνδρῶν παντέλεια, περιέχει δ’ ἐν αὑτῇ τὰς ἀναλογίας πάσας, τήν τε ἀριθμητικὴν καὶ τὴν ἁρμονικὴν καὶ τὴν γεωμετρικήν, καὶ προσέτι τὰς ἁρμονίας, ἐπίτριτον τὴν διὰ τεσσάρων καὶ ἡμιόλιον τὴν διὰ πέντε καὶ διπλασίαν τὴν διὰ πασῶν καὶ τετραπλασίαν τὴν δὶς διὰ πασῶν, ἔχει δὲ καὶ τὸν ἐπόγδοον λόγον, ὡς εἶναι πλήρωμα τῶν κατὰ μουσικὴν θεωρημάτων τελειότατον, ἀφ’ οὗ καὶ ὠνόμασται παντέλεια.
§201
τὴν οὖν σιτίων καὶ ποτῶν ἔνδειαν προστέταχε κατ’ ἀριθμὸν τέλειον καὶ πλήρη γίνεσθαι τῆς δεκάδος διὰ τὰς τοῦ ἀρίστου τῶν ἐν ἡμῖν ἀρίστας τροφάς, ἵνα μηδεὶς ὑπολάβῃ λιμὸν τὸ πάντων ἀφορητότατον κακῶν εἰσηγεῖσθαι τὸν ἱεροφάντην, ἀλλὰ τῆς εἰς τὰς τοῦ σώματος δεξαμενὰς φερομένης ἐπιρροῆς ἀνακοπὴν βραχεῖαν.
§202
οὕτως γὰρ ἔμελλε διαυγὲς καὶ καθαρὸν τὸ ἀπὸ τῆς λογικῆς πηγῆς [εἰς καθαρὸν] ἐπὶ ψυχὴν φέρεσθαι νᾶμα λείως, ἐπειδήπερ αἱ συνεχεῖς καὶ ἐπάλληλοι τροφαὶ κατακλύζουσαι τὸ σῶμα καὶ τὸν λογισμὸν προσεπισύρουσιν, εἰ δ’ ἐπισχεθεῖεν, εὖ μάλα στηριχθεὶς ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λεωφόρου τὴν πορείαν ἄπταιστον δυνήσεται ποιεῖσθαι τῶν θέας καὶ ἀκοῆς ἀξίων ἐφιέμενος.
§203
ἄλλως τε ἁρμόττον ἦν, τῶν εἰς εὐθηνίαν ἁπάντων κατὰ νοῦν κεχωρηκότων ἐπὶ τελείοις καὶ πλήρεσιν ἀγαθοῖς, ἐν εὐετηρίᾳ καὶ χορηγιῶν ἀφθονίᾳ λαβεῖν ἐνδείας ὑπόμνησιν ἀποχῇ σιτίων καὶ ποτῶν καὶ λιτὰς καὶ ἱκεσίας ποιεῖσθαι, ἅμα μὲν ὑπὲρ τοῦ μὴ εἰς ἀληθῆ πεῖραν ἐλθεῖν ἀπορίας τῶν ἀναγκαίων, ἅμα δὲ καὶ εὐχαριστοῦντας, ὅτι ἐν ἀγαθῶν περιουσίᾳ μέμνηνται κακῶν οὐ γενομένων. τούτων μὲν δὴ ἅλις.
§204
Τελευταία δ’ ἐστὶν ἑορτὴ τῶν ἐνιαυσίων προσαγορευομένη σκηναί, καιρὸν ἔχουσα τὸν μετοπωρινῆς ἰσημερίας· ἐξ οὗ δύο παρίσταται, τό τε δεῖν ἰσότητα τιμᾶν ἀνισότητα ἐχθραίνοντας — ἡ μὲν γὰρ δικαιοσύνης ἐστίν, ἡ δὲ ἀδικίας ἀρχή τε καὶ πηγή, καὶ ἡ μὲν ἀσκίου φωτός, ἡ δὲ σκότους συγγενής — καὶ τὸ προσήκειν μετὰ τὴν ἁπάντων καρπῶν τελείωσιν εὐχαριστεῖν τῷ τελεσφόρῳ θεῷ καὶ πάντων τῶν ἀγαθῶν αἰτίῳ.
§205
τὸ γὰρ μετόπωρον, ὡς καὶ αὐτὸ δήπου δηλοῖ τοὔνομα, καιρὸς ὁ μετὰ τὴν ὀπώραν ἐστὶν ἤδη συγκεκομισμένην, καὶ φόρους τοὺς ἐτησίους καὶ δασμοὺς τοὺς ἀναγκαίους εἰσενηνοχότων τῶν σπαρτῶν τε καὶ τῶν δένδρων καὶ τῆς γῆς ὅσας τροφὰς ἐγέννησε ταῖς τῶν ἀμυθήτων ζῴων ἰδέαις ἡμέρων τε καὶ ἀγρίων ἀφθόνως παρεσχημένης, οὐ μόνον εἰς τὴν ἐν χερσὶ καὶ πρόσκαιρον ἀπόλαυσιν ἀλλὰ καὶ τὴν ὕστερον διὰ τὸ προμηθὲς τῆς φιλοζῴου φύσεως.
§206
καὶ μὴν ἐν σκηναῖς προστέτακται διαιτᾶσθαι τὸν χρόνον τῆς ἑορτῆς, ἤτοι διὰ τὸ μηκέτι εἶναι χρείαν ἐν ὑπαίθρῳ διάγειν τὰ περὶ γεωργίαν ἐκπονοῦντας, οὐδενὸς μὲν ὑπολειφθέντος ἔξω, πάντων δὲ καρπῶν ἐναποκειμένων σιροῖς καὶ τοιουτοτρόποις χωρίοις διὰ τὰς εἰωθυίας βλάβας παρακολουθεῖν ἔκ τε φλογώσεως ἡλιακῆς καὶ φορᾶς ὑετῶν —
§207
ὅτε μὲν γὰρ ἐν πεδίοις ἐστὶ τὰ τρέφοντα, μὴ συγκλεισάμενος θαλαμαίου γυναικὸς τρόπον ἀλλὰ προελθὼν ἐπιμελητὴς καὶ φύλαξ εἶ σὺ τῶν ἀναγκαίων· κἂν ὑπαιθρίῳ διατελοῦντί σοι προσπίπτῃ κρυμὸς καὶ θάλπος, εἰσὶν ἔφεδροι καὶ σκιαὶ τὰ λάσια τῶν δένδρων, οἷς ὑποστείλας τὴν ἀφ’ ἑκατέρου δυνήσῃ βλάβην εὐμαρῶς ἐκφυγεῖν· ὅταν δ’ οἱ καρποὶ πάντες εἰσκομίζωνται, συνεισέρχου στεγανωτέρας διαίτης ἐφιξόμενος πρὸς ἀνάπαυλαν ἀντὶ καμάτων οὓς γεωπονῶν ὑπέμεινας — ἢ δι’ ὑπόμνησιν τῆς τῶν προγόνων μακρᾶς ὁδοιπορίας, ἣν δι’ ἐρήμου ποιούμενοι βαθείας σκηναῖς πολυετῆ χρόνον καθ’ ἕκαστον σταθμὸν ἐνδιῃτῶντο.
§208
προσήκει δὲ καὶ ἐν πλούτῳ πενίας μεμνῆσθαι καὶ ἀδοξίας ἐν δόξῃ καὶ ἐν ἡγεμονίαις ἰδιωτικοῦ σχήματος καὶ ἐν εἰρήνῃ κινδύνων τῶν ἐν πολέμῳ καὶ ἐπὶ γῆς χειμώνων τῶν κατὰ θάλασσαν καὶ ἐν πόλεσιν ἐρημίας· ἡδονὴ γὰρ οὐκ ἔστι μείζων ἢ ἐν ταῖς ἄγαν εὐπραγίαις ἔννοιαν ἔχειν παλαιῶν ἀτυχημάτων.
§209
πρὸς δὲ τῇ ἡδονῇ καὶ ὄφελος οὐ μικρὸν εἰς ἀρετῆς ἄσκησιν ἐγγίνεται· λαβόντες γὰρ πρὸ ὀφθαλμῶν τό τε εὖ καὶ τὸ χεῖρον καὶ τὸ μὲν ἀπεωσμένοι καρπούμενοι δὲ τὸ ἄμεινον ἐξ ἀνάγκης εὐχάριστοι γίνονται τὸ ἦθος καὶ πρὸς εὐσέβειαν παρορμῶνται φόβῳ τῆς πρὸς τἀναντία μεταβολῆς. ὅθεν καὶ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς τὸν θεὸν ᾠδαῖς καὶ λόγοις γεραίρουσι καὶ ὑπὲρ τοῦ μηκέτι πειραθῆναι κακῶν λιπαροῦσι καὶ ἱκεσίαις ἐξευμενίζονται.
§210
πάλιν δὲ ἡ ταύτης τῆς ἑορτῆς ἀρχὴ πεντεκαιδεκάτῃ μηνὸς ἐνίσταται, διὰ τὴν λεχθεῖσαν καὶ ἐπὶ τῆς ἐαρινῆς ὥρας αἰτίαν, ἵνα μὴ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ πλήρης ὁ κόσμος ᾖ τοῦ φύσει παγκάλου φωτός, ἡλίου καὶ σελήνης κατ’ ἐκείνην τὴν ἡμέραν ἀλλήλοις ἐπανατελλόντων αὐγαῖς ἀδιαστάτοις, ἃς μεθόριον οὐ διακρίνει σκότος.
§211
ἑπτὰ δὲ ἡμέραις ὀγδόην ἐπισφραγίζεται καλέσας „ἐξόδιον“ αὐτήν, οὐκ ἐκείνης, ὡς ἔοικε, μόνον τῆς ἑορτῆς, ἀλλὰ καὶ πασῶν τῶν ἐτησίων, ὅσας κατηριθμησάμην καὶ διεξῆλθον· τελευταία γάρ ἐστι τοῦ ἐνιαυτοῦ καὶ συμπέρασμα.
§212
τάχα μέντοι καὶ πρῶτος κύβος, ὀγδοάς, ἐπενεμήθη τῇ ἑορτῇ διὰ τόδε· τῆς μὲν δυνάμει στερεᾶς οὐσίας ἐστὶν ἀρχὴ κατὰ τὴν ἀπὸ τῶν ἀσωμάτων μετάβασιν, τῆς δὲ νοητῆς συμπέρασμα· τὰ δὲ νοητὰ ταῖς παραυξήσεσι πρὸς τὴν στερεὰν φύσιν * * *.
§213
καὶ ἡ μετοπωρινὴ μέντοι ἑορτή, καθάπερ εἶπον, πλήρωμά τι καὶ συμπέρασμα τῶν ἐντὸς ἐνιαυτοῦ πασῶν ἔοικεν εἶναι σταθερώτερον καὶ παγιώτερον, τὰς ἀπὸ τῆς χώρας προσόδους εἰληφότων ἤδη καὶ μηκέτ’ ἐνδοιασμοῖς τοῖς περὶ φορᾶς καὶ ἀφορίας πλαζομένων καὶ δεδιότων· ἀνίδρυτοι γὰρ αἱ γεωπόνων φροντίδες, ἄχρις ἂν οἱ καρποὶ συγκομισθῶσι, διὰ τὰς ἐφέδρους ἀπὸ μυρίων ὅσων ἀνθρώπων τε καὶ θρεμμάτων ζημίας.
§214
Ταῦτα ἐπὶ πλέον ἐμήκυνα διὰ τὴν ἱερὰν ἑβδόμην ἐπιδείξασθαι βουλόμενος, ὅτι πάσας τὰς ἐτησίους ἑορτὰς συμβέβηκεν ὡς ἂν ἀπογόνους ἑβδομάδος εἶναι μητρὸς λόγον ἐχούσης * * * ἀφροσύναι καὶ εὐφροσύναι, καὶ διότι ἐν πανηγύρεσι καὶ ἱλαρῷ βίῳ τέρψεις ἀμέτοχοι συννοίας καὶ κατηφείας συνίστανται σώματα καὶ ψυχὰς ἀναχέουσαι, τὰ μὲν τῷ ἁβροδιαίτῳ, τὰς δὲ τῷ φιλοσοφεῖν.
§215
Ἔστι δέ τις παρὰ ταύτας οὐχ ἑορτὴ μὲν θεοῦ, ἑορτῆς δὲ συγγενὴς πανήγυρις, ἣν καλοῦσι „κάρταλον“ ἀπὸ τοῦ συμβεβηκότος, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. τὸ μὲν οὖν μὴ ἑορτῆς ἔχειν ἀξίωμα καὶ τάξιν δῆλον ἐκ πολλῶν· οὔτε γὰρ τοῦ ἔθνους ἐστὶν ὡς πάνδημος, οἵα τῶν ἄλλων ἑκάστη, οὔτε τι τῶν προσαγομένων ἢ προσφερομένων ἐπὶ τὸν βωμὸν καθαγιάζεται παραδιδόμενον τῷ ἀσβέστῳ πυρὶ καὶ ἱερῷ,
§216
οὔθ’ ἡμερῶν ἀριθμὸς ὃν χρὴ ταύτην ἑορτάζειν εἴρηται. τὸ δ’ ἑορτώδη τύπον ἔχειν καὶ ἐγγὺς ἵστασθαι πανηγυρικῆς ἀδείας εὐμαρῶς κατίδοι τις ἄν. ἕκαστος γὰρ τῶν ἀγροὺς καὶ κτήσεις ἐχόντων ἀφ’ ἑκάστου τῶν ἀκροδρύων εἴδους ἀγγεῖα πληρώσας, καθάπερ ἔφην, ἃ προσαγορεύουσι καρτάλους, ἀπαρχὴν τῆς εὐκαρπίας εἰς τὸ ἱερὸν κομίζει γεγηθὼς καὶ στὰς ἀντικρὺ τοῦ βωμοῦ δίδωσι τῷ ἱερεῖ, τὸ πάγκαλον καὶ θαυμάσιον ᾆσμα διεξιών, εἰ δὲ μὴ τύχοι μεμνημένος, ἀκούων παρὰ τοῦ ἱερέως μετὰ προσοχῆς πάσης.
§217
ἔστι δὲ τοιόνδε ᾆσμα· „Συρίαν ἀπέβαλον οἱ ἀρχηγέται τοῦ γένους ἡμῶν καὶ μετανέστησαν εἰς Αἴγυπτον. ὀλίγος ὄντες ἀριθμὸς ηὐξήθησαν εἰς πλῆθος ἔθνους. οἱ ἀπόγονοι μυρία κακωθέντες ὑπὸ τῶν ἐγχωρίων, οὐδεμιᾶς ἔτι φαινομένης ἐξ ἀνθρώπων ἐπικουρίας, ἐγένοντο θεοῦ ἱκέται καταφυγόντες ἐπὶ τὴν ἐξ αὐτοῦ βοήθειαν.
§218
προσδεξάμενος τὴν ἱκεσίαν ὁ πᾶσι τοῖς ἀδικουμένοις εὐμενὴς τοὺς μὲν ἐπιτιθεμένους κατέπληξε σημείοις καὶ τέρασι καὶ φάσμασι καὶ τοῖς ἄλλοις ὅσα κατ’ ἐκεῖνον τὸν χρόνον ἐθαυματουργεῖτο, τοὺς δ’ ἐπηρεαζομένους καὶ πάσας ὑπομένοντας ἐπιβουλὰς ἐρρύσατο, οὐ μόνον εἰς ἐλευθερίαν ἐξελόμενος, ἀλλὰ καὶ χώραν πάμφορον δούς.
§219
ἀπὸ τῶν ταύτης καρπῶν, εὐεργέτα, σοὶ φέρομεν τὴν ἀπαρχήν, εἰ δὴ θέμις εἰπεῖν ἐστι κομίζειν τὸν λαμβάνοντα· σαὶ γάρ, ὦ δέσποτα, χάριτες καὶ δωρεαὶ τὰ πάντα, ὧν ἀξιωθέντες ἐναβρυνόμεθα καὶ ἐνευφραινόμεθα τοῖς ἀπροσδοκήτοις ἀγαθοῖς,
§220
ἅπερ οὐκ ἐλπίσασιν ἡμῖν ἔδωκας.“ τὸ ᾆσμα τοῦτο σχεδὸν ἀπὸ θέρους ἐνισταμένου μέχρι μετοπώρου λήγοντος ἀδιαστάτως ὑφ’ ἑτέρων καὶ ἑτέρων ᾄδεται δυσὶ καιροῖς, ὁλοκλήρῳ μέρει ἡμίσει τοῦ ἐνιαυτοῦ, διὰ τὸ μὴ πάντας ἀθρόους κατὰ ῥητὴν προθεσμίαν τὰ ὡραῖα δύνασθαι κομίζειν, ἀλλ’ ἄλλοτε ἄλλους, ἔστι δ’ ὅτε καὶ τοὺς αὐτοὺς ἀπὸ τῶν αὐτῶν χωρίων.
§221
ἐπειδὴ γὰρ τῶν καρπῶν οἱ μὲν θᾶττον οἱ δὲ βραδύτερον πεπαίνονται, καὶ διὰ τὰς τῶν τόπων διαφορὰς ἀλεεινοτέρων ἢ κρυμωδεστέρων ὄντων καὶ διὰ μυρίας ἄλλας αἰτίας, εἰκότως ἀόριστός ἐστι καὶ ἀπερίγραφος ὁ χρόνος τῆς τῶν ἀκροδρύων ἀπαρχῆς ἐπὶ μήκιστον ἐκτεινόμενος.
§222
ἡ δὲ τούτων χρῆσις ἐπιτέτραπται τοῖς ἱερεῦσιν, ἐπεὶ γῆς μὲν ἀποτομὴν οὐκ ἔλαχον οὐδὲ προσοδευομένας κτήσεις, κλῆροι δ’ εἰσὶν αὐτοῖς αἱ παρὰ τοῦ ἔθνους ἀπαρχαὶ ἀντὶ τῶν λειτουργιῶν, ἃς μεθ’ ἡμέραν καὶ νύκτωρ ὑπομένουσι.
§223
Τοσαῦτα μὲν περὶ ἑβδομάδος καὶ τῶν εἰς αὐτὴν ἀναφερομένων ἔν τε ἡμέραις καὶ μησὶ καὶ ἐνιαυτοῖς καὶ περὶ ἑορτῶν, αἳ συγγένειαν ἔχουσι πρὸς ἑβδομάδα, διεξῆλθον ἑπόμενος εἱρμῷ τῶν προκειμένων κεφαλαίων κατὰ τὴν ἐν λόγοις ἀκολουθίαν. ἐπισκέψομαι δ’ ἑξῆς τὸ ἑπόμενον, ὃ περὶ γονέων ἀναγέγραπται τιμῆς.
§224
Τέτταρα εἴδη πρότερον ὑπειπών, ἃ καὶ τῇ τάξει καὶ τῇ δυνάμει πρῶτα ἦν ὡς ἀληθῶς, τό τε περὶ μοναρχίας ᾗ μοναρχεῖται ὁ κόσμος, καὶ τὸ περὶ τοῦ μηδὲν ἀπεικόνισμα καὶ μίμημα δημιουργεῖν θεοῦ, καὶ τὸ περὶ τοῦ μὴ ψευδορκεῖν ἢ συνόλως μάτην ὀμνύναι, καὶ τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ἅπερ σύμπαντα τείνει πρὸς εὐσέβειαν καὶ ὁσιότητα, μέτειμι ἐπὶ τὸ πέμπτον τὸ περὶ γονέων τιμῆς, ὅ, καθάπερ ἐν τοῖς ἰδίᾳ περὶ αὐτοῦ λόγοις ἔδειξα, μεθόριον ἀνθρωπείων τε καὶ θείων.
§225
οἱ γὰρ γονεῖς μεταξὺ θείας καὶ ἀνθρωπίνης φύσεώς εἰσι μετέχοντες ἀμφοῖν· ἀνθρωπίνης μέν, ὡς ἔστι δῆλον, ὅτι καὶ γεγόνασι καὶ φθαρήσονται, θείας δ’ ὅτι γεγεννήκασι καὶ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παρήγαγον· ὅπερ γάρ, οἶμαι, θεὸς πρὸς κόσμον, τοῦτο πρὸς τέκνα γονεῖς, ἐπειδὴ ὡς ἐκεῖνος τῷ μὴ ὑπάρχοντι ὕπαρξιν κατειργάσατο, καὶ οὗτοι μιμούμενοι καθ’ ὅσον οἷόν τε τὴν ἐκείνου δύναμιν τὸ γένος ἀθανατίζουσιν.
§226
ἄξιοι δ’ οὐ διὰ τοῦτο μόνον τιμῆς πατήρ τε καὶ μήτηρ, ἀλλὰ καὶ δι’ ἕτερα πλείω. παρ’ οἷς γὰρ λόγος ἀρετῆς ἐστί, πρεσβύτεροι νεωτέρων προκρίνονται καὶ διδάσκαλοι γνωρίμων καὶ εὐεργέται τῶν εὖ πεπονθότων καὶ ἄρχοντες ὑπηκόων καὶ δεσπόται δούλων.
§227
ἐν μὲν οὖν τῇ ἀμείνονι τάξει κρίνονται γονεῖς, πρεσβύτεροι γάρ εἰσι καὶ ὑφηγηταὶ καὶ εὐεργέται καὶ ἄρχοντες καὶ δεσπόται, ἐν δὲ τῇ ἐλάττονι υἱοὶ καὶ θυγατέρες, νεώτεροι γὰρ καὶ μαθηταὶ καὶ εὖ πεπονθότες ὑπήκοοί τε καὶ δοῦλοι. ὡς δ’ οὐδὲν τούτων κατέψευσται, δῆλον μὲν ἐκ τῆς ἐναργείας· αἱ δ’ ἐκ λόγου πίστεις ἔτι μᾶλλον ἐπισφραγιοῦνται τὴν ἀλήθειαν.
§228
λέγω τοίνυν, ὅτι τὸ ποιοῦν τοῦ γινομένου καὶ τὸ αἴτιον οὗπέρ ἐστιν αἴτιον ἀεὶ πρεσβύτερόν ἐστιν· οἱ δὲ γεννήσαντες αἴτιοι καὶ δημιουργοὶ τρόπον τινὰ τῶν γεννηθέντων εἰσί· καὶ οἱ μὲν ὑφηγητῶν ἔχουσι τάξιν, ὅσαπερ ἂν εἰδότες τυγχάνωσι τοὺς παῖδας ἐκ πρώτης ἀναδιδάξαντες ἡλικίας, καὶ οὐ μόνον τὰ περὶ τὰς ἐπιστήμας, [ἀσκοῦσι καὶ νεάζουσιν] ἐναποματτόμενοι λογισμοὺς ἀκμάζουσι παίδων, ἀλλὰ καὶ τὰ ἀναγκαιότατα τῶν πρὸς αἱρέσεις καὶ φυγάς, αἱρέσεις μὲν ἀρετῶν, φυγὰς δὲ κακιῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν.
§229–262
§229
εὐεργέται μέντοι τίνες ἂν εἶεν μᾶλλον ἢ παίδων γονεῖς, οἳ καὶ μὴ ὄντας εἰργάσαντο καὶ αὖθις τροφῆς ἠξίωσαν καὶ μετὰ ταῦτα παιδείας τῆς κατά τε σῶμα καὶ ψυχήν, [καὶ] ἵνα μὴ μόνον ζῶσιν, ἀλλὰ καὶ εὖ ζῶσι;
§230
τὸ μὲν οὖν σῶμα διὰ τῆς γυμναστικῆς καὶ ἀλειπτικῆς ὠφέλησαν εἰς εὐτονίαν τε καὶ εὐεξίαν σχέσεις τε καὶ κινήσεις εὐμαρεῖς, οὐκ ἄνευ ῥυθμοῦ καὶ τοῦ πρέποντος, τὴν δὲ ψυχὴν διά τε γραμμάτων καὶ ἀριθμῶν γεωμετρίας τε καὶ μουσικῆς καὶ τῆς συμπάσης φιλοσοφίας, ἣ τὸν νοῦν εἰσῳκισμένον θνητῷ σώματι μετέωρον αἴρουσα παραπέμπει μέχρις οὐρανοῦ καὶ τὰς ἐν αὐτῷ μακαρίας καὶ εὐδαίμονας φύσεις ἐπιδείκνυται, ζῆλον ἅμα καὶ πόθον ἐνεργαζομένη τῆς ἀτρέπτου καὶ ἐναρμονίου τάξεως, ἣν οὐδέποτε λείπουσι πειθόμεναι τῷ ταξιάρχῳ.
§231
πρὸς δὲ ταῖς εὐεργεσίαις καὶ τὴν ἐφ’ οἷς ἐγέννησαν ἀρχὴν ἔλαβον, οὐχ ὥσπερ ἐν ταῖς πόλεσι κατὰ κλῆρον ἢ χειροτονίαν, ὡς αἰτιᾶσθαι δύνασθαι τὸν μὲν ὀλίσθῳ τύχης γενόμενον, οὐ σὺν λογισμῷ, τὴν δὲ ὄχλου, πράγματος ἀνεξετάστου καὶ ἀνεπισκέπτου, φορᾷ, γνώμῃ δὲ ἀρίστῃ καὶ τελειοτάτῃ τῆς ἄνω φύσεως, ᾗ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα σὺν δίκῃ πρυτανεύεται.
§232
διὰ τοῦτ’ ἔξεστι τοῖς πατράσι καὶ κακηγορεῖν [πρὸς] τοὺς παῖδας καὶ ἐμβριθέστερον νουθετεῖν καί, εἰ μὴ ταῖς δι’ ἀκοῶν ἀπειλαῖς ὑπείκουσι, τύπτειν καὶ προπηλακίζειν καὶ καταδεῖν. ἂν μέντοι γε καὶ πρὸς ταῦτα ἀφηνιάζωσι τῇ ῥύμῃ τῆς ἀνιάτου μοχθηρίας ἀπαυχενίζοντες, ἐπέτρεψεν ὁ νόμος καὶ μέχρι θανάτου κολάζειν, ἀλλ’ οὐκέτι μόνῳ πατρὶ ἢ μόνῃ μητρί, διὰ τὸ μέγεθος τῆς τιμωρίας, ἣν οὐκ ἄξιον ὑφ’ ἑνὸς ἀλλ’ ὑπ’ ἀμφοῖν δικασθῆναι· συμφρονῆσαι γὰρ οὐκ εἰκὸς ἐπ’ ἀναιρέσει τοῦ παιδὸς ἑκάτερον τῶν γονέων, μὴ βαρυνόντων καὶ καθελκόντων τῶν ἀδικημάτων ὁλκῇ τινι βεβαίῳ νικώσῃ τὴν ἐκ φύσεως ἐνιδρυμένην πάγιον εὔνοιαν.
§233
ἀλλ’ οὐκ ἀρχὴν μόνον καὶ ἡγεμονίαν τὴν ἐπὶ τέκνοις ἀλλὰ καὶ δεσποτείαν γονεῖς ἔλαχον κατ’ ἄμφω τὰς ἀνωτάτω θεραπόντων κτήσεως ἰδέας, τήν τε ἐπ’ οἰκότριψι καὶ ἀργυρωνήτοις· πολυπλασίους τε γὰρ τῆς ἀξίας τιμὰς κατατιθέασιν εἴς τε παῖδας καὶ ὑπὲρ παίδων τιτθαῖς καὶ παιδαγωγοῖς καὶ διδασκάλοις, δίχα τῶν εἰς ἐσθῆτας καὶ τροφὰς καὶ τὴν ἄλλην ἐπιμέλειαν ὑγιαινόντων τε καὶ καμνόντων ἐκ πρώτης ἡλικίας μέχρι τελείας· οἰκότριβές τε ἂν εἶεν οἱ μὴ μόνον οἴκοι γεννηθέντες ἀλλὰ καὶ [οἱ] ὑπὸ τῶν τῆς οἰκίας δεσποτῶν συνεισενεγκάντων τὰ πρὸς γένεσιν φύσεως θεσμοῖς
§234
εἰσφορὰν ἀναγκαίαν. τοσούτων οὖν ὑπαρχόντων ἄξιον ἐπαίνου μὲν οὐδὲν δρῶσιν οἱ τιμῶντες τοὺς γονεῖς, ἐπεὶ καὶ ἕν τι τῶν εἰρημένων αὐταρκέστατον εἰς σεβασμὸν αὐτοὺς προκαλέσασθαι, ψόγου δὲ καὶ κατηγορίας καὶ τῆς ἀνωτάτω δίκης οἱ μήθ’ ὡς πρεσβυτέρους αἰδούμενοι μήθ’ ὡς ὑφηγητὰς ἀποδεχόμενοι μήθ’ ὡς εὐεργέτας ἀμοιβῆς ἀξιοῦντες μήθ’ ὡς ἄρχουσι πειθαρχοῦντες μήθ’ ὡς δεσπότας εὐλαβούμενοι.
§235
πατέρα, οὖν φησί, μετὰ θεὸν καὶ μητέρα τίμα δευτερείοις τοῖς γέρασιν ἀναδουμένους, ἅπερ ἡ φύσις ἀπένειμεν αὐτοῖς ἀθλοθετοῦσα. τιμήσεις δ’ [[ἐπ’]π[ἐπ’]] οὐδενὶ μᾶλλον ἢ πειρώμενος ἀγαθός τε εἶναι καὶ δοκεῖν εἶναι, ὧν τὸ μὲν τὴν ἄτυφον καὶ ἄπλαστον ἀρετὴν ἐπιζητεῖ, τὸ δὲ τὴν σὺν ὑπολήψει χρηστῇ καὶ τῷ παρὰ τῶν συνόντων ἐπαίνῳ.
§236
μικρὰ γὰρ τῶν ἰδίων φροντίζοντες ὠφελειῶν τέλος εὐδαιμονίας νομίζουσι τὴν τῶν παίδων καλοκἀγαθίαν, δι’ ἣν καὶ τοῖς προσταττομένοις θελήσουσιν ὑπακούειν ἐκεῖνοι καὶ ἐν ἅπασι καταπειθεῖς εἶναι τοῖς δικαίοις καὶ συμφέρουσιν· οὐδὲν γὰρ ἀλλότριον ἀρετῆς ὁ ταῖς ἀληθείαις ὑφηγήσεται πατὴρ παιδί.
§237
Τεκμηριώσαιτο δ’ ἄν τις τὴν πρὸς γονεῖς εὐσέβειαν οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἀκ τῆς πρὸς τοὺς ἥλικας ἐκείνων ἀποδοχῆς. ὁ γὰρ πρεσβύτην καὶ πρεσβύτιδα οὐδὲν γένει προσήκοντας αἰδούμενος ἔοικέ πως ὑπομιμνῄσκεσθαι πατρός τε καὶ μητρὸς καὶ ἀποβλέπων ὥσπερ εἰς ἀρχέτυπα τεθεικέναι τὰς εἰκόνας ἐκείνων.
§238
ὅθεν ἐν τοῖς ἱεροῖς γράμμασιν οὐ μόνον προεδρίας ἐξίστασθαι διείρηται νέους πρεσβύταις, ἀλλὰ καὶ παριοῦσιν ὑπανίστασθαι πολιὰν γήρως αἰδουμένους, εἰς ὅπερ ἐλπὶς ἀφικέσθαι τοὺς προνομίας τοῦτ’ ἀξιοῦντας.
§239
παγκάλως δέ μοι κἀκεῖνο νενομοθετῆσθαι δοκεῖ· φησὶ γάρ· "ἕκαστος πατέρα τε ἑαυτοῦ καὶ μητέρα φοβείσθω“ (Lev. 19, 3), φόβον πρὸ εὐνοίας τιθείς, οὐχ ὡς πρὸς ἅπαν ἄμεινον, ἀλλ’ ὡς πρὸς τὸν παρόντα καιρὸν χρησιμώτερόν τε καὶ λυσιτελέστερον. πρῶτον μὲν γὰρ τοῖς παιδευομένοις καὶ νουθετουμένοις ἄφροσιν εἶναι συμβέβηκεν· ἀφροσύνη δ’ οὐκ ἄλλῳ ἢ φόβῳ θεραπεύεται· δεύτερον δ’ ἁρμόττον οὐκ ἦν νομοθέτου παραγγέλμασι τοὺς παῖδας εὔνοιαν διδάσκεσθαι τὴν πρὸς γονεῖς, ἣν αὐτοκέλευστον ἡ φύσις ἐξαιτεῖ, ἐκ σπαργάνων δὲ ταῖς ψυχαῖς τῶν οὕτως ἡνωμένων κατὰ γένος ἐνιδρύσατο.
§240
διὸ φιλίαν μὲν τὴν πρὸς τοὺς γεννήσαντας ὡς αὐτομαθῆ καὶ αὐτοδίδακτον καὶ προστάξεως οὐ δεομένην ἀπέλιπε, φόβον δὲ προστάττει διὰ τοὺς εἰωθότας ῥᾳθυμεῖν· ἐπειδὴ γὰρ γονεῖς παῖδας ὑπερβαλλούσῃ χρώμενοι φιλοστοργίᾳ περιέπουσι καὶ πάντοθεν ἐκπορίζοντες αὐτοῖς τἀγαθὰ χαρίζονται μηδένα πόνον ἢ κίνδυνον ὑπερτιθέμενοι, δυνάμεσιν ὁλκοῖς εὐνοίας συνδεδεμένοι, τὸ λίαν φιλόστοργον αὐτῶν οὐ δέχονταί τινες ἐπ’ ὠφελείᾳ, τρυφὴν καὶ χλιδὴν ἐζηλωκότες καὶ θαυμάζοντες μὲν τὸν ὑγρὸν βίον, διαρρέοντες δὲ κατά τε σῶμα καὶ ψυχήν, καὶ μηδὲν μέρος ἐῶντες ὀρθοῦσθαι ταῖς οἰκείαις δυνάμεσιν, ἃς ὑποσκελίζοντες καὶ ἐκνευρίζοντες οὐκ ἐρυθριῶσιν ἕνεκα τοῦ μὴ δεδιέναι τοὺς σωφρονιστὰς πατέρας καὶ μητέρας, ἐνδιδόντες καὶ ἐπιχαλῶντες ταῖς ἰδίαις ἐπιθυμίαις.
§241
ἀλλὰ καὶ τούτοις ἀναγκαῖον παραινεῖν, ὅπως εὐτονωτέραις καὶ ἐμβριθεστέραις χρώμενοι νουθεσίαις θεραπεύσωσι τὸν τῶν παίδων ῥοῦν, καὶ τοῖς παισίν, ὅπως εὐλαβῶνται τοὺς * * * γινομένους δεδιότες καὶ ὡς ἄρχοντας καὶ ὡς φύσει δεσπότας· μόλις γὰρ οὕτως ἀδικεῖν ὀκνήσουσι.
§242
Τὰ μὲν δὴ κατὰ τὴν προτέραν δέλτον πέντε κεφάλαια νόμων καὶ ὅσα τῶν κατὰ μέρος εἰς ἕκαστον ἐλάμβανε τὴν ἀναφορὰν διεξῆλθον. χρὴ δὲ καὶ τὰς ὁρισθείσας ἐπὶ τῇ τούτων παραβάσει τιμωρίας δηλῶσαι.
§243
κοινὸς μὲν οὖν ἐστι κατὰ πάντων θάνατος, δι’ ἣν ἔχει τἀδικήματα πρὸς ἄλληλα συγγένειαν. αἰτίαι δὲ τῆς δίκης διάφοροι. ἀρκτέον δ’ ἀπὸ τοῦ τελευταίου τοῦ πρὸς γονεῖς, ἐπειδὴ καὶ περὶ αὐτοῦ λόγος ἔναυλος. ἐάν, φησί, τις τυπτήσῃ πατέρα ἢ μητέρα, καταλευέσθω· πάνυ δικαίως· οὐ γὰρ θέμις ζῆν τῷ προπηλακίζοντι τοὺς τοῦ ζῆν αἰτίους.
§244
ἀλλ’ ἔνιοι τῶν εὐπαρύφων καὶ νομοθετῶν πρὸς δόξας ἀπιδόντες μᾶλλον ἢ τὴν ἀλήθειαν ἐκομψεύσαντο κατὰ πατροτυπτῶν ὁρίσαντες χειρῶν ἀποκοπήν, ὑπὲρ τοῦ παρὰ τοῖς εἰκαιοτέροις καὶ ἀνεξετάστοις εὐδοκιμῆσαι νομίζουσιν ἁρμόττον εἶναι τὰ μέρη οἷς ἐτύπτησαν τοὺς γονεῖς ἀκρωτηριάζεσθαι.
§245
ἔστι δ’ εὔηθες τοῖς ὑπηρετηκόσι πρὸ τῶν αἰτίων δυσχεραίνειν, τὴν γὰρ ὕβριν οὐ χεῖρες ἀλλὰ διὰ χειρῶν ὑβρισταὶ δρῶσιν, οὓς ἀναγκαῖον κολάζειν· εἰ μὴ καὶ τοὺς ἀνδροφονήσαντας ξίφει μεθετέον ὑπερόριον τὸ ξίφος ῥίψαντας, καὶ τοὐναντίον τοῖς ἀριστεύσασιν ἐν πολέμῳ τιμὰς οὐ δοτέον, ἀλλὰ ταῖς ἀψύχοις παντευχίαις, δι’ ὧν ἠνδραγαθίσαντο·
§246
μὴ καὶ τῶν ἐν γυμνικοῖς ἀγῶσι στάδιον ἢ δίαυλον ἢ δόλιχον νενικηκότων ἢ πυγμὴν ἢ παγκράτιον σκέλη καὶ χεῖρας αὐτὸ μόνον ταινιοῦν ἐπιχειρήσουσιν ὅλα τὰ σώματα τῶν ἀθλητῶν παρέντες; γέλως μέντ’ ἂν εἴη τὰ τοιαῦτ’ εἰσηγεῖσθαι, τὰ ὧν οὐκ ἄνευ κολάζοντας ἢ τιμῶντας, δέον τοὺς αἰτίους· οὐδὲ γὰρ μουσικὴν ἐπιδεικνύμενόν τινα δι’ αὐλῶν ἢ λύρας καὶ σφόδρα κατορθοῦντα παραμειψάμενοι τὰ ὄργανα κηρυγμάτων καὶ τιμῶν ἀξιοῦμεν.
§247
τί οὖν ἔδει πατροτύπτας, ὦ γενναῖοι νομοθέται, χειροκοπεῖν; ἢ ἵνα πρὸς τῷ εἶναι μηδὲν χρήσιμοι τὸ παράπαν καὶ δασμὸν οὐκ ἐτήσιον ἀλλ’ ἐφήμερον ἀναπράττωσι παρὰ τῶν ἠδικημένων τροφὰς ἀναγκαίας ἅτε πορίζειν ἀδυνατοῦντες; οὐ γὰρ σιδήρειος πατήρ ἐστί τις οὕτως, ὡς λιμῷ περιϊδεῖν θνῄσκοντα υἱόν, καὶ ταῦτα χρόνῳ τῆς ὀργῆς ἀμαυρουμένης.
§248
κἂν μὴ ἐπενέγκῃ μέντοι χεῖρας, κακηγορῇ δ’ οὓς χρέος ἀναγκαῖον εὐφημεῖν ἢ καὶ τρόπῳ ἑτέρῳ δρᾷ τι τῶν ἐπ’ ἀτιμίᾳ γονέων, θνῃσκέτω· κοινὸς γὰρ ἐχθρὸς καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δήμιος ἁπάντων· ἐπεὶ τίνι γένοιτ’ ἂν εὐμενὴς ἄλλῳ ὁ μηδὲ τοῖς αἰτίοις τοῦ ζῆν, δι’ οὓς εἰς γένεσιν ἦλθεν, ὧν ἐστι προσθήκη;
§249
Πάλιν δ’ ὁ τὴν ἱερὰν ἑβδόμην βέβηλον ἀποφήνας τό γ’ ἐπ’ αὐτὸν ἧκον μέρος ὑπόδικος ἔστω θανάτου. τοὐναντίον γὰρ τοῖς βεβήλοις καὶ πράγμασι καὶ σώμασι καθαρσίων εὐπορητέον εἰς τὴν ἀμείνω μεταβολήν, ἐπειδὴ „φθόνος”, ὡς ἔφη τις, „ἔξω θείου χοροῦ βαίνει”. τὸ δὲ τολμᾶν τὰ καθωσιωμένα παρακόπτειν καὶ παραχαράττειν ὑπερβάλλουσαν ἀσέβειαν ἐμφαίνει.
§250
κατὰ τὴν παλαιὰν ἐκείνην ἐξ Αἰγύπτου μετανάστασιν ἡνίκα δι’ ἐρήμης ἀτριβοῦς ἅπασα ἡ πληθὺς ὡδοιπόρει, γενομένης ἑβδόμης αἱ μὲν τοσαῦται μυριάδες, ὅσας ἐδήλωσα πρότερον, ἐν ταῖς σκηναῖς κατὰ πολλὴν ἡσυχίαν διέτριβον, εἷς δ’ οὐχὶ τῶν ἠμελημένων καὶ ἀφανῶν ὀλίγα φροντίσας τῶν διατεταγμένων καὶ χλευάσας τοὺς φυλάττοντας ἐξῄει μὲν ἐπὶ φρυγανισμόν, ἔργῳ δ’ εἰς παρανομίας ἐπίδειξιν.
§251
καὶ ὁ μὲν ὑπέστρεφεν ἀγκαλίδα ἀγαγών, οἱ δὲ τῶν σκηνῶν ἐκχυθέντες, καίτοι παρατεθηγμένοι, νεώτερον οὐδὲν ἕνεκα τοῦ περὶ τὴν ἡμέραν ἱεροπρεποῦς εἰργάσαντο, πρὸς δὲ τὸν ἄρχοντα ἀγαγόντες τὸ ἀσέβημα μηνύουσιν· ὁ δ’ εἰς εἱρκτὴν ἀποθέμενος, ἐκπεσόντος λογίου καταλεύειν τὸν ἄνθρωπον, ἐκδίδωσι τοῖς πρῶτον θεασαμένοις εἰς ἀπώλειαν. ὡς γάρ, οἶμαι, πῦρ ἐναύειν ἑβδόμαις οὐκ ἐπιτέτραπται — δι’ ἣν πρόσθεν αἰτίαν εἶπον —, οὕτως οὐδὲ τὰ πυρὸς ἐκκαύματα συλλέγειν.
§252
Τοῖς μάρτυρα καλοῦσιν ἐπὶ μὴ ἀληθεῖ θεὸν ὥρισται δίκη θανάτου· προσηκόντως· οὐδὲ γὰρ ἄνθρωπος τῶν μετρίων ἀνέξεταί ποτε παρακληθεὶς συνεπιγράψασθαι ψεύδεσιν, ἀλλ’ ἐχθρὸν ἄπιστον ὑπολαβεῖν ἄν μοι δοκεῖ τὸν εἰς ταῦτα προτρέποντα.
§253
ὅθεν ῥητέον· τὸν ὁμνύντα μάτην ἐπ’ ἀδίκῳ θεὸς ὁ τὴν φύσιν ἵλεως οὔποτε τῆς αἰτίας ἀπαλλάξει δυσκάθαρτον καὶ μιαρὸν ὄντα, κἂν διαφύγῃ τὰς ἀπ’ ἀνθρώπων τιμωρίας. διαδράσεται δ’ οὐδέποτε· μυρίοι γὰρ ἔφοροι, ζηλωταὶ νόμων, φύλακες τῶν πατρίων ἀκριβέστατοι, ἐπὶ καταλεύσει τι δρῶσιν ἀμειλίκτως ἔχοντες· εἰ μὴ ἄρα ἐπὶ μὲν ἀτιμίᾳ πατρὸς ἢ μητρὸς φονᾶν ἄξιον, ἐπὶ δ’ ὀνόματι τῷ καὶ αὐτῆς εὐκλεεστέρῳ σεμνότητος ὑπ’ ἀσεβῶν ἀτιμουμένῳ μετριώτερον οἰστέον.
§254
ἀλλ’ οὐχ οὕτως ἐστί τις ἀνόητος, ὡς ἕνεκα τῶν ἐλαττόνων κτείνων τοὺς αἰτίους ἐπὶ τοῖς μείζοσιν ἐᾶν· μεῖζον δ’ ἀσέβημα τοῦ πρὸς γονεῖς κακηγορουμένους καὶ ὑβριζομένους τὸ περὶ τὴν ἱερὰν πρόσρησιν θεοῦ γενόμενον ἐκ ψευδορκίας.
§255
εἰ δὲ ὁ μὴ προσηκόντως ὀμνὺς ὑπαίτιος, πόσης ἄξιος τιμωρίας ὁ τὸν ὄντως ὄντα θεὸν ἀρνούμενος καὶ τοὺς γεγονότας πρὸς τοῦ πεποιηκότος τιμῶν καὶ μὴ μόνον γῆν ἢ ὕδωρ ἢ ἀέρα ἢ πῦρ, τὰ στοιχεῖα τοῦ παντός, ἢ πάλιν ἥλιον καὶ σελήνην καὶ πλάνητας καὶ ἀπλανεῖς ἀστέρας ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον σέβειν ἀξιῶν, ἀλλὰ καὶ ὅσα θνητοὶ δημιουργοὶ κατεσκεύασαν ξύλα καὶ λίθους, ἅπερ εἰς ἀνθρωποειδεῖς τύπους ἐμορφώθη;
§256
τοιγάρτοι καὶ αὐτὸς ἐξομοιούσθω τοῖς χειροκμήτοις· θέμις γὰρ μὴ μετέχειν ψυχῆς τὸν τὰ ἄψυχα τιμήσαντα, καὶ μάλιστα φοιτητὴν γενόμενον Μωυσέως, οὗ πολλάκις ἤκουσε λέγοντός τε καὶ προφητεύοντος τὰς ἱερωτάτας καὶ καταθέους ἐκείνας ὑφηγήσεις· ὄνομα θεῶν ἑτέρων μήτε τῇ ψυχῇ παραδέξῃ εἰς ὑπόμνησιν μήτε φωνῇ διερμηνεύσῃς, ἀλλ’ ἑκάτερον, νοῦν καὶ λόγον, μακρὰν τῶν ἄλλων διαζεύξας ἐπίστρεψον πρὸς τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων, ἵνα καὶ φρονῇς περὶ μοναρχίας τὰ ἄριστα καὶ κάλλιστα καὶ λέγῃς τὰ πρέποντα καὶ λυσιτελέστατα σαυτῷ τε καὶ τοῖς ἀκουσομένοις.
§257
Αἱ μὲν οὖν κατὰ τῶν παραβαινόντων τοὺς πέντε χρησμοὺς τιμωρίαι δεδήλωνται. τὰ δὲ προκείμενα τοῖς φυλάττουσιν αὐτοὺς ἆθλα, καὶ εἰ μὴ ῥηταῖς προστάξεσι μεμήνυκεν ὁ νόμος, ἀλλά τοι δι’ ὑπονοίας ἐμφαίνεται.
§258
τὸ μὲν οὖν μὴ νομίζειν θεοὺς ἑτέρους μηδὲ χειρόκμητα θεοπλαστεῖν μηδὲ ψευδορκεῖν ἑτέρου γέρως χρεῖον οὐκ ἔστιν· αὐτὸ γάρ, οἶμαι, τὸ ταῦτα ἐπιτηδεύειν ἄριστον καὶ τελεώτατόν ἐστι γέρας· ἐπὶ τίνι γὰρ δύναιτ’ ἄν τις ἡσθῆναι μᾶλλον ἀληθείας ἐρῶν ἢ τῷ ἑνὶ προσκεῖσθαι θεῷ καὶ τῆς τούτου θεραπείας ἀδόλως καὶ καθαρῶς περιέχεσθαι;
§259
καλῶ δὲ μάρτυρας, οὐχ οἵτινες θεραπεύουσι τῦφον, ἀλλὰ τοὺς ἀπλανῆ ζῆλον ἐζηλωκότας, παρ’ οἷς ἀλήθεια τιμᾶται· φρονήσεώς τε γὰρ ἆθλον αὐτὴ ἡ φρόνησις καὶ δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν ἑαυτῆς ἐστι γέρας. ἡ δ’ ὥσπερ ἐν χορῷ καλλιστεύουσα καὶ κατάρχουσα πασῶν ὁσιότης πολὺ πλέον ἐστὶν ἑαυτῆς καὶ ἀγώνισμα καὶ ἆθλον, παρέχουσα καὶ τοῖς χρωμένοις εὐδαιμονίαν καὶ τοῖς τούτων παισὶ καὶ ἐγγόνοις εὐπραγίας ἀναφαιρέτους.
§260
πάλιν γε μὴν τοῖς τὴν ἱερὰν ἑβδόμην φυλάττουσι συμβαίνει περὶ δύο τὰ ἀναγκαιότατα ὠφελεῖσθαι, σῶμα καὶ ψυχήν, τὸ μὲν ἀναπαύλαις ἐκ τῶν συνεχῶν καὶ ἀτρύτων πόνων, τὴν δ’ ὑπολήψεσιν ἀρίσταις περὶ θεοῦ ὡς κοσμοποιοῦ καὶ ἐπιμελουμένου ὧν ἐγέννησε· καὶ γὰρ τὰ σύμπαντα ἐτελεσφόρησεν ἑβδομάδι. δῆλον οὖν ἐκ τούτων, ὅτι τὴν ἑβδόμην τιμῶν αὐτὸς εὑρίσκεται τιμήν.
§261
ὁμοίως μέντοι καὶ ὁ τοὺς γονεῖς ἀποδεχόμενος μὴ θηράσθω τι πλέον· εὑρήσει γὰρ σκοπῶν ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἆθλον. οὐ μὴν ἀλλ’ ἐπειδὴ τῶν προτέρων τεσσάρων κεφαλαίων, ἃ θειοτέρας ἔλαχε μοίρας, ἔλαττον τοῦτ’ ἐστὶ διὰ τὸ θνητῶν ἐφάπτεσθαι, παρηγόρησεν εἰπών· „τίμα πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ“ (Exod. 20, 12. Deut. 5,16), δύο γέρα τιθείς·
§262
ἓν μὲν μετουσίαν ἀρετῆς, τὸ γὰρ εὖ ἡ ἀρετὴ ἢ οὐκ ἄνευ ἀρετῆς, ἕτερον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἀθανασίαν διὰ πολυχρονίου ζωῆς καὶ βίου μακραίωνος, ὃν καὶ μετὰ σώματος θρέψεις ψυχῇ κεκαθαρμένῃ τελείᾳ καθάρσει βιῶν. ταῦτα μὲν οὖν ἀποχρώντως λέλεκται, τὰ δ’ ἐν τῇ δευτέρᾳ δέλτῳ μετὰ ταῦτα καιροῦ διδόντος ἐπισκεψόμεθα.
Tap any Greek word to look it up