Book 2
§1–11
§1 Κατὰ μὲν τὴν ἀρχὴν τοῦ συγγράμματος αὐτὸς ἔφη, σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖς ὀξέσι νοσήμασι, πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων. ὅθεν ἔνιοί φασιν οὐ περὶ τοῦ νεκρώδους προσώπου μόνον ὡς ἐν ὀξεῖ νοσήματι, ἀλλὰ περὶ τῶν ἑξῆς ἁπάντων γεγονέναι τὸν λόγον αὐτῷ, μηδὲ τὸ κατὰ τὴν τελευτὴν τοῦ συγγράμματος εἰρημένον ἀναγνόντες ἔνθα φησί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων· νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται. καὶ μέντοι καὶ φαίνεται περί τε τῶν ἐμπυημάτων εἰρηκὼς ἔμπροσθεν οὐ μόνον ἐκείνων ὅσα κατὰ τὴν εἰκοστὴν ἡμέραν ῥήγνυσθαι πέφυκεν, ἀλλὰ καὶ τῶν εἰς τὴν τριακοστήν τε καὶ τεσσαρακοστὴν καὶ ἑξηκοστὴν ἀφικομένων, ἔτι τε πρόσθεν ὑπὲρ τῶν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκτεινομένων νοσημάτων, ἔνθα φησίν· εὔπνοιαν δὲ χρὴ κάρτα νομίζειν μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν, ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασι, ὁκόσα σὺν πυρετοῖς τέ ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. καὶ νῦν ἄντικρυς εἷπεν, οὐ περὶ πάντων ὑδρώπων ποιούμενος τὸν λόγον, ἀλλὅσοι περ ἂν αὐτῶν ἐκ τῶν ὀξέων νοσημάτων γένωνται. καὶ περὶ μὲν τῶν ἐμπύων τε καὶ φθινωδῶν καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ καὶ πρὸς τούτοις ἔτι καὶ περὶ τεταρταίων ὁμολογουμένων καὶ τούτων χρονίων νοσημάτων. οἱ γοῦν ἐκ τῶν ὀξέων νοσημάτων ὕδρωπες ὅτι πάντες εἰσὶ κακοὶ μήτε τὸν πυρετὸν παύοντες. ὀδυνηροί τε διαμένοντες, αὐτὸς εἶπεν. ἐδίδαξε δὲ καὶ τὰς γενέσεις αὐτῶν, ἥπατος μὲν ἄντικρυς ὀνομαστὶ μνημονεύσας, ἑνὶ δὲ κοινῷ λόγῳ τῶν ἐν τοῖς κενεῶσι μορίων, ἅπερ ἐστὶ νῆστις καὶ μεσεντέριον, ἔντερά τε λεπτά. προσαγορεύειν γὰρ εἰκός ἐστιν αὐτὸν ἐκεῖνα τὰ μόρια κενεῶνας, ὅσα μεταξὺ τῆς τε τοῦ θώρακος ἐσχάτης πλευρᾶς ἐστι καὶ τοῦ τῆς λαγόνος ὀστοῦ. καὶ γάρ τοι καὶ κενὸν ἅπαν φαίνεται τοῦτο τὸ χωρίον, εἰ παραβάλλοις αὐτὸ τοῖς ἄνωθεν αὐτοῦ μέρεσι καὶ κάτωθεν ὀστώδεσιν ὑπάρχουσιν ἀμφοτέροις. ἔστι δὲ καὶ λαπαρὸν ἅπαν τοῦτο τὸ μόριον, ὅταν γε μὴ πρὸ ὀλίγου τις ἐμπεπλησμένος σιτίων τε καὶ ποτῶν. καί μοι δοκεῖ καὶ ποιητὴς αὐτὰ ταῦτα τὰ μόρια τοῦ σώματος ὀνομάζειν λαπάρας. ὑδρώπων μὲν οὖν ἁπάντων κοινὴ γένεσις ἀποτυχία τοῦ τῆς αἱματώσεως ἔργου γίνεται. καθάπερ γὰρ καὶ ἐν γαστρὶ πέττεται τὰ σιτία, κατὰ τὸν αὐτὸν τρόπον ἐν ἥπατι καὶ φλεψὶν ἐν τῇ κοιλίᾳ προπεφθεῖσα τροφή. καὶ μέντοι καὶ ὡς ἐν τῇ κοιλίᾳ ποτὲ μὲν ἧττον ἀποτυγχάνεται τὸ τῆς πέψεως ἔργον, ἔστιν ὅτε δὲ μᾶλλον, οὕτω κἀν τῷ ἥπατι. πάσχει γὰρ τὸ ἧπαρ ἐνίοτε μὲν αὑτὸ καθαὐτὸ πρῶτον, ὥσπερ καὶ γαστὴρ, ἐνίοτε δὲ κατὰ συμπάθειαν ἑτέρων μορίων. εὔδηλον οὖν ὅτι τὰ πάντα συμπαθοῦντα ἀλλήλοις τῷ γειτνιᾷν τῷ κοινωνίαν ἔχειν μεγάλην κατὰ τὰ ἀγγεῖα καὶ νεῦρα πάσχει. οὕτω τοίνυν καὶ τὸ ἧπαρ διά τε φλεβῶν μεγάλων συνῆφθαι φαίνεται καὶ σπληνὶ καὶ γαστρὶ καὶ ἐντέροις, τε θέσις αὐτῶν οὕτω πλησίον ὡς ἔνια μὲν ἅπτεσθαι, τινὰ δὲ ὀλίγου δεῖν ψαύειν αὐτοῦ. σπληνὸς μὲν οὖν οὐκ ἐμνημόνευσεν Ἱπποκράτης, ἐπειδὴ περὶ τῶν ὀξέων νοσημάτων λόγος ἦν αὐτῷ. φαίνεται δὲ τοῦτο τὸ σπλάγχνον, ὅταν ἐν χρονίοις νοσήμασι σκιῤῥώδη λάβῃ διάθεσιν, εἰς συμπάθειάν τε τὸ ἧπαρ ἄγειν, ὑδέρους τε διἐκείνου μέσου τῷ παντὶ σώματι κατασκευάζειν. ἥπατος δὲ καὶ τῶν κενεώνων μέμνηται καὶ διδάσκει τὰς διαφορὰς τῶν ἐπαὐτῶν γινομένων ὑδέρων, ὡς διὰ τῆς ἑξῆς λέξεως ἔσται δῆλον.
§2 Τὸ μὲν οὖν οἰδεῖν τοὺς πόδας ἁπάντων κοινὸν ὑδέρων· ἀμέλει καὶ τοῖς ἐφἥπατι συνεδρεύειν αὐτό φησι. γινώσκομεν δὅτι καὶ τοῖς ἐπὶ σπληνὶ καὶ ἁπλῶς ἅπασι τοῖς ἄλλοις. τὸ δὲ τῆς διαῤῥοίας· ἴδιον ἐξαίρετόν ἐστι τοῖς ἐπὶ κενεῶσιν ὑδέροις, ὅσοι τῆς νήστεως τοῦ μεσεντερίου φλεγμαινόντων γίνονται. μάλιστα γὰρ δὴ τούτοις ἀκρατεῖς αἱ φλέβες εἰσὶ, διὧν ἕλκει τὸ ἧπαρ εἰς αὑτὸ τὴν τροφὴν, ὥστοὔθὑπηρετεῖν τῷ σπλάγχνῳ πρὸς τὴν ἀνάδοσιν, οὔτε μένειν ἐν τῇ νήστει καὶ τοῖς λεπτοῖς ἐντέροις τὴν τροφήν. κἂν εἰ ἀῤῥωστοῦντα τύχῃ βαρυνόμενα πρὸς αὐτῆς, ὠθεῖ κάτω παραχρῆμα πᾶσαν αὐτὴν, καὶ αὕτη τῆς διαῤῥοίας αἰτία. καὶ δὴ καὶ διαφθείρεσθαι τὴν τροφὴν ἀθροίζεσθαί τε πολὺ τὸ χολῶδες εἰκός ἐστι διὰ τὴν τῶν φλεγμαινόντων μορίων θερμότητα. δῆξις οὖν οὐ σμικρὰ γίνεται διὰ ταῦτα τοῖς ἐντέροις, ἐρεθίζουσα πρὸς τὴν ἀπόκρισιν τῶν περιεχομένων ἐν αὐτοῖς, καὶ αὕτη πάλιν αἰτία δευτέρα τῆς διαῤῥοίας ἐστίν. εἰκότως δαὐτάς φησιν οὔτε τὰς ὀδύνας παύειν οὔτε λαπάττειν, τουτέστι κενοῦν καὶ προστέλλειν τὰ τῆς γαστρὸς οἰδήματα, δηλῶν κἀν τούτοις ὅτι μετὀδύνης ἐκκρίνουσιν, ὅτι τε τὸ ὑπογάστριον ὅλον αὐτοῖς εἰς ὄγκον ἐξαίρεται. τὰς μὲν γὰρ ὀδύνας ἀναγκαῖόν ἐστι γίνεσθαι διά τε τὰς φλεγμονὰς καὶ τὰς δήξεις. τὴν γαστέρα δὅλην ἐξαίρεσθαι τῶν ἐντέρων πληρουμένων πνεύματος φυσώδους, οὖ τὴν μὲν γένεσιν εὔλογόν ἐστιν ἕπεσθαι ταῖς ἀπεψίαις. τὸ δὲ οὐ μένειν ἔνδον ἀῤῥωστίᾳ τῆς περισταλτικῆς δυνάμεως τῶν ἐντέρων γίνεται.
§3 Θυμὸν εἴρηκε νῦν τὴν προθυμίαν ἣν ἴσχουσι πρὸς τὸ βήττειν, ἐρεθιζόμενοι μὲν ὡς πρὸς τὸ σύμπτωμα, παραχρῆμα δὲ αὐτοῦ παυόμενοι καὶ μόνον ἀρχῆς τοῦ βήττειν πειρώμενοι. γὰρ τοῦ ἥπατος ὄγκος ἐγκείμενος ταῖς φρεσὶ στενοχωρίαν ἐργάζεται τῷ πνεύμονι. παραπλησίας οὖν διαθέσεως γινομένης τῇ κατὰ τὰς ὄντως αὐτῷ στενοχωρίας, διἃς φλεγμαίνων τε καὶ καταῤῥοϊζόμενος ἐκ τῆς κεφαλῆς πάσχει. προθυμοῦνται μὲν βήττειν, ἐλπίζοντες ἐκ τοῦ κενῶσαι τὸ λυποῦν ἰάσασθαι τὴν στενοχωρίαν. ἀρξάμενοι δὲ αὐτοῦ παραχρῆμα παύονται διὰ τῆς πείρας αὐτῆς εἰς γνῶσιν ἀκριβεστέραν ἀφικνούμενοι τῆς διαθέσεως, αἰσθανόμενοί τε σφῶν αὐτῶν ὅτι μάτην ἤλπισαν. ἀλλὰ καὶ φύσις αὐτὴ καθαὑτὴν ἐπάγει βῆχα, τὰς ἐμφράξεις τοῦ πνεύμονος ἐκκαθαίρουσα, κἂν ἡμεῖς μὴ προαιρώμεθα βήττειν· ὥστἐργῶδες εἷναι πολλάκις ἀντισχεῖν τε καὶ κωλῦσαι τὸ σύμπτωμα. νῦν οὖν ὁπότε διὰ τὴν στενοχωρίαν ἐπὶ τὸ βήττειν οἱ κάμνοντες ἔρχονται μάτην, ὡς ὀνησόμενοί τι τὴν ἐκ τῆς φυσικῆς δυνάμεως ὑπηρεσίαν οὐκ ἔχοντες αὐτίκα παύονται. διὰ ταῦτα μὲν γὰρ προθυμία γίνεται τοῖς οὕτω κάμνουσι τοῦ βήττειν. ἀπολείπει δαὐτοὺς ἐν τάχει τοὔργον, ὡς ἂν μηδὲν ἀποπτύοντας ἄξιον λόγου. ἀλλὰ τοσοῦτον ὅσον εἰς τὰς τραχείας ἀρτηρίας ὀῤῥῶδές τε καὶ λεπτὸν ἐκ τῶν περιεχόντων ἀγγείων τὸ ὀῤῥῶδες αἷμα συνθλίβεται δίκην ἱδρῶτός τινος ταῦτοὖν οἱ ἀπὸ τοῦ ἥπατος ὕδρωπες ἀφορίζονται τῶν προειρημένων, ἔτι τε τῇ βραχύτητι καὶ τῇ σκληρότητι τῶν ὑπερχομένων κάτω. διερεθίζονται γὰρ ἐκεῖνοι πεπονθότων αὐτοῖς ἤτοι τῶν ἐντέρων τοῦ μεσεντερίου. τοῖς δἀπὸ τοῦ ἥπατος ὑδεριῶσιν, ὡς ἂν ἀπαθῶν ὄντων τούτων, οὔτε διαφθειρομένης τῆς τροφῆς οὔτε βαρυνομένων ὑπαὐτῆς τῶν μορίων, ἔῤῥωνται γὰρ καὶ οὐ γίνονται διάῤῥοιαι, μένει πλεῖον αὐτόθι τὰ τῆς τροφῆς λείψανα, τὸ μέν τι διαπέμποντα πρὸς τὴν ἐντὸς τοῦ περιτοναίου χώραν, τὸ δέ τι καὶ τῇ φλεγμονῇ τοῦ ἥπατος οἷον ἐξοπτώμενα, καὶ μέντοι καὶ τὸ δέρμα πᾶν αὐτοῖς, ὡς ἂν ὑπὸ φλεγματώδους αἵματος τρεφόμενον, οἰδαλέον τε γίνεται καὶ εἰ πιέσαις αὐτὸ τῷ δακτύλῳ, παραχρῆμα μὲν φαίνεται κοῖλον, ὀλίγον δὕστερον εἰς τὴν ἔμπροσθεν ἐπανερχόμενον κατάστασιν. οὐ μὴν εὐθέως ἐξ ἀρχῆς ἅμα τῇ μεταπτώσει τῆς ὀξύτητος εἴωθε γίνεσθαι τὸ τοιοῦτον, ἀλλοἱ μὲν πόδες οἰδίσκονται πρῶτοι, ποῤῥωτάτω τῶν θερμοτάτων μορίων ὄντες. ἐπαναβαῖνον δὲ τὸ σύμπτωμα καὶ περὶ τὴν κοιλίαν πᾶσαν τὴν αὐτὴν ἐργάζεται διάθεσιν, ὥστε εἰ πιέσας τὸ οἴδημα δακτύλῳ κοιλαίνεσθαί τε καὶ οἶον βοθροῦσθαι τὸν τόπον, εἶτὀλίγον ὕστερον εἰς τὴν ἔμπροσθεν ἐπανέρχεσθαι κατάστασιν. ὅπερ Ἱπποκράτης εἶπε καὶ περὶ τὴν κοιλίην οἰδήματα γίνεται ἱστάμενά τε καὶ καταπαυόμενα. δύναιτο δἂν εἰρηκέναι τοῦτο καὶ περὶ τῆς πρώτης γενέσεως αὐτῶν ἔτι. καὶ γὰρ ἀρχόμενα συνίστασθαι καθίστανται πολλάκις, ὡς δόξαι τινὶ πεπαῦσθαι τελέως αὐτά. μετὰ ταῦτα δὲ αὖθις ἐπαίρεται καὶ πάλιν δὲ καθίστανται καὶ αὖθις πάλιν ἐπαίρεται. προελθόντος δὲ τοῦ χρόνου μένει μηκέτι καθιστάμενα. διαφέρει γε μὴν ταῦτα τῶν προειρημένων ἐν τοῖς κενεῶσι, τῷ κοιλαίνεσθαι πιεζόμενα, φλεγματικὴν ἔχοντα τὴν φύσιν, οὐκέτι φυσώδει πνεύματι καθάπερ ἐκεῖνα γινόμενα.
§4 Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλιστα χειμῶνος καὶ γέρουσιν οὐ μόνον ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν, ἃς ἐπισημασίας ὀνομάζουσιν, ἀλλὰ καὶ τοῖς διαλείμμασιν οὐδὲν θαυμαστόν ἐστι περιψύχεσθαι τὰ πέρατα τοῦ σώματος, ἄσαρκά θὑπάρχοντα φύσει καὶ ποῤῥωτάτω κείμενα τῶν σπλάγχνων. ἀλλἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν χρονίων νοσημάτων οὐκ ἔστιν λόγος αὐτῷ. τὸ τοίνυν ἐν τοῖς ὀξέσι καταψύχεσθαι ταῦτα τὰ μόρια κατὰ τὴν ἐναντίαν διάθεσιν ὡς τὸ πολὺ γίνεται τῆς ἐν τοῖς χρονίοις ἐργαζομένης τὸ σύμπτωμα τοῦτο. κατἐκεῖνα μὲν γὰρ οὐκ ἐξικνεῖται μέχρι τῶν ἄκρων τοῦ ζώου μορίων ἔμφυτος θερμότης ὑπἀῤῥωστίας. ἐν δὲ τοῖς ὀξέσι διὰ μέγεθος τῆς τῶν σπλάγχνων φλεγμονῆς· ὀλίγον μέντοι τῆς αἱματώδους οὐσίας εἰς ὅλον ἥκει τὸ σῶμα. πλεῖστον δὲ αὐτῆς ἐν τοῖς φλεγμαίνουσι κατακλείεται καὶ διὰ τοῦτο τὰ μέσα μόρια τοῦ σώματος, ἅπερ ἐστὶ θώραξ τε καὶ γαστὴρ, ἱκανῶς φαίνεται θερμά. γίνεταί γε μὴν ἐνίοτε ἐν τοῖς ὀξέσιν ἐπισημασία μετὰ ῥίγους ψύξεως οὐ μόνα τὰ πέρατα τοῦ σώματος, ἀλλὰ αὐτὸ καὶ τὸ περὶ θώρακα καὶ τὴν γαστέρα δέρμα ψυχρὸν ἐργαζομένη. αὕτη μὲν οὐδὲν ἐνδείκνυται κατὰ τὰ σπλάγχνα φαῦλον. ὅταν δὲ μενόντων θερμῶν τῶν κατὰ πλευράς τε καὶ τὴν γαστέρα μορίων καὶ τοῦ κατὰ φύσιν ἔτι θερμοτέρων γεγενημένων ψύχηται τὰ τοῦ σώματος ἄκρα μόρια, μέγεθος φλεγμονῆς ἐνδείκνυται κατὰ τὰ σπλάγχνα καὶ τάχα βέλτιόν ἐστιν ἀκοῦσαι τὸ θερμῶν ἐόντων ἐπί τε τῆς κοιλίας καὶ τῶν πλευρῶν οὕτως εἰρημένον, ὡς ἐπιφανέστερον αὐτῶν τεθερμασμένων ὁπότε. κατὰ φύσιν εἶχον. ἴσμεν δὅτι καὶ καλούμενος λειπυρίας πυρετὸς ἐκ τῆς τοιαύτης ἰδέας ἐστίν.
§5 Χειρίστην προειρηκὼς κατάστασιν νοσήματος εἶναι, ὅταν τῶν μέσων τεθερμασμένων καταψύχεται τὰ πέρατα τοῦ σώματος, ἀντιπαραβάλλειν νῦν αὐτῇ τὴν ἀρίστην ἐν ἡμῖν, ἐν θερμὸν ὁμαλῶς ἐστιν ὅλον τὸ σῶμα μετὰ τοῦ καὶ μαλθακὸν ὁμαλῶς εἶναι, τὸ γὰρ ὁμαλὸν ἀμφοτέρων ἐστι κοινόν. ὁμαλῶς μὲν οὖν θερμὸν γίνεται τὸ σῶμα καὶ κατὰ τοὺς διακαεστάτους τῶν πυρετῶν, ἀλλὰ δακνῶδές τε καὶ ξηρὸν φαίνεται κατὰ τὰς τοιαύτας διαθέσεις οὐ μαλακόν. εἰ δὲ ἅμα τε μαλακὸν εἴη καὶ θερμὸν ὁμαλῶς, ἀρίστην ἐνδείκνυται διάθεσιν τοῦ σώματος.
§6 Κεφάλαιον μὲν ἁπάσης προγνώσεώς ἐστι τῶν τεθνηξομένων καὶ σωθησομένων παραβολὴ τῆς τοῦ νοσήματος ἰσχύος πρὸς τὴν τοῦ κάμνοντος δύναμιν. ἰσχυροτέρου μὲν γὰρ ὄντος τοῦ νοσήματος τεθνήξεται πάντως ἄνθρωπος. εἰ δἀσθενέστερον εἴη τῆς τοῦ κάμνοντος δυνάμεως, οὐκ ἂν ἀποθάνοι μηδενὸς ἁμαρτηθέντος· καὶ τοῦτο τὸ κεφάλαιον αὐτὸς ἔγραψε κατὰ τὸν ἀφορισμὸν οὗ ἀρχή· συντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου. τὸ μὲν οὖν κεφάλαιον τοῦτο τῆς προγνωστικῆς θεωρίας ἐστίν. οὐσῶν δὲ δυνάμεων τριῶν κατὰ γένος ἐπὶ τρισὶν ἀρχαῖς, ἐγκεφάλῳ καὶ καρδίᾳ καὶ ἥπατι, διὰ τῶν ἐνεργειῶν ἑκάστης αὐτῶν τἀῤῥωστία καὶ ῥώμη γνωρίζεται. ἐνέργειαι δὲ τῆς μὲν κατὰ τὸν ἐγκέφαλον ἀρχῆς αἱ μὲν ἡγεμονικαὶ κατά τε μνήμας γίνονται καὶ διαλογισμοὺς, αἱ δὑπηρετικαὶ κατά τε τὰς αἰσθήσεις καὶ τὰς καθὁρμὴν κινήσεις, τῆς δὲ κατὰ τὴν καρδίαν αἱ διὰ τῆς τῶν ἀρτηριῶν κινήσεως, τῆς δὲ κατὰ τὸ ἧπαρ αἱ περὶ τὸ αἷμα καὶ τοὺς χυμούς. εἰς ταῦτοὖν τὰ κεφάλαια τῆς προγνωστικῆς θεωρίας τεμνομένης, τί περ ἂν ὑφἹπποκράτους ῥηθῇ σημεῖον, ἐπισκοπεῖσθαι τίνος ἐστὶ γένους· οἷον καὶ νῦν ἐστι τοῦ ῥᾳδίως στρέφεσθαι τὸν κάμνοντα καὶ διανιστάμενον ἐλαφρὸν ἑαυτῷ φαίνεσθαι. γνωρίσματα γάρ ἐστι ταῦτα τῆς καθὁρμὴν κινούσης τὸ σῶμα δυνάμεως. ἴσμεν δὅτι καθὁρμὴν κατὰ προαίρεσιν βούλησιν ὀνομάζειν οὐδὲν εἰς τὰ παρόντα διαφέρει· τούτου τοῦ γένους ἦν καὶ τὰ περὶ τῆς κατακλίσεως ἔμπροσθεν εἰρημένα κατὰ τὴν ῥῆσιν, ἧς ἀρχή· κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα. δείκνυσι μὲν γὰρ ὅτι τοιαύτη κατάκλισις ὥσπερ καὶ ἀνάῤῥοπος ἐνεργούντων γίνεται τῶν μυῶν. ὀνομάζειν δὲ αὐτὴν εἰώθασι τονικήν. εἴρηται δὲ περὶ αὐτῆς ἐπιπλέον ἐν τοῖς περὶ μυῶν κινήσεων. ἔλεγε δὲ καὶ Διοκλῆς ὅτι τὰ σώματα τῶν ζώων συνέστηκεν ἐκ τοῦ φέροντος καὶ τοῦ φερομένου. φέρον οὖν ἐστιν δύναμις, φερόμενον δὲ τὸ σῶμα. καθάπερ οὖν οἱ βαστάζοντες φορτίον ἤτοι βαρυνόμενοι πρὸς αὐτοῦ κινοῦνται μόλις κοῦφον εἶναι νομίζοντες ἀλύπως φέρουσιν, οὕτω καὶ δύναμις μὲν ἰσχυρὰ ῥᾳδίως τὸ βάρος τοῦ σώματος φέρει, ὡς μηδὲν εἰς τὰς κινήσεις τοῦ σώματος βλάπτεσθαι, δἀσθενὴς βαρυνομένη μόγις ἐξαίρει τὰ μόρια τοῦ σώματος.
§7 Ἐπιχειροῦντι κινεῖσθαι τὰς κατὰ προαίρεσιν ἐνεργείας τῶν μορίων βαρύτης καταφανὴς γίνεται, σκελῶν μὲν ἐν τῷ διανίστασθαι καὶ βαδίζειν καὶ μεταφέρειν ὅλως αὐτὰ πειρᾶσθαι κατακείμενον, οὕτω δὲ καὶ χειρῶν ἐν τῷ λαμβάνειν τι καὶ μεθιέναι καὶ μεταφέρειν ἐπιχειρεῖν, ὡσαύτως καὶ τῶν κατὰ τράχηλον καὶ ῥάχιν ἐν τῷ μετασχηματίζειν ἐπιχειρεῖν τὸ σῶμα κατὰ ταῦτα τὰ μόρια. καὶ μέγιστόν γε τοῦτἔστι καὶ κυριώτατον ἀῤῥωστίας δυνάμεως σημεῖον βαρύτης τῶν μορίων οὐ πάσης, ὡς εἴρηται πρόσθεν, ἀλλὰ τῆς κατὰ μόνα τὰ νεῦρα καὶ τοὺς μῦς.
§8 Δέδεικται μὲν διἑτέρων ἡμῖν ὅπως ἀλλήλαις αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις συναπόλλυνται καὶ ὡς ἄχρις οὗ ἡτισοῦν αὐτῶν διασώζεται, ζῇ πάντως ἄνθρωπος. εἰρηκὼς οὖν Ἱπποκράτης γνωρίσματα τῆς καταλυομένης δυνάμεως, ὑφἧς οἱ μύες κινοῦνται, νῦν αὐτοῖς προστίθησιν ἑτέρας δυνάμεως σβεννυμένης ἴδια γνωρίσματα. τὸ γὰρ πελιδνοῦσθαι σημεῖον τοῦ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν, ἥτις ἀπὸ καρδίας ὁρμᾶται. διὰ τοῦτο τοιγαροῦν οὐχ ἁπλῶς θάνατον ἔφησε δηλοῦν τὴν πελιδνότητα προσγινομένην τῷ βάρει τοῦ σώματος, ἀλλὰ παραχρῆμα καὶ οὐκ εἰς ἀναβολὴν ἔσεσθαι τοῦτο, ἐπειδὴ τῶν δυνάμεων ἀμφοτέρων νεκρουμένων φαίνεται τὰ γνωρίσματα.
§9 Οὐχ ἧσσον ὀλέθριοι τῶν πελιδνῶν ἐχρῆν εἰπεῖν, ἀλλὡς ἐνίοτε μὲν οὐδὅλως, ἐνίοτε δὲ ἐσχάτως εἰσὶν ὀλέθριοι. καὶ ἴσως ἄν τις ὑπενόησεν ἀγνοεῖν αὐτὸν τοῦτο διὰ τὸ μὴ κυρίως χρῆσθαι τῇ λέξει. προσθεὶς δὲ ἑξῆς τὸν διορισμὸν καὶ διδάξας σαφῶς ἑκάτερον ὧν εἶπον, εὔδηλός ἐστι γινώσκων μὲν τὸ ἀληθὲς, οὐκ ἀκριβῶς δὲ ἑρμηνεύσας. ἐνίοτε γὰρ ἀποσκήμματος λόγῳ μελαίνεταί τι μόριον, ἐνίοτε δὲ καὶ νεκρώσεως. ὅπως δὲ ἄν τις αὐτὸ τοῦτο διαγνοίη, σαφῶς ἐδήλωσεν. ἢν γὰρ εὐπετῶς φέρων φαίνηται τὸ κακὸν, τουτέστιν εὐφόρως κάμνων ἔχῃ, καί τι ἄλλο σημεῖον αὐτῷ παρῇ τῶν σωτηρίων, ἀποσκήμματά ἐστιν· εἰ δὲ τὰ ἐναντία, νέκρωσις.
§10 Φαίνεται τοῖς ὀδυνωμένοις ἀνασπώμενα ταῦτα τὰ μόρια, καθάπερ καὶ τοῖς ἀποθνήσκουσι, καὶ λόγον ἔχει. νεκρουμένης γὰρ ἤδη τῆς ζωτικῆς δυνάμεως καὶ διὰ τοῦταὐτὸ ἀποτείνεσθαι μέχρι τῶν περάτων τοῦ σώματος ἀδυνατούσης, ὀκλαζούσης δὲ καὶ ἐπὶ τὴν ἑαυτῆς ἀρχὴν συναγομένης, ἀναγκαῖόν ἐστιν ἕπεσθαι καὶ τὰ μόρια τῇ δυνάμει καὶ συνέρχεσθαί τε καὶ συνάπτεσθαι πρὸς τὰ μέσα τοῦ σώματος. ὅτι δὲ καὶ οἱ πόνοι συστολὴν ἐργάζονται τῆς δυνάμεως εἰς ἑαυτὴν ἐμάθομεν ἤδη πολλάκις, ὥστε εἰκότως καὶ διἐκείνους ἀνασπᾶσθαι τὰ μόρια πρὸς τὴν ἀρχήν.
§11 Οὐ μόνον ὀρθῶς ἀπεφήνατο περὶ τῶν κατὰ τοὺς ὕπνους σημείων, ἀλλὰ καὶ τὴν αἰτίαν προσέθηκεν αὐτοῖς, εἰς μὲν τὸ κατὰ φύσιν ἀναφέρων ὅσα χρηστὰ, τὰ δὲ ἐναντία διότι παρὰ φύσιν εἰσὶ, διὰ τοῦτο μεμψάμενος. οὕτω δὲ καὶ κατὰ τὸ ἔθος ἔχει. τὸ μὲν γὰρ σύνηθες ἀγαθὸν, τὸ δὲ ἀσύνηθες μοχθηρόν. ἀλλἐπὶ τῶν Ἱπποκράτους χρόνων οὐκ ἄλλο μὲν ἦν τὸ κατὰ φύσιν, ἄλλο δὲ τὰ ἔθη, νυνὶ δἔμπαλιν οἱ πλούσιοι δρῶσιν ἐν ἄλλοις τέ τισι καὶ κατὰ τοὺς ὕπνους, τῆς μὲν ἡμέρας κοιμώμενοι, νύκτωρ δὲ ἐγρηγορότες. ἐπὶ τούτων οὖν ὡς ἂν παρὰ φύσιν εἰθισμένων ζῇν οὐκ ἀληθής ἐστιν εἰρημένη πρὸς Ἱπποκράτους διδασκαλία. κυριώτερον γὰρ ἔν γε τοῖς νῦν χρόνοις ἐστὶ τὸ ἔθος τῆς φύσεως, οὐκ ἐπὶ τῶν πλουσίων γυναικῶν μόνον, ἀλλὰ καὶ ἀνδρῶν οὐκ ὀλίγων.
§12–26
§12 Τὸ μήτε ἡμέρας μήτε νυκτὸς κοιμᾶσθαι τοῖς κατατεινομένοις ὑπό τινος ὀδύνης τε καὶ πόνου γίνεται καὶ τοῖς ἀρχομένοις παραφρονεῖν. ἀγρυπνίας γάρ ἐστι καὶ αὕτη ποιητικὴ, διὰ ξηρότητα τῆς κατὰ τὸν ἐγκέφαλον κράσεως.
§13 Ἀπὸ συστάσεως καὶ ποσότητος καὶ χρόνου, καθὃν ἐκκρίνεται τὰ διαχωρήματα, τὴν διάγνωσιν ἐποιήσατο τῶν ἀρίστων διαχωρημάτων, οὐ μὴν τῶν γε κακίστων ἀπὸ τούτων μόνων, ἀλλὰ προσέθηκεν αὐτοῖς τά τε ἀπὸ τῆς χρόας γνωρίσματα καὶ τὰ ἀπὸ τῆς ὀσμῆς ἔτι τε πρὸς τούτοις τοῦ κατὰ τὴν ἀπόκρισιν συνεζευγμένου ψόφου. σύστασιν μὲν οὖν ἔχει τὴν κατὰ φύσιν, ὅσα μήτε σκληρὰ παντελῶς ἐστιν ὡς λιθώδη μήθὑγρὰ τελέως ὡς δύνασθαι διαῤῥεῖν, ἀλλὰ μέχρι τοσούτου μαλακὰ μέχρι τοῦ μένειν ἔτι συνεστῶτα· ἔστω δαὐτῶν καὶ τὸ πλῆθος ἀνάλογον τῶν ἐδηδεσμένων καὶ χρόνος ἐν κενοῦνται συνήθης τῷ κάμνοντι. προσκείσθω δὲ ὅτι καὶ χροιὰ καὶ ὀσμὴ φυλαττέσθω τῶν κατὰ φύσιν, ἅπερ αὐτὸς Ἱπποκράτης οὐ προσέγραψεν ὡς ἐξ ὧν εἶπε παρὰ φύσιν ἐπινοῆσαί σοι δυναμένῳ καὶ ταῦτα, σύνηθες γὰρ αὐτῷ τοῦτο πολλάκις ἐδείξαμεν ὂν ἐκ τῶν ἐναντίων ἐνδείκνυσθαι τὰ ἐναντία, παραλείποντι τὰς προσηγορίας αὐτῶν. ὑγιαίνειν δὲ τὴν κάτω κοιλίαν εἶπεν, ὡς πρὸς τὸν θώρακα παραβάλλων, ἵνα ἀκούσωμεν αὐτήν τε τὴν γαστέρα καὶ τὴν νῆστιν ἅμα τῷ μεταὐτὴν ἐντέρῳ παντὶ κάτω κοιλίην. οὐ μὴν εὐθέως παρὰ φύσιν ἔχειν αὐτὴν ἐνδείξεται τἀναντία διαχωρήματα. τοῦτο γὰρ οὔταὐτὸς εἶπεν οὔτἄλλως ἀληθές· ἐγχωρεῖ γοῦν ὑγιαίνειν μὲν τὰ κατὰ τὴν κάτω κοιλίαν. ἤτοι δἐξ ἥπατος σπληνὸς εἰς αὐτήν τι συῤῥέον ἀλλοιοῦν οὐ μόνον τὸ χρῶμα τὸ κατὰ φύσιν, ἀλλὰ καὶ τὴν σύστασιν καὶ τὴν ὀσμὴν τῶν διαχωρουμένων. ὑπαλλαχθήσεται δἐνίοτε καὶ τὸ πλῆθος αὐτῶν ἐπιμιξίᾳ τῶν καταῤῥεόντων ὑγρῶν, οὐ φυλαχθήσεται δὲ οὐδ συνήθης χρόνος τῆς ἀποκρίσεως. τὸ μὲν οὖν ὁμοιότατον τῷ κατὰ φύσιν διαχωρήματι γνώρισμά ἐστιν οὐ μόνον τοῦ τὴν κάτω κοιλίαν ὑγιαίνειν, ὅπερ εἶπεν αὐτὸς, ἀλλὰ καὶ τοῦ μηδὲν ἐκ τῶν εἰρημένων σπλάγχνων καταῤῥεῖν εἰς αὐτήν, τὸ δὲ παρὰ φύσιν ἔχον ἔσθὅτε μὲν αὐτὰ μόνα τὰ κατὰ τὴν κοιλίαν ἐνδείκνυται πεπονθέναι, πολλάκις δὲ καὶ τῶν ἄλλοθεν εἰς αὐτὴν συῤῥεόντων ἔχει γνωρίσματα. καὶ πολυειδῆ γε ταῦτα τῷ τὸ ἧπαρ οὐ μόνον ἑαυτοῦ τινα περιττώματα καὶ ἰχῶρας καὶ χυμοὺς παρὰ φύσιν εἰς τὴν γαστέρα παραπέμπειν, ἀλλὰ καὶ τοῦ σώματος ὅλου. συνάπτεται γὰρ γαστὴρ διαὐτοῦ πᾶσι τοῖς τοῦ ζώου μορίοις καὶ δέχεται διἐκείνου τὰ περιττώματα αὐτῶν, ἐνίοτε μὲν ὡς ἀποσκήμματα τὸ σύμπαν ἐκκαθαίροντα σῶμα, ἐνίοτε δὲ μορίου ἑνὸς δυοῖν πλειόνων ἅμα, πολλάκις δὲ ὡς συμπτώματα δηλωτικὰ τῶν παθημάτων ἤτοι τοῦ σύμπαντος σώματος μορίου τινὸς τινων. προσέχωμεν τοίνυν ἐφεξῆς τοῖς λόγοις αὐτοῦ περὶ τούτων διδάσκουσιν.
§14 Ὅτι μὲν διὰ τὸ μὴ γεγενῆσθαι τὴν ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνάδοσιν διὰ τὸ κατεῤῥυηκέναι τι τῶν ἐξ ἥπατος σπληνὸς περιττωμάτων εἰς αὐτὴν, ὑγρὸν ἔσται τὸ διαχώρημα πρόδηλον· ἀλλἐγχωρεῖ μὲν τὸ τοιοῦτον ἀγαθὸν μὲν ὑπάρχειν, ἐὰν ἐκκαθαίρηται τὸ ἧπαρ σπλὴν καὶ τὸ σύμπαν σῶμα διἥπατος. οὐκ ἀγαθὸν δ’, ὅταν ἐν συμπτώματος λόγῳ γίνηται τῆς ἀναδόσεως ἀτυχηθείσης τῶν ἐξ ἥπατος ἰόντων εἰς γαστέρα, διαθέσεως οὐκ ἀγαθῆς ἐχόντων γνωρίσματα. διορισμὸς δὲ τούτων ἐστὶν, εἰ μή γε τρύζει. γέγραπται δὲ καὶ μετὰ τοῦ σίγμα καὶ χωρὶς τοῦ σίγμα τοὔνομα καθἑκατέραν γραφὴν ἀπὸ τοῦ γινομένου ψόφου πεποιημένον. ἔτι τε εἰ μὴ πυκνῶς καὶ κατὀλίγον διαχωροίη. τὰ γὰρ οὕτω διαχωροῦντα συμπτώματος λόγον ἔχει, τὰ δὲ διὰ χρόνου πλείονος ἀθροώτερα πολλάκις ἀγαθῆς ἐκκρίσεως γνωρίσματά ἐστι, τῆς φύσεως ἀποτιθεμένης τὰ περιττὰ κατὰ πλῆθος ποιότητα τὸ σύμπαν ζῶον ἕν τι μόριον αὐτοῦ κενούσης καθαιρούσης. ὀνομάζω δὲ κένωσιν τὴν τῶν οἰκείων, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. κάθαρσιν δὲ τὴν τῶν ἀλλοτρίων κατὰ ποιότητα. συνακολουθεῖ δὲ καὶ ἄλλα τινὰ τοῖς τοιούτοις διαχωρήμασιν, ὧν ἐμνημόνευσεν Ἱπποκράτης εἰπών· κοπιῶν γὰρ ἄνθρωπος ὑπὸ τῆς συνεχοῦς ἐξαναστασίοις ἀγρυπνοίη ἄν. καὶ μὲν δὴ καὶ τὸ πολὺ πολλάκις ἐκκρίνειν ὡς καταλυτικὸν τῆς δυνάμεως μέμφεται. καὶ γὰρ σπανίως ποτὲ γίνονται ἐκκρίσεις ἀγαθαὶ τοιαῦται. τὸ γὰρ καταλύεσθαι τὴν δύναμιν οὐκ ἀγαθὸν ὂν αὐταῖς συνέζευκται, καθάπερ καὶ ταῖς κριτικαῖς μὲν, ἀμέτροις δαἱμοῤῥαγίαις.
§15 Τοῦτο μὲν καὶ πρόσθεν ἐγεγράφει. βέλτιον δἦν αὐτὸν εἰρηκέναι νῦν τὸν περὶ τῶν κριτικῶν μὲν, ἀθρόως δὲ ἐκκρινομένων λόγον, ὃν ἐγὼ διῆλθον ἄρτι. μέμφομαι δὲ ὡς περιττὰ τὸ δὶς τρὶς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἅπαξ ὅσα τἄλλα πρὸς τούτοις ἔγραψεν. ἤρκει γὰρ μόνον εἰπεῖν, ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ὑπαὐτοῦ γεγραμμένον, ἔν τισι μὲν ἀντιγράφοις μετὰ τοῦ ὑπείτω, κατἔνια δὲ καὶ χωρὶς τούτου κατὰ τοῦτον τὸν τρόπον, πλέον ὑπὸ τὸ πρωῒ ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ. διαφέρει δὲ οὐδὲν οὕτως ἐκείνως γεγράφθαι, φυλάττεται γὰρ ἑκατέρως ἄριστον εἶναι τὸ συνηθέστατον.
§16 Παχύνεται δηλονότι τὸ ὑδατῶδες καὶ λεπτὸν, οὐ τὸ παχὺ καὶ σκληρόν. ὥστἂν εἴη λόγος αὐτῷ περὶ τῶν ἐξ ἀρχῆς ὑγρὰ διαχωρούντων· ἴδιον δὲ τοῦτο βραχυλογίας παλαιᾶς καὶ μάλιστα σύνηθες Ἱπποκράτους, τὸ διὰ τῶν ἀντικειμένων ἐνίοτε συνενδείκνυσθαί τινα παραλείποντι μνημονεύειν αὐτῶν ὀνομαστί.
§17 Ἔπρεπε τοῦτον τὸν λόγον κατὰ τὴν ἀρχὴν εἰρῆσθαι τῆς περὶ τῶν διαχωρημάτων διδασκαλίας, ὡς γενέσθαι τὴν ῥῆσιν τοιαύτην. διαχώρημα δἄριστόν ἐστι μαλθακόν τε καὶ συνεστηκὸς καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων, ὑπόπυῤῥον δἔστω καὶ μὴ λίαν δυσῶδες, ἵνα, ὡς ἔφην ὀλίγον ἔμπροσθεν, τήν τε σύστασιν αὐτοῦ καὶ τὸ πλῆθος καὶ τὸν καιρὸν τῆς ἀποκρίσεως ἔτι τε τὰς ποιότητας ἀμφοτέρας, τήν τε ὁρατὴν καὶ τὴν ὀσφραντὴν, διωρισμένος. ὅτι δὲ τὸ κατὰ φύσιν ὑπόπυῤῥόν ἐστι δεχόμενον τὴν ἐξ ἥπατος εἰς γαστέρα καταῤῥέουσαν χολὴν, σύμμετρον μὲν τῇ ποιότητι, ὀλίγην δὲ τῇ ποσότητι, πρόδηλόν τέ ἐστι καὶ πᾶσιν ἰατροῖς ὁμολογούμενον. ἐὰν γὰρ ἄκρατος χολὴ καταῤῥέῃ, ξανθὸν πυῤῥὸν ἐργάζεται, μηδὅλως ἀφικνουμένης αὐτῆς εἰς τὰ ἔντερα ὡς ἐπὶ τῶν ἰκτεριώντων λευκὸν ἔσται τὸ διαχώρημα.
§18 Ὅταν δὲ καὶ ταύτας φύσις ἅμα τοῖς ἄλλοις περιττοῖς ὠθῇ κάτω, βέλτιόν ἐστιν ἤπερ ἄνω. καὶ ὅταν ἄλλοις ἐπιφαίνηται, λόγῳ συμπτώματος. εἴρηται δὲ ἐπὶ πλέον ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν διαφορὰ πᾶσα τῶν κρισίμως ἐπιφαινομένων.
§19 Τὸ μὲν λαπαρὴν ἀντίκειται τῷ τεταμένην πεπληρωμένην, τὸ δεὔογκον τῷ ἐκτετηκυῖαν, ἵνα τὸ μὲν πρότερον ὑπὲρ τῶν ἐν αὐτῇ περιεχομένων διδάσκῃ, τὸ δὲ δεύτερον ὑπὲρ αὐτῆς τῆς κοιλίας, ὡς εἰ καὶ οὕτως εἶπε. δεῖ δὲ ἐν παντὶ νοσήματι συμμέτρως μέν κενὴν εἶναι τὴν κοιλίην, εὔογκον δὲ κατὰ τὴν ἑαυτῆς οὐσίαν καὶ μὴ λεπτήν.
§20 Τὸ μὲν οὖν ὑδαρὲς ἀπεψίας ἐστὶ σημεῖον, τὸ δὲ λευκὸν, ὡς εἵρηται πρόσθεν ἤδη, τοῦ μὴ κατιέναι τὴν ὠχρὰν χολὴν ἐξ ἥπατος εἰς τὰ κατὰ γαστέρα χωρία, τὸ δὲ χλωρὸν ἰσχυρῶς, ἐπειδὴ δύο σημαίνει τὸ χλωρὸν, ὡς καὶ τοῦτο εἴρηται πρόσθεν, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων τὴν ὠχρὰν χολὴν παμπόλλην μεμίχθαι δηλώσει, κατὰ δὲ τὸ ἕτερον τὴν ἰώδη. τὸ δὲ ἀφρῶδες ποτὲ μὲν πνεῦμα φυσῶδες ὑγρῷ δυσλύτῳ μεμίχθαι, ποτὲ δὲ θέρμης ἐστὶ πολλῆς σημεῖον. ὁρᾶται γοῦν κἀπὶ τῶν ἐκτὸς οὕτω γιγνομένων ἐν μὲν τῇ θαλάσσῃ, διὰ τὰς τῶν ἀνέμων ἐμβολὰς, ἐπὶ δὲ τῶν ἑψομένων λεβήτων διὰ τὴν πολλὴν θερμασίαν.
§21 Διττὴν ἰδέαν ἐν τῷδε τῷ λόγῳ διδάσκει διαχωρημάτων, ἀμφοτέρων μὲν ὑπὸ συντήξεως γινομένων, διαφερόντων δὲ καθὅσον μὲν μικρὰ καὶ γλίσχρα καὶ λευκὴ διαχώρησις πιμελῆς τετηκυίας ὑπὸ πυρώδους μὲν θερμότητος, οὐ μὴν κακοήθους γε σφοδρῶς γίνεται, δὲ ὑπόχλωρος καὶ λεία πιμελῆς μέν ἐστι καὶ ἥδε συντετηκυίας, ἀλλἤτοι διὰ θερμασίαν αὐτῆς τῆς πιμελῆς παλαιᾶς τε καὶ οἷον ἡμισαποῦς ὑπαρχούσης. ὁρᾶται γοῦν κἀκτὸς οὐχ πιμελὴ μόνον, ἀλλὰ καὶ τὸ στέαρ μεταβάλλοντα ἐν τῷ χρόνῳ τὸ πρόσθεν ἑαυτῶν χρῶμα καὶ σαφῶς ὑπόχλωρα γινόμενα. εἰ δέ γε τὸ ὑπόχλωρον ὑπὸ τῆς ἰώδους χολῆς εἴη γεγενημένον, ἔστι γὰρ, ὡς ἐδείχθη, δεύτερον καὶ τοῦτο τῆς χλωρᾶς φωνῆς σημαινόμενον, ἰσχυρᾶς συντήξεως ἔσται σημεῖον. λεῖον δὲ γίνεται πᾶν ὁτιοῦν τῶν ἐκκρινομένων τοῦ σώματος διὰ τὸ ὁμαλὴν πέψιν ἔχειν, ὥστε μηδὲν αὐτοῦ διαπεφευγέναι μέρος τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν διὰ ἰσχυρὰν σύντηξιν, ὡς μηδὲν ἐνταῦθα μόριον τῆς ὕλης ἀπαθὲς ὑπολειφθῆναι. ὥσπερ οὖν ὅσα χρηστὰ, βελτίω ταῦτἔστιν ὁμαλῶς φαινόμενα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα μοχθηρὰ χείρω καὶ ταῦτα πάντἐστὶν ὁμαλῶς ὄντα τοιαῦτα. διὅλων γὰρ ἑαυτῶν ἑκάτερα φαίνεται, τὰ μὲν τὸν τῆς φύσεως κόσμον δεδειγμένα, τὰ δὲ τὸ τῆς μοχθηρίας αἶσχος. τὸ δὲ γλίσχρον ὅτι μὲν πολλάκις ἐπὶ τῶν πλεῖον ἤδη τεθερμασμένων γίνεται πρόδηλον. ἐνίοτε δὲ καὶ τῶν ἐδεσμάτων ποιότης ἀπεργάζεται τοιούτους χυμούς. ἀλλοὗτοι μὲν ὅταν ἐπὶ τὴν ἔκκρισιν ὁρμήσωσιν, οὐκ εἰσὶν ὀλίγοι, τὸ δὲ κατὀλίγον ἐκκρινόμενον γλίσχρον ἀποκεχώρηκε μὲν τούτων, ᾠκείωται δὲ συντήξεσι μετρίαις. ἐνίοτε δὲ αἱ σφοδραὶ συντήξεις ἀθρόας γλίσχρας ἐργάζονται διαχωρήσεις. ἀλλαἱ τοιαῦται πάντως εἰσὶ δυσώδεις καὶ ταύτῃ διορίζονται τῶν ὠμῶν χυμῶν οὐκ ὄντων δυσωδῶν.
§22 Τὰ μέλανα μὲν ὑπὸ μελαίνης χολῆς ἀκράτου χρώζεται, τὰ πελιδνὰ δὲ μετρίας τε καὶ μετρίως ἐπιμιγνυμένης αὐτοῖς γίνονται τοιαῦτα. λιπαρὰ δὲ διαχωρεῖται συντηκομένης πιμελῆς ὑπὸ πυρώδους θερμασίας. τὰ δὲ κάκοσμα σηπεδόνος ἐστὶ γνωρίσματα.
§23 Τὰ ποικίλα πολλὰς εἶναι διαθέσεις ἐνδείκνυται, διὸ καὶ χρόνου δεῖται πρὸς τὴν πέψιν. πολλῶν γὰρ οὐσῶν διαθέσεων εἰκὸς μὲν εἶναί τινας ἐξ αὐτῶν χρονίας· εἰ δὲ μὴ, ἀλλά πάντως γε πρὸς τὴν φύσιν. δεῖ οὖν ὥσπερ ἀνταγωνισταῖς πολλοῖς διαγωνιζομένην ἀναλίσκειν πλείονα χρόνον.
§24 Τὰς φύσας ἔνιοι μὲν ἐκκρίνουσι μετὰ ψόφου μηδὲν ἀπαισχυνόμενοι, τινὲς δὲ ἀποθανεῖν ἂν ἕλοιντο μᾶλλον τοῦτο πρᾶξαι. τούτους μὲν οὖν ὅταν ἀκουόντων πολλῶν προΐωνται φῦσαι, εἰδέναι δεῖ δυοῖν θάτερον, μὴ παρακολουθεῖν τοῖς πραττομένοις διὰ τὸ μέγεθος ὀδύνης κατηναγκάσθαι πρᾶξαί τι τῶν ἀβουλήτων. ἐπὶ δὲ τῶν ἄλλων ὅσοι μηδὅλως φροντίζουσι τῶν παρόντων, οὐδὲν μὲν σημαίνειν ἄτοπον ὑποληπτέον τὴν μετὰ ψόφου φῦσαν· ἄμεινον δὲ εἶναι καὶ ἐπὶ τούτων ἄνευ ψόφου. πάντως γὰρ ἤτοι πλῆθος ἐνδείκνυται τοῦ φυσώδους πνεύματος στενοχωρίαν τῶν ὀργάνων, ὅταν δὲ τὸ πνεῦμα μὴ πάνυ πολὺ , τὰ δὄργανα διὧν ἐκκρίνεται χαλαρὰ τελέως ᾖ· χωρὶς ψόφου τοῖς τοιούτοις τῆς φύσης ἀπόκρισις γίνεται.
§25 Κυρτώματα τῶν ὑποχονδρίων ὠνόμασεν διὰ τῶν ἔμπροσθεν οἰδήματα προσηγόρευσεν. ἔστι δὲ ταῦτα πάντες οἱ παρὰ φύσιν ὄγκοι. χωρὶς μὲν φλεγμονῆς οὗτοι γινόμενοι πνευματώδεις καὶ μάλισθὅταν ὦσι πρόσφατοι. λύεσθαι δέ φησι βορβορυγμοῦ ἐπιγενομένου κατὰ τὸ ὑποχόνδριον. γὰρ τοιοῦτος ψόφος οὐ μόνον πνεύματός ἐστι σημεῖον, ἀλλὑγρῷ συμμιγοῦς καὶ σώματι στερεῷ. ὅταν οὖν ἤτοι διεξέλθῃ κάτω τὸ φυσῶδες τοῦτο πνεῦμα φῦσα γενόμενον μὴ διεξελθὸν ὑποκαταβῇ κάτω πρός τι τῶν κάτω χωρίον, ἀπαλλάττει τὸ ὑποχόνδριον ἀμφοτέρων τῶν συμπτωμάτων, τῆς τὀδύνης καὶ τοῦ οἰδήματος. ἔτι δὲ μᾶλλον εἰ καὶ σὺν οὔρῳ καὶ κόπρῳ κενωθείη. καταλείπει γὰρ οὐδὲν ἔτι περιττὸν τοιαύτη κένωσις ἐν τοῖς ὑποχονδρίοις.
§26 Ὥσπερ ὀλίγον ἔμπροσθεν ἔφην, ἐκ μὲν τῶν κατὰ προαίρεσιν ἐνεργειῶν γνωρίζεσθαι μίαν δύναμιν, ὅπως ἔχῃ ῥώμης τε καὶ ἀῤῥωστίας, ἣν τῆς ἄνωθεν ἀρχῆς ἔλεγεν ὑπάρχειν, ἣν ἔδειξα διἑτέρων ἐν ἐγκεφάλῳ καθιδρυμένην. οὕτω δὴ νῦν ἄλλης δυνάμεως φυσικῆς Ἱπποκράτης σημεῖα τὰ μὲν ἤδη διῆλθεν, τὰ δὲ καὶ κατὰ τὸν νῦν ἐνεστῶτα λόγον διεξέρχεται· καλεῖται δὲ δύναμις, περὶ ἦς φημι προκεῖσθαι τὸν λόγον, ἀλλοιωτική τε καὶ πεπτική. τὰ μὲν οὖν τῆς κατὰ γαστέρα δυνάμεως σημεῖα διὰ ὑπερχομένων ὁσημέραι γνωρίζεται, τὰ δὲ τῆς καθἧπάρ τε καὶ φλέβας ἐκ τῶν οὔρων. ἔστι γὰρ καὶ ἐν τούτοις ἐναργέστατα τὰ σημεῖα τὰ μὲν ἀκριβοῦς πέψεως, τὰ δὲ ἐλλιποῦς, τὰ δὲ καὶ τελέως ἀποτυγχανομένης, ὥσπερ καὶ ἐν τοῖς κατὰ γαστέρα. πρὸς τούτοις ἔξωθεν ὥσπερ ἐκεῖ συνεκκρίνεταί τινα γνωρίσματα διαθέσεων ἑτέρων, οὕτω κἀνταῦθα. τὴν μὲν οὖν ἀρχὴν τῆς διδασκαλίας Ἱπποκράτης ἀπὸ τῶν τῆς πέψεως γνωρισμάτων ἐποιήσατο, συνάψει δαὐτοῖς ἐφεξῆς τἄλλα. πρῶτον οὖν καὶ ἡμεῖς λέγωμεν πρῶτον διῆλθεν ἐκεῖνος, ἐν τῇ προκειμένῃ ταύτῃ ῥήσει τὰς ὑποστάσεις τῶν οὔρων σκέπτεσθαι κελεύων, εἰ λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαὶ πᾶσαι τυγχάνουσιν οὖσαι καὶ μὴ ποτὲ μὲν τοιαῦται, ποτὲ δὲ ἑτεροῖαι. γίνεται γὰρ καὶ τοῦτο συνεχέστατα. καί τις οὐρήσας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἄμεμπτον ἕτερον οὔρησε κατὰ τὴν ἑξῆς νύκτα μεμπτὸν, εἶταὖθις ἄμεμπτον ἐπὶ τῆς τρίτης ἡμέρας ἕωθεν, εἶθἑσπέρας μεμπτόν. ἐκ μὲν δὴ τῶν τοιούτων οὔρων ἐμφαίνεται τὸ μέν τι πεττόμενόν τε καὶ κρατούμενον ὑπὸ τῆς φύσεως τῶν ἐν τοῖς ἀγγείοις χυμῶν, τὸ δὲ ἀπεπτούμενον. ἐὰν δὲ μηδαμοῦ παρεμπίπτῃ τῷ πεπεμμένῳ τὸ ἄπεπτον, ἄριστον οὖρόν ἐστι τὸ τοιοῦτον. εἰ μὲν οὖν ὑπόστασιν ἔχει, λευκήν τε εἶναι χρὴ ταύτην καὶ ὁμαλὴν καὶ λείαν διὰ παντὸς τοῦ χρόνου μέχρι λύσεως τοῦ νοσήματος ὁμοίως γινομένην. εἰ δοὐκ ἔχει, πάντως μὲν ἔξει τινὰ νεφέλην λευκὴν, ἐξ ἀνάγκης δὲ καὶ τῇ χροιᾷ συμμέτρως ὠχρὸν ἔσται καὶ τῇ συστάσει μεταξὺ τοῦ λεπτοῦ καὶ ὑδατώδους καὶ τοῦ παχέος, ὁποῖόν ἐστι τὸ τῶν ὑποζυγίων. ἀλλὰ τὰ μὲν οὐδὅλως ἔχοντα τὰς ὑποστάσεις οὖρα τοῖς λεπτῶς πάνυ διῃτημένοις γίνεται, τὰ δὲ πολλὴν τοῖς ἁδρῶς, τὰ δὀλίγην τοῖς συμμέτρως. ἔτι δἐν μὲν τοῖς χολώδεσι νοσήμασιν ἐπὶ τὸ ξανθότερον ῥέπει κατὰ τὴν χρόαν, ἐν δὲ τοῖς ἐξ ὠμῶν χυμῶν γινομένοις ἐπὶ τὸ λευκότερον. ὑπόστασιν δὲ τὰ μὲν ἐπὶ τοῖς ὠμοῖς χυμοῖς ἴσχει δαψιλῆ, τὰ δἐπὶ τοῖς χολώδεσιν οὐδὅλως παντάπασιν ἐλαχίστην, ἀλλἱκανόν ἐστιν αὐτοῖς ἐναιώρημα ἔχειν. ὀνομάζω δὲ ἐναιώρημα τὸ παχύτερον μὲν καὶ λευκότερον ἐν οὔρῳ μήτἐπιπολῆς αὐτοῦ μήτἐν τῷ πυθμένι τοῦ ἀγγείου, κατὰ δὲ τὴν μεταξὺ χώραν ἐναιωρούμενον ἤτοι μέσον ἀκριβῶς κάτω μᾶλλον ἄνω. τὰ μὲν οὖν τοιαῦτα σύνηθές μοι καλεῖν ἐναιωρήματα. πρὸς Ἱπποκράτους γε μὴν καὶ ταῦτα νεφέλαι προσαγορεύονται, τὴν αὐτὴν ἀναλογίαν ἔχουσαι περὶ τὸ οὖρον ἣν αἱ ὄντως νεφέλαι πρὸς τὸν ἀέρα. καὶ γὰρ καὶ ταῦτα τοῦ πέριξ ἑαυτῶν ὑγροῦ παχύτερα κἀκεῖναι τοῦ ἀέρος· πολλάκις οὖν, ὡς ἔφην, ἐφίσταταί τι τοῖς οὔροις ἄνωθεν, ὅπερ ἐγὼ νεφέλην ἰδίως ὀνομάζειν εἴωθα. ταυτὶ μὲν οὖν ἐγνώσθω τέ σοι καὶ μνημονευέσθω πρῶτα, μετὰ δὲ ταῦτα πρόσεχε τὸν νοῦν οἷς ἔγραψεν Ἱπποκράτης. τὸ γὰρ διὰ παντὸς ὑπόστασιν οἵαν εἴρηκε ποιούμενον οὖρον ἀσφάλειάν τε σημαίνει, τουτέστιν ἀκίνδυνον εἶναι τὸ νόσημα καὶ τελέως λυθησόμενον ὡς μηκέτι ὑποστρέφειν. καὶ πρὸς τούτοις ἔτι ταχεῖαν αὐτοῦ γενέσθαι τὴν λύσιν, ὥστεἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν καὶ τὴν ἐχομένην αὐτῇ νύκτα φανὲν ὅμοιον διαμένοι κατά τε τὴν δευτέραν ἡμέραν καὶ νύκτα, τῆς πρώτης περιόδου τῶν κρισίμων ἡμερῶν οὐκ ἂν ἐξωτέρω προέλθοι τὸ νόσημα. λέγει δὲ ταῦτα δηλονότι περὶ τῶν πυρετωδῶν νοσημάτων οὐ τῶν ὅσα γε χωρὶς πυρετῶν ἤτοι κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας κατὰ τὸν θώρακά τε καὶ πνεύμονα συνίσταται διἄλλων σημείων γνωριζόμενα, εἴτε ἐπιεικῆ τε καὶ ταχυκρίσιμά ἐστιν εἴτε κινδυνώδη τε καὶ χρόνια. διὰ τί δὲ τὴν ὑπόστασιν τῶν οὔρων λευκὴν εἶναι χρὴ ἔμπροσθεν ἐν τῷ περὶ πύου δέδεικται λόγῳ κατὰ τὸ τέλος τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων.
§27–43
§27 Ὅταν αἵματος ὀῤῥὸς συναπέρχηται τῷ οὔρῳ, φαίνεται μὲν καὶ κατὰ τὴν χρόαν ὑπέρυθρον, ἐνδείκνυται δὲ περιουσίαν αἵματος οὐκ ἀκριβῶς κατειργασμένου· διότι μὲν οὖν τοῦ χρηστοτάτου τῶν χυμῶν ἐστιν πλεονεξία, διὰ τοῦτο ἀκίνδυνον ὑπάρχει. διότι δὲ ὑγροτέρου τε καὶ ὀῤῥωδεστέρου τούτου ὄντος, διὰ τοῦτο χρῄζει πέψεως. εἴπερ οὖν ἐκ τῶν χρόνων οἱ πεπασμοὶ γίνονται, δεόντως τὸ τοιοῦτο οὖρον χρονιωτέραν ἔσεσθαι παρὰ τὸ πρότερον ἐνδείκνυται τὴν λύσιν τοῦ νοσήματος.
§28 Κρίμνα καλεῖται τὰ τοῖς ἀλφίτοις ἐμφερόμενα τῆς πεφρυγμένης κριθῆς μόρια μεγάλα, διαπεφευγότα δηλονότι τὴν ἐν τῇ μύλῃ κατεργασίαν ἀκριβῆ. τοιαῦτα τοίνυν ὅταν ἐμφέρηται ταῖς ὑποστάσεσι τῶν οὔρων, οὐκ ἀγαθόν ἐστι σημεῖον. ἐν μὲν γὰρ τοῖς ἀλφίτοις τὸ μὴ καταθραυσθὲν εἰς ἄκρως λεπτὰ μόρια γίνεται κρίμνον, ἐν δὲ τοῖς οὔροις οὐ δήπου τῶν σιτίων τι συναναδοθὲν ἔμεινεν ἔτι σκληρὸν, ἀλλἐξ ὑπεροπτήσεως αἵματος παχέος συντηκομένων ἀνωμάλως τῶν σαρκῶν γίνεται ταῦτα. τὸ δὲ ἀνωμάλως ἐστὶν, ὅταν ὑπὸ πυρετώδους θερμασίας ὅσον μὲν ἁπαλόν τέ ἐστι καὶ νεοπαγὲς τῆς σαρκὸς, εἰς ἰχῶρα ἀναλυθῇ, τὸ σκληρὸν δὲ τοῖς πεφρυγμένοις ὑπὸ ταγήνου παραπλησίως συστῇ ξηρανθέν. πρῶτον μὲν γὰρ νέα καὶ ἁπαλὴ πιμελὴ τήκεται κατὰ τοὺς τοιούτους πυρετοὺς, εἶθ σκληροτέρα καὶ παλαιοτέρα, καὶ μετὰ ταύτην αἱ νέαι καὶ ἁπαλαὶ σάρκες, εἶθαἱ σκληραὶ καὶ παλαιαὶ, καὶ τούτων ἐφεξῆς ἤδη τὰ στερεὰ μόρια τοῦ σώματος, ὧν πάλιν ἀνωμάλως συντηκομένων πεταλώδη μόρια τοῖς οὔροις συνεκκρίνεται. διὸ καὶ χείρω τὰ τοιαῦτά ἐστιν οὖρα τῶν τὰ κριμνώδη μόνον ἐχόντων. ἕτεραι δεἰσὶν ὑποστάσεις λεπταὶ, τουτέστιν οὐκ ἔχουσαι πάχος, ἀλλὡς ἂν εἴποι τις ἀφρῷ παραπλήσιαι. εὐθέως δεἰσὶν αἱ τοιαῦται καὶ λευκαὶ, διότι δέχονται διὅλων ἑαυτῶν τὴν τοῦ περιέχοντος αὐγὴν μᾶλλον τῶν παχέων. γένεσις δαὐταῖς ἐκ φυσώδους πνεύματος ἀναμεμιγμένου δυσλύτως ἡμιπέπτῳ περιττώματι χυμῶν. ἴδιον γάρ ἐστιν αὐτῶν τῶν τελέως πεπεμμένων καλεῖν εἴωθα ὁμαλὲς. γίνεται δὲ τὸ τοιοῦτον, ὅταν ὁμοιομερὲς ὑπάρχει πᾶν, ὡς τό γε μεμιγμένον ἑτεροίῳ σώματι διάφορα τὰ μόρια κατά τε τὴν σύστασιν ἔχει καὶ τὴν χρόαν. αὐτῶν δὲ τῶν ἀνωμάλων τὰ κατὰ σμικρὰ μόρια τῶν κατὰ μεγάλα τὴν ἀνωμαλίαν ἐχόντων ἐστὶ χείρω. τὰ μὲν γὰρ κατὰ μεγάλα μεγάλην τινὰ ῥώμην τῆς φύσεως ἐνδείκνυται, τοσαύτην ὅσον πέρ ἐστι τὸ μέγεθος τῆς οὐσίας ἀκριβῶς κατειργασμένης, τὰ δὲ κατὰ σμικρὰ νικᾶσθαι πρὸς τῆς ὅλης τὴν δύναμιν ἐμφάνει καὶ οἷον μάχην τινὰ ἔχειν ἐν αὐταῖς ἰσοσθενῆ. τοῦτο μὲν δὴ κοινὸν ἐπὶ πάντων ἐστὶ τῶν ἀνωμάλων. αἱ δὲ κατὰ μέρος ἐν αὐταῖς διαφοραὶ παρά τε τὴν τοῦ πεφθέντος ἀρετὴν γίνονται καὶ τὴν κακίαν τοῦ μὴ πεφθέντος. ἐπὶ δὲ ταῖς εἰρημέναις οὖν τρισὶ διαφοραῖς τῶν ὑποστάσεων ἄλλην τετάρτην λέγει τὴν πιτυρώδη χείρω τῆς τρίτης, ὡς ἂν καὶ αὐτὴν ἐνδεικνυμένην ὁμοίως τῇ τε πρώτῃ καὶ τῇ δευτέρᾳ τὴν θερμασίαν τοῦ πυρετοῦ φλογώδη καὶ συντηκτικὴν, ἣν οὐκ ἐχρῆν τετάρτην, ἀλλὰ τρίτην γεγράφθαι.
§29 Περὶ τῶν ἐν ταῖς ὑποστάσεσι διαφορῶν εἰπὼν ἑξῆς ἐπὶ τὰς νεφέλας μετέβη δηλώσας ὅτι τὸ ἐναιώρημα νεφέλην ὀνομάζει τῇ προσθήκῃ τοῦ ἐμφερόμεναι ῥήματος, ὧν ὅτι τὰς μελαίνας εἰκότως μέμφεται δῆλον, εἴ γε δὴ τὸ μέλαν διὰ ψύξιν ἰσχυρὰν γίνεται, καθὃν λόγον καὶ τὸ αἷμα μελαίνεται θρομβούμενον, ὅσα τε νεκροῦται ψυχθέντα τελέως διὑπερβάλλουσαν θερμασίαν. καὶ γὰρ αὖ καὶ τὸ αἷμα μελαίνεται καιόμενον, ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα σώματα, καὶ οἱ πολλῷ χρόνῳ διατρίψαντες ἐν ἡλίῳ θερινῷ μέλανες γίνονται.
§30 Τὸ κατὰ φύσιν οὖρον μετρίως ἐστὶν ὠχρὸν, ὡς ἂν ἐκ τοῦ πεφθέντος ὑγροῦ γεγονὸς ὀλίγον τι τῆς ξανθῆς χολῆς προσειληφότος, ὅταν δὲ ἤτοι πλεῖον αὕτη τοῦ δέοντος ἄκρατος ἰσχυρῶς οὖσα προσαναμιχθῇ τῷ οὔρῳ, πυῤῥὸν φαίνεται. ἐὰν οὖν πρὸς τῷ τοιοῦτον εἶναι κατὰ χρόαν, ἔτι καὶ λεπτὸν εἴη κατὰ τὴν σύστασιν, ἄπεπτον εἶναι σημαίνει τὸ νόσημα. χρὴ γὰρ ὥσπερ ἐν τῇ χρόᾳ μετρίως ὠχρὸν ἔφαμεν εἶναι δεῖν τὸ κατὰ φύσιν οὖρον, οὕτω καὶ κατὰ τὴν σύστασιν ἔχειν μετρίως, μήθοὕτω λεπτὸν ὑπάρχον ὡς ὕδωρ μήθοὕτως γεγονὸς παχὺ, ὡς ἐοικέναι τοῖς τῶν ὑποζυγίων. εἴρηται δὲ τελέως ἅπαντα περὶ τῆς τῶν οὔρων φύσεώς τε καὶ διαφορᾶς ἐν τοῖς περὶ κρίσεων. ἐκεῖθεν οὖν αὐτὰ μανθάνειν ὅστις ὄντως ἐραστὴς προγνωστικῆς θεωρίας. ἐν γὰρ ταῖς ἐξηγήσεσιν σκοπός ἐστι σαφὲς ἐργάσασθαι τὸ δοκοῦν ἀσαφῶς εἰρῆσθαι. τὸ δὲ καὶ διακρῖναι τίνα μὲν αὐτῶν ὡς ἀληθῶς εἵρηται, τίνα δὲ οὒ, καὶ προσθεῖναι τὰς ἀποδείξεις ἑκατέροις, ἐκ περιουσίας γίνεται.
§31 Ἐὰν ἐπὶ πλείονα χρόνον ἄπεπτον διαμείνῃ τὸ νόσημα, κίνδυνος ἀπολέσθαι τὸν ἄνθρωπον, εἰ μή τι ἄρα τὴν ἀντέχουσαν τῷ νοσήματι δύναμιν ἰσχυροτάτην ἔχει· δῆλον οὖν ὅτι κἀνταῦθα τὸ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον μεμνημένος ἐπίσκεψαι, πηλίκη μέν ἐστιν ῥώμη τῆς δυνάμεως, ὁπόσης δὲ πέψεως δεῖται τὸ νόσημα, καὶ εἰ κάμνων ἐξαρκέσει μέχρι τῆς ἀκμῆς αὐτοῦ.
§32 Τὰ ὑδατώδη λεπτὰ μὲν τὴν σύστασίν ἐστι, λευκὰ δὲ τὴν χρόαν, ἀπεψίαν μὲν ἐσχάτην ἐνδεικνύμενα τῶν χυμῶν, ἀῤῥωστίαν δὲ τῆς φυσικῆς δυνάμεως. περὶ δὲ τῶν δυσωδῶν ἁπάντων εἴρηται πρόσθεν, ὥσπερ γε καὶ περὶ τῶν μελαινομένων. ταῦτα μὲν οὖν αὐτὰ καθἑαυτὰ καὶ σὺν ἀλλήλοις ἐστὶ θανατώδη· τὰ δὲ παχέα πρότερον αὐτὰ καθἑαυτὰ καὶ ταῦτα θανατώδη νομιστέον συμπλέξαι χρὴ τοῖς προειρημένοις αὐτὰ καὶ τοῖς μέλασιν ἄξιόν ἐστιν ἐπισκέψεως. ὅσα τοίνυν ἡμεῖς εἴδομεν ἀκριβῶς παραφυλάξαντες ἐροῦμεν, ἵνα ἐξ αὐτῶν τις ὁρμώμενος ἅμα μὲν ἐπίστηται τὸ ἀληθὲς, ἅμα δὲ καὶ τὴν βελτίω τῶν ἐξηγήσεων ἕληται. τὰ μέλανα τῶν οὔρων ὅσῳ περ ἂν παχύτερα, τοσούτῳ χείρω παρεφυλάξαμεν ὄντα. τὰ δὲ τῆς κατὰ φύσιν χρόας μὴ ἐκστάντα παχέα διττὴν ἔχοντα τὴν ἔκβασιν, ἐνίοτε μὲν ἐπὄλεθρον, ἐνίοτε δὲ εἰς ὑγείαν ὑπόγυον τελευτῶντα, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παρὰ φύσιν, ὡς ἂν ἐκκαθαίρηται διαὐτῶν τὸ σῶμα. δῆλον δὅτι παχέα πρὸς αὐτοῦ λέλεκται τὰ πάνυ σφόδρα τοιαῦτα. τὰ γὰρ ἁπλῶς παχύτερα τῶν κατὰ φύσιν οὐ πάντως ἐστὶν ὀλέθρια.
§33 Ἐν πάσαις μὲν ταῖς ἡλικίαις ὀλέθρια τά τε μέλανα τῶν οὔρων ἐστὶ καὶ ὑδατώδεα, ἀλλἐπὶ μὲν τῶν ἀκμαζόντων τὴν πρώτην ἔχει τάξιν, ὡς ἐν ὀλεθρίοις, τὰ μέλανα, ἐπὶ δὲ τῶν παιδίων τὰ ὑδατώδη. λέλεκται γὰρ ἔμπροσθεν αὐτῷ τὰ ἐναντιώτατα τοῖς κατὰ φύσιν ὀλεθριώτατα ὑπάρχειν. ἐναντιώτατα δέ ἐστιν ἐπὶ τῶν παίδων οὐχ οὕτως τὰ μέλανα τοῖς κατὰ φύσιν ὡς τὰ λεπτά. κατὰ φύσιν γὰρ αὐτοῖς ἐστιν οὐρεῖν παχέα τε καὶ πολλὴν ὑπόστασιν ἔχοντα. τοῖς δἀκμάζουσι καὶ λεπτότατα καὶ ὀλίγην ὑπόστασιν ἔχοντα γίνεται, διόπερ ἐπαὐτῶν ἐστιν ὀλεθριώτατα τὰ μέλανα τῶν οὔρων. ἐπὶ δὲ τῶν παιδίων καὶ διἄλλην αἰτίαν ὀλέθρια τὰ ὑδατώδη. τάχιστα γὰρ ἐπαὐτῶν πέττεται πάντα διὰ ῥώμην τῆς ἀλλοιωτικῆς δυνάμεως, αἱ πέψεις δὲ παχύνουσιν οὐκ οὖρα μόνον, ἀλλὰ καὶ διαχωρήματα τοῖς εὐπετιοῦσι κατὰ γαστέρα. καὶ πτύσματα περιπνευμονικοῖς τε καὶ πλευριτικοῖς καὶ φλέγματα ἐν κατάῤῥοις καὶ κορύζαις καὶ λήμας ἐν ὀφθαλμίαις καὶ πῦον ἐν ἕλκεσιν. ἐὰν οὖν φαίνηται τοῖς παισὶ τὸ οὖρον ὑδατῶδες ἐπὶ πλέονα χρόνον παραμένον, ὡς μηδεμίαν μεταβολὴν ἴσχειν ἐπὶ τὸ παχύτερον, ὀλέθριον γίνεται τὸ σημεῖον.
§34 Ἀληθέστατα καὶ τοῦτεἴρηται τῷ Ἱπποκράτει. τὰ μὲν γὰρ δυσπεπτότερα τῶν νοσημάτων, ὡς ἂν ἐπὶ παχυτέροις καὶ ψυχροτέροις γινόμενα χυμοῖς, εἰς ἀπόστασιν εἴωθε κρίνεσθαι, τὰ δὲ ἐπὶ θερμαῖς καὶ λεπταῖς ἐκκρίσεσιν. ὅταν οὖν ποτε χρόνῳ πλείονι παραμένῃ τὰ οὖρα μὴ πεττόμενα, διορίζεσθαι χρὴ πότερον οὐκ ἐξαρκέσει τῷ μήκει τοῦ νοσήματος κάμνων διἀπόστασιν κριθήσεται. διορισμὸς δὲ ἀπὸ τῶν ἄλλων σημείων γενήσεται. τὰ μὲν γὰρ ὀλέθρια θάνατον δηλοῦσι, τὰ δὲ ἐπιεικῆ σωτηρίαν. αἵ γε μὴν ἀποστάσεις ἐν μὲν τοῖς πάνυ χρονίζουσιν ἐς τὰ κάτω χωρία γίνονται διά τε τὴν ψυχρότητα καὶ τὸ πάχος τῆς ὕλης καὶ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν, κεκμηκυίας διὰ τὸν χρόνον, ἐν δὲ τοῖς ὀξυτέροις παρὦτα. καὶ γὰρ καὶ οἱ χυμοὶ τούτοις ἧττόν εἰσι παχεῖς καὶ θερμασία πολλὴ καὶ δύναμις εὐρωστοτέρα. τὰ δὲ μεταξὺ τούτων νοσήματα τὰς ἀποστάσεις ἐπαμφοτεριζούσας ἔχει. καὶ οὐδέν ἐστιν ὅσον ἐπὶ τῷ χρόνῳ ζητεῖν ἄνω μᾶλλον κάτω ῥέψουσιν, ἀλλἐκ τῶν ἄλλων σημείων διορίζεσθαι προσήκει.
§35 Οἷόν τι τοῖς λιπαροῖς ζωμοῖς ψυχομένοις ἐφίσταται τὸ καλούμενον ὑπὸ τῶν πολλῶν γραῦς, τοιοῦτον καὶ τοῖς ἐκ τῆς συντήξεως οὔροις, ὑπὲρ ὧν νῦν ἐποιήσατο τὸν λόγον αὐτὸς καὶ τὴν αἰτίαν προσθείς.
§36 Ὅτι τὰ πρὸς ἐμοῦ κατὰ τὰ περὶ κρίσεων ὑπομνήματα πολλάκις ἐναιωρήματα λελεγμένα καλεῖν αὐτὸς εἴωθε νεφέλας, ἐδήλωσε καὶ διὰ τῆς ῥήσεως οὐκ ἀσαφῶς. ἀλλαχοῦ γε μὴν αὐτὸς ἐναιώρημα γονοειδὲς εἴρηκεν, ὡς εἶναι δυοῖν θάτερον, ἤτοι γενικωτέρου πράγματος ὄνομα τὸ ἐναιώρημα τὴν τομὴν ἔχοντος, εἴς τε τὰς νεφέλας καὶ τὰ γονοειδῆ, μηδέποτε τὰς νεφέλας ἐναιωρήματα καλεῖσθαι πρὸς αὐτοῦ. ὅτι δὲ πάντα τὰ τοῖς οὔροις ἐμφερόμενα κάτω χρηστὰ καὶ ὅσῳ περ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ βελτίω γίνεται, λέλεκται δυνάμει πρόσθεν, ἡνίκα ἐλέγομεν ἀναμεμίχθαι τοῖς τοιούτοις ἐνίοτε φυσῶδες πνεῦμα. τὸ τοίνυν ἀκριβῶς πεπεμμένον καὶ διακεκριμένον ὁμαλές τε καὶ ὁμοιομερὲς ὂν, ὡς ἂν οὐδὲν ἔχον πνεύματος, εἰς τὸν πυθμένα καταφέρεται τοῦ τὸ οὖρον ἀγγείου περιέχοντος. ὅσον δἐπίμικτόν ἐστιν ἀερώδει τινὶ καὶ ἀτμώδει φύσει, τοῦτο κουφιζόμενον ὑπἐκείνης, ἀνάλογον τῇ ποσότητι τοῦ κουφίζοντος, ἧττόν τε καὶ μᾶλλον ἄνω φέρεται.
§37 Κάλλιστα καὶ τοῦτο προσέγραψεν ἀναμιμνήσκων ἡμᾶς, τάχἂν ἐνίοτε παρελίπομεν ἐπὶ τῶν νοσούντων διορίσασθαι· καὶ χρὴ δηλονότι καὶ περὶ τῶν διαχωρουμένων κατὰ γαστέρα μεμνῆσθαι τοῦ νῦν εἰρημένου διορισμοῦ. κοινὸν μὲν γὰρ ἀμφοτέραις ταῖς ἐκκρίσεσιν τό τε τοῦ παντὸς σώματος ὑποδέχεσθαι τὰ περιττώματα ταῦτα καὶ τὸ τῶν μορίων ἐκείνων διὧν ἐκκρίνεται. συμβέβηκε δὲ κατὰ φύσιν ἐχόντων ἡμῶν τὰ μὲν τοῦ παντὸς σώματος ἐκκαθαίρεσθαι περιττώματα διοὔρων, τὰ δὲ τῶν κατὰ γαστέρα συνεξέρχεσθαι τῇ κόπρῳ. παρὰ φύσιν δὲ ἐχόντων τοῖς μὲν οὔροις συνεκκρίνεσθαί τινα τῶν ἐν νεφροῖς καὶ κύστει νοσημάτων γνωρίσματα, τῇ δὲ κόπρῳ τοῦ παντὸς σώματος. οὐκ ὀλιγάκις γοῦν ἐπὶ τῶν οὐρησάντων πυώδη, ζήτησις ἐγένετο πόθεν ἥκει τὸ πῦον. οὕτω δὲ καὶ πεταλώδη ποτὲ οὐρηθέντα τὴν αὐτὴν ζήτησιν ἔχει. καὶ δριμέα δὲ καὶ δυσώδη καὶ χολώδη τὰ οὖρα πολλάκις μὲν ἐγένετο διὰ κύστιν τε καὶ νεφρούς· οὐκ ὀλιγάκις δὲ καὶ διὰ τὸ πᾶν σῶμα, τουτέστι τὴν ἐν ὅλῳ τῷ ζώῳ πεπτικὴν δύναμιν τῶν χυμῶν, ἥτις, ὡς ἐδείξαμεν, οἷον ἑστίαν καιομένην καὶ πηγὴν ἔχει τὸ ἧπαρ. ἐνίοτε δὲ καὶ ταύτης αὐτῆς μηδὲν πεπονθυΐας ἐκκαθαίρεται διὰ νεφρῶν καὶ κύστεως ὅλον τὸ ζῶον, μορίων τινῶν τῶν ἐν αὐτῷ τινα περιττώματα ταῖς φλεψὶν ἐμπίπτοντα ἐκκαθαιρομένου τοῦ αἵματος ὑπὸ τῶν νεφρῶν συνεκκρίνεται, καθότι καὶ ἀποστήματα πολλαχόθι γινόμενα διοὔρων ἐκκρίνεται.
§38 Καὶ διὰ ταύτης τῆς λέξεως ἐδήλωσεν ὁποῖόν τι καλεῖ τὸ ἄκρατον, ἀντιτιθεὶς αὐτῷ τὸ μεμιγμένον. δηλωτικὸν δοὐχ ἥκιστα καὶ αὐτὸ τοὔνομά ἐστι τοῦ πρὸς αὐτοῦ σημαινομένου. καὶ γὰρ οἶνον ἄκρατον εἶναι λέγομεν μὴ μέμικται τὸ ὕδωρ παντάπασιν ὀλίγον μέμικται, καὶ τῶν ἄλλων ἕκαστον ἄκρατόν ἐστί τε καὶ λέλεκται πρὸς τῶν Ἑλλήνων, ὅταν αὐτὸ καθαὑτὸ μόνον ἀμιγὲς ἑτέρας οὐσίας ὑπάρχῃ. τὴν γοῦν ξανθὴν χολὴν ποτὲ μέν ἐστιν ἰδεῖν παχεῖάν τε καὶ ἄκρως ξανθὴν, ἐμουμένην τε καὶ κάτω διερχομένην, ἣν δὴ καὶ λεκιθώδη προσαγορεύουσιν ἔνιοι, πολλάκις δὲ ὑγροτέραν καὶ ἧττον ξανθὴν, ἥτις ἰδιαίτερον ὠχρὰ προσαγορεύεται, μεμιγμένον ἔχουσα διὅλης ἑαυτῆς φλεγματώδη χυμὸν λεπτὸν ὑδατῶδές τι περίττωμα. βούλεται τοίνυν Ἱπποκράτης μηδέτερον τῶν χυμῶν ἄκρατον φαίνεσθαι, μεμίχθαι δἀλλήλοις πως αὐτούς. μὲν γὰρ χολώδης ἄκρατος πολλὴν τὴν θερμασίαν, δὲ φλεγματώδης τὴν ψύξιν ἐνδείκνυται. καὶ μέντοι καὶ παχυτέροις ὑπάρχει τοῖς ἀκράτοις εἶναι, τῷ μὲν φλεγματώδει διὰ ψύξιν οἱονεὶ ἐπιπεπηγότι, τῷ δὲ χολώδει διὰ τὴν τῆς θερμασίας ὑπερβολὴν ἐξικμασμένῳ τε καὶ οἷον πεφρυγμένῳ. δύο γὰρ αἴτια ταῦτα ἐναντία τῶν παχυνομένων ἐστὶ, τὸ θερμὸν πάνυ καὶ τὸ ψυχρὸν, ἐξικμάζον μὲν τὸ θερμὸν, πηγνύον δὲ τὸ ψυχρόν.
§39 Περὶ μὲν οὖν τοῦ πελιδνοῦ καὶ μέλανος χρώματος εἴρηται πρόσθεν. τοῦ πρασοειδοῦς δὲ νῦν πρώτως ἐμνημόνευσεν, οὐκ ἔχοντος μὲν οἰκεῖον ὄνομα, συγχρωμένου δὲ τῇ τῶν πράσων προσηγορίᾳ, εἰ μὴ ἄρα τις ἔμπαλιν ἀπὸ τοῦ πρασοειδοῦς χρώματος ὠνομάσθαι φαίη τὸ πράσον, οὐκ ἀπὸ τοῦ πράσου τὸ πρασοειδές. ἐπὶ τινῶν μὲν γὰρ εὔδηλος παραγωγὴ τῶν ὀνομάτων, ὡς γνωρίζεσθαι τό τε πρωτότυπον ὑπὸ γραμματικῶν ὀνομαζόμενον καὶ τὸ παρηγμένον ἀπαὐτοῦ, καθάπερ ἐπὶ τοῦ γαλακτοειδοῦς χρώματος, ἐπὶ τινῶν δὲ οὐ δῆλον. ἔξεστι γὰρ λέγειν οὐκ ἀπὸ τοῦ φοίνικος ὠνομάσθαι τὸ φοινικοῦν, ἀλλἀπὸ τοῦ φοινικοῦ τὸν φοίνικα, καθάπερ γε καὶ τὸ κυανὸν οὐκ ἀπὸ τοῦ κυανοῦ μᾶλλον ἤπερ τὸ κυανοῦν ἀπἐκείνου. καὶ ὤχρα δὲ καὶ τὸ ὠχρὸν χρῶμα τῆς αὐτῆς ἐστι συστοιχίας. ὤχραν δὲ εἴρηκα οὐ τὴν ὀξυνομένην φωνὴν, ὥσπερ ἂν εἴποι τις ὠχρὸν μὲν εἶναι τὸν νεανίσκον, ὠχρὰν δὲ τὴν γυναῖκα, ἀλλὰ τὴν παροξυνομένην. ἔστι γὰρ εἶδός τι γῆς ὤχρα καὶ μάλιστα ταύτης Ἀττικὴ καλλίστη. ταυτὶ μὲν οὖν ἅπαξ εἰρήσθω μοι. ἀεὶ γὰρ μέμνησο τοῦ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι τοσοῦτον, ὅσον εἰς σαφῆ δήλωσιν ὧν λέγομεν ἐξ αὐτῶν ἐστιν ὀνήσασθαι. τὸ δἐπέκεινα τοῦδε περιττὸν ἡγοῦ, τὸν χρόνον εἰς τὴν τῶν βελτιόνων σπουδὴν κατατιθέμενος. γίνεται δή τις ἐν τῷ σώματι, καθάπερ ὠχρὰ χολὴ κατὰ φύσιν ἐχόντων, οὕτω καὶ πρασοειδὴς ἑτέρα παρὰ φύσιν. καὶ φαίνεται αὕτη πολλάκις μὲν ἐν αὐτῇ τῇ γαστρὶ γεννωμένη, διά τινων ἀπεψίαν ἐδεσμάτων λαχάνων, ὁποῖα καὶ τὰ τεῦτλά εἰσι καὶ τὰ κρόμμυα καὶ αἱ κράμβαι. φαίνεται δἐνίοτε καὶ χωρὶς τοῦτο τοιοῦτό τι προσενηνέχθαι τῷ λόγῳ τοῦ νοσήματος ἐν ταῖς φλεψὶ γεννᾶσθαι καὶ καταῤῥεῖν ἤτοι γε εἰς τὴν ἄνω κοιλίαν εἰς τὴν κάτω, θερμασίαν γέ τινα ἐν τῷ σώματι παρὰ φύσιν δηλοῦσα καὶ περιττώματος ἰδιότητα τοιούτου τὴν κρᾶσιν, οἶος τῶν εἰρημένων λαχάνων ἐστὶ χυμός.
§40 Εἴτε περὶ τῶν προειρημένων χρωμάτων τοῦ πρασοειδοῦς καὶ πελιδνοῦ καὶ μέλανος εἴρηται τὸ πάντα εἴτε καὶ περὶ τῶν ἄλλων σὺν αὐτοῖς, ὁπόσα χρώματά ἐστι παρὰ φύσιν ἑκατέρως ὀλεθριώτατόν ἐστιν, ἐνδεικνύμενον πολλὰς ἐν τῷ σώματι χαλεπὰς εἷναι διαθέσεις.
§41 Σηπεδόνα γὰρ ἐνδείκνυται μετὰ νεκρώσεως τὸ τοιοῦτον, εἴ γε μεμνήμεθα τῶν προειρημένων.
§42 Ἦι γὰρ ἂν διαθέσει μιχθῇ σηπεδὼν, χείρων αὐτὴ ἑαυτῆς φαίνεται,
§43 Τὸ μὲν ταχέως ἐν ἀρχῇ τῆς νόσου δηλοῖ, τὸ δὲ εὐπετέως ἀντὶ τοῦ ῥᾳδίως τε καὶ ἑτοίμως οἱ Ἕλληνες λέγουσι. συμβαίνει δὲ τοῦτο ταχέως τε καὶ ἀπόνως ἀναπτυόντων. τὸ γάρ τοι ταχέως γίγνεσθαι διττόν ἐστι, τὸ μὲν ἕτερον ὅλου τοῦ νοσήματος τὸν πρῶτον καιρὸν ἐνδεικνύμενον, τὸ δὲ ἕτερον τὸν ἐν ταῖς ἐνεργείαις ἐζευγμένον χρόνον. εὐπετὴς γὰρ ἀναγωγὴ πτυέλου, τουτέστιν ἑτοίμη τε καὶ ῥᾳδία γίγνεται, μήτὀδύνης ἰσχυρᾶς οὔσης κατὰ τὸν θώρακα (διακόπτει γὰρ αὕτη καὶ καταπαύει μεταξὺ, πρὶν ἐκτελεσθῆναι γινομένην ἔτι τὴν τοῦ θώρακος ἐνέργειαν), ἀλλὰ μηδἀσθενοῦς ὑπαρχούσης τῆς δυνάμεως, ὀκλάζει γὰρ καὶ αὕτη μεταξὺ κατὰ τὴν ἐνέργειαν, ὡς ἡμιτελὲς ἀπολιπεῖν τὸ ἔργον. αὐτό τε τὸ ἀναγόμενον ἐὰν μὲν ἰσχυρῶς γλίσχρον, ἐμπλάττεται δυσαπολύτως τοῖς μορίοις, ἀναφερόμενόν τε πολλάκις ἐνίσχεται προσκολλώμενον ταῖς σήραγξι τοῦ πνεύμονος· ὥσπερ γε καὶ, ἐὰν ἱκανῶς παχὺ δυσχερῶς ἀναφερόμενον, ἐν χρόνῳ τε πλείονι κακοπαθεῖν ἀναγκάζει καί που καὶ σφηνοῦται κατά τινας τῶν στενοχώρων ὁδῶν, ὅθεν καὶ τὸ πνιγῆναί τισι συνέβη. καὶ μὲν δὴ καὶ τὸ λεπτὸν ἱκανῶς, ὡς ὑδατῶδες εἶναι μόγις ἀναπτύεται, περιῤῥέον ἐν κύκλῳ τῷ πνεύματι. τοῦτο γάρ ἐστι τὸ πρῶτον αἴτιον τῆς ἀναγωγῆς, ὅπερ καὶ προσεχὲς ὀνομάζουσι. διττὸν γὰρ τὸ πρῶτον αἴτιον, ὡς ἐν τοῖς περὶ αἰτίων λόγοις διῄρηται, τό τε φαῦλον τῆς ὕλης καὶ τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον. μὲν οὖν ἀρχὴ τῆς κινήσεως ἐπὶ τῶν βηττόντων ἐκ τῆς τὸν θώρακα κινούσης δυνάμεώς ἐστιν. ἐδείχθη γὰρ τοῦτο ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις. συστολὴ δὲ αὐτοῦ βίαιος γινομένη τὴν ἔξω φορὰν τοῦ πνεύματος ἐργάζεται σφοδράν. δὲ ταύτης σφοδρότης ἑαυτῇ συναναφέρει τὰ κατὰ τὰς σήραγγας τοῦ πνεύμονος, αἵ πέρ εἰσιν ἀρτηρίαι τραχεῖαι. ὅταν μὲν οὖν τε θώραξ ἐνεργῇ ῥωμαλέως τό τε ἐν ταῖς σήραγξι τοῦ πνεύμονος ὑγρὸν ὑπάρχῃ μετρίως παχὺ, ῥᾳδίως ἀναπτύεται. μηδἑτέρου δὄντος τοιούτου χαλεπῶς καὶ μόγις. εἰ δὲ τὸ μὲν εἴη τῶν εἰρημένων αἰτίων, τὸ δοὐκ εἴη μεταξὺ τοῦ ἀρίστου τρόπου καὶ τοῦ χειρίστου, τὴν κένωσιν τοῦ πτυέλου συμβήσεται γίγνεσθαι. καὶ ὅλως δὲ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιτετάσθαι τι ἕκαστον τῶν αἰτίων ἐκλύεσθαι, τινὲς μὲν αὐτῶν ῥᾷον, τινὲς δὲ χαλεπώτερον ἀναπτύουσι. τί μὲν οὖν ἐστι τὸ εὐπετέως ἀναπτύεσθαι δοκῶ μοι δεδεῖχθαι σαφῶς τε ἅμα καὶ ἀληθῶς. εἰ δἀληθές ἐστι τοῦτο, καθάπερ οὖν καὶ ἔστιν, ἀληθὲς ἂν εἴη καὶ τὸ ταχέως. οὐ γὰρ τὸν ἐζευγμένον χρόνον αὐταῖς ταῖς βηξὶν, ἀλλὰ τὸν πρῶτον τοῦ νοσήματος σημαίνει καιρὸν, ὑπὲρ οὖ καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν· ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει. ὡς εἴ γέ τις ἐπὶ τοῦ χρόνου τῆς ἐνεργείας ἀκούσειεν εἰρῆσθαι τὸ ταχέως, ὅπερ ἐδείχθη κἀν τῷ εὐπετέως περιεχόμενον, διττῶς ἁμαρτήσεται τῷ τὸν μὲν τῶν χρόνων ἀναξίως εἰρῆσθαι δὶς ὑπαὐτοῦ, τὸν δἕτερον, οὖ κἀν τοῖς ἀφορισμοῖς ἐμνημόνευσε, παραλελεῖφθαι, καίτοι μεγίστην ἔχοντα δύναμιν. ὅτι δοὐ διὰ ταῦτα μόνον ἀλλὰ καὶ διὰ τὰ συνεχῶς εἰρημένα κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἀκούειν δεῖ δειχθήσεταί σοι διὰ τῆς κατἐκείνην αὐτὴν ἐξηγήσεως.
§44–55
§44 Τὸ ἰσχυρῶς ἐπὶ τὸ ξυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέρεσθαι χρὴ, ὡς εἰ καὶ οὕτως εἴρητο. φαίνεσθαι δὲ χρὴ τὸ ξανθὸν συμμεμιγμένον ἰσχυρῶς τῷ πτυέλῳ. τό γε μὴν ἰσχυρῶς αὐτῷ λίαν καὶ μάλιστα σημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν εἶπεν ἔμπροσθεν, ἔμετος δὲ ὠφελιμώτατος φλέγματός τε καὶ χολῆς συμμεμιγμένος μάλιστα. νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰσχυρῶς προσέθηκεν. ὅτι δὲ ὀρθῶς ἐξηγησάμεθα τῆς ἑξῆς ῥήσεως ἀκούσας μαθήσῃ.
§45 Κατὰ ταύτην τὴν ῥῆσιν ὑπεσχόμην ἀποδείξειν ἀμφοτέρας τὰς ἔμπροσθεν ἐξηγήσεις ἀληθεῖς, τήν τε τοῦ ταχέως καὶ τὴν τοῦ ἰσχυρῶς διάνοιαν. ἐπὶ γάρ τοι τἀναντία μεταβὰς, ὡς εἴωθε, τῷ μὲν ταχέως ἀντέθηκε τὸ εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, τῷ δὲ συμμεμιγμένον ἰσχυρῶς τὸ μὴ ἰσχυρῶς συμμεμιγμένον ἀντέθηκε καὶ τῷ εὐπετέως πτυομένῳ τὸ πολλὴν βῆχα παρέχον. τὸ γὰρ ἀνωδύνως τε καὶ ταχέως ἀναφερόμενον ὀλίγης δεῖται βηχός. εἴρηται γάρ μοι πρόσθεν ἄμεινον εἶναι μεμίχθαι πως ἀλλήλοις τὰ κενούμενα καὶ μηδὲν εἰλικρινῶς ἄκρατον ἐκκρίνεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ δεῖν ἐπιφαίνεσθαι ταχέως ἐν πλευριτικοῖς τὰ πτύσματα, κατά τε τὰ περὶ κρίσεων καὶ τῶν ἀφορισμῶν ὑπομνήματα.
§46 Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόσθεν εἰρημένου. τὸ γὰρ μὴ συμμεμιγμένον ἄκρατόν ἐστι, καὶ γίνεται ξανθὸν μὲν διὰ τὴν ξανθὴν δηλονότι χολὴν, λευκὸν δὲ καὶ γλίσχρον καὶ στρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δὲ ἡμῖν πολλάκις ὡς τὰ κατασκήπτοντα μέλεσί τισι ῥεύματα καὶ φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ οἰδήματα καὶ σκίῤῥους καὶ καρκίνους ἐργαζόμενα, παρὰ τὰς διαφορὰς τῶν ἐπικρατούντων ἐν αὐτοῖς χυμῶν, εὐήθη τε καὶ κακοήθη γίνεται. τὰ μὲν γὰρ αἱματώδη καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς ξανθῆς μελαίνης χολῆς χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐστιν ἄμφω τῶν σωμάτων καὶ τοῦταὐτοῖς κοινόν. ἴδιον δὲ ἑκατέρου τοῦ μὲν τῆς ξανθῆς χολῆς τὸ πυρετοὺς ὀξεῖς ἐπιφέρειν, τοῦ δὲ τῆς μελαίνης τὸ δύσλυτον ἐργάζεσθαι τὴν διάθεσιν. ἅτε γὰρ παχὺς ὢν καὶ γεώδης χυμὸς οὗτος ἐμφράττεται τοῖς ὑποδεξαμένοις μέλεσιν αὐτὸν, ὡς δυσέκνιπτον εἶναι.
§47 Εἴρηται πολλάκις ὅτι τὸ χλωρὸν ἐπί τε τοῦ ὠχροῦ λέγειν εἴωθε καὶ τοῦ καλουμένου πρός τινων ἰώδους. ὁπότερον δαὐτῶν ἄκρως τοιοῦτον, ὅτι χαλεπόν ἐστιν οὐδὲν ἔτι δέομαι λέγειν, εἰρηκὼς ἤδη περὶ πάντων τῶν ἀκράτων χυμῶν. πλὴν γὰρ τοῦ αἵματος, ὅστις ἂν ἄκρατος , μοχθηρὰν ἐνδείκνυται διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν γένεσιν ἔχων, μὲν ξανθὸς ἐξοπτωμένης αὐτῆς τῆς ὀῤῥώδους ὑγρότητος, ἦς ἐπιμιγνυμένης ὠχρὸς ἐφαίνετο, δἰώδης ἐξ ὑπεροπτήσεως ταύτης. δὲ μέλας ἤτοι τῆς αὐτῆς ὑπεροπτηθείσης, ἥπερ δὴ κακίστη τε καὶ διαβρωτικωτάτη γίγνεται μέλαινα χολὴ τοῦ παχέος αἵματος ὁμοίως ξηρανθέντος λόγῳ νεκρώσεώς τε καὶ ψύξεως. ταῦτοὖν χρὴ μεμνημένον σε μὴ πολλάκις ἀξιοῦν ἀκούειν ὑπὲρ τῶν αὐτῶν τὰ αὐτά. τό γε μὴν ἀφρῶδες πτύελον, εἴρηται γὰρ καὶ τοῦτἐπὶ τέλει τῆς ῥήσεως, ἐκ φλεγματικῆς τε ἅμα καὶ ἀερώδους οὐσίας ἐστὶ συμμιγές. ἐκ τούτων γὰρ καὶ γένεσίς ἐστιν ἀφρῷ παντὶ, κατὰ μὲν τὴν θάλατταν ὑπὸ βιαίας ἀνέμων ἐμπτώσεως εἰς πολλὰ καὶ μικρὰ μόρια θραυομένου τοῦ ὕδατος, ἐπὶ δὲ τῶν ἑψομένων διὰ τὸ πλῆθος τῆς θερμασίας. κοινὸν δἐν ἀμφοῖν ἐστι γένεσις πομφολύγων πολλῶν τε καὶ μικρῶν. γίνονται δαὗται δύσλυτοι, μάλιστα μὲν ἀμφοῖν συνελθόντων, ἀέρος τε θολεροῦ καὶ ὁμιχλώδους ὑγρότητος, γλίσχρον ἐχούσης τι καὶ παχύ. τὸ γὰρ λεπτὸν ὑγρὸν οἶόν πέρ ἐστι τὸ ἀκριβῶς ὕδωρ, ὅταν ἀέρα περιλάβῃ καθαρὸν, οὐ στέγει μέχρι πλείονος, ἀλλαὐτίκα ῥαγεισῶν τῶν πομφολύγων εἰς τὴν ἑαυτοῦ χώραν ἀναθεῖν ἐπιτρέπει· διὰ τοῦτο καὶ κατὰ τὴν θάλατταν ἀφρὸς ἐν τάχει λύεται. τὸ δὲ παχὺ καὶ γλίσχρον ὑγρὸν, ὅταν, ὡς εἴρηται, θολερὰν καὶ ὁμιχλώδη τινὰ οὐσίαν ἔνδον ἑαυτοῦ κατακλείσῃ, μέχρι πλείστου κατέχει, μήτἐκείνης ἐπειγομένης ἄνω, καθάπερ καὶ καθαρὸς ἀὴρ, αὐτό τε δύσρηκτον ὑπάρχον. ὥσπερ γὰρ γένεσις ταῖς πομφόλυξιν ἐξ ὑγρᾶς οὐσίας γίνεται, κατακλειούσης ἔνδον ἑαυτῆς ἀέρα, κατὰ τὸν αὐτὸν τρόπον λύσις αὐταῖς ἐν τῷ ῥαγῆναι τὴν ὑγρὰν οὐσίαν ἐστί. ῥήγνυται μὲν οὖν ῥᾳδίως ὑπὸ τῆς ἄνω φορᾶς τοῦ λεπτοῦ πνεύματος, οὐ ῥήγνυται δὲ, ὅταν μήτε λεπτὸν μήτἄνω φέρηται. τοιοῦτον δἐστὶ τὸ ὁμιχλῶδες, οὔτε ἀναθέον εἰς ὕψος οὔτε λεπτὸν ὂν, ἀλλἱκανῶς ὑγρὸν, ὡς βαστάζειν δύνασθαι τὸ περιταθὲν ὑγρὸν ἐν αὐτῷ. διὰ τοῦτοὖν οὐδὅταν ὕδωρ ἕψηται δύσλυτος γίνεται πομφόλυξ, ἀλλἐπειδὰν παχὺς λιπαρὸς χυμὸς, ἐξ οὖ τό τε γεννώμενον πνεῦμα φυσῶδές τε καὶ ἀτμῶδές ἐστι, τό τἐπιπολῆς τοῦ λέβητος ὑγρὸν ἐλαιῶδές τε καὶ λιπαρὸν καὶ γλίσχρον. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ κατὰ τὰ τῶν ζώων σώματα γεννᾶσθαι τὸν ἀφρόν. οὐ γὰρ δὴ σφοδράς γέ τινας ἀνέμων, ὥσπερ ἐν τῇ θαλάττῃ, καταιγίδας ὑπολαβεῖν ἐγχωρεῖ, θερμασίαν μέντοι πυρώδη, συντήκουσάν τε ἅμα καὶ πνεῦμα φυσῶδες ἐργαζομένην, μονονοὺ καὶ αὐτοῖς ὀφθαλμοῖς ἐπὶ πολλῶν ἐστιν ἀῤῥώστων θεάσασθαι. ταῦθἡμῖν μὲν αὐτάρκως εἰρήσθω. καὶ σοὶ δὲ μνημονευέσθω περὶ γενέσεως ἀφρωδῶν, εἴτἐπὶ πτυσμάτων εἴτε διαχωρημάτων εἴτοὔρων, ἐφίσταται γάρ ποτε καὶ τούτοις καλουμένη πομφόλυξ πρὸς τὸ μηκέτι ποθεῖν αὖθις ἀκούειν ὑπὲρ τῶν αὐτῶν.
§48 Εἴρηται πρόσθεν ἤδη περὶ τῶν ἀκράτων ἁπάντων κοινῇ καὶ περὶ τῶν μελάνων ἰδίως τι, καὶ εἰ μὴ μέμνησαι τῶν εἰρημένων, αὖθις ἀνάγνωθι τὰ αὐτά. βέλτιον καὶ τοῦτο τοῦ πολλάκις ἐμὲ γράφειν περὶ τῶν αὐτῶν τὰ αὐτά.
§49 Τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον ὀνομάζειν εἰώθασι κόρυζαν πάντες οἱ παλαιοὶ ἰατροὶ, καθάπερ τὸ διὑπερώας τοιοῦτο κατάῤῥουν. καὶ θαυμάζω γε πῶς Ἱπποκράτης οὐ τοὺς κατάῤῥους, ἀλλὰ τοὺς πταρμοὺς ταῖς κορύζαις προσέθηκεν. αἱ μὲν οὖν κόρυζαι καθἕνα λόγον εἰσὶ μοχθηραὶ τοῖς τοιούτοις ἐπιγινόμεναι νοσήμασιν, οἱ κατάῤῥοι δὲ κατὰ δύο. καὶ λέλεκται πολλάκις ἡμῖν ἔμπροσθεν ἔνια μὲν μοχθηρὰ κατὰ συμβεβηκὸς ἐν τοῖς κακοῖς ἀριθμεῖσθαι σημείοις, ἄλλα δἄντικρυς· αὐτὸ δὴ τοῦτο μόνον εἶναι σημεῖα μοχθηρὰ, μηδὲν μὲν αὐτὰ κακὸν ἐργαζόμενα, δηλοῦντα δέ τινα χαλεπὴν διάθεσιν, ἐφ γέγονεν. ἄλλα δὲ πρὸς τούτοις εἶναι τρίτα τὰ κατἄμφω μοχθηρὰ καὶ ὡς σημεῖα καὶ ὡς αἴτια· σημεῖα μὲν, ὅταν ὑπὸ χαλεπῶν γένηται διαθέσεων, αἴτια δὲ, ὅταν αὐτὰ πάλιν ἑτέρας ἐργάζηται μοχθηρὰς διαθέσεις. ἐπιγίνονται μὲν οὖν κατάῤῥοι καὶ κόρυζαι τοῖς περὶ τὸν πνεύμονα νοσήμασι, θερμοὺς ἀτμοὺς δεχομένης τῆς κεφαλῆς. ἀδικεῖται δὲ οὐχ ὑπἀμφοτέρων πνεύμων, ἀλλὑπὸ τῶν κατάῤῥων μόνων. ἔξω γὰρ ἐκκρίνεται τὸ διὰ τῶν ῥινῶν φερόμενον ἐν ταῖς κορύζαις, διὸ δὴ καὶ χείρους εἰσὶν οἱ κατάῤῥοι τῶν κορυζῶν. οὐκ οἶδοὖν ὅπως ἐν τῷ προκειμένῳ λόγῳ παρελείφθησαν ὑπὸ τοῦ Ἱπποκράτους, εἰ μή τι ἄρα συνεπινοεῖν ἡμᾶς ἀξιοῖ ταῖς κορύζαις αὐτούς. ἴσως δὲ ἐν ἀρχῇ πρὸς τοῦ βιβλιογράφου παρελείφθησαν. μυρία γὰρ ὁρῶ καὶ νῦν γινόμενα τοιαῦτα. κορύζας μὲν οὖν καὶ κατάῤῥους ἀεὶ χρὴ νομίζειν οὐκ ἀγαθὰ σημεῖα, προγινομένους μὲν ὡς ἂν πληροῦντας τὸν πνεύμονα κακοχυμίας, προήκοντος δὲ τοῦ νοσήματος ἐπιφαινομένους, ὡς ἂν τήν τε τοῦ πνεύμονος διάθεσιν ἐνδεικνυμένους μεγάλην, ὑπαὐτῆς τε τὴν κεφαλὴν βεβλάφθαι σημαίνοντας. οἵ γε μὴν πταρμοὶ ταῖς κορύζαις ἕπονται τὰ πολλὰ, καὶ μὲν δὴ καὶ σείοντες σφοδρῶς ὅλον τὸν θώρακα λυμαίνονταί τι καὶ τὸν πνεύμονα. ἐν μέντοι τοῖς ἄλλοις νοσήμασιν οὐ συνεισβάλλοντες οὐδέποτε, καθάπερ οὐδἄλλο οὐδὲν σύμπτωμα, προήκουσι δὲ ἐπιφαινόμενοι, σωτηρίαν σημαίνουσι, κἂν θανατώδης ὅσον ἐπὶ τοῖς ἄλλοις σημείοις νόσος ὑπάρχῃ. πέψεώς τε γάρ εἰσι γνωρίσματα καὶ ῥώμης τῆς κατὰ τὸν ἐγκέφαλον ἀποκριτικῆς δυνάμεως, ὑφἧς εἰς τὴν ῥῖνα τῶν φυσωδῶν πνευμάτων ἐκκρινομένων ἅμα τισὶν ὑγρότησιν, ἐνίοτε μὲν αἰσθηταῖς τε καὶ σαφέσιν, ἐνίοτε δὲ ἀμυδραῖς τε καὶ δυσοράτοις οἱ πταρμοὶ γίνονται.
§50 Κοινὸς καὶ οὗτος λόγος ἐστὶν ἐπὶ πασῶν φλεγμονῶν ἤδη πολλάκις ἡμῖν ἐν πολλοῖς εἰρημένος, ὡς τοῦ κατασκήψαντος εἰς τὰ φλεγμαίνοντα μόρια χυμοῦ διϊδροῦται τὸ λεπτότερον, ὅταν περιέχουσα τὸ φλεγμαῖνον ἐπιφάνεια μὴ πυκνὴ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τουτὶ τὸ ἐκτὸς δέρμα. καὶ διὰ τοῦτο ἄν τε κατὰ τοὺς πόρους τῆς ῥινὸς τοὺς ὀφθαλμοὺς τὸ στόμα φλεγμονὴ γένηταί τις, ἀποῤῥέουσιν αὐτῆς ὑγρότητες λεπταὶ, παραπλήσιαι τοῖς ἐπὶ τῶν ἑλκῶν ἰχῶρσιν. οὕτως οὖν καὶ πνεύμων φλεγμήνας ἀποκρίνει τινὰς ὑγρότητας εἰς τὰς ἐντὸς ἑαυτοῦ κενὰς χώρας, αἵ πέρ εἰσιν αἱ τῶν τραχειῶν ἀρτηριῶν, αἵτινες ὑπὸ τῶν βηχῶν ἀναφερόμεναι πτύονται, τὰ γνωρίσματα φέρουσαι τοῦ τὴν περιπνευμονίαν ἐργαζομένου ῥεύματος. ἐκείνου γάρ εἰσιν οἷον ὀῤῥός τις. ἔσονται τοιγαροῦν, ἐὰν μὲν χολώδης ἱκανὸς χυμὸς εἴη, ξανθαὶ μόνον, ἐὰν δὲ αἱματώδης, ἐρυθραὶ, ἐὰν δὲ ἐξ ἀμφοῖν μικτὸς, ἐρυθραί τε ἅμα καὶ ξανθαί. αὗται μὲν οὖν αἱ ὑγρότητες ἀγαθαί. βραχὺ δὲ ἀπολείπονται αὐτῶν, καθἃς ἀναπτύουσιν εἰλικρινὲς αἷμα, καὶ τάχα τινὰ καταπλήξεται τὸ σημεῖον, ὥσπερ ὅταν ἕλκος ἐν πνεύμονι γένηται ῥαγέντος ἀγγείου· καὶ γὰρ καὶ τότε πτύουσιν αἵματος. ἀλλὰ καὶ τὸ κατά τινας τῶν περιπνευμονικῶν ἐπιφαινόμενον αἷμα παντελῶς ὀλίγον ὅμοιον γίνεται τῇ κατὰ διαπήδησιν ὀνομαζομένῃ πρὸς τῶν ἰατρῶν αἵματος πτύσει. γίνεται γὰρ καὶ τοῦτο τὸ σύμπτωμα κατασκήψαντος μὲν αἵματος εἰς τὸ στόμα λεπτοῦ τὴν σύστασιν, ἀραιῶν δὲ τῶν οὔλων ὑπαρχόντων, ὡς μὴ στέγειν αὐτό. καὶ μέντοι κατὰ τὴν φάρυγγα διαἰτίαν τὴν αὐτὴν γίνεταί ποτε τοιαύτη τις ἔκκρισις αἵματος ὀῤῥώδους. οὐδὲ οὖν ἄτοπόν ἐστιν οὐδὲν, ὅταν ἐν τῷ πνεύμονι γένηταί τι τοιοῦτον. διαγνώσῃ δαὐτὸ ῥᾳδίως ἔκ τε τῆς συστάσεως τοῦ αἵματος καὶ αὐτοῦ τοῦ πλήθους. οὔτε γὰρ παχὺ τὴν σύστασίν ἐστι τὸ οὕτως ἀναπτυόμενον οὔτε πολύ. χρὴ δὲ μὴ παραμένειν τὸ σύμπτωμα μέχρι τῆς ἑβδόμης ἡμέρας, ἀλλὰ μάλιστα ἐντὸς τῆς πρώτης τετράδος ἀλλοιωθῆναι πεττόμενον· εἰ δὲ μὴ, ἀλλὰ πάντως γε πρὸ τῆς ἑβδόμης. εἰ δὲ διαμένει τοιοῦτον οἷον ἐξ ἀρχῆς ἦν, εὔδηλον ὡς εἰς χρόνον πλείονα δηλοῖ τὸ νόσημα προήξειν. ὅπου γὰρ οὐδέπω μέχρι τῆς ἑβδόμης ἤρξατο πέττεσθαι, χρονιωτάτην ἔσεσθαι δηλοῖ τὴν τελείαν πέψιν. ἐν δὲ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν καὶ τῶν ἄλλων ἀτόπων εἴωθε συμπίπτειν, ὅσα τε διὰ τὸν κάμνοντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ, τά τε ἄλλως ἔξωθεν ἀδοκήτως γινόμενα συμβαίνει, καὶ μέντοι καὶ διὰ τὸν ἰατρὸν αὐτὸν ἐνίοτε, κἂν τούτων μηδὲν γένηται, κίνδυνός ἐστι πρὸ τοῦ πεφθῆναι τὸ νόσημα καταλυθῆναι τὴν δύναμιν. καὶ διὰ τοῦτο οὖν ἧττον ἀσφαλές φησι διαμένειν τὰ τοιαῦτα πτύσματα μέχρι πλειόνων ἡμερῶν.
§51 Κοινὸς καὶ οὗτος λόγος ἐστὶν ἐπὶ πάντων τῶν ἐκκρινομένων ἐκ τοῦ σώματος, ὑπὲρ οὗ καὶ κατὰ τὰ ἄλλα βιβλία καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν αὐτὸς ὡς τὴν εὐφορίαν μάλιστα θεάσασθαι χρή. πολλάκις γὰρ ἴσχυσεν φύσις νικήσασα τὴν μοχθηρὰν διάθεσιν ἐκκαθᾶραι τὸ σῶμα· κἀν τούτῳ καταπλήττονται πολλοὶ θεώμενοι τὴν κακίαν τῶν ἐκκρινομένων, οὐκ εἰδότες εἴτε συμπτώματος λόγῳ γίγνεται τὸ τοιοῦτον εἴτε τῆς φύσεως ὠθούσης ἔξω τὰ μοχθηρά. κατὰ μὲν οὖν τοὺς ἀφορισμοὺς τὴν τῆς εὐφορίας προσηγορίαν ἔγραψε μόνην· ἐνταυθοῖ δὲ τὴν ἀνωδυνίαν ἐνεδείξατο, διἣν ἐπαινεῖ τὰ παύοντα τὴν ὀδύνην πτύσματα. μετὀλίγον δὲ πάνθἑξῆς ἐρεῖ τὰ γνωρίσματα τῶν ἐπὶ τὸ βέλτιον ἰόντων νοσημάτων, τῷ τῆς εὐφορίας ὀνόματι περιέλαβε. καὶ μέντοι καὶ κατωτέρω κελεύει τῶν εἰρημένων ὑπαὐτοῦ σημείων ἁπάντων ἀκριβῶς ἐξητακέναι τὰς δυνάμεις, ὅπως ἀλλήλοις αὐτὰ παραβάλλων τις ἱκανὸς εἴη στοχάζεσθαι τὸ μέγεθος τῆς ἐπὶ τὸ χεῖρόν τε καὶ βέλτιον ὅλου τοῦ σώματος ῥοπῆς, οἷόν περ κἀν τῷδε τῷ λόγῳ τῷ νῦν ἡμῖν προκειμένῳ πεποίηκεν αὐτός. εἰ γὰρ ἐπὶ τοῖς πτυέλοις αἱ ὀδύναι μὴ λύονται, οὐκ ἀγαθὸν τὸ σημεῖον. οὐ μὴν ἀρκέσει γέ σοι μόνον τοῦτο γνῶναι πρὸς ἀκριβῆ τοῦ μέλλοντος ἔσεσθαι πρόγνωσιν, ἀλλὰ θεάσασθαι χρὴ καὶ τὰ ἄλλα συμπτώματα· τοῦτο γὰρ ἐνεδείξατο τῶν μελάνων πτυσμάτων μνημονεύσας. ὄντος γοῦν τοῦ κοινοῦ σημείου τοῦ μὴ παύεσθαι τὴν ὀδύνην, εἰ μὲν ὠχρὸν εἴη τὸ ἐκπτυόμενον ἐρυθρὸν, ἧσσόν ἐστι κινδυνῶδες· εἰ δὲ μέλαν, ὀλεθριώτατον. ὥσθἅπαντα ἐπισκεψάμενος, οὐ μόνον τὰ εἰρημένα, κεφάλαιον ἓν ἐξ αὐτῶν ἀθροίσεις ἀκριβοῦς προγνώσεως. καὶ αὐτὸς δὲ ἐφεξῆς Ἱπποκράτης ἁπάντων τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων ἔγραψε κατάλογον ἀναμιμνήσκων τῶν προειρημένων.
§52 Ὅσα τῶν ἀλγημάτων ἐκ τῶν κατὰ θώρακα καὶ πνεύμονα χωρίων οὐ παύονται πρὸς τὰ βοηθήματα, καὶ τοῦτἔχει μόνον ἄτοπον, οὐδενὸς ὀλεθρίου συνόντος ἑτέρου γνωρίσματος, ἐκπυῆσαι αὐτὰ προσδοκᾷν. μέσα γάρ πώς ἐστι ταῦτα τῶν τε λυομένων ἐν τάχει καὶ τῶν ἀνιάτων.
§53 Τῶν ἐν τοῖς φανεροῖς μέρεσι τοῦ σώματος ἐκπυϊσκόντων ὅσα τοιαῦτἐστιν, ὡς ἐν μέρει μέν τινι πῦον ἔχειν, ἐν μέρει δεἶναι τὸ λοιπὸν ἄπεπτον καὶ λεπτὸν, οὐδὲν εὐΐατόν ἐστιν. εἰ δὲ καὶ πρὸς τῷ μηδέπω τὸ πῦον ἔχειν ἔτι καὶ κακόηθές τι σημεῖον αὐτοῖς συνείη, πολὺ μᾶλλόν ἐστι μοχθηρά. τούτων δὲ πολὺ μᾶλλον ὑποληπτέον εἶναι μοχθηρὰ τὰ κατὰ τοὺς κυρίους τόπους γινόμενα. δηλοῦται γὰρ ἀγριώτατός τις ὢν λυπῶν χυμὸς, ὅπου τῆς φύσεως ἐνδειξαμένης ὅπως ἔχει τῆς εἰς τὸ πέττειν παρασκευῆς, οὐδὲν ὅλως εἶξεν αὐτῆς.
§54 Καὶ τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γινομένων. εἰς γὰρ τὸ βέβαιον τῆς προγνώσεως κρίσιμος συντελεῖ. πότερον δἀγαθόν ἐστιν κακὸν τὸ γινόμενον, ἐξ ἄλλων τεκμηρίων διάγνωσις. ἐάν τε γὰρ ἱδρὼς γένηται κατὰ τὴν ἑβδόμην ἡμέραν, ἐάν τε διαχώρησις γαστρὸς, ἐάν θαἱμοῤῥαγία, βελτίονα μὲν ἐργασάμενα τὸν κάμνοντα, τῶν ἀγαθῶν ἐστι σημείων, χείρω δὲ τῶν κακῶν. καὶ πιστῶς γε δηλοῖ τούτων ἑκάτερον, οὐχ ὡς εἰ κατἄλλην ἡμέραν ἐγένετο. γέγραπται δέ μοι περὶ τούτων ἐπὶ πλεῖστον ἔν τε τοῖς περὶ κρισίμων ἡμερῶν καὶ τοῖς περὶ κρίσεων, ἐν οἷς χρὴ προγεγυμνάσθαι τὸν βουλόμενον ἀκριβῶς παρακολουθῆσαι τοῖς ὑφἹπποκράτους εἰρημένοις.
§55 Ἔργῳ τὴν τούτων ἀλήθειαν μεμαθήκατε, προλέγοντος ἐμοῦ πειραθέντες, ὥστε προσέχειν ὑμᾶς χρὴ τὸν νοῦν τοῖς λεγομένοις ὑφἹπποκράτους, μὴ τοιαῦτα νομίζοντας αὐτὰ ταῖς δυνάμεσιν ὑπάρχειν, ὁποῖα τοῖς πολλοῖς τῶν ἰατρῶν γέγραπται μέχρι γραμμάτων καὶ λόγων τὸ πιθανὸν ἔχοντα, τοῖς δἐπὶ τῶν νούσων ἔργοις ἐλεγχόμενα. πρὸς γάρ τοι τὸν εἰρημένον ὑπαὐτοῦ σκοπὸν, ὄντα μέσον ἁπάντων τῶν ἄλλων κακῶν τε καὶ ἀγαθῶν ἀποβλέπων, δυνήσῃ προλέγειν τὴν ἡμέραν ἐν τεθνήξεταί τις. ὑποκείσθω γὰρ κάμνων ἑβδομαῖος ἐπτυκὼς τὸ πυῶδες οὐ μὴν μόνον οὐδὲ διὅλης ἡμέρας ἐφεξῆς, ἀλλἤτοι σὺν αὐτῷ τὸ χολῶδες μόνον ἐκεῖνο χωρὶς τοῦ πυώδους. ἔστω δαὐτῷ καὶ τἄλλα πάντα μέσα ἀπό τε τῆς ἡλικίας καὶ τῆς φύσεως καὶ τῆς ὥρας καὶ τῆς χώρας καὶ τῆς οἰκείας δυνάμεως, ὡς μήτε ἰσχυροτάτην εἶναι τὴν δύναμιν μήτἀσθενεστάτην. ὡσαύτως δὲ καὶ τὴν κρᾶσιν αὐτοῦ τοῦ κάμνοντος μήτε τὴν εὐκρατοτάτην εἶναι μήτε τὴν δυσκρατοτάτην. οὕτως δὲ καὶ ὥραν καὶ χώραν καὶ κατάστασιν καὶ ἡλικίαν τοῦ κάμνοντος ἐν τῷ μέσῳ τετάχθαι τῶν ἀρίστων τε καὶ χειρίστων ὑποθώμεθα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἑκάστου γένους σημείων ὑπάρχειν ὑποκείσθω τῷ κάμνοντι τὰ μέσα. τοῦτον ἔλπιζε τεθνήξεσθαι τεσσαρεσκαιδεκαταῖον, ὡς ταύτης μέσης οὔσης προθεσμίας τοῦ θανάτου. προσγενομένων δὲ σημείων ἀγαθῶν μὲν ἐπὶ πλέονα χρόνον ἐκταθήσεσθαι τὴν προθεσμίαν τοῦ θανάτου, κακῶν δὲ θᾶττον τεσσαρεσκαιδεκαταῖον τεθνήξεσθαι. τίνα δέ ἐστι τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ διῆλθεν αὐτὸς ἐφεξῆς τὰ μὲν ὀνομαστὶ, τὰ δὲ ἐπὶ κεφαλαίων. ἀλλὰ σύ γε μηδὲ περὶ τούτων ἀκούσῃς ἁπλῶς, ὡς ὁμοτίμων ἁπάντων, ἀλλἀναμνησθεὶς ὧν αὐτὸς ἔγραψε καὶ ὧν ἡμεῖς προσεθήκαμεν εἴς τε τὸν ἀριθμὸν αὐτὸν ἀπόβλεπε καὶ τὴν δύναμιν. ὅπου μὲν αὐτὸς εἶπε σωτήριον κάρτα καὶ ὀλέθριον κάρτα τῆς πρώτης τοῦτο δυνάμεως τιθεὶς, τὸ μὲν ἐν τοῖς ἀγαθοῖς, τὸ δὲ ἐν τοῖς κακοῖς. ὡσαύτως δὲ καὶ ὅπου τὸν θάνατον ὑπόγυον ἔφησεν ὑπάρχειν θανατωδέστατον προσέγραψεν, οὐχ ἁπλῶς εἶπε θανατώδη. καὶ μὲν δὴ κἀπὶ τῶν ὑγιεινῶν σημείων, ὅταν εἴπῃ μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην, καὶ πάλιν, ἀσφάλειάν τε γὰρ σημαίνει καὶ τὸ νόσημα ὀλιγοχρόνιον, τι τοιοῦτον προσέθηκε. τὰ δὲ ἁπλῶς θανατώδη καὶ πάλιν ἁπλῶς περιεστηκότα λεγόμενα μέσης ἐστὶ τάξεως ἀμφότερα κατὰ τὴν ἑαυτῶν φύσιν. ἑκάτερα δὲ τούτων ὅσα παραβλητικῶς εἶπεν ἤτοι θανατωδέστερα περιεστηκότερα τὸ μᾶλλόν τε καὶ ἧττον ἑκατέροις προσέθηκεν. ἐὰν μὲν γὰρ ἔπιφανῇ τι τοῖς κατὰ τὴν πέμπτην ἑβδόμην ἡμέραν εἰρημένοις ὀλεθρίοις πτύσμασι τῶν τῆς πρώτης τάξεως κακῶν σημείων, οὐκ ἂν οὐδεἰς τὴν ἑνδεκάτην ἡμέραν κάμνων ἐξίκοιτο καὶ μᾶλλον ἐὰν ἑνὸς πλείω γένηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ἐὰν τῶν ἱκανῶς ἀγαθῶν ἐπιφανῇ τινα, μέχρι τῆς τρίτης ἑβδομάδος ἐκταθήσεται τὸ νόσημα. μιχθέντων δἀλλήλοις ὀλεθρίων τε καὶ περιεστηκότων τῶν μᾶλλον ἐν ἑκατέρῳ τῷ γένει τοῖς ἧττον ὁπωσοῦν ἄλλως· ἐπὶ μὲν τοῖς πλείοσί τε καὶ ἰσχυροτάτοις ἀγαθοῖς σημείοις ἐλπὶς τὸν κάμνοντα πλείονα ζήσεσθαι χρόνον, ἐπὶ δὲ τοῖς ἐναντίοις ἐλάττονα· κατὰ ταῦτα δὲ κἂν ἤτοι γέρων ἀσθενὴς τὴν δύναμιν ἐν ὥρᾳ καὶ χώρᾳ καὶ καταστάσει μοχθηρᾷ καὶ δυσκράτῳ νοσῇ τις, ἐπιταθήσεσθαι τοῦ θανάτου τὸ τάχος προσδοκᾷν, μεγίστην πάλιν ἔχειν ἐν τούτοις ἰσχὺν ἡγούμενος τὸν ἀπὸ τῆς δυνάμεως σκοπόν.
§56–67
§56 Ἐντεῦθεν ἄρχεται τοῦ καταλόγου τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται· καὶ διὰ τοῦθὑπερβὰς αὐτὰ τὰ ἑξῆς προχειριοῦμαι. πρὸς μὲν οὖν τὸ περιγενέσθαι πάντων δεῖ παρόντων τῶν ἀγαθῶν, πρὸς δὲ τὴν ἀπώλειαν ἀρκεῖ καὶ ἓν παρεῖναι τῶν κακῶν, μόνου τοῦ θᾶττον καὶ βράδιον ἀπολέσθαι ἐκ τοῦ πλείω ἐλάττω ἀγαθὰ κακὰ παρεῖναι δηλουμένου.
§57 Ἀσαφές ἐστιν ὁποίας ἄλλας λέγει. δυνατὸν μὲν γάρ ἐστι καὶ περὶ τῶν ἐν ἑτέροις μέρεσι γινομένων ἐκπυήσεων τὸν λόγον αὐτὸν ποιεῖσθαι, καταλιπόντα θώρακα καὶ πνεύμονα, περὶ ὧν ἄχρι δεῦρο διείλεκται, δυνατὸν δὲ καὶ περὶ τῶν ἐν αὐτοῖς μὲν τοῖς ὀργάνοις, ἀλλοὐχ ὁμοίων ἐκπυήσεων ταῖς προειρημέναις, ἐνδέχεται δὲ καὶ περὶ ἀμφοτέρων. ἐπεὶ δὲ οὐχ ὁμοίων ταῖς προειρημέναις εἶπον, ἐξηγήσασθαι χρὴ τοῦτο. φημὶ γὰρ οὐ περὶ πασῶν ἐκπυήσεων αὐτὸν, ἀλλὰ τῶν, ὡς αὐτὸς εἶπε, χολῶδες ἐχουσῶν τι μεμιγμένον, ἄχρι δεῦρο ποιεῖσθαι τὴν διδασκαλίαν, οὐδὲ τούτων ἁπασῶν, ἀλλὅσαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐῤῥάγησαν. ἔστι δὲ τοῦτο σπάνιον. αἱ πλεῖσται γὰρ εἰκοσταῖαι ῥήγνυνται, τινὲς δὲ καὶ μέχρι πλείονος ἀφικνοῦνται χρόνου, περὶ ὧν νῦν διέρχεται. διαφοραὶ δὲ πασῶν εἰσι δύο κοιναὶ, διἃς καὶ τῷ χρόνῳ παραλλάττουσιν ἀλλήλων, ἔκ τε τοῦ πάσχοντος μορίου καὶ τοῦ πλεονάζοντος χυμοῦ. τὰ μὲν γὰρ θερμότερα καὶ μαλακώτερα μόρια θᾶττον ἐκπυΐσκεται, τὰ ψυχρότερα δὲ καὶ σκληρότερα βραδύτερον. οὕτω δὲ καὶ τῶν χυμῶν οἱ μὲν θερμότεροι θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον. αὗται μὲν αἱ κατὰ τὴν τοῦ πράγματος οὐσίαν εἰσὶ διαφοραὶ, προσέρχονται δὲ ἔξωθεν αἱ παρὰ τὴν ἡλικίαν τε καὶ τὴν φύσιν, ὥραν τε καὶ χώραν καὶ κατάστασιν, ἔτι δὲ καὶ δύναμιν τοῦ κάμνοντος. ἐν ἁπάσαις δαὐταῖς οἱ μὲν θερμότεροι χυμοὶ θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον ἐκπυΐσκονται. ταῦτα μὲν οὖν κοινῇ περὶ πασῶν ἐκπυήσεων ἐπίστασθαι καλόν. ἐμοὶ δὲ δοκεῖ νῦν ἔτι περὶ τῶν κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα διέρχεσθαι.
§58 Ἕν τι τῶν ὁμολογουμένων ἐστὶν ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ἐπειδὴ καὶ φαίνεται σαφῶς, ὡς ὅταν αἱ κατὰ τὰ κύρια μέρη φλεγμοναὶ μὴ διαφορηθῶσιν ὑπὸ τῶν βοηθημάτων, ἀλλἐκπυΐσκωνται, ῥῖγος γενέσθαι τηνικαῦτα καὶ πυρετὸν ἐπαὐτῷ. δέδεικται δὲ ἐν τοῖς περὶ ῥίγους λόγοις ὡς δριμύτης τοῦ γενομένου πύου δάκνουσα καὶ διαβιβρώσκουσα τὰ παρακείμενα σώματα ῥῖγος ἐργάζεται παραπλησίως τοῖς δριμέσι φαρμάκοις. ὧν ἐνίοτε προσενεχθέντων ἕλκεσι κακοήθεσιν τινι σηπεδονώδει διαθέσει ῥιγῶσαί τε καὶ πυρέξαι συνέπεσεν. ἀκολουθεῖ δὲ τῷ τοιούτῳ ῥίγει πυρετός. ἀμέλει καὶ Ἱπποκράτης ἀμφοτέρων ἐμνημόνευσε καὶ προτέρου γε τοῦ πυρετοῦ, λέγων, ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ἄνθρωπος ἐπύρεξεν, οὐκ ἐκείνην ἑρμηνεύων τὴν ἡμέραν, ἥτις ὅλου τοῦ νοσήματος ἐγένετο πρώτη, ἀλλὰ καθἣν τὸ ῥῖγος ἅμα τῷ πυρετῷ συνέπεσεν, ἐναργῶς σφοδροτέρῳ δηλονότι τοῦ πρόσθεν ὄντος γινομένῳ. ἀλλὰ καὶ βάρους αἴσθησις γίνεται τηνικαῦτα τοῖς κάμνουσι τοῦ κατὰ πολλὰ καὶ σμικρὰ μόρια παρεσπαρμένου τοῖς φλεγμαίνουσι σώμασι χυμοῦ μετὰ τὴν εἰς πῦον μεταβολὴν ἀθροιζομένου, πρός τινα μίαν χώραν κενὴν συνεχῆ τῷ φλεγμαίνοντι παντί. ἐκ τούτων οὖν, φησὶ, τῶν χρόνων ἐν οἷς ταῦτα πρῶτον ἐγένετο, προσδέχεσθαι χρὴ τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τριακοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ ἑξηκοσταῖα ῥήγνυσθαι τῶν ἐμπυημάτων. δεἶπε γνωρίσματα τρία τὸν ἀριθμόν ἐστι, βάρος καὶ ῥῖγος καὶ πυρετὸς τοῦ πρόσθεν, ὡς ἔφην, σφοδρότερος πολλῷ.
§59 Ὅτι διαφράττουσιν ὑμένες τὸν θώρακα διήκοντες ἀπὸ τοῦ στέρνου μέχρι τῆς ῥάχεως, ὡς δύο ποιεῖν αὐτοὺς κοιλότητας, ἐν ταῖς ἀνατομαῖς ἐμάθομεν. ὅθεν οὐδὲ κοινωνεῖ τὰ κατὰ τὸ ἕτερον μέρος ἐμπυήματα τοῖς κατὰ θάτερον, ὥσπερ ἐπὶ τῶν ἐντὸς τοῦ περιτοναίου. κατἐκεῖνο μὲν γὰρ ἐν κύκλῳ πᾶσι τοῖς ἐντέροις περιῤῥεῖ τὸ πῦον, ἐνταῦθα δοὔτε τὸ κατὰ τὰ δεξιὰ μέρη τοῦ θώρακος εἰς τὰ ἀριστερὰ δύναται μετελθεῖν οὔτἔμπαλιν ὅσον ἐν τοῖς ἀριστεροῖς ἐστιν εἰς τὰ δεξιὰ μεταῤῥυῆναι. διὰ ταῦτοὖν ἀξιοῖ καταμανθάνειν, εἴτε ἐξ ἀμφοτέρων τῶν μερῶν ἔχει τὸ πῦον κάμνων εἴτε κατὰ τὸ ἕτερον μόνον. ἐν μὲν γὰρ ταῖς περιπνευμονίαις εἰς ἐμπύημα τρεπομέναις κατἄμφω μᾶλλον κατὰ θάτερον ἀθροίζεται τὸ πῦον, ἐν δὲ ταῖς πλευρίτισι κατὰ τὸ ἕτερον μέρος μᾶλλον, οὐ κατἄμφω. διάγνωσις δὲ τοῦ πεπονθότος ἔκ τε τοῦ τῆς θερμασίας διαφόρου. θερμότερον γάρ ἐστι τὸ πεπονθὸς κἀκ τοῦ κατακλινόμενον τὸν ἄνθρωπον ἐπὶ τὸ ἀντικείμενον πλευρὸν αἰσθάνεσθαι βάρους ἐγκειμένου τῷ ὑψηλοτέρῳ μέρει. δῆλον γὰρ ὅτι τὸ πῦον ἠθροισμένον ἐν τούτῳ τῷ μέρει τὴν τοῦ βάρους αἴσθησιν ἐργάζεται.
§60 Ὅσοι πῦον ἀθρόον ἔχουσιν ἔνδον τοῦ σώματος, εἴτοὖν ἔτι περιεχόμενον ἐν τῷ φλεγμαίνοντι μορίῳ πρόσθεν εἴτε καὶ μετὰ τὸ ῥαγῆναι, δυνατόν ἐστιν ὀνομάζεσθαι τούτους ἐμπύους. ἀλλεἴθισται παρὰ τοῖς ἰατροῖς μόνους μάλιστα τοὺς κατὰ θώρακα καὶ πνεύμονα τὸ τοιοῦτον ἔχοντας πάθος ἐμπύους ὀνομάζεσθαι. περιέχεται δὲ μετὰ τὴν ῥῆξιν ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ τὸ πῦον τοῦτο καὶ εἰ μὴ διὰ ταχέων ἀναπτυσθείη, φθινωδῶς ἀπόλλυνται, πυρέττοντες λεπτῶς μὲν, ἀεὶ δέ πως αὐξανομένης τῆς θερμασίας εἰς νύκτα· καὶ γίνεται τοῦτο πᾶσι τοῖς ἑκτικῶς πυρέττουσιν, οὐ τῷ τῆς διαθέσεως λόγῳ τῆς νυκτὸς αὐξανούσης αὐτοῖς τὸν πυρετὸν, ἀλλὰ κατά τι συμβεβηκὸς, ὅπερ ἐστὶ τοιοῦτον ἐν τοῖς καλουμένοις ἑκτικοῖς πυρετοῖς, αὐτὰ τοῦ ζώου τὰ στερεὰ μόρια διάπυρα γίνεται. κατὰ τοῦτοὖν αὐτὸ ἀεὶ παραπλήσιος πυρετὸς ἐν ἑαυτῷ μένει τὴν θερμασίαν ἔχων, οἵαν περ τίτανος ἀμυδρὰν τοῖς ἁπτομένοις. ὅταν γοῦν φάγωσί τε καὶ πίωσιν, ὅμοιόν τι συμβαίνει τοῖς γινομένοις κατὰ τὴν τίτανον ὕδατι βραχεῖσαν, ὥστε τοὺς ἁπτομένους ἔξωθεν αἰσθάνεσθαι πολὺ θερμοτέρου τοῦ κάμνοντος. ἔδειξα δὲ τοῦτο πολλάκις ὑμῖν ἐπὶ τῶν ἀῤῥώστων, ἄλλοτἄλλῳ καιρῷ θρέψας τοὺς οὕτω πυρέξαντας, ἵνα πεισθῆτε διὰ τὴν τροφὴν γίνεσθαι τοῦταὐτοῖς, οὐ τῷ τῆς διαθέσεως λόγῳ. ἐναργῶς γὰρ φαίνεται συμμεταπίπτειν πυρετώδης θερμασία τοῖς καιροῖς τῆς τροφῆς, αὐτίκα μὲν ἐπὶ ταῖς προσφοραῖς τῶν σιτίων αὐξανομένη σφοδροτάτη τε ἑαυτῆς φαινομένη κατὰ τὴν ἀνάδοσιν αὐτῶν. διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἱδρῶτες ἐπιγίνονται συνεχεῖς, διαφορουμένης τῆς ἀναδοθείσης τροφῆς. ἀλλὰ καὶ βῆξαι, φησὶ, θυμὸς αὐτοῖς γίνεται, τουτέστι προθυμία, καὶ ἀναπτύουσιν οὐδὲν ἄξιον λόγου. εἰ γὰρ ἔπτυον, οὐκ ἂν ἔμπυοι διέμενον. αἰτία δὲ τοῦ μηδὲν ἀναπτύειν ἄξιον λόγου τριττή· τοῦ πύου μὲν αὐτοῦ γλισχρότης καὶ πάχος, τοῦ δὲ περιέχοντος ὑμένος τὸν πνεύμονα πυκνότης, ἀῤῥωστία δἐπὶ τούτοις τῆς τοῦ κάμνοντος δυνάμεως. ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ, φησὶν, ἔγκοιλοι γίνονται, κοινόν τι τοῦτο τῶν χρονίων ἁπάντων πυρετῶν καὶ μάλιστα τῶν ξηραινόντων ἐπιφανῶς. ἐρυθραίνονταί τε τὰ μῆλα διὰ τὴν ἐν τῷ πνεύμονι θερμότητα καὶ διὰ τὰς βῆχας. ἄμφω γὰρ ταῦτα θερμαίνει, τό τε πρόσωπον καὶ ὅλην τὴν κεφαλήν. ἀπό τε τοῦ κατασκήψαντος εἰς τὸν πνεύμονα ῥεύματος, ἀτμῶν ἀναφερομένων εἰς αὐτά. οἱ δὄνυχες γρυποῦνται τῶν στηριζουσῶν αὐτοὺς ἑκατέρωθεν σαρκῶν ἐκτηκομένων. οἱ μὲν οὖν δάκτυλοι καίτοι καταψυχόμενοι τοὐπίπαν ἐπὶ τῶν χρονίως νοσούντων ὅμως ἐν πᾶσι τοῖς ἑκτικοῖς πυρετοῖς θερμοὶ διαμένουσιν, ἐπειδὴ κατειλήφασιν οὗτοι τὰ στερεὰ μάλιστα μόρια τοῦ σώματος· κατά γε μὴν ἄκρους ἑαυτοὺς ἐναργέστερον φαίνονται θερμότεροι, οὐκ ἐκ τῶν ἔξω μερῶν, ἀλλἐκ τῶν ἔνδον, ἔνθα τὸ σαρκῶδες αὐτῶν ἐστι. καὶ αἰτία πρόδηλος, εἴ γε μεμνήμεθα τῶν ἐπὶ ταῖς προσφοραῖς εἰρημένων. ἔνθα γὰρ ὑγρότης δαψιλεστέρα σαφέστερον ἐν τούτοις χωρίοις θερμασία φαίνεται. προήκοντός γε μὴν τοῦ χρόνου καὶ οἱ πόδες αὐτῶν οἰδίσκονται, τῆς τοῦ σώματος ὅλου νεκρώσεως ἐκεῖθεν ἀρχομένης, ὡς ἂν ποῤῥωτάτω κειμένων μορίων τῆς ἀρχῆς. τηνικαῦτα ἤδη καὶ ἀνόρεκτοι γίνονται, νεκρουμένης δηλονότι τῆς ὀρεκτικῆς δυνάμεως ἅμα ταῖς ἄλλαις· καὶ φλύκταιναί τινες ἐπιγίνονται διαβρωτικῶν ἰχώρων ἀθροιζομένων ἐν σώματι. τοιαύτην γὰρ αὐτῶν Ἱπποκράτης ἐδίδαξε τὴν γένεσιν εἶναι ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἡνίκα φησίν· ἐπιγίνονται μὲν ἐν τῷ δέρματι ἰχῶρες, ἐγκαταλαμβανόμενοι δὲ θερμαίνονται. οἱ γὰρ ἰχῶρες οὗτοι τὸ μὲν ἄλλο τοῦ δέρματος ὅσον μανώτερόν ἐστι διεξερχόμενοι κατὰ τὸ ἔξω πέρας αὐτοῦ πυκνότερον ὂν ἴσχονται. διϊστᾶσι δὲ τοῦτο καὶ ἀφιστᾶσιν ἀπὸ τοῦ ἔνδον ἀθροιζόμενοί τε καταὐτὸ τὰς φλυκταίνας ἐργάζονται.
§61 Καλῶς εἶπε πιστεύειν χρῆναι τοῖς τῶν χρονιζόντων ἐμπυημάτων σημείοις. οὕτω γάρ ἐστιν ἰσχυρὰ τὴν δύναμιν, ὡς μηδεμίαν ἀμφιβολίαν ἑαυτοῖς ἀπολείπεσθαι. τὰ δὀλιγοχρόνια γνωρίζεσθαι διὰ τῶν ἔμπροσθεν εἰρημένων· ἦν δἐκεῖνα, τὸ ῥῖγος καὶ πυρετὸς καὶ τὸ βάρος εἴτε τι τῶν ἐπὶ τοῖς χρονίοις εἰρημένων ἤδη φαίνοιτο καὶ εἰ δυσπνούστερος κάμνων γένοιτο παρὰ τὸ πρόσθεν, ἀνάγκη γὰρ τοῦτο συμβαίνειν διὰ τὴν στενοχωρίαν τοῦ πνεύμονος, ὅταν καταλάβῃ τὰς κενὰς χώρας τοῦ θώρακος τὸ πῦον.
§62 Ἐξ ὧν ὅτι ῥαγῆναι κίνδυνός ἐστι τὸ διαπυϊσκόμενον, ἔνεστί σοι προγινώσκειν ἐκ τούτων καὶ ὅτι θᾶττον. ἔστι δὲ ταῦτα πόνος καὶ δύσπνοια καὶ βὴξ καὶ πτυελισμός. ἐὰν μὲν οὖν συνεχῆ τε γίνηται καὶ ἰσχυρὰ, ταχεῖαν ἔσεσθαι σημαίνει τὴν ῥῆξιν, ἐὰν δὲ μήτε συνεχῆ μήτε ἰσχυρὰ, χρονιωτέραν. ἀνάγκη δὲ διαβιβρωσκομένου τοῦ περικειμένου τῷ πύῳ σώματος ὑπὸ τῆς δριμύτητος αὐτοῦ, πόνον μὲν γενέσθαι διαὐτὸ τοῦτο, βῆχα δὲ καὶ πτυελισμὸν ἰχῶρός τινος ἤδη λεπτοῦ διεξερχομένου τὸ περιέχον σῶμα. δυσπνοοῦσι δὲ καὶ διὅλην μὲν τοῦ νοσήματος τὴν κατάστασιν, ἐξαιρέτως δὲ διὰ τὴν προσγινομένην ὀδύνην.
§63 Οὗτος ἅπας λόγος ἀπὸ ταύτης τῆς λέξεως ἀρχόμενος ὅλος ἐστὶ σαφὴς τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων. ὑπερβὰς οὖν αὐτὸν ἐπὶ τὰ συνεχῆ μεταβήσομαι.
§64 Τὸ συριγγοῦνται μόνον ἀσαφές ἐστιν ἐν ταύτῃ τῇ ῥήσει κατὰ μεταφορὰν εἰρημένον. αἱ γάρ τοι σύριγγες αἱ κυρίως ὀνομαζόμεναι, ταῦτα δὴ τὰ μουσικῶν ὄργανα, προμήκεις ἔχουσι κοιλότητας· αἷς ὅταν ἐν τοῖς τῶν ζώων σώμασιν ὁμοῖαι παρὰ φύσιν γεννῶνται, διὰ τῆς αὐτῆς προσηγορίας δηλοῦνται. δοκεῖ δή μοι καὶ νῦν Ἱπποκράτης διὰ τὸ τῆς διεξόδου πρόμηκες κεχρῆσθαι τῷ συριγγοῦνται ῥήματι. τὸ δὲ σύμπαν τοῦ λόγου κεφάλαιόν ἐστι περὶ τῶν ἐπιγινομένων τοῖς περιπνευμονικοῖς ἀποστάσεων, ἐνίοτε μὲν εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἐνίοτε δὲ εἰς τὰ κάτω τοῦ θώρακος χωρία.
§65 Τὰς προειρημένας ἀποστάσεις ὅπως ἄν τις προγινώσκοι διδάσκει διχῆ τεμὼν τὸν λόγον. ὡς τὸ μὲν πρῶτον αὐτοῦ μέρος εἶναι διδασκαλίαν τοῦ γενήσεσθαι τὴν ἀπόστασιν, τὸ δὲ δεύτερον διορίζεσθαι, πότερον ἄνωθεν τοῦ θώρακος εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας κάτω τῶν φρενῶν. ἀρξόμεθα οὖν καὶ ἡμεῖς ἀπὸ τοῦ προτέρου μέρους, ἐν κεφάλαιόν ἐστι δύσπεπτον· μὲν εἶναι τὸ νόσημα, μὴ μέντοι θανατῶδες. οὔτε γὰρ ἐὰν εὔπεπτον , διἀποστάσεως, ἀλλἤτοι διἐκκρίσεως κατὰ βραχὺ λυθήσεται πεπανθέν. οὔτε ἂν ὀλέθριον ὑπάρχῃ, γενήσεταί τις ἀπόστασις ἀγαθή. μέσον οὖν. αὐτὸ χρὴ τῶν τε ἐπιεικῶν εἶναι καὶ τῶν ὀλεθρίων. ὅθεν εἰκότως Ἱπποκράτης ἔνια μὲν αὐτῶν τῶν γνωρισμάτων ἔγραψεν ἐκ τῶν κακῶν σημείων, ἔνια δὲ ἐκ τῶν ἀγαθῶν, κατὰ μέρος ἤδη σοι δίειμι, τὴν ἀρχὴν ἀπὸ τοῦ πρώτου ποιησάμενος, ὑπὲρ οὖ πρώτου κατὰ λέξιν οὕτω φησίν· ἢν πυρετὸς ἔχῃ, τουτέστι κατείληφε τὸν ἄνθρωπον, ὡς εἰς ἀπυρεξίαν μηδέποτε ἀφικνεῖσθαι καὶ ὀδύνη μὴ πεπαυμένη ᾖ· παυσαμένης γὰρ αὐτῆς οὐκ ἀποστάσεώς ἐστι χρεία τις ἔτι πρὸς τὴν λύσιν, ὡς ἐπιεικοῦς τοῦ νοσήματος ὄντος. καὶ τὸ πτύελον, φησὶ, μὴ ἐγχωρέῃ κατὰ λόγον, οὐδὲ γὰρ ὅλως ἀποστάσεως δεηθήσεται τὸ νόσημα διὰ τῶν πτυσμάτων ἀεὶ ἐκκαθαιρόμενον, εἶτἐφεξῆς μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες. εἴρηται γάρ σοι καὶ πρόσθεν ὡς ἐν τοῖς χολώδεσι νοσήμασιν αἱ ἀποστάσιες οὐ γίνονται. χρὴ γὰρ ὠμὴν καὶ παχεῖαν εἶναι τὴν τῶν χυμῶν ὕλην, ἵνεἴς τε χρόνον πλείονα ἐκπέσῃ τὸ νόσημα καὶ μὴ διἐκκρίσεως, ἀλλἤτοι διἀποστάσεως μόνης πέψεως ἰαθῇ. τὸ δὲ ἐφεξῆς τῷδε τινὲς μὲν οὕτω γράφουσι· μηδεὔλυτοι καὶ ἄκρητοι γίνωνται, ὥσπερ ἔφη, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, οὕτω μηδὲ εὔλυτοι καὶ ἄκρητοι γίνωνται, τοῦ μὲν ἀκρήτου πρὸς τὰς ἀμίκτους τῶν ἄλλων χυμῶν τινι ἀναφερομένου διὰ τὸ μίαν ἔχειν αὐτὰς ποιότητα τὴν τῶν χολωδῶν, τοῦ δὲ μηδεὔλυτοι πρὸς τὸ πλῆθος τῶν ἐκκρίσεων, ὡς εἴτε καὶ χολώδεις εἶεν καὶ εὔλυτοι διἐκκρίσεως μᾶλλον διἀποστάσεως ἐσομένης τῆς κρίσεως. ἔνιοι δὲ ἐναντίως γράφουσι τὴν λέξιν ᾧδε· μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες εὔλυτοι δὲ καὶ ἄκρητοι γίνωνται· εὐλύτους μὲν εἶναι βουλόμενοι τὰς συμμέτρως ὑπερχομένας, ἀκρήτους δὲ τὰς ὑδατώδεις καὶ ἀμίκτους. ἐῤῥέθη γὰρ ἔμπροσθεν ὡς τὸ ἄκρητον ἐπὶ τῆς ἀμίκτου λέγεται ποιότητος. ἀποφήσας οὖν Ἱπποκράτης, φασὶ, τὰς χολώδεις διαχωρήσεις ἐπὶ τῶν ἀκράτων, ὅπερ ἐστὶν ἀμίκτους καὶ οἷον ἄκρας κατὰ μίαν ποιότητα, δῆλός ἐστι τὰς ὑδατώδεις λέγων, αἵπερ ἄπεπτοί εἰσι καὶ διὰ τοῦτο χρόνου δέονται πρὸς τὴν πέψιν, ἐν καὶ αἱ ἀποστάσεις γίνονται. τὰ μὲν γὰρ ὀξέα διἐκκρίσεων μᾶλλον εἴωθε κρίνεσθαι, τὰ δὲ χρονίζοντα διἀποστάσεως. ἀλλὰ περὶ μὲν τῆς ἐν ταῖς εἰρημέναις γραφαῖς διαφορᾶς ἔνεστί σοι καὶ αὖθις ἐπισκέψασθαι κατὰ πολλὴν σχολήν. ἐν δὲ τῷ παρόντι τὴν ὅλην τοῦ λόγου σύνοψιν, ὡς εἰς τὰ τῆς τέχνης ἔργα λαβεῖν ἐξ αὐτῆς τὸ χρησιμώτατον, ἐγώ σοι δίειμι. πρόκειται μὲν οὖν αὐτῷ τεκμήρασθαί τι περὶ τῶν εἰς ἀπόστασιν ὁρμησάντων νοσημάτων. εἶναι δὲ ταῦτα χρὴ πάντως μὲν ἐξ ὠμῶν καὶ παχέων χυμῶν, οὐ μὴν ὀλεθρίων γε. τὰ γὰρ τοιαῦτα χρονίζοντα ποιεῖσθαι δεῖ τὰς ἀποστάσεις, εἴ γε μὴ κατὰ σύμπεψιν, οὕτω γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ὑφἹπποκράτους λύσις αὐτῶν γενέσθαι φθάσει. γνώρισμα δέ σοι τῆς πέψεως ἔσται τὸ οὖρον αὐτό τε πολὺ γινόμενον, ὑπόστασίν τε πολλὴν ἔχον. δὑπόστασίς ἐστι πολλὴ, τοῦτο πάντως ἐστὶ καὶ αὐτὸ παχύτερον τοῦ κατὰ φύσιν. εἰκότως οὖν ἐγένετο διττὴ γραφὴ κατὰ λέξιν, ἐνίων μὲν οὕτω γραψάντων, μηδοὖρον πολύ τε καὶ παχὺ καὶ ὑπόστασιν ἔχον πολλὴν, ἐνίων δὲ μηδοὖρον πολὺ κάρτα καὶ ὑπόστασιν πολλὴν ἔχον.
§66 Προφάσεις εἴωθεν ὀνομάζειν Ἱπποκράτης τὰς φανερὰς αἰτίας. ὅταν οὖν ἐξαίφνης γενομένη δύσπνοια κατὰ τὰς προειρημένας διαθέσεις ἐξαίφνης πάλιν παύσηται καὶ τὸ γενέσθαι καὶ τὸ παύσασθαι χωρὶς φανερᾶς αἰτίας ἔχουσα, τὴν ἐπὶ κεφαλὴν ῥοπὴν ἐνδείκνυται τῶν χυμῶν, ὥσπερ πάλιν τὴν ἐπὶ τὰ κάτω θερμασία τις ἐν τοῖς ὑποχονδρίοις ἐπιφανής. οὐ γὰρ δὴ τὸν χυμόν γε τὸν φλεγματικὸν ἡγεῖσθαι χρὴ νῦν ὑπαὐτοῦ λέγεσθαι, κατὰ τὴν λέξιν ἐν φησιν, οἶς δἂν κατὰ τὸ ὑποχόνδριον τοῦ φλέγματος ἐγγίνηται. πολλῷ γὰρ ἄμεινον ἀκούειν ἐπὶ τῆς παρὰ φύσιν θερμασίας τῆς φλογώδους εἰρῆσθαι τὸ φλέγμα. γίνεται δὲ αὕτη διἐρυσίπελας τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν. εἰ δέ γε τοὐναντίον εἴη λαπαρὸν μὲν καὶ ἀνώδυνον τὸ ὑποχόνδριον. δἄνω ῥοπὴ τῶν χυμῶν ὑπὸ τῆς προειρημένης δυσπνοίας δηλουμένη τὴν ἀπόστασιν γενήσεσθαι ἄνω προσδέχου.
§67 Ἐπὶ τῶν ἰσχυρῶν περιπνευμονιῶν ἀποστάσεις ἐς τὰ σκέλη γίνεσθαι πάντως μὲν ἀγαθόν ἐστιν, εἴ γε δὴ παντὸς μᾶλλον ἀληθὲς ὑπάρχει τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπὲρ τῶν ἀγαθῶν ἀποστάσεων εἰρημένον, ὡς ἄρισται πασῶν εἰσιν αἱ μάλιστα κάτω καὶ ποῤῥωτάτω τῆς νόσου, μᾶλλον δὲ ὅταν ἅμα πέψει γίνωνται. καὶ γὰρ καὶ τοῦτἐπῄνεσεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσιος ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ἐνδείκνυται δὲ τὴν πέψιν τε μεταβολὴ τοῦ πτυέλου καὶ κένωσις ἄλυπός τε καὶ δαψιλὴς γινομένη. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· ἔτι τοῦ πτυέλου ἐκχωρέοντος ἔξω, εἰ δὲ καὶ χωρὶς τοῦ πεφθῆναι τὴν νόσον, ἀπόστασις ἐς τὰ σκέλη γένοιτο, ῥύσαιτο μὲν ἂν καὶ οὑτωσὶ ἐκ τοῦ κατὰ τὴν περιπνευμονίαν κινδύνου τὸν ἄνθρωπον. αὐτὸ δὲ τὸ ἄρθρον εἰς κατέσκηψε, δυσίατον ἕξει τὸ ἀπόσκημμα καὶ τάχἂν ἐνίοτε χωλωθείη κατὰ τοῦτο ἄνθρωπος. εἴρηται δαὐτῷ πάλιν ἐνταυθοῖ οὐχ ἓν τῆς ἀπεψίας σημεῖον, ὥσπερ τῆς πέψεως, ἀλλὰ προσέθηκε τοῖς πτύσμασι καὶ τὴν ἀπὸ τῶν οὔρων διάγνωσιν. ἐπαὐτῶν γε μὴν τῶν κακοήθων πτυσμάτων οὐκέτι προσέθηκε τὸ μὴ πεπέφθαι, καίτοι γε ἀντέκειτο τοῦτο τῷ πεπαίνεσθαι· μόνῳ δἠρκέσθη τῷ μὴ ἐκχωρεῖν, ἱκανὸν εἶναι γνώρισμα αὐτὸ τῆς κακοηθείας τοῦ νοσήματος ὑπολαβὼν, ὡς τό γε πτύεσθαι μόνον πέττεσθαι μόνον οὐδέτερον ἱκανόν. ὅτι καὶ πτύεται πολλάκις αὐτάρκως ἔτι ἀπέπτου τοῦ νοσήματος ὄντος, καὶ πέττεται μὲν ἐνίοτε τὸ νόσημα, πτύεται δοὐκ αὐτάρκως τὸ πτύελον· ποτὲ μὲν ἐπἀῤῥωστίᾳ τῆς κινούσης τὸν θώρακα δυνάμεως, ἐνίοτε δὲ διὰ πάχος γλισχρότητα τοῦ πτυέλου, καὶ ποτὲ διἀμφότερα συνελθόντα, τήν τε τῆς δυνάμεως ἀῤῥωστίαν καὶ τοῦ πύου τὴν ποιότητα. χρὴ τοίνυν καὶ πεπέφθαι τὸ νόσημα καὶ πτύεσθαι καλῶς τὰ πτύελα κατὰ τὰς ὑγιάζεσθαι μελλούσας διαθέσεις. κατὰ μέντοι τὰς ἐναντίας ἱκανὸν γνώρισμα καὶ τὸ μὴ πτύεσθαι μόνον. ἐκ περιουσίας δἂν ἐν αὐταῖς ταύταις διάγνωσις γένοιτο τῆς κακοηθείας τοῦ νοσήματος, εἰ σὺν τῷ μὴ πτύεσθαι καλῶς μηδὲ κενοῦσθαι τὰ κατὰ τὸν πνεύμονα καὶ θώρακα, προσείη τινὰ καὶ τῆς ἀπεψίας τοῦ χυμοῦ γνωρίσματα. πρόδηλον γὰρ ὅτι χαλεπωτέρα μέν ἐστιν διάθεσις, ἐφἦς οὔτε πτύουσιν τἀπεψία διαμένει· μετριωτέρα δὲ καθὦν πέττεται μὲν, οὐχ ἱκανῶς δἀποπτύουσιν οὐδὲ καθαίρονται τελέως. ὅτι δεἰς ἄρθρα μάλιστα τὰς ἀποστάσεις γίνεσθαι συμβέβηκεν, ὅπερ κἀν ταῖς ἐπιδημίαις ἔγραψεν, ἐδήλωσε κἀνταῦθα κατὰ τὸ πάρεργον εἰπὼν, κίνδυνος γενέσθαι χωλὸν τὸ ἄρθρον. αἰτία δὲ τῶν τοιούτων ἀποστάσεων εὐρυχωρία τῶν ἄρθρων ἐστὶν, ὑποδεχομένη τὰ κατασκήπτοντα ῥεύματα. δύναται δέ τι καὶ κίνησις αὐτῶν συντελεῖν. πρὸς γὰρ τὰ κινούμενά τε καὶ θερμαινόμενα ῥᾷον ἀφικνοῦνται πάντες οἱ χυμοί.
§68–74
§68 Τὸ ἀφανισθῆναί τινα τῶν παρὰ φύσιν ὄγκων εἰπεῖν οὐ ταὐτὸν σημαίνει τῷ παύσασθαι φάναι. γενικώτερον μὲν γάρ τι δηλοῖ τὸ παύσασθαι, τὸ δὲ ἀφανισθῆναι τοῦ διὰ τάχεος παύσασθαι καὶ οἶον ἐξαίφνης, ἐστὶ δηλωτικόν. ἐνίοτε μὲν οὖν γίνεται τοῦτο διὰ λεπτότητα χυμοῦ καὶ ἀραιότητα μορίου καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμότητα καὶ τὴν ἰσχὺν τοῦ προσαχθέντος φαρμάκου καὶ τῆς τοῦ κάμνοντος δυνάμεως τὴν ῥώμην. ἐὰν γὰρ ἅμα πάντα συνέλθοι τὰ εἰρημένα, διαφορηθήσεται ταχέως παρὰ φύσιν ὄγκος. ὡς τὰ πολλὰ δὲ τὸ ἀφανίζεσθαι τὰ τοιαῦτα εἴωθε συμβαίνειν μεταῤῥεόντων τῶν ἐργαζομένων αὐτὰ χυμῶν ἤτοι γε εἰς τοὺς αὐτοὺς τόπους ὅθεν ὥρμησαν, ὅπερ ἰδίως Ἱπποκράτης ὀνομάζει παλινδρομεῖν, καί τινας ἄλλους ἐν τῷ βάθει τοῦ σώματος ὄντας. ὡς οὖν ὑπὸ τῶν ἐναντιωτάτων αἰτίων τὸ ἀφανίζεσθαι τοὺς παρὰ φύσιν ὄγκους γινόμενος, ἐναντιωτάτην ἔχει καὶ τὴν τελευτήν. ἤτοι γε ἀπαλλαγὴν ταχίστην ἐνδεικνύμενον τῶν λυπούντων χειρίστην διάθεσιν ἐπανερχομένων αὐτῶν ἐπὶ τὰ κύρια μέρη. ταῦτα μὲν οὖν κοινὰ πασῶν ἀποστάσεων. διορισμὸς δὲ κοινὸς μὲν καὶ αὐτός ἐστι τῶν ἀφανιζομένων, ἐπισκέπτεσθαι δὲ χρὴ τἄλλα σημεῖα καὶ μάλιστα τὰ τῶν πεπονθότων μορίων οἰκεῖα. νυνὶ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ἴδιος εἴρηται διορισμὸς πρὸς Ἱπποκράτους ἐχόμενος δηλονότι τῶν κοινῶν. ἔφη γοῦν οὕτως, ἢν δὲ ἀφανίζωνται αἱ ἀποστάσιες τοῦ πτυέλου μὴ ἐκχωρέοντος τοῦ πυρετοῦ τε ἔχοντος, δεινόν. δῆλον γὰρ ὅτι εἰς τὸ βάθος ἀπεχώρησαν εἰς τόπους κυρίους, ὡς εἴ γε διεφορήθησαν, οὔτἂν ἐπύρεττον ἔτι καὶ ῥᾳδίως ἔπτυον. εὔλογον οὖν ἐστιν ἐπὶ τὸν πνεύμονα τούτοις πᾶν ὑποχωρῆσαι τὸ ῥεῦμα, διὸ καὶ παραφρονεῖν αὐτοὺς εἰκός ἐστιν, ἐπεὶ καὶ τοῦτο ἕν τι τῶν ἐπὶ πνεύμονι τὰ τοιαῦτα πάθη πάσχοντι συμβαινόντων ἐστίν. ὅτι δὲ δυσπνοοῦντες τεθνήξονται παρέλιπεν εἰπεῖν, εἰδὼς αὐτὸ νοηθησόμενον ἡμῖν ἐκ τῶν προειρημένων.
§69 Γεραιτέρους οὐχ ἁπλῶς τοὺς γέροντας, ἀλλὰ παραβλητικῶς συγκριτικῶς ὅπως ἄν τῳ φίλον ὀνομάζειν ἀκουστέον ἐστὶν ὡς πρὸς νέους. οἱ μὲν γὰρ ἤδη προήκοντες ἱκανῶς κατὰ τὴν ἡλικίαν οὐδὲ ἐξ ἑνὸς νοσήματος μᾶλλον τῶν νεωτέρων διασώζονται. τοὺς δὲ μεταξὺ τούτων τε καὶ τῶν ἀκμαζόντων, οἵπερ εἰσὶν οἱ μεσαιπόλιοί τε καὶ ὠμογέροντες ὀνομαζόμενοι, διασωζομένους ἐστὶν ἰδεῖν ἐνίοτε μᾶλλον τῶν ἀκμαζόντων, ὥσπερ αὐτὸς Ἱπποκράτης ἐδίδαξεν ἐπί τε τῶν ἐν τοῖς ὠσὶ φλεγμονωδῶν διαθέσεων καὶ νῦν ἐπὶ τῶν ἐκπεριπνευμονίας ἐμπύων. ἐν μὲν γὰρ τούτοις, ἐπειδὴ διὰ τὸ πτύειν ἴασίς ἐστιν ἰσχυρᾶς δυνάμεως δεομένη, διὰ τοῦτο μᾶλλον οἱ νεώτεροι τῶν πρεσβυτέρων διασώζονται. κατὰ δὲ τὰ ἄλλα συμβαίνει φθάνειν ἀποθανεῖν τοὺς νεωτέρους ἐπὶ τοῖς πόνοις τε καὶ πυρετοῖς, ὅπερ αὐτὸς εἶπεν ἐπὶ τῶν ὤτων. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτοῖσιν ἐπιγίνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυηθέντα. οἱ δὲ νεώτεροι, φησὶ, πρὶν ἐκπυηθῆναι τὸ οὖς οἱ πολλοὶ ἀπόλλυνται. ἐπεὶ ἤν γε ῥυῇ πῦον ἐκ τοῦ ὠτὸς, ἐλπὶς περιγενέσθαι. κἀπὶ τῶν ἄλλων οὖν ἐμπυημάτων καταὐτὸν τὸν τοῦ διαπυΐσκεσθαι χρόνον οἱ νεώτεροι φθάνουσιν ἀποθνήσκειν ὑπὸ μεγέθους τῶν πυρετῶν καὶ τῆς ὀδύνης.
§70 Τὸ τῶν φρενῶν ἅπτεσθαι τινὲς μὲν ἐπὶ τοῦ παραφρονεῖν ἤκουσαν, ὡς εἰ καὶ οὕτως εἶπεν· αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία, ἐὰν ἐπαναβᾶσαι παραφροσύνην ἐργάζωνται χαλεπαί. τινὲς δἄμεινον τούτων τὸ μόριον τοῦ σώματος φρένας εἰρῆσθαί φασιν, δὴ καὶ διάφραγμα προσαγορεύεται. μαρτύριον δὲ τῆς ἀληθείας τοῦ λόγου τὸ κατὰ τὴν τελευτὴν τοῦ λόγου εἰρημένον, ἔνθα φησὶν, ἔμπυον γενέσθαι πολλαὶ ἐλπίδες τοῦτον. βούλεται γὰρ ἀνελθόντος τοῦ νοσήματος ἐπὶ τὸν θώρακα, δυοῖν θάτερον εὐθέως ἀπολέσθαι τὸν ἄνθρωπον εἰ εἰς τὰ βέλτιστα προάγοι, πάντως γοῦν ἔμπυον ἔσεσθαι· διορίζεται δὲ ταῦτα τοῖς ἄλλοις σημείοις. εἰ μὲν γὰρ εἴη μὴ πονηρὰ, γένοιτο ἂν ἔμπυος· εἰ δὲ καί τι μοχθηρὸν ἐπιφανείη, τεθνήξεται πάντως.
§71 Εἴρηταί μοι πολλάκις ὡς τὸ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως Ἱπποκράτης ἐπιφέρει, λόγῳ δηλῶν ἣν Ἐρασίστρατός τε καὶ οἱ μεταὐτὸν ὀνομάζουσι μιᾷ προσηγορίᾳ φλεγμονὴν, ὥσπερ ἀμέλει καὶ νῦν εἶπε, κύστιες δὲ σκληραὶ καὶ ἐπώδυνοι. διὰ τί δὲ τὰς τοιαύτας ἔφη χαλεπὰς εἶναι διαθέσεις καὶ μάλισθὅταν πυρετὸς ὀξὺς , σαφῶς αὐτὸς ἐδήλωσε τό τε μέγεθος αἰτιασάμενος τῶν πόνων καὶ τὴν τῶν διαχωρημάτων καὶ τῶν οὔρων ἐπίσχεσιν. ἐπέχεται δὲ διὰ τὴν στενοχωρίαν τοῦ ἀπευθυσμένου καὶ τὴν ὀδύνην τῆς κύστεως. ἀφίστανται γὰρ οἱ κάμνοντες τῆς ἐνεργείας, ὅταν εὐθέως ἀρχομένης αὐτῆς ὀδυνᾶσθαι συμβῇ, καὶ τοῦτο κοινὸν ἁπάντων τῶν πόνων ἐστί. τό γε μὴν ὀδυνᾶσθαι ποτὲ μὲν αὐτῶν τῶν ἐνεργούντων ὀργάνων φλεγμαινόντων, ἐνίοτε δὲ τῶν συνεχῶν αὐτοῖς γίνεται. οὕτω γοῦν ἀναπνέοντες ἀλγοῦσιν ἐπὶ φλεγμονῇ σπληνὸς γαστρὸς ἥπατός τε καὶ τῶν ἐν ὑποχονδρίῳ μυῶν, καὶ διὰ τοῦτο ἀναγκάζονται δυσπνοεῖν εἴδει δυσπνοίας ἐκείνῳ, καθ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. εἴρηται δὲ καὶ ταύτης τῆς δυσπνοίας, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν ἑκάστης αἰτία κατὰ τὸ περὶ τῆς δυσπνοίας πρῶτον.
§72 Ὅταν τῆς κύστεως φλεγμονὴ πεφθῇ, συῤῥέουσιν εἰς τὴν ἔσω χώραν αὐτῆς οἱ πεφθέντες χυμοὶ καὶ συνεκκρίνονται δηλονότι τοῖς οὔροις τὸ γνώρισμα τῆς ἀγαθῆς πέψεως ἐν ταῖς ὑποστάσεσιν ἔχοντες.
§73 Τὸ μὲν μήτε τὴν κύστιν μαλαχθῆναι καὶ τὸν πυρετὸν διαμένειν εὔδηλον· τὸ δὲ οὖρον μηδὲν ἐνδοῦναι τῶν ἀσαφῶς εἰρημένων ἐστίν. εἴωθε γὰρ ἐπί τε τῶν διαθέσεων καὶ τῶν συμπτωμάτων φέρειν τοὔνομα, καθάπερ καὶ οἱ ἄλλοι πάντες οἱ μεταὐτὸν ἐνδοῦναι τὴν φλεγμονὴν καὶ τὸν ὄγκον καὶ τὴν σκληρότητα καὶ τὴν τάσιν καὶ τὴν ὀδύνην λέγοντες. οὐ μὴν τό γε οὖρον ἐνδοῦναί τις εἶπεν. ἴσως οὖν ἀπὸ τῶν προειρημένων Ἱπποκράτης μετήνεγκε τὴν προσηγορίαν ἐπὶ τὸ οὖρον, ἵνα τὴν ἐπὶ τὸ βέλτιον αὐτοῦ μετάστασιν οὕτως ἀκούσωμεν. ὅπερ εἰ συγχωρηθείη καὶ τὴν ἐξ ἐπισχέσεως κένωσιν εἰρῆσθαι πρὸς αὐτοῦ δυνατόν ἐστιν, ἵνα συνεπινοήσωμεν ἐπὶ τῆς φλεγμαινούσης κύστεως ἐπίσχεσθαι τὸ οὖρον. εἴωθε γὰρ καὶ τοῦτο ἐνίοτε συμβαίνειν, ὁπότε καὶ δεινῶς ὀλέθριόν ἐστι τὸ νόσημα καὶ σπανίως ἐξ αὐτοῦ διασώζονται. αὕτη μὲν γραφὴ τῆς ῥήσεως ἐν ἄλλοις τέ τισίν ἐστι καὶ τοῖς κατὰ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοσκουρίδην ἀντιγράφοις. ἐν ἑτέροις δὲ λέξις οὕτως ἔχει· ἢν δὲ μήτε οὖρον μηδὲν μήτἐνδιδοίη πόνος, ὥστε μηδὲν ἔχειν ζήτημα μηδἀμφίβολον εἶναι τὸ λεγόμενον.
§74 Διὰ τὰς ἀκαίρους τε καὶ πολλὰς ἐδωδὰς ἀθροίζεται πλεῖστος καλούμενος ὠμὸς χυμὸς ἐν τοῖς τῶν παίδων σώμασιν. οὗτος οὖν διὰ τῶν νεφρῶν ἐκκαθαιρόμενος ὁσημέραι καὶ μέντοι καὶ διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν ἀθροιζόμενος ἐνίοτε μὲν λίθους ἐν αὐτῇ γεννᾶσθαι ποιεῖ, πολλάκις δὲ καὶ φλεγμονὰς, ὅταν ποτὲ κύστις τύχῃ σφοδρότερον ὑπὸ τῆς συνεχοῦς τῶν τοιούτων χυμῶν διεξόδου κακωθεῖσα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up