Epigram 14
Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.
δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.
εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα
φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
5 πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.
ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,
συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,
Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
10 Ὠμόδαμόν τ᾽, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι·
πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.
15 δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,
τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
20 αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον
φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.
Tap any Greek word to look it up
An open-access project
Evelyn-White
Evelyn-White
The Editor

Hugh Gerard Evelyn-White (1884–1924) was a British classical scholar and archaeologist who produced the Loeb Classical Library edition of Hesiod, the Homeric Hymns, and Homerica (1914). He also worked as an archaeologist in Egypt before his early death at the age of forty. His Loeb volume brought together the major works of early Greek epic poetry outside the Iliad and Odyssey.

About This Edition

Evelyn-White's Loeb edition presents Hesiod's Theogony, Works and Days, and Shield of Heracles alongside the Homeric Hymns and other Homerica, with facing English translations. Following Loeb convention, the Greek text is based on existing critical editions. For the Homeric Hymns, T. W. Allen's OCT (1912) and N. Richardson's commentary (2010) provide more recent treatments. For Hesiod, M. L. West's OCT (1966) and his commentary on the Theogony (1966) and Works and Days (1978) are now the standard references.

—

Tap any Greek word to look it up