Γλυκέρα καὶ Θαίς
§1.1 τὸν στρατιώτην ἐκεῖνον, Θαΐ, τὸν Ἀκαρνᾶνα, ὅς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἐπιλέλησαι τὸν ἄνθρωπον;
§1.2 οὔκ, ἀλλὰ οἶδα, Γλυκέριον, καὶ συνέπιε μεθʼ ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο; ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι.
§1.3 Γοργόνα αὐτὸν παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπʼ ἐμοῦ ὑπελθοῦσα.
§1.4 καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεστι, Γοργόναν δὲ ἑταίραν πεποίηται;
§1.5 ναί, Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο.
§1.6 πονηρὸν μέν Γλυκέριον, οὐκ ἀδόκητον δέ, ἀλλʼ εἰωθὸς γίγνεσθαι ὑφʼ ἡμῶν τῶν ἑταιρῶν. οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ· οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπʼ αὐτῷ πρότερον ἐμέμψατο, καίτοι φίλαι ἦτε.
§2.1 ἀτὰρ ἐκεῖνο θαυμάξω, τί καὶ ἐπῄνεσεν αὐτῆς στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι τυφλός ἐστιν, ὃς οὐχ ἑωράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς ἔχουσαν καὶ ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας· τὰ χείλη δὲ πελιδνὰ καὶ νεκρικὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. ἓν μόνον, εὐμήκης ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν.
§2.2 οἴει γάρ, Θαΐ, τῷ κάλλει ᾑρῆσθαι τὸν Ακαρνᾶυα; οὐκ οἶσθα ὡς φαρμακὶς Χρυσάριον μήτηρ αὐτῆς, Θετταλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν σελήνην κατάγουσα; φασὶ δὲ αὐτὴν καὶ πέτεσθαι τῆς νυκτός· ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν.
§2.3 καὶ σύ, Γλυκέριον, ἄλλον τρυγήσεις, τοῦτον δὲ χαίρειν ἔα.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1913
Teubner
Jacobitz, Teubner, 1913 · 1913
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up