§1–4
§1
Οὐ μόνον ἀτάκτως, ἀλλὰ καὶ ἐλλιπῶς τὸν κατάλογον ἐποιήσατο τῶν οἴνων. ἔστι γὰρ αὐτῶν μία μὲν ἡ κατὰ τὰς χρόας διαφορὰ, ἑτέρα δὲ ἡ κατὰ τὴν γεῦσιν ποιότης καὶ τρίτη κατὰ τὴν σύστασιν καὶ τετάρτη κατὰ τὴν ὀσμὴν καὶ έ κατὰ τὴν δύναμιν. ἡ μὲν οὖν κατὰ τὴν χρόαν εἰς λευκὸν καὶ μέλανα καὶ κιῤῥὸν καὶ ξανθὸν καὶ ἐρυθρὸν τέμνεται, οὐσῶν μὲν καὶ ἄλλων μεταξὺ διαφορῶν, ἀλλ᾿ ὥσπερ κατὰ τὴν χρόαν, οὕτω καὶ κατὰ τὴν δύναμιν ἐπιμίκτων οὐσῶν. ἡ δὲ κατὰ τὴν γεῦσιν διαφορὰ τῶν οἴνων εἰς γλυκὺν καὶ αὐστηρὸν τέμνεται, δηλονότι κᾀνταῦθα τὸν ἀμφοῖν μέσον, ὃς οὐδετέραν ἔχει σαφῆ ποιότητα· καὶ πρός γε τούτοις τὸν ἐξ ἀμφοτέρων τῶν ποιοτήτων σύνθετον· ἔτι τε τὸν δριμὺν ὀνομαζόμενον. ἡ δὲ κατὰ τὴν σύστασιν διαφορὰ τῶν οἴνων εἴς τε τὸν ὑδατώδη καὶ λεπτὸν καὶ εἰς τὸν πάνυ παχὺν τέμνεται, καὶ δηλονότι καὶ εἰς τὸν μέσον τούτων, εἶτ᾿ αὐθὶς ὅσοι μεταξὺ τοῦ τε μέσου καὶ τῶν ἄκρων εἰσί. καὶ ἡ κατὰ τὴν ὀσμὴν δὲ διαφορὰ τῶν οἴνων, καθόσον οἱ μὲν εὐώδεις εἰσὶν, οἱ δὲ οὐκ εὐώδεις, ἀλλὰ πληκτικήν τινα καὶ ἀηδῆ τὴν ποιότητα κέκτηνται, τινὲς δὲ οὐδ᾿ ὅλως ἔχουσιν ὀσμὴν, ἀλλ᾿ εἰσὶν ὥσπερ ὕδωρ ἄοδμοι. ἡ δὲ κατὰ τὴν δύναμιν διαφορὰ τῶν οἴνων ἐστὶ, καθόσον ὁ μὲν ἰσχυρὸς, ὁ δὲ ἀσθενὴς, ὁ δέ τις μέσος, ὁ δέ τις μεταξὺ τοῦ τε μέσου καὶ τῶν ἄκρων ἐστίν· ἰσχυρὸς μὲν ὁ θερμαίνων σφοδρῶς καὶ ταχέως τὸ σῶμα καὶ τὴν κεφαλὴν πληρῶν, ἀσθενὴς δὲ ὁ ἐναντίος· οἱ δ᾿ ἐν τῷ μεταξὺ δῆλοι, τῶν ἄκρων ἀφωρισμένοι. ὀνομάζεται δὲ ὁ μὲν ἰσχυρὸς οἰνώδης, ὁ δ᾿ ἀσθενὴς ὑδατώδης· ᾧ γὰρ ὕδατος οἶνος πλεονεκτεῖ μᾶλλον, τοῦτο ὅταν ἔν τινι θεασώμεθα σφοδρότατον ὑπάρχον, εἰκότως οἰνώδη καλοῦμεν, ὥσπερ γε καὶ τοὐναντίον ὑδατώδη τῷ ὕδατι μάλιστα κατὰ πάντα ἐοικότα καὶ τῇ λεπτότητι καὶ τῇ χρόᾳ καὶ τῷ ἀόσμῳ καὶ τῷ μὴ θερμαίνειν ἐπιφανῶς. αὗται μὲν οὖν αἱ κατὰ τὴν οἰκείαν φύσιν εἰσὶν ἐν τοῖς οἴνοις διαφοραὶ, προστιθέασι δ᾿ αὐταῖς ἔνιοι τὴν κατὰ τὸν χρόνον, ἐπειδή τινες μὲν ὑπάρχουσιν ἱκανῶς παλαιοὶ, τινὲς δὲ νέοι, τινὲς δὲ ἐν τῷ μεταξὺ τούτων. εὔδηλον δ᾿ ὅτι τῶν ἔξωθέν εἰσι συμβεβηκότων αἱ τοιαῦται διαφοραί· καθόσον γὰρ ἐν τῷ χρόνῳ δριμύτεροί τε καὶ θερμότεροι γίγνονται, μεταβάλλοντες ἅμα τούτοις καὶ χρόαν καὶ σύστασιν καὶ ὀσμὴν, κατὰ τοσοῦτον ὁ χρόνος διαφοράν τινα ἐν τοῖς οἴνοις ἐργάζεσθαι δοκεῖ· εἰ δέ γε καὶ μηδὲν τούτων ὑπήλλαττεν, οὐδ᾿ ἂν ἐλέγετο πρός τινων παλαιὸς ὁ οἶνος ἢ νέος· ἀλλ᾿ οὐδὲ νῦν οὕτω λέγουσιν, ὡς τῶν ἐτῶν αὐτοῦ δεόμενοι κατὰ πρῶτον λόγον, ἀλλ᾿ ὡς ἄμα τοῖς ἔτεσιν ἐνδεικνύμενοι τὴν δύναμιν· οὐ γὰρ διὰ τὸν χρόνον οἱ οἶνοι τὰς ὠφελείας καὶ βλάβας ἔχουσιν, ἀλλ᾿ ἐκ τῆς τῶν οἰκείων διαφορῶν τούτων᾿ ὑπαλλαγῆς. κατὰ συμβεβηκὸς οὖν τοῦ χρόνου μνημονεύομεν ἐν ταῖς τῶν οἴνων διαφοραῖς, οὐ κυρίως οὐδὲ πρώτως. καὶ αὐτῶν μέντοι τῶν οἰκείων ἐν αὐτοῖς διαφορῶν, αἱ μὲν εἰς ὠφέλειάν τε καὶ βλάβην ἀναφέρονται κατὰ τὸν ἴδιον λόγον, αἱ δὲ οὐ κατὰ τὸν ἴδιον, ἀλλὰ κατὰ συμβεβηκός· γλυκύτης μὲν καὶ αὐστηρότης κατὰ τὸν ἴδιον λόγον, οὕτω δὲ καὶ ἡ ἰσχὺς καὶ ἀσθένεια καὶ λεπτότης καὶ πάχος· αἱ δὲ κατὰ τὴν χρόαν τε καὶ ὀσμὴν οὐ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός· ἐπεὶ τῶν οἴνων οἱ μὲν ὑδατώδεις τέ εἰσι καὶ λευκοὶ καὶ κιῤῥοὶ καὶ μέλανες, οἱ δὲ ὑδατώδεις καὶ ἄοδμοι ὥσπερ ὕδωρ, ἢ εὐώδεις ὅσπερ ὥρωμα καὶ μύρον. εἴπερ οὖν τῶν οἴνων αὗταί εἰσιν αἱ διαφοραὶ καὶ κατά τε τὴν οἰκείαν δύναμιν ἀριθμούμεναι καὶ κατὰ συμβεβηκὸς, εὔδηλον ἤδη σοι περὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει κατά τε τὴν τάξιν αὐτῶν καὶ τὸν ἀριθμὸν ἐνδείας· ἀλλ᾿ ἐὰν φαίνηται κατὰ τὸν ἑξῆς λόγον, ἁπασῶν τῶν χρησίμων διαφορῶν μνημονεύων ὁ Ἱπποκράτης, συγχωρήσομεν αὐτοῦ τῇ κατὰ τὴν ἑρμηνείαν ἐνδείᾳ.
§2
Κατὰ τὴν γευστικὴν ποιότητα γλυκὺς οἶνος ὀνομάζεται, καθ᾿ ἣν καὐστηρός ἐστι καὶ δριμὺς, ἵνα τὸν ὑδατώδη παραλίπωμεν, οὐκ ἐκπεπτωκότα τελείως τοῦ στύφειν, εἰ καὶ παντάπασιν ἐκλελυμένην ἔχει τὴν ποιότητα τῆς στύψεως. εἰ γὰρ ὕδατι παραβάλλοις αὐτὸν, αἰσθήσῃ σαφῶς ἐκ τῆς παραβολῆς τὴν γεῦσιν τῶν τοιούτων οἴνων γεγονέναι βραχεῖαν στύψιν εἰληφότων. ὑδατώδη δὲ καλοῦσιν οἶνον οἱ ἄνθρωποι τὸν ἐοικότα κατά τε χρόαν καὶ σύστασιν τῷ ὕδατι, διαφανής τε γὰρ ὡς ἐκεῖνο καὶ λαμπρὸς καὶ καθαρὸς καὶ τῇ συστάσει λεπτὸς φαίνεται· εὐθὺς δὲ καὶ τῇ δυνάμει παραπλήσιός ἐστιν ὁ τοιοῦτος ὕδατι, μήτε κεφαλῆς ἀσθενοῦς ἁπτόμενος μήτε νεύρων ἀσθενῶν, ὅτι μηδὲ θερμαίνει σαφῶς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται. ὁ δὲ γλυκὺς οἶνος ὠνόμασται μὲν οὕτως ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ποιότητος, παμπόλλῳ δ᾿ ὕδατος ἀφώρισται κατὰ τὴν χροιὰν καὶ τὴν σύστασιν· οὔτε γὰρ λεπτὸν ἀκριβῶς οὔτε λευκὸν ὄψει γλυκὺν οἶνόν ποτε, ἀλλὰ μᾶλλον μὲν καὶ ἧττον ἀφεστηκότα τῶν εἰρημένων, οὐδέτερον δὲ αὐτῶν ἔχοντα. γλυκεῖς γοῦν οἶνοι διαφερόντως εἰσὶν ὁ Θηραῖος καὶ Σκυβελίτης, ἀμφότεροι παχεῖς τε καὶ μέλανες ὄντες· γλυκεῖς δὲ καὶ οἱ κατὰ τὴν Μαιονίαν γινόμενοι, ὁ Θήρινός τε καὶ Καρυΐνος, τοσούτῳ πάχει τε καὶ μελανότητι διαφέροντες τῶν εἰρημένων, ὅσον καὶ γλυκύτητι λείπονται· καὶ μέντοι καὶ τὸ καλούμενον ἕψημα καὶ σίραιον ἐκ τοῦ γλεύκους ἑψομένου γιγνόμενον, ὅσῳ γλυκύτερον ἀποτελεῖται τοῦ οἴνου, τοσούτῳ καὶ μελάντερον τῇ χρόᾳ καὶ παχύτερον τῇ συστάσει φαίνεται. δέδεικται μὲν οὖν κᾀν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἅπας ὁ γλυκὺς χυμὸς ὑπὸ θερμασίας γιγνόμενος, οὐ μὴν ἀμέτρου τε καὶ σφοδρᾶς οὔσης ὥσπερ ὁ δριμὺς ἐν τοῖς σφοδρῶς θερμαίνουσιν, ἀχώριστος γὰρ τούτων ἡ δριμύτης· ἀλλὰ κατὰ τὴν χρῆσιν ὁ γλυκὺς οἶνος φαίνεται θερμαίνων μετρίως καὶ τὸ διψῶδες αὐτῷ διά τε τὴν θερμασίαν ὑπάρχει καὶ τὸ πάχος. οὕτως γοῦν καὶ τὸ γλεῦκος εἰς ὅσον ὁμιλήσει τῷ πυρὶ πλέονι χρόνῳ, παχύτερόν τε καὶ μελάντερον καὶ γλυκύτερον γίνεται· τό γε μὴν ὑπεροπτηθὲν εἰς πικρότητα μεταβάλλει, καθάπερ καὶ τὸ μέλι, καίτοι πάντων γλυκύτατον ὂν, ἀλλ᾿ ὅμως καὶ τοῦτο πικρότητα προσλαμβάνει κατὰ τὴν ἐπὶ πλεῖστον ἕψησιν. εἴρηται δ᾿, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπὲρ ἁπασῶν τῶν γευστῶν ποιοτήτων, καὶ νῦν, ὥσπερ ἐν ταῖς ἄλλαις ἐξηγήσεσι τῶν Ἱπποκράτους βιβλίων, οὐ τὰς ἀποδείξεις, ἀλλὰ τὰ συμπεράσματα αὐτῶν λέγω μόνον. θερμαίνοντος οὖν τοῦ γλυκέος οἴνου τὸ σπλάγχνον, ὄντος δ᾿, ὡς εἴρηται, καὶ παχέος κατὰ τὴν σύστασιν, αἱ κατὰ μέρος αὐτοῦ δυνάμεις, ἃς ἐπιδείκνυται πινόμενος, ἀκολουθεῖ ταῖς δευτέραις ποιότησιν· ἡ γὰρ χρόα κατὰ τὸν ἑαυτῆς λόγον οὐδεμίαν ἔχει δύναμιν εἰς ὄφελος ἢ βλάβην. εἰς ὅσον οὖν παχύς τ᾿ ἐστὶ κατὰ σύστασιν ὁ τοιοῦτος οἶνος, τοσοῦτον καὶ βραδύπορος, ὥστ᾿ οὐ μόνον οὐκ ἐκφράξει τι τῶν ἐμπεφραγμένων μορίων, ἀλλὰ καὶ προσεμφράξει· καὶ διὰ τοῦτο βλαβερώτατος ἥπατι πάσχοντι, καὶ μάλισθ᾿, ὅταν ἤτοι φλεγμονή τις ἢ σκίῤῥος ᾖ κατὰ τοῦτο· μετριωτέραν δ᾿ ἐργάζεται τὴν βλάβην, ὅταν ὑπὸ παχέων χυμῶν ἐμφράττηται τὸ σπλάγχνον ἢ δι᾿ ἀτονίαν πάσχῃ, καθάπερ ἐν τοῖς ἰδίως ἡπατικοῖς ὀνομαζομένοις πάθεσιν. ἐφεξῆς δὲ ἥπατι βλάπτεται σπλὴν ὑπὸ παχέων οἴνων, οὐ μὴν ὅ γε πνεύμων, ὅταν ἐν τοῖς βρογχίοις ἔχῃ παχὺν χυμόν. κατὰ μὲν γὰρ τὸ ἧπαρ ἐξ εὐρέων ἀγγείων τῶν ἐπὶ ταῖς πύλαις εἰς στενὰ παραγίνεται πέρατα τῶν ἐν τοῖς σιμοῖς αὐτοῦ μέρεσι καὶ τῶν ἐν τοῖς κυρτοῖς, καθ᾿ ἃ καὶ ἡ μετάληψις ἁπάντων τῶν ἀναδιδομένων εἰς ὅλον τὸ σῶμα γίγνεται· κατὰ δὲ τὸν πνεύμονα τοὐναντίον συμβαίνει. διὰ πολλῶν γὰρ φλεβῶν ἀναδοθεὶς καὶ προκατεργασθεὶς ἐν αὐταῖς, ἐμπίπτει ταῖς εὐρυχωρίαις τῶν βρογχίων, προτέραις μὲν ταῖς τῶν μικροτέρων, ἐξ ἐκείνων δ᾿ εἰς τὰ μείζονα παραλαμβάνεται, συναναφέρων ἑαυτῷ καὶ τοὺς παχεῖς χυμοὺς, ὧν οὐ μόνον θερμότερος, ἀλλὰ καὶ λεπτότερός ἐστιν· ἔμαθες δ᾿ ὅτι ὑπὸ τῶν βηχῶν ὁ πνεύμων ἐκκαθαίρεται τοὺς παχεῖς χυμοὺς καὶ γλίσχρους· ὅσοι γὰρ ὑδατώδεις εἰσὶ καὶ ἀκριβῶς λεπτοὶ, περιῤῥέουσι τῷ κατὰ τὰς βῆχας ἐκπεμπομένῳ τῷ πνεύματι· τοῦτο γὰρ οἱονεὶ χείρ τίς ἐστιν ἀναφέρουσα τοὺς παχεῖς χυμοὺς ἅμ᾿ αὐτῷ· προσήκει δὲ δηλονότι τὸ πάχος τῶν χυμῶν εἶναι τοιοῦτον, ὡς ὑπὸ τοῦ πνεύματος ἄνω φέρεσθαι δύνασθαι καὶ μὴ καθάπερ πηλὸν ἐμπεπλάσθαι τοῖς βρογχίοις. διὰ τοῦτό γε καὶ τοὺς γλίσχρους χυμοὺς αἱ βῆχες οὐκ ἐκκαθαίρουσι· καὶ γὰρ μένουσι καὶ ἔνδον ἔχονται τῶν βρογχίων ἰξοῦ δίκην. ὑγρότητος οὖν συμμέτρου δεῖ τοῖς μέλλουσι φαρμάκοις εἰς τὴν ἀναγωγὴν τῶν ἐν πνεύμονι περιεχομένων παχέων χυμῶν ἐπιτηδείοις ἔσεσθαι· γλίσχρων δ᾿ ὄντων αὐτῶν οὐχ ὑγρότητος μόνον, ἀλλὰ καὶ ῥύψεως ἐστι χρεία, γιγνομένης ὑπὸ τῶν ὀξέων χυμῶν. καὶ διὰ τοῦτο μελίκρατον μὲν ἐπιτηδειότατόν ἐστι τοῖς παχέσι χυμοῖς εἰς ἀνάπτυσιν, ὀξύμελι δὲ τοῖς γλίσχροις· ἐφεξῆς δὲ τῷ μελικράτῳ πτισάνη· καὶ μετὰ ταύτην ὁ γλυκὺς οἶνος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας τε καὶ πλευρίτιδος πινόμενος, οὐ φλεγμαινόντων ἔτι τῶν σωμάτων· εἰ δὲ διψώδης εἴη πινόμενος ὁ τοιοῦτος οἶνος, ἧττον ἐπιτήδειος εἰς τὴν ἀνάπτυσιν γίνεται. συνελόντως δὲ φάναι, γλυκὺς οἶνος ἐν ὀξεῖ νοσήματι εἰς ἀνάπτυσιν μὲν ἐπιτήδειός ἐστι, κατά γε τὰς εἰρημένας ἐνεργείας αὐτοῦ καὶ κατὰ τὸν κοινὸν ἁπάντων οἴνων λόγον ἐκ τοῦ ῥωννύναι τὴν δύναμιν· μάλιστα δὲ τοῖς ἀναπτύουσι τῶν ἐν τῷ θώρακι καὶ πνεύμονι περιεχομένων ὑγρῶν ὁτιοῦν, (ἔμαθες γὰρ αὐτὰ ποικίλα ταῖς συστάσεσι καὶ ταῖς. ποιότησι καὶ ταῖς δυνάμεσιν ὄντα κατὰ τὸ προγνωστικὸν βιβλίον, ἔνθα τὰς τῶν πτυσμάτων ἐδήλου διαφορὰς) ἄλλο δ᾿ οὐδὲν ἀγαθὸν ὁ τοιοῦτος οἶνος ἔχει πυρέττουσι διδόμενος, ἀλλ᾿ ἧττον μὲν τοῦ σφοδρῶς θερμαίνοντος οἰνώδους βλάπτειν δυνήσεται, χρηστὸν δ᾿ οὐδὲν ἄλλο παρὰ τὰ προειρημένα, ὅτι μὴ συλλαμβάνει τι βραχὺ τῇ διεξόδῳ τῶν κατὰ τὴν γαστέρα. διὰ τοῦτο οὖν ὁ Ἱπποκράτης, ἀφ᾿ ὧν ἧττον βλάπτει τὴν ἀρχὴν τῆς διδασκαλίας ποιησάμενος, ὄντων πολλῶν, ἐπὶ τὰς ἰδίας ὠφελείας αὐτῶν μετέβη κατὰ τὴν τοῦ λόγου τελευτὴν, ὀλίγας οὔσας. ἐπέλθωμεν οὖν ἃ λέγει, ταῖς λέξεσιν ἀκολουθήσαντες αὐτοῦ· ἧττον αὐτὸν ἅπτεσθαι φρενῶν φησιν ἢ οἱ ἰσχυροὶ τῶν οἴνων, τουτέστιν ἧττον ἐργάζεσθαι παραφροσύνας. οἱ γὰρ ἰσχυροὶ σφοδρῶς θερμαίνοντες ἐμπιπλᾶσι τὴν κεφαλὴν καὶ χυμῶν καὶ ἀτμῶν καὶ θερμασίας. εἰς ὅσον οὖν ἀπολείπονται σφοδρᾶς θερμότητος οἱ γλυκεῖς, εἰς τοσοῦτον ἧττόν τε καὶ καρηβαρίαν ἐργάζονται καὶ βλάβην τῆς φρονήσεως. διαχωρητικωτέρους δὲ αὐτοὺς εἶναί φησι τῶν ἄλλων καὶ μεγαλοσπλάγχνους, τουτέστιν αὐξάνοντας τῶν σπλάγχνων τοὺς ὄγκους. εἴρηταί μοι περὶ τούτων ὀλίγον ἔμπροσθεν. οὐκ ἐπιτήδειόν γε μὴν τὸν γλυκὺν οἶνον οὐδὲ τοῖς πικροχόλοις εἶναί φησι, τουτέστι τοῖς τὴν πικρὰν χολὴν ἀθροίζουσιν, εἴθισται γὰρ τοῖς ἰατροῖς χολὴν μὲν ἁπλῶς ὀνομάζειν τὴν ὠχράν τε καὶ ξανθὴν, τὴν μέλαιναν δὲ χολὴν, ὅλον τοῦτο λέγειν, οὐχ ἁπλῶς χολήν· ἀλλ᾿ αὕτη μὲν ὀξεῖα, πικρὰ δ᾿ ἡ ξανθὴ, καὶ διὰ τοῦτο τοὺς πικροχόλους Ἱπποκράτης ὀνομάζει τοὺς πλεονάζουσαν ἔχοντας τὴν τοιαύτην χολήν. ἐπιμιγνυμένη μὲν οὖν ὑδατώδεσιν ἰχῶρσιν ὑγροτάτη τε καὶ ὠχρὰ φαίνεται· μόνη δ᾿ οὖσα, παχεῖα καὶ ξανθή. θερμαὶ δὲ καὶ ξηραὶ κράσεις εἰσὶν αἱ γεννῶσαι τὴν τοιαύτην χολὴν, ἐπιτήδειοί γε μὴν εἰς γένεσιν αὐτῆς εἰσι πάντες οἱ γλυκεῖς χυμοί· διὰ τοῦτο καὶ τὸ μέλι πάντων αὐτῶν ἐκχολοῦται μάλιστα, διότι γλυκύτατον· εἶθ᾿ ἑξῆς οἱ γλυκεῖς οἶνοι. οὐ μόνον δ᾿ ὅτι ἡ πολλὴ θερμασία τοὺς τοιούτους χυμοὺς ἐργάζεται πικροὺς, ἀνεπιτήδειός ἐστιν ὁ γλυκὺς οἶνος τοῖς πυρέττουσι, καὶ μάλισθ᾿ ὅταν ὦσι θερμοὶ καὶ ξηροὶ τὴν κρᾶσιν, ἀλλὰ καὶ διότι παχεῖς ὄντες οὔτ᾿ ἐπ᾿ οὖρα διεξέρχονται ταχέως οὔτε διαπνέονται ταχέως, ὥστ᾿ οὐ συνάγουσιν ἑαυτοῖς οὐδὲ συνεκκενοῦσι τοὺς χολώδεις χυμούς. ἓν οὖν αὐτοῖς τούτοις μόνοις ἀγαθὸν ὑπάρχει τὸ τὴν γαστέρα λαπάττειν· ὥστ᾿ ἄν γε μὴ ποιήσωσι τοῦτο, παντοίως βλάπτουσι. πρὸς γὰρ τούτοις καὶ διψώδεις εἰσὶν, αὐτὸ τοῦτο δηλοῦντες, ὡς ἐκχολοῦνται ῥᾳδίως· λέγει δὲ τὸν τοιοῦτον εἶναι καὶ φυσώδη· θερμαινόμενοι γὰρ οἱ παχεῖς χυμοὶ πνεῦμα γεννῶσιν ἑαυτοῖς ὅμοτον ἀτμῶδές τε καὶ παχύ· τοιοῦτον δέ ἐστι τὸ τὰς πνευματώσεις ἐργαζόμενον, ὡς ἔκ γε τῶν λεπτῶν οἴνων οὔτε γεννᾶται πνεῦμα, κᾂν γεννηθῇ δέ ποτε, λεπτομερές τε καὶ ἀερῶδες, οὐχ ὁμιχλῶδές τε καὶ ἀτμῶδες. τῶν δὲ κάτω ἐντέρων τὸν γλυκὺν οἶνον οὔ φησιν εἶναι βλαβερὸν, καίτοι βραδυπόρου οὔσης τῆς ἀπ᾿ αὐτοῦ φύσης καὶ χρονιζούσης περὶ ὑποχόνδριον. αὐτὸ δὲ δὴ τοῦτ᾿ ἔστι, δι᾿ ὃ μὴ μεγάλως ἐνοχλεῖ τὰ κάτω τῶν ἐντέρων, ὅτι χρονίζει περὶ τὸ ὑποχόνδριον, ἄχρις ἂν ἐκπεφθῇ τε καὶ λεπτυνθῇ τελέως· εἰ δ᾿ ἅπαξ πεφθείη, ποριμωτέραν τε καὶ λεπτομερεστέραν ἴσχει καὶ τὴν φύσιν, ὥστε καθ᾿ ὃν λόγον ἐκ τῶν ἄνω μορίων ἀπώσθη κάτω, κατὰ τὸν αὐτὸν λόγον ἐκτὸς ὑπὸ τούτων ἐκπέμπεται.
§3
Τίνα κέκληκεν οἰνώδεα λευκὸν ἐπισκεψώμεθα. λέλεκται γὰρ ἔμπροσθεν οἰνώδης οἶνος εἶναί τε καὶ λέγεσθαι προσηκόντως ὁ τοῖς ὑδατώδεσιν ἀντικείμενος· ἰσχυρῶς οὖν αὐτὸν δεῖ θερμαίνειν καὶ κεφαλὴν πληροῦν καὶ παραφροσύνας ἐργάζεσθαι καὶ τὴν πυρετώδη θερμασίαν αὐξάνειν· ἀλλ᾿ ὁ τοιοῦτος οἶνος οὐκ ἔστι λευκὸς, οὔτε νέος ὢν οὔτε παλαιωθεὶς, ὅτι μηδὲ ἄλλος τις τῶν παλαιουμένων οἴνων διαμένει λευκὸς, κᾂν ὅτι μάλιστα κατ᾿ ἀρχὰς ὑπάρξῃ τοιοῦτος, ἀλλ᾿ ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ κιῤῥότερος γίγνεται, τελευταῖον δὲ καὶ ξανθός. ἔοικεν οὖν ὁ Ἱπποκράτης εἰρηκέναι λευκὸν οἰνώδη τὸν αὐστηρὸν, ὃς οὐδ᾿ αὐτός ἐστιν οὐρητικὸς, ἀλλ᾿ ἐὰν μὲν παχὺς ᾖ ὁ τοιοῦτος, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ παχὺς, οὐδὲ χρονίζει μέχρι πολλοῦ, καθάπερ ὁ μέλας, οὔθ᾿ ὁμοίως ἐπ᾿ οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως αὐστηροῖς· οὐρητικοὶ γὰρ οὗτοι διότι πεφεύγασιν ἀμφοτέρας τὰς ἰδέας τοῦ βραδέως ἐπ᾿ οὖρα διεξέρχεσθαι, τήν τε τοῦ ὑδατώδους, ἣν διὰ ψυχρότητα πέπονθε, καὶ τὴν τοῦ μέλανος οἴνου διὰ τὸ πάχος. ὁ γὰρ λευκὸς οἶνος καὶ αὐστηρὸς ἥκιστα θερμὸς ὡς ἐν οἴνοις ἐστὶ καὶ διὰ τοῦτο τοῖς κατὰ γαστέρα ῥεύμασιν ἐπιτήδειος, οὐ μὴν οὐρητικός γε ἱκανῶς ὁ τοιοῦτός ἐστιν· ἴσως οὖν τούτῳ παραβάλλων τὸν μέλανά φησιν ἧττον οὐρητικὸν ὑπάρχειν.
§4
Ἑτέρου ποίου λέγει; πότερον τοῦ προκειμένου, πρὸς ὃν παραβάλλων τὸν γλυκὺν ἔφη· καὶ γὰρ οὖν ἧσσον οὗτος οὐρητικός ἐστι τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ; ἢ οὐ τούτου μόνου, ἀλλ᾿ ἁπλῶς παντὸς τοῦ μὴ γλυκέος; ὄντος δ᾿ ἀσαφοῦς ὅσον ἐπὶ τῇ λέξει τῇδε καὶ μᾶλλον ὄντος πιθανοῦ περὶ τοῦ οἰνώδους λευκοῦ τὸν λόγον αὐτῷ νῦν γίγνεσθαι, πάλιν ἑτέρα τις ἀσάφεια προσέρχεται, διὰ τὸ μὴ πάνυ τι σαφὲς εἶναι, τίς ἐστιν οἰνώδης λευκὸς, ἆρά γε ὁ θερμαίνων σφοδρῶς ἢ ὁ λίαν στύφων, ὃν καὶ στρυφνὸν ὀνομάζουσιν οἱ Ἕλληνες, τὸν δὲ μετριώτερον αὐστηρόν. ὁπωσοῦν ἔχει τὰ κατὰ τὴν λέξιν, ἐγὼ τοῦ προκειμένου γράμματος ἐρῶ τὴν ἀλήθειαν. ἀναγωγὸς τοῦ πτυέλου μάλιστα πάντων οἴνων ἐστὶν ὁ γλυκὺς, ὅταν σφόδρα μὴ παχὺς ᾖ, καθάπερ γε κᾀπειδὰν μὴ πολὺ ᾖ πρὸς τὸν κιῤῥὸν ἀποκεχωρηκὼς, ὡς ἐκλελύσθαι τὸ πάχος αὐτοῦ καὶ τὴν γλυκύτητα. μοχθηρὸς δὲ ὁ κιῤῥὸς οἶνός ἐστιν εἰς ὠφέλειαν τοῦ πυρετοῦ, θερμὸς ἱκανῶς ὑπάρχων. ὁ δὲ μετὰ τὸν οὐκ ἐσχάτως παχὺν οἶνον γλυκὺν, ἐπιτήδειος εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγὴν ὁ ὑδατώδης οἶνός ἐστι, τήν τε δύναμιν ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων τε καὶ τέγγων μετρίως· ὁ δ᾿ αὐτὸς καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων οἴνων ἁπάντων.
§5–12
§5
Ἕτερον οἶνον εἶπε νῦν τὸν μὴ διψώδη πάντῃ. διὰ τί δ᾿ ὁ διψώδης οἶνος ἧσσον ἀνάγει τὰ πτύσματα ῥᾳδίως εὑρήσεις τῶν προειρημένων μνημονεύων. ἡ γάρ τοι δίψα παραμένει τισὶ τοῖς τὸν γλυκὺν οἶνον πίνουσι, διὰ τὸ τὴν πυρώδη θερμασίαν ἐν αὐτοῖς εἶναι κακοηθεστέραν· οὖσα δὲ τοιαύτη, ξηραίνουσα τὸ πτύελον ἐργάζεται παχύτερόν τε καὶ γλισχρότερον· ὅτι δὲ τὸ τοιοῦτον δυσανάγωγόν ἐστιν οὐδὲ λόγου δεῖται.
§6
Εἴρηταί μοι περὶ τοῦδε τοῦ οἴνου κατὰ τὸν περὶ τοῦ γλυκέος οἴνου λόγον, ἐπειδὴ παρέβαλέ τε καὶ ἀντεξήτασε τὰς δυνάμεις αὐτῶν. εἶπον οὖν ὅτι ζήτημά ἐστιν οὐ σμικρὸν, εἴτε λευκὸν ἅμα καὶ αὐστηρὸν οἶνον οἰνώδη λευκὸν εἴρηκεν, εἴτε τὸν θερμαίνοντα σφοδρῶς ὡς ἐν λευκοῖς οἴνοις· ἰσχυρῶς μὲν γὰρ θερμαίνειν οὐδεὶς δύναται τῶν λευκῶν οἴνων. ὁ μὲν γὰρ ἄκρως θερμὸς οἶνος εὐθὺς καὶ ξανθός ἐστιν, ὥσπερ γε καὶ ὁ ἐφεξῆς αὐτοῦ κιῤῥὸς, εἶτ᾿ ἐπ᾿ αὐτοῖς ὁ ἐρυθρὸς, εἶθ᾿ ὁ γλυκύς· ὁ δὲ λευκὸς ἧττον μὲν ἁπάντων τούτων θερμαίνει, διαφορὰς δ᾿ ἐν αὐτῷ κατὰ μέρος ἔχει, καθὰ καὶ τἄλλα πάντα διαστήματα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ὁ δὴ τοιοῦτος οἶνος ὅτι ποριμώτερός ἐστιν ἐπὶ κύστιν τοῦ γλυκέος εἴρηται πρόσθεν· ἀνεπιτηδειότερον δ᾿ αὐτὸν εἰς ἄλλα τοῦ γλυκέος φησὶν εἶναι, ταῦτα δ᾿ ἐστὶν ὑπαγωγή τε γαστρὸς καὶ πτυσμάτων ἀναγωγή. καλὰ δ᾿ ἔφη ταῦτα τεκμήρια εἶναι, τουτέστι γνωρίσματα, τῆς τῶν οἴνων δυνάμεως.
§7
Ὁ μὲν γλυκὺς οἶνος εὐθὺς καὶ μέλας ἐστὶν, οὐ μὴν ὅ γε μέλας εὐθέως ἅπας καὶ γλυκὺς, ἀλλ᾿ αὐστηροί τινες ἐξ αὐτῶν ὑπάρχουσιν, οἷοι παρ᾿ ἡμῖν ἐν Ἀσίᾳ πλησίον Περγάμου καὶ κατὰ Περπερίναν τε καὶ Αἰγάς. ὁ δὲ κατὰ τὴν Κιλικίαν Ἀναβάτης αὐστηρός τε ἅμα καὶ γλυκύς ἐστιν, ἐξ ἐναντίων ποιοτήτων συγκείμενος· διὸ καὶ μοχθηρὸς ὑπάρχει, μήτ᾿ ἀναδιδόμενος μήθ᾿ ὑπερχόμενος, ἀλλ᾿ ἐπὶ πλέον τε παραμένων τῇ ἄνω γαστρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν ἄνευ τοῦ γλυκὺς εἶναι μέλας οἶνος αὐστηρὸς εἰς τὰ κατὰ τὴν γαστέρα χρήσιμος, ὅταν ἤτοι πλείω τοῦ προσήκοντος ὑπέρχηται κατ᾿ αὐτὴν, ἢ ξυσματώδη· τηνικαῦτα γὰρ ἐπιτήδειός ἐστιν, ὥσπερ γε καὶ ὁ λευκὸς οἶνος ὁ αὐστηρὸς, ὅσα τ᾿ ἄλλα φάρμακα στύφοντα. πρὸς δὴ ταῦτά φησι καὶ τὸν κιῤῥὸν οἶνον ἁρμόττειν, οὐχ ἁπλῶς ἅπαντα λέγων τὸν κιῤῥὸν, ἀλλὰ τὸν αὐστηρὸν κιῤῥόν· ἐπ᾿ ἀμφοτέρων γὰρ ἀκούειν γε χρὴ τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον οὕτως· κιῤῥῷ δ᾿ ἂν οἴνῳ καὶ μέλανι τοῖς αὐστηροῖς ἐν ταύτῃσι τῇσι νούσοισιν εἰς τάδε ἂν χρήσαιο. διττὸς γὰρ ὁ κιῤῥὸς, ὥσπερ καὶ ὁ μέλας, ὁ μὲν γλυκὺς, ὁ δὲ αὐστηρός· ὄντος καὶ τρίτου παρ᾿ ἑκατέρῳ, ἐξ ἐπιμιξίας ἀμφοτέρων τῶν ποιοτήτων. ἀλλ᾿ ὅ γε μίαν ἔχων ποιότητα διττὸς μὲν ἑκατέρᾳ χρόᾳ, κεφαλῆς δὲ καὶ γνώμης ὁ κιῤῥὸς μᾶλλον ἅπτεται, διότι καὶ θερμότερός ἐστι τοῦ μέλανος· τῷ δ᾿ αὐτῷ λόγῳ καὶ τοὺς πυρετοὺς αὐξάνει, τούτοις γὰρ ἐπιτήδειοι μόνοι τῶν οἴνων εἰσὶν οἱ ὑδατώδεις. εἰκότως οὖν ἐκώλυσε χρῆσθαι τοῖς αὐστηροῖς οἴνοις, εἴτε κιῤῥοὶ τὴν χρόαν εἴτε μέλανές εἰσιν, ἐν δὲ ταῖς καρηβαρίαις καὶ ταῖς βλάβαις τῶν φρενῶν, τουτέστιν ὅπου ὁ πυρετὸς αὐτῶν ἥψατο· καὶ προσέτι γε κᾀκεῖνα τῶν κατὰ θώρακά τε καὶ πνεύμονα νοσημάτων, ἐν οἷς ἴσχεται τὸ πτύελον, ἀνεπιτηδείους τοὺς τοιούτους οἴνους εἶναί φησι καὶ τῶν οὔρων ἐπεχομένων, διὰ τὸ πάχος δηλονότι καὶ τὴν στύψιν.
§8
Ὁ ἀκρατέστερος οἶνος, ὡς εἴρηκε, τοῖς κατ᾿ ἔντερον μᾶλλον ἐπιτήδειός ἐστιν· εἰκότως οὖν ὀνίνησιν αὐτὰ τῷ λόγῳ τῆς στύψεως, δι᾿ ἣν καὶ τὸ βοηθεῖν ὅλως εἶχεν· ἀλλὰ ταύτην γε τὴν στύψιν ἐκλύει κεραννύμενος ὑδαρὴς καὶ διὰ τοῦτο ἧττον ὀνίνησιν αὐτά. καθάπερ δὲ ταῦτα μᾶλλον ὀνίνησιν τῷ λόγῳ τῆς στύψεως, ὅταν ἀκρατέστερος ᾖ, οὕτω τὰ κατὰ θώρακα καὶ κεφαλὴν μᾶλλον βλάπτει· ταῦτα δ᾿ ἐστὶν ἃ ἐδήλωσεν εἰπὼν, τὰ μὲν ἄνω βλάπτει πάντα. βλάπτει δὲ καὶ τὰ δεόμενα δι᾿ οὔρων ἐκκαθαίρεσθαι τὰ σώματα· πασῶν γὰρ τῶν ἐκκρίσεων ἐφεκτικός ἐστιν ὁ αὐστηρὸς οἶνος. ταῦτα περὶ οἴνων ὁ Ἱπποκράτης εἰπὼν εὐθὺς ἐπὶ μελίκρατον μεταβαίνει, τὰ μὲν ἄλλα σχεδὸν ἅπαντα τὰ περὶ τῶν οἴνων δείξας, ἓν δὲ παραλιπὼν ἀνεξέργαστον, ὃ διῆλθον ἐγὼ κατὰ τὸ πάρεργον· ὅτι τοῖς πυρέττουσιν οἶνος ἐπιτηδειότατός ἐστιν ὁ ὑδατώδης. ἔστι δ᾿ οὗτος ὁ λευκὸς μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν, ἐπιφανῆ μηδεμίαν ἔχων ποιότητα τῶν τοῖς ἄλλοις οἴνοις ὑπαρχουσῶν, μήτ᾿ αὐστηρότητα, μήτε στρυφνότητα, μήτε γλυκύτητα, μήτε δριμύτητα, μήτ᾿ ὀσμήν· τῷ γὰρ τοιούτῳ καὶ τὰς τοῦ ὕδατος κακίας καὶ τὰς τοῦ οἴνου ἐκπεφευγέναι μόνῳ τῶν πάντων οἴνων ὑπάρχει. γεννῶνται δὲ καθ᾿ ἕκαστον ἔθνος ἔνιοι τοιοῦτοι, κατὰ μὲν τὴν Ἰταλίαν ὁ ἄτονος Σαβῖνος, ὃν καὶ διδόασι τοῖς πυρέττουσιν· ἐν Ἀσίᾳ δὲ ὅ τε Τιτακαζηνὸς καὶ Τιβῖνος. ἀκηκοὼς δὲ αὐτοῦ τὰ γνωρίσματα ῥᾳδίως εὑρήσεις καθ᾿ ἕκαστον ἔθνος οἴνους τοιούτους, ἐν οἷς χωρίοις πάνυ τι λεπτοὶ καὶ ὑδατώδεις οἶνοι γίγνονται· ἐγὼ γοῦν καὶ κατὰ τὴν Κιλικίαν καὶ Φοινικίην καὶ Παλαιστίνην καὶ Σκῦρον καὶ Κρήτην εὗρον οἴνους τοιούτους· ἀλλ᾿ ὅμως οἷον εἴρηκα καὶ κατὰ πάντα τὰ χωρία τεθέαμαι καὶ τό γε θαυμασιώτερον, ὅτι καὶ κατ᾿ Αἴγυπτον· παχεῖς γὰρ οἶνοι καὶ ὀσμὴν ἔχοντες καὶ ἰσχυροὶ σφόδρα ἐν τοῖς θερμοῖς χωρίοις γεννῶνται· κατὰ δὲ τὴν Ἰταλίαν καὶ Βιθυνίαν καὶ τὴν Ἀσίαν θαυμαστὸν οὐδέν ἐστι πολλοὺς ὑδατώδεις γίνεσθαι. ζητήσαι δ᾿ ἄν τις διὰ τί παρέλιπεν ὁ Ἱπποκράτης ἰδίᾳ περὶ τῶν τοιούτων οἴνων ἐν τῷ διηνυσμένῳ λόγῳ, καίτοι γε ἀλυποτέρων ὄντων τοῖς πυρέττουσιν ἤπερ οἱ ἄλλοι πάντες. οὐδὲ γὰρ οὐδὲ τοῦτ᾿ ἔστιν εἰπεῖν, ὡς ἠγνόει τὸν τοιοῦτον οἶνον· αὐτὸς γοῦν ὀλίγον ὕστερον ἐν τῷ τοῦ μελικράτου λόγῳ τάδε γράφει· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου, ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ καὶ ἀσθενέστερον· ταῦτ᾿ εἶπε παραβάλλων τὸ μελίκρατον οἴνῳ λεπτῷ καὶ ὀλιγοφόρῳ, τουτέστιν ὀλίγον ὕδωρ φέροντι καὶ ἀνόσμῳ. σαφῶς γοῦν καὶ ἀκριβῶς εἰπὼν τὰ γνωρίσματα τοῦ οἰνώδους οἴνου καὶ διελθὼν ὡς καὶ κεφαλῆς ἅπτοιτο καὶ φρενῶν, ἱκανὴν ἐνόμισεν εἶναι καὶ περὶ τοῦ ἐναντίου αὐτῷ τοῦ ὑδατώδους τὴν διδασκαλίαν, ἡμῶν δυναμένων λογίσασθαι τὰ ἐναντία ὑπάρχειν αὐτῷ.
§9
Τὸ διὰ πάσης τῆς νόσου δηλωτικόν ἐστι τοῦ τὸν λόγον αὐτῷ γίγνεσθαι περὶ τῶν νοσημάτων ἐκείνων, ἐφ᾿ ὧν ἐδίδαξεν ἀνεπιτήδειον εἶναι τρέφειν χυλῷ, πρὸ τοῦ τὴν ἀκμὴν τῆς νόσου παρελθεῖν. εἰ γὰρ μήτε τῶν κατὰ θώρακα καὶ πνεύμονά τι νοσημάτων εἴη, πυρέττοντος τοῦ κάμνοντος ὀξέως, ἥ τε δύναμις ἰσχυρὰ καὶ παραιτέρω τῆς πέμπτης ἡ νόσος οὐ μέλλει γενήσεσθαι, μελίκρατον αὔταρκές ἐστι μόνον πινόμενον ἐξαρκέσαι ποιῆσαι τὸν κάμνοντα. τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπιτηδειότατόν ἐστιν ἐπὶ τοῖς τοιούτοις νοσήμασι τὸ μελίκρατον, ἦττον δὲ τοῖς πικροχόλοις ὠφέλιμον· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς, ἐὰν μὴ φθάσῃ διεξελθεῖν ἢ κατ᾿ ἔντερον ἢ κύστιν, ὡς εἴ γε διεξέλθοι, πρὸς τῷ μὴ βλάψαι μηδὲν ὀνίνησι μέγιστα, συνυπάγεται γὰρ αὐτῷ χολώδη περιττώματα. συνεδείξατο γοῦν τῷ λόγῳ τῷδε καὶ περὶ τῆς κράσεως αὐτοῦ· συμφέρει γὰρ αὑτοῦ ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον, ὅπως μήτε διψῶδες εἴη μήτε χολοποιόν. ὥσπερ δὲ τοῖς πικροχόλοις, οὕτως καὶ τοῖς μεγαλοσπλάγχνοις οὐκ ἐπιτήδειον εἶναί φησιν αὐτό· μεγαλοσπλάγχνους δὲ νῦν εἶπεν οὐχ οἷς φύσει μεγάλα σπλάγχνα εἰσὶν, ἀλλ᾿ οἷς κατά τι πάθος εἰς ὄγκον ᾔρθη σκιῤῥούμενα καὶ φλεγμαίνοντα καὶ οἰδισκόμενα. μοχθηρὸν γὰρ ἐν τούτοις γίγνεται, μὴ δυνάμενόν γε διεξέρχεσθαι ταχέως αὐτὰ, ἐκχολούμενόν τε ῥᾳδίως καὶ μάλιστα ἐν ταῖς φλεγμοναῖς διὰ πλῆθος τῆς θερμασίας, ὡς ἔν γε τοῖς ἄλλοις παρὰ φύσιν ὄγκοις ἧττόν ἐστι βλαβερόν.
§10
Διὰ τί μὲν ἧττον οἴνου ἐστὶ γλυκέος διψῶδες ἔμπροσθεν εἴρηταί μοι, δεικνύντι καθ᾿ ὅσον μέν εἰσιν ἄμφω γλυκέα, κατὰ τοσοῦτον ἐκχολοῦσθαι ῥᾳδίως αὐτά· καθ᾿ ὅσον δὲ λεπτότερόν τ᾿ ἐστὶ καὶ ποριμώτερον, ὡς ἰέναι πάντῃ, τὸ μελίκρατον, κατὰ τοῦτο ἧττον αὐτοῦ γίνεσθαι διψῶδες· ὡς εἴ γέ ποτε κατὰ τὴν γαστέρα μείνῃ χρόνῳ πλείονι καὶ αὐτὸ διψῶδες οὐχ ἧτον ἔσται τοῦ γλυκέος οἴνου. τουτὶ μὲν αὐτὸ σπανίως συμβαίνει· τὸ δὲ θᾶττον οἴνου γλυκέος διεξέρχεσθαι τὴν γαστέρα καὶ τὸ ἔντερον ἅπαν, ἔτι δὲ καὶ τὸ ἧπαρ ἄχρι νεφρῶν καὶ κύστεως οὐ σπανίως, ἀλλὰ διὰ παντὸς ὑπάρχει τῷ μελικράτῳ. διὰ ταῦτα μὲν οὖν ἧττόν ἐστι διψῶδες τοῦ γλυκέος οἴνου· ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως εἶπεν, ἀλλ᾿ ἑτέρως ταὐτὸν ἐνδειξάμενος αὐτοῦ τὴν δύναμιν ἐξ ὧν ἐργάζεται κατὰ τὸν πνεύμονα· δῆλον γὰρ ὡς οὐκ ἂν εἰργάζετο ταῦτα, μὴ διεξερχόμενόν γε καὶ διαῤῥύπτον αὐτοῦ τὰς ὁδούς. πτυέλου δ᾿ ἀναγωγὸν οὐχ ἁπλῶς εἶπε τὸ μελίκρατον, ἀλλ᾿ ὅτι μετρίως προσέγραψε. τὸ γὰρ ἰσχυρῶς ἀνάγειν οὐκ ἔχει, καθάπερ τὸ ὀξύμελι· τό γε μὴν παρηγορικὸν ἔχει, μηδ᾿ ὅλως ἔχοντος αὐτὸ τοῦ ὀξυμέλιτος· ἐπεγείρει γὰρ ἐκεῖνο τὰς βῆχας, ἐρεθίζον τε καὶ τραχῦνον, ἐκ τοῦ ῥύπτειν σφοδρῶς. μελικράτῳ δὲ καὶ μάλιστα τῷ ὑδαρεῖ τῆς ῥυπτικῆς δυνάμεως ὀλιγίστης μέτεστιν· καλεῖται δ᾿ ἡ τοιαύτη καὶ σμηκτικὴ, καὶ νῦν ὁ Ἱπποκράτης ἀπ᾿ ἐκείνης ἐποιήσατο τὸ σμηγματῶδες ὄνομα, περὶ τοῦ μελικράτου γράψας, ἔχει γὰρ σμηγματῶδές τι· μετρίας αὐτῷ μετεῖναι τῆς τοιαύτης δυνάμεως αἰνιξάμενος ἐκ τοῦ προσθεῖναι τῷ σμηγματῶδες τὸ τὶ, βραχύτητα δηλοῦν οἷς ἂν οὕτω προσκέηται. τοῦτ᾿ οὖν τὸ βραχὺ τοῦ μελικράτου σμηγματῶδες, οὐχ ὅτι σμηγματῶδες, διὰ τοῦτ᾿ ἄκρατον, ἀλλ᾿ ὅτι βραχύ· δεῖ γὰρ ἐπὶ τοῦ γλίσχρου πτυέλου σφοδρῶς εἶναι σμηγματῶδες τὸ φάρμακον, ἀποῤῥύψαι δυνάμενον τὸν ἐνιζηκότα τοῖς βρόγχοις τοῦ πνεύμονος γλίσχρον χυμόν. εἰ δὲ μεταξὺ θώρακός τε καὶ πνεύμονος εἴη τοιοῦτός τις ἠθροσμένος, ἔτι δὴ καὶ μᾶλλόν ἐστι χρεία πρὸς τὸ καλῶς ἀναπτυσθῆναι τμητικῆς τε καὶ σμηκτικῆς δυνάμεως, ἥτις καὶ ἀποῤῥύψει τε τοῦ ὑπεζωκότος αὐτὸ καὶ διατέμνει καὶ λεπτύνει· μεταληφθῆναι γὰρ ἄλλως ἀδύνατόν ἐστι τὸ τοιοῦτον, διὰ τοῦ περιέχοντος ὑμένος τὸ σπλάγχνον ἐς τὰ βρογχία τοῦ πνεύμονος. οὐ καλῶς οὖν ἐχρήσατο τῇ λέξει, προσθεὶς τῷ, ἔχει γὰρ σμηγματῶδές τι, τὸ ἐφεξῆς εἰρημένον, ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον· ἄμεινον γὰρ ἦν εἰπεῖν, ἔχει γὰρ σμηγματῶδές τι βραχὺ τὸ μελίκρατον, ὃ μᾶλλον τοῦ μετρίου πολλάκις ἐπιτρέπει τῷ πτυέλῳ καταγλισχραίνεσθαι. οὐ γὰρ διὰ τὸ μελίκρατον συμβαίνει τῷ πτυέλῳ καταγλισχραίνεσθαι, ἀλλὰ τοῦτο μὲν οἰκεῖον ὑπάρχει τῷ γε τοιούτῳ πτυέλῳ, τὸ μελίκρατον δὲ οὐδὲν ὀνίνησιν, ἀλλὰ διαμένειν ἐᾷ τὴν τοιαύτην φύσιν τοῦ περιττώματος. διὰ τοῦτ᾿ οὖν ἄμεινον ἦν εἰπεῖν μηδὲν ὀνίνασθαι τὸ γλίσχρον πτύελον, οὐ γίγνεσθαι τοιοῦτο ὑπὸ τοῦ μελικράτου· τὸ γὰρ καταγλισχραίνειν τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἔμφασιν ἔχει τοῦ γίνεσθαι τοιοῦτον ὑπὸ τοῦ μελικράτου τὸ πτύελον.
§11
Λέλεκταί μοι καὶ πρόσθεν ὅτι τῷ διεξέρχεσθαι ῥᾳδίως ἁπάσας τὰς μεταξὺ κοιλίας τε καὶ νεφρῶν ὁδοὺς, οὐρητικόν ἐστι τὸ μελίκρατον· ἐδείχθη δὲ καὶ ὅτι κακοπραγοῦντος τοῦ ἥπατος οὐ προσήκει πίνειν αὐτὸ, βλάπτει δὲ καὶ σπλῆνα φλεγμαίνοντα, καὶ πολὺ δὴ μᾶλλον ἔντερά τε καὶ γαστέρα, ταχέως γὰρ ἐκπυρούμενον ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν θερμασίας εἰς χολὴν μεταβάλλει. τάχα γὰρ διὰ τὴν γλυκύτητα χαίρει τὰ σπλάγχνα τῷ μέλιτι, καθάπερ καὶ ἡ γαστὴρ, ὥστε θᾶττόν τε καὶ ἀθροώτερον ἐπισπᾶσθαι· καὶ γὰρ οὖν καὶ τἄλλα γλυκέα ταὐτὸν ἔχειν τούτῳ λογίσαιτ᾿ ἄν τις ὥσπερ πρὸς τὴν κοιλίαν, οὕτω καὶ πρὸς τὰ σπλάγχνα πεπονθέναι. φανεῖται δ᾿ ἡ γαστὴρ ἥδεσθαι τούτοις· καὶ γὰρ μετὰ τὸ καταπιεῖν αὐτὰ, φανερῶς πώς ἐστιν ἡδομένη πρὸς τῶν εἰλημμένων, ὥσπερ αὖ πάλιν ἀνιωμένη τοῖς τραχύνουσί τε καὶ πικροῖς, οὐκ ἐν αὐτῷ τῷ λαμβάνεσθαι μόνον, ἀλλὰ καὶ μετὰ τὸ ληφθῆναι ἄχρι χρόνου τινός. ὅθεν οὐδὲ προσφέρεταί τις αὐτὰ, πλὴν εἴ ποτε ὡς φάρμακον, διὰ χυμοὺς παρὰ φύσιν ἠθροισμένους ἐν τῇ γαστρί· κατὰ φύσιν δὲ ἐχούσης, ἀνιαρὰ πάντα αὐτῇ τὰ τοιαῦτά ἐστιν, ἡδέα δὲ μόνα τὰ γλυκέα. καὶ μὲν δὴ κατὰ τὸν καλούμενον λαιμὸν ἐκ τῶν καταπινομένων γλυκέων ἡδονὴ μεγίστη γίνεται, τοῦ κατ᾿ αὐτὸ τὸ χωρίον σώματος οἰκείως ἔχοντος τῷ τοιούτῳ χυμῷ· τὸ δ᾿ αὐτὸ τοῦτ᾿ ἔστι σῶμα καὶ τῆς γαστρὸς ὁ ἔνδον χιτὼν, ὥσπερ γε καὶ ὁ τὴν γλῶτταν ἀμφιεννύς. ἀλλ᾿ ἐν ταύτῃ μὲν ἐνεργεστάτην ἔχει τὴν τῆς γλυκύτητος αἴσθησιν, ἐν δὲ τῷ λαιμῷ τὴν τῆς ἡδονῆς, αἴσθησις δὲ σαφὴς ἐν τῷ παραχρῆμα γίνεται καὶ ἐν τῷ στόματι τῆς γαστρὸς, ἡδομένῳ τοῖς καταπινομένοις γλυκέσιν, ὅταν κατὰ φύσιν ἔχῃ τὸ ζῶον. οὕτως οὖν εἰκός ἐστι καὶ τὰ σπλάγχνα χαίρειν τῷ μὲν γλυκεῖ χυμῷ, ταχέως δ᾿ αὐτοῦ καὶ πλεῖστον ἐπισπώμενα, καθ᾿ ὃν μὲν ὑγιαίνει χρόνον, ἀπολαύειν τε καὶ τρέφεσθαι, καθ᾿ ὃν δὲ πυρετώδη τέ ἐστι καὶ φλεγμαίνει, μεταβάλλειν ἐστὶ τὸ χολῶδες αὐτό. ὁρᾶται γοῦν καὶ τὰ καλούμενα συκωτὰ διὰ τῆς τῶν ἰσχάδων ἐδωδῆς, μέγιστά τε καὶ ἥδιστα γιγνόμενα, προφανῶς τοῦ ἥπατος εὐτροφοῦντος ἐπὶ τῇ τῶν γλυκέων ἐδωδῇ· ἀλλ᾿ ἐν ταῖς φλεγμοναῖς τε καὶ τοῖς πυρετοῖς οὐκ εἰς εὐτροφίαν, ἀλλ᾿ εἰς χολῆς γένεσιν, ἡ τῶν τοιούτων προσφορὰ μεταβάλλεται, τοῦ μὲν πυρετώδους θερμοῦ πλεονάζοντος, ἐλλείποντος δὲ τοῦ κατὰ φύσιν, ὅπερ εὔκρατον ἦν.
§12
Ἀναμνησθῶμεν τῆς προειρημένης λέξεως, ἐν ᾗ παραβάλλων οἴνῳ γλυκεῖ τὸ μελίκρατον ἔλεγε, διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου· καὶ νῦν οὖν πρὸς ἐκεῖνον εἶπε διαχωρητικώτερον εἶναι κάτω. χολωδέων γὰρ δὴ καὶ ὁ γλυκὺς οἶνος διαχωρητικὸς, ἀλλὰ τό γε μελίκρατον ἐνίοτε μὲν καλῶν τῶν χολωδέων ὑπακτικόν ἐστιν, ἐνίοτε δὲ μοχθηρῶν, ἅπερ ἐστὶν ἱκανῶς ἄκρατα χολώδη, τὰ πυῤῥὰν ἢ ξανθὴν ἔχοντα καὶ παχεῖαν χολήν. αὕτη τοίνυν ἀφρὸν προσλαμβάνει, πολλάκις μὲν κατὰ τὸν αὐτὸν λόγον, ὃν καὶ τοῖς ἐν πυρὶ θερμαινομένοις σφοδρῶς ἀφρὸς ἐπανθεῖ, πολλάκις δὲ τὸ τοῖς κοπτομένοις ὑγροῖς ὑπὸ πνεύματος. τούτων δὲ τὸ μὲν πρότερον ὧν εἶπον ὑπερβαλλούσης ἐστὶ θερμασίας γνώρισμα, τὸ δὲ δεύτερον, στενοχωρίας τῶν ὀργάνων καὶ ταραχῆς φυσώδους πνεύματος ἐναπειλημμένου, καὶ διέξοδον οὐ ῥᾳδίαν ἔχοντος. τοιαῦτα δ᾿ ὑπέρχεται χολώδη τοὐπίπαν ἐν τοῖς συντηκτικοῖς πυρετοῖς, ἐφ᾿ ὧν ἐναντιωτάτη τε καὶ βλαβερωτάτη ἁπάντων σχεδόν ἐστιν ἡ τοῦ μελικράτου πόσις, ὥσπερ γε καὶ τοὐναντίον ἡ τοῦ ψυχροῦ πόσις ὕδατος ὠφελιμωτάτη, μᾶλλον δὲ τὸ τοιοῦτον διαχώρημά φησιν ὑπὸ τοῦ μελικράτου γίνεσθαι, τοῖς φύσει μὲν χολώδεσι, τουτέστι τοῖς θερμοῖς ἀμέτρως, ἐν δὲ ταῖς νόσοις φλεγμονὴν ἔχουσι κατά τι τῶν σπλάγχνων. τὸ γάρ τοι κοινὸν ὄνομα νῦν ἴδιον ἐγένετο τῶν φλεγμαινόντων· οὐ γὰρ δὴ διὰ σκίῤῥον γε ἢ οἴδημα πυρετὸς ἐξάπτεται. πρόδηλον οὖν ὅτι κατὰ τὰς ὀξείας νόσους, ὑπὲρ ὧν ὁ λόγος αὐτῷ ἐστιν, ὅταν ὄγκος ἐν σπλάγχνοις γένηται, φλεγμονῆς ἐστιν, οὐκ οἰδήματος ἢ σκίῤῥου τὸ σύμπτωμα· καὶ τούτους νῦν ὠνόμασε μεγαλοσπλάγχνους.
§13–22
§13
Λέλεκται καὶ πρόσθεν ὡς ἐκχολουμένου τοῦ μέλιτος ἐν ταῖς ὀξείαις νόσοις καὶ κατὰ τοῦτο βλάπτοντος ἡμᾶς, βραδυπόρου δ᾿ ὄντος τοῦ ὕδατος καὶ μένοντος ἐπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις καὶ διὰ τοῦτ᾿ ὄντος φευκτοῦ· τὸ μικτὸν ἔξ ἀμφοῖν ἐπιτήδειον γίνεται, κατὰ τὴν τοιαύτην κρᾶσιν συντιθέμενον, ὅταν ὕδατι πλείονι μέλιτος μιχθῇ τοσοῦτον, ὡς ὁδοποιεῖν τε καὶ πρὸς τὴν ἀνάδοσιν ἄγειν αὐτό. τά τε γὰρ οὖρα ποριμώτερα γίνεται καὶ ἡ τῶν πτυέλων ἀναγωγὴ θᾶττον, οὕτω κερασθέντων αὐτῶν· εἰ δὲ πολὺ τοῦ μέλιτος μιχθείη, δίψαν τε ποιεῖ καὶ γλισχραίνει τὸ πτύελον. καὶ διὰ ταῦτα μὲν ἐπιτηδειότερόν ἐστι τὸ ὑδαρέστερον μελίκρατον, εἴς τε τὴν τῶν πτυέλων ἀναγωγὴν καὶ τὴν τῶν οὔρων διέξοδον, τὸ δ᾿ ἀκρατέστερον εἰς τὰς τῆς γαστρὸς ὑποχωρήσεις· ὅσῳ γὰρ ἂν ἐρεθιστικώτερον ᾖ, τοσούτῳ μᾶλλόν τε καὶ θᾶττον αὐτὴν ὑπάγει. καὶ διὰ τῶν κλυστήρων δὲ ἐνιέμενον, ὅσῳπερ ἂν ἀκρατέστερον ᾖ, τοσοῦτον μᾶλλον ἐκκριτικὸν γίνεται τὸ τοιοῦτον· καὶ τῶν κατακορέως χολωδῶν, τουτέστι τῶν ἱκανῶς τοιούτων καὶ τῶν ἀφρωδῶν διαχωρημάτων αἴτιον ὑπάρχει· τὸ γὰρ ἐπισπᾶσθαι τὰ τοιαῦτα μᾶλλον ἔχει τῷ δάκνειν τε καὶ ῥύπτειν τὸ ἔντερον· ἔτι δὲ καὶ αὐτὸ μεταβάλλον εἰς χολὴν ξανθὴν συναύξει καὶ κατὰ τοῦτο τῶν χολωδῶν διαχωρημάτων τὸ πλῆθος, ὅθεν οὐδ᾿ ἐπαινεῖ τὴν χρῆσιν αὐτοῦ. δηλοῖ δ᾿ ἐκ τοῦ προσθεῖναι καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα· τὸ γὰρ μᾶλλον τοῦ καιροῦ σύνηθες αὐτῷ λέγειν ἀντὶ τοῦ μᾶλλον τοῦ προσήκοντος. τὸ δὲ ἀφρῶδες διαχώρημα καὶ κατὰ τὸ προγνωστικὸν ἐμέμψατο· καὶ τὰ κατακορέως δὲ, τουτέστιν ἀκράτως χολώδη, μοχθηρά· χρὴ γὰρ οὐ κατακορέως, οὐδ᾿ ἀκράτως, ἀλλὰ μετρίως αὐτὰ τοιαῦτα εἶναι. μεμνημένος οὖν καὶ σὺ τούτων, ὅταν ἤτοι μελικράτου ποθέντος ἢ καὶ χωρὶς αὐτοῦ διαχωρεῖ τις ἀφρώδη τε ἅμα καὶ κατακορέως χολώδη, συντηκτικὸν εἶναι τὸν πυρετὸν ἴσθι καὶ διὰ τοῦτο ἀφίστασο τῆς τοῦ μελικράτου χρήσεως, ἐπὶ δὲ τὸν τῆς πτισάνης ἧκε χυλὸν, ἐπιτηρῶν ἰδεῖν τι γνώρισμα κᾂν βραχὺ, διὰ τῶν οὔρων, τῆς τοῦ νοσήματος πέψεως· ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ διδοὺς καὶ τὸ ψυχρὸν ὕδωρ ὀνήσεις μέγιστα.
§14
Σύνηθες αὐτῷ τὰς βλάβας σίνεα λέγειν, ὡς κᾀν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων ἐδείχθη· καὶ γάρτοι σίνειν λέγουσιν οἱ Ἴωνες ἀντὶ τοῦ βλάπτειν· ἀλλὰ καὶ τὰ βλαβερὰ σινόμορα πολλάκις αὐτὸς ὠνόμασε. μεγάλας οὖν βλάβας ἔχειν φησὶ τὸ προειρημένον διαχώρημα, τουτέστι τὸ κατακορὲς χολῶδες ἅμα τῷ καὶ ἀφρῶδες εἶναι. σύνηθες δ᾿ αὐτῷ πολλάκις ἐπὶ τῶν σημείων χρῆσθαι ταῖς τῶν αἰτίων τε καὶ βλαπτομένων σωμάτων φωναῖς· τὸ γοῦν τοιόνδε διαχώρημα κάλλιον ἦν εἰπεῖν σημαίνειν, ἀλλ᾿ ἔχειν εἶπε· καίτοι τὰ μὲν πεπονθότα σώματα τὰς βλάβας ἴσχει, τὰ δ᾿ αἴτια ποιεῖ, τὰ δὲ σημεῖα δηλοῖ. τίνα γε μήν ἐστιν ἃ συμβαίνει πρὸς τῶν εἰρημένων διαχωρημάτων σίνεα, παρ᾿ αὐτοῦ ἄκουε λέγοντος· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿ ὁρμᾷ· τοῦτο δὲ εἶπεν, ἐπειδὴ πολλάκις ἡ τῶν χολωδῶν ὑποχώρησις αὐτίκα σβέννυσι τὸ ἐξ ὑποχονδρίων καῦμα· διὰ τοῦτ᾿ οὖν ἐπὶ τῶν κακοηθῶν χολωδῶν προσέθηκεν, ὅτι μὴ σβέννυται, ἀλλὰ τοὐναντίον ἅπαν αὐξάνεται τοῖς τὰ τοιαῦτα διαχωροῦσι καὶ οὐ παύεται τὸ καῦμα ἐκ τῶν ὑποχονδρίων, ἀλλὰ καὶ σφοδρότερον γίγνεται καὶ ῥιπτάζονται, τουτέστιν ἄσην τε καὶ δυσφορίαν ἔχουσιν, ἐπειδὴ τῆς ἐν τοῖς ὑποχονδρίοις διαθέσεως φλογώδους τὰ τοιαῦτα διαχωρήματα συμπτώματα· καὶ μέντοι καὶ ὅτι κατὰ τὴν τῶν ἐντέρων διέξοδον ἡ δριμύτης αὐτῶν ξυσματώδη διάθεσιν ἐργάζεται. ταύτης μὲν οὖν τῆς διαθέσεως αἴτια γίγνεται τὰ κατακορῆ χολώδη, τῆς δὲ ἐν τοῖς ὑποχονδρίοις σημεῖα· ὅ γε μὴν Ἱπποκράτης, ὡς ἔφην, εἴωθεν ἐνίοτε καὶ τοῖς τῶν αἰτίων ἐνδεικτικοῖς ῥήμασιν ἐπὶ τῶν σημείων χρῆσθαι. ἀλεξητήρια δὲ τουτέων γεγράψεται. ὅτι προῄρηται καθ᾿ ἕκαστον εἶδος νοσήματος ἰάματα γράψαι καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλωσε καὶ νῦν οὐχ ἧττον· εἰ δ᾿ ἔστιν Ἱπποκράτους ἄξια τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρὸν, ὅσα τε ἐν τοῖς περὶ νόσων ἢ περὶ παθῶν γέγραπται, κατὰ τὴν ἐξήγησιν αὐτῶν ἐπισκεψόμεθα.
§15
Ἐδήλωσε καὶ νῦν σαφέστατα, μέχρι τοῦ κριθῆναι τὸ νόσημα, μελικράτῳ μόνῳ χρῆσθαι συμβουλεύων. ἐν μόνοις γὰρ τοῖς συντηκτικοῖς νοσήμασιν, ἢ ἐφ᾿ ὧν ἀνθρώπων ἀδύνατόν ἐστιν ἐξαρκέσαι τὴν δύναμιν ἄχρι τῆς κρίσεως, ἐπὶ τὸν χυλὸν ἀφιξόμεθα· τὰ δ᾿ ἄλλα βέλτιον ἐπὶ μελικράτου μόνου διαιτᾷν.
§16
Οὐ ταὐτόν ἐστι καταγυιοῦσθαί τε λέγειν ὑπὸ μελικράτου καὶ μηδ᾿ ὅλως τρέφειν ἢ ὀλιγότροφον εἶναι τὸ μελίκρατον, ἀλλ᾿ ἐπεὶ τρία ταῦτα πράγματα διαφέροντα ἀλλήλων ἐστί. τὰ μὲν γὰρ καθαιροῦντα τὴν δύναμιν, ὡς αἱμοῤῥαγία καὶ διαχώρησις πολλὴ καὶ ἱδρὼς ἄμετρός τε καὶ κατά τι συμβεβηκὸς ἀσιτία, καταγυιοῦν εἰκότως ἂν λέγοιτο· τὰ δὲ μηδ᾿ ὅλως τρέφοντα, καθάπερ τὸ ὕδωρ οὔτε καταγυιοῦν, οὔτε ῥωννύναι τὴν δύναμιν ἀληθῶς ἄν τις εἴποι, πλὴν κατὰ συμβεβηκὸς ἐνίοτε· τὸ γὰρ ὕδωρ οὐχ ὡς τροφὴ τὴν δύναμιν ἀνακτᾶται τῶν καμνόντων, ἀλλ᾿ ὡς φάρμακον εἰς συμμετρίαν κράσεως ἄγον τὰ διὰ τὴν ἀμετρίαν αὐτῆς ἀῤῥωστοῦντα. τρίτα πρὸς τούτοις τὰ βραχέως τρέφοντα· καὶ δύναιτο μὲν ἄν τις μόνοις αὐτοῖς χρώμενος ἀποθανεῖν, οὐ μὴν ὡς καθαιροῦσι τὴν δύναμιν, ἀλλ᾿ ὡς οὐχ ἱκανῶς ῥωννύουσιν. ἐκ τούτων οὖν ἐστι καὶ τὸ μελίκρατον· εἰ γάρ τις ἐν τέσσαρσιν ἡμέραις ἀσιτήσας ἀποθνήσκειν μέλλῃ, δύναιτ᾿ ἂν οὗτος μελικράτῳ χρώμενος οὐ μόνον εἰς τὴν ε΄, ἀλλὰ καὶ εἰς τὴν στ΄ ἀφικέσθαι. ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ τοῦ μέλιτος· ἡ γὰρ τούτου φύσις ἐστὶν ἡ καὶ τὸ μελίκρατον ἐκ τῶν βραχέως τρεφόντων ἐργαζομένη· τὴν γὰρ ὑγρασίαν τῆς τροφῆς ὄχημα καὶ οὐ τροφὴν οὐ μόνος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ σχεδὸν ἅπαντες οἱ ἄριστοι τῶν ἰατρῶν ἀπεφήναντο. ταῦτ᾿ οὖν αὐτὰ τὰ νῦν εἰρημένα ὁ Ἱπποκράτης ἔγραψε περὶ μελικράτου καὶ μέλιτος οὐκ ἀσαφῶς διὰ τῶν ἑξῆς.
§17
Οὐ γὰρ παντάπασιν ἀληθές ἐστι τὸ διὰ τὸ μελίκρατον ἀποθνήσκειν τοὺς ἀποκαρτεροῦντας· ἀπέθανον γὰρ ἂν, εἰ καὶ μόνον ὕδωρ ἔπινον, ἀλλ᾿ ὅτι βραχεῖαν τροφὴν δίδωσι τῷ σώματι, διὰ τοῦτο μόνον μὲν ὂν οὐχ ἱκανόν ἐστι διαφυλάττειν τὴν ζωὴν, ὥσπερ καὶ χυλῷ πτισάνης, εἴ τις ἐθέλοι ῥοφεῖν μόνης εἰσαεί. ἀλλ᾿ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ἐκταράσσει τὴν κοιλίην. ἐνδείκνυσθαι δοκεῖ διὰ τῆς ἰσχυρότερον φωνῆς ὅτι ἔχειν τι καὶ τὸ ὕδωρ δύναται εἰς τὸ τρέφειν· ἐγχωρεῖ δὲ διὰ τὸ τὴν ξηρότητα τοῦ σώματος τῆς γαστρὸς ἐπιτέγγεσθαι, διαρκεῖν ἐπὶ πλεῖον τοὺς πίνοντας ὕδωρ τῶν μηδ᾿ ὅλως προσφερομένων. ἀσφαλῶς δὲ προσέθηκεν, εἰ μὴ ταράσσει τὴν κοιλίαν, ἐπὶ τοῦ μελικράτου τὸν λόγον ποιούμενος· ἐκείνους γὰρ δεόντως καὶ χείρονας ἑαυτῶν ἐργάζεται διὰ τὴν κένωσιν, οἶς ταράσσει τὴν κοιλίαν· ἅμα καὶ τοῦ ταράττειν ῥήματος οὐ τὴν σύμμετρον ὑποχώρησιν, ἀλλὰ τὴν πλεονάζουσαν δηλοῦντος. εἰδέναι μέντοι χρὴ τὸ μὲν ὠμὸν μελίκρατον ὑπακτικώτερον εἶναι, τὸ δὲ καλῶς ἡψημένον τροφιμώτερον· ἀλλὰ τοῦτο μὲν ἐγνώσθω σοι κατὰ τὸ πάρεργον, ἴδωμεν δὲ ἃ ἑξῆς γράφει παραβάλλων οἴνῳ μελίκρατον.
§18
Ἔνιοι χωρὶς τοῦ ἐστὶ γράφουσι τὴν ῥῆσιν οὕτως· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον. ἔνιοι δὲ ἀντὶ τοῦ ᾗ τὸ ἐνίῃ γράφουσιν οὕτως· ἀτὰρ καὶ οἴνου ὀλιγοφόρου καὶ λεπτοῦ καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον. ἐξ ἁπάντων γε μὴν ἡ αὐτὴ δηλοῦται δύναμις καὶ ἔννοια, κατά τι μὲν λέγοντος ἰσχυρότερον εἶναι τὸ μελίκρατον τοῦ τοιούτου οἴνου, κατά τι δὲ ἀσθενέστερον. ἐγὼ μὲν οὖν ἐπεμνήσθην οἴνου τοιούτου κατὰ τὸν περὶ τῶν οἴνων λόγον· ὁ δ᾿ Ἱπποκράτης αὐτὸν ὥσπερ οὐκ εἰδὼς ἐσιώπησεν, ἀλλὰ νῦν γε σαφῶς ἐδίδαξε τήν τε σύστασιν αὐτοῦ μηνύσας ἐκ τοῦ φάναι λεπτοῦ, καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐκ τοῦ προσγράψαι καὶ ὀλιγοφόρου· καλεῖται γὰρ οὕτως ὁ τῆς ὕδατος μίξεως ὀλιγίστης χρῄζων εἰς τὸ ποθῆναι. κατὰ τοὐναντίον γὰρ ὁ πολλοῦ δεόμενος ὕδατος εἰς εὐκρασίαν ὀνομάζεται πολυφόρος, ἐν ἴσῳ τῷ πολὺ φέρειν ὕδατος δεόμενος εἰς τὴν εὔκρατον μίξιν· ὁ δ᾿ ὀλιγοφόρος οἶνος ἔκλυτός τε καὶ ἀσθενὴς καὶ ἄχρηστος εἰς ποτὸν γίνεται, εἰ πλέονι κεράσεις ὕδατι. καὶ μὴν καὶ τὸ ἄοδμον αὐτοῦ μέγιστον γνώρισμα τῆς ἀσθενείας τε καὶ ψυχρότητός ἐστιν, ὕδατι καὶ κατὰ τοῦτο ἐοικὼς, ὥσπερ γε καὶ τῶν ἰσχυρὰν ἐχόντων ὀσμὴν μέγιστον τοῦτ᾿ ἔστι τῆς ῥώμης σημεῖον. ὁ μὲν γὰρ ὑδατώδης οἶνος ὀλιγίστην μὲν ἐν τῷ ξύλῳ τῆς ἀμπέλου μεταβολὴν ἔσχηκεν, ὀλιγίστην δὲ καὶ τοῦ γεώδους στοιχείου τὴν μίξιν, ὥστε ὕδωρ εἶναι, βραχὺ γεώδους τε καὶ θερμῆς οὐσίας προσειληφὸς, ἢ μετειληφὸς, εἴς τε τὴν τούτων ἕνωσιν ὀλιγίστης κατεργασίας δεηθείς. ὁ δ᾿ ἐναντίος οἰνώδης τε καὶ πολυφόρος οὔθ᾿ ὑπὸ βραχείας κατεργασίας γίγνεται τοιοῦτος, ὡς ἂν ἐπὶ πλεῖστον ἀφιστάμενος ὕδατος, ἀξιόλογον δὲ διὰ τοῦτ᾿ αὐτὸ τὴν θερμασίαν καὶ τὴν ὀδμὴν ἐπικτᾶται.
§19
Εἰ μελικράτου ἐλέλεκτο καὶ μὴ μέλιτος, ἦν ἂν σαφέστερον· ὁ γάρ τοι λόγος ἦν αὐτῷ μέχρι δεῦρο περὶ μελικράτου καὶ τοῦτο παρέβαλεν οἴνῳ κεκραμένῳ, δηλονότι μεθ᾿ ὕδατος, οὐκ αὐτὸ καθ᾿ ἑαυτό· ἀλλ᾿ ὅπως ἡ παραβολὴ δικαία γίγνοιτο, διὰ τοῦτο ἐπανήγαγε τὸν λόγον ἐπ᾿ αὐτόν τε τὸν οἶνον καὶ τὸ μέλι. παραλογίζονται δ᾿ ἔνιοι κατὰ τὰς τοιαύτας παραβολὰς οὐκ ἄλλους μόνον ἑκόντες, ἀλλὰ καὶ σφᾶς αὐτοὺς ἄκοντες· ἔνιοι δὲ πειραθέντες γοῦν τινων ἀκρατεστέρων, οὐ τοῖς ἀκράτοις μόνοις, ἀλλὰ καὶ ὁπωσοῦν κεκραμένοις τὴν ἐπ᾿ ἐκείνων προσάπτουσι δύναμιν· ὥσπερ αὖ πάλιν ἕτεροι πειραθέντες ὑδαρεστέρων, ἔξ ἐκείνων ὑπὲρ ἁπάντων ἀπεφήναντο τῶν ὁπωσοῦν κεκραμένων. οὐ μὴν οὕτως ἐχρῆν ποιεῖσθαι τὰς κρίσεις τῶν πραγμάτων, ἀλλὰ λογίσασθαι δεῖν ἀνάλογον τὸ μελίκρατον ἐν τῇ κράσει τῶν πινομένων οἴνων κατὰ τὴν τοῦ ὕδατος μίξιν, ὡς μὴ τὸν οἶνον ἀκρατέστερον εἶναι, τὸ δὲ μελίκρατον ὑδαρέστερον, εἰ μέλλεις δικαίαν ποιεῖσθαι τὴν παραβολὴν αὐτῶν· ἐπεὶ δὲ χαλεπόν ἐστι τὴν ἀναλογίαν ἀκριβῶς ἐν τῇ μίξει φυλάξαι, διὰ τοῦτο ἐπ᾿ αὐτὰ τὰ ὄντως ἄμικτα καὶ κυρίως ἄκρατα καλούμενα μετήνεγκε τὸν λόγον ὁ Ἱπποκράτης, οἴνῳ μηδ᾿ ὅλως κεκραμένῳ παραβάλλων τὸ μέλι· καί φησι διπλάσιον οἶνον πινόμενον ἧττον τρέφειν ἁπλοῦ πλήθους μέλιτος. ἐπεὶ δὲ πλείω γένη τῶν οἴνων εἰσὶν, οὐ τοὺς ἰσχυροὺς καὶ κεφαλὴν πλῆξαι δυναμένους καὶ παραφροσύνας ἐργάσασθαι προεχειρίσατο κατὰ τὸν λόγον, ἀλλὰ τὸν ἀσθενῆ καὶ ὑδατώδη καὶ τούτῳ παραβάλλων τὸ μέλι τροφιμώτερον ἀπέδειξεν. ὅταν δὲ διπλασίῳ ὄγκῳ οἴνου ἀξιώσῃ μέλιτος ἥμισυ παραβάλλειν, οὐ τοῦτό φησιν, ὅτι μόνον ἑκάτερον ὁ κάμνων αὐτὸ καθ᾿ ἑαυτὸ προσφερέσθω, μὴ μιγνὺς ὕδωρ· ἀλλ᾿ εἰ μετὰ τὸ μετρῆσαι τὸ πλῆθος ἑκατέρου προσφέροιτο καθ᾿ ὅ τι βούλοιτο, διαφέρει οὐδὲν ἧττον. δύναται γὰρ εἰ τύχοι κύαθον ἕνα μέλιτος ἢ καθ᾿ ἑαυτὸν λαμβάνειν ἢ ὅσον βούλεται μιγνὺς ὕδατι προσφέρεσθαι καὶ τοῦτο καθ᾿ ἑκάστην ἡμέραν πιεῖν· ἢ πάλιν οἴνου κυάθους δύο ἑκάστης ἡμέρας ὡς αὐτὸς βούλεται κεραννὺς ὕδατι προσφέρεσθαι. γνωσθήσεται γὰρ ἐκ τῆς τοιαύτης πείρας ἐπὶ πλέον τῶν ἀνθρώπων ὁμοίως ἐχόντων κατ᾿ ἄλλα καὶ μέντοι καὶ μᾶλλον ἐφ᾿ ἑνὸς, οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἡ ἑκατέρου δύναμις ἀκριβής· εἰ γὰρ μὴ κατὰ τινα φύσεως ἰδιότητα ταράττοι τὴν γαστέρα τὸ μέλι, πλείοσιν ἡμέραις ἐξαρκέσουσιν οἱ τῷ μέλιτι χρώμενοι. διὰ τί οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἶπεν· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον εἶναι τὸ μελίκρητον; οὐ γὰρ ἐνίοτε μὲν ἰσχυρότερον, ἐνίοτε δὲ ἀσθενέστερον, ἀλλ᾿ ἰσχυρότερον ἀεὶ φαίνεται κατὰ τὸν εἰρημένον ἄρτι λόγον. ὅτι πρὸ τοῦ διορισθῆναι καὶ διδαχθῆναι πρὸς αὐτοῦ περὶ τῆς δικαίας παραβολῆς ἀδιορίστως τοῦ λόγου περαινομένου καλῶς καὶ ἀσφαλῶς εἶπεν, εὑρεθήσεται τὸ μελίκρατον τοῦ οἴνου κατά τι μὲν ἰσχυρότερον, κατά τι δὲ ἀσθενέστερον. ἐὰν γὰρ μὴ διορίσηταί τις ἑκατέρου τὴν ἀναλογίαν τῆς κράσεως, ἐνίοτε μὲν ἀσθενέστερος ὁ οἶνος, ἐνίοτε δὲ τὸ μελίκρατον εἶναι δόξει· διορισθέντων δὲ, ὡς εἴρηται, καὶ τῆς κατὰ τὴν γαστέρα ταραχῆς ἐπιβλεπομένης, τὸ μελίκρατον ἰσχυρότερον εἰς θρέψιν ἀεὶ φαίνεται τοῦ κεκραμένου κατὰ τὴν αὐτὴν ἀναλογίαν οἴνου· ἐὰν δὲ ὅτι καὶ τὸ κόπριον ἐκκρινόμενον ἐπὶ τῷ μελικράτῳ σύμμετρον, ὡς μὴ καταλύειν τὴν δύναμιν ἐννοήσεις, ἔτι καὶ μᾶλλόν σοι φανεῖται πλείων ἡ ἐκ μελικράτου θρέψις ἤπερ ἡ ἐξ οἴνου γιγνομένη. εἰ γὰρ καὶ κόπρου πολλαπλασίου διεξιόντος, ὅμως ὁ κάμνων ἐξαρκεῖ πλείοσιν ἡμέραις ἐπὶ τῷ μελικράτῳ, δυνατώτερον δηλονότι πρὸς τὴν θρέψιν οἴνου φαίνεται τὸ μέλι.
§20
Περὶ τῆς τάξεως ὁ λόγος αὐτῷ, ᾗ κάλλιστ᾿ ἄν τις χρῷτο τῷ μελικράτῳ τε καὶ πτισάνῃ. κοινὸς δὲ ἔστω σοι λόγος καὶ οὗτος, ὡς ἐπὶ παραδείγματος ἑνὸς διδασκόμενος μελικράτου τε καὶ πτισάνης· ἀεὶ γὰρ χρὴ πρότερον μὲν προσφέρεσθαι τά τε ῥᾳδίως διαφθειρόμενα καὶ μᾶλλον ὑπιόντα, δεύτερα δὲ τὰ ἐναντία. πτισάνη δὲ μελικράτου δυσφθαρτότερον καὶ ὑπέρχεται βράδιον. πρώτου μὲν οὖν τοῦ μελικράτου ληφθέντος οἷον ὑφήγησίς τις ἔξ αὐτοῦ γένοιτ᾿ ἂν τῇ πτισάνῃ τῆς διαχωρήσεως· εἰ δὲ πτισάνη πρώτη ληφθείη, κωλυόμενον ὑπιέναι τὸ μελίκρατον ἐμφυσήσει τε τὸ ὑποχόνδριον εἴς τε τὴν χολὴν μεταβληθὲν ἐν τῷ χρόνῳ καὶ τῇ πτισάνῃ τι λυμανεῖται.
§21
Διαφορὰς ὠμοῦ τε καὶ ἑφθοῦ μελικράτου διδάσκει καθ᾿ ὅλην τήνδε τὴν ῥῆσιν, δεῖται δ᾿ ὁ λόγος οὐδεμιᾶς ἐξηγήσεως.
§22
Τὸ καλούμενον καὶ τὸ καλεῖσθαι καὶ τὰ παραπλήσια τούτοις ἔμαθες αὐτὸν προστιθέντα ποτὲ μὲν ὡς οὐδέπω συνήθους ἅπασι τοῖς Ἕλλησι τῆσδε τῆς προσηγορίας οὔσης, ποτὲ δὲ ὡς ἀκύρως λεγομένης, ἐνίοτε δὲ ὡς ἐνδεικνυμένης τι τεχνικὸν, ὡς ἐπὶ τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν ἐδιδάξαμεν. ἀλλ᾿ ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προσηγορία τοῦ ὀξυμέλιτος ἅπαντι δῆλον, ἀλλ᾿ ἤτοι μεμφόμενος ἢ ὡς οὐδέπω συνήθη, διὰ τῆς τοῦ καλεομένου ἐπεσημήνατο προσθήκης. ἐγχωρεῖ δ᾿ ἑκάτερα· ἴσως μὲν γὰρ τότε πρῶτον εἰς χρῆσιν κοινὴν ἤρχετο· τάχα δὲ καὶ μέμφεται τῇ φωνῇ, ὡς ἐμφαινούσῃ, ἤτοι ἐκ τοῦ ὄξους καὶ μέλιτος μόνων συγκεῖσθαι τὸ φάρμακον ἢ ὡς μέλιτος διαφορὰν δηλούσῃ, ὡς εἰ καὶ οὕτως ἔλεγέ τις· τὸ δὲ μέλι τὸ ὀξὺ δύναμιν ἔχει τοιάνδε. περὶ μὲν δὴ τῆς τοῦ καλεομένου προσθήκης δῆλον· ἐπ᾿ αὐτὸ δὲ τὸ χρήσιμον ἴωμεν. οὐ γὰρ ἐξ ὄξους καὶ μέλιτος μίξεως μόνον ἡ σύνθεσις γίγνεται τοῦ ὀξυμέλιτος, ἀλλ᾿ ἐκ μελικράτου βραχὺ προσλαμβάνοντος ὄξους. ἕψεσθαι δὲ ἄμεινον αὐτό· καθαιρεῖται γὰρ ἡ δύναμις τοῦ ὄξους ὑπὸ τῆς ἑψήσεως, ὡς τὴν ὠφέλειαν τὴν παρ᾿ αὐτοῦ λαμβάνειν τὸ μελίκρατον ᾧ μίγνυται, τὴν βλάβην δὲ οὐκ ἴσχειν. τὴν μὲν οὖν ὠφέλειαν κατὰ τὴν ἀρχὴν εἶπε τῆς ῥήσεως καὶ μετὰ ταῦτα ἐρεῖ· τὴν βλάβην δ᾿ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης ῥήσεως προσθήσει. κατὰ τὴν ἀρχὴν μὲν οὖν εἴρηται, πτυέλου γὰρ ἀναγωγόν ἐστι καὶ εὔπνοον· ἐφεξῆς δ᾿ ὅσα ταῖς λέξεσιν ἐπακολουθήσαντες αὐτοῦ μαθησόμεθα. καιροὺς μέντοι τοιούσδε ἔχει. τοὺς καιροὺς ἤτοι τοὺς τῆς χρήσεως αὐτοῦ λέγει, καθότι σύνηθες, ἢ τοὺς τῆς ὠφελείας, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἐδείχθη χρώμενος ἐνίοτε τῇ τοῦ καιροῦ προσηγορίᾳ.
§23–36
§23
Ἐφ᾿ ὧν ἐστι χρεία τοῦ ὀξέος ὀξυμέλιτος, ἐπὶ τούτων διδάσκει τὴν ἐξ αὐτοῦ γιγνομένην ἐνίοτε βλάβην· ἐφ᾿ ὧν γὰρ ὅλως οὐδ᾿ ἂν χρήσαιτό τις ὀξεῖ τῷ τοιούτῳ φαρμάκῳ, περιττὸν τὸ καταλέγειν τὰς τοιαύτας βλάβας. οὐδὲ γὰρ οὐδ᾿ ἁπλῶς εἶπε περὶ ὀξέος ὀξυμέλιτος, ἀλλὰ καὶ κάρτα προσέθηκεν, ὅπερ σημαίνει ταὐτὸν τῷ λίαν καὶ σφόδρα. τὸ τοιοῦτον οὖν ὀξύμελι μέσον οὐδὲν εἴωθεν ἐργάζεσθαι τοῖς κατὰ τὸν πνεύμονα παχέσι τε καὶ γλίσχροις πτυέλοις, ἐφ᾿ ὧν ἄν τις αὐτῷ χρήσαιτο μόνῳ· ἀλλ᾿ ἤτοι τεμὸν αὐτὰ καὶ ἀποῤῥύψαν ἀνήγαγεν ἢ τοῦτο μὲν πρᾶξαι μὴ δυνηθὲν ἐξήρανεν. ὥσπερ γὰρ τμητικὸν τὸ τοιοῦτον φάρμακον, οὕτω καὶ ξηραντικόν· ἔχομεν δ᾿ αὐτὸ ἐπὶ τῶν κατὰ τὸν πνεύμονα παχέων πτυέλων, οὐχ ὡς ξηραῖνον (οὕτως γὰρ βλάψειεν), ἀλλὰ ὡς τέμνον τε καὶ ῥύπτον. ὅταν μὲν οὖν ἀδυνατήσῃ ταῦτα ποιῆσαι, χρηστὸν μὲν οὐδὲν ἔπραξε, μεγίστην δὲ βλάβην εἰργάσατο. πότ᾿ οὖν ἀποτυγχάνει ῥύπτειν καὶ τέμνειν αὐτὸς ἐφεξῆς ἐδίδαξε, νυνὶ δὲ βούλομαι περὶ τῆς γραφῆς τῆς ἐν πολλοῖς τῶν βιβλίων εἰπεῖν· οὐ γὰρ διὰ τὸ σ τὴν δευτέραν συλλαβὴν τοῦ μέσον ὀνόματος, ἀλλὰ διὰ τοῦ ζ γεγραμμένην εὑρίσκομεν, ὡς εἶναι τὴν ὅλην λέξιν τοιάνδε· τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέζον ποιήσειεν. ἔστι δὲ τοῦτο ψεῦδος· αὐτὸς γὰρ ἐπιφέρων δείκνυσιν ἐνίοτε μὲν μεγάλην ὠφέλειαν ἐξ αὐτοῦ γιγνομένην, ἐνίοτε δὲ βλάβην· ὥστ᾿ ἀεὶ μέγα τι ποιεῖ καὶ οὐδέποτε μικρόν. ἐφ᾿ οὗ δὲ ἀληθὲς εἰπεῖν ἐστιν, ἀεί τι γίγνεσθαι κακὸν μέγα ἢ ἀγαθὸν, περὶ τούτου κάλλιον ἄν τις εἴποι καὶ μηδὲν μέσον ὑπ᾿ αὐτοῦ γίγνεσθαι.
§24
Τὸ καταγλισχραίνεσθαι τὰ παχέα πτύελα, μηδὲν ὀνινάμενα τῇ προσφορᾷ τοῦ ὀξέος ὀξυμέλιτος, ἐκείνοις φησὶ συμβαίνειν, οἵπερ καὶ ἄλλως ὀλεθρίως ἔχουσι, τουτέστιν ἐφ᾿ ὧν ἄπεπτος ἱκανῶς ἐστιν ἡ νόσος· οὗτοι γὰρ οὐδὲν ἀναπτύουσιν.
§25
Ἐπειδὴ προείρηκεν ὑπὸ τοῦ ὀξέος ὀξυμέλιτος οὐδὲν ὀνίνασθαι τοὺς καὶ ἄλλως ὀλεθρίως ἔχοντας, ἔνιοι δὲ σπανίως ἐξ αὐτῶν σώζονται βοηθούμενοι, διὰ τοῦτο καὶ τὴν τούτου σπανίαν βοήθειαν οὐ παρέλιπεν· ἔστι δ᾿ αὕτη διὰ τοῦ ὀξέος ἱκανῶς ὀξυμέλιτος, ὅταν ὁ κάμνων ἰσχυρὸς ᾖ τὴν δύναμιν. ἄλλως γὰρ οὐδὲν ὀνίνησι τὸ τοιοῦτον ὀξύμελι, δυοῖν θάτερον ἐργασάμενον, ἢ μηδ᾿ ὅλως τεμὸν, ἀλλ᾿ ἐπιγλισχραῖνον τὰ γλίσχρα, ἢ τεμὸν καὶ ἀποῤῥύψαν, ἀθρόαν δὲ ἀναγωγὴν καὶ κένωσιν κινῆσαν, τῆς δυνάμεως μὴ φερούσης, ἀκολουθήσει πνιγῆναι τὸν ἄνθρωπον.
§26
Ἢν μηδὲν ἀναπτύῃ τι διὰ πάχος καὶ γλισχρότητα τῶν πτυσμάτων, οὐ μὴν ἀσθενῆ γε τὴν δύναμιν, ὀξύμελι κελεύει δίδοσθαι τὸ λίαν ὀξὺ, κατ᾿ ὀλίγον τε καὶ ἀκροχλίαρον, ὅπερ ἐστὶν ἄκρως χλιαρόν (ἄκρως δὲ ἐστι χλιαρὸν ὅπερ ἂν ᾖ μέσον ἀκριβῶς τοῦ τε ψυχροῦ καὶ τοῦ θερμοῦ)· ἰσχυρὰν γὰρ ἔχον αὐτὸ τὴν δύναμιν εὐλαβεῖται πολὺ προσφέρειν εἰς ἅπαξ. ὡσαύτως δὲ καὶ τὸ ψυχρὸν ἐν θέρει διδόναι, καθάπερ ἔμπροσθεν ἐκέλευσεν, εὐλαβεῖται, διὰ τὸ τὰς μὲν ἀπτύστους πτυσμάτων πλευρίτιδας καὶ περιπνευμονίας ἀπέπτους εἶναι, τῇ πέψει δ᾿ ἀεὶ τὸ μὲν θερμὸν συντελεῖν, τὸ δὲ ψυχρὸν ἐναντιοῦσθαι. τί δήποτ᾿ οὖν καὶ τὸ θερμὸν ὀξύμελι φεύγει; ἢ ὅτι διὰ τὸ κακόηθες τοῦ νοσήματος, μή πως εὐθέως ἐν τῇ τοιαύτῃ προσφορᾷ τοῦ τοιούτου πόματος, αὐτὸ μὲν τὸ πάθος ἄπεπτον ἔτι διαμένῃ, συμβῇ δὲ τὸν ἄνθρωπον ὑπὸ τοῦ θερμοῦ ὀξυμέλιτος διψωδέστερον γίνεσθαι ἑαυτοῦ; δέδεικται δ᾿ ὅτι τὸ σύμπτωμα τοῦτο γλίσχρον ἐργάζεται πτύελον. ἀσφαλέστερον οὖν αὐτῷ δοκεῖ μετρίως χλιαρὸν εἶναι τὸ ὀξύμελι, φεύγοντι τοῦ θερμοῦ τὴν ἐνδεχομένην ἀκολουθῆσαι βλάβην, τοῦ δὲ ψυχροῦ τὴν ἔξ ἀνάγκης ἑπομένην.
§27
Περὶ τοῦ λίαν ὀξέος ὀξυμέλιτος συμπληρώσας τὸν λόγον ἐπὶ τὸ μετρίως ὀξὺ μετέβη κατὰ τήνδε τὴν ῥῆσιν, ὑγραίνειν αὐτὸ λέγων τὸ στόμα καὶ φάρυγγα καὶ τῶν πτυέλων ἀναγωγὸν εἶναι καὶ ἄδιψον. ἅπαντα γὰρ ἔχον ὑφ᾿ ὧν ὠφελεῖσθαι πεφύκασιν αἱ τοιαῦται νόσοι, τῶν βλαπτόντων οὐδὲν ἔχει διὰ τὴν τῆς κράσεως ἀρετήν· ἐπειδὴ τοσοῦτον τῷ μελικράτῳ μέμικται τοῦ ὄξους, ὅσον ἱκανόν ἐστι τὸ χολῶδες ἐν αὐτῷ κολάσαι, τουτέστι καθελεῖν καὶ ταπεινῶσαι· δέδεικται γάρ σοι κατὰ τὸ τέταρτον γράμμα περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐναντιωτάτην δύναμιν ἔχειν ὁ γλυκὺς χυμὸς τῷ ὀξεῖ. τῆς οὖν τοῦ μελικράτου δυνάμεως τὰ ἄλλα μὲν πάντα ἐχούσης, ὧν δεῖται τὰ τοιαῦτα νοσήματα, καθ᾿ ἓν δὲ μόνον ἐναντιουμένης αὐταῖς, ὅταν ὑπερθερμανθὲν ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ ὄξους μίξις κωλύουσα κάλλιστον ἐργάζεται φάρμακον. ἄδιψόν τε γὰρ ἔσται καὶ διὰ τοῦτο καὶ τὰ πτύελα, τά γε μὴ παντάπασι παχέα καὶ γλίσχρα, ῥᾳδίως ἀνάξει· τούτοις δ᾿ ἀμφοτέροις αὐτοῖς ἔργοις ἕπεται καὶ ἡ τῶν κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μορίων ὑγρότης. ᾧ δὲ λόγῳ ταῦτα δρᾷ, τούτῳ δὴ καὶ σπληνὶ καὶ ἥπατι προσφορώτατόν ἐστι, διακαθαῖρον ἀλύπως τὰ σπλάγχνα.
§28
Περὶ τοῦ μετρίως ὀξέος ὀξυμέλιτος ἔτι διαλεγόμενος εἴρηκε ταῦτα, πολλὴν δὲ τὴν χρῆσιν ἔχοντος ἐπὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα παθῶν, ἀξιολογωτάτην τε τὴν ὠφέλειον, διὰ τὴν ἔμμετρον μίξιν ὕδατός τε καὶ ὄξους καὶ μέλιτος. τὸ γὰρ τοιοῦτον ὀξύμελι, τέμνον τε τὸ παχὺ καὶ φυσῶδες ἐν ὑποχονδρίῳ πνεῦμα καὶ καταῤῥηγνύον τὰς φύσας διακαθαῖρόν τε τὰς διεξόδους πάσας, ἐπ᾿ οὖρα ποδηγεῖ τοῖς ὀῤῥώδεσί τε καὶ χολώδεσι περιττώμασιν.
§29
Τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἐγγινομένην ὑγρότητα τοῖς μορίοις ἴσμεν αὐτὸν ἀεὶ πλάδον ὀνομάζοντα· τοῦτ᾿ οὖν ἐργάζεται, φησὶ, τὸ ὀξύμελι, ξύον τε τῶν ἄνωθεν ὅσον ἐμπλάττεται παχέων χυμῶν ἢ γλίσχρων, τέμνον δὲ τοῦτο καὶ ὑπάγον πρὸς τὴν ἔκκρισιν. εὐπετεῖς δὲ κατὰ τοιαύτην τὴν δύναμιν ἐργάζεται καὶ τὰς ἐξ ἥπατος ἐπαγωγὰς τῶν περιττωμάτων, ὥστε πασῶν τῶν ἄνωθεν ὑγροτήτων ἀθροιζομένων ἐν τοῖς ἐντέροις καὶ μάλιστα τοῖς κάτω, διὰ μὲν τὸ πλῆθος αὐτῶν τὸν πλάδον ἐγγίνεσθαι, διὰ δὲ τὴν ποιότητα ξύεσθαι τὸ ἔντερον. καὶ γὰρ τὸ ὀξύμελι ῥυπτικὴν ἔχον δύναμιν ἐν τῷ χρόνῳ ξύσειεν ἂν τὸ ἔντερον· καὶ τὸ συγκατερχόμενον αὐτῷ χολῶδες περίττωμα τὴν αὐτὴν ἔχον δύναμιν· ὅθεν καὶ χωρὶς ὀξυμέλιτος, ἢν πλεονάσαν ποτὲ τύχῃ, ξύει τὸ ἔντερον.
§30
Τὸ ξυσθῆναι τὸ ἔντερον οὐκ ἀγαθόν ἐστιν ἐνίοτε κατὰ τὰς ὀξείας νόσους· ἕλκωσις γάρ τις ἐπιπολῆς ἐστιν ἡ ξυσματώδης διάθεσις. οὖσα δὲ τοιαύτη λυπεῖται πρὸς ἁπάντων τῶν διεξερχομένων καὶ μάλιστα τῶν ἐχόντων τινὰ δῆξιν· λυπηθὲν δὲ τὸ ἔντερον, εἰ μὴ παραχρῆμα τὴν ἔκκρισιν τῶν δακνόντων ποιήσαιτο, πρὸς τὴν ἄνω χώραν ἀναπέμπει τὰ διεξερχόμενα. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ταῖς τούτου φύσαις ἄνω συμβαίνει παλινδρομεῖν. φυσικὴν γὰρ ἐνέργειαν ἔχει τὰ ἔντερα τὴν περισταλτικὴν, ὡς ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι δέδεικται· ταχύτητος δ᾿ ἔργον ἐστὶν ἀπωθεῖσθαι τὰ περιεχόμενα πρὸς τῶν μερῶν ἐκείνων ἐν οἶς περιέχεται. ὅταν μὲν οὖν ἄνωθεν ἡ κίνησις ἄρξηται, κάτω τὴν ἔκκρισιν ἴσχει τὰ περιεχόμενα· κάτωθεν δὲ ἀρξαμένης αὐτῆς ἄνω φέρεται. καὶ τοῦτό γε σαφῶς φαίνεται κᾀν τῷ κατὰ φύσιν ἔχειν συμβαῖνον, ὅταν ὑπιούσης ἀθρόως ποτὲ χολῆς εἰς τὰ κάτω τῶν ἐντέρων ἐπίσχωμεν τὴν ἔκκρισιν ἢ τῷ παρεῖναι τοιαύτην πρᾶξιν, ἣν μὴ διακόπτειν δυνατόν ἐστιν, ἢ τῷ μὴ παρεῖναι πλησίον ἀπόπατον· ἐν γὰρ τοῖς τοιούτοις καιροῖς ἀνατρεχούσης αἰσθανόμεθα τῆς χολῆς οὕτως ὡς μηκέτι ἐκκριθῆναι. τινὲς μὲν οὖν ἐπὶ τῇ τοιαύτῃ τῆς χολῆς ἀναδρομῇ τὸν στόμαχον ἴσχουσι κακῶς· ἔνιοι δὲ συμπληροῦνταί τε καὶ δακνωδῶς ἀλγοῦσι τὴν κεφαλὴν, ἔνιοι δὲ ἀμφότερα πάσχουσιν. οὕτως οὖν ἡ καὶ ξυσματώδης ἐν τοῖς ἐντέροις διάθεσις ἐνίοτε μὲν τὴν ἔκκρισιν εἰς τὸ κάτωθεν ἐργάζεται ταχέως, οὐχ ὑπομένουσα τὴν τῶν πασχόντων ἀνίαν, ἐνίοτε δὲ κάτωθεν πρὸς τὴν ἄνωθεν χώραν, ὅταν μὴ παραχρῆμα τὸ διεξερχόμενον ἐκπέσῃ διὰ τῆς ἔδρας, ἀλλ᾿ ὁ κατ᾿ αὐτὴν μῦς ὁ κυκλοτερῶς συσταλεὶς καὶ σφίγξας τὸ πέρας τοῦ ἀπευθυσμένου, τὴν ἀρχὴν τῆς περισταλτικῆς κινήσεως ἐκ τῶν κάτω μερῶν ἄνω ποιήσηται. διὰ τοῦτο μὲν οὖν οὐ φῦσα μόνον, ἀλλὰ καὶ περίττωμα κατὰ τὰς τοιαύτας διαθέσεις παλινδρομεῖ. συμβαίνει δὲ καὶ τὴν δύναμιν βλάπτεσθαι διὰ τὴν ἑπομένην δῆξιν ἐν τῇ διόδῳ· τὰ γὰρ ξυόμενα, κᾂν βραχυτάτην ἴσχῃ τὸ διεξερχόμενον δῆξιν, ἀνιᾶται σφοδρῶς· ἴσμεν δὲ ὅτι πᾶν ἄλγημα καταλυτικόν ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ τῶν ἀκρωτηρίων ψυκτικόν. ταύτην καὶ οἶδα μούνην βλάβην τὴν δι᾿ ὀξυμέλιτος γιγνομένην, ἥτις καὶ ἀξίη γραφῆς. ἐδίδαξεν ὁ λόγος ὀλίγον ἔμπροσθεν ἁπάσας τὰς ἐκ μελικράτου καὶ οἴνου καὶ ὕδατος βλάβας ἐκπεφευγὸς τὸ μετρίως κεκραμένον ὀξύμελι· μόνον οὖν ὅταν βλάπτῃ τοῦτο, βλάπτει τῷ ξύειν τὸ ἔντερον· ἐργάζεται δὲ τοῦτό ποτε τοῖς ἀσθενεστέραν ἔχουσι φύσιν καὶ παθεῖν ἐπιτήδειον τὸ ἔντερον.
§31
Τὴν δύναμιν ἣν ἔχει διελθὼν, ἐπὶ τὸν τοῦ καιροῦ λόγον, ἐν ᾧ μάλιστ᾿ ἄν τις αὐτὸ προσφέροιτο, νῦν ἀφίκετο, πότε μάλιστ᾿ ἄν τις ὀξυμέλιτι χρῷτο τῶν ἐπὶ ῥοφήμασι διαιτωμένων· ἐφεξῆς δ᾿ εἰ καὶ μὴ ῥοφήμασιν, ἀλλ᾿ ἐπὶ τῷ ποτῷ μόνον διαιτώμενός τις εἴη καὶ τὸν ἐπ᾿ ἐκείνοις καιρὸν διδάσκει. φησὶν οὖν ἐπὶ τῶν ῥοφήματι χρωμένων ἐκεῖνον μόνον φυλάττεσθαι δεῖν τὸν καιρὸν, ἐν ᾦ ῥόφημα δεῖ προσφέρεσθαι. πτισάνης δὲ δηλονότι χυλός ἐστι ῥόφημα χά ριν τοῦ θρέψαι τὸ σῶμα καὶ τὴν δύναμιν ῥῶσαι λαμβανόμενος· ἔστι δὲ ἐς ταῦτα καλὸς, εἰ μόνος ἐν τῇ γαστρὶ περιέχοιτο κατὰ τὸν τῆς θρέψεως καιρόν· ἔμαθες γὰρ ἔμπροσθεν ὡς ἡ ποικιλία τῶν προσφερομένων, καὶ μάλισθ᾿ ὅταν ἀνόμοια ταῖς δυνάμεσιν εἴη, ταραχὴν ἐργάζεται κατὰ τὴν γαστέρα. καὶ διὰ τοῦτ᾿ οὖν ἄχρι πεφθῆναι τὸν χυλὸν, οὐ χρὴ πίνειν ὀξύμελι· πεφθέντος δὲ ἔξεστι καὶ διὰ τῆς νυκτὸς λαμβάνειν καὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν πρὸ τοῦ ῥοφήματος· ἀρκεῖ δὲ τὸν μεταξὺ χρόνον τοῦ ῥοφήματος καὶ τοῦ ὀξυμέλιτος, ὥστε εἰς κενήν τε ἅμα καὶ καθαρὰν ἐκ τοῦ προδιασμήχεσθαι τὴν γαστέρα, τὸν χυλὸν τῆς πτισάνης ἐμπεσεῖν.
§32
Τοῖς ἐπὶ πόματος μόνου διαιτωμένοις ἄνευ πτισάνης οὐκ ἐπιτήδειόν ἐστι τὸ ὀξύμελι δι᾿ ὅλης τῆς νόσου πινόμενον, ὅτι τε σφοδρότερον ξύει τὸ ἔντερον γυμνὸν ὄν· ἐπαλείφεται γὰρ πως ὑπὸ τῆς πτισάνης, ὅταν ἐκείνης ῥοφήσουσι· καὶ ὅταν τῆς ἐκ μελικράτου ὠφελείας οὐδ᾿ ὅλως μεταλάβῃ τὸ σῶμα. προείρηκε δὲ ἐν τῷ περὶ μελικράτου λόγῳ τὴν γινομένην ἐξ αὐτοῦ τοῖς σώμασιν ὠφέλειαν.
§33
Ὅταν διψώδεις μὲν ἐργάζηται τὸ μελίκρατον, ἤτοι δὲ γλίσχρα πτύελα περιέχηται κατὰ τὰ βρόγχια τοῦ πνεύμονος ἢ λίαν παχέα, τηνικαῦτα μόνου τοῦ ὀξυμέλιτός ἐστιν ἡ χρεία, μεμνημένων ἡμῶν ὅτι ταῦτα λέλεκται περὶ τῶν ποτῷ μόνῳ χρωμένων ἄνευ ῥοφήματος. ἐὰν οὖν, ὡς ἔφην, ὀξυμέλιτος ᾖ χρεία, παραχέειν αὐτῷ τοῦ ὄξους ὀλίγον τῷ μελικράτῳ προσήκει, χάριν τοῦ καὶ χρείας ἀπολαύειν τοῦ ὄξους, καὶ φεύγειν τὴν ἔξ αὐτοῦ βλάβην. συνεψεῖν δὲ δηλονότι προσήκει μιγνύμενον τῷ μελικράτῳ τὸ ὄξος· ἀσθενέστερον γὰρ οὕτως εἰς τὸ βλάπτειν γίνεται.
§34
Πικροχόλους φύσεις ὀνομάζει τὰς τὸν πικρὸν γεννώσας χυμὸν, ὅσπερ ἐστὶν ὁ τῆς ξανθῆς χολῆς, αἷς ἐπιτήδειον εἶναί φησι τὸ ὄξος ἐναντιώτατον ὑπάρχον ταῖς μελαγχολικαῖς· διότι καὶ τὴν μέλαιναν χολὴν αὐτὴν ὀξεῖαν εἶναι συμβέβηκεν, ὅταν γ᾿ ἤδη κατάκορος ᾖ παρὰ φύσιν ἔχοντος τοῦ σώματος· ὡς ὑγιαίνοντός γε πλεῖον μέν ἐστι τῆς εἰρημένης ποιότητος, οὐ μὴν ἀκριβῆ γε αὐτὴν ἔχει. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ· διδάσκει γὰρ ἐν αὐτῇ ὅπως ὠφελεῖ τὸ ὄξος τοὺς πικροχόλους, ἐπικρατουμένους ἐν τῇ κράσει τῷ θερμῷ, ψυχρὸν ὑπάρχον αὐτό.
§35
Ὅτι μὲν τὸ ὄξος τὰ νεῦρα βλάπτειν πέφυκεν ἥ τε πεῖρα μαρτυρεῖ καὶ ὁ λόγος δείκνυσιν· ἄναιμα γὰρ ὄντα καὶ διὰ τοῦτο ψυχρὰ πάσχει ῥᾳδίως ὑπὸ τοῦ ψύχοντός τε ἅμα καὶ λεπτομεροῦς φαρμάκου βλάπτεται μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων τῶν ψυχόντων, ἀλλὰ τὸ τῆς τοῦ ὄξους οὐσίας λεπτομερὲς, εἰς τὸ βάθος αὐτῶν δύεται καὶ διεξέρχεται διὰ παντὸς μέρους, ὡς μηδὲν μηδὲ τοὐλάχιστον ἀβλαβὲς ἐᾷν. οὕτω μὲν ὄξος τὰ νευρώδη μόρια βλάπτει· τὴν μήτραν δ᾿ ἅπαντες σχεδὸν οἱ ἀνατομικοὶ λέγουσιν εἶναι νευρώδη· καὶ χωρὶς δὲ τῆς ἐκείνων ἀποφάσεως, ἣν ἐκ τῆς ἀνατομικῆς αὐτοψίας ἐποιήσαντο, πάρεστί σοι συλλογίσασθαι περὶ αὐτῆς, ὡς ἐπὶ πλεῖστον μὲν διαστελλομένης, εἰς ἐλάχιστον δὲ συνιζανούσης· ἀεὶ γὰρ ὁπηλίκον ἂν εἴη τὸ ἔμβρυον, ἐν κύκλῳ περιείληφεν αὐτὸ καὶ πεπλήρωται τὸ πᾶν κύτος ὑπ᾿ ἐκείνου, κᾂν μικρὸν ᾖ, καθάπερ καὶ ἡ γαστὴρ ὑπὸ τῶν σιτίων· ἀλλὰ ταύτης μὲν οὐ μεγάλη πρὸς τἀναντία ἡ μεταβολὴ, τῆς μήτρας δὲ μέγισται· τὸ δὲ ἐπὶ πλεῖστον διαστέλλεσθαι νευρωδῶν ἴδιόν ἐστι σωμάτων, οὐ σαρκωδῶν.
§36
Οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ, ὥσπερ τὸ ὄξος, ἀλλ᾿ οὔτε θερμὸν, ὥσπερ τὸ μέλι (τούτῳ μέν γε πρὸς τῷ θερμαίνειν ἔτι καὶ τὸ ῥύπτειν καὶ τέμνειν ὑπάρχει)· βραδύπορον οὖν εἰκότως ἐστὶ καὶ δύσπεπτον καὶ δυσυποβίβαστον ἅπαν τὸ ὕδωρ, κᾂν ἄλλως ἄριστόν τε καὶ ἄμεμπτον ᾖ· τὸ γὰρ ἰλυῶδες ἢ δυσῶδες ἢ ἁλικὸν ἤ τινος ἑτέρας φαρμακώδους ποιότητος ἔμφασιν ἔχον οὐχ ἁπλῶς ὕδωρ ἐστὶν, ἀλλὰ μετὰ τοιοῦδέ τινος ἐπιμιξίας φαρμάκου· καθάπερ καὶ εἰ μέλι μοχθηρὸν ἢ πτισάνην ἢ ὄξος ἢ οἶνον ἤ τι τοιοῦτον προχειρίσαιο· μέμψῃ γὰρ οὐχ ὅλον ἐπ᾿ ἐκείνου τὸ γένος, ἀλλ᾿ αὐτὸ μόνον ὃ μεταχειρίζῃ. τοῦ λόγου τοίνυν ὄντος ἐφ᾿ ἑκάστου τῶν κρινομένων ὑπ᾿ αὐτοῦ περὶ τῶν ἀρίστων, οὕτω καὶ νῦν ἄκουε, πρὸς τὸ κάλλιστον ὕδωρ ἕκαστον τῶν λεγομένων ἀναφέρων, ὃ καθαρώτατόν ἐστι καὶ πάσης ἀλλοτρίας ἄμικτον ποιότητος· τοῦτ᾿ οὖν αὐτὸ κᾂν ἄριστον ᾖ, κατὰ τὴν γαστέρα μένει πολλῷ χρόνῳ, κλύδωνας αὐτῇ τοὐπίπαν ἐργαζόμενον, ὡς ὅταν γε ᾖ χολώδης ἐκείνη, συνδιαφθείρεται καὶ αὐτό. κᾀπειδὰν ὑπέλθοι μόλις ἐκ τῆς κοιλίας εἰς τὴν νῆστιν, οὐκ ἀναδίδοται ῥᾳδίως, οὔτ᾿ εἰς ἧπαρ οὔτε πολὺ μᾶλλον εἰς νεφροὺς καὶ θώρακα καὶ πνεύμονα· διόπερ οὔτ᾿ οὖρα κινεῖν πέφυκεν οὔτε πτύελον ἀνάγειν. ἀλλ᾿ οὐδὲ τὰς δι᾿ ὅλου τοῦ σώματος ἐργάζεται διαπνοάς· λεπτομεροῦς γὰρ οὐσίας ἔργον ἐστὶ τοῦτο καὶ θερμῆς, οὐ ψυχρᾶς καὶ παχυμεροῦς. οὐ μὴν οὐδὲ δίψος παύει, μένον ἐπὶ πλεῖστον ἐν ταῖς εὐρυχωρίαις τῶν κατὰ γαστέρα καὶ ἔντερα ὀργάνων τοῦ ζώου καὶ μὴ διαδυόμενον εἰς ὅλον τὸ βάθος αὐτῶν, μηδ᾿ ἐπιτέγγον τὸν αὐχμόν. ὅτι δ᾿ οὐ τρέφει πρόσθεν εἴρηται· διά τοι τοῦτο οὐδὲ τὴν ζωτικὴν δύναμιν οἷόν τέ ἐστι ῥωννύναι. καὶ ταῦτ᾿ ἐστὶ τὰ αἴτια δι᾿ ἃ πρός τε μελίκρατον Ἱπποκράτης ἀφικνεῖται καὶ ὀξύμελι καὶ οἶνον ἐπὶ τῶν νοσούντων, ἀποχωρῶν τοῦ ὕδατος. ὅσον μὲν οὖν ἐπὶ τούτοις οὐδέποτ᾿ ἄν τις αὐτῷ χρήσαιτο· χρῶνται δὲ καὶ ἄλλοι μὲν ἰατροὶ καὶ μέντοι καὶ αὐτὸς ὁ Ἱπποκράτης, ἀλλ᾿ ἦττον μὲν οὗτος, οἱ δ᾿ ἄλλοι μᾶλλον. ἐκ γὰρ τοῦ χρῆσθαι τοῖς ἄλλοις κακῶς σφαλλόμενοι, καταφεύγουσιν ἐπὶ τὸ ὕδωρ, οὐκ ἔχον μεγάλην ἀποτυχίαν, ὅτι μηδὲ τὴν δύναμιν· οὕτω γὰρ ὁ Ἐρασίστρατος ἔλεγεν· ἰσχυραὶ δυνάμεις σίτων τε καὶ πομάτων ἐγκαίρως μὲν παραλαμβανόμεναι μεγίστην ὠφέλειαν, ἀκαίρως δὲ μεγίστην βλάβην. ἣν δέ φημι μοχθηρὰν εἶναι χρῆσιν ὀξυμέλιτός τε καὶ μελικράτου καὶ οἴνου, γίνεται μὲν καὶ διὰ τὰς ἀθρόας μεταβολὰς, ὡς αὐτὸς ἐδίδαξεν· γίνεται δὲ καὶ διὰ τὴν μίξιν ἄκρατον ὑπὸ τῶν ἰατρῶν γιγνομένην, ὡς τὸ πολύ. διδόντος οὖν ἐμοῦ πρεσβύτῃ νοσοῦντι καθ᾿ ἑκάστην ἡμέραν οἴνου ὑδατώδους, παραγινόμενός τις τῶν τοιούτων ἰατρῶν, εἶτ᾿ ἰδὼν ἐλάχιστον ἐπισταζόμενον αὐτοῦ τῷ ὕδατι γελάσας ἔφη μὴ πίνειν οἴνου τὸν ἄῤῥωστον, ἀλλ᾿ ὁρᾷν μόνον, οὐκ ἐννοῶν ὅτι τὸ μὲν ἡδονῆς ἕνεκα τὸν οἶνον διδόναι ἑτέραν ἔχει συμμετρίαν τῆς πρὸς ὕδωρ αὐτοῦ μίξεως, τὸ δ᾿ ὠφελείας ἄλλην. ὥσπερ γὰρ ὁρμήν τινα πρὸς τὴν ἀνάδοσιν ἐφελκομένην τὸ ὕδωρ ἐπιμίγνυσθαι χρὴ τὸν οἶνον ἐλάχιστον παντελῶς, ὡς παῦσαι τὸ ὕδωρ αὐτὸ τοῦτο μόνον εἰλικρινὲς εἶναι, οὐχ ὥστε καὶ οἶνον αὐτὸ ποιῆσαι· οἱ πολλοὶ δὲ τῶν ὑγιαινόντων πίνουσιν οἶνον ὑδατωμένον, οὐ μὴν προσήκει τὸ ὕδωρ ἐπικρατεῖν κατὰ τὴν γεῦσιν, ἀλλὰ τὸν οἶνον· ἐπὶ δὲ τῶν νοσούντων ἔτι καὶ μᾶλλον, ὡς ἔμφασιν εἶναι τοῦ οἴνου βραχεῖαν. οὕτως δὲ καὶ περὶ τοῦ ὀξυμέλιτος ὀλίγον αὐτὸς ἔμπροσθεν ἔλεγεν, ἐπαινῶν τὸ ὑδαρές. καὶ μελικράτῳ δ᾿ ἄν τις ἀκινδυνότερον χρῷτο τῷ ὑδαρεῖ· τὸ γὰρ ἄκρατον εἰ μὴ φθάσειεν ὑπαγαγεῖν τὴν γαστέρα, βλαβερώτερον γίγνεται καὶ μάλιστ᾿ ἐν τοῖς πικροχόλοις τε καὶ μεγαλοσπλάγχνοις, ἐφ᾿ ὧν καὶ τὸ ὕδωρ ἐστὶ βλαβερὸν, ὅταν ἐκχολωθῇ μεῖναν ἐπὶ πλέον ἐν τοῖς ὑποχονδρίοις· πρὸς γὰρ δὴ τούτοις ἅπασιν οἷς ἔχει κακοῖς ἔτι καὶ ἄκοπρον ὃν, οὐδ᾿ ὑπαγωγήν τινα τῆς γαστρὸς ἐργάζεται. τὸ δ᾿ ἐν ἀρχαῖς τῶν παροξυσμῶν αὐτὸ πινόμενον βλάπτειν (ὅπερ ἐδήλωσε διὰ τοῦ φάναι, ἢν δὲ δή ποτε καὶ ποδῶν ἐόντων ψυχρῶν ποτε ποθῇ, ταῦτα πάντα πολλαπλασίως βλάπτει) τῶν γινωσκομένων τε πᾶσι καὶ ὁμολογουμένων ἐστί. πότ᾿ οὖν χρήσιμόν ἐστιν ὕδωρ πινόμενον; ὅταν ἐπὶ μόνῳ ποτῷ ὁ κάμνων διαιτώμενος ᾖ, μηδέπω χυλὸν πτισάνης λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων ποτῶν ὕδωρ ἄν τις ἐν καιρῷ προσφέροι, καὶ μάλισθ᾿ ὅταν ὁ κάμνων ᾖ διψώδης. πλημμυρίδα γάρ τινα ποιεῖν αὐτό φησι, τουτέστι πλῆθος ὑγροῦ τινος· διὸ καὶ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος δίδωσιν ὀλίγον, εἰς ὑγρότητα τοῖς ἀναπτυσθησομένοις συντελές. ἀλλὰ κᾀπειδὰν ὁ οἶνος ᾖ μεγάλως βλαβερὸς, καὶ τότε δίδωσιν ὕδατος· ἀκούσωμεν δ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους, ὅπως ἀπεφήνατο περὶ τούτου.
§37–54
§37
Ἅπτεσθαι φρενῶν λέγεται τηνικαῦτα, ὅταν ὁ κάμνων πυρέσσων παραφρονῇ· καὶ νῦν οὖν φρενῶν ἅψιν ἔφη τὴν παραφροσύνην, ἐν ᾖ φεύγειν κελεύει τὸν οἶνον, ὡσαύτως δὲ κᾀν ταῖς ἰσχυραῖς κεφαλαλγίαις· εἴρηται δὲ περὶ ἀμφοῖν πρόσθεν. ἀλλὰ νῦν γε προειπὼν παντάπασιν ἀποσχετέον εἶναι τοῦ οἴνου κατὰ τὰ προειρημένα συμπτώματα φησὶν ἐφεξῆς ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον καὶ ἄοσμον. τὸ μὲν οὖν ὑδαρῆ καὶ ἄοσμον διδόναι καλῶς εἴρηται, τὸ δὲ κιῤῥὸν οὐ πάνυ προσίεμαι· βελτίων γὰρ ὁ ὑδατώδης εἰς ταῦτα, λευκὸς ὢν δηλονότι. τό γε μὴν ἡνίκα δοίημέν ποτε ἐπὶ τῶν οὕτως ἐχόντων οἶνον, εὐθέως ἐπιπίνειν ὕδωρ, ἀσφαλῶς συνεβούλευσεν· ἧσσον γὰρ ἂν, φησὶ, τὸ ἀπὸ τοῦ οἴνου μένος, ὅπερ ἐστὶν ἰσχὺς, ἅπτοιτο τῆς κεφαλῆς καὶ τῆς γνώμης· ἅπτοιτο μὲν εἰπὼν κατὰ τὸ συνήθες αὐτῷ καὶ δηλώσας ὅτι καὶ τὴν ἅψιν τῶν φρενῶν ἀπὸ τούτου τοῦ ῥήματος ἐποίησε, συνεθηστέρου τοῖς ἀνθρώποις ὄντος ἢ τὸ τῆς ἅψεως ὄνομα. κεφαλῆς δὲ καὶ γνώμης εἶπεν ἅπτεσθαι τὸν οἶνον, διότι θερμὸς ὢν αὐτός τε διὰ ταχέων ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ συναναφέρει τοὺς ζέοντας ἐν τῷ σώματι χυμούς. ὅτι δὲ τὴν κεφαλὴν κακοῖ, διὰ τοῦτο καὶ τὴν γνώμην· ἐν ταύτῃ γάρ ἐστι τὸ φρονοῦν καὶ λογιζόμενον μέρος τῆς ψυχῆς.
§38
Ἐρασίστρατος μὲν ἐν τοῖς περὶ πυρετῶν κακοήθως πάνυ διαβάλλει τὸν Ἱπποκράτην, τοὺς μαθητὰς αὐτοῦ δῆθεν μεμφόμενος Ἀπολλώνιόν τε καὶ Δέξιππον, οὕς φησι κηρίνους κυάθους δώδεκα ποιήσαντας εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης κύαθον, ἕνα τούτων ἢ δύο ἀπομετρεῖν τοῖς πυρέττουσιν· ὁ δ᾿ Ἱπποκράτης οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔμπροσθεν εὔδηλός ἐστι δαψιλέσι χρώμενος ἅπασι τοῖς ποτοῖς, νυνὶ δὲ καὶ διὰ τῆς λέξεως σαφῶς ἐδήλωσεν εἰπών· οἷσι δὲ μάλιστα αὐτῶν ὕδατι χρηστέον καὶ ὁπότε κάρτα πολλῷ. δηλοῖ γὰρ καὶ τὸ κάρτα πολλῷ τὸ λίαν πολλῷ· ἤρκει δ᾿ εἰπεῖν καὶ πολὺ δίδοσθαί ποτε τὸ ὕδωρ, χωρὶς τοῦ προσθεῖναι τὸ κάρτα πρὸς τὸν ἔλεγχον τῆς Ἐρασιστράτου κακοηθείας, ὃς Ἀπολλωνίου μὲν καὶ Δεξίππου μνημονεύει μηδὲν ἔχων αὐτῶν δεῖξαι βιβλίον, Ἱπποκράτους δ᾿ αὐτοῦ λέγοντος σαφῶς οὐκ ἀκούει, χρῆσθαι δ᾿ ἐνίοτε πολλῷ κάρτα τῷ ὕδατι. καὶ μέντοι καὶ ἀνωτέρω μετ᾿ ὀξυμέλιτος αὐτὸ διδοὺς ἔφη χρήσιμον εἶναι, ὅτι πλημμυρίδα τινὰ ἐμποιέει, τουτέστι πλῆθος ὑγρότητος· καὶ μελικράτου τε καὶ ὀξυμέλιτος τῶν ὑδαρῶν ἔμπροσθεν ὡς ὑγραινόντων τὸ στόμα καὶ οὖρα κινούντων ἔγραψεν· οὐ δήπου κύαθον αὐτῶν διδοὺς, ἀλλὰ πλῆθος ἀξιόλογον, ἀφ᾿ οὖ καὶ τὸ στόμα δυνατὸν ὑγρανθῆναι καὶ τὰ οὖρα κινηθῆναι καὶ ἐκ πνεύμονος ἀναχθῆναι. ἐπὶ δ᾿ ὀξυμέλιτος καὶ οὕτως ἔγραψεν· ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νόσον, πολλῷ τούτῳ χρέεσθαι· προσθεὶς κᾀνταῦθα τὸ πολλῷ. περὶ μὲν οὖν τῆς Ἐρασιστράτου πρὸς Ἱπποκράτην κακοηθείας ἀρκεῖ καὶ ταῦτα. μεμνήμεθα δὲ ἡμεῖς ὅτι καθάπερ ἔμπροσθεν, οὕτω καὶ νῦν ὁ Ἱπποκράτης ἐπαγγέλλεται καθ᾿ ἕκαστον νόσημα διδασκαλίαν ἰδίαν ποιήσασθαι, ὡς οὐχ ἱκανῶς ἐν τούτῳ τῷ βιβλίῳ τὴν διαιτητικὴν τέχνην ἐξειργασμένος, ἀλλὰ τὰ καθόλου μόνα διεληλυθὼς ἐπὶ παραδείγματος ἑνὸς νοσήματος τῆς πλευρίτιδος.
§39
Καὶ ἥδε ἡ ῥῆσις ἐπαγγελίαν ἔχει διδασκαλίας ἑτέρας ἑκάστου τῶν νοσημάτων ἰδία. πρόδηλον οὖν ὡς ἢ οὐ σώζεται τὰ γραφέντα ὑπ᾿ αὐτοῦ βιβλία θεραπευτικὰ τῶν ὀξέων νοσημάτων ἑκάστου κατὰ μέρος ἢ ὅλως οὐκ ἐγράφη· ταυτὶ γὰρ τὰ νῦν φερόμενα τῆς Ἱπποκράτους ἀξίας οὐκ ἔστιν· ἔχει μέντοι πολλὰ τῆς γνώμης αὐτοῦ, καθάπερ καὶ ταῦτα αὐτὰ τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ, τὰ μετὰ τὸ λουτρόν· κάλλιον δ᾿ ὡς ἔφην ὑπὲρ ἑκάστου σκεψόμεθα, κατὰ τὰς ἐξηγήσεις αὐτῶν.
§40
Ἔοικε κατὰ τοὺς Ἱπποκράτους χρόνους οὐδέπω ταυτὶ τὰ βαλανεῖα κατεσκευάσθαι· τό τε γὰρ ἐν ὀλίγαις οἰκίαις λέγειν αὐτὸν παρεσκευάσθαι τά τε ἄρμενα καὶ τοὺς θεραπεύσοντας ὡς δεῖ καὶ πρὸς τούτοις ἔτι καὶ σκέπης ἀκάπνου χρείαν εἶναι καὶ ὕδατος δαψιλοῦς καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ὡς ἐν ταῖς οἰκίαις ἔτι θερμαινομένου τοῦ ὕδατος ἐν λέβησιν, εἶτ᾿ ἐγχεομένου τῶν ἐμβατῶν ταῖς πυέλοις, ἔνδειξιν ἔχει. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, ὡς καὶ λουτροῦ συχνοῦ χρεία ἐστὶ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ, εἴ γε μεμνήμεθα, παραφυλάττειν δεῖ κατὰ τὴν ἑξῆς διδασκαλίαν· αὐτὸς γὰρ ἐρεῖ τίνες εἰσὶν οἱ λάβρου ποτέ δεόμενοι τοῦ λουτροῦ, τουτέστι καταντλουμένου τοῦ κάμνοντος ὕδατι πολλῷ. εἰ γὰρ μὴ φαίνοιτο λέγων αὐτὸς, ἡμεῖς ζητήσομεν οὐχ ἁπλῶς, οὐδ᾿ ὡς ἔτυχεν, ἀλλὰ μετὰ τοῦ ἀκολουθίαν φυλάττειν τοῖς ὑπ᾿ αὐτοῦ γεγραμμένοις.
§41
Οὐ δεῖται τοῦ σμήχεσθαι κάμνων οὐδεὶς ὅταν λούηται, πλὴν εἰ ῥυπῶν ᾖ καὶ κνησμώδης. χρῄζουσι γὰρ οἱ κάμνοντες ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι· τὸ δὲ σμήξασθαι διὰ ῥυμμάτων γίγνεται δακνωδῶν ὄντων αὐτῶν καὶ ξηραντικῶν, ὥστε ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει τε καὶ χρείᾳ τοῦ λουτροῦ. δεομένου μέντοι σμήχεσθαι τοῦ κάμνοντος ἢ διὰ ῥύπον ἢ διὰ κνησμὸν, ἐκλύειν δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος, ἐπεμβάλλοντας καὶ τοῦ ἐλαίου· καὶ διὰ τοῦτ᾿ εἶπεν ὁ Ἱπποκράτης, πολλαπλασίῳ δεῖ χρῆσθαι ἢ ὡς νομίζεται τῷ σμήγματι, τουτέστιν ἢ ὡς εἴθισται πρὸς τῶν ὑγιαινόντων. οὐ γὰρ δὴ τὴν οὐσίαν τοῦ σμήχοντος φαρμάκου κελεύει πολλαπλασίαν ἐπὶ τῶν νοσούντων παραλαμβάνειν, ὥς γε καὶ τὸ μὴ σμηχᾶσθαι μᾶλλον αἱρεῖται τοῦ σμᾶσθαι· ἀλλὰ τὸ πλῆθος τοῦ σμήγματος ἀξιοῖ πολλαπλάσιον ἐπὶ τῶν νοσούντων γίγνεσθαι κατὰ τὴν τοῦ ὕδατος αὔξησιν. ὁ γὰρ αὐτὸς λογισμὸς ὑπαγορεύει καὶ τὸ φεύγειν τὰ σμῶντα, μὴ κνήσεως ἢ ῥύπου κατεπείγοντος καὶ τὸ δριμέσιν αὐτοῖς καὶ ἀκράτοις μὴ χρῆσθαι. ὥσπερ δὲ τῷ πλήθει τῆς τοῦ ὕδατος μίξεως ἐξέλυσε τὴν ἐκ τοῦ σμῶντος φαρμάκου δριμύτητα, κατὰ τὸν αὐτὸν λόγον ὅλου σμήγματος ἐκλύει τὴν δύναμιν, ἐπικαταχέων ὕδωρ εὐθέως θερμὸν καὶ καθαρὸν δαψιλὲς, εἶτ᾿ αὖθις ἐπὶ τούτῳ πάλιν ἕτερον.
§42
Τοῦτο τὸ κοινόν ἐστιν, ἐάν τε ἐν βαλανείῳ λούῃς τὸν ἄνθρωπον, ἐάν τε ἐν οἴκῳ τινὶ πυρὰν ποιήσας καὶ πύελον ὕδατος πληρώσας, ὅπερ καὶ νῦν ἐν τοῖς στρατοπέδοις γίνεται πολλάκις, ὁπόταν δέῃ μέν τινα λούεσθαι, βαλανεῖον δ᾿ ὁ τόπος οὐκ ἔχει. καὶ εἰς εὐέμβατον καὶ εὐέκβατον. παντελῶς γὰρ ἄκοπον φυλαχθῆναι βούλεται τὸν κάμνοντα· διὰ τοῦτο καὶ τὴν πύελον εὐέμβατόν τε καὶ εὐέκβατον ὑπάρχειν ἀξιοῖ. γένοιτο δ᾿ ἂν τοῦτο μήτε ὑψηλοῦ περιέχοντος τοίχου τὸ ὕδωρ μήτε στενοῦ· κάλλιστον δὲ καὶ ἀκοπώτατόν ἐστι τὸ κατὰ τὰς κολυμβήθρας ἐν τοῖς αὐτοφυέσιν ὕδασιν, ἃς ταπεινὰς ποιοῦνται σχεδὸν ἅπαντες οὕτως, ὡς μηδὲν ὑπερέχειν τοῦ πλησίον ἐδάφους.
§43
Καὶ ταῦτα μὲν τῶν συντελούντων ἐστὶν εἰς τὸ τοῦ κάμνοντος ἄκοπον, ὁμοίως τοῖς προειρημένοις· ἤδη δὲ καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ τὸ σῶμα, χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τείνονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, οἵτινες ἦττον μαλάττονται καὶ χαλῶνται.
§44
Ἔνεστι μὲν καὶ ὑφ᾿ ἓν ἀναγνῶναι μετακέρασμα, δυνατὸν δὲ καὶ καθ᾿ αὑτὴν ἀκοῦσαι τὴν μετὰ πρόθεσιν, ἰδίᾳ δὲ πάλιν τὸ κέρασμα· καὶ γὰρ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἐν ἄλλοις Ἱπποκράτης φαίνεται χρώμενος τῇ μετὰ προθέσει κατὰ τὸ τῶν Ἰώνων ἔθος ἐλλειπτικῶς· ἔστι δὲ τὸ πλῆρες τοιοῦτο καὶ μετὰ ταῦτα κέρασμα πολὺ ἡτοιμάσθαι. εἴτε δ᾿ ὑφ᾿ ἓν ἀκούει τις μετακέρασμα, εἴτε καὶ διελὼν ἀντὶ τοῦ μετὰ ταῦτα κέρασμα, μία διάνοια κοινὴ τῶν λέξεων ἀμφοτέρων ἐστίν· ἡτοιμάσθαι γὰρ βούλεται κέρασμα μέλλον καταχεῖσθαι τοῦ λουομένου, μετὰ τὸ χρήσασθαι τῷ κατὰ τὴν πύελον λουτρῷ. ὅπερ καὶ νῦν εἰώθασι πάντες οἱ ἰατροὶ ποιεῖν, ὅταν ἀσθενοῦντα λούσωσιν· οὐ γὰρ εἰς τὴν ψυχρὰν δεξαμενὴν ἐμβῆναι ἐπιτρέπουσιν, ἀλλ᾿ ἀντ᾿ ἐκείνης ἐπιχέουσιν ὕδωρ χλιαρὸν, ἔνιοι δὲ καὶ πυέλους ὅλας ὕδατος τοιούτου πληροῦσιν. ὥσπερ γὰρ ἐχαλάσθη καὶ ἠραιώθη τὸ σῶμα κατὰ τὸ θερμὸν λουτρὸν, οὕτως αὖ πάλιν ἠρέμα συναγαγεῖν αὐτὸ βούλεται καὶ σφίγξαι· τοῦτο γὰρ εἰς ῥώμην δυνάμεως συντελεῖ καὶ πρὸς τὸ μὴ ῥᾳδίως βλάπτεσθαι τὸν ἄνθρωπον, εἴ τις ἐξαφνίδιος ἐν τῷ περιέχοντι γίγνοιτο πρὸς τὸ ψυχρὸν μεταβολή. κατὰ τοῦτο γοῦν καὶ ὑγιαίνοντες εἰς τὸ ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσι μετὰ τὸ θερμὸν λουτρόν· ἀλλ᾿ οἵ γε ἀσθενοῦντες οὐ φέρουσι τὴν ὁμιλίαν τοῖ ψυχροῦ ἀβλαβῶς, διὸ θραύομεν αὐτὸ, θερμὸν ἐπιμιγνύντες. ἡ δὲ τῆς μίξεως ποσότης εὑρίσκεται πρῶτον μὲν εἰς τὴν τοῦ σώματος ἡμῶν ἀποβλεπόντων διάθεσιν, εἶθ᾿ ἑξῆς εἰς τὴν οἰκείαν τοῦ κάμνοντος φύσιν, ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος. κάλλιον δὲ ποιήσουσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάσουσι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρὰ, διαφέροντα ἀλλήλων· ὡς τὸ μὲν ἱκανῶς εἶναι χλιαρὸν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου χλιαρὸν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς ἐπὶ τὸ ψυχρόν. ἔοικε δὲ ὁ Ἱπποκράτης τοιοῦτόν τι βούλεσθαι, κελεύων τὸ μετακέρασμα πολὺ παρασκευάζειν· οὐ γὰρ μόνον ἁπλῶς πολὺ, ἀλλὰ καὶ πολυειδὲς ἄμεινον εἶναι τὸ παρεσκευασμένον, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸς τὸ ψυχρὸν ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος.
§45
Τὸ ταχείας ἀκούειν προσήκει καὶ κατ᾿ αὐτῆς μὲν τῆς γιγνομένης ἐνεργείας ἐν τῷ καταχεῖν, οὐδὲν δὲ ἧττον καὶ κατὰ τοῦ μεταξὺ τῶν ἐνεργειῶν χρόνου, ὡς μὴ διαλείπειν πολὺ τὴν δευτέραν ἐπάντλησιν ἀπὸ τῆς προτέρας· ὅπερ ὀνομάζων τις κυρίως οὐ ταχείας, ἀλλὰ πυκνὰς ποιεῖσθαι τὰς ἐπαντλήσεις εἴποι· συγκέχυταί γε μὴν παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις τῶν ὀνομάτων, τοῦ τε πυκνοῦ καὶ τοῦ ταχέος, ἔστιν ὅτε τὰς πυκνὰς ἐνεργείας ταχείας ὀνομάζουσιν.
§46
Οὐδὲ οἱ νῦν ἰατροὶ χρῶνται στελεγγίσιν ἐπὶ τῶν ἀσθενούντων, οὐ μὴν οὐδὲ σπόγγῳ, ἀλλ᾿ ἐνειλίττουσιν αὐτοὺς μετὰ τὸ λουτρὸν εἰς ὀθόνην· οἱ δὲ εἰς ἱμάτια καὶ μάλιστά γε τὰ ἄγναπτα, περιστέλλουσι πανταχόθεν, ὡς ἱδρῶσι πλεῖστον. ἔστι δ᾿ οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ σῶμα χάριν ἐπὶ τὸ λουτρὸν τὸν κάμνοντα ἄγομεν, ἀλλὰ τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι διόλου, κατεξηρασμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὔτ᾿ ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλοὺς, ἀλλ᾿ ὅτι τάχιστα τῷ κατὰ τὴν πύελον ἐμβαλεῖν ὕδατι καὶ μετὰ ταῦτα ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν.
§47
Καὶ οὗτος ὁ λόγος εἴρηται μὲν ἐφεξῆς τῷ καὶ σπόγγοισι χρῆσθαι ἀντὶ στλεγγίδος· οἰκειότερον δ᾿ ἄν τις ἀκούσειεν αὐτοῦ περὶ τῆς ἐν τῷ λουτρῷ χρίσεως τοῦ λίπους, ἵνα μὴ δόξῃ τι παραλελοιπέναι τῶν ἀναγκαίων ῥηθῆναι. μετὰ γὰρ τὸ λουτρὸν ἀποσπογγίσας τὸ ὕδωρ ὁ Ἱπποκράτης ἄδηλον μὲν εἰ καὶ ἔχρισέ πω, πρόδηλον δὲ καὶ καθύγρου τοῦ σώματος ὄντος ἀλείφειν τὸν κάμνοντα, πλὴν εἰ τοῦτό τίς φησιν, ὅτι πάλιν ἀπομάττει τοῦτ᾿ αὐτὸ τὸ μετὰ τοῦ ὕδατος ἔλαιον. ἔστι μὲν οὖν χρήσιμον ἐσκέφθαι καὶ περὶ τῆς κατὰ τὸ λουτρὸν χρήσεως τοῦ λίπους· ἀναγκαιότερον δὲ τὸ περὶ τοῦ κατὰ τὸ λουτρὸν, εἴθ᾿ ἱδρώσαντι τῷ λουομένῳ περιχεῖν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι, ξηρῷ παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν οὐδέτερον, ὅταν δ᾿ ἄρξηται νοτίζεσθαι. καὶ ὅστις μέμνηται τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου κατὰ τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν, οἶδεν ἀκριβῶς αὐτὸς, ἄριστον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων· οἶδε δὲ καὶ ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θίξιν οὐ μόνον οὐδέτερον τούτων ἐργάζεσθαι πεφυκότος, ἀλλὰ καὶ φρικώδεις τοὺς λουομένους ἀποτελοῦντος.
§48
Τὸ μὲν ἐπὶ τῷ λουτρῷ τὴν κεφαλὴν ἀκριβῶς ἐκμάττειν, ὡς μηδὲ τοὐλάχιστον ὑπολείποιτο τῆς ὑγρότητος, εὔ- δηλόν ἐστι· τὸ γὰρ ὑπολειπόμενον ἅπαν ψύχειν εἴωθεν· οὐ μὴν ὑπὸ σπόγγου τοῦτο ποιεῖν ἔτι δυνατὸν, ὅτι μὴ κατ᾿ ἀρχὰς εὐθέως μετὰ τὸ χρήσασθαι τῷ μετακεράσματι. βέλτιον δὲ τούτου τὸ δι᾿ ὀθόνης ἐκμάττειν τῆς κεφαλῆς τὸ ὕδωρ.
§49
Τοῦτό μοι δοκεῖ μικρὸν ἢ καθ᾿ ἑαυτὸν εἰρηκέναι· πρόδηλον οὖν ἅπασιν ὡς οὐδὲν δεῖ μέρος ἐπὶ πολὺ γυμνοῦσθαι, καθ᾿ ὃν καιρὸν ἐκμάττουσι τῶν λουομένων τὸ μετὰ τὸ λουτρὸν ὕδωρ· ἴσασι γὰρ ἅπαντες ὅτι ταχέως ψύχεται τὰ οὕτω γυμνούμενα.
§50
Οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων, οὐ χρὴ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λούεσθαι. τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ᾿ ἐδηδοκότων οὐκ αὐτὴ μόνη, ἀλλὰ καὶ τὸ πᾶν σῶμα τὴν τροφὴν ἕλκον εἰς ἑαυτὸ, πρὶν πεφθῆναι.
§51
Ἄμεινόν ἐστι καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς ἐσθίειν καὶ πίνειν, ὥσπερ καὶ τῆς μετὰ τὰ γυμνάσια. τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόματα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐνίοτε ἐπιπολάζειν ποιεῖ.
§52
Ταῦτα δι᾿ ὅλου σχεδόν τι τοῦ δευτέρου τῶνδε τῶν ὑπομνημάτων ἐδείχθη, τὰς λέξεις ἡμῶν ἐξηγουμένων, ἐν αἷς ἐπὶ πλεῖστον αὐτὸς ἐδήλωσε τὴν δύναμιν τῶν ἐθῶν.
§53
Διὰ τί μᾶλλον περιπνευμονίας ἢ καύσους ὠφελεῖ τὸ λουτρὸν αὐτὸς ἐδήλωσεν εἰπών· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὰν καὶ στῆθος καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου ἀναγωγὸν καὶ πεπαντικὸν καὶ εὔπνοον· διὰ ταῦτα γὰρ πάντα περιπνευμονικοῖς ἐστιν ὠφελιμώτατον· θεραπεύονται γοῦν ἀναπτύοντες τὰ κατὰ πνεύμονα περιεχόμενα πτύελα. πλευριτικοὶ δὲ καὶ τῷ παρηγορεῖσθαι τὰς ὀδύνας ὀνίνανται μεγάλως· διὸ καὶ δυοῖν θάτερον ἢ οὕτω γραπτέον ἐστὶν, ἁρμόζει δὲ περιπνευμονίῃσι καὶ πλευρίτισι μᾶλλον ἢ ἐν καύσοισιν· ἢ προσυπακούειν χρὴ τῇ περιπνευμονίῃ τὴν πλευρῖτιν, αὕτη γὰρ ὀδύνην ἔχει κατὰ τὴν πλευρὰν, οὐχ ἡ περιπνευμονία φέρει. μᾶλλον δ᾿ ἁρμόττειν μὲν περιπνευμονίαις ἢ καύσοις εἰπὼν τὸ λουτρὸν ἐδήλωσεν ὅτι καὶ τῶν καυσουμένων ἐνίους ὠφελεῖ· διορισμοῦ δὲ χρεία δηλονότι πρὸς τὴν λέξιν ταύτην, ὃν οὔπω δυνάμεθα ποιήσασθαι, διὰ τὸ μηδὲν εἰρῆσθαι περὶ τοῦ καιροῦ, καθ᾿ ὃν δὴ κελεύει λούειν τοὺς κάμνοντας. τίνας οὖν οὔθ᾿ ὅλως ἀξιοῖ λούειν, πρότερον ἀκούσαντες αὐτοῦ κατὰ τὴν ἑξῆς ῥῆσιν ἐρεῖν μέλλοντος, οὕτως ἀφιξόμεθα πρὸς τὸν περὶ τοῦ λουτροῦ καιρόν.
§54
Οἶς μὲν ὑπέρχεται τὰ κατὰ τὴν γαστέρα πλείονα, τὸ βαλανεῖον ἵστησιν, ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα καὶ ταύτῃ βλάπτεται· τοῖς δὲ μηδ᾿ ὅλως διακεχωρηκόσιν ὅτι προεκκενῶσαι βέλτιόν ἐστι τὴν παλαιὰν κόπρον οὐδεὶς ἀγνοεῖ, καθάπερ οὐδ᾿ ὅτι τοὺς γεγυωμένους, τουτέστι τοὺς καταλελυμένους τὴν δύναμιν, ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺς ἀσώδεις φησὶ καὶ ἐμετικοὺς οὐ λούειν· καὶ γὰρ τούτους ἐξαίφνης καταλυθῆναι φόβος, ὥστε τὴν καλουμένην ἀκολουθῆσαι στομαχικὴν συγκοπήν. ἐγγὺς δ᾿ αὐτοῖς εἰσι καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς διὰ τοῦ γνωρίσματος ἐδήλωσεν εἰπών· οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες. ὡσαύτως οὐδὲ τοὺς αἱμοῤῥαγοῦντας ἐκ ῥινῶν αὐτάρκως προσήκει λούειν. εὔλογον γὰρ οὖν, ἐὰν ἐλλιπέστερον αἱμοῤῥαγῶσιν, λούειν αὐτούς· οὗτοι δέ εἰσι καὶ οἱ λαύρου τοῦ λουτροῦ δεόμενοι, κινήσεως σφοδροτέρας ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματος· ὡσαύτως δὲ λούσομεν εἰ χρῄζοντες αἱμοῤῥαγίας μηδ᾿ ὅλως αἱμοῤῥαγοῖεν. ἐκ δὲ τοῦ προσθεῖναι, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον, ἔτι σαφέστερον ἐδήλωσεν ὡς πολλάκις ἐν οἴκῳ τεθερμασμένῳ καθίζων τὸν κάμνοντα χωρὶς τοῦ πυέλου καταντλεῖ τὴν κεφαλὴν μόνην χωρὶς τοῦ λοιποῦ σώματος ὕδατι θερμῷ.
§55–57.2
§55
Καὶ ταύτην τὴν ῥῆσιν ὁ δοὺς ἰατρὸς Βίκτωρι τῷ Ῥώμης ὑπάρχῳ τὸ περὶ τῆς καθ᾿ Ἱπποκράτην διαίτης καὶ ἄλλας τινὰς ἐξ ἡμισείας ἐνέγραψε τῷ βιβλίῳ, καθάπερ κᾀκείνην ἐν ᾗ φησιν ὅτι οὐχ ὑστερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος· ἔτι δὲ πρὸς αὐτῇ καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτεῖσθαι τῆς ἡμέρης δὶς δοτέον. ἀλλὰ τούτων μὲν τῶν δύο ῥήσεων ἑκατέρας ἀφεῖλε τὸ ἥμισυ μέρος, τῆς δὲ νῦν προκειμένης ἀφεῖλε μὲν οὐδὲν, οὐ προσέθηκε δὲ τὸν καιρόν. ἐν ᾧ τοὺς φιλολουτροῦντας ἐπιλέγει τοὺς ἐν τῷ τῆς ὑγείας χρόνῳ χαίροντας τῷ λούεσθαι καὶ διὰ τοῦτο πολλάκις λουομένους· οὗτοι γὰρ εἰς τὸ λούσασθαι προσλαμβάνουσι τὸν ἐκ τοῦ ἔθους σκοπόν. ἐφεξῆς γοῦν ἀκούσωμεν αὐτοῦ τὸν καιρὸν, ἐν ᾧ κελεύει λούεσθαι τοὺς κάμνοντας.
§56
Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωσεν, ἐν ᾧ προσήκει λούεσθαι καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀσαφῆ. πτισάνας γὰρ ὅλας δίδωσι τοῖς ἐπιεικῶς ἔχουσιν, ὅσοι δ᾿ αὐτῶν φαυλότερον διάγουσι, χυλὸν μόνον· ὅσοι δὲ καὶ τούτων ἔτι σφαλερώτερον ἢ ὀξύτερον νοσοῦσι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ συγγράμματι πεποίηται, τὰ πλεῖστα τῶν καθόλου διδάσκων ὡς ἐπὶ παραδειγμάτων, ἐν τοῖσδε τοῖς μέρεσι τῶν νοσημάτων καὶ μάλιστα τῆς πλευρίτιδος, ἐπιδέδεικται πολλάκις· ἐδείχθη δὲ ὅτι καὶ πεφθέντων τῶν παθῶν χρῆσθαι κελεύει τῇ πτισάνῃ. τότ᾿ οὖν καὶ τὸ λουτρὸν ἀκινδύνως προσάγεται, μάλιστα συντελοῦν εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖς οὖν οὕτως ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖς μέντοι ποτῷ μόνῳ χρωμένοις ἥκιστά φησιν ἁρμόττειν τὸ λουτρὸν, ὅπερ σημαίνει τὸ ἐλάχιστον καὶ οὐχ ὡς ἔνιοί φασι τὸ οὐδαμῶς· ἐπιφέρων γοῦν ἐρεῖ·
§57.1
Οὐ προσέθηκε δὲ τὸ πότε τούτους ἐνδέχεται χρῆσθαι λουτρῷ· λεκτέον οὖν ἡμῖν ἐστιν ἑπομένοις αὐτοῦ τῇ ὅλῃ διανοίᾳ. ποτοῖς μόνοις διαιτᾷ ὁ Ἱπποκράτης τοὺς ὀξέως νοσοῦντας, ὅταν ἐλπίζῃ τὴν δύναμιν αὐτῶν ἐξαρκέσαι εἰς τὴν τοῦ νοσήματος ἀκμὴν, ἥτις ἐνίοτε ἅμα τῇ πέψει γίνεται, καθάπερ ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα· πεφθέντων γὰρ τῶν ἐργαζομένων τὰ πάθη χυμῶν εὐθέως ἀναπτύσουσιν· ἂν δὲ ἄρξωνται μόνον πτύειν οἶα δεῖ, κατ᾿ οὐδέτερον ἔτι τῶν τρόπων ἡ νόσος αὐξηθήσεται, οὔτε κατὰ τὴν διάθεσιν οὔτε κατὰ τὰ συμπτώματα. πολλάκις γὰρ ἡ μὲν διάθεσις αὐτὴ καθ᾿ ἣν νοσοῦσιν ἐπιεικεστέρα γίγνεται, τὰ δὲ συμπτώματα αὐξάνεται, καθάπερ ἐπὶ τῶν φλεγμαινόντων μορίων, ὡς αὐτὸς εἶπε, περὶ τὰς γενέσιας τοῦ πύου τοὺς πόνους καὶ τοὺς πυρετοὺς συμπίπτειν μᾶλλον ἢ γενομένου. πολλάκις δ᾿ ἀλλήλοις συναυξάνεται καὶ συμμειοῦται τά τε τῶν συμπτωμάτων μεγέθη καὶ τὸ τῆς διαθέσεως, καὶ γίγνεταί γε τοῦτο κατ᾿ ἐκείνας τὰς φλεγμονὰς, ἐν αἷς ἐκροὴν ἔχει τὸ γεννώμενον πῦον, ὡς ἐπὶ τραυμάτων τέ τινων εἴωθε γίνεσθαι καὶ κατὰ τὰς περιπνευμονίας τε καὶ πλευρίτιδας. ἐνδέχεται οὖν ἐν τούτοις τοῖς νοσήμασιν ἔτι διαιτωμένους τοὺς κάμνοντας ἐπὶ ποτοῖς μόνοις οὐκ ἀνωφελῶς χρῆσθαι τοῖς λουτροῖς, ἐπειδὴ καὶ τῆς ὀδύνης αὐτῶν ἔφη παρηγορικὸν εἶναι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικόν. ἀλλὰ δηλονότι προκενώσαντα τοῦτο χρὴ ποιεῖν, εἰδότας ἐν τῷ καθόλου περὶ λουτρῶν δυνάμεων, ὡς ἐὰν μὴ προκεκενωμένῳ τῷ σώματι προσάγηται, ῥευματίζει τὰ πεπονθότα· κεκενωμένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ, δύναμιν ἔχον προσκενοῦν προκεκενωμένου τοῦ ὅλου σώματος. διὸ καὶ τῶν καυσωδῶς νοσούντων ἐκείνοις ἁρμόσει μόνοις, ὅσοι χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους νοσοῦσι, ζεούσης αὐτοῖς τῆς ἐν ὅλῳ τῷ σώματι χολῆς· ἐὰν δὲ καὶ πέψεως ἔχωσι γνωρίσματα, πολλῷ μᾶλλον αὐτοῖς ἁρμόσει. γιγνομένου δὲ καυσώδους πυρετοῦ καὶ δι᾿ ἁλικὸν φλέγμα σηπόμενον, ἰστέον ἐπ᾿ ἐκείνων ἐναντιώτατον ὑπάρχειν τὸ βαλανεῖον. οὔτε γὰρ διαφορεῖται κατὰ τὸ δέρμα, καθάπερ ὁ πικρόχολος χυμὸς, οὕτω καὶ ὁ φλεγματικὸς διὰ τὸ παχύς τε καὶ γλίσχρος ὑπάρχειν, οὔτε σβέννυται, πολυχρονίου πέψεως δεόμενος.
§57.2
Μέμνημαι κατὰ τὴν ἀρχὴν τῆς ἐξηγήσεως τοῦ βιβλίου τούτου πρὸς τοὺς Κνιδίους ἰατροὺς εἰπόντος Ἱπποκράτους· ὁκόσα δὲ προκαταμαθεῖν δεῖ τὸν ἰατρὸν μὴ λέγοντος τοῦ κάμνοντος, τούτων τὰ πολλὰ παρεῖται. ταῦτα οἱ μὲν δογματικὸν εἶναι νομίζοντες τὸν Ἱπποκράτην τοὺς πεπονθότας τόπους ἔφασαν εἶναι καὶ τὰς διαθέσεις αὐτῶν καὶ τὰς αἰτίας, οἱ δ᾿ ἐμπειρικὸν, ὥρας τε καὶ χώρας καὶ ἡλικίας ἔθη τε καὶ καταστάσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος. ἐγὼ δὲ καὶ ταῦτα μὲν ἅπαντα χρήσιμα τοῖς ἰατροῖς οἶδα, τά θ᾿ ὑπὸ τῶν δογματικῶν εἰρημένα καὶ τῶν ἐμπειρικῶν· ἀλλὰ κατά γε τὸ βιβλίον τοῦτο σκοποὺς εἰπὼν ὁ Ἱπποκράτης πολλοὺς, πρὸς οὓς ἀποβλέπων τις εὑρήσει τὰ διατήματα, τῶν εἰρημένων οὐδενὸς ἐμνημόνευσεν, ὅτι μὴ τῶν ἐθῶν· ἄλλα δέ τινα προὐχειρίσατο περὶ ὦν ἀναμνήσεως ἔδει, καὶ διὰ ταῦτα τὸν λόγον ἀνεβαλλόμην, ἵνα διὰ συντόμων ἑρμηνεύων ὅμως ἔχω παρακολουθοῦντας τῷ λόγῳ τοὺς ἀνεγνωκότας ὅλον τὸ βιβλίον. εἶς μὲν δὴ καὶ πρῶτος αὐτῷ σκοπὸς, ὡς ἐπὶ παραδείγματος τοῦ νοσήματος τῆς πλευρίτιδος, οὗτος εἴρηται κατὰ λέξιν· ἢν μὲν ξηρότερον ᾖ τὸ νόσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον ἢ οἶνον ἢ ὁκότερον ἁρμόζει. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς τάδε λέγει· ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη ὁκοῖα δεῖ, χρὴ ἐς πλῆθος ἐπιδιδόναι τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ἐφεξῆς οὐ διώρισται παρὰ τοῖς Κνιδίοις ἰατροῖς. ἀλλὰ καὶ μετὰ ταῦτα τῇ πέψει τοῦ νοσήματός φησι χρῆναι προσέχειν καὶ ὁ σκοπὸς οὗτος αὐτῷ σχεδόν ἐστι τοῦ τε παντὸς εἴδους τῆς διαίτης, ὅσαι τε κατὰ μέρος ἐν αὐτῷ γίνονται μεταβολαί. ἀλλὰ καὶ τούτων ἐφεξῆς ἄλλους διορισμοὺς τοιούτους λέγει· ὅσοισι γὰρ σῖτος ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνοῦσαν παροξύνειεν ἂν καὶ μὴ ἐνοῦσαν εὐθέως ποιήσειεν. καὶ πάλιν ἐφεξῆς· τοῦτο δ᾿ ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καταγλιχρομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην ἢ τὴν κοιλίην μαλθάξας ἢ φλέβα τεμὼν. ὁκότερον ἂν τούτων σημαίνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷς, ταχέως οἱ θάνατοι τῶν τοιουτέων γίγνονται. μετὰ ταῦτά γε πάλιν διοριζόμενός φησιν· ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε σὺν ὀδύνῃ ἥν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται κεχωρηκέναι ἐπὶ τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. καὶ πάλιν ἐφεξῆς· εἰ δὲ μὴ ὑπεληλύθει ὁ παλαιότερος νεοβρώτῳ ἐόντι, εἰ μὲν ἰσχύει τε καὶ ἀκμάζει τὴν ἡλικίαν, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρῆσθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. ἐνταῦθα οὖν προσέθηκε καὶ τὸν ἀπὸ τῆς δυνάμεως σκοπὸν ὥσπερ κᾀν τοῖς ἐφεξῆς πολλάκις, ἅμα καὶ τοῦτο κελεύων ἐπισκοπεῖσθαι, τίς αἰτία καὶ διάθεσίς ἐστιν ἡ καταβάλλουσα τὴν δύναμιν· ἔνθα καὶ προσέθηκεν ὡς ἀγνοοῦνται ταῦτα τοῖς ἰατροῖς. καὶ μέντοι καὶ ὅτι τοῖς μὲν ὑποχόνδριον τὴν ὀδύνην περαιουμένην ἔχουσιν ἡ κάθαρσις ἡ διὰ τῶν τοιῶνδε φαρμάκων ὠφέλιμός ἐστι, τοῖς δὲ πρὸς βραχίονα καὶ στῆθος ἀνατεινομένην αὐτὴν μετὰ βάρους ἔχουσι φλεβοτομία. ταῦτά τε οὖν καὶ ἄλλα τοιαῦτα καὶ ἔτι τὰ περὶ τῶν ἐθῶν προειρημένα παραλέλειπται παντάπασιν ὑπὸ τῶν Κνιδίων ἰατρῶν καὶ πολὺ μᾶλλον τούτων αἱ φύσεις καὶ αἱ κράσεις τῶν σωμάτων, ὧν πολλάκις ἐμνημόνευσεν ἐν τῷ βιβλίῳ, τοὺς μὲν πικροχόλους ὀνομάζων, τοὺς δὲ μελαγχολικούς. ἐχόμενος δὲ τῶν σκοπῶν τούτων καὶ περὶ τῆς τῶν ὑγιαινόντων ἐν τῇ διαίτῃ μεταβολῆς ἐδίδαξεν, ὅπως ἐπανορθωτέον ἐστὶ καὶ περὶ τῆς τῶν καμνόντων. ἔν τε τῷ περὶ οἴνου καὶ μελικράτου καὶ ὀξυμέλιτος καὶ ὕδατος λόγῳ τῶν αὐτῶν τούτων ἐμνημόνευσε σκοπῶν. ἐμνημόνευσε δὲ καὶ περὶ τῆς πέψεως τοῦ νοσήματος πολλάκις, οὐ μικρὸν σκοπὸν οὐδὲ τοῦτον ποιούμενος ὅλης τε τῆς διαίτης καὶ τῶν ἐν ταύτῃ μεταβολῶν· ὁμοίως δὲ καὶ περὶ ἀκμῆς νοσήματος εἶπέ τι καὶ πρὸς τοῦτον ἀποβλέπων, τρέφει οὐχ ὡς πρὸς τὸν φαυλότατον σκοπὸν ἐν διαίτῃ. πάντα ταῦτα καὶ ἄλλα τοιαῦτα παραλέλειπται τοῖς Κνιδίοις ἰατροῖς, ἃ χρὴ προσμανθάνειν τὸν ἰατρὸν, μὴ λέγοντος τοῦ κάμνοντος.
Tap any Greek word to look it up