κε. Περὶ τῶν μιγνυμένων τοῖϲ καθαρτηρίιϲ.
§1
Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαϲτέρα, καὶ μάλιϲτα αὐτῆϲ τὸ ϲτόμα, διότι νευρωδέϲτατόν ἐϲτι καὶ αἰϲθητικώτατον, ἡ μῖξιϲ ἐπενοήθη τῶν εὐωδῶν, ὅπωϲ μὴ μόνη μηδ᾿ ἀκραιφνὴϲ. ἡ δύναμιϲ αὐτῶν ἅπτηται τοῦ ϲτόματοϲ τῆϲ γαϲτρόϲ χρὴ δ᾿
§2
εἶναι τὰ μιγνύμενα ϲπέρματα τυιαῦτα, καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆϲ τε καὶ τμητικῆϲ ὄντα δυνάμεωϲ, καὶ τοὺϲ παχεῖϲ χυμοὺϲ τέμνειν καὶ τὰϲ ὁδοὺϲ αὐτῶν, δι᾿ ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναϲτομοῦν.
§3
δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοιϲ τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν ϲταϲιάζειν, ἡ δὲ ϲτάϲιϲ αὐτῶν γινέϲθω, οὐχ ὅταν τὸ μὲν χολῆϲ, εἰ τύχοι. τὸ δὲ φλέγματοϲ ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦϲθαι δύναται κατὰ τὸν οὐτὸν τρόπον), ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέωϲ. τὸ δὲ μετὰ ταῦτα πολὺ τῆϲ προϲφορᾶϲ πεφύκῃ κινεῖν τὴν κάθαρϲιν· ἀνώμαλοϲ γὰρ οὕτωϲ ἡ κένωϲιϲ γίνεται, προϲενεχθέντων ἅμα· λέγω δ᾿ ἀνώμαλον, ὅταν ἤδη παύεϲθαι δοκούϲηϲ αὐτῆϲ ἀρχὴ πάλιν ἑτέραϲ κενώϲεωϲ γίνηται.
Tap any Greek word to look it up