κδ. Κατὰ πόϲουϲ τρόπουϲ οὐκ ἐκκρίνει ἡ γαϲτὴρ καθαρ τηρίου δοθέντοϲ.
§1 Οὐκ ἐκκρίνει δ᾿ γαϲτὴρ ἐνίοτε καθαρτηρίου δοθέντοϲ, ἤτοι διὰ τὴν ἰδιότητα τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ διὰ βραχύτητα τοῦ δοθέντοϲ φαρμάκου· πολλάκιϲ δὲ καὶ κόπροϲ ἐϲφηνωμένη ϲκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυϲτῆροϲ πρὶν δίδοϲθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωϲιν.
§2 δύναται δὲ καὶ τῆϲ φύϲεωϲ. ἐπ᾿ οὖρα τὴν ὁρμὴν πεποιημένηϲ, τὸ καθαρτικὸν μηδὲν ἀνύειν.
§3 ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸϲ τῷ βλάπτειν μηδὲν τὸ ϲῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ᾿ εἰϲ τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up