Galen In Hippocratis Prognosticum
EN Lat Orig
Book 3
§1–7
§1 Δύο πραγματείας ἔχετε, πρὸς ὑμᾶς γὰρ λέγω τοῦτο τοὺς ἑταίρους, ὅσοι κατηναγκάσατέ με μὴ προῃρημένον ἐξηγήσεις γράψαι τῶν Ἱπποκράτους συγγραμμάτων, ἐν αἷς ἅπαντα περί τε κρισίμων ἡμερῶν εἴρηται καὶ κρίσεων. ἴστε δὲ ὅτι καὶ αὐτὰς οὐκ ἐκδοθησομένας, ἀλλὥσπερ ὑμῖν μόνοις ἐσομένας ἔγραψα. συνέβη δἐκπεσεῖν αὐτὰς καὶ παρὰ πολλοῖς εἶναι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἡμῖν γεγραμμένων. ὅθεν οὐδἐξηγεῖσθαι προῃρούμην ἐν ὑπομνήμασιν οὐδὲν τῶν Ἱπποκράτους βιβλίων. ὅσα γὰρ εἰς τὴν τέχνην χρήσιμα παραὐτοῦ μαθεῖν ἔδει, γέγραπταί μοι κατὰ πολλὰς πραγματείας ἅμα ταῖς οἰκείαις ἐξηγήσεσιν. ἐπεὶ δἔνιαι τῶν λέξεων ἀσαφέστερον εἰρημέναι μοχθηρᾶς ἐξηγήσεως ἔτυχον, ὡς ἀρέσκειν ὑμῖν μηδένα τῶν γραψάντων ὑπομνήματα, βέλτιον δὲ αὐτῶν στοχάζεσθαι τῆς Ἱπποκράτους γνώμης ἐδόκουν ὑμῖν ἐγὼ, διὰ τοῦτό με καὶ διὰ γραμμάτων ἠξιώσατε παρασχεῖν ὑμῖν ἅπερ ἐν ταῖς διὰ λόγων συνουσίαις ἠκούσατε. τοῦταὐτὸ κἀγὼ προεῖπον ὑμῖν, ὡς ἀναγκαῖον ἔσται τὰς ἐξηγήσεις ἀνωμάλους ἔσεσθαι ἤτοι μὴ πάσας ὁμοίως ἐξηγουμένου μου τὰς λέξεις, ἀλλὰ τελεώτερον μὲν, ὑπὲρ ὧν οὐδαμόθι τῶν ἐμῶν πραγματειῶν ἐμνημόνευσα. διὰ κεφαλαίων δὲ περὶ ὧν ἤδη τελέως ἐν ἐκείναις διῆλθον, ἵνα μὴ πολλάκις ὑπὲρ τῶν αὐτῶν πραγμάτων ἀναγκαζώμεθα γράφειν. ἐπεὶ τοίνυν ἅπαντα τὸν περὶ κρισίμων ἡμερῶν λόγον, ὡσαύτως δὲ καὶ τὸν περὶ κρίσεων τρισί τισι πραγματείαις διῆλθον, ἐνταυθοῖ μόνα τὰ κεφάλαια τῶν ἐκεῖ γεγραμμένων ἀναμνήσω τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. γὰρ κατὰ τὰ νοσήματα κρίσις ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις μετενήνεκται, σημαίνουσα τὴν ὀξύῤῥοπον ἐν νόσῳ μεταβολὴν γινομένην κατὰ τέτταρας τρόπους. γὰρ ἀπαλλάττονται τῶν νοσημάτων εὐθέως μεγάλην μεταβολὴν ἐπὶ τὸ βέλτιον ἴσχουσιν ἀποθνήσκουσιν εὐθέως χείρους γίνονται πολλῷ. τὰς μὲν οὖν πρώτας δύο κρίσεις ἁπλῶς ὀνομάζουσι κρίσεις, τὰς δὲ δευτέρας δύο τὰ πολλὰ μὲν ἅμα προσθήκῃ κακὴν κρίσιν μοχθηρὰν κρίσιν τι τοιοῦτον τῷ τῆς κρίσεως ὀνόματι προστιθέντες, ἔστιν ὅτε δὲ καὶ χωρὶς προσθήκης ἁπλῶς. ἐμάθετε δὲ καὶ ὡς αἱ κρίσεις ἅπασαι μετά τινος φανερᾶς γίνονται κενώσεως ἀποστάσεως. ἐν γὰρ τῷ σπανίῳ παιδία μόνα διὕπνων βαθέων καὶ μακρῶν ὀξείας ἐποιήσαντο μεταβολὰς ὡς ἐπὶ τὸ βέλτιον, ἃς ἔνιοι μὲν ἀξιοῦσι καὶ αὐτὰς ὀνομάζειν κρίσεις, ἔνιοι δὲ οὐ συγχωροῦσιν, ἡμέρας δὲ κρισίμους καλοῦσιν, ἐν αἷς αἱ τοιαῦται μεταβολαὶ πισταί τε ἅμα καὶ πλεῖσται γίνονται. κατὰ γὰρ τὰς ἄλλας ἡμέρας οὕτε πιστὰς ὁρῶμεν γινομένας τὰς κρίσεις οὔτε πολλάς. κατενόησε δοὐ πρῶτος μόνον, ἀλλὰ καὶ μάλιστα τὴν τῶν κρισίμων ἡμερῶν φύσιν θαυμάσιος Ἱπποκράτης ἐνεδείξατό τε τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν, ἣν καὶ ἡμεῖς ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ διήλθομεν, ἰσχυροτέραν μὲν ἐπιδεικνύντες εἶναι περίοδον ἡμερῶν κρισίμων τὴν ἑβδόμην, δευτέραν δὲ τῇ δυνάμει τὴν τετράδα γινομένην ἐκ τοῦ δίχα τμηθῆναι τὴν ἑβδόμην, σημαίνεσθαι δὲ τὰς μελλούσας ἔσεσθαι κρίσεις ἐν ταῖς ἑβδομαδικαῖς περιόδοις ὑπὸ τῶν τετράδων. τὴν μὲν γὰρ τετάρτην ἡμέραν τῆς ἑβδόμης εἶναι δηλωτικὴν, τὴν ἑνδεκάτην δὲ τῆς τεσσαρεσκαιδεκάτης· ὀνομάζει δαὐτὰς Ἱπποκράτης ἐπιδήλους καὶ θεωρητάς. ἀριθμεῖσθαι δὲ τὰς μὲν ἑβδομάδας τοιῷδε τρόπῳ γε βούλεται, δύο μὲν ἐφεξῆς ἀλλήλων τὰς πρώτας κατὰ διάζευξιν, ἕπεσθαι δαὐταῖς τὴν τρίτην κατὰ συνάφειαν. διάζευξις μὲν οὖν ἐστιν, ὅταν ἐφἑτέραν ἡμέραν ληξάσης τῆς προτέρας ἑβδομάδος μετὰ ταύτην ἀφἑτέρας ἄρξηται. συνάφεια δὲ ὅταν ἡμέρα μία κοινὴ τῶν ἑβδομάδων ἀμφοτέρων γένηται τελευτώσης μὲν εἰς αὐτὴν τῆς προτέρας, ἀρχομένης δὲ τῆς δευτέρας ἀπαὐτῆς καὶ διὰ τοῦτο τὴν εἰκοστὴν ἡμέραν ἐσχάτην εἶναι τῆς τρίτης ἑβδομάδος, ὡς εἴ γε καὶ αὐτὴ κατὰ διάζευξιν ἠριθμεῖτο, τὴν πρώτην καὶ εἰκοστὴν ἡμέραν, οὐ τὴν εἰκοστὴν ἰσχυροτέραν ἐχρῆν εἶναι, φαίνεται δοὐχ οὕτω γινόμενον. γὰρ εἰκοστὴ καὶ πλεῖστα καὶ βεβαίως ὁρᾶται κρίνουσα. τριῶν οὖν ἑβδομάδων τὰς εἴκοσιν ἡμέρας συμπληρουσῶν, εἶτα τῆς τετάρτης ἑβδομάδος ἀρχομένης κατὰ τὴν εἰκοστὴν πρώτην ἐκ τῶν ἐφεξῆς τριῶν ἑβδομάδων, εἴκοσιν ἡμερῶν συμπληρουμένων, εἰκότως Ἱπποκράτης τὴν τεσσαρακοστὴν ἡμέραν, οὐ τὴν τεσσαρακοστὴν δευτέραν κρίσιμον εἶναί φησιν. οὕτως δὲ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ὀγδοηκοστὴν, οὐ τὴν ἑξηκοστὴν τρίτην οὐδὲ τὴν ὀγδοηκοστὴν τετάρτην. αὕτη μὲν οὖν σοι τῶν ἑβδομαδικῶν περιόδων συναρίθμησις,  δὲ κατὰ τετράδας ἀκόλουθος τῆσδε. τεμνομένης γὰρ ἑκάστης ἑβδομάδος εἰς τὰς ἐν αὐτῇ δύο τετράδας τετάρτη μετὰ τὴν εἰσβολὴν τοῦ νοσήματος ἡμέρα τελευτὴ μὲν ἔσται τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας. δὲ ἐφεξῆς τῇδε τρίτῃ τετρὰς ἀπὸ τῆς ὀγδόης ἡμέρας ἄρξεται, διότι καὶ δευτέρα τῶν ἑβδομάδων· ὥστε συμβήσεται τὴν ἑνδεκάτην ἡμέραν τελευτὴν μὲν εἶναι τῆς τρίτης τετράδος, ἀρχὴν δὲ τῆς τετάρτης. δὲ πέμπτη τετρὰς ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας ἄρξεται, διότι καὶ τρίτη τῶν ἑβδομάδων. ἀφίξεται τοιγαροῦν εἰς τὴν ἑπτακαιδεκάτην αὐτῆς τὸ τέλος, ἥτις ἐστὶ πάλιν κοινὴ τῶν δύο τετράδων τῆς πέμπτης καὶ τῆς ἕκτης, εἰς ἃς τρίτη τῶν ἑβδομάδων ἐτμήθη καὶ οὕτως εἰκοστὴ τοῦ νοσήματος ἡμέρα τέλος μὲν τριῶν ἑβδομάδων, ἓξ δὲ τετράδων. αὗται μὲν οὖν αἱ κατὰ περιόδους εἰσὶ κρίσιμοι, παρεμπίπτουσι δὲ αὐταῖς καὶ ἕτεραι κατὰ τὰς ὀξείας νόσους, ὧν τὴν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς περὶ κρισίμων ἡμερῶν εἶπον. εἰσὶ δὲ αὗται τρίτη καὶ πέμπτη καὶ ἐνάτη. παρεμπίπτει δέ ποτε καὶ ἕκτη κακὴ κρίσιμος οὖσα, τῷ τε μετὰ συμπτωμάτων ἐνίοτε ποιεῖσθαι τὴν κρίσιν ἐπισφαλῶν, εἴς τε τὴν καλουμένην ὑπέρκρισιν ἐκπίπτειν, καὶ μέντοι καὶ τῷ μὴ τελέως ἀπαλλάττειν τῶν νοσημάτων, ἀλλἐλλιπῶς εἴ ποτε καὶ τελέως ὑποστροφὰς πάντως ποιεῖσθαι. εἴρηται δὲ καὶ ταῦτα καὶ ἄλλα πολλὰ ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑφἡμῶν, σύμπαντα σχεδὸν Ἱπποκράτης ἔγραψεν ἄλλοτε κατἄλλο βιβλίον, ὑπἐμοῦ δεἰς ἓν ἤθροισται κατὰ τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν ἅμα τῷ καὶ διορισθῆναι τὰ μὴ διωρισμένα καὶ τελέως ῥηθῆναι τὰ δοκοῦντα ἐλλιπέστερον ὑφἹπποκράτους γεγράφθαι. τῷ μὲν οὖν θέλοντι προγινώσκειν ἀκριβῶς ἀναγνωστέον ἐστὶ τὰς δύο πραγματείας ἐκείνας, τήν τε περὶ κρισίμων ἡμερῶν καὶ τὴν περὶ κρίσεων. ἐν δὲ τῷ παρόντι τὴν λέξιν μόνην ἐξηγήσασθαι πρόκειται τῶν εἰρημένων ὑφἹπποκράτους κατὰ τὸ προκείμενον βιβλίον, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. τὸ μὲν ἐξ ὧν ἤτοι τῶν κρίσεων τῶν ἡμερῶν λέγει καὶ βέλτιον μὴ τῶν ἡμερῶν ἀκούειν, ἀλλὰ τῶν κρίσεων. εἰ γὰρ καὶ ὅτι μάλιστα δυνατόν ἐστι κἀπὶ τῶν ἡμερῶν λέγεσθαι τὸ ἐξ ὧν, ἀλλὰ πρώτως ταῖς κρίσεσιν ὑπάρχει καὶ διἐκείνας καὶ ταῖς ἡμέραις. τὸ δὲ ἐκ τούτων ἤτοι περιγενέσθαι τὸν ἄνθρωπον ἀπόλλυσθαι δηλωτικόν ἐστι τοῦ τὴν κρίσιν ὀνομάζειν αὐτὸν ἐπὶ πάσης τῆς ὀξυῤῥόπου μεταβολῆς, οὐ μόνης τῆς ἐπὶ σωτηρίαν.
§2 Εὐήθεις ἄνθρωποι λέγονται μὲν καὶ οἱ κακοήθεις ἐν ὑποκρίσει τινὶ, καθάπερ καὶ πίθηκος καλλίας. λέγονται δὲ καὶ οἱ ἐπαινετὸν ἔχοντες τὸ ἦθος. ἀλλὰ τοῦ μὲν πρώτου παμπόλλη χρῆσίς ἐστι παρὰ τοῖς Ἕλλησι, τοῦ δὲ δευτέρου σπανιωτέρα. λέγουσι δοὖν ποτε καὶ οὕτως οὐ τὸν εὐήθη μόνον, ἀλλὰ καὶ τὴν εὐήθειαν ἐπὶ τῆς εὖ τὸ ἦθος ἐχούσης διαθέσεως. Δείναρχος μὲν οὖν ἐν τῷ πρὸς Δάωνα οὕτως εἶπε· διοικῶν δὲ τὴν οὐσίαν αὑτοῦ Κεφαλίων μειρακιωδέστερον καὶ φύσει χρηστὸς ἦν καὶ εὐήθης. δὲ Δημοσθένης ἐν τῷ κατΑἰσχίνου τοῖς δικασταῖς διαλεγόμενος ἔφη· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πρᾳότητα εὐθύνας δίδωσι καὶ ταῦτα ὁπηνίκα βούλεται. Πλάτων δὲ ἐν τῷ τρίτῳ τῆς πολιτείας φησίν· εὐλογία ἄρα καὶ εὐαρμοστία καὶ εὐσχημοσύνη καὶ εὐρυθμία καὶ εὐήθεια ἀκολουθεῖ. οὐχὶ ἄνοιαν οὖσαν ὑποκοριζόμενος τὴν καλουμένην εὐήθειαν, ἀλλὰ τὴν ὡς ἀληθῶς εὖ τε καὶ καλῶς τὸ ἦθος κατεσκευασμένην διάνοιαν. οὕτως οὖν καὶ τὸν εὐήθη κατὰ τὸν Εὐθύδημον εἶπεν ἐπὶ τοῦ τὸ ἦθος ἔχοντος ἁπλοῦν καὶ κεκοσμημένον καὶ ὡς ἐθαύμασεν, οὗτός ἐστι νέος τε καὶ εὐήθης. ἀρκεῖ ταῦτα παραδείγματος ἕνεκεν πρὸς τὸ γνῶναί σε τὴν τῶν Ἑλλήνων συνήθειαν ἐπί τε τῷ τῆς εὐηθείας ὀνόματι καὶ τοῦ εὐήθους κατὰ διττὸν σημαινόμενον γεγενημένην· καὶ νῦν Ἱπποκράτης κατὰ τὸ ἕτερον αὐτῶν εἶπε τοὺς πυρετοὺς εὐηθεστάτους ἐν ἴσῳ τῷ ἐπιεικεστάτους καὶ ἁπλουστάτους καὶ μηδὲν ἔχοντας κακόηθες. καὶ ὅταν τὰ τῆς ἀσφαλείας σημεῖα παρῇ, τῆς πρώτης τετράδος οὐκ ἂν ἐξωτέρω προέλθοιεν, ἀλλἤτοι καταὐτὴν θᾶσσον παύσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ κακοήθεις πυρετοὶ καὶ μετὰ σημείων ὀλεθρίων γενόμενοι τεταρταῖοι κτείνουσιν πρόσθεν. εὔδηλος οὖν ἐστι καὶ τὴν τρίτην ἡμέραν ἐν ταῖς κρισίμοις τάττων ἐν τῷ φάναι· τεταρταῖοι παύονται πρόσθεν. οὕτω δὲ κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐγίνωσκεν, ἐν ταῖς κρισίμοις ἡμέραις πρώτην γράψας τὴν τρίτην. ἀσφαλέστατα δὲ σημεῖα λέγει τὰ κατὰ μέρος ἐπῃνημένα πρὸς αὐτοῦ μεγάλως, ὧν καὶ μετὀλίγον ὀνομαστὶ μνημονεύσει παραδείγματος ἕνεκα.
§3 Πολλάκις εἰρημένην εὑρήσεις παρὰ τοῖς Ἕλλησιν ἔφοδον πολεμίων λῃστῶν, ἀφοὖ νῦν οὕτως Ἱπποκράτης μετενήνοχε τὴν προσηγορίαν ἐπὶ τὰς τῶν κρισίμων ἡμερῶν περιόδους. τὰ δἐφεξῆς πάντα καὶ καθἑαυτὰ μέν ἐστι σαφῆ καὶ πολὺ δὲ μᾶλλον τοῖς μεμνημένοις ὦν ἄρτι προεῖπον.
§4 Ἐπειδὴ τὰς τρεῖς ἑβδομάδας εἰς τὴν εἰκοστὴν ἡμέραν περιήγαγε, διὰ τοῦτἔφη οὐ δύναται πλήρεσιν ἡμέραις ἀριθμεῖσθαι τὰ τοιαῦτα. μηδὲ γὰρ τὸν ἐνιαυτὸν μηδὲ τοὺς μῆνας ὅλαις ἡμέραις ἀριθμεῖσθαι΄ καὶ ἀληθῶς γε αὐτὰ εἶπεν. μὲν γὰρ ἐνιαυτὸς οὐ τριακοσίων ἑξήκοντα πέντε μόνον ἡμερῶν ἐστιν, ἀλλὰ καὶ τετάρτου μέρους ἡμέρας, ἔτι δὲ πρὸς αὐτῷ μορίου τινὸς ἐγγύς πως ἑκατοστοῦ. τῶν μηνῶν δὲ ἕκαστος ἐλάττων μέν ἐστι τριάκοντα ἡμερῶν, μείζων δὲ ἐννέα καὶ εἴκοσιν. ὠνομάζετο δὲ καὶ παρὰ τοῖς παλαιοῖς Ἕλλησι μὴν, ὡς καὶ νῦν ἔτι κατὰ πολλὰς τῶν Ἑλληνίδων πόλεων, μεταξὺ χρόνος δυοῖν συνόδοιν ἡλίου καὶ σελήνης καὶ ὅστις βούλεται τὸν χρόνον τοῦτον ἀκριβῶς ἐκμαθεῖν ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ὁπηλίκος ἐστὶν, ὅλον ἔχει βιβλίον Ἱππάρχῳ γεγραμμένον, ὥσπερ γε καὶ περὶ τοῦ ἐνιαυσίου χρόνου σύγγραμμα ἡμέτερον. οὕτως οὖν καὶ τὴν ἑβδομάδα φησὶν Ἱπποκράτης, καὶ δῆλον ὅτι καὶ τὴν τετράδα μὴ εἶναι τελείων ἡμερῶν, ἀλλἐνδεῖν τι μόριον τηλικοῦτον, ὡς τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέρας περιγράφεσθαι. τίς δέ ἐστιν αἰτία τούτων πεπειράμεθα ἡμεῖς εἰπεῖν ἐν τῷ τρίτῳ τῶν κρισίμων ἡμερῶν, οὐδενὸς τῶν ἔμπροσθεν οὐδἐπιχειρήσαντος εἰπεῖν.
§5 Οὐ τοῦτο λέγει νῦν Ἱπποκράτης ὅτι μετὰ τὴν εἰκοστὴν ἡμέραν ἄχρι τῆς τριακοστῆς τετάρτης οὐδεμία παρεμπίπτει κρίσιμος. ἑαυτῷ τε γὰρ οὕτω μάχεται, μεταξύ τινων ἡμερῶν κρινουσῶν ἐν ἐπιδημίαις μεμνημένος, τά τε φαινόμενα κατὰ τοὺς ἀῤῥώστους, ἐξελέγχει τὸν λόγον αὐτοῦ, ἀλλἐπειδὴ τριῶν ἑβδομάδων ἄχρι τῆς εἰκοστῆς ἡμέρας ἐφεξῆς ἀλλήλων ἠριθμημένων οὐχ αὐτὴ γέγονε σύνθεσις. μὲν γὰρ δευτέρα διεζεύχθη τῆς πρώτης καὶ κατὰ τοῦτο εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐτελεύτησεν· τρίτη δὲ ταύτῃ συνήφθη καὶ κατὰ τοῦτο τὴν εἰκοστὴν ἔσχε τέλος. διὰ τοῦτο καὶ τὴν μετὰ τὴν εἰκοστὴν ἑβδομάδα ὁμοίως προϊέναι βουλόμενος, ὡς ἐκ δυοῖν μὲν διεζευγμένων, τῆς τρίτης δὲ συνημμένης εἴκοσιν ἡμέρας συμπληροῦσθαι, τὴν μὲν τεσσαρακοστὴν ὅρον ἔσχατον ἔθετο τῶν δευτέρων τριῶν ἑβδομάδων· ἐν αὐταῖς δὲ ταῖς δυσὶ περιέγραψε τὸν ὅρον τὴν τριακοστὴν τετάρτην καὶ κατὰ τοῦτο ταύτης ἐμνημόνευσε πρὸ τῆς τεσσαρακοστῆς, καὶ κατά γε τὸν αὐτὸν λόγον αἱ μετὰ ταῦτα τρεῖς ἑβδομάδες εἰς τὴν ἑξηκοστὴν περιάγονται. καὶ τὴν ὀγδοηκοστὴν δὲ κρίνουσαν οἶδεν, οὐ τὴν πδ΄ ἐν τοῖς τῶν ἐπιδημιῶν. οὕτως αἱ τρεῖς ἑβδομάδες εἴκοσιν ἡμερῶν ἀριθμὸν συμπληροῦσι καὶ γίνεται τοῦτο τῶν δύο μὲν τῶν πρώτων κατὰ διάζευξιν ἐν αὐταῖς ἀριθμουμένων, ὡς εἰς τὴν ιδ΄ ἡμέραν τελευτᾷν· τῆς τρίτης δὲ συναπτομένης τῇ δευτέρᾳ, ὡς καὶ ταύτην εἰς τὴν εἰκοστὴν ἡμέραν περιέρχεσθαι.
§6 Κἀνταῦθα πάλιν ἐπὶ ἀμφοτέρων ἔταξε τὸ κρίνεσθαι τῶν τἐπἀγαθῷ καὶ τῶν ἐπὶ κακῷ τὴν μεταβολὴν ποιουμένων καί φησιν ἐν ἀρχῇ τῶν νοσημάτων ὅσα μὲν ὀλιγοχρονίως μέλλει διακριθήσεσθαι, ῥᾴστην εἶναι τὴν διάγνωσιν αὐτῶν εἰς τι τελευτήσει, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη περὶ τῶν ἐν τῇ πρώτῃ τετράδι μελλόντων κρίνεσθαι. τῶν τε γὰρ πυρετῶν αὐτῶν μὲν ἀπαλλάττεσθαι μέλλων ἐπιεικέστερός ἐστιν, δἀναιρεῖν τὸν κάμνοντα κακοηθέστατός ἐστιν, ὅσα τε σύνεστιν ἑκατέρῳ σημεῖα τὰ μὲν ἐν τῷ προτέρῳ πάντεἶναι κάλλιστα, τὰ δ’  ἐν τῷ δευτέρῳ χείριστα. συμβήσεται γὰρ οὕτω μηδέτερον αὐτῶν ὑπερβῆναι τὴν τετάρτην ἡμέραν, ἐπειδὴ μεμαθήκαμεν ἀεὶ γίγνεσθαι τὴν κρίσιν ἤτοι τῆς φύσεως ἐπικρατούσης τοῦ νοσήματος νικηθείσης ὑπαὐτοῦ. τῶν μὲν οὖν ἐπιεικεστάτων νοσημάτων φύσις τάχιστα κρατεῖ· νικᾶται δὲ ὑπὸ τῶν χαλεπωτάτων τάχιστα. κατὰ τοῦτοὖν ἐναντιώτατα μὲν ἀλλήλοις ἐστὶ τὰ διὰ ταχέων κρινόμενα, παραπλήσια δὲ τὰ παμπόλλου χρόνου δεόμενα πρὸς τὴν λύσιν. ὥσπερ γὰρ ἐν τοῖς ὀλιγοχρονίοις ὑπεροχὴ μεγάλη ποτὲ μὲν τῆς φύσεώς ἐστι, ποτὲ δὲ τοῦ νοσήματος, οὕτως ὅταν μηδέτερος ὑπερέχῃ μεγάλως οὐδετέρου, ἀλλὥσπερ ἀνταγωνισταί τινες ἰσόῤῥοποι διαμάχονται, χρόνου δεῖ πλείονος εἰς τὴν θατέρου νίκην, οὕτω καὶ τοὺς παλαίοντας οἱ παλαιστρικῆς ἔμπειροι διαγινώσκουσιν. εἰ μὲν ὑπεροχὴν θεάσονται πολλὴν, αὐτίκα νικήσειν τὸν ἕτερον ἐλπίζοντες, εἰ δὲ μηδέτερος ὑπερέχει μεγάλως, ὅτι μὲν ἐν χρόνῳ πλείονι διαπαλαίσουσι βεβαίως εἰδότες, ὅστις δ νικήσων ἔσται μηδέπω γιγνώσκοντες. ἀλλἐν τῷ χρόνῳ προϊόντι καὶ τοῦτο πρότεροι τῶν ἰδιωτῶν καταμανθάνουσιν, ὡς ἂν καὶ τῶν μικρῶν ὑπεροχῶν ὄντες διαγνωστικώτεροι. γὰρ τεχνίτης ἀτέχνου διαφέρει μάλιστα, τουτέστιν αὐτὸ τὸ μικρῶν αἰσθάνεσθαι διαφορῶν. ἀλλἐπεί τινες, οὐδὅλως εἰσὶν αἰσθηταὶ διὰ σμικρότητα τῶν τοιούτων οὐδ τεχνίτης ἐστὶ γνωριστικός. ὅταν οὖν πρῶτον αἰσθηταὶ γένωνται, τηνικαῦτα γνωρίζονται. διὰ τοῦτοὖν Ἱπποκράτης ἐκέλευσε καθἑκάστην τετράδα διασκοπεῖσθαι τὴν μεταβολήν. οὐ γὰρ λήσει ὅπη τρέψεται, τουτέστι πότερον εἰς ὑγείαν τε καὶ σωτηρίαν τοῦ κάμνοντος, ἐπικρατησάσης τῆς φύσεως κρατηθείσης ἐπὶ θάνατον. τουτὶ μὲν τοῦ λόγου τὸ κεφάλαιον. ὅπως δἄν τις αὐτὸ πράττοι κάλλιστα, διὰ τῶν περὶ κρίσεων ὑπἐμοῦ γεγραμμένων ἐστὶ σοι μαθεῖν.
§7 Ἠγνόηται καὶ τοῦτο τοῖς πλείστοις καὶ διὰ τοῦτο θαυμάζουσιν ἐκ μαντικῆς τέ τινος οἴονται προλέγεσθαι πολλάκις ὑφἡμῶν, ὡς οὔτε τις τεταρταῖον ἔχων πυρετὸν ἀπαλλαγήσεται μεθἡμέρας, εἰ τύχοι πεντεκαίδεκα, καίτοι γε ἐπὶ τῶν τριταίων οὐ θαυμάζουσι τὴν πρόῤῥησιν. ἔστι δὲ κοινὸς ἀμφοῖν λόγος. ὥσπερ γὰρ ἐπὶ τῶν συνεχῶν πυρετῶν ἀριθμοῦμεν ἁπάσας ἐφεξῆς τὰς ἡμέρας εἰς πρόγνωσιν τῆς ἐσομένης κρίσεως, οὕτως ἐπὶ τῶν διαλειπόντων τὰς ἐπισημασίας, ἵνὅπερ ἐπὶ τῶν συνεχῶν ἑβδόμη τῶν ἡμερῶν, τοῦτἐπὶ τῶν διαλειπόντων ἑβδόμη περίοδος ἐργάσηται. κατὰ τοῦτό γέ τοι ἀκριβὴς τριταῖος ἐν ἑπτὰ περιόδοις, οὐχ ἡμέραις ἑπτὰ κρίνεσθαι πέφυκε. καὶ μὲν δὴ καὶ ὅπερ τετάρτη τῶν ἡμερῶν ἀπἀρχῆς ἀριθμοῦντι πρὸς τὴν ἑβδόμην ἐστὶ, τοῦθ τετάρτη περίοδος ὡς πρὸς τὴν ἑβδόμην περίοδον. ἐπίδηλος μὲν γὰρ τετάρτη τῶν ἡμερῶν ἐστι τῆς ἑβδόμης, ἐπίδηλος δὲ καὶ τετάρτη περίοδος τῆς ἑβδόμης περιόδου. λέλεκται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων. ὅθεν ἀρκέσει νῦν ἀκηκοέναι τό γε τοσοῦτον, ὡς καὶ τῶν τεταρταίων πυρετῶν αἱ κρίσεις κατὰ τὸν ἀριθμὸν γίνονται τῶν περιόδων, οὐ τῶν ἡμερῶν ἐκ τοιούτου τοῦ κόσμου. κόσμον εἴρηκε τὴν τάξιν τῶν κρινουσῶν ἡμερῶν. ὥσπερ γὰρ ἀκοσμίας ἴδιόν ἐστιν ἀταξία, οὕτως τάξις τοῦ κόσμου. κατὰ τοῦτό γέ τοι καὶ τόδε τὸ πᾶν ὠνόμασαν οἱ ἄνθρωποι κόσμον, ἐπειδὴ τέτακται τὰ καταὐτόν· ἐν μέσῳ μὲν αὐτῶν τῆς γῆς κειμένης, ἔξωθεν δὲ ταύτης περικεχυμένης τῆς θαλάττης, περιέχοντος δὲ ταύτην ἀέρος, ἐκεῖνον δὲ αἰθέρος, εἶτοὐρανοῦ πᾶσι τούτοις κύκλῳ περιβεβλημένου. καὶ μὲν δὴ καὶ αἱ κινήσεις τῶν μὲν ἀπλανῶν ἀστέρων τί δεῖ καὶ λέγειν εἰς ὅσον ἥκουσι κόσμον, διὰ παντὸς ὡσαύτως ἔχουσαι; τῶν πλανωμένων δεἰ μὴ καὶ καθἑκάστην ἡμέραν εἰσὶν ἴσαι, τό γε τεταγμένον ἔχουσιν ἐν ἴσαις χρόνου περιόδοις, ἀεὶ τοὺς αὐτοὺς τόπους τοῦ ζωδιακοῦ διεξερχομένων αὐτῶν.
§8–18
§8 Τὸ μὲν εὐπετέως ἐῤῥέθη καὶ πρόσθεν ἑτοίμως τε καὶ ῥᾳδίως σημαῖνον, τὸ δεὐπετέστερα ῥᾴονα δηλονότι λέγει καὶ πρὸς τὴν διάγνωσιν ἑτοιμότερα. πρὸ ὀλίγου μὲν οὖν εἶπεν, οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται πρόσθεν. ἀλλὰ νῦν γε ἐπανέλαβεν αὐτὸ χάριν τοῦ διὰ παραδειγμάτων ἐνδείξασθαι σαφέστερον ὁποῖα τὰ σημεῖα τὰ κάλλιστά ἐστιν. αὐτὸς γοῦν ἐπιφέρων φησὶν, οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοι καὶ ἀνώδυνοι καὶ κοιμώμενοι τὰς νύκτας,  οἱ δἀπολούμενοι δύσπνοοι, ἀλλοφάσσοντες, ἀγρυπνέοντες. εἶθἑκατέρῳ τῷ λόγῳ προσέθηκε, τῷ μὲν πρώτῳ καὶ τἄλλα σημεῖα ἔχοντες ἀσφαλέστατα, τῷ δὲ δευτέρῳ καὶ τἄλλα σημεῖα κάκιστα ἔχοντες, ἐπιδεικνύμενος σαφῶς ὅτι παραδειγμάτων ἕνεκεν ἐμνημόνευσεν ἐξ ἑκατέρου τοῦ γένους τῶν σημείων. εἰκότως δὲ καὶ τοῦτο προσέθηκε τῷ λόγῳ. μέγιστα γὰρ τὰ διαφέροντα αὐτοῖσιν ἀπἀρχῆς ἐστιν, ὅπερ εἴρηταί μοι καὶ πρόσθεν, ὡς παμπόλλη τίς ἐστιν διαφορὰ πρὸς ἄλληλα τῶν μελλόντων ἐν ἐλαχίστῳ χρόνῳ κρίνεσθαι νοσημάτων ἐπὀλέθρῳ τε καὶ σωτηρίᾳ, καθάπερ τῶν εἰς πλεῖστον χρόνον ἐκτεινομένων, ὅτι παραπλήσια κατὰ τὴν ἀρχήν ἐστι τὰ σημεῖα. τὸ δὲ ἀλλοφάσσοντες, εἴρηται γὰρ καὶ τοῦτο τοὔνομα κατὰ τὴν ῥῆσιν, οὐ πάνυ τι σύνηθες ὂν ἤτοι τοὺς παραφρονοῦντας τοὺς μεταῤῥιπτοῦντας ἑαυτοὺς, ὅπερ ἐστὶν ἀσωμένους, ἐνδείκνυται. βέλτιον δ’, ὅσον ἐξ αὐτῆς τῆς φωνῆς οἷόν τε τεκμαίρεσθαι, τὸ πρότερον, ἵν γεγενημένον τοὔνομα τὸ ἀλλοφάσσοντες ἐκ τῶν ἄλλοτε φάσκειν ἄλλα. τινὲς δὲ ἀπὸ τοῦ μεταβάλλειν ἄλλοτε εἰς ἄλλο σχῆμα τὰ φάη, τουτέστι τοὺς ὀφθαλμοὺς, γεγονέναι φασὶ τὴν προσηγορίαν.
§9 Ὥσπερ ὅσα περὶ τῆς πρώτης τετράδος εἶπε κατὰ τὴν ἀρχὴν ἐπανέλαβε μετὰ τοῦ προσθεῖναι καὶ παραδείγματα, κατὰ τὸν αὐτὸν τρόπον αὖθις ἐν τῇδε τῇ ῥήσει διέρχεται τὰ κατἐκείνην αὐτῷ προγεγραμμένα, διἧς φησιν· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρας ἐνθυμεῖσθαι καὶ καθἑκάστην τετράδα προστιθεμένην ἐπισκέπτεσθαι, καὶ οὐ λήσει ὅπη τρέψεται.
§10 Καθἣν ἂν ἡμέραν ἀποκυήσῃ, ἀρχὴ τῆς ἐξαριθμήσεως γινέσθω σοι, μὴ καθἣν ἤρξατο πυρέττειν. ἐνίαις γοῦν ἤτοι περὶ δευτέραν τρίτην ἡμέραν ἄρχονται μετὰ τὸν τόκον, ἀφἧς ἀριθμοῦσιν οἱ πολλοὶ τὴν ἐσομένην κρίσιν. ἔχει δὲ οὐχ οὕτως, ἀλλἀφἧς ἀποκυήσει τὴν συναρίθμησιν δεῖ γενέσθαι τῶν ἡμερῶν. ὁπότοὖν ταῦτα ἅπαντα περὶ τῶν κρισίμων ἡμερῶν ἐπὶ κεφαλαίων διῆλθεν Ἱπποκράτης, ἀναμνῆσαί σε βούλομαι τοῦ πολλάκις ἐν πολλοῖς ὑπἐμοῦ λεγομένου. τὸ δἐστὶ τοιοῦτο ὅτι τῶν ζητουμένων ἔνια μηδὲν εἰς τὰ τῆς τέχνης ἔργα συμβαλλόμενα λογικὴν ἔχει τὴν σκέψιν. μὲν γὰρ χρεία τῆς προγνώσεως ἔστιν ἐν τῷ γνῶναι τὴν ἡμέραν ἐν κριθήσεται τὸ νόσημα, τὸ δὲ εἴτε ὀξὺ κλητέον εἴτε κάτοξυ τὸ τοιοῦτον εἴτε χρόνιον εἴτε ὀξὺ παρηυξημένον εἴτε κατὰ μετάπτωσιν ὀξὺ, περὶ ὀνομάτων ἐστὶ μᾶλλον περὶ πραγμάτων ζητεῖν. εἰ δὲ καὶ περὶ πραγμάτων ἐθέλοι τις εἶναι τὴν τοιαύτην ζήτησιν, ἀλλοὔτι γε περὶ τοιούτων πραγμάτων ἐστὶν, ἐξ οἵων ἄν τις ὁρμώμενος προγνοίη τὸ γενησόμενον θεραπεύσειεν ὀρθῶς. ὑποκείσθω γοῦν ἡμῖν προεγνῶσθαι ἀληθῶς τὸν νοσοῦντα κατὰ τὴν εἰκοστὴν ἡμέραν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος· εἶτα γενομένου τοῦ πράγματος ὡς ἠλπίσθη τὸν μέν τινα λέγειν ὀξὺ νόσημα γεγονέναι τἀνθρώπῳ, τινὰ δοὐκ ἐπιτρέπειν ὀξὺ προσαγορεύειν αὐτὸ, πέρας γὰρ εἶναι τῶν ὀξέων τὴν ιδ΄ ἡμέραν. εἶθαὑτοὺς πάλιν ἀλλήλοις διαφέρεσθαι, τοῦ μέν τινος, ἐπειδὴ τῶν ὀξέων ἐξέπεσεν νόσος, ἄντικρυς αὐτὴν ὀνομάζοντος χρονίαν, εἶναι γὰρ οὐδεμίαν ἄλλην τρίτην διαφορὰν ἀπὸ χρόνου ποσότητος ἐν τοῖς νοσήμασιν ὑποληπτέον, ἑτέρου δὲ ἐκ μεταπτώσεως ὀξὺ τὸ τοιοῦτον νόσημα καλοῦντος, ἄλλου δοὐχ ἁπλῶς οὕτως, ἀλλὰ παρηυξημένον ἐπὀλίγον ὀξὺ καλοῦντος. ἵνα γοῦν τις ἀκούσῃ πρῶτον μὲν ἐκ τίνων πιθανῶν ἕκαστος τῶν διαφωνούντων ὁρμᾶται, διακρίνῃ δἐφεξῆς ὅστις ἄμεινον αὐτῶν χεῖρον γινώσκει, κατατρίψει μὲν οὐκ ὀλίγον χρόνον, ὀνήσεται δοὐδὲν εἰς τὴν τέχνην. οὕτως δὲ καὶ ὅστις μὲν οἶδε προγνῶναι κατὰ τὴν εἰκοστὴν ἑβδόμην λυθησόμενον τὸ νόσημα, μὴ δύναται δἀποφαίνεσθαι πότερον ὀξὺ κλητέον χρόνιον παρυηξημένον ὀξὺ ἐκ μεταπτώσεως ὀξὺ, βέβλαπταί τι πρὸς τὴν τέχνην οὐδὲ οὗτος οὐδέν. ἄριστον μὲν γάρ ἐστιν ἐν ταῖς κατὰ χρόνον διαφοραῖς τῶν νοσημάτων τοσοῦτον αὐτῶν ὑπολαμβάνειν εἶναι τὸν ἀριθμὸν, ὅσος περ καὶ τῶν κρινουσῶν περιόδων, ὡς εἶναι τὸν μὲν ὀλιγοχρονιώτατον ἐν τῇ πρώτῃ τετράδι περιγραφόμενον, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν δευτέραν, εἶθἑξῆς τὸν κατὰ τὴν τρίτην, εἶτα τὸν κατὰ τὴν τετάρτην καὶ μετὰ τοῦτον τὸν κατὰ πέμπτην, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν ἕκτην, ἥτις εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφικνεῖται. μετὰ δὲ ταύτην ἐκλύεσθαι μὲν τὰς τετράδας, ἑβδομαδικὰς δὲ γίνεσθαι κρίσεις. εἶτα καὶ ταύτας ἐκλύεσθαι τοῦ χρόνου προϊόντος, ὡς διεἴκοσιν ἡμερῶν τὰς λύσεις τῶν νοσημάτων ἀποτελεῖσθαι καὶ μετὰ ταῦτα εἰς ἀριθμὸν μεταβαίνειν μηνῶν. δύο γὰρ προθεσμίαι χρόνων εἰσὶ τοῖς νοσήμασιν, ὡς τὰ μὲν ὀξέα, τὰ δὲ χρόνια λέγεσθαι. ἀλλἕνεκα σαφοῦς διδασκαλίας πολλάκις οὕτως ὀνομάζομεν, εἶθὑπὸ τῶν πραγμάτων αὐτῶν ἀναγκαζόμεθα μεταξὺ πάλιν αὐτῶν ἕτερα  τιθέναι τὰ ἐκ μεταπτώσεως ὀξέα καὶ ποιεῖν τρεῖς τὰς πάσας διαφορὰς, αὖθις δὲ τούτων ἑκάστην τέμνειν, οἷον εὐθὺς ἐπὶ πρώτων τῶν ὀξέων τὸ μὲν ἁπλῶς ὀξὺ, τὸ δὲ κάτοξυ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὠνόμασται, κάτοξυ μὲν τὸ τῆς ἑβδόμης ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλἤτοι καταὐτὴν καὶ πρωϊαίτερον κρινόμενον, ὀξὺ δὲ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἐκτεινόμενον. εἶτα καὶ τούτῳ πάλιν αὐτῷ βραχύ τι προστιθέμενον ὁρῶντες ἀπορούμεθα, προσηγορίαν ἰδίαν οὐκ ἔχοντες θέσθαι τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κρινομένῳ νοσήματι, καθάπερ οὐδὲ τῷ κατὰ τὴν εἰκοστὴν τῆς καλουμένης σωρειτικῆς ἀπορίας κατὰ τὸ πρᾶγμα φαινομένης, ὥστἐνίοτε πιθανὸν ἡμῖν δοκεῖ τὴν εἰκοστὴν ἡμέραν ὅρον θέσθαι τῶν ὀξέων, οὐ τὴν τεσσαρεσκαιδεκάτην οὔσης καὶ ἄλλης οὐ σμικρᾶς ἀπορίας κατὰ τὸ πρᾶγμα. τὸ γὰρ ὀξὺ νόσημα μετὰ μεγέθους τινὸς νοεῖται καὶ συνεχείας πυρετοῦ. τὸ γάρ τοι μὴ τοιοῦτον εἴ γε καὶ περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν καὶ θᾶττον λυθείη, τῆς αὐτῆς προσηγορίας οὐκ ἀξιοῦμεν. αὗται μὲν οὖν αἱ διαφοραὶ καὶ τοσαῦται περὶ τῶν ὀξέων νοσημάτων εἰσὶ τῆς προθεσμίας, ἄλλαι δὲ περὶ τῶν μετὰ τὴν εἰκοστὴν ἡμέραν κρισίμων, εἰς πλάτος ἱκανὸν ἐκτεταμένων. κἀκείνων δεὔλογον οἶμαι τὰ μὲν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας προϊόντα κατά τινα διαφορὰν ἰδίαν τίθεσθαι, τὰ δὲ ἀπὸ τούτων ἄχρι μηνῶν ἑπτὰ κατἄλλην διαφοράν. ὥσπερ γε καὶ τὰ ἐνιαύσια κατἄλλην αὖ πάλιν καὶ ταῦτα· καὶ πρός γε τούτοις ἔτι τὰς συναριθμήσεις ἐτῶν οὐ μηνῶν ἔχοντα, ὅπερ οὖν ἀεὶ λέγω τὰ μὲν τοιαῦτα παραλειπτέον ἐστὶν, ἀσκητέον δὲ αὐτὸν ἱκανὸν εἶναι προγινώσκειν, ὁπότε λυθήσεται τὸ νόσημα. φαίνεται γοῦν Ἱπποκράτης ἐφἑνὸς εἴδους νοσήματος, καλεῖν εἴωθεν ἐμπύημα, τισὶ μὲν αὐτῶν τὴν εἰκοστὴν ἡμέραν ὅρον τῆς ῥήξεως τιθέμενος, ἐνίοις δὲ τὴν τριακοστὴν τεσσαρακοστὴν ἑξηκοστήν· ἐπιτρέψας οὖν τὰς προσηγορίας ἑτέροις ἐπαὐτῶν τίθεσθαι τοῖς περὶ τὰ τοιαῦτα δεινοῖς αὐτὸς σπούδαζε προγινώσκειν εἰς ἥντινα τῶν προειρημένων ἡμερῶν προθεσμία τῆς ῥήξεως ἀφίξεται. τοῦτο δὲ εὑρήσεις διὰ δυοῖν ὥσπερ ὀργάνων ἐμπειρίας τε καὶ λόγου, τῆς μὲν ἐμπειρίας ἓν καὶ δεύτερον ἐμπύημα διδαξάσης ἐῤῥωγὸς, ἑκάτερον ἰδίᾳ προθεσμίᾳ τοῦ λόγου δὲ γινώσκοντος τήν τε τῆς ὕλης τῶν ἐμπυημάτων οὐσίαν, τό τε δραστικὸν αἴτιον αὐτῆς, τά τε τούτῳ συνεργοῦντα. θεασάμενος γάρ τις τὸ πρῶτον ἐμπύημα κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν, εἰ τύχοι, ῥαγὲν, ὑπὸ τοῦ τοιοῦδε χυμοῦ γεγονὸς, οἷον ὅτι μετρίως ψυχροῦ καὶ καθὥραν ὡσαύτως μετρίως ψυχρὰν, ἡλικίαν τε καὶ χώραν καὶ φύσιν ὅλου τοῦ σώματος καὶ τοῦ πεπονθότος μορίου καὶ πάλιν ἕτερον θεασάμενος ἑξηκοσταῖον διεῤῥωγὸς, ἐπὶ ψυχροτέροις ἅπασι τοῖς προειρημένοις, εἶτεἰ οὕτως ἔτυχεν εἰκοσταῖον ἐπὶ θερμοτέροις. ἐκ τούτων ὁρμώμενος ἱκανὸς ἔσται περὶ τῶν ἄλλων ἐμπυημάτων στοχάζεσθαι, σκοποῖς μὲν χρώμενος τοῖς ἐμπείρως ὁραθεῖσι, παραβάλλων δὲ ἐκείνοις τὰ νῦν γενόμενα κατὰ θερμότητα καὶ ψύξιν αὐτῶν τε τῶν μεταβαλλομένων χυμῶν καὶ τῆς ἀλλοιούσης αὐτοὺς αἰτίας δραστικῆς, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὅσα τἄλλα ταύτῃ συνεργεῖ κατὰ χώραν καὶ ὥραν καὶ κατάστασιν. αὐτῆς δὲ τῆς δραστικῆς αἰτίας τὸ μέγεθος ἔκ τε τῆς ἡλικίας τεκμαιρόμενος ἔτι τε τῆς ἰδίας φύσεως αὐτοῦ καὶ τοῦ μορίου καθ συνέβη τὴν ἐκπύησιν γίνεσθαι καὶ τῶν ἄλλων σημείων, ὅσα ῥώμην τε καὶ ἀῤῥωστίαν ἐνδείκνυται τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας δυνάμεως. γὰρ μηδὲν τούτων ἐπιστάμενος, ἀλλὰ περιμένων ἐκ παρατηρήσεως διδαχθῆναι περὶ πάντων τῶν ἐμπυημάτων ἐτῶν εἰς τοῦτο χιλίων χρόνος οὐκ ἐξαρκέσει, ὥσπερ αὖ πάλιν πρὸς τὴν ἔμφυτον ἀποβλέπων θερμασίαν ὁπόση τις ἐστι καὶ ταύτῃ παραβάλλων τὴν φύσιν τῶν πεφθησομένων χυμῶν ὁδὸν ἔχει τῆς εὑρέσεως οὗ ζητῶν τυγχάνει πράγματος. οὗτος οὖν ἐστιν δυνάμενος ἐξ ὧν οἶδε καὶ περὶ ὧν οὐκ οἶδε τεκμαίρεσθαι τεχνικῶς. οὗτος ἐρεῖ μόνος ὡς περὶ μὲν τὴν εἰκοστὴν ἡμέραν ἐκπυήσει τόδε τι, περὶ δὲ τὴν τριακοστὴν τόδε τι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως οὐδὲν ἔτι προστιθέναι δεόμενος, εἴτὀξὺ χρὴ καλεῖν εἴτε χρόνιον εἴτἐκ μεταπτώσεως ὀξὺ τὸ νόσημα. ταῦτα γὰρ ἔργον ἐστὶ διακρίνειν, οὐκ ἰατρῶν νὴ Δία περὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων, ἀλλὰ σοφιστῶν λόγοις σχολαζόντων, καὶ διὰ τοῦτο περὶ μὲν τῶν τοιούτων προβλημάτων ἐφὑψηλοῦ θρόνου καθήμενοι σεμνῶς πάνυ καταντλοῦσι λόγοις οἱ πολλοὶ τοὺς μαθητάς. ὁποῖον δέ τι γενήσεται τῷ κάμνοντι μᾶλλον αὐτοὺς λέληθεν τῆς θαλάττης χοαί. ἕτεροι δἔμπαλιν ἱκανοὶ μέν εἰσι καὶ διαγνῶναι τὰ νοσήματα καὶ προγνῶναι τὰ γενησόμενα, λέγειν δοὐδὲν ἔχουσιν εἰς τὰ λογικὰ ζητήματα, κἀκ ταύτης τῆς αἰτίας ἄλλοι μὲν ἰατροὶ νομίζονται παρὰ τοῖς ἀνθρώποις, ἕτεροι δὲ σοφισταὶ καὶ λογιατροί· καλοῦσι γὰρ αὐτοὺς οὕτως· κἂν θεάσωνταί τινα βιβλίον ἀναγινώσκοντα καὶ λόγῳ χρώμενον εἰς ἑρμηνείαν τῶν χρησίμων φαρμάκων, ὑποπτεύουσι τοῦτον ἐκ τῶν λογιατρῶν εἶναι.
§11 Ἀτακτότερον ἡρμήνευται χρησιμώτατον εἰς πρόγνωσιν ὂν πρᾶγμα. κατὰ τάξιν δἂν οὕτως ῥηθείη. κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ συνεχεῖς σὺν πυρετῷ εἰ μέν τι τῶν θανατωδῶν σημείων προσγένηται, τελέως ὀλέθριον· εἰ δἐξ ὧν ἔμαθες ἐλπίζοις τι περὶ τοῦ νοσοῦντος ὡς σωθησομένου, κατἀρχὰς μὲν ἄχρι τῆς ἑβδόμης ἡμέρας αἱμοῤῥαγίαν διὰ ῥινῶν προσδέχου, προελθόντος δὲ τοῦ χρόνου καὶ τοῦτο μὲν ἔτι. πῦον δἂν ἔλθῃ διὰ ῥινῶν διὤτων ἐπὶ σωτηρίᾳ τοῦ κάμνοντος. εἰ δὲ ἄχρι τῶν εἴκοσι ἡμερῶν ἐκταθείη τὸ σύμπτωμα τῆς κεφαλαλγίας, ἔτι καὶ τότε τὴν αἱμοῤῥαγίαν σπανιωτέραν ἔλπιζε, μᾶλλον δὲ ἐκπύησιν ἀπόστασιν εἰς τὰ κάτω χωρία προσδέχου. κατἐκεῖνον δὲ τὸν χρόνον, καθὃν ἂν τὴν αἱμοῤῥαγίαν ἐλπίσῃς, αὐξήσει σου τὴν ἐλπίδα κατὰ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ὀδύνη σφοδρὰ παραμένουσα.
§12 Ἀπὸ τῆς ἡλικίας διορισμὸς εἰς τὸ μᾶλλον ἐλπίζειν διὰ ῥινῶν αἱμοῤῥαγίαν. δαἰτία πρόδηλος εἰρημένη πολλάκις, ὡς μέχρι πέντε καὶ τριάκοντα ἐτῶν ἡλικία πλεῖστον αἷμα γεννᾷ. πρόσεστι δὲ καὶ τοῦτο καὶ τὸ θερμότερόν τε καὶ χολωδέστερον εἶναι ἐν ταύτῃ τῇ ἡλικίᾳ τὸ αἷμα. λέλεκται δὲ καὶ πρόσθεν εἰς τὰς ὑπὸ τῆς φύσεως γενομένας αἱμοῤῥαγίας τὸ τοιοῦτον ἐπιτήδειον ὑπάρχειν· ἐπὶ δὲ τῶν γεραιτέρων τῶν περαιτέρω τῶν τριάκοντα καὶ πέντε ἐτῶν μᾶλλον προσδοκῆσαι τὴν ἐκπύησιν.
§13 Οὐδέποτε γίνεται ὀδύνη σφοδρὰ ἐπὶ τῶν φαινομένων τούτων ὤτων, οὔτεἰ καὶ γένοιτο κίνδυνος ἀκολουθήσει, μήταὐτοῦ τι τοῦ μορίου κύριον ἔχοντος μήτε κυρίῳ τινὶ συνεχοῦς ὄντος. ἀλλεἰώθασιν ὠταλγίας ὀνομάζειν, ὅταν ἐν τῷ βάθει κατὰ τὸν ἀκουστικὸν πόρον τῆς ὀδύνης αἴσθησις γένηται. τηνικαῦτα γὰρ αὐτὸ πάσχει τὸ ἀκουστικὸν ὀνομαζόμενον νεῦρον, οὐ διὰ μακροῦ συνάπτον τῷ ἐγκεφάλῳ. εἰκότως οὖν ἀπόλλυνται πολλοὶ κατὰ τὰς σφοδρὰς ὠταλγίας εἰς συμπάθειαν ἐρχομένου τοῦ ἐγκεφάλου, διὸ καὶ παραφρονοῦσι τῶν καμνόντων ἔνιοι καὶ μέντοι καὶ ἀποθνήσκουσιν αὐτῶν τινες ἐξαίφνης ὃν τρόπον οἱ ἀπόπληκτοι, ὅταν ἐπὶ τὸν ἐγκέφαλον ἀφίκηται ἀθρόως τὸ τὴν ὠταλγίαν ἐργαζόμενον ῥεῦμα.
§14 Τοῖς νέοις τῶν ἀνθρώπων οἴ τε πυρετοὶ καὶ αἱ παραφροσύναι μᾶλλον γίνονται διὰ τὸ χολῶδες καὶ θερμὸν τῆς κράσεως. εἰκότως οὖν ἀπόλλυνται θᾶσσον ἐκπυΐσκονται τὰ ὦτα. τοῖς δὲ πρεσβύταις ὅσον μὲν ἐπὶ τούτοις ἧττον ὑπάρχει κινδυνεύειν. καὶ ὑποστροφαὶ δὲ αὐτοῖς γίνονται τῶν παθημάτων, ὅτι μὴ τελέως ἐκπέττεται διὰ τὴν ψυχρότητα τῆς κράσεως τὴν ὀδύνην ἐργαζόμενος χυμός. τὰ δἄλλα τῆς ῥήσεως ἱκανῶς ἐστι σαφῆ.
§15 ἑλκουμένη φάρυγξ σημεῖόν ἐστι κακοχυμίας διαβρωτικῆς. αἴτιον δὲ δυσκολίας οὐ σμικρᾶς διὰ τὸ μετὰ πόνου καταπίνειν. ἐπιβλέπειν οὖν χρὴ καὶ τὰ ἄλλα σημεῖα πρὸς ἀκριβεστέραν γνῶσιν τοῦ γενησομένου. κοινὸν δὲ ἐπὶ  πάντων ἔστω σοι παράγγελμα, μάλιστα δἐπὶ τῶν μήτἀκριβῶς ἀρίστων μήτε χειρίστων. ἐφὧν καὶ αὐτὸς Ἱπποκράτης εἴωθεν ἀξιοῦν συνεπισκέπτεσθαι καὶ τἄλλα σημεῖα.
§16 Ὅτι φάρυγγα τὴν προκειμένην χώραν στομάχου τε καὶ λάρυγγος ὀνομάζει δῆλόν ἐστι κἀξ ὧν νῦν ἔγραψεν, ἐκείνας τὰς κυνάγχας δεινοτάτας εἶναι λέγων, ὅσαι μήτἐν τῇ φάρυγγι μήτε κατὰ τὸν αὐχένα διάθεσίν τινα παρὰ φύσιν ἐνδείκνυνται, κατὰ χροιάν τε καὶ θερμότητα καὶ ὄγκον. αὐχένα μὲν γὰρ τὸν τράχηλον λέγει, φάρυγγα δὲ τὴν ἐν τῷ διανοῖξαι τὸ στόμα καὶ πιλῆσαι τὴν γλῶσσαν κάτω φαινομένην εὐρυχωρίαν, ἐν τὰ δύο στόματά ἐστι, τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος. ὅταν οὖν ἐν μηδετέρῳ τούτων ἐπίδηλον τι παρὰ τὸ κατὰ φύσιν, ἡγεῖσθαι χρὴ τῶν ἔνδον τοῦ λάρυγγος σωμάτων εἶναι φλεγμονὴν, ἐφ πνίγονται. στενῆς δοὔσης φύσει τῆς ὁδοῦ τοῦ πνεύματος ἀναγκαῖόν ἐστι πνίγεσθαι κλειομένης αὐτῆς τελέως διὰ τὴν φλεγμονὴν τῶν περιεχόντων σωμάτων. ἀναγκάζονται τοιγαροῦν ὀρθοῦντες τὸν τράχηλον ἀναπνεῖν ὑπὲρ τοῦ διοῖξαι κἂν ἐπὶ βραχὺ τὸν πόρον. αἱ γὰρ ὑπτίαι κατακλίσεις ἀποκλείουσιν ἐσχάτως αὐτὸν καταπιπτόντων μᾶλλον τῶν πρόσω σωμάτων, ὡς ἐπὶ τοὺς τοῦ τραχήλου σπονδύλους. διά τε οὖν τοῦτο καὶ ὅτι φλεγμαίνουσιν οἱ κατὰ τὸν λάρυγγα μύες εἰκότως ὀδυνῶνται.
§17 Δευτέρας διαφορᾶς μέμνηται κυνάγχης, ἐν συνεπαίρεται μὲν τὰ κατὰ τὸν αὐχένα καὶ φάρυγξ ἐρυθραίνεται. πονοῦσι δὁμοίως τοῖς προειρημένοις, οὐ μὴν ὀρθόπνοιά τις αὐτοῖς ἐστιν, ὅπερ ἐστὶν οὐ δυσπνοοῦσι σφοδρῶς, ὅτι μηδὲ φλεγμαίνουσιν ἰσχυρῶς οἱ κατὰ τὸν λάρυγγα μύες. εἰκότως οὖν αὐτὰς ὀλεθρίους εἶναί φησιν, οὐ μὴν ὁμοίως ταῖς πρὸ αὐτῶν ἀναιρεῖν ὀξύταται.
§18 Τρίτην ταύτην διαφορὰν ἑρμηνεύει κυνάγχης, ἣν ἔνιοι διὰ τοῦ σ γράμματος ὀνομάζουσι συνάγχην, οὐ διὰ τοῦ κ κυνάγχην. ἐφ γὰρ ἰσχυρῶς μὲν πνίγονται, φαίνεται δοὐδὲν οὔτε φλεγμονῶδες οὔτἐρυσιπελατῶδες ἤτοι κατὰ τὸν τράχηλον τὴν φάρυγγα, κυνάγχην διὰ τοῦ κ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν. ἀλλὅπερ ἀεὶ λέγω φαίνεται καὶ Ἱπποκράτης ποιῶν, οὐ μικρολογούμενος ἐν ὀνόμασιν, ὡς δἂν ἐπέλθοι καλῶν. ἀμέλει καὶ γέγραπται κατά τινα τῶν παλαιῶν ἀντιγράφων ἀρχὴ τῆς ῥήσεως διὰ τοῦ σ γράμματος, αἱ δὲ συνάγχαι, καὶ δῆλον ὡς οὐδὲν ὠφελεῖ τὸ περὶ τοῦ κ καὶ σ διαφέρεσθαι, καθάπερ οἱ νεώτεροι πράττουσι τῶν ἰατρῶν. ὅπου γὰρ ὁμολογεῖται τὸ πρᾶγμα, σκαιόν ἐστι τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν. ὡμολόγηται δὲ τὸ πρᾶγμα τοῖς γινώσκουσι τὰ τῆς τέχνης ἔργα. τῶν γὰρ ἰσχυρῶς πνιγομένων ὡς ἀνακαθίζειν ἀναγκάζεσθαι χείριστα διάγουσιν οἱ σφοδρῶς μὲν ὀδυνώμενοι, μηδὲν δὲ ἔχοντες ἐν τῷ τραχήλῳ καὶ τῇ φάρυγγι σύμπτωμα. τούτων δἐφεξῆς οἱ μὴ δυσπνοοῦντες μὲν, ὀδυνώμενοι δὲ σφόδρα μετὰ τοῦ συνεξῇρθαι μὲν αὐτοῖς τὸν τράχηλον, ἐρυθροτέραν δὲ φαίνεσθαι τὴν φάρυγγα. τρίτοι δἐπαὐτοῖς εἰσι περὶ ὧν κατὰ τὴν προκειμένην ῥῆσιν Ἱπποκράτης διῆλθεν, οἱ μήτε ὀδυνώμενοι σφοδρῶς μήτε δυσπνοοῦντες, ἀπαθοῦς μὲν αὐτοῖς διαμένοντος τοῦ λάρυγγος ἤτοι δεἰς τὴν φάρυγγα τοῦ ῥεύματος εἰς τὸν τράχηλον εἰς ἄμφω ταῦτα τραπέντος. ἔσται δὲ τοὐπίπαν τὸ ῥεῦμα τοῦτο χολωδέστερον, ὡς ἤτοι ἄντικρυς ἐρυσίπελας φλεγμονὴν ἐρυσιπελατώδη ποιεῖν, ὅθεν καὶ αὐτὸς ἔφη, εἰ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω. φλεγματῶδες δὲ εἴ ποταὐτοῖς γένοιτο τὸ οἴδημα, τάχιστα θεραπεύεται καὶ τὴν ἀρχὴν οὐδὲ τῶν ὀξέων ἐστὶ τὸ τοιοῦτον πάθημα. τὰ δἄλλα τῆς ῥήσεως δῆλα.
§19–30
§19 Τὸ μὲν ἄνευ φύματος πτυσμάτων εὐπετῶς ἀναγομένων ἀφανισθῆναι τὸ ἐρυσίπελας τὸ ἔρευθος, ἑκατέρως γὰρ γέγραπται, πρόδηλον ὅπως ἔσται μοχθηρόν. τὸ δὲ μήτἐν ἡμέρῃσι κρισίμοισι ἄξιον ἐπισκέψασθαι πότερον οὕτως ἀκουστέον ἐστὶν ὡς ἂν ἐν κρισίμοις ἡμέραις ἀφανίζηται, μηδενὸς ἐσομένου μοχθηροῦ σημείου αὐτῷ οὒ, ἐξηγήσαντο γὰρ αὐτὸ οὕτω τινὲς, συνάψαι χρὴ τοῦτο τοῖς ἐφεξῆς ὡς κἀκεῖνα βουλομένου τοῦ Ἱπποκράτους ἐν ἡμέρᾳ γίνεσθαι κρισίμῳ χάριν τῆς βεβαίας πίστεως, ὅπερ ἀληθέστερόν ἐστιν. ἐὰν γὰρ ἐν κρισίμοις ἡμέραις μετάστασις εἰς τὸν πνεύμονα γένηται, παλινδρομοῦντος ἔσω τοῦ ἐρυσιπέλατος, οὐ διαφορουμένου κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐ μόνον οὐκ ἀγαθόν ἐστι τὸ τοιοῦτον, ἀλλὰ καὶ μέγιστον κακὸν, ἐκ τοῦ τῆς ἡμέρας πιστοῦ τὸ βέβαιον τῆς κακίας προσλαμβανόμενον. εἰ δὲ μετὰ τοῦ φῦμα μὲν ἐκτὸς γενέσθαι, ῥᾳδίως δἀποβήττειν, ἀπόλλυται τὸ ἐρυσίπελας τὸ ἐρύθημα, τηνικαῦτα θάνατον οὐκέτι προσδοκᾷν χρὴ τῷ κάμνοντι γενέσθαι.
§20 Καὶ ταῦτα καὶ τὰ τούτων ἐφεξῆς δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.
§21 Προγνωστικῷ θεωρήματι μέμικται θεραπευτικόν τι σμικρὸν, οὖ χωρὶς οὐχ οἶόν τε ἦν ἀσφαλῶς διδαχθῆναι τὸ προγνωστικόν. τοὺς γάρ τοι γαργαρεῶνας εἰ φλεγμαίνοντας ἀποτέμνοις ἀποσχάζοις, ἀκολουθήσουσιν αἱ αἱμοῤῥαγίαι τε καὶ φλεγμοναί· ὅταν δἀποκριθῇ δὴ σταφυλὴν καλοῦσι καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δἄνω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν καὶ μάλιστα τῆς κοιλίας προϋπελθούσης δαψιλῶς εἴτοὖν αὐτομάτως εἴτε κατὰ πρόνοιαν τοῦ ἰατροῦ.
§22 Ὅταν μηδέτερον ὦν εἶπε γένηται, τότε χρὴ προσδέχεσθαι τὴν ὑποστροφὴν, οὐχ ὅταν τὸ ἕτερον μὲν αὐτῶν γένηται, τὸ δὲ ἕτερον μή. τὰ γὰρ ἀλόγως ῥᾳστωνήσαντα φιλυπόστροφα, κἂν ἐν ἡμέρῃσι κρισίμοις γένηται τοῦτο. δῆλον δὅτι ταῦτἀλόγως ῥᾳστωνῆσαι λέγοιτἂν, ὅσα μήτε μετὰ σημείων λυτηρίων μήτἐν κρισίμοις ἡμέραις ἔδοξε πεπαῦσθαι.
§23 διὰ τῶν ἔμπροσθεν εἶπε κατὰ μέρος περὶ πρώτων μὲν τῶν καθὑποχόνδρια, δευτέρων δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα, ταῦτα νῦν ἐπαναλαβὼν ἀπεφήνατο καθόλου. τρίτης γὰρ οὔσης τῆς αἰτίας τοῦ μηκύνειν τοὺς πυρετοὺς διά τι μόριον πεπονθὸς δυσιάτως διὰ χυμοὺς ὠμοὺς καὶ παχεῖς καὶ ἀπέπτους διά τι τῶν ἡμαρτημένων, ἐὰν μήτε μόριον πεπονθὸς ἄλλο τι μηδὲν αἴτιον ἤτοι τοῦ κάμνοντος ἁμαρτάνοντος τῶν θεραπευόντων αὐτὸν διά τι τῶν ἔξωθεν, οἶον ὥραν, χώραν, κατάστασιν, οἴκησιν μοχθηρὰν, ὀχλήσεις, φροντίδας, λύπας, λείπεται τοῦτον ἐπὶ χυμοῖς ὠμοῖς καὶ δυσπέπτοις μηκύνειν. τούτους οὖν εἴωθεν φύσις εἰς τὴν τῶν ἀκυρωτέρων μορίων ἀποτίθεσθαι χώραν, ὅταν μὴ δυνηθῇ διἐκκρίσεως ἔξω τοῦ σώματος ἀπώσασθαι. λέλεκται γὰρ ἤδη πολλάκις ὡς οἱ θερμότεροί τε καὶ λεπτότεροι τοῦ σώματος χυμοὶ πρὸς τὰς ἐκκρίσεις εἰσὶν ἐπιτηδειότατοι, τοὺς δὠμοὺς καὶ παχεῖς ἤτοι διἀποστάσεως κατὰ σύμπεψιν φύσις ἰᾶται, καὶ  αὐτὸ δὲ τοῦτο τὸ κατὰ σύμπεψιν ἔκκρισίς τίς ἐστι διοὔρων γινομένη τὰ πολλὰ, σπανίως δέ ποτε καὶ κατὰ γαστέρα.
§24 Εἴρηται πολλάκις ὡς αἱ μὲν ἐκ τῶν θερμοτέρων χυμῶν νόσοι μετὰ τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρας διἐκκρίσεως κρίνονται. ταύταις δέ εἰσιν ἐναντίαι διαθέσεις, ἐφὧν τε δύναμις ἀσθενὴς, οἵ τε χυμοὶ ψυχροὶ, μήτἐκκρίσει μήτἀποστάσει κρινόμεναι, ἀλλἤτοι διαφθείρουσαι τοὺς κάμνοντας χρόνῳ παμπόλλῳ μόλις πεττόμεναι. μέσαι δἀμφοῖν εἰσιν αἱ διἀποστάσεως κρινόμεναι, καθἃς τῶν εἰρημένων ἀντιθέσεων δυοῖν τὸ μὲν ἕτερον ἐκ τῆς ἑτέρας ἐστὶ, τὸ δὲ ἕτερον ἐκ τῆς λοιπῆς. αἱ μὲν γὰρ ἀντιθέσεις αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν φύσιν ἐστὶν ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἑτέρα, καθἑκάτερον δὲ αὐτῶν ἀλλήλοις ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν χυμῶν οἱ θερμοὶ τοῖς ψυχροῖς, κατὰ δὲ τὴν τῆς δυνάμεως ἀσθενὴς τῇ ἰσχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ τύχωσιν ὄντες, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν ἰσχυρὰν, εἰ μέλλει γενήσεσθαί τις ἀπόστασις. εἰ δὲ ψυχροὶ, δυνάμεως ἰσχυρᾶς αὐτοῖς δεῖ πρὸς τὰς ἀποστάσεις. διάγνωσις δὲ τῆς δυνάμεως μὲν οἰκειοτάτη καθἑκάστην αὐτῶν εἴρηται πρόσθεν ἀπὸ τῶν ἐνεργειῶν, δὲ ἀπὸ τῆς ἡλικίας κατὰ νεότητά τε καὶ γῆράς ἐστι, περὶ ἧς νῦν Ἱπποκράτης διορίζεται καί φησι, μᾶλλον δὲ γίνεσθαι καὶ θᾶσσον τὰς τοιαύτας ἀποστάσεις τοῖς νεωτέροις ἐτῶν τριάκοντα, τοῖς δὲ τούτων πρεσβυτέροις, οὐ μὴν ἤδη πω γέρουσιν ἧττόν τε γίνονται καὶ χρόνῳ πλείονι. τοῖς δὲ γέρουσιν ἥκιστα γίνονται, μεμνημένων ἡμῶν τῆς ἀρχῆς ὅλου τοῦ λόγου, καθὃν Ἱπποκράτης εἶπεν, ὅστις δἂν τῶν πυρετῶν μηκύνῃ, περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν διἄλλην τινὰ πρόφασιν ἐμφανέα. τούτων οὖν ἡμᾶς ἀναμιμνήσκων ἔφη τὰς τοιαύτας ἀποστάσεις ἔσεσθαι τοῖς νεωτέροις μᾶλλον.
§25 Καὶ διὰ τῶν ἔμπροσθεν ἤδη περὶ τῶν χρονιζόντων νοσημάτων διαλεγόμενος ἐμνημόνευσε τῆς κ΄ ἡμέρας ὡς ἄχρι ταύτης, μηδέπω χρονίων ὑπαρχόντων αὐτῶν. εἴρηται δὲ πρόσθεν αἰτία τοῦ μὴ δύνασθαί τινα βέβαιον ὅρον ἕνα θέσθαι νοσημάτων ὀξέων, ὥστοὐδὲν θαυμαστόν ἐστιν ἐν τεσσαρεσκαίδεκά τε λέγειν αὐτὸν ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, αὖθίς τε τῆς εἰκοστῆς μνημονεύειν. καὶ γὰρ καὶ καταὐτοὺς τοὺς ἀφορισμοὺς ἔνθα, τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔσχατον ἔθετο τῆς κρίσεως τῶν ὀξέων νοσημάτων, ἐμνημόνευσε καὶ τῆς ιζ΄. ἔστι δἀρχὴ μὲν ἐκείνου τοῦ ἀφορισμοῦ τὰ ὀξέα τῶν νοσημάτων, κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τελευτὴ δὲ θεωρητὴ πάλιν ιζ΄. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς ιδ΄, ἑβδόμη δὲ ἀπὸ τῆς ια΄.
§26 Δεόντως, ἐπειδὴ καὶ τοῖς ἀποστάσει τινὶ μέλλουσι κρίνεσθαι τὴν δύναμιν τόνον ἔχειν τινὰ προσήκει καὶ μὴ παντάπασιν εἰς ἐσχάτην ἀτονίαν καταπεπτωκέναι. διὰ τοῦτοὖν εἰς ὅσον ἂν ἡλικίας προήκοιεν τὰς ἀποστάσεις ἧττον γενέσθαι συμβαίνει, τοῖς γέρουσι δὲ οὐχ ἧττον, ἀλλἥκιστα. νυνὶ δοὐ τοὺς γέροντας ἁπλῶς εἶπεν, ἀλλὰ τοῖσι τριάκοντα ἔτεσι παραβάλλων, γεραιτέρους ὠνόμασε τοὺς τούτων πρεσβυτέρους. ὅτι δοὕτω χρῆται τῇ τοῦ γεραιτέρου προσηγορίᾳ καὶ διὰ τῶν ἔμπροσθεν ἐδείχθη καὶ διὰ τῶν ἑξῆς οὐδὲν ἧττον φανεῖται.
§27 Εἴρηται κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ὡς ἐπὶ τῶν μελαγχολικῶν χυμῶν γίνονται τεταρταῖοι. λέλεκται δὲ καὶ περὶ τῆς γενέσεως τοῦ χυμοῦ τοῦδε, διττῆς ὑπαρχούσης, ἔκ τε τοῦ παχέος αἵματος, ὅπερ ἀνάλογόν ἐστιν ἐν ταῖς φλεψὶ, τῇ κατὰ τοὺς πίθους τῶν οἴνων τρυγὶ καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. αὕτη μὲν οὖν μέλαινα χολὴ τά τἄλλα κακοήθης ἐστὶ καὶ διαβιβρώσκει τὰ μόρια καθἅπερ ἂν τύχῃ πλείων ἀθροισθεῖσα. δἑτέρα μέλαινα πρᾳοτέρα τε ταύτης ἐστὶ καὶ μάλιστα ἐπειδὰν μήπω τύχῃ κεχρονικυῖα κατὰ τὸ ζῶον τινι θερμασίᾳ πλείονι καὶ παρὰ φύσιν ὡμιληκυῖα. τούτων οὖν οὕτως ἐχόντων ὅταν πυρετὸς συνεχὴς, ὅπερ ἐστὶ μὴ παυόμενος εἰς ἀπυρεξίαν, εἰς τὰς προειρημένας ἀποστάσεις τρέπεται χρονίζων. ἐὰν δὲ διαλείπῃ, καὶ τοῦταὐτὸ μάλιστα γίνεται κατὰ τὴν τελευτὴν τοῦ θέρους, εἰκός ἐστι μεταπεσεῖν τὴν νόσον εἰς  τεταρταίαν περίοδον. ὅσον γὰρ ἂν τῶν χυμῶν ζέσαν ὥρᾳ θέρους ἐν συνεχέσι πυρετοῖς ἐτελεύτησεν εἰς μέλαιναν χολὴν, ἐσβέσθη τρόπον τινὰ καὶ κατὰ τοῦτο τῆς πυρετώδους θερμότητος κάμνων ἀπηλλάγη καὶ μάλισθὅταν ἱδρῶτες ἐπιγίνωνται. ἀλλἐὰν μὴ φθάσῃ πως φύσις ἐκκρίνασα τὴν οἷον τέφραν τῶν ὑπεροπτηθέντων χυμῶν, αὕτη πάλιν μένουσα κατὰ τὸ σῶμα καὶ θερμαινομένη τινὰ σηπεδονώδη διάθεσιν ἐπικτᾶται καὶ τοῦθὅταν αὐτῇ γένηται ζέσασα πυρετὸν ἤγειρεν. ἐφ πάλιν ἱδρῶτος γενομένου συνδιέπνευσε τούτῳ τὸ ζέσαν τῆς μελαίνης, εἶταὖθις ἕτερον ὑπόλειμμα ζέσαν αὖθις ἕτερον ἀνήγειρε πυρετόν. ἅτοὖν μή πω μίαν ἔχοντος παντὸς τοῦ σώματος διάθεσιν, ἀλλἐν τισὶ μὲν μορίοις κινουμένης ἔτι τῆς μελαίνης, ἐν τισὶ δἀκινήτου κειμένης, ἐν ἄλλοις δὲ σηπομένης ζεῖν ἀρχομένης, ἀτάκτους ἀναγκαῖόν ἐστι γίνεσθαι τοὺς πυρετούς. ὅταν δὲ ἐν ἁπάσαις ταῖς φλεψὶν αὐτὴ διάθεσις γένηται κρατούσης τῆς μελαίνης τεταρταῖος συνίσταται πυρετὸς καὶ μάλισθὅταν εἰς τὸ φθινόπωρον ἐκ τοῦ θέρους μεταβολὴ γινομένη τῆς μὲν ἔξω φορᾶς τε καὶ διαπνοῆς ἐπίσχῃ τοὺς χυμοὺς, ἔσω δἀποστρέφῃ πρὸς τὸ βάθος ἥντινα διάθεσιν χειμὼν διαδεξάμενος, ὡς ἂν ἐπιτείνων διὰ τὸ κρύος τὴν ἕσω φορὰν τῶν χυμῶν, ἄχρι πάλιν ἑτέρας μεταβολῆς γινομένης ἐπὶ τὸ θερμότερον, ἐν κατέλαβε νόσημα, φυλάττει τὸ σῶμα.
§28 Περὶ τῆς καθἡλικίαν μεταβολῆς εἴρηται μὲν ἐπὶ πλέον ἑτέρωθι, διὰ κεφαλαίων δὲ νῦν εἰπεῖν ἀρκέσει, τὰ μὲν παιδία πλεῖστον ἔχει τὸν τοῦ αἵματος χυμόν. καὶ μόνον γε τοῦτον εἶχεν ἂν, ὅσον ἐπὶ τῇ κατὰ τὴν ἡλικίαν κράσει. πολλὰ δἐσθίοντα καὶ μέντοι καὶ ἀτακτότερα ὑπάρχοντα, ὑποτρέφει τι καὶ τῶν καλουμένων ὠμῶν χυμῶν. ὁπόταν δεἰς τὴν τῶν μειρακίων ἡλικίαν ἀφίκηται, τινὰ μὲν ἤδη καλῶς διαιτᾶται, βελτίονος ἀγωγῆς εὐτυχήσαντα καὶ οὕτως αὐτοῖς αἷμα πλεονάζει μόνον, ἔνια δὲ τῶν μειρακίων πολὺ χεῖρον οἱ σμικροὶ παῖδες. καὶ τοίνυν νοσεῖ ταῦτα συνεχῶς τε ἅμα καὶ σφοδρῶς ἀθροίζοντα πλῆθος ὠμῶν χυμῶν. τοῖς ἐφεξῆς δὲ τῇδε τῇ ἡλικίᾳ καὶ μάλιστα τοῖς κακῶς διαιτωμένοις πικρόχολος ὑποτρέφεται χυμὸς, ὥστε πλεονάζειν τούτοις οὐχ αἷμα μόνον, ἀλλὰ κἀκεῖνον, ὥσπερ ὠχρά τε καὶ ξανθὴ χολὴ προσαγορεύεται καὶ γίνεται τοῦτο τισὶ μὲν ἄχρι τριάκοντα ἐτῶν, ἐνίοις δὲ ἄχρι πέντε καὶ τριάκοντα. πρῶτος μὲν γὰρ ὅρος ἐστὶ τῆς ἐπὶ τὸ ψυχρὸν μεταβολῆς τῶν λ΄ ἐτῶν, ἔσχατος δὲ τῶν πέντε καὶ τριάκοντα. πολλοῖς δὲ ἐν τῷ μεταξὺ διά τε τὴν ἐξ ἀρχῆς φύσιν, ὅσα τε κατὰ τὰς περιστάσεις ἐτῶν προαιρέσεων διαφορὰς ὑπαλλάττεται, τὴν ἀκμαστικὴν ἡλικίαν περιέγραψε· διά τοῦτο οὖν καὶ Ἱπποκράτης ἐνίοτε μὲν τοῦ τριακοστοῦ μνημονεύει καθάπερ ἄρτι, πολλάκις δὲ πέμπτου καὶ τριακοστοῦ. τῷ γὰρ ἄλλας ἄλλοις γίνεσθαι μεταβολὰς οὐχ οἷόν τε ὁρίσαι βεβαίως ἓν ἐφἅπασι μέτρον κοινόν. ἀλλὰ τούτου μὲν ἀεί μοι μέμνησο λελεγμένου καὶ πρόσθεν ἐν τῷ τρίτῳ περὶ κρισίμων ἡμερῶν λόγῳ, μεμνημένος γε μὴν αὐτοῦ καὶ προσθεὶς τοῖς προειρημένοις οὐ χαλεπῶς εὑρήσεις τὴν αἰτίαν ὧν κατὰ τήνδε τὴν ῥῆσιν Ἱπποκράτης ἔγραψεν. ὥσπερ γὰρ ἐν ταῖς ὥραις τοὺς ἐν τῷ θέρει θερμανθέντας ἐπὶ πλέον χυμοὺς καὶ ὡς ἂν εἴποι τις ζέσαντας ἀναγκαῖον ἦν γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ὃν διαδεξάμενον ἠθροισμένον ἐν τῷ σώματι τὸ φθινόπωρον, ἅτε ψυχρὸν ὂν οὐκ ἐπιτρέπει διαπνεῖν ὁμοίως ἐκτὸς οὐδὲ κενοῦσθαι ῥᾳδίως, οὕτως ἐν ταῖς ἡλικίαις παρακμή. ὅσον γὰρ ἐν τῇ ἀκμῇ ζέσαν τῶν χυμῶν εἰς μέλαιναν χολὴν μετέβαλε, τοῦτο δυσκόλως αὕτη διαφοροῦσα τοὺς τεταρταίους μᾶλλον ἐργάζεται πυρετοὺς, καὶ χρόνου γε πλείονος δεῖται τοῖς κατὰ τὴν ἡλικίαν ταύτην πρὸς τὸ καθαρθῆναι τὸ σῶμα τῆς τοιαύτης χολῆς, ὅθεν ἄχρι τοῦ γήρως ἐν τῷ μεταξὺ τὰ μελαγχολικὰ πάντα νοσήματα τοῖς μὲν μᾶλλον πλεονάζει, τοῖς δἧττον ἐλέφαντες, καρκίνοι, λέπραι, μελαγχολίαι καὶ τεταρταῖοι πυρετοί.
§29 Τρεῖς ἀποφάσεις ἐποιήσατο περὶ τῶν ἀποστάσεων Ἱπποκράτης κατὰ τὸν ἐνεστῶτα λόγον, μίαν μὲν καὶ πρώτην ὅτι γίνονται μᾶλλον ἐν χειμῶνι, δευτέραν δὅτι χρονιώτερον παύονται, καὶ τὴν τρίτην ὅτι παλινδρομοῦσιν ἧττον. ὅτι μὲν οὖν ἐν τῷ χειμῶνι γίνονται μᾶλλον πλεονάζων ἐν αὐτῷ χυμὸς ἐνδείκνυται. λέλεκται γὰρ ἤδη καὶ πρόσθεν ἐκκρίσεσι μὲν τοὺς θερμοὺς, ἀποστάσεσι δὲ τοὺς ψυχροὺς κινεῖσθαι χυμούς. ὅτι δὲ καὶ χρονιώτερον παύονται, τήν τε τοῦ χυμοῦ φύσιν αἰτιατέον ἐστὶ καὶ τὴν τοῦ περιέχοντος ψυχρότητα. διαφορηθῆναι μὲν γὰρ δεῖ πάντως τὸν κατασκήψαντα χυμὸν, ἵνα θεραπευθῇ τὸ ἀπόστημα.  δυσδιαφορητότεροί τέ εἰσιν οἱ παχεῖς καὶ ψυχροὶ, καὶ μάλισθὅταν καὶ τὸ περιέχον ψυχρόν. διὰ δὲ τὰς τοιαύτας αἰτίας καὶ παλινδρομοῦσιν ἧττον, ἐπειδὴ κίνησίν τινα τοῖς παλινδρομοῦσι προσεῖναι χρὴ, δυσκίνητοι δοἱ ψυχροί.
§30 Περὶ τῶν αὐτομάτως γινομένων ἐμέτων κρίσεως λόγῳ διδάσκει νῦν Ἱπποκράτης. ἔστι δαὐτῷ πρῶτος μὲν διορισμὸς ἀπὸ τοῦ μὴ θανατῶδες εἶναι τὸ νόσημα, κέκληκε δὲ ἤδη περιεστηκὸς οὐκ ὀλιγάκις τὸ τοιοῦτον. δεύτερον δὲ ἀπὸ τοῦ τὴν κεφαλὴν ἀλγοῦντι τῷ κάμνοντι προφαίνεσθαί τι πρὸ τῶν ὀφθαλμῶν ὀρφνῶδες, ὅπερ σημαίνει τὸ μέλαν ἐξ ἀναθυμιάσεως χολῆς ξανθῆς ἀκράτου γενόμενον. αὐτὴ γὰρ ἐπὶ πλέον θερμανθεῖσα καὶ ὡς ἂν εἴποι τις ὑπεροπτηθεῖσα, μέλαιναν ἀναθυμίασιν, οἷον λιγνύν τινα πρὸς τὴν κεφαλὴν ἀναπέμπει, διἣν αἱ κεφαλαλγίαι γίνονται. ὅσον δἂν αὐτῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφίκηται, θολερώτερον ἐργάζεται τὸ καταὐτοὺς ὑγρὸν, λαμπρὸν φύσει καὶ καθαρὸν ὑπάρχον, ὡς γίνεσθαί τινα κατάστασιν ὁμοίαν τῇ περὶ τὸν καθαρώτατόν τε καὶ φανότατον ἀέρα, δεχόμενον ἐξαίφνης εἰς ἑαυτὸν ἤτοι καπνώδη τινὰ λιγνυώδη μελανότητα. ταύτης οὖν τῆς ἀναθυμιάσεως αἰσθανόμενον τὸ ἀπἐγκεφάλου παραγενόμενον εἰς τοὺς ὀφθαλμοὺς ὀπτικὸν πνεῦμα; καθάπερ ἐπὶ τῶν ὑποχεομένων τὴν φαντασίαν ὦν εἶπεν ὀρφνωδῶν ἀποτελεῖ· γινομένης δἐνίοτε κἀκ τῶν κατὰ τὸν πνεύμονα τόπων ἀναθυμιάσεως τοιαύτης, διακρίνομεν αὐτὴν τῆς ἀπὸ στομάχου τῇ καρδιαλγίᾳ. πνεύμονα μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λανθάνουσιν ἤτοι δυσαίσθητον παντελῶς ἀναίσθητον ὄντα. τὸ δὲ τῆς γαστρὸς στόμα, καλεῖται δὲ τοῦτο, ὡς ἴσμεν, καὶ καρδία διὰ τὸ μέγεθος ὧν ἔχει νεύρων αἰσθητικῶν, οὐδὲν λανθάνει τῶν καταὐτό. δακνόμενον οὖν ὑπὸ τοῦ πικροχόλου χυμοῦ τὸν καλούμενον οὕτω καρδιωγμὸν ἐργάζεται, διὸ καὶ χολώδης ἔμετος αὐτοῖς γίνεται. τοιοῦτον γὰρ καὶ Θουκυδίδης ἐδήλωσεν, ἔνθα φησὶ, καὶ ὁπότε ἐς τὴν καρδίαν ἐστήριξε, ἀνέστρεφέ γε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς, ὁπόσαι παρὰ τῶν ἰατρῶν ὠνομασμέναι εἰσὶν ὑπίεσαν. τὸ γὰρ ἀνέστρεφεν ἐπὶ τῆς πρὸς ἔμετον ὁρμῆς εἶπεν, εὐθέως γε καὶ καρδίαν ὀνομάσας τὸ στόμα τῆς γαστρός. διὸ δὴ καὶ τὰς δήξεις αὐτοῦ καρδιωγμούς τε καὶ καρδιαλγίας ὀνομάζουσιν. ἑτέρωθι δἹπποκράτης ἔγραψεν ὡς τὸ κάτω χεῖλος τὸ αὐτὸ ἐπισημαίνει τοῖς οὕτως ἔχουσιν οὐχ ἡσυχάζον, ἀλλὰ διασειόμενόν πως, ἐπειδὴ δακνόμενος ὑπὸ τῆς χολῆς ἔνδον τοῦ στομάχου χιτὼν τὴν τοιαύτην τὸ χεῖλος λαμβάνει κίνησιν. ἐμάθομεν γὰρ ἐκ τῆς ἀνατομῆς ἕνα τοῦτον ὅλον εἶναι τὸν χιτῶνα συνεχῆ κατὰ πᾶν ἑαυτῷ τῆς θὅλης γαστρὸς καὶ τοῦ στομάχου καὶ γλώττης καὶ οὐρανίσκου καὶ ὑπερώας ὅλου τε τοῦ στόματος. οὗτος οὖν αὐτός ἐστιν καὶ τὰ χείλη διασείων, ὅταν ὑπὸ δριμείας χολῆς ἠθροισμένης ἐν τῷ στόματι τῆς γαστρὸς δάκνηται. πέφυκε γὰρ οὗτος χυμὸς ἐπιπολάζειν ὑπὸ κουφότητος καὶ διὰ τοῦτο ἐπὶ τὸν στόμαχον ἀνέρχεται, καταλιπὼν τὸν πυθμένα τῆς γαστρὸς, ἐμεῖταί τε ῥᾳδίως. ἂν δὲ καὶ ῥῖγος ἐπιλάβῃ τηνικαῦτα τὸν ἄνθρωπον, ἔτι δὴ καὶ μᾶλλον ἔμετος οὐ θᾶττον μόνον, ἀλλὰ καὶ πλείονος ἔσται χολῆς, εἰωθότος ὡς τὰ πολλὰ τοῦ ῥίγους ἔμετον χολῆς ἐργάζεσθαι, καθότι κἀν τῷ περὶ αὐτοῦ δέδεικται λόγῳ. καὶ μὲν δὴ καὶ εἰ πίῃ τι καὶ φάγῃ κατὰ τὸν καιρὸν ἐκεῖνον ἄνθρωπος, ἔτι δὴ καὶ μᾶλλον ἐμεῖται ταχέως, ἐπειδὴ συνδιαφθείρεται τὰ ληφθέντα κατὰ τὴν γαστέρα χολῇ.
§31–38
§31 Τρεῖς διαφορὰς εἴρηκε κατὰ χρόνον ἀλγήματος κεφαλῆς καὶ τρεῖς προθεσμίας τῆς κρίσεως αὐτῶν. πρώτη μὲν οὖν ἐστι διαφορὰ τῆς κατὰ τὴν πρώτην ἡμέραν τοῦ νοσήματος, ἀρχομένης τῆς κεφαλαλγίας, δευτέρα δὲ τῆς κατὰ τὴν τρίτην, τρίτη δὲ τῆς κατὰ τὴν ε΄. ἁπάσαις γε μὴν αὐταῖς κοινόν ἐστιν εἰς τὴν ζ΄ πως ἡμέραν, ἀφἧς ἤρξαντο τελευτᾷν. μὲν οὖν κατὰ τὴν πρώτην ἀρξαμένη τὴν ἑβδόμην ἔχει αὐτὴν κρίσιμον, δὲ κατὰ τὴν τρίτην, ὅσον ἐπὶ τῷ τῆς ἑβδομάδος ἀριθμῷ τὴν δεκάτην. ἐπεὶ δὲ οὐκ ἔστιν αὕτη κρίσιμος, εἰς τὴν θ΄ ἑνδεκάτην κρίσις ἀφικνεῖται τῆς ἑβδομαδικῆς προθεσμίας ἤτοι πρωϊαίτερον ὀψιαίτερον ἡμέραν μίαν. καί μοι μέμνησο πάλιν ὅτι καὶ τῆς θ΄ ἡμέρας ὡς κρινούσης ἐμνημόνευσε νῦν καθάπερ καὶ πρόσθεν,  ὡς ἔδειξα, τῆς τρίτης, οὐ κατὰ τετράδων ἑβδομάδων περίοδον ἐχουσῶν τὸ κρίνειν, ἀλλὰ τῷ λόγῳ παρεμπιπτουσῶν, ὡς ἐν τοῖς περὶ κρισίμων ἐδείχθη. καὶ μὲν δὴ καὶ τρίτη διαφορὰ τῆς κεφαλαλγίας κατὰ τὴν πέμπτην ἡμέραν ἀρχομένη ἄχρι τῆς ιδ΄ ἐκτείνεται, διὰ τὸ μὴ πάνυ θερμή τις εἶναι καὶ κατεπείγουσα. δηλοῖ δὲ ἐκ τοῦ κατὰ τὴν ε΄ ἡμέραν ἄρξασθαι καὶ διὰ τὸ τῆς ἑβδομάδος προστεθείσης ταῖς πρώταις πέντε τὰς πάσας γίνεσθαι ιβ΄, κρίσιμον δὲ οὐκ εἶναι τὴν ιβ΄, οὐ μὴν οὐδὲ προλαβεῖν οἶόν τἐστὶ τὴν μίαν ἡμέραν. ἐδείχθη γὰρ τοῦτο τῶν ὀξύτατα κινουμένων ἴδιον. εἰκότως οὖν εἰς τὴν ιδ΄ ἐξέπεσε.
§32 Τοῖς μὲν ἤδη τελείοις, ἐφὧν εἴωθε φέρειν τὴν τῶν ἀνδρῶν καὶ γυναικῶν προσηγορίαν, ἐν πᾶσι τοῖς τριταίοις πυρετοῖς γίνεται τὰ τοιαῦτα διὰ τὸ χολωδεστάτην εἶναι τὴν ἡλικίαν. ἐν δὲ τοῖς νεωτέροις αὐτῶν οὐκ ἐν πᾶσιν, ἀλλἐν μόνοις τοῖς ἀκριβέσι τριταίοις, οἵπερ εἰσὶ χολωδέστατοι. γίνεται δὲ κἀν τοῖς ὀξυτάτοις νοσήμασι, χολωδέστατα γὰρ καὶ ταῦτα, καὶ δῆλον ὅτι καὶ τοῖς τελείοις πολλῷ μᾶλλον. ἀκόλουθον γὰρ ὂν τοῦτο τοῖς προειρημένοις, οὐκέτι προσέγραψεν ὡς καὶ πρὸς ἡμῶν νοεῖσθαι δυνάμενον.
§33 Τοιουτότροπον εἴρηκε πυρετὸν ὃν κατὰ τὴν ἀρχὴν τοῦ λόγου διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν, ὅστις δἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν. τοῦτοὖν κοινὸν ἀμφοτέροις φυλάξας τοῖς πυρετοῖς, κοινὸν αὐτοῖς ἔτι ἔσεσθαι τὸ κριθῆναι διἐκκρίσεως ἔφη, τὸ ἴδιον δἑκατέρῳ προσέθηκεν ἐν τῷ τῆς ἐκκρίσεως εἴδει, χολώδη μὲν ἔμετον τῷ προτέρῳ, αἱμοῤῥαγίαν δἐν τῷ δευτέρῳ. τὰ δὲ τούτων δηλωτικὰ σημεῖα τῷ μὲν προτέρῳ τά τε φανταζόμενα θεάματα ὀρφνώδη καὶ τὸν καρδιωγμὸν, τῷ δὲ δευτέρῳ ἀμβλυωπίαν τε καὶ μαρμαρυγὰς καὶ σύντασιν ἐν ὑποχονδρίῳ χωρὶς ὀδύνης καὶ φλεγμονῆς γνωρίσματα μέγιστα τῆς ἄνω ῥοπῆς τῶν χυμῶν. εἰρήκει δὲ καὶ ἔμπροσθεν αἱμοῤῥαγίας ἑπομένας κρισίμως ταῖς καθὑποχόνδριον φλεγμοναῖς καὶ μᾶλλον τοῖς νεωτέροις, ἐφὧν αἷμα πλεονάζει καὶ αὖθις αὐτό τε τοῦτο νῦν προσέγραψε καὶ ὡς οἱ χολώδεις ἔμετοι τοῖς ἀκμάζουσι γίνονται. κατὰ δὲ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ δακρύειν ἀκουσίως ἔφη τοὺς μέλλοντας αἱμοῤῥαγήσειν ἐκ ῥινῶν. ταῦτοὖν συνθεὶς πάντα ἔτι τε προσθεὶς αὐτοῖς διἑτέρων εἶπεν, ἀεὶ προγνώσῃ γενησομένην αἱμοῤῥαγίαν καὶ μάλιστἐὰν ἐναργῶς σοι φανήσεταί ποτε τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον ἐκκρίσεως, πανταχοῦ προηγεῖται τῶν κρισίμων αἱμοῤῥαγιῶν.
§34 Περὶ σπασμῶν αὐτῷ λόγος νῦν ἐστιν οὐ τῶν ἐν ἑνὶ μέρει τοῦ σώματος γινομένων, ἀλλὰ τῶν ὅλον αὐτὸ καταλαμβανόντων, οἵτινες ἐπὶ μὲν τῶν παιδίων ἑτοιμότατα γίνονται καὶ μᾶλλον ἐπὶ θηλαζόντων. οὐχ ἥκιστα δὲ καὶ διαὐτὸ τὸ γάλα καὶ μᾶλλον ὅταν λίαν παχὺ καὶ ὅτι πλείστῃ τε χρῶνται καὶ ἀκαίρῳ τροφῇ μηδὲν εἰδότες τῶν κατὰ τὸν βίον ἄλλο πλὴν τοῦ ἐσθίειν· πᾶν γὰρ τὸ νευρῶδες αὐτῶν γένος ἀσθενές ἐστι. τριῶν γὰρ οὐσῶν κατὰ γένος δυνάμεων, ἐφὧν διοικεῖται τὸ σῶμα, ταῖς δυσὶ μέν εἰσιν ἰσχυρότερα τὰ παιδία τῶν ἄλλων, ἀσθενέστερα δὲ τῇ μιᾷ τῇ κατὰ τὰ νεῦρα, διὸ καὶ σπᾶται μὲν ἑτοιμότατα. πάλιν δὲ εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται ῥᾳδίως. τοῖς δὲ τελείοις οὔτε γίνεται ῥᾳδίως οὔτε καθίσταται τὰ σπασμώδη πάθη διὰ τὴν ἰσχὺν τῆς κατὰ τὰ νεῦρα δυνάμεως. γίνεται μὲν  οὖν σπασμὸς καὶ χωρὶς πυρετῶν ἐν ταῖς σφοδραῖς πάνυ ψύξεσι καὶ πλήθει χυμῶν ἀπέπτων τε καὶ παχέων, ἔτι τε φλεγμοναῖς ἐν νεύροις καὶ τένουσιν, ὅταν εἰς συμπάθειαν ἄγωσι τὴν ἀρχήν. ἀλλὰ νῦν λόγος αὐτῷ περὶ τῶν ἐν πυρετοῖς γινομένων σπασμῶν ἐστιν, ὥσπερ ἐξ ἀρχῆς ὑπέθετο διελθεῖν προγνώσεις, ἐπί τε τῶν ὀξέων νοσημάτων καὶ ὅσα τούτων μεταπιπτόντων γίνεται. τοὺς μὲν οὖν ἐν τοῖς τοιούτοις νοσήμασι σπασμοὺς ἐπὶ τῶν ηὐξημένων ἐκεῖνα τὰ σημεῖα δηλώσει τὰ μάλιστα ταῖς χαλεπαῖς ἐπιφαινόμενα φρενίτισι καὶ μάλισθὅσα διαστρεφομένων γίνεται τῶν ἐν τῷ προσώπῳ μορίων ὀδόντων πριομένων ὀφθαλμῶν ἀστηρίκτων διεστραμμένων. ἐπὶ δὲ τῶν παίδων ἀρκεῖ καὶ τὸ ἀγρυπνῆσαι μόνον. ἐνίοτε δὲ καὶ φοβηθῆναι σφοδρῶς, ὅπερ ὠνόμασεν ἐκπλαγῆναι καὶ τὸ κλαῦσαι μετἐντάσεως σφοδροτέρας καὶ τὸ τὴν γαστέρα μὴ διαχωρῆσαι. ταῦτα μὲν οὖν ὡς αἴτια. σημεῖα δὲ τοῦ σπασθήσεσθαι πρὸς τοῖς τοιούτοις αἰτίοις τὰ παρὰ φύσιν χρώματα δηλοῦντα τῶν χυμῶν τὴν μοχθηρίαν, ἐφοἷς εἴωθε σπᾶσθαι. χλωρὸν μὲν γὰρ πελιδνὸν μοχθηρὸν τῇ ποιότητι δηλοῖ τὸν χυμὸν, ἐρυθρὸν δὲ πλῆθος αἵματος ἐνδείκνυται.
§35 Τοῦτο καὶ πρόσθεν εἴρηκε καὶ νῦν ἀναμιμνήσκει καὶ μετὀλίγον αὖθις ἐρεῖ, διότι χρησιμώτατόν ἐστι, καὶ ὅμως οὐκ ἀκούουσιν αὐτοῦ πολλοὶ τῶν ἰατρῶν, ἀλλἐνίοτε θεασάμενοί τι τῶν κακῶν σημείων, ἐφὧν συνέβη ζῆσαι τὸν ἄνθρωπον, ἐπεγκαλοῦσιν ὡς ψευσαμένῳ, καθάπερ αὖθις ἀγαθῶν φανέντων, ἀπολλυμένου τοῦ κάμνοντος, οὐκ ἀληθεύειν φασὶ τὸν Ἱπποκράτην μηκέθὁρῶντες ὡς ἐνίοτε μὲν ὑπὸ πολλῶν ἀγαθῶν σημείων ἓν νικᾶται κακὸν ἰσχυρὸν, ἐνίοτε δὲ ἔμπαλιν ὑπὸ πολλῶν κακῶν ἓν ἀγαθὸν τὸ ἰσχυρόν.
§36 Καὶ τοῦτο καθάπερ καὶ τὸ πρότερον ἔγραψεν Ἱπποκράτης ἀπομαντευσάμενος τῆς ἀμελείας τε ἅμα καὶ προπετείας τῶν ἀναγνωσομένων αὐτοῦ τὰ βιβλία καὶ ζητησόντων ἂν, ὅπως ἐν αὐτῷ μνημονεύει τεσσαρακοστῆς τε καὶ ἑξηκοστῆς ἡμέρας, ἐμπύων τε καὶ ὑδερικῶν καὶ τεταρταίων πυρετῶν. ὅπου γὰρ καὶ γράψαντος αὐτοῦ σαφῶς ὅτι μὴ περὶ μόνων τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἐκ μεταπτώσεως τούτων εἰς χρόνου μῆκος ἐκτεινομένων λόγος αὐτῷ γέγονεν, ὅμως τοιαῦτα ζητοῦσι, τί ποτἐξεπράξαντἂν, εἰ μὴ τοῦτἐποίησε.
§37 Ὅτι μὲν ἀεὶ χρὴ πάντα θεάσασθαι τὰ σημεῖα καὶ μὴ πιστεύειν ἑνὶ καὶ διὰ τῶν ἔμπροσθεν εἶπεν, ἀλλὰ νῦν γε προσέθηκε τὸ χρησιμώτατον τοῦ λόγου. φησὶ δεἶναι τοῦτο τὸ τὰς δυνάμεις ἐκλογίζεσθαι τῶν σημείων, οὐχ ἁπλῶς οὐδὲ ταύτας, ἀλλὰ μετὰ τοῦ παραβάλλειν ἀλλήλαις. ἔστι μὲν γὰρ ἔνια τῶν σημείων καὶ αὐτὰ καθἑαυτὰ μοχθηρὰ, μᾶλλόν τε καὶ ἧττον, ὧν τὰς δυνάμεις ἐκμετρεῖσθαι χρὴ τοῖς ῥήμασιν, ὡς καὶ πρόσθεν ἐδείκνυεν, θανατῶδες εἰπὼν θανατωδέστερον ὀλέθριον κάρτα, καί που προσθεὶς τὸ ἤδη, κἀπὶ τῶν ἀγαθῶν πάλιν ὁμοίως σωτήριον περιεστηκὸς ἁπλῶς μεγάλην δύναμιν ἔχον καὶ μετὰ τοῦ κάρτα. πλέον γάρ ἐστι τὸ φάναι τὸ κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν, τοῦ ψιλοῦ καὶ μόνου τοῦ μεγάλην δύναμιν ἔχειν. ἀλλὰ νῦν γε πρὸς ἀλλήλας φησὶ χρῆναι παραβάλλειν τὰς δυνάμεις, οὐ τῶν ὁμογενῶν μόνων σημείων, οἷον ἀγαθῶν πρὸς ἀγαθὰ καὶ κακῶν πρὸς κακὰ, ἀλλὰ καὶ τῶν ἀγαθῶν πρὸς κακά. διὰ γὰρ τῆς παραβολῆς ταύτης καὶ τὰ παρὰ λόγον γινόμενα ᾐνίξατο. πρῶτον μὲν γὰρ γνωριοῦμεν ὅτι παρὰ λόγον ἐγένετο, δεύτερον δὲ οὐ καταπλαγησόμεθα, καὶ τρίτον ἐπισκεψόμεθα διὰ τί γέγονεν τί δηλοῦν πέφυκεν. εἴρηται μὲν οὖν ἅπαντα ταῦτα κατὰ τὰς ἡμετέρας πραγματείας καὶ μάλιστα τὴν περὶ κρίσεων. οὐ χεῖρον δὲ καὶ καὶ νῦν ἕνεκα παραδείγματος ἀναμνῆσαί τινων ἀπὸ κοινῆς ἀρχῆς ἀρξαμένων ἁπάσης τῆς προγνωστικῆς τέχνης. ἐπισκέπτεσθαι γάρ σε χρὴ πρῶτον ἁπάντων εἴθἓν ἐξαιρέτως πέπονθε μόριον εἴτε τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐστι τὸ νόσημα. δεύτερον δὲ κατὰ τίνα μάλιστα δύναμιν κίνδυνός ἐστι τῷ κάμνοντι. προείρηται δὅτι τρεῖς εἰσιν. εἶθἑξῆς τὰ τῆς δυνάμεως ἐκείνης ἀγαθά τε καὶ κακὰ γνωρίσματα. φέρε γὰρ ἀπαθῆ  μὲν εἶναι τὴν ἀπἐγκεφάλου δύναμιν, ἀπαθῆ δὲ καὶ τὰ μόρια τοῦ σώματος, ἐπὶ τοῖς χυμοῖς δὲ μόνοις σηπομένοις, ἔχοντος τὴν ὑπόθεσιν ὅλου τοῦ νοσήματος, ὅπερ ἐστὶ πυρετώδους ὄντος. εἶτα τούτων οὕτως ἐχόντων ἀπἀρχῆς φαίνεσθαι πάντα ἐν τοῖς οὔροις ἀγαθὰ σημεῖα, τοῦτον τὸν ἄνθρωπον ἀδύνατον ἀποθανεῖν, ὥστε κἂν ἐπιφαίνηταί τι σύμπτωμα φοβερὸν, οὐ μόνον οὐ καταπλαγήσῃ, καθάπερ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ καὶ κρίσεως αὐτὸ μηνυτικὸν ἡγήσῃ. καὶ γὰρ ὀδυνῶνται κεφαλὴν καὶ παρανοοῦσι καὶ βλέπουσιν ὀρφνώδη τε καὶ ξανθὰ καὶ ἀμβλυώττουσι καὶ καρδιαλγοῦσι καὶ δυσπνοοῦσιν, ὑποχόνδριά τε συντείνονται λόγῳ κρίσεως, αὖθις δὲ διαχωρήματα κακοήθη καὶ πτύσματα, καί τινες ἔμετοι γινόμενοι καὶ μόρια μελαινόμενα καὶ σηπόμενα καὶ νεκρούμενα τὸν ἄνθρωπον ἀποφαίνει κατὰ πάντα βελτίω. καὶ γὰρ εὐπνούστεροι καὶ εὐορεκτότεροι καὶ εὐϋπνότεροι καὶ ἀνωδυνώτεροι καὶ κατὰ τὰς ἀναστάσεις κουφότεροι καὶ τὸ σύμπαν εὐφορώτεροι, πολλάκις ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν οἱ κάμνοντες ἐγένοντο, φανερῶς ἐνδεικνυμένων τῶν κενουμένων ἐκκαθαίρεσθαι τὸ σῶμα, τῆς φύσεως ἐκ παραδόξου τὴν ἔμπροσθεν ἧτταν ἀναμαχομένης. ἅπαντα δὲ ταῦτα δυνάμει προείρηται καὶ διώρισται κατὰ τὸ βιβλίον τοῦτο καὶ μόνα τὰ παρὰ τῶν σφυγμῶν αὐτοῖς γε χρὴ προσθεῖναι γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ σαφῶς πάντα, μηδαμόθεν παρακειμένων Σφιγγὸς αἰνιγμάτων, οἷα μυρία γεγράφασιν οἱ περὶ τὸν Ἀρχιγένην. ταῦτοὖν ἅπαντα πρόχειρα τῇ μνήμῃ φυλάττων ἐπίβλεπε παραβάλλων ἀλλήλοις. ἐξ αὐτῶν γὰρ δυνήσῃ προλέγειν καὶ τὰ παραλειπόμενα πρὸς τῶν ἀῤῥώστων, ἐνίοτε μηδαὐτοῖς τοῖς οἰκείοις αὐτῶν ἀκριβῶς γινωσκόμενα, ὡς ἐμὲ πολλάκις ἐθεάσασθε τοῦτο μὲν ἐπὶ τῶν πριόντων τοὺς ὀδόντας εἰπόντα φύσει τὸ σύμπτωμα τοῦθὑπάρχειν αὐτοῖς, ὡς νομίσαι τοὺς ἀκούοντας οἰκείους, οὐκ ἐξ ἰατρικῆς, ἀλλἀπὸ μαντικῆς τέχνης γεγονέναι τὴν πρόῤῥησιν. ἐνίοτε δἐπὶ τῶν κοιμωμένων παρηνεῳγμένοις τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τοῦθὑπάρχει φύσει. καί τινος ἐπὶ τὰ στέρνα κατακειμένου καὶ τοῦτο ἀναγκαῖον ὑπάρχειν αὐτῷ φύσει. γυναικὸς δέ τινος ὤφθη ποθἡμῖν εἰσελθοῦσιν δεξιὸς ὀφθαλμὸς ὑπερέχειν θατέρου πολλῷ δή τινι, περὶ ἧς ἔφην, ἔμπροσθεν τῆς νόσου γεγονέναι τὴν προπέτειαν. ἐπἄλλου δὲ κοιλότητα τῶν κροτάφων μεγίστην, ὁρωμένου κἀκείνου πρῶτον τότε, κατὰ φύσιν ὑπάρχειν ἔφην αὐτὴν, ἄλλου δὲ ὑφαίμους τοὺς ὀφθαλμοὺς εἶναι φύσει. παρεσπασμένον δἐφἑτέρου τινὸς μέρος ὀφρύων ὀφθαλμῶν χειλῶν εἶπον. ἔνια δὲ καὶ πρὸ τοῦ νοσήματος ἔκ τινος ἔξωθεν αἰτίας γεγονέναι, καὶ μὲν δὴ καὶ διαλείποντα σφυγμὸν ἑτεροσφυξίαν τε καὶ τοιαῦθἕτερα φύσει τισὶν ὑπάρχειν ἔφην, ἀγνοούμενα καὶ τοῖς κάμνουσιν αὐτοῖς ἐνίοτε καὶ σωθέντων αὐτῶν, ὤφθησαν παραμένοντα φωνάς τε τραχείας βραγχώδεις κλαγγώδεις τῷ μὲν φύσει, τῷ δὲ πρὸς τῆς νόσου γενομένας, περὶ ὧν ἐπὶ πλέον ἐν τῇ περὶ τοῦ προγινώσκειν πραγματείᾳ διεληλυθὼς οὐδὲν δέομαι ἐπαναλαμβάνειν νῦν, ἀλλὰ τὸ κεφάλαιον ἀρκεῖ τῆς τῶν τοιούτων εὑρέσεως εἰπόντα καταπαῦσαι τὸν λόγον. ὅταν γὰρ ἐκ τῶν ἄλλων ἁπάντων ἀκίνδυνον φαίνεται τὸ νόσημα, τὸ τοιοῦτον φοβερὸν σύμπτωμα φύσει παρεῖναι γίνωσκε πάντως γε πρὸ τῆς νόσου γεγονέναι διὰ φανεράν τινα αἰτίαν, ὥστε καὶ ἐμοὶ καὶ Ἱπποκράτει πιστεύσαντες ἐπισκέπτεσθε, καθότι προείρηται, τὰς τῶν σημείων δυνάμεις ἐκλογιζόμενοι, καθάπερ, φημὶ, προεῖπεν. αὐτὸς γὰρ τοῦ παραδείγματος ἐμνημόνευσεν, ὅταν ὁμοῦ τε πῦον ἀναβήσσῃ καὶ χολήν. εἴρηται δαὐτῷ τοῦτο κατά γε τὴν ῥῆσιν ἐκείνην ἧς ἀρχή· τῶν δὲ ἐμπυημάτων ὅσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκονται, ὀλέθρια κάρτα εἴτἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο εἴτε ὁμοῦ. κατὰ ταύτην γὰρ τὴν ῥῆσιν ἠξίωσε θεωρεῖν ἀκριβῶς ἅπαντα τὰ τῷ κάμνοντι συνυπάρχοντα καὶ διῆλθέν γε ἔνια αὐτῶν, τῶν μὲν ἀγαθῶν οὕτως ἀρξάμενος. ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα εὐπετέως φέρειν τὸ νόσημα, εὔπνοον εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύελον ῥηϊδίως ἀναβήσσειν. εἶτα ἐφεξῆς αὐτὰ διελθὼν πάντα τῶν κακῶν αὖθις ἀρχόμενός φησι. κακὰ δὲ τὰ ἐναντία τούτων δυσπετέως φέρειν τὸ νόσημα πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόγις ἀναβήσσειν, διψῇν κάρτα, τὸ σῶμα ὑπὸ τοῦ πυρὸς ἀνωμάλως ἔχεσθαι. αὕτη σοι καὶ τῶν μοχθηρῶν σημείων ἀρχὴ τῆς διδασκαλίας ἔμπροσθεν ὑπαὐτοῦ γεγενημένης κατὰ τὴν προειρημένην ἐπὶ τῶν πτυσμάτων ὧν ἔγραψε ὑπόθεσιν. ὡς οὖν, φησὶν, ἐπὶ τούτων εἶπον, οὕτως ἐπὶ πάντων πρᾶττε μηδὲν παραλείπων, ἀλλὰ κατὰ μέρος ἐκλογιζόμενος ἑκάστου σημείου τὴν δύναμιν, εἶθοὕτως παραβάλλων ἀλλήλοις αὐτά.
§38 Εἰς τὸ προγνῶναι τὰ γενησόμενα τοῖς κάμνουσι συμπτώματα, μέγιστον συντελεῖ καὶ τῶν ἐπιδημούντων νοσημάτων γνῶσις, ἤδη τε ἐνεστῶτα καὶ μέλλοντα ἔσεσθαι. διείλεκται δαὐτὸς ἐν κεφαλαίοις βραχέσι κατὰ τοὺς ἀφορισμοὺς,  τά τε καθὥραν ἑκάστην πλεονάζοντα καὶ τὰ τῇ παρούσῃ τε καὶ προγεγονυίᾳ καταστάσει συνεπόμενα. τοῦ μὲν γὰρ ἦρος ἔφη πλεονάζειν τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ τὰ ἄλλα ἐφεξῆς ὅσα κατέλεξεν, τε τοῦ ἦρός εἰσιν ἴδια καὶ τῶν ἄλλων ὡρῶν, ὅταν δηλονότι φυλάττωσι τὰς οἰκείας φύσεις. εἰ δὲ μὴ φυλάττοιεν, ἐπιδημήσειν φησὶν ἕτερα νοσήματα, τῇ γενομένῃ καταστάσει προσήκοντα· καὶ τούτων ἐδίδαξε τίνα μὲν ἐξ ὑστέρου γενήσεται, τίνα δὲ εὐθὺς ἅμα τῇ πρώτῃ καταστάσει. περὶ μὲν οὖν τῶν ὕστερον ἐπιγινομένων ᾧδέ πως ἐδίδαξεν· ἢν μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον καὶ τὰ ἄλλα ὅσα τούτων ἐφεξῆς φησι· περὶ δὲ τῶν ἐν αὐταῖς ταῖς παρούσαις καταστάσεσιν, ἐν οἶς φησι· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς. ἐν ἀφορισμοῖς μὲν οὖν διὰ κεφαλαίων ἐδίδαξε περὶ τῶν ἐπιδημίων νοσημάτων, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἐπὶ τὰ κατὰ μέρος ἧκεν. ὁπόση δἐστὶ καὶ τούτων αὐτῶν χρεία, καί τοι δοκούντων ἐν τοῖς καθόλου περιέχεσθαι, λεχθήσεται κατὰ τὰ τῶν ἐπιδημιῶν ὑπομνήματα, τούτοις ἀκολούθως γραφησόμενα. νυνὶ δὲ τὸ κεφάλαιον ἐρῶ τῆς ὅλης προγνώσεως, ὑπὲρ οὗ τὸν λόγον Ἱπποκράτης ἐποιήσατο κατὰ τὴν προκειμένην ῥῆσιν. οἷς γὰρ εἴρηκε σημείοις ἐν τῷ προγνωστικῷ τούτῳ βιβλίῳ τῶν νοσημάτων αὐτῶν ἰδίοις, τούτοις ἀξιοῖ προστίθεσθαι τὰ διὰ τὸ περιέχον γινόμενα. φέρε γὰρ ὦφθαί τινα σημεῖα κατὰ τὸν λόγον τοῦ νοσήματος αἱμοῤῥαγίας, εἶναι δὲ καὶ τὴν ὥραν ἐαρινὴν, ἔτι μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν. εἰ δὲ καὶ παροῦσα κατάστασις εἴη θερμὴ καὶ ὑγρὰ, πολλῷ δὴ μᾶλλον καὶ τῶν προγεγενημένων δυοῖν τριῶν ὡρῶν κατάστασις, εἰ αἵματος εἴη γεννητικὴ, ἔτι καὶ μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν· ὥσπερ οὖν λόγος ἐπὶ τῆς αἱμοῤῥαγίας, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀρκέσει δὲ εἰπεῖν ἓν ἔτι παράδειγμα γενησομένων ἱδρώτων. ἐν καύμασιν ἀνύδροις πυρετοὶ ἀνιδρῶτες τὰ πλεῖστα, τοῖσι δὲ ἐπὶ ψεκάσιν ἱδρωτικώτεροι γίνονται. δῆλον οὖν ὅτι πρὸς τοῖς ἄλλοις σημείοις ὅσα τοῦ νοσήματός ἐστιν ἴδια, δηλωτικὰ γενησομένων ἱδρώτων ἔτι καὶ τοῦ περιέχοντος κατάστασις προσερχομένη τὴν ἐλπίδα τοῦ γενησομένου βεβαιοτέραν ὑπογράφει.
§39–42
§39 Οὐ παρὰ τοῖς ἰατροῖς μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ῥήτορσιν ἐζήτηται τίνι διαφέρει σημείου τεκμήριον, οὐκ ἐν σημαινομένοις μόνον, ὡς ἄλλοτι, τοῦ προβλήματος ἔχοντος τὴν σύστασιν, ἀλλὰ καὶ πραγμάτων ἐφαπτομένου. χρὴ γὰρ εὑρεῖν τινα φύσιν διττὴν πραγμάτων, ἀφὦν οἱ μὲν ἰατροὶ προγινώσκουσιν, οἱ δὲ ῥήτορες ἀποδεικνύουσιν πείθουσιν ἐπὶ μὲν οὖν τῶν εἰς τὰς ἀποδείξεις λαμβανομένων, εἴτἐπιστημονικάς οὔσας εἴτε πιθανὰς, διαφορὰ μὲν μία ἐστὶν ἀναγκαία τε καὶ διὰ παντὸς ἔχουσα τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον, ἐξ ὧν πρότασις σύγκειται. ἄλλη δοὐκ ἀναγκαίως οὐδὲ διὰ παντὸς, ἀλλὡς τὸ πολὺ μόνον. ἔτι δὲ κατἄλλην διαφορὰν μὲν ἐκ τηρήσεώς ἐστιν ἐμπειρικῆς, δὲ ἐξ ἀκολουθίας λογικῆς, ὅπερ ἐστὶν ἔνδειξις. αὕτη μέν ἐστι τῶν πραγμάτων διαφορά. τοῖς δὀνόμασιν ἐπαὐτῶν οὐχ ὁμοίως ἐχρήσαντο πάντες, ἀλλοἵ γε χαριέστεροι, παρίημι γὰρ ἑκὼν τοὺς ἄλλους, ἐπὶ μὲν τῇ προτέρᾳ τομῇ κατὰ τοῦ διηνεκῶς μὲν ἓν ὁτιοῦν δηλοῦντος ἀξιοῦσι χρῆσθαι τῇ τοῦ τεκμηρίου προσηγορίᾳ, σημεῖον δὀνομάζουσι τὸ ἕτερον, ἐπὶ δὲ τῇ δευτέρᾳ τὸ μὲν ἐκ τηρήσεως σημεῖον, τὸ δἐξ ἐνδείξεως τεκμήριον. ὅτι μὲν οὖν οὕτω χρῶνται τοῖς ὀνόμασιν οἱ Ἕλληνες οὐκ ἰατροῖς μόνον ἐπίστασθαι χρήσιμον, ἀλλὰ κἀκείνοις ὅσοις τῇ τέχνῃ προσήκει τὸ ἑλληνίζειν. ὅτι δὲ εἴς τε τὰς ἀποδείξεις καὶ τὰς προγνώσεις εἰρημένη διαφορὰ τῶν πραγμάτων ἐγνῶσθαι χρησιμωτάτη πρόδηλον εἶναι παντὶ νομίζω. τό γε μὴν ἀμφότερα τὴν ἑαυτῶν ἀεὶ διαφυλάττειν δύναμιν, ὅσα τε ἀγαθόν τι δηλοῖ καὶ ὅσα τι κακὸν, ἄξιον ἐπισκέψεώς ἐστιν. ἐν γοῦν τοῖς ἀφορισμοῖς αὐτὸς εἶπεν, ἐν ταῖς νούσοις ἧττον κινδυνεύουσιν οἱ νοσέοντες, οἷς ἂν οἰκείη τῆς φύσεως καὶ τῆς ἡλικίας καὶ τῆς ἕξιος καὶ τῆς ὤρης νοῦσος μᾶλλον οἶσιν ἂν μὴ οἰκείη κατὰ τι τουτέων. τοῦτοὖν πρὸς τὸ νῦν εἰρημένον οὐ διαφέρεται, κακὸν μὲν γάρ τι σημαίνειν ἔφη τὰ κακὰ διὰ παντὸς, οὐ μὴν ὅτι γε ὡσαύτως οὐχ ὡσαύτως ἔτι προσέγραψεν, εἰρημένος ἀφορισμός. οὐδέτερον δὲ μετατίθησιν εἰς τὴν ἐναντίαν φύσιν, ἀλλἦττον καὶ μᾶλλον ὑπάρχειν αὐτοῖς τοῦτό φησι, παρά τε τὰς φύσεις καὶ τὰς ἡλικίας καὶ τὰ ἄλλα ὅσα κατέλεξεν, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἂν ἐναντία λέγοιτο πρὸς Ἱπποκράτους, κατἐκεῖνο δὲ μᾶλλον, ὅταν εἴπῃ τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ  γινόμενα παρὰ λόγον· τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τι διαμένειν οὐδὲ χρονίζειν εἴωθε. διὰ τοῦτο γοῦν αὐτὸ προσέγραψεν ἐν τῷ προγνωστικῷ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν. ἐν μὲν γὰρ τοῖς συμπτώμασι γίνεταί τις μετάπτωσις ἔκ τε τῶν πονηρῶν εἰς ἀγαθὰ κἀκ τῶν ἀγαθῶν εἰς πονηρά. τῶν δὲ σημείων οὐδὲν εἰς τοὐναντίον μεταπίπτειν πέφυκεν, ἀλλἧττον μὲν καὶ μᾶλλον ἤτοι κακόν τι σημαίνειν ἀγαθὸν, οὐ μὴν ἀγαθὸν μὲν νῦν, αὖθις δὲ κακὸν, κακὸν μὲν νῦν, αὖθις δἀγαθόν. ὅσα γοῦν ἐν τοῖς οὔροις εἶπεν εἶναι κακὰ σημεῖα, ταῦτοὐκ ἄν ποτε ἀγαθὰ γένοιτο, καθάπερ οὐδὲ τῶν ἀγαθῶν οὐδὲν κακόν. οὕτως δὲ καὶ ὅσα περὶ τῶν πτυσμάτων διαχωρημάτων ὡς ἀγαθῶν κακῶν εἴρηκεν οὐδὲν εἰς τοὐναντίον μεταπίπτει. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅσα περὶ τὸ πρόσωπον εἶπε γίγνεσθαι σημεῖα κατὰ χρόαν ὄγκον σχῆμα καὶ περὶ κατακλίσεων δὲ καὶ τοῦ πελιδνοῦσθαι καὶ μελαίνεσθαι μόριον ὁτιοῦν ἄλλο τοιοῦτον πάσχειν. ἅπαντα γὰρ διαφυλάττει τὴν οἰκείαν δύναμιν οὐ κατὰ τὸ μέγεθος δηλονότι, προείρηται γὰρ ὅτι τὸ μᾶλλον δέχεται καὶ ἧττον, ἀλλὰ κατὰ γένος, ἐπεὶ μήτε τῶν ἀγαθῶν οὐδὲν εἰς τὸ τῶν κακῶν μεταπίπτει γένος, ἐκείνων τε οὐδὲν εἰς τὸ τῶν ἀγαθῶν. ὅταν γε δηλονότι μετὰ τῶν οἰκείων ἐξετάζηται διορισμῶν, οὐ μὴν ἐπί γε τῶν συμπτωμάτων οὕτως ἔχει. καὶ γὰρ δυσπνοοῦσιν ἔνιοι καὶ παραφρονοῦσι καὶ ὑποχόνδριον ἀνασπῶνται καὶ μαρμαρυγὰς ὁρᾷν οἴονται καί τινα ὀρφνώδη προφαίνεσθαι κρίσεως λόγῳ, καὶ μὴν καὶ καρδιαλγεῖν καὶ χεῖλος τὸ κάτω σείεσθαι καὶ παρωτίδας καί τινα ἑτέραν ἀπόστασιν ἔχειν. ἅπαντα γὰρ φαίνεται ταῦτα ποτὲ μὲν, ὡς εἴρηται, κρίσεως λόγῳ γινόμενα, ποτὲ δὲ αὐξανομένοις νοσήμασιν ἑπόμενα, καθὸ κἀκεῖνο δεόντως εἴρηται πρὸς αὐτοῦ· τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα· διώρισται δἡμῖν ὑπὲρ ἁπάντων τῶν τοιούτων ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ κρίσεων, ὥστε μηδὲν εἰς τὸ προγινώσκειν ἐνδεῖν καὶ διὰ τοῦτο, ὅπερ ἀεὶ συμβουλεύω καὶ νῦν διελθεῖν οὐκ ὀκνήσω. πρῶτα μὲν καὶ μάλιστα σπουδάζειν φημὶ μαθεῖν ὅσα τῆς ἰατρικῆς ἐστιν ἔργα· τὰ δἄλλα ὅσα τοιαῦτα τινὰ μὲν ἐν φωνῇ καὶ σημαινομένῳ τὴν ζήτησιν ἔχοντα, τινὰ δὲ λογικῆς ἐχόμενα θεωρίας, ὕστερόν ποτε καὶ κατὰ πολλὴν σχολὴν μεταχειρίζεσθαι, καθάπερ καὶ νὺν ἐπὶ τῶν σημαινομένων ἔκ τε τοῦ τεκμήριον ὀνόματος καὶ τοῦ σημεῖον. ἐπειδὴ γὰρ ὅσον ἐστὶ χρήσιμον εἰς τὴν τέχνην εἴρηταί μοι, προσθήσω τι καὶ τῆς τούτων ἐξηγήσεως ἐχόμενον, ἕτερον ὧν ἔμπροσθεν εἶπον. ἔστι δὲ τοῦτο τοιόνδε· τῶν κρισίμων συμπτωμάτων ἐγχωρεῖ κατηγορῆσαι τὸ σημεῖον ὄνομα, τὸ μέντοι τεκμήριον οὐκ ἐγχωρεῖ. μόνα γὰρ ἐκεῖνα σημεῖά τε ἅμα καὶ τεκμήρια καλοῦσιν οἱ Ἕλληνες, ἐξ ὧν ἔνεστι τεκμήρασθαί τι περὶ τῆς σωτηρίας ἀπωλείας τοῦ κάμνοντος, περιλαβὼν ἄν τις ἑνὶ κεφαλαίῳ φαίη γνωρίσματεἶναι τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων, ὅπως ἔχωσιν ἀῤῥωστίας ῥώμης, ἐν οἷς δηλονότι καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. τῶν δὲ κρισίμων συμπτωμάτων οὐδὲν ἔχει τοιαύτην φύσιν· ἀλλὅτι μὲν ἔσται κρίσις δηλοῦται πρὸς αὐτῶν, ὥσπερ ὅτι διἐκκρίσεως ἀποστάσεως, ἔτι τε πρὸς τούτοις διά τινος ἐκκρίσεως ἀποστάσεως οἷον αἱμοῤῥαγίας ἐμέτων παρωτίδων. εἴτε δὲ ἀγαθὴ γενήσοιτο κρίσις κακὴ, διὰ τῶν τοιούτων σημείων οὐκ ἔνεστι τεκμήρασθαι. φαίνονται γὰρ οὐδὲν ἧττον εἰς ἀγαθὸν εἰς κακὸν αἱ τοιαῦται κρίσεις ἅπασαι τελευτῶσαι. καὶ διορισμὸν αὐτῶν ἐδίδαξεν ἡμᾶς βεβαιότατον οὐκ ἐκ συμπτωμάτων τινῶν γινόμενον, ἀλλἐκ σημείων τε καὶ τεκμηρίων τινῶν. πεπασμοὶ γὰρ, φησὶ, ταχύτητα κρίσιος, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας χρόνους πόνους θανάτους τῶν αὐτέων ὑποστροφάς. ὥσθὅτι μὲν ἔσται κρίσις ἐκ τῶν κρισίμων συμπτωμάτων, δὴ καὶ σημεῖα κρίσιμα καλεῖν ἐγχωρεῖ, προγνῶναι δυνατόν ἐστιν, εἴτε δὲ εἰς ἀγαθὸν εἴτεἰς κακὸν αὕτη τελευτήσει, διὰ τῶν πεπασμένων γνῶσις, ἐν οἷς πάλιν οὐ τοῦ γενήσεσθαι κρίσιν δήλωσις, ἀλλὰ τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον τεθνήξεσθαι. ἔστω δέ σοι καὶ ἥδε πρὸς ταῖς εἰρημέναις ἔμπροσθεν ἐξήγησις τῶν προσηγοριῶν, ἅμα χρησίμοις πράγμασιν εἰς τὴν τέχνην εἰρημένη. μέμνησο δὲ ὅτι καὶ τὰ κρίσιμα σημεῖα συμπτώματά ἐστι τῷ γένει δηλοῦντα τὰς ἐσομένας ἐκκρίσεις ἀποστάσεις. αὗται δὲ τοῦ λῦσαι τὴν νόσον καταλῦσαι τὴν δύναμιν αἴτια μὲν πρώτως, κατὰ συμβεβηκὸς δὲ καὶ σημεῖα γίνονται.
§40 Οὐ κατὰ τὴν ἑαυτῷ συνήθη βραχυλογίαν τὸν περὶ τῶν χωρῶν ἐποιήσατο λόγον. ἐνῆν γὰρ αὐτῷ τῇ πρὸ ταύτης ῥήσει δύο συλλαβὰς προστιθέντι μηδὲν ἔτι δεῖσθαι ταύτης· προσθεὶς οὖν αὐτὰς ἐγὼ δείξω ἐναργῶς ὁποῖός τις ἂν λόγος ἐγεγόνει. εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ καὶ χώρῃ τά τε κακὰ κακόν τι σημαίνει καὶ τὰ χρηστὰ  ἀγαθόν. ἐν ταύτῃ τῇ ῥήσει τὸ χώρῃ προσθεὶς ἔδειξά σοι περιττὴν εἶναι τὴν νῦν προκειμένην ῥῆσιν. οὐδὲν γὰρ ἄλλο διαὐτῆς ἐδιδάχθη τὰ σημεῖα τά τε ἀγαθὰ καὶ τὰ κακὰ ταὐτὸν ἑαυτοῖς σημαίνειν ἑκάτερα ἐν ἁπάσῃ ὥρῃ, κἂν θερμὴ κἂν ψυχρὰ κἂν εὔκρατος . Λιβύης μὲν γὰρ ὡς θερμῆς, Σκυθίας δὲ ὡς ψυχρᾶς, Δήλου δὡς εὐκράτου καὶ μέσης ἀμφοῖν, ἕνεκα παραδείγματος ἐμνημόνευσεν.
§41 Ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμέν που κατὰ τὴν τοῦ λόγου χρείαν, τοῦτο νῦν ἔγραψεν Ἱπποκράτης, ὅτι τῷ καλῶς ἐκμαθόντι τὰς δυνάμεις τῶν σημείων ὑπάρξει, κἂν εἰ μὴ διὰ παντὸς ἀκριβῶς προγινώσκειν τὰ γενησόμενα, τὸ γοῦν ἐπιτυγχάνειν πολλαπλάσιον τῶν ἀποτυγχανομένων, ἐν δὴ καὶ βελτίων ἕτερος ἑτέρου τῶν ὁτιοῦν προγινωσκόντων ἐστί. τὸ μὲν γὰρ μηδέποτε ἁμαρτάνειν μεῖζον κατἄνθρωπον, τὸ δὡς ἥκιστα τεχνίτου μόνου. πολλῆς δὲ οὔσης καὶ καταὐτὸ τοῦτο διαφορᾶς μὲν ἐν τοῖς εἴκοσιν ἅπαξ ἀποτυγχάνων οὐκ ὀλίγῳ τινὶ βελτίων ἐστὶ τοῦ κατὰ δέκα διαμαρτάνοντος ἅπαξ, αὐτοῦ δὲ τούτου πάλιν ἐν τοῖς ἑκατὸν ἅπαξ ἀποτυγχάνων, ὥσπερ γε καὶ τούτου πάλιν ἐν τοῖς διακοσίοις. οὐκ οὖν ὀρθῶς ἡμᾶς ἐρωτῶσιν οἱ ἐμπειρικοὶ τί τῶν ὡς τὸ πολὺ θεωρημάτων ἐκ τῆς τοῦ λόγου προσθήκης ἀδιάπτωτόν τε καὶ διηνεκὲς ἐποιησάμεθα. εἶτοὐκ ἔχοντες δεῖξαι δοκοῦσιν ἐλέγχειν, ὡς ἐκ περιττοῦ τὸν λόγον προστιθέντας. εἰ γὰρ μὴ διηνεκῶς, ἀλλὰ πλεονάκις γἐκείνων, τοῦ τέλους τῆς τέχνης τυγχάνομεν, ὥσπερ ἐν τῷ προγινώσκειν τὰ μέλλοντα γενήσεσθαι τοῖς κάμνουσιν, οὕτω κἀν τῷ θεραπεύειν αὐτούς.
§42 Τοῦτό μοι δοκεῖ προσθεῖναι κατὰ τὴν τελευτὴν τοῦ λόγου, διότι περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται τὴν διδασκαλίαν ἔφησε πεποιῆσθαι κατὰ τοῦτο. μεμνημένος οὖν ὅτι τὰ μὲν πλεῖστα τῶν εἰρημένων ὑπαὐτοῦ σημείων ἀγαθῶν τε καὶ κακῶν ἁπλῶς εἴρηται κατὰ πάντων κοινῇ τῶν νοσημάτων, ὀλίγα δἐπἐνίων ἀφωρισμένων, ἀνέμνησε καὶ ἡμᾶς αὐτοῦ μετὰ τοῦ προσθεῖναι τὸ μηδὲν παραλελεῖφθαι κατὰ τὸν λόγον, τάχα ἂν ἡμεῖς ᾠήθημεν εἶναι ψευδές· ἐπειδὴ τινῶν μὲν ἐμνημόνευσεν ὀνομαστὶ, τινῶν δοὔ. τοῦτο γὰρ αὐτὸ δηλοῖ, μὴ μάτην ὑπαὐτοῦ γεγονέναι μηδἄνευ τινὸς αἰτίας, ἀλλἐπειδὴ παρὰ τὰ ἄλλα διδασκαλίας ἐξαιρέτου τινὰ τῶν νοσημάτων ἐδεῖτο, διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ἰδίᾳ. τὰ δἄλλα πάντα τὰ παραλελειμμένα τοῖς κοινοῖς ὑποπέπτωκε σημείοις εὐθέως γε τοῦτο πρῶτον ὑπαὐτοῦ γεγραμμένον, προσαγορεύουσι, νεκρῶδες πρόσωπον ἐπὶ παντὸς νοσήματος ὀξέως, ὀλέθριον ἀληθῶς εἴρηται. κατὰ δὲ τὸν αὐτὸν λόγον ὅσα περὶ κατακλίσεως ἔγραψεν ἀναπνοῆς ὕπνων ἀγρυπνίας τῶν ἄλλων, ὅσα κοινὰ πάντως ἐστὶ τῶν ἐν τοῖς προγεγραμμένοις χρόνοις κρινομένων. οὐ γὰρ δή γε περὶ τῶν χρονίων αὐτῷ τὸ σύγγραμμά ἐστιν, ἀλλὡς αὐτὸς εἶπεν, ὀξέων τε καὶ τῶν ἐκ τούτων γινομένων, ὧν καὶ τοὺς χρόνους αὐτὸς ἐδήλωσεν, ἐπἐνίων μὲν εἰκοστὴν ἡμέραν, ἐπἐνίων δὲ τεσσαρακοστὴν ἑξηκοστὴν ὅρον θέμενος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up