Book 2
§1–10
§1 Ὅπερ εἴρηταί μοι πολλάκις ἄμεινον ἀναμνῆσαι καὶ νῦν, ὡς μὲν ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίγνεται λέξεων, οὐ μὴν οἵ γε ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖς ὑπομνήμασι πράττουσιν, ἀλλὰ καὶ κατασκευάζουσι τὰ λεγόμενα διὰ τῶν συγγραμμάτων, εἰς τὰς ἐξηγήσεις ποιοῦνται. δι᾿ οὖν τοῦτο τὸ ἔθος ἀναγκάζομαι κᾀγὼ συναγορεύειν οἷς οὐκ ἀρέσκομαι, προσαποφαίνεσθαί τε τοῖς ἐξηγήσεως δεομένοις ὡς τὰ πολλὰ καὶ τὴν ἐμὴν γνώμην· οὐ μὴν τὰς ἀποδείξεις γράφω τῶν ἀληθῶν μοι δοξάντων εἶναι, κατὰ τὰ τοιαῦτα ὑπομνήματα, γέγραπται γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθ᾿ ἕκαστον· ἀλλὰ τὰ κεφάλαια μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀναμιμνήσκω, καθάπερ καὶ νῦν ἐπὶ τῆς ὀδύνης ποιήσω. περὶ οὖν ὀδύνης γενέσεως εἴρηται μέν μοι κᾀν τῷ καθ᾿ Ἱπποκράτην στοιχείων περὶ τῶν, εἴρηται δὲ κᾀν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὡς ἐν τοῖς αἰσθητικοῖς σώμασιν ὀδύνη γίγνεται μεταβολὴν ἀθρόαν εἰς τὸ παρὰ φύσιν λαμβάνουσι, καὶ ὡς ἔστιν μεταβολὴ διττὴ, ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν ἀθρόως τε καὶ βιαίως κατὰ ποιότητα, ποτὲ δὲ τῆς συνεχείας λυομένης. ἀλλοιοῦται μὲν οὖν ἀθρόως κατὰ τὰς δραστικὰς ποιότητας θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, διαφθείρεται δ᾿ αὐτῶν συνέχεια τεινομένων σφοδρῶς θλιβομένων. οὕτως οὖν καὶ τῆς πλευρᾶς ὀδύνη γίγνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν λόγος ἦν αὐτῷ, τῆς ἐν τούτοις τοῖς χωρίοις φλεγμονῆς καὶ τῷ πλήθει τῆς παρὰ φύσιν θερμασίας ἀνιώσης τὰ μόρια κατὰ δυσκρασίαν καὶ τῇ πληρώσει δὲ τεινούσης τὰ φλεγμαίνοντα σώματα. πρώτης οὖν ἀξιοῖ βοηθείας εἰς τὴν τῆς ὀδύνης ἴασιν παρηγορίαν ἀποπειραθῆναι τῆς διὰ τῶν θερμασμάτων· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα πρὸς τὰς διαπνοὰς ἐργάζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη, κενωθήσεταί τι τοῦ αἵματος ἧττόν τε διατεινόμενα τὰ πεπονθότα μόρια πρὸς τοῦ λοιποῦ πρᾳότερον ὀδυνήσεται· μὴ γιγνομένου δὲ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην. οὐ γίγνεται δὲ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ σώματι περιουσίαν τῶν χυμῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον διαφορεῖται, φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν τὸ περιεχόμενον οἶς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. ὅταν οὖν τὰ θερμάσματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων τε διὰ τῆς γαστρὸς καὶ διὰ τῆς φλεβοτομίας, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν Ἱπποκράτης, διδάσκων σκοποὺς τῆς μᾶλλον ὠφελῆσαι δυναμένης. τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτό ἐστι, τῶν δὲ κατὰ μέρος αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν ἐφεξῆς δηγήσομαι· τοῖς πολλοῖς δὲ εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν ἀσαφῆ γίνεται. ἀλλ᾿ οὐ στοχαζόμεθα τούτων μόνον ἐν τοῖς ὑπομνήμασι.
§2 Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ σῶμα καθ᾿ ὁντιναοῦν τρόπον· ἔστιν οὖν αὐτῶν ἔνια μὲν ὑγρὰ τελέως, ἔνια δὲ ξηρὰ, τινὰ δὲ ἔξ ἀμφοῖν μικτά· δακνώδη δὲ ἄλλα ἄδηκτα καί τινα τρίτα κᾀνταῦθα σύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν κατὰ τὴν ῥῆσιν ἔγραψεν ἄδηκτόν τέ ἐστι καὶ ὑγρὸν, τὸ δὲ δεύτερον μικτὸν ἔξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μὲν, ἀλλ᾿ ἤτοι δακνῶδες ἄδηκτον· εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων δεομένας, τοσούτῳ βελτίων ἂν ἦν λόγος, ὅσῳ καὶ ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δ᾿ οὐκ εἶπεν, ἦν μὲν οὐδ᾿ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν, οὐκ ἰδίαν διερχομένοις. ἐπεὶ δ᾿ ἔμπαλιν τοῖς ἄλλοις ἐξηγηταῖς ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπισπείρουσιν ταῖς ἐξηγήσεσι τὰ σοφιστικὰ ζητήματα, μηδὲν εἰς τὸ τέλος τῆς τέχνης ὠφελοῦντα τοὺς μανθάνοντας· ἐγὼ δ᾿ ἀεὶ πειρῶμαι τὰ χρησιμώτατα διεξέρχεσθαι) διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήσω προσθεῖναι τῇ τοῦ Ἱπποκράτους διδασκαλίᾳ τὰ παραλελειμμένα μὲν ὑπ᾿ αὐτοῦ, τῇ δ᾿ ὅλῃ γνώμῃ καὶ τοῖς δόγμασι καὶ τοῖς καθόλου παραγγέλμασιν ἑπόμενα. πυρία μὲν οὖν πᾶσα καθ᾿ ὅντινα λόγον ὀνίνησι πολλάκις ὀδύνας ἔμπροσθεν εἴρηται· λέλεκται δὲ καὶ περὶ τῶν οὐδὲν ὠφελουμένων ὑπὸ πυρίας ὀδυνῶν, εἰ μὴ προκενωθείη τὸ πᾶν σῶμα. κοινῶν δ᾿ ὄντων τούτων ἁπάσαις πυρίαις, αἱ μὲν ὑγραὶ φλεγμοναῖς ἁρμόζουσιν ὑπὸ χολωδεστέρων ὑγρῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα εἶναι. κατὰ τοῦτον οὖν τὸν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι καὶ γλίσχροις· ὥστε καὶ σὺ πειρῶ στοχάζεσθαι τίς ἐστιν κατὰ τὸ φλεγμαῖνον μέρος ἐπικρατῶν χυμὸς ἐξ ὧν εἶπον ὁρμώμενος ἡλικίας τε τοῦ κάμνοντος καὶ φυσικῆς κράσεως ὥρας τε καὶ χώρας καὶ τοῦ προηγουμένου βίου. φαινομένης δέ σοι τῆς φλεγμονῆς κᾀκ τῶν συμβεβηκότων αὐτῇ κατά τε χροιὰν καὶ μέγεθος ἀντιτυπίαν τε καὶ μαλακότητα, πλευρῖτιν δὲ καὶ περιπνευμονίαν θεραπεύων, κᾀκ τῶν ἀναπτυομένων, στοχαστικῆς δὲ οὔσης, οὐκ ἐπιστημονικῆς οὐδὲ βεβαίας, τῆς εἰρημένης ἁπάσης διαγνώσεως, καὶ μάλισθ᾿ ὅταν ἐν τῷ βάθει τοῦ σώματος τὸ τὴν ὀδύνην ἔχον μόριον, ἄρξαι μὲν ἀπὸ τῶν δοξάντων σοι μᾶλλον ἑτέρων ὠφελήσειν, ἐὰν δὲ μηδὲν ἀνύσῃ, κᾀπὶ τἄλλα μετάβαινε, μὴ παυσαμένης δὲ τῆς ὀδύνης ἐπὶ τὴν τοῦ παντὸς σώματος ἀφικνοῦ κένωσιν. φαίνεται τοιγαροῦν Ἱπποκράτης ἀπὸ τῆς ἀκινδυνοτάτης ἀρξάμενος πυρίας, ἥτις ἐστὶν ἀδηκτοτάτη τε καὶ ὑγρά· κᾂν γὰρ ὠφελήσῃ μηδὲν, ἀλλ᾿ οὐ βλάψει γε μεγάλως· αἱ δὲ δι᾿ ὄξους ὀρόβων ἁλῶν, ἐὰν μὴ τύχωσιν ἐπιτηδείας διαθέσεως, οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ μεγάλως παροξύνουσι δραστήριον ἔχουσαι δύναμιν.
§3 Ἐπειδὴ τὸ ὕδωρ ἐν ἀσκῷ κύστει ἀγγείῳ χαλκῷ ὀστρακίνῳ προσφέρειν ἠξίωσε ταῖς πλευραῖς, ὅπως ἄθλιπτός τε καὶ τελέως ἄλυπος τῶν προσφερομένων ὁμιλία, μαλακόν τι προϋποτιθέναι κελεύει κατὰ τῶν πλευρῶν ἐπιβάλλοντας. ἔριον δ᾿ ἂν εἴη τοῦτο τὸ μαλακὸν τὸ πολύπτυχον ἱμάτιον καί τι τῶν ἁπαλῶν ὑπαρχόντων. μικρὸν γοῦν ἐφεξῆς τῆς διὰ τοῦ σπόγγου πυριάσεως μνημονεύων οὐδὲν ἀξιοῖ προϋποτιθέναι.
§4 Τὰ μὲν ἄλλα τῆς ῥήσεως δῆλα, περὶ δὲ τῆς ἀτμίδος εἰπεῖν χρὴ, πολὺ τὸ ἀσῶδες καὶ ἀνιαρὸν ἐχούσης, παροξυνούσης τε τὴν δύσπνοιαν αὐξήσει τῆς θερμασίας καὶ τὴν κατὰ τὸν πνεύμονα στενοχωρίαν, ἣν ἐκ τῆς ὑγρᾶς ἀτμίδος πληρούμενος ἴσχει. μόναις οὖν ταῖς ξηραῖς καὶ ἀπτύστοις πλευρίτισιν ἐπιτήδειός ἐστιν τῆς ἀτμίδος εἰσπνοὴ πλέον ἔχουσα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν ἐπιγέγραπται τὸ πρῶτον εἶδος τῆς πυριάσεως, ἐφεξῆς δὲ ἐπὶ τὸ δεύτερον μεταβαίνων ἐρεῖ·
§5 Καὶ κριθὰς καὶ ὀρόβους οὐχ ὁλόκληρα τὰ σπέρματα κελεύει δι᾿ ὄξους καὶ ὕδατος ἑψεῖν, ἀλλὰ κόψαντας πρότερον· δῆλον δὲ κᾀκ τοῦ λέγειν διέντα, καὶ ἄλλως δ᾿ ἄν τις ἔξ αὐτοῦ τοῦ πράγματος διδαχθείη τοῦτο βούλεσθαι τὸν Ἱπποκράτην. καὶ γὰρ οὖν προσηνέστερον οὕτως ἔσται τὸ πυρίαμα καὶ δραστικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν αὐτὸν δὴ τρόπον σκευάζειν κελεύει. δραστικωτέρα δὲ τῆς πρόσθεν τοιαύτη πυρία τῇ τοῦ ὄξους γίνεται δυνάμει· εἰ δὲ δι᾿ ὀρόβων σκευάζοιτο, καὶ οὗτοι συντελοῦσιν οὐ σμικρὸν, ἱκανὴ γὰρ δύναμις αὐτῶν τέμνειν καὶ κατεργάζεσθαι καὶ διαφορῆσαι πάχος χυμῶν. διὸ καὶ παραληπτέον τὰς τοιαύτας πυρίας, ἐφ᾿ ὧν ὑπονοοῦμεν παχεῖς γλίσχρους χυμοὺς ἠθροῖσθαι κατὰ τὸ φλεγμαῖνον μόριον· ἔσται δέ σοι δῆλον τοῦτο ἔκ τε τῆς προηγησαμένης διαίτης, εἰ τοιούτων χυμῶν εἴη γεννητικὴ, κᾀκ τῆς τοῦ κάμνοντος κράσεως ὥρας τε καὶ χώρας καὶ ἡλικίας, ἔτι δὲ κᾀκ τοῦ τὰς πρᾳείας πυρίας, ὧν πρῶτον ἐμνημόνευσε, μηδὲν ἠνυκέναι. διορισαμένῳ γάρ σοι περὶ τοῦ κατὰ πᾶν τὸ σῶμα πλήθους, ὅταν μὴ φαίνηται μὲν τὰ τούτου γνωρίσματα, τὰ δὲ ἐπιεικῆ θερμάσματα μηδὲν ἀνύει, πάχος ἐστὶ χυμῶν εἰς ἀτμοὺς καὶ πνεῦμα φυσῶδες λυόμενον, διέξοδον οὐκ ἔχον ἀνιᾷ. καὶ τοῦτ᾿ οὖν αὐτὸ καὶ τοὺς γεννῶντας αὐτὸ χυμοὺς αἱ εἰρημέναι πυρίαι διαλύουσι καὶ μάλιστα διὰ τῶν ὀρόβων. ἀλλὰ καὶ περὶ τῆς ἐμμέτρου κράσεως τοῦ ὄξους πρὸς τὸ ὕδωρ ἐμνημόνευσε σαφέστατά τε ἅμα καὶ κάλλιστα διελθὼν τὸν λόγον· οὕτω γὰρ αὐτὸ κεκρᾶσθαί φησι δεῖν, ὡς εἶναι μικρῷ ὀξύτερον ὡς ἂν πίῃ τις, ὅπως ἀποχωρήσῃ μὲν τοῦ δριμυτέρου διὰ τὸ δακνῶδες, ἀποστῇ δὲ καὶ τοῦ ὑδατωδεστέρου διὰ τὸ ἄπρακτον. ὅσον μὲν οὖν ἐπὶ τῷ τομῆς δεῖσθαι καὶ διαφορήσεως τοὺς παχυτέρους τε καὶ γλισχροτέρους χυμοὺς, ἐπιτηδειότερον ἂν εἴη τοῦ ὑδατώδους ὀξυκράτου τὸ δριμύτερον· ἐπεὶ δὲ οὐκ ἀνέξεται τὰ φλεγμαίνοντα τῶν τοιούτων φαρμάκων, διὰ τοῦτο μέσην ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶσιν αὐτοῦ πεποίηται. τοῦτό σοι καὶ τὸ δεύτερον εἶδος τῶν πυριάσεων ἐστιν, ὧν ἐξ ἀρχῆς διείλομεν τριχῶς.
§6 Ἐπὶ τὸ τρίτον εἶδος τῶν πυριάσεων, ὧν ἐξ ἀρχῆς διείλομεν μετέβη, ἁλῶν καὶ κέγχρων μνημονεύσας. ἔστι δὲ ἀμφοτέρων κοινὸν μὲν ξηρότης, ἴδιον δὲ τῶν μὲν ἁλῶν τὸ δακνῶδες, τῶν δὲ κέγχρων τὸ ἄδηκτον.
§7 Ἐκ τοῦ προσθεῖναι τὸν καὶ σύνδεσμον ἐδήλωσεν ὅτι καὶ τὰς ἄλλας ὀδύνας λύει, τουτέστι τὰς πρὸς ὑποχόνδριον περαιούσας.
§8 Τομὴν λέγει δηλονότι τὴν τῆς φλεβὸς, ἣν οὐχ ὁμοίως εἰπὼν λύειν συνεχώρησε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ περὶ τούτου τοῦ βοηθήματος ἐν τοῖς ἐφεξῆς γράφει.
§9 Ποικίλα θερμάσματα διελθὼν, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ, τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ᾿ ἐκείνων ἀπόπειραν ἐὰν πόνος μὴ ὠφελῆται, κενώσει χρῆται παντὸς τοῦ σώματος ἀφιστάμενος τῶν θερμασμάτων, ὡς καὶ τὸν πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον ἐμπύημα ποιούντων. γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς μὴ διαφορηθείσης, ἀλλ᾿ εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου συῤῥέοντος εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν.
§10 Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν ποιεῖται τὰς κενώσεις· τὸ γὰρ ἀκτέα ῥέπει τῶν συμφερόντων χωρίων ἀληθέστατον. συμβαίνει δὲ ἐνίοτε τοῦτο κατὰ τὴν διαφορὰν τῶν μερῶν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. τὰ μὲν γὰρ ἀνωτέρω μέρη τοῦδε φλεγμαίνοντα πρὸς τὴν κλεῖν καὶ τὸν βραχίονα καὶ τὸν μασθὸν ἐκτείνει τὴν συμπάθειαν, τὰ δὲ κάτω πρὸς τὰς φρένας τε καὶ τὸ ὑποχόνδριον. ἄνω μὲν οὖν τῆς συμπαθείας διασημαινούσης φλέβα χρὴ τέμνειν ἐν ἀγκῶνι, τὴν μᾶλλόν τε καὶ θᾶττον ἀπὸ τοῦ πεπονθότος μορίου δυναμένην ἀντισπάσαι τε καὶ κενῶσαι τὸ αἷμα· κάτω δὲ διὰ καθάρσεως τὴν κένωσιν ποιεῖσθαι προσήκει. εὖ δὲ εἶπε βάρος γίγνεσθαι περὶ τὸν βραχίονα καὶ οὐ πόνον· τοῦ μὲν γὰρ ἐνταῦθα μᾶλλον ἠθροῖσθαι τὸ αἷμα καὶ ῥέπειν σημεῖόν ἐστι τὸ βάρος ἐπὶ πλήθει γιγνόμενον· αἱ δὲ τάσεις καὶ κατὰ συμπάθειαν μόνην εἰώθασι γίγνεσθαι, τῶν συνεχῶν τοῖς φλεγμαίνουσι τεινομένων ἄνευ τοῦ πλεονάζειν ἐν αὐτοῖς τὸ αἷμα· διὰ τοῦτο οὖν αὐτὸ κενοῦν κελεύει τὸ πλεονάζον αἷμα τέμνοντα φλέβα τὴν ἔνδον. εἰσὶ γὰρ ἔνδον ἐν τῇ κατ᾿ ἀγκῶνα διαρθρώσει πλείους φλέβες, ἃς τέμνειν εἰώθαμεν· εἴρηται δὲ περὶ αὐτῶν αὐτάρκως κατά τε τὸ τρίτον γράμμα τῶν ἀνατομικῶν ἐγχειρήσεων κᾀν τῇ τῶν φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομῇ καθ᾿ ἓν ἄλλο βιβλίον ἰδίᾳ γεγραμμένον· ἐπὶ κεφαλαίων δὲ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ἀπ᾿ ἀρχῆς ἀγαγόντας τὸν λόγον. κοίλη φλέψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐπὶ τὸ δεξιὸν οὖς τῆς καρδίας ἀναφέρουσα τὸ αἷμα διανέμει μέν τι καὶ τοῖς μεταξὺ μορίοις ὀλίγον, αὐτῇ δὲ τῇ καρδίᾳ δίδωσι τὸ πλεῖστον· ἔπειτα ἐντεῦθεν ὡς ἐξ ἀρχῆς ὥρμητο κατ᾿ εὐθὺ φερομένη πρὸς τὸν τράχηλον, εἰς ὀρθίας σχίζεται κατὰ τὸ τοῦ θώρακος μέρος δύο φλέβας μεγάλας, ἃς ὀνομάζουσι σφαγίτιδας· ἀποφύσεις δὲ αὐτῆς, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, μεγάλων μὲν φλεβῶν εἰς τὸ διάφραγμα, σμικρῶν δὲ εἰς τὸ τοῦ θώρακος αὐτοῦ κάτω μέρος τῶν ὀκτὼ πλευρῶν, ὑπὸ μιᾶς ἀζύγου τρέφεται φλεβὸς, ἐπὶ μὲν ἐνίων ζώων ἀνωτέρω τῆς καρδίας ἀποφυομένης, ἐπ᾿ ἐνίων δ᾿ ὥσπερ καὶ ἐπ᾿ ἀνθρώπων, καθ᾿ μέρος ἤδη ψαύει τοῦ τῆς καρδίας ὠτὸς κοίλη φλέψ. ἐντεῦθεν γὰρ ἀποφυομένη ταπεινοτέρα φέρεται διὰ τῆς καρδίας ἐπὶ τὴν ῥάχιν κατακαμπτομένη. αὕτη μὲν οὖν φλὲψ εἰς τὰ κάτω μέρη τοῦ θώρακος μερίζεται ταῖς ὀκτὼ πλευραῖς ἑκατέρωθεν ἄχρι τοῦ διαφράγματος· αἱ δ᾿ ὑπόλοιποι τοῦ θώρακος ὑψηλαὶ πλευραὶ τέσσαρες ὑπὸ συζυγίας ἄλλης τρέφονται φλεβῶν, ἀποφυομένων τῆς κοίλης πρὶν εἰς τὰς σφαγίτιδας σχισθῆναι. τούτων οὖν τῶν δύο φλεβῶν ἀκολούθως ἐφεξῆς εἰσιν αἱ εἰς τὰς χεῖρας ἀφικνούμεναι διὰ τῶν μασχαλῶν· αἱ δ᾿ ὠμιαῖαι καλούμεναι μετὰ τὸ σχισθῆναι εἰς τὰς σφαγίτιδας τὴν κοίλην ἀφ᾿ ἑκατέρας μία πεφύκασιν ἐκτὸς ἤδη τοῦ θώρακος, ἔχουσι δὲ τὰς ῥίζας κοινὰς ταῖς ἐπιπολαίοις σφαγίτισιν. ἀπὸ μὲν οὖν τῶν ἐπιπολῆς σφαγιτίδων τὰ ἐπιπολῆς σχεδὸν ἅπαντα μόρια τὰ κατὰ τὸν τράχηλον καὶ τὴν κεφαλὴν τρέφεται, καθάπερ γε καὶ τὰ διὰ βάθους ἀπὸ τῶν διὰ βάθους σφαγιτίδων πάντα. τὰ δὲ κατὰ τὰς ὠμοπλάτας τε καὶ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἐκ τῶν κάτω μερῶν τῆς εἰρημένης ῥίζης κοινῆς ἔχει τὰς φλέβας ἀνερχομένας ἐπ᾿ αὐτά· λέγω δὲ κοινὴν ῥίζαν ἢν ἀρτίως εἶπον εἶναι ταῖς τε ἐπιπολαίοις σφαγίτισι καὶ ταῖς ὠμιαίαις. εἰκότως οὖν μὲν ὠμιαία τὰ τῶν κλειδῶν ἄνωθεν μέρη κενοῖ θᾶττόν τε καὶ μᾶλλον, ὅσα κατὰ τράχηλόν τέ ἐστι καὶ κεφαλήν· δὲ διὰ τῆς μασχάλης τὰ κατὰ τὸν θώρακα καὶ τούτων αὐτῶν μᾶλλον τὰ ὑψηλὰ καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· ἐπειδὴ τὰ ταπεινὰ πάντα μία φλὲψ ἑτέρα τρέφει κατωτέρω τῆς καρδίας ἀποφυομένη τῆς κοίλης φλεβός. ταύτης δὲ τῆς τὰ ταπεινὰ τοῦ θώρακος τρεφούσης παρὰ τὰς ῥίζας τῶν πλευρῶν κατάντους φερομένης ἐκ τῶν ἀριστερῶν μερῶν ἄχρι τοῦ διαφράγματος, αἱ καθ᾿ ἕκαστον μεσοπλεύριον, ἀριστερόν τε καὶ δεξιὸν, ἀπονεμήσεις γίγνονται· καὶ μέντοι καὶ τὸ λείψανον αὐτῆς διεκπίπτει πρὸς τὸ διάφραγμα τοῖς πρώτοις μετ᾿ αὐτὸ διανεμόμενον σώμασιν. αἱ δὲ διὰ τῶν μασχαλῶν ἐπὶ τὰς χεῖρας φερόμεναι τὰς ῥίζας ἔχουσιν ἐγγυτάτω ταῖς τρεφούσαις φλεψὶ τὰς ὑψηλὰς τοῦ θώρακος τέτταρας πλευρὰς, οὐκ ὀλίγῳ μείζους οὖσαι τῶν κατὰ τὸν ὦμον εἰς τὰς χεῖρας ἡκουσῶν. ἐπιβαίνουσι δὲ κατὰ τὴν ἔνδον χώραν ἑκατέρου βραχίονος, φέρονται δὲ δι᾿ αὐτῶν κατάντεις, ἀπονεμήσεις μεγάλας διδοῦσαι τοῖς ἐνταῦθα μυσίν. ἐπειδὰν δὲ πλησίον ἑκατέρα γένηται τῆς κατ᾿ ἀγκῶνα διαρθρώσεως, ἀποφύει τὰς ἔνδον τοῦ βραχίονος φλέβας παρὰ τὸν ἐνταῦθα κόνδυλον αὐτοῦ τοῦ πήχεος ὀστοῦ· τῷ δ᾿ ἄλλῳ παντὶ δίχα σχισθέντι φέρεται διὰ τῆς κατ᾿ ἀγκῶνα καμπῆς, ἐπιπολῆς μὲν ἐργαζομένη τὴν τεμνομένην ἐνταῦθα φλέβα, διὰ βάθους δὲ πολλοῦ τὴν κατασχιζομένην τῇ ἀρτηρίᾳ. τέμνεται δὲ καὶ ἄλλη φλὲψ ἐν ἀγκῶνι λοξὴ, καθάπερ ἤδη καθ᾿ ἑκατέραν χεῖρα μία, τῆς ὠμιαίας οὐ σμικρὸν μόριον· διεξελθοῦσα γὰρ αὕτη κατὰ τὸν βραχίονα προφανὴς ὑπὸ τῷ δέρματι σχίζεται καὶ αὕτη κατὰ τὴν ἐν ἀγκῶνι διάρθρωσιν, ἐν τοῖς ὑψηλοτάτοις μέρεσιν αὐτῆς, ἐσχηματισμένης δηλονότι τῆς χειρὸς, ὡς Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ περὶ ἀγμῶν. ὅσον μὲν οὖν μετὰ τὴν σχίσιν αὐτῆς ὑψηλὸν μέρος ἐπὶ τὰ τοῦ πήχεος ἐκτὸς φέρεται, τοῦτο παρὰ τὴν σχίσιν αὐτὴν τέμνεται, κατ᾿ εὐθὺ μάλιστα κείμενον τῇ πρώτῃ ῥίζῃ τῆς φλεβὸς, διὸ καὶ τάχιστα κενοῖ τὰ τῶν κλειδῶν ὑψηλότερα χωρία· τὸ δ᾿ εἰς τὴν καμπὴν φερόμενον λοξὸν ἧττον μὲν τοῦδε, μᾶλλον δὲ τῶν ἄλλων κενοῖ ταῦτα, τὸ δὲ ἀπὸ τῆς ἔνδον τῆς μεγάλης φερόμενον καὶ αὐτὸ λοξὸν, ἥκιστα μὲν τὰ προειρημένα κενοῖ μόρια, μάλιστα δὲ τὰ τοῦ θώρακος ἄνω, διὰ τὰς ῥίζας καὶ τῆς διὰ τῆς μασχάλης πρὸς τὴν χεῖρα φερομένης καὶ τῆς τὰ τοῦ θώρακος ἄνω τρεφούσης ἐγγυτάτω ὑπαρχούσας. ταύτην οὖν ἀξιοῖ τέμνειν πρὶν εἰς ταὐτὸν ἀφικέσθαι καὶ συμφῦναι τῇ τῆς ὠμιαίας ἀπεσχισμένῃ. μὴ φαινομένης δ᾿ ἐνίοτε ταύτης, ἀντ᾿ αὐτῆς τέμνομέν τινα τῶν ἔνδον, ἃς ἐπὶ τὸ τοῦ πήχεος ὀστοῦν κατ᾿ ἴξιν καταφέρεσθαι μεμαθήκαμεν· μὴ φαινομένων δὲ μηδὲ τούτων ἐπὶ τὴν γιγνομένην ἐκ τῆς συμφύσεως τῶν εἰρημένων δύο φλεβῶν τῶν λοξῶν ἀφικνούμεθα· δυναμένης δέ ποτε καὶ ταύτης μὴ φαίνεσθαι, τῆς δ᾿ ὠμιαίας φαινομένης καὶ ἐκείνην τέμνε, γινώσκων τὰς κενώσεις ὅθεν ἂν γένωνται ἀναδιδομένας μὲν εἰς τὸ σῶμα τῶν ζώων ὅλον οὐ, μὴν οὔτε ταχέως οὔθ᾿ ὁμοίως ἐξ ἁπάσης φλεβός· ἡμεῖς δὲ καὶ ταχέως καὶ μᾶλλον τῶν ἄλλων μορίων κενῶσαι σπεύδομεν τὸ φλεγμαῖνον καὶ μάλιστ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων· ὅπερ ἔσω φλέψ ἐν ἀγκῶνι ποιεῖ, καὶ πολὺ μᾶλλον, ὅταν τὴν ῥοπὴν ἄνω τὸ πλεονάζον αἷμα φαίνηται ποιούμενον καὶ τὰ τοῦ θώρακός ἐστιν ὑψηλὰ πεπονθότα· τηνικαῦτα γάρ τοι τὸ βάρος μᾶλλον ἐν βραχίονι γίγνεται καὶ κατὰ τὸν μαστόν. αἱ δ᾿ ἐν τοῖς κάτω μέρεσι τοῦ θώρακος φλεγμοναὶ, πλησίον οὖσαι τοῦ διαφράγματος, εἰς ὑποχόνδριον εἰκότως διαπέμπουσι τὰς ὀδύνας· οὔκουν αὐτὰς ὀνίνησι μεγάλως ἀπ᾿ ἀγκῶνος κένωσις ἐν τῷ μεταξὺ τῆς καρδίας κειμένης· ἤκουσας γὰρ ἄρτι τὴν τὰ κάτω τοῦ θώρακος τρέφουσαν φλέβα κατωτέρω τῆς καρδίας ἀποφύεσθαι. ταῦτα μὲν εἴρηταί μοι περὶ τοῦ καλῶς ὑπ᾿ αὐτοῦ γεγράφθαι τέμνειν τὴν φλέβα τὴν ἐν ἀγκῶνι, τὴν εἴσω· τῆς δὲ κενώσεως τοῦ αἵματος ὅρον αὐτοῦ θεμένου τὴν μεταβολὴν τῆς χροιᾶς, ἐφεξῆς ἂν εἴη καὶ περὶ τοῦδε ῥητέον. ὅσον μὲν οὖν ἐν τῇ φλεγμονῇ αἷμά ἐστι, τοῦτο διὰ τὸ πλῆθος τῆς θερμασίας ὑπαλλάττεται τῇ χροιᾷ, τὸ δ᾿ ἄλλο παραπλήσιον ἐν ἅπασι τοῖς μορίοις διαμένει· ὥστε τοῦ μὲν ἐν ὅλῳ τῷ σώματι φλεγματικωτέρου τυγχάνοντος, ἐρυθρότερον ἔσται τὸ κατὰ τὴν φλεγμαίνουσαν πλευράν· ἐκείνου δ᾿ ὄντος ἐρυθροῦ κατοπτώμενον τοῦτο πρὸς τὸ μέλαν ἐκτραπήσεται· τῆς δ᾿ εἰς τὸ μέλαν ἐξ ἐρυθροῦ μεταβολῆς ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐστι. σημεῖον οὖν ἱκανόν ἐστι τῆς ἐκ τοῦ φλεγμαίνοντος μέρους μεταλήψεως τοῦ αἵματος τῆς χροιᾶς ὑπαλλαγή. τὸ μὲν οὖν οἰκεῖον τῷ πάθει μέτρον τῆς κενώσεως εἴρηται· τῆς δυνάμεως δέ ποτε κωλυούσης ἄχρι τοσούτου κενοῦν, εἰδέναι μὲν χρὴ τὴν ὠφέλειαν ἥττονα ἐσομένην τῷ φλεγμαίνοντι μορίῳ, μᾶλλον δὲ ἀπέχεσθαι προσήκει τοῦ καταλῦσαι τὴν· δύναμιν κενῶσαι τὸ πλεονάζον αἷμα.
§11–22
§11 Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· ὅτι μέντοι χρεία καθάρσεως ἐστιν, εἰ ῥέπουσιν οἱ πλεονάζοντες χυμοὶ κάτω καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν Ἱπποκράτης ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα, τὸ δὲ πέπλιον φυσῶν εἶναι καταῤῥηκτικώτερον. εἴη δ᾿ ἂν αὐτῷ κρισιμώτερα λεγόμενα τὰ μᾶλλον κρίσιν ποιοῦντα τοῦ νοσήματος, ὅπερ ἐστὶ δυνάμει ταὐτὸν τῷ ὠφελιμώτερα. ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα καὶ μάλιστα ταύτης τὸ στόμα, διότι νευρωδέστατόν τε καὶ αἰσθητικώτατόν ἐστιν, μίξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ᾿ ἀκραιφνὴς δύναμις τῶν καθαιρόντων φαρμάκων ἅπτηται τοῦ στόματος τῆς γαστρός. μιγνύμενα δ᾿ ἀλλήλοις τὸ πέπλιον καὶ τὸ ἐλλέβορον ὁμοιότροπά φησιν εἶναι, τουτέστιν ὁμολογεῖν ταῖς δυνάμεσι καὶ κατὰ μηδὲν στασιάζειν. γάρ τοι στάσις ἐν ταῖς μίξεσι τῶν καθαιρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν χολῆς, εἰ τύχῃ, τὸ δὲ φλέγματος κενωτικὸν (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν χρόνον) ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως κένωσις γίγνεται προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον ὅταν ἤδη παύεσθαι δοκούσης, ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνεται· τὸ γάρ τοι θᾶττον εἰωθὸς καθαίρειν φάρμακον συνεκκενοῖ τι καὶ ἐκ θατέρου, ὥστ᾿ ὀλίγον αὐτοῦ καταλειπόμενον ἀσθενέστερον γιγνόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆς οἰκείας καθάρσεως ἄρχεται. τῇ γοῦν προθεσμίᾳ τῆς κενώσεως ὁμοιότροπόν ἐστι τῷ ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε παραπλησίως ἐλλεβόρῳ μέλανα χυμόν. τὰ δ᾿ ἄλλα καὶ τῆσδε τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς δῆλα. γινώσκειν μὲν οὖν αὐτὰ χρὴ καὶ μεμνῆσθαι, χρῆσθαι δὲ οὐ διὰ παντὸς ἐπὶ τῶν πλευριτικῶν, ἀναμιμνησκομένους ἐκείνου τοῦ ἀφορισμοῦ, καθ᾿ ὅν φησιν, ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχαῖς χρηστέον εἶναι ταῖς φαρμακείαις. ὅταν οὖν, φησὶ, μὴ μόνον ὀξὺ τὸ πάθος , καθάπερ ἐστὶν πλευρῖτις, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ φλεβοτομίας κενωτέον μᾶλλον, εἰ καὶ πρὸς ὑποχόνδριόν ἐστιν ὀδύνη περαινομένη, μικροτέρας μὲν ὠφελείας τῆς διὰ καθάρσεως ἑπομένης, ἀσφαλεστέρας δὲ μακρῷ, μᾶλλον δὲ κίνδυνον μὲν οὐδ᾿ ὁντιναοῦν τῆς διὰ φλεβοτομίας ἐχούσης, μεγίσταις δὲ ἀποτυχίαις τῆς διὰ καθάρσεως περιπιπτούσης, καὶ μάλισθ᾿ ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ᾿ ἐπὶ βραχείᾳ φαρμάκου πόσει δαψιλῶς καθαίρονται. ὅσοις δ᾿ εὔλογόν ἐστι διδόναι, τὸ πλῆθος τοῦ φαρμάκου τοσοῦτον ἔστω, ὅσον ἐπὶ τῶν πλείστων οἶσθα καὶ πεπείρασαι συμμέτρως κενοῦν. ἀγνοοῦντα δ᾿ ὅπως ἔχει φύσεως ἄνθρωπος κίνδυνος πλείονα κένωσιν ἐργάσασθαι τῆς προσηκούσης οὐδ᾿ ὅλως κινῆσαι τὴν κάθαρσιν, κινῆσαι μὲν, οὐ μὴν ἱκανῶς κεκενῶσθαι. ταῦτα δὲ πάντα μεγίστας βλάβας φέρει τοῖς ὀξέως νοσοῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἀπυρέτων ἐπανορθοῦται ῥᾳδίως. ὅταν οὖν πυρετὸς μὴ σφοδρὸς, ἔμπειρός τε ᾖς τῆς τοῦ κάμνοντος φύσεως, ἐς τὴν τοῦ καθαίροντος φαρμάκου δόσιν ἀφίξῃ χρώμενος ἤτοι τοῖς ὑπὸ Ἱπποκράτους εἰρημένοις καί τισιν ἄλλοις τῶν ὁμοιοτρόπων, ὦν ἐστὶ καὶ τὸ διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ᾿ αὐτὴν ἤδη συνήθως ὀνομάζουσι. ποικίλως δ᾿ αὐτῆς σκευαζομένης τὸν ἐλλέβορον μὲν εἰληφυῖα, τὴν σκαμμωνίαν δ᾿ οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.
§12 Καὶ ἄλλως μὲν χρὴ προνοεῖσθαι τοῦ στόματος τῆς γαστρὸς, δὴ καὶ στόμαχον ὀνομάζουσιν, ὡς διαμένειν ἀβλαβὲς ἐν ταῖς τῶν καθαιρόντων φαρμάκων πόσεσιν, μάλιστα δ᾿ ὅταν ἐπὶ τῶν πυρετῶν δίδωταί τι τοιοῦτον. μία δὲ τοῦ μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ καθαῖρον φάρμακον, ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν αὐτοῦ τὴν κακίαν πεφυκότων. ἐναντία γάρ ἐστιν φύσις ἁπάντων τῶν καθαιρόντων φαρμάκων ταῖς τῶν καθαιρομένων σωμάτων καὶ ὡς ἂν εἴποι τις ὀλέθριός τε καὶ δηλητήριος αὐτῶν. ὥσπερ δὲ ὀποῦ μήκωνος μανδραγόρου τε καὶ ὑοσκυάμου καὶ ἄλλων πολλῶν τοιούτων φαρμάκων ἐναντίων ταῖς τε οὐσίαις καὶ ταῖς δυνάμεσιν ὄντων ἡμῶν καὶ φθείρειν πεφυκότων τὰ σώματα, βραχύ τι μέρος λαμβάνοντες ἀπολαύομεν ἐξ αὐτῶν μεγάλης ὠφελείας, οὕτω καὶ τῶν καθαρτικῶν ἐναντίας οὔσης τῆς φύσεως τῇ τῶν ἡμετέρων σωμάτων, ὀλίγων τι τῆς οὐσίας μέρος ἀποτεμνόμενοι πρὸς ὠφέλειαν χρώμεθα. καθάπερ δὲ ἐν αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα τῶν εὐωδῶν σπερμάτων, καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, ὡς καὶ τοὺς παχεῖς χυμοὺς τέμνεσθαι καὶ τὰς ὁδοὺς αὐτῶν δι᾿ ὦν ἐκκενοῦνται διοίγειν τε καὶ ἀναστομοῦν, οὕτω καὶ μετὰ τὸ ληφθῆναι συμφέρει τῆς πτισάνης ἐπιῤῥοφεῖν. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν φάρμακον, ὡς ἂν ὀλίγον ὂν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον στόμαχος, ὅσον τε ὑψηλότερον τῆς γαστρὸς, οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος φαρμάκου, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ, μεταλαμβάνων μεγάλως βλάπτεται· χρήσιμος οὖν χυλὸς τῆς πτισάνης ἐπιῤῥοφούμενος, ὡς ἂν ἀποῤῥύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ πόσει κελεύει πτισάνης ἐπιῤῥοφεῖν, ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως οὐκέτι βούλεται δίδοσθαι τῆς πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ τοῦτό φησιν·
§13 Ἐναντίως ἐγίνωσκε περὶ τούτου τοῖς πολλοῖς τῶν νῦν ἰατρῶν Ἱπποκράτης. οὗτοι μὲν γὰρ ὅταν κενώσωσι, τρέφουσι δαψιλῶς· δ᾿ Ἱπποκράτης ἔλασσον ἀξιοῖ δίδοσθαι τῆς πτισάνης μετὰ τὴν κάθαρσιν. γάρ τοι τῶν καθαρθέντων σωμάτων δύναμις ἐν τῇ καθάρσει κεκμηκυῖα φέρειν οὐ δύναται τὴν τροφὴν, οὐδὲ κατεργάζεσθαι καλῶς, εἰ μὴ παντελῶς εἴη βραχεῖα. τοσοῦτον οὖν τοῖς καθαρθεῖσι διδόναι τοῦ χυλοῦ χρὴ τὴν πρώτην, ὅσον κρατῆσαι δύνανται· εἶτ᾿ εὐθὺς κατὰ βραχὺ παραυξάνειν, ἐὰν τ᾿ ὀδύνη, φησὶ, παύσηται καὶ μηδὲν ἄλλο κωλύῃ. τὸ μὲν οὖν τῆς ὀδύνης πρόδηλόν ἐστι, τὸ δὲ μηδὲν ἄλλο κωλύειν ἀκουστέον ἐπὶ τοὺς προειρημένους διορισμοὺς ἀναφέροντα, ἐν οἶς ἐδίδαξεν ὁπηνίκα χρὴ διαιτᾷν τοὺς ὀξέως νοσοῦντας ἄνευ ῥοφημάτων. ἔστι δ᾿ αὐτῶν τὸ κεφάλαιον, ὅταν ἤτοι προκριθήσεσθαι τὴν νόσον ἐλπίσωμεν ἄνευ τοῦ δεηθῆναι ῥοφήματος ἐφ᾿ ὧν παντελής ἐστιν ἀπεψία τοῦ κατὰ τὴν φλεγμονὴν χυμοῦ.
§14 Παραπλήσιον τῇ τε πτισάνῃ καὶ τῷ χυλῷ τὸν καιρὸν τῆς δόσεως ἔφησεν εἶναι καὶ διὰ τῶν ἔμπροσθεν, ἑνὶ μόνῳ τὴν διαφορὰν αὐτῶν ἀφορισάμενος, τῷ τὴν ἀρχὴν τῆς δόσεως ἀπὸ τοῦ χυλοῦ ποιεῖσθαι.
§15 κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, τούτῳ καὶ νῦν ἀκολουθεῖ, βουλόμενος ἐν πάσῃ νόσῳ τὸ λεπτότατον τῆς διαίτης ἐν τῇ τοῦ νοσήματος ἀκμῇ παραλαμβάνεσθαι. ἐὰν οὖν αὕτη τῇ πέμπτῃ τῶν ἡμερῶν μέλλῃ γίνεσθαι καὶ μὴ δύνηται τοῖς πόμασι μόνοις χρώμενος κάμνων ἐξαρκέσαι, βέλτιον εἶναί φησιν εὐθέως ἀπ᾿ ἀρχῆς αὐτῷ δίδοσθαι τῆς πτισάνης, οὐ κατὰ τὴν τρίτην τὴν τετάρτην ἡμέραν ἄρξασθαι τῆς δόσεως. οὕτως οὖν καὶ τοὺς ἐν τῇ ε΄ τῶν ἡμερῶν τῇ στ΄, τῇ ζ΄ τοῦ ῥοφήματος ἀρχομένους ἁμαρτάνειν φησὶν, ἐάν γε μὴ τύχῃ προκριθὲν ἐν τούτῳ τῷ χρόνῳ τὸ νόσημα, τῆς κρίσεως, ὡς ἔφην, ἀκουομένης οὐ μόνον τῆς τελείας ἀπαλλαγῆς, ἀλλὰ καὶ τῆς ἀξιολόγου μεταβολῆς.
§16 Καὶ οἷς ἀπ᾿ ἀρχῆς μέλλεις διδόναι τὸ ῥόφημα, τὴν προπαρασκευὴν ὁμοίως ἀξιοῖ γενέσθαι, τουτέστιν εἴτε φλεβοτομίας ἐστὶν, εἴτε κλύσματος βαλάνου χρῆσις, ἐκεῖνο πράττειν κελεύει πρότερον.
§17 Κᾂν χωρὶς πτισάνης ἐπὶ τῶν πομάτων μόνων διαιτῴης τὸν κάμνοντα, τὰς εἰρημένας προπαρασκευὰς ἀξιοῖ ποιεῖσθαί σε, τουτέστιν φλεβοτομεῖν κλύζειν βαλάνῳ χρῆσθαι.
§18 Μέμφεται τοὺς ἰατροὺς ὅσοι ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἀθρόως μετάγουσιν, ἔνιοι μὲν ἐπὶ τὴν τῶν ῥοφημάτων προσφορὰν, ἔνιοι δὲ ἐπὶ τὴν τῶν ποτῶν. οὐ μὴν ἐμνημόνευσέ γε τῶν ἔτι καὶ τούτων αὐτῶν τροφὰς ἰσχυροτέρας διδόντων πρὸ τοῦ πεφθῆναι τὴν νόσον· εἴωθε γὰρ, ὥσπερ καὶ πρόσθεν ἔφην, ἐνίοτε τὰ μέγιστα τῶν διαμαρτημάτων ἀνεξέλεγκτα καταλείπειν, ἐξ ὧν τὰ μικρότερα διέβαλλε καὶ τὴν ἀπ᾿ ἐκείνων ἐνδεικνύμενος βλάβην. ὅσοι δ᾿ οὕτω μεταβάλλουσιν, ἴσως οἴονται, φησὶ, κατὰ λόγον μεταβάλλειν ἐπὶ μεγάλῃ τῇ τοῦ σώματος μεταβολῇ, ἀξιόλογον καὶ τὴν τῆς διαίτης ὑπαλλαγὴν ποιούμενοι. τοῦτο μὲν οὖν αὐτὸ καλῶς ὑπειληφέναι φησὶν αὐτοὺς, οὐ μὴν ἅπασάν γε μεταβολὴν, ἀλλά τινα οἰητέον εἶναι, περὶ ἧς τὸ μέν τι προείρηκε, τὸ δέ τι καὶ λέξει κατασκευάζων τῷ λόγῳ, φυλάττεσθαι τὰς ἀθρόας μεταβολάς.
§19 Τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἀθρόαν μεταβολὴν τῆς διαίτης, καθ᾿ ἣν ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἄρχονται τρέφειν περὶ τετάρτην ἡμέραν, μάλιστα μὲν βλάπτειν φησὶν, ἐὰν ἐπὶ τὴν ὅλην πτισάνην μεταβάλλωσιν, ἔλαττον δ᾿ ὅταν ἐπὶ τὸν χυλόν· ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα βλάπτειν τοὺς ἐπὶ μόνα τὰ ποτὰ παραγινομένους. κατὰ γὰρ τὸ μέγεθος τῆς δυνάμεως τοῦ προσφερομένου καὶ τὸ τῆς βλάβης γίνεται μέγεθος.
§20 Ἀποδεικνύειν ἤρξατο τὴν προειρημένην ὑπ᾿ αὐτοῦ περὶ τῆς διαίτης δόξαν, ἐλέγχων ἅμα καὶ τοὺς ἐναντίως διαιτῶντας· ἵνα δὲ σαφὴς λόγος γένηται, τὸ κεφάλαιον αὐτοῦ σύμπαν ἄμεινόν μοι δοκεῖ προειπεῖν. ἔστι δὲ τῶν εἰς αὐτὸ λαμβανομένων λημμάτων τὸ μὲν ἕτερον ἀξίωμα καθόλου τοιοῦτον· ἐὰν τοῖς ὑγιαίνουσι βλάβην φέρουσιν αἱ ἀθρόαι τῆς διαίτης ἐπὶ τἀναντία μεταβολαὶ, πολὺ μᾶλλον τοῖς νοσοῦσιν· καὶ πολυειδῶς ἐστιν ἑρμηνεύειν, ἄλλοτε εἰς ἄλλην λέξιν μεταλαμβάνοντας, οἷον οὕτως· ἐπὶ τῶν κατὰ δίαιταν ἀθρόων μεταβολῶν οἱ ὑγιαίνοντες ἧττον βλάπτονται τῶν νοσούντων· οὕτως, οἱ νοσοῦντες βλάπτονται μᾶλλον τῶν ὑγιαινόντων· οὕτως, τὰ βλαβερὰ τοὺς ὑγιαίνοντας ἧττον βλάπτει τῶν νοσούντων· καὶ ἔτι γενικώτερον τοῦδε· τοὺς ἰσχυροτέρους ἧττον βλάπτει, τοὺς δ᾿ ἀσθενεστέρους μᾶλλον τὰ βλαβερά· ἔξεστι δὲ καὶ ἄλλως ἑρμηνεύειν τὴν αὐτὴν τοῦ λόγου δύναμιν, ἤτοι τὸ καθ᾿ αὑτὸ καὶ πρώτως χρήσιμον εἰς τὸ ἀποδεικνύμενον διά τινος τῶν περιεχόντων ἀξιωμάτων λημμάτων αὐτό. τοιοῦτον μὲν δή σοι τὸ ἕτερον τῶν λημμάτων ἐστὶν ἐξ αὐτοῦ πιστὸν, ἅπερ δὴ καὶ καλεῖν ἔθος ἐστὶν ἀξιώματα τοῖς περὶ τὸν Ἀριστοτέλην· τὸ δὲ ἕτερον ἐξ ἐμπειρίας ἐγνωσμένον ἐφεξῆς ἄκουε· καὶ τοὺς ὑγιαίνοντας ἀθρόα μεταβολὴ τῆς διαίτης βλάπτει. τούτοις δ᾿ ἀμφοτέροις τοῖς λήμμασιν ἕπεται τὸ συμπέρασμα, τὸ βλάπτεσθαι μειζόνως τοὺς νοσοῦντας ὑπὸ τῆς ἀθρόας ἐν τῇ διαίτῃ μεταβολῆς καὶ πολὺ δὴ μᾶλλον ἔτι τοὺς ὀξέως νοσοῦντας. αὕτη μὲν τοῦ λόγου δύναμις· δὲ Ἱπποκράτης τὸ μὲν ἕτερον τῶν λημμάτων ἐξ ἑαυτοῦ πρότερον πιστότερον ὂν ἄντικρυς λαμβάνει χωρὶς κατασκευῆς· τὸ δὲ ἕτερον ἐκ τῶν διὰ τῆς ἐμπειρίας κατὰ μέρος ἑωραμένων πιστοῦται, καὶ τοῦτο αὐτὸ δηλοῖ καὶ ἐφεξῆς λόγος.
§21 Τὸ ἕτερον τῶν εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου λόγου διαφερόντων λημμάτων ἤρξατο νῦν κατασκευάζειν ἐκ πολλῶν τῶν κατὰ μέρος παραδειγμάτων, εἰς ἓν κεφάλαιον ἀθροίζων αὐτοῦ τὴν πίστιν· ἔστι δὲ τοῦτο τοῖς ὑγιαίνουσι τὰς παρὰ τὸ ἔθος ἐξαπίνης μεγάλας μεταβολὰς, οὐ μικρὰν ἐργάζεσθαι βλάβην. λόγος μὲν οὖν οὗτος ὑπάρχει σαφὴς, ὅμως δ᾿ εἴ τι παρεμπίπτειν δόξειεν ἐξηγήσεως δεόμενον τοῖς ἀγυμναστοτέροις περὶ τὴν ἐν τούτοις ἀκολουθίαν, οὐκ ὀκνήσομεν ἐξηγήσασθαι. καὶ τοῦτο γὰρ ὑπόμνημα φιλανθρωπότερόν ἐστι, τῷ ἐστοχάσθαι μὴ μόνον τῶν γεγυμνασμένων ἐν λόγοις, ἀλλὰ καὶ τῶν ἀγυμναστοτέρων· εἰ δέ τις ἀμαθὴς καὶ ἄπειρός. ἐστι τῶν προειρημένων μαθημάτων, ἄλλο τι πραττέτω.
§22 Οὐ μόνον ὅτι βλάπτονται μεγάλα κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους μεταβολὰς, ἀλλὰ καὶ τίνες αἱ βλάβαι γίνονται γράφων, τίνα δὲ τρόπον ἐπανορθωτέον ἑκάστην ἐστὶν, εἰς μῆκος ἐκτείνει τὸν λόγον· ὡς εἴ γε μόνον ὅτι βλάπτονται μεγάλα κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους μεταβολὰς ἐπεδείκνυε, βραχὺς ἂν αὐτῷ πᾶς λόγος ἐγεγόνει. πρώτη μὲν οὖν ἐστι μεταβολὴ νῦν προκεχειρισμένη, τοῦ ἔθους ἐπὶ τῶν ἀηθῶν μὲν ἀριστᾷν, ἀριστησάντων δέ ποτε· φησὶ γὰρ ἀῤῥώστους τε καὶ βαρεῖς ὅλον τὸ σῶμα γίγνεσθαι καὶ ἀσθενεῖς καὶ ὀκνηρούς. συμβαίνει δὲ αὐτοῖς ταῦτα βαρυνομένης τῆς δυνάμεως ὑπὸ τῆς τροφῆς ὡς ὑπὸ φορτίου· οὐ γὰρ δὴ κατά γε τὸν ἴδιον λόγον ἀῤῥωστούσης, ὡς ἐπὶ τῆς ἐνδείας εἴωθε γίγνεσθαι. διὰ τοῦτο οὖν ἐνταῦθα μὲν προσέθηκε τῷ λόγῳ, τὸ βαρέας ὅλον τὸ σῶμα γίγνεσθαι καὶ ὀκνηροτέρους τοὺς δὶς διαιτηθέντας· ἐπὶ δὲ τῶν εἰθισμένων ἀριστᾷν, οὐκ ἀριστησάντων δὲ, τὴν μὲν ἀσθένειαν τῆς δυνάμεως ἔγραψε, τὸ δὲ βάρος οὐ προσέγραψε· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον δύναμις ἐν ταῖς τοιαύταις μεταβολαῖς ἀῤῥωστεῖ. καὶ μέντοι καὶ ὀκνηροὺς εἰπὼν γενέσθαι κατὰ τὴν νῦν ἡμῖν προκειμένην μεταβολὴν τῆς διαίτης, ἐπὶ τῆς ἐναντίας εἶπε δειλοὺς, ὡς πᾶν ἔργον μισεῖν, ὡς εἰ καὶ φοβουμένους τῶν ἔργων ἅψασθαι εἰρήκει· οὕτως γὰρ ἔχει καὶ κατ᾿ ἀλήθειαν, αἰσθανομένων. τῆς κατὰ δύναμιν ἀσθενείας τῶν οὕτως ἐχόντων καὶ διὰ τοῦτο μὴ τολμώντων ἐνεργεῖν ἃς ἐνήργουν ἔμπροσθεν ἑτοίμως ἐνεργείας. ἀλλὰ μὴν καὶ ἐκκρεμᾶσθαι δοκεῖν τὰ σπλάγχνα τοῖς ἐνδεῶς διαιτηθεῖσί φησι καὶ οὐρεῖν θερμόν τε καὶ χλωρόν· θερμὸν μὲν λέγων δηλονότι τοῦ συνήθους θερμότερον, χλωρὸν δὲ κατά τι τῶν ἐπὶ τῆς Ἀσίας· Ἑλλήνων ἔθος, ἐστι καὶ νῦν διασωζόμενον. ὠχροὺς γάρ τινας ἰδόντες ἐρωτῶσι τὴν αἰτίαν, δι᾿ ἣν οὕτω γεγόνασι χλωροὶ, μηδὲν διαφέρειν ἡγούμενοι χλωρὸν εἰπεῖν καὶ ὠχρόν· ἑωρακέναι τε τόνδε τινὰ χλωρότερον ἑαυτοῦ φασι, τὸν ὠχρότερον οὕτω δηλοῦντες. ἔστι δὲ τὸ ὠχρὸν χρῶμα κατ᾿ ἀλήθειαν τοιοῦτον, οἷόν περ καὶ τὸ τῆς καλουμένης ὤχρας ὀξυνομένης κατὰ τὴν προσηγορίαν τῆς πρώτης συλλαβῆς· καὶ γίγνεται τοιοῦτον ἐπιμιγνυμένης τῷ ὑδατώδει περιττώματι τῆς ὠχρᾶς τε καὶ πικρᾶς καὶ ξανθῆς ὀνομαζομένης χολῆς· ὅσον γὰρ τοῦ ἐρυθροῦ χρώματος ἐπὶ τὸ λευκότερον ἀποκεχώρηκε τὸ ξανθὸν, τοσοῦτον τούτου τὸ ὠχρόν. ἔγραψε δέ τινα καὶ ἄλλα συμπτώματα, γιγνόμενα τοῖς οὕτω διατεθεῖσι, περὶ ὧν ὅταν ἀφικώμεθα ἐπὶ τὴν ῥῆσιν, ἐπισκεψόμεθα· νυνὶ δὲ τὴν προκειμένην ῥῆσιν ἐξεργαστέον. οἷς ἔφη συμβαίνειν ἐπὶ τῶν ἀήθως ἀριστησάντων, ἔτι καὶ τοῦτο προσέθηκεν· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεες. ἐμάθομεν δὲ ὅτι διά τε τὴν ψύξιν τῆς γαστρὸς αἱ ὀξυρεγμίαι γίνονται καὶ διὰ φλέγμα πολλάκις ἠθροισμένον ἐν αὐτῇ καὶ διὰ πλῆθος σιτίων καὶ συμμέτρων μὲν ὄντων, ἀλλὰ ψυχρῶν τῇ δυνάμει. πάντων δὲ τῶν προειρημένων κοινόν ἐστι τὸ νικᾶσθαι τὴν ἔμφυτον θερμασίαν τῆς γαστρὸς ὑπὸ τῶν σιτίων, οὐ νικᾷν οὐδὲ κρατεῖν οὐδὲ κατεργάζεσθαι δυναμένην καλῶς αὐτά· καθάπερ εἰ καὶ φλογὶ μικρᾷ πλῆθος ἐπισωρεύσαις ξύλων, καὶ χωρὶς πλήθους ἐπιτιθείης χλωρὰ καὶ ὑγρά. τισὶ δὲ τούτων τῶν οὕτω διαιτηθέντων καὶ σπατίλην φησὶ γίνεσθαι, τουτέστιν ὑγρὰν διαχώρησιν· ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων οὐ σπατίλην γεγραμμένην εὑρήσεις, ἀλλ᾿ ἄσην, ἵν᾿ ἀκούσωμεν δηλονότι τὸν ῥιπτασμὸν τοῦ σώματος, ἀσωμένου διὰ τὸ πλῆθος τῆς τροφῆς τοῦ διαιτηθέντος οὕτως καὶ δυσφοροῦντος ἐν τῇ κατακλίσει καὶ μεταβάλλοντος ἑαυτόν. ἐπὶ δὲ τῆς τελευταίας ῥήσεως ἀπεφήνατο σαφῶς ὅτι δεῖ τὴν πέψιν εἶναι παραπλησίαν ἑψήσει, ὡς ὑπὸ θερμοῦ γιγνομένην, οὐ ξηροῦ καὶ αὐχμώδους, ὁποῖόν ἐστι τὸ τῶν πυρετῶν, ἀλλ᾿ ὑγροῦ καὶ ἀτμώδους οἷον τὸ κατὰ φύσιν ἐν τοῖς ζώοις ἐστίν.
§23–34
§23 Οὐκ ἦν ἀναγκαῖον εἰρῆσθαι νῦν ταῦτα, προὔκειτο γὰρ αὐτῷ διδάξαι τὰς ἐξαπιναίας μεταβολὰς τῶν ἐθῶν βλάπτειν ἡμᾶς, οὐχ ὅπως χρὴ τὰς τοιαύτας βλάβας ἐκθεραπεύειν· ἐπεὶ δὲ καὶ τοῦτο ἔδοξεν αὐτῷ πρᾶξαι, καὶ ἡμεῖς ἀκολουθήσωμεν οἷς ἔγραψε, μάλιστα μὲν ἐπὶ πλέον κοιμηθῆναι κελεύων, εἰ δὲ καθεύδειν μὴ δύναιντο περιπατῆσαι σχολαίως συχνὴν περίοδον, ὡς μὲν οἱ πλεῖστοι τῶν ἐξηγουμένων λέγουσι, μετὰ τὸ δεῖπνον, ὡς δὲ διάνοια τῶν εἰρημένων βούλεται, μετὰ τὸ ἄριστον· τὸ γὰρ ὥσπερ νύκτα ἀγαγόντα περὶ τῶν ἡμερινῶν ὕπνων, οὐ τῶν ἐν τῇ νυκτὶ προσήκει λέγεσθαι. καὶ μέντοι τὸ γεγραμμένον ἐφεξῆς ἔνθα φησίν· ἢν δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον πλανηθέντα μὴ στασίμως, δειπνῆσαι μηδὲν ὀλίγα· μαρτυρεῖ τῷ μετὰ τὸ ἄριστον αὐτὸν ἀξιοῦν κοιμηθῆναι. δυοῖν οὖν θάτερον ἐπανορθωτέον ἐστὶν ὡς ἡμαρτημένην μὲν τοιαύτην γραφὴν καὶ οὕτω γραπτέον· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα, μετὰ τὸ ἄριστον, τοῦ μὲν χειμῶνος ἀριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· εἴπερ φυλάττοιμεν τὴν μετὰ τὸ δεῖπνον, οὕτως ἀκουστέον τῆς λέξεως· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ μετὰ τὸ δεῖπνον ἐκοιμᾶτο πρόσθεν, οὕτω νῦν μετὰ τὸ ἄριστον ὥσπερ νύκτα ἀγαγόντα. τοῦ δὲ κελεύειν αὐτὸν ἤτοι μηδὲν ὅλως ὀλίγα καὶ κοῦφα δειπνῆσαι, πρόδηλος λογισμός· ἡσυχάσαι γὰρ βούλεται τὴν γαστέρα καὶ ἀνακτήσασθαι τὸν κάματον, ὃν ἔκαμνε βαρυνθεῖσα διὰ τὸ παρὰ τὸ ἔθος ἀριστῆσαι τὸν ἄνθρωπον. ἀκόλουθον δὲ τούτῳ καὶ τὸ πιεῖν μὲν ἧττον, οὐ μὴν ὑδαρές γε· τόν τε γὰρ κλύδωνα καὶ τὴν ὑγρότητα καὶ ψύξιν φυλάξασθαι χρὴ βεβαρημένης τῆς γαστρὸς ὑπὸ τοῦ πλήθους τῶν σιτίων· αὐτὸ δὲ τὸ διδόμενον πόμα μὴ ὑδαρὲς, ἀλλ᾿ ἐκθερμαῖνόν τε καὶ ῥωννύον εἶναι τὴν γαστέρα. τὰ δὲ ἄλλα τὰ συνεχῆ τῇ ῥήσει δῆλα.
§24 Ταύτης τῆς ῥήσεως τὰ μὲν ἄλλα διὰ τῆς παραβολῆς, ὧν τοῖς ἀριστήσασι παρὰ τὸ ἔθος συμβαίνειν ἔφησεν, ἐξήγημαι· περὶ δὲ τῶν ὑπολοίπων νῦν ἐρῶ. τὴν ἄφοδον αὐτῶν, τουτέστι τὸ ἀποπάτημα, συγκαίεσθαί φησιν, ὑπὸ τῆς θερμασίας δηλονότι κατοπτώμενον· ξηρότερόν τε γὰρ ἑαυτοῦ καὶ πυρωδέστερον γίνεται τὸ σῶμα, τοῖς ἐκλείπουσι τὸ εἰθισμένον ἄριστον. ἐνίοις δὲ καὶ τὸ στόμα πικρὸν γίγνεσθαί φησιν· εἰσὶ δ᾿ οὗτοι χολωδέστεροι φύσει, καὶ οἱ ὀφθαλμοὶ κοῖλοι γίγνονται τοῖς τοιούτοις ξηραινόμενοι κατὰ τὴν αὐτὴν αἰτίαν τὴν συγκαίουσαν τὸ διαχώρημα. διὰ δὲ τὴν ἐπὶ τὸ πυρῶδες ἐν ταῖς πικροχόλοις φύσεσιν ἐκτροπὴν τῆς ἐμφύτου θερμασίας καὶ οἱ κρόταφοι πάλλονται, τουτέστιν αἱ κατὰ τοὺς κροτάφους ἀρτηρίαι σφύζουσιν ἐπιφανῶς· καὶ τὰ τοῦ σώματος ἄκρα ψυχρότερα γίγνεται, χολωδῶν ἰχώρων ἐμπιπλαμένης τῆς γαστρὸς, ὑφ᾿ ὧν δακνομένη τε καὶ ἀνιωμένη καταλύει τὴν δύναμιν καὶ καταψύχει τὰ ἄκρα τοῦ σώματος.
§25 Οἱ πικρόχολοι φύσει παρὰ τὸ ἔθος ἀνάριστοι μείναντες ἀποστρέφονται τὰ σιτία κακωθείσης αὐτοῖς τῆς γαστρός· ὅσοι δ᾿ ἂν βιασάμενοι λάβωσι, βαρύνονταί τε καὶ διὰ τοῦτο δυσκοιτοῦσιν, ὡς αὐτὸς εἶπεν, ὅπερ ταὐτὸν σημαίνει τῷ μοχθηρῶς ἔχοντας αὐτοὺς ἐν τῇ κοίτῃ διατελεῖν.
§26 Μεταξὺ δὲ πάλιν τῆς διηγήσεως τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν, ὅσοι γε τὸ ἔθος ὑπήλλαξαν ἀθρόως τὸ κεφάλαιον τοῦ λόγου παρενέθηκεν, οὗ χάριν ταῦτα πάντα διηγεῖται τὰ τοῖς ὑγιαίνουσι συμβαίνοντα. δῆλον γὰρ ὡς εἴπερ τοῖς ὑγιαίνουσιν τῆς ἡμίσεος ἡμέρας μεταβολὴ τῆς διαίτης εἰς τοσοῦτόν ἐστιν ἀνιαρὰ, πῶς οὐχ ἥδε πολλή γε τοῖς νοσοῦσιν; ἐφεξῆς δὲ πάλιν ἐπὶ τὴν διήγησιν τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν ἐπανέρχεται κατὰ τὴν ἐχομένην ῥῆσιν ἔχουσαν οὕτως·
§27 λέγει τοιοῦτόν ἐστιν. εἰ παρὰ τὸ ἔθος ἀναρίστητος μείνας, εἶτα δειπνήσας τῶν εἰθισμένων ἐλάττω τῆς νυκτὸς ἐβαρύνθη, πολὺ μειζόνως βαρυνθήσεται πλείω ὅσα εἴθιστο δειπνήσας· δ᾿ ἐπὶ πλείονα χρόνον κενεαγγήσας, εἰ ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρυνθείη. τῶν γὰρ ἀναριστήτων μενόντων παρὰ τὸ ἔθος ἔνιοι μὲν ἐπ᾿ ἐλάττονα χρόνον ἐκτείνουσι τὴν ἀσιτίαν, ἔνιοι δὲ ἐπὶ πλείονα· τούτους οὖν φησιν ἔτι μᾶλλον βαρυνθήσεσθαι.
§28 Ὥσπερ τῶν ἀριστησάντων οὐκ εἰθισμένως ἐπηνώρθου τὴν βλάβην, οὕτως καὶ τοὺς παρὰ τὸ ἔθος κακωθέντας ἐκ μονοσιτίας ἀξιοῖ πρῶτον μὲν θάλπους καὶ ψύχους καὶ ταλαιπωρίας ἀπέχεσθαι· ταῦτα γὰρ ἂν, φησὶ, πάντα βαρέως ἐνέγκοιεν· ἔτι τε ἀξιοῖ ἐπ᾿ ἔλαττον ὅσον ἦσαν εἰθισμένοι δειπνῆσαι. καίτοι τούτου ἐναντιώτατον οἱ πολλοὶ ποιοῦσι· κωλυθέντες γὰρ ὑπό τινος ἀσχολίας ἀριστῆσαι κατὰ τὸ δεῖπνον ἀξιοῦσιν ἀπολαμβάνειν καὶ τὴν παραλελειμμένην ἐπὶ τοῦ ἀρίστου τροφὴν, οὐκ εἰδότες ὅτι δεῖται μὲν ὄντως τὸ σῶμα τῆς παραλελειμμένης τροφῆς, οὐ δύναται δὲ αὐτὴν γαστὴρ κατεργάσασθαι, βεβλαμμένη διὰ τὴν μακροτέραν ἀσιτίαν. ἀλλ᾿ γε Ἱπποκράτης ὥσπερ ἐλάττονα κελεύει δοθῆναι τὴν τροφὴν, οὕτως καὶ ὑγροτέραν· αὕτη γὰρ οἰκεῖον ἴαμα τῇ τε γαστρὶ καὶ παντὶ τῷ σώματι γενήσεται κατεξηρασμένοις. ἐπιῤῥῶσαι δὲ αὐτῶν βούλεται τὴν γαστέρα καὶ τῇ τοῦ οἴνου πόσει, μήθ᾿ ὑδαρὲς μήτ᾿ ἔλαττον τῆς κατὰ τὴν τροφὴν ἀναλογίας κελεύων πιεῖν. τὸ μὲν γὰρ ὑδαρὲς ἐκλύσει τὸν τόνον τῆς γαστρός· τὸ δ᾿ ἔλαττον ἀνεπιτήδειον τῇ ἐξηρασμένῃ. καὶ κατὰ τὴν ὑστεραίαν δ᾿ ἔτι προνοήσασθαι τῆς διαίτης ἀξιοῖ τὸν οὕτω βλαβέντα, τροφῆς τῆς συνήθους ἐλάττονα προσενεγκάμενον, ὅπως ἐκ προσαγωγῆς, τουτέστι κατ᾿ ὀλίγον, εἰς τὸ παλαιὸν ἔθος ἐπανέλθοι.
§29 Εἶπον ἤδη κᾀγὼ πρὸ μικροῦ περὶ τῶν πικροχόλων ὡς δυσφορώτεροι γίγνονται τῶν φλεγματωδῶν ἐν τῷ μεταβάλλειν ἀθρόως τὴν δίαιταν ἐπὶ τὴν ἔνδειαν· ἐκχολοῦται γὰρ αὐτοῖς θᾶττον θ᾿ ὅλη τοῦ σώματος ἕξις καὶ κατὰ τὴν γαστέρα. διὰ τί δὲ οὐχ ἁπλῶς εἶπεν οἱ πικρόχολοι, ἀλλὰ προσέθηκε τὰ ἄνω; ὅτι τῆς ξανθῆς χολῆς, ἣν δὴ καὶ ὠχρὰν καὶ πικρὰν ὀνομάζουσιν, ἐπιπολαζούσης μὲν τῇ ἄνω γαστρὶ πικροχόλους εἰκότως ἐροῦμεν εἶναι τὰ ἄνω τοὺς τοιούτους, ὑπιούσης δὲ δι᾿ ἕδρας πικροχόλους τὰ κάτω. Παύλῳ μὲν γὰρ τῷ ῥήτορι φλεγματώδη τὴν ὅλην ἕξιν τοῦ σώματος ἔχοντι καθ᾿ ἑκάστην ἡμέραν ἐπεπόλαζεν ξανθὴ χολὴ καὶ πρώτην αὐτὴν ἤμει μετὰ τὸ λουτρὸν οὐκ ὀλίγην. Εὐδήμῳ δὲ τῷ φιλοσόφῳ χολώδει τὴν κρᾶσιν ὄντι διὰ τῆς ἕδρας ὑπῄει κάτω καὶ σπανίως ποθ᾿ οὗτος ἤμει χολὴν ὠχράν· ἦν δ᾿ ὥσπερ τῷ Παύλῳ τὰ διαχωρήματα χολῆς ὀλίγον ἔχοντα, οὕτω τῷ Εὐδήμῳ πάμπολυ. τοῖς οὖν ἐκλείπουσι παρὰ τὸ ἔθος τὸ ἄριστον, ἐὰν μὲν τήν τε ὅλην ἕξιν τοῦ σώματος ὦσι πικρόχολοι, τήν τε ἄνω γαστέρα συμβαίνειν ἀναγκαῖόν ἐστι πάνθ᾿ ὅσα προεῖπεν ὀλίγον ἔμπροσθεν· ὅσοις δὲ τὴν ἄνω γαστέρα μόνην ὑπάρχει πικροχόλοις εἶναι, τὰ μὲν τῆς δυσφορίας συμβήσεται ὁμοίως, τὰ δὲ ἄλλα συμπτώματα τινὰ μὲν οὐδ᾿ ὅλως ἔσται, τινὰ δὲ μετριώτερα. προειρήκει δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον παρὰ τὸ ἔθος δειλοὺς ἐς πᾶν ἔργον γίγνεσθαι καὶ καρδιαλγέας καὶ κρεμᾶσθαι δοκεῖν αὐτοῖς τὰ σπλάγχνα καὶ οὐρεῖν θερμὸν καὶ χλωρὸν καὶ τὴν ἄφοδον συγκαίεσθαι· τισὶ δ᾿ αὐτῶν καὶ τὸ στόμα πικρὸν γίγνεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους καὶ τοὺς κροτάφους πάλλεσθαι καὶ τὰ ἄκρα διαψύχεσθαι. τούτων δὲ τινα μὲν τοῖς ὅλην τὴν ἕξιν πικροχόλοις μᾶλλον συμβαίνει, τινὰ δὲ τοῖς τὴν ἄνω γαστέρα. καὶ διὰ τοῦτο καὶ πρὸς τὰς ἐνεργείας ἀτολμία καὶ τῶν ἄκρων ψύξις τό τ᾿ οὐρεῖν θερμόν τε καὶ χλωρὸν καὶ τὰ διαχωρήματα συγκαίεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους γίγνεσθαι καὶ τοὺς κροτάφους πάλλεσθαι, τοῖς τὴν ὅλην ἕξιν πικροχόλοις, ἀμφοτέροις δὲ τό τε δοκεῖν κρεμᾶσθαι τὰ σπλάγχνα καὶ τὸ στόμα πικραίνεσθαι. διὰ μὲν γὰρ τὴν παρὰ τὸ ἔθος ἔνδειαν αἴσθησιν ἴσχουσιν ἀστηρίκτων τῶν σπλάγχνων, διὰ δὲ τὴν ἐπικράτειαν τῆς χολῆς πικρὸν γίγνεσθαι τὸ στόμα τοῖς τὸ πᾶν σῶμα πικροχόλοις, οὐχ ὡς τοῦ παθήματος ἐν τῷ στόματι γιγνομένου μᾶλλον, ἀλλ᾿ ὅτι τῆς αἰσθήσεως αὐτὸ μόριον φύσις ἐποίησε χυμῶν ἰδέας διαγνωστικόν. δὲ γαστὴρ συγκαίεται μᾶλλον μὲν οἷς ἐξ ἥπατος εἰς αὐτὴν καταῤῥέουσα χολὴ τὸ ἐπιπολάζον ἔσχηκεν, ἧττον δὲ οἷς ὑπέρχεται κάτω· τούτοις μὲν γὰρ ἐρεθίζει τὸ ἔντερον εἰς ἀπόκρισιν, ἐκείνοις δὲ τὸν στόμαχον ἀδικεῖ· διὸ καὶ Εὔδημος ἑκάστης ἡμέρας διεχώρει δὶς, ἔστι δ᾿ ὅτε καὶ τρὶς, δὲ Παῦλος ἐνίοτε οὐδ᾿ ὅλως ἐξέκρινεν. εἰ μὴ γὰρ ἐρεθίζοιτο πρός τινος δάκνοντος τῷ πλήθει τῆς κόπρου βαρύνοιτο τὰ ἔντερα, προθυμίαν ἐκκρίσεως οὐ λαμβάνει. τούτων δ᾿ οὐδέτερον τοῖς παραλείπουσι τὸ ἄριστον· οὔτε γὰρ δάκνονται τὰ ἔντερα, τῆς χολῆς ἐπὶ τὸ στόμα ἐνηνεγμένης, οὐκ ἐκεῖνα δακνούσης καὶ ἀνιώσης· οὔτε βάρος ἐγγίνεται τοῖς μηδὲ ὅλως ἐδηδοκόσι.
§30 Ἔμπροσθεν μὲν εἰρήκει τοὺς πικροχόλους τὰ ἄνω δυσφορώτερον φέρειν τὴν μονοσιτίην, νυνὶ δὲ πρὸς τοὺς φλεγματώδεις μεταβὰς ἀντὶ τῆς μονοσιτίας πρότερον ἐμνημόνευσε τῆς ἀσιτίας, ἐκ τοῦ σαφεστέραν ἔχοντος τὴν βλάβην τὴν μετάβασιν ἐπὶ τὸ βλάπτον ἧττον ποιησάμενος ἐξ ἀναλογίας. εἰ γὰρ δὴ μᾶλλον μὲν εἰκὸς βλάπτεσθαι τοὺς ὅλην τὴν ἡμέραν ἀσιτήσαντας παρὰ τὸ ἔθος, ἧττον δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον, εὐφορώτερον δὲ τῶν πικροχόλων οἱ φλεγματώδεις φέρουσι τὴν μονοσιτίαν, εὔδηλον ὡς καὶ τὴν ἀσιτίαν εὐφορώτερον οἴσουσιν. δὲ αἰτία τοῦ ῥᾷον φέρειν τὴν μονοσιτίαν τοὺς φλεγματώδεις ἐκ τῶν προειρημένων ἐπὶ τοῖς χολώδεσι πρόδηλος. μὲν γὰρ τῆς χολῆς χυμὸς ἐν ταῖς ἀσιτίαις ἑαυτοῦ γίνεται πικρότερος, δὲ τοῦ φλέγματος ἐν τῷ χρόνῳ πεπτόμενος γίνεται αἷμα, τῶν χολῶν οὐδετέρας ἐπανελθεῖν εἰς αἵματος. οὐσίαν δυναμένης, ἐπειδὴ τοῦ μὲν αἵματος ἐν αὐτῷ θερμανθέντος ἐπὶ πλέον ξανθὴ γεννᾶται χολὴ, τούτου δ᾿ αὐτοῦ κατοπτηθέντος καὶ τοῦ παχέος αἵματος μέλαινα· τοῦ δὲ φλέγματος γένεσις ἐν τοῖς φλεγματώδεσιν ἐδέσμασιν ἀεὶ προηγεῖται τοῦ αἵματος καὶ διὰ μέσης τῆς τούτου γενέσεως εἰς αἷμα μεταβολὴ γίνεται τοῖς σιτίοις. καὶ τοῦτο συμβέβηκεν οὐ μόνον τοῖς μοχθηροτέροις ἐδέσμασιν, ἀλλὰ καὶ τῶν πάνυ δοκούντων ἐνίοις ὑγιεινῶν εἶναι, καθάπερ ἄρτῳ τε καὶ χόνδρῳ καὶ σεμιδάλει. ἐγὼ μὲν οὖν ἐξήγημαι τὴν ἀρίστην εἶναί μοι δοκοῦσαν γραφήν· αὐτό τε γὰρ καθ᾿ αὑτὸ τὸ ἐν αὐτῇ διδασκόμενον ἀληθές ἐστι καὶ τοῖς προηγουμένοις ἀκόλουθον, οἵπερ εἰσὶ σκοποὶ τῆς ἀρίστης ἐξηγήσεως· οὐ μὴν ἐν ἅπασί γε τοῖς ἀντιγράφοις εὑρήσεις τὴν τοιαύτην γραφὴν, ἀλλ᾿ ἐναντίως μὲν καὶ ἀλλήλοις, ἑτέρως δὲ ἐν ἅπασι σχεδόν τι τοῖς βιβλίοις ἐστὶν εὑρεῖν ἐγγεγραμμένην τὴν ῥῆσιν ταύτην καὶ ψευδοῦς γιγνομένου τοῦ λόγου καὶ τοῖς προειρημένοις οὐδεμίαν ἀκολουθίαν σώζοντος.
§31 Πολλὰ μὲν οὖν σημαίνει παρ᾿ αὐτῷ τὸ τῆς φύσεως ὄνομα, νῦν μέντοι τὴν κρᾶσιν ἄν τις ὑπολάβοι δηλοῦσθαι, καθάπερ γὲ καὶ τὴν αὐτῶν τῶν μορίων κατασκευὴν ἕξιν ὠνομάσθαι νῦν, ἐν κατασκευῇ καὶ τὸ ἐπιπολάζειν ἄνω τὴν χολήν ἐστι καὶ ὑποχωρεῖν κάτω καὶ τὸ κρεμάμενα μᾶλλον ἔχειν ἐστηριγμένα τὰ σπλάγχνα. μεγάλη μὲν γὰρ οὖσα φύσει γαστὴρ στηρίζει τὰ σπλάγχνα, κᾂν κενὴ γαστὴρ σιτίων · σμικρὰ δ᾿ ὑπάρχουσα σιτίων μὲν πληρωθεῖσα στηρίζει, κενωθεῖσα δὲ καταλείπει συνιζάνουσα, κᾀντεῦθεν αἴσθησις αὐτοῖς γίγνεται τοῦ κρεμᾶσθαι τὰ σπλάγχνα. περὶ δὲ τοῦ τὴν ξανθὴν χολὴν ἐπιπολάζειν τισὶν ἄνωθεν πρόσθεν εἴρηται, τοῦ καταφέροντος αὐτὴν εἰς τὴν τῆς γαστρὸς ἔκφυσιν ἐξ ἥπατος πόρου διαφέρουσαν ἴσχοντος τὴν κατασκευήν. ἔσθ᾿ ὅτε γάρ τισιν ἀπ᾿ αὐτοῦ εἰς τὴν γαστέρα παραγίνεται μόριον· τούτοις μὲν οὖν ἐπιπολάζει τὸ χολῶδες περίττωμα, τοῖς δ᾿ ἄλλοις ὑπέρχεται κάτω πᾶν.
§32 Ἀτάκτως ῥῆσις αὕτη γέγραπται, συνῆφθαι γὰρ αὐτὴν ἐχρῆν τῇ πρὸ αὐτῆς γεγραμμένῃ, ἵνα σύμπας λόγος γένηται τοιοῦτος· αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε ἀσιτίαν τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τήν γε παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι ἐνέγκαιεν· οὐδὲ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν, οὔτ᾿ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν. συμπληρώσας γὰρ τὸν λόγον ἐν τὰς μεγάλας μεταβολὰς τῆς διαίτης ἐδείκνυε καὶ αὐτοὺς τοὺς ὑγιαίνοντας βλαπτούσας, οὐχ ὅπως τοὺς νοσοῦντας εἰκότως ἐπήνεγκεν, οὗ χάριν ἐμνημόνευσεν ἁπάντων τούτων εἰπών· οὐδ᾿ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν. ἀποδεδειγμένου δ᾿ ἱκανῶς αὐτῷ τοῦ προκειμένου καὶ διὰ τῶν εἰρημένων, ὅμως φαίνεται μεταβαίνων καὶ ἐφ᾿ ἕτερον λόγον ἀποδεικνύντα ταῦτα, ἐκ περιουσίας χρώμενος ταῖς πίστεσιν. ἀρχὴ τοίνυν ἐστὶν εἰκότως τοῦ δευτέρου λόγου τούτου ῥῆσις ἥδε· ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημεῖόν ἐστιν, ὅτε αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων νοσοποιέουσιν· λόγῳ συνεχὴς ἂν εἴη καὶ ἀκόλουθος οὗτος· πολλὰ δ᾿ ἄν τίς ἠδελφισμένα τούτοισι τῶν εἰς τὴν κοιλίην καὶ ἄλλα εἴποι. ταύτην μὲν οὖν τὴν ῥῆσιν ἐξηγήσομαι, νυνὶ δὲ ἐπὶ τὴν προκειμένην ἐπανήξω, τήνδε τὴν διάνοιαν ἔχουσαν· οὐχ οἷόν τέ ἐστι παρὰ καιρὸν οὔτε σφόδρα λιμαγχονεῖν οὔτ᾿ ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων μεταβάλλειν τὴν δίαιταν ἐξ ἐνδείας ἐπὶ προσφορὰν, ὥσπερ οὐδ᾿ ἐπὶ τοὐναντίον ἀθρόως· οἷς ἕπεται δηλονότι τὸ τοιαύτην ποιεῖσθαι τὴν δίαιταν οἵαν οὗτος ἐκέλευσε· κεφάλαιον δὲ αὐτῆς ἐστι πεφυλάχθαι τὰς ἀθρόας μεταβολὰς ἐπὶ τἀναντία.
§33 Τὰ ὁμοιούμενα καὶ ὡς ἂν εἴποι τις ἱκανῶς συγγενῆ καλεῖν ἠδελφισμένα σύνηθες αὐτῷ, διότι τῶν συγγενῶν οἰκειότατοί τέ εἰσι καὶ συγγενέστατοι πάντων οἱ ἀδελφοί· καὶ γὰρ αἱ ἄλλαι συγγένειαι τούτων εἰσὶν ὕστεραι, θεῖοί τε καὶ θεῖαι καὶ ἀνεψιοὶ καὶ ἀνεψιαὶ καὶ ἄλλα ὅσα τοιαῦτα. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα, δεικνύντος αὐτοῦ τὸν αὐτὸν λόγον, ὃν ἀπ᾿ ἀρχῆς ἐδείκνυε, κεφάλαιον ἔχοντα, μέγιστα μέντοι δύνασθαι τὰ ἔθη, τὴν δ᾿ ἀθρόαν μεταβολὴν οὐ σμικρὰ βλάπτειν τὰ σώματα.
§34 Τὴν ὅλου τοῦ λόγου τοῦδε διάνοιαν εἰπὼν πρότερον, οὕτως ἐπὶ τὰς κατὰ μέρος ἐν αὐτῇ λέξεις ἀφίξομαι. διάνοια μὲν οὖν ὅλου τοῦ λόγου τοιαύτη τίς ἐστι. τὴν μὲν οὖν εἰς τὰ μεγάλην ἔχοντα δύναμιν ἐδέσματά τε καὶ πόματα, μεταβολὴν τῆς διαίτης οὐκ ἄν τις θαυμάσειε βλάπτουσαν ὁρῶν τὰ σώματα· περὶ δὲ τῆς εἰς τὰ μικρὰ μεταβολῆς οὐδ᾿ αὐτῆς ἀβλαβοῦς γινομένης, εἰκότως ἄν τις θαυμάσειε. τοιαύτη μὲν τοῦ παντὸς λόγου διάνοια· κατὰ μέρος δὲ τῆς ὅλης ῥήσεως ἀρχὴ τῶν ἰσχυρὰν δύναμιν ἐχόντων σιτίων ὀνομαστὶ μέμνηται, κρεηφαγίης τε καὶ σκορόδων καὶ σιλφίου καὶ ὀποῦ καὶ καυλοῦ, δηλονότι τοῦ σιλφίου· καὶ γὰρ ὅλον τὸ σίλφιον ἰσχυρὰν ἔχει δύναμιν καὶ κατὰ μέρος ὀπὸς αὐτοῦ καὶ καυλός. ἀλλὰ ταῦτα μὲν ἁπλῶς εἶπεν· ἐπὶ δὲ τῆς κρεηφαγίας προσέθηκε καὶ τὸ πολλή· μεγάλην γὰρ οὕτως ἕξει δύναμιν, οὐκ ἔχουσα μεγάλην, εἰ σύμμετρος . δ᾿ ἐφεξῆς τῆσδε λέξις ἐπὶ τὰ σμικρὰν ἔχοντα δύναμιν ἐδέσματα μεταβαίνει, μᾶζαν καὶ ἄρτον θερμὸν ψυχρὸν καθαρὸν συγκομιστόν. ὅτι δὲ τὸν μὴ καθαρὸν ὀνομάζει συγκομιστὸν, εὔδηλόν ἐστι κᾀκ τῆς πρὸς τὸν καθαρὸν ἀντιθέσεως· οἵ γε μὴν νῦν ἄνθρωποι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον ὀνομάζουσιν, οὐ διακρινομένου τοῦ πιτυρώδους ἀλεύρου κατ᾿ αὐτὸν, συναναφυρομένου δὲ τῷ καθαρῷ. τούτοις ἐφεξῆς καὶ τῆς ἐν τοῖς ἀλφίτοις διαφορᾶς ἐμνημόνευσε, τὰ δὲ πρόσφατα ποταίνια κέκληκε τῇ τῶν Ἰώνων φωνῇ καὶ τῇ τῶν παλαιοτέρων· οἰνοποσίας τε καὶ ὑδροποσίας παρὰ τὸ ἔθος ὑπαλλαττομένων, ἀκρατεστέρου καὶ ὑδαρεστέρου πόματος. ἐφ᾿ ὧν καὶ προσέθηκεν ὡς μὲν ὑδαρὴς οἶνος πλάδον ἐν τῇ ἄνω κοιλίᾳ, τουτέστιν ὑγρότητα, καὶ ἀτονίαν ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, δ᾿ ἄκρατος παλμὸν κροτάφων καὶ καρηβαρίαν καὶ δίψος· οὗτος μὲν τῇ θερμότητι ταῦτα ἐργαζόμενος, δ᾿ ὑδαρὴς τῇ θ᾿ ὑγρότητι καὶ τῇ ψύξει τἀναντία. καὶ τῶν οἴνων δ᾿ αὐτῶν ἐμνημόνευσε τῆς διαφορᾶς, ἐξ ἁπάντων τούτων ἀθροίζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ καθόλου, πᾶσαν ἐξάλλαξιν ἔθους ἀθρόως γινομένην οὐ μικρὰν βλάβην κατὰ τὸ σῶμα ἐργάζεσθαι.
§35–44
§35 Τὸ μὲν τιμωρητέον δηλωτικόν ἐστι τοῦ βοηθητέον· βοήθεια δ᾿ οὐκ ἂν ἄλλη τις εἴη τῷ λόγῳ παρὰ τὴν συνηγορίαν ὡς ἀληθεύει. δυοῖν γὰρ τοῖν λόγοιν τοῦ μὲν ἀρέσκοντος αὐτῷ, τοῦ δὲ ἐναντιουμένου τούτῳ, συνηγόρησε μὲν ἄχρι τοῦδε τῷ ἀρέσκοντι, νυνὶ δὲ καὶ πρὸς τὴν θατέρου συνηγορίαν ἐτράπετο, καθ᾿ ὃν εἰκὸς εἶναι φήσειεν ἄν τις ὠφελεῖσθαι τοὺς νοσοῦντας ὑπὸ τῆς ἐν τῇ διαίτῃ μεταβολῆς μεγάλως, ἐπειδὴ καὶ τοῦ σώματος ὑπήλλακται διάθεσις εἰς τοὐναντίον, οἷς γε πρόσθεν μὲν ὑγίαινε, νυνὶ δὲ νοσεῖ. ἀλλά γε πρὸς τοῦτον τὸν λόγον καὶ ἔμπροσθεν μὲν εἶπεν ἐν τῷ καθόλου· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς μέντοι γε μεταβιβαστέη καὶ μεταβολή. καὶ τί ποτ᾿ ἐστὶ τὸ ὀρθῶς ἐδήλωσε διὰ πλειόνων, συγκεφαλαιούμενος εἶπεν· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὐδὲ σφοδρὰς τὰς κενεαγγείας ποιεῖν, οὔτ᾿ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν τῇ φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτ᾿ ἐξαπίνης οἷόν τε ὅλῳ τῷ σώματι μεταβάλλειν, οὔτ᾿ ἐπὶ τὰ οὔτ᾿ ἐπὶ τά. ὥστ᾿ ἤδη φθάνει λελυκέναι ἀμφιβολίαν, ἣν εἶπεν ἄρτι συναγορεύων τῷ λόγῳ, προσθήσει δ᾿ αὐτῇ τι καὶ νῦν λέγων· προστεκμαρτέα δὴ καὶ ἰσχὺς καὶ τρόπος τοῦ νοσήματος ἑκάστου καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, κατὰ τὴν ἐφεξῆς ῥῆσιν διηγήσομαι.
§36 Εἰς τὸ προσηκόντως ἐπὶ τῶν ὀξέως νοσούντων καταστήσασθαι τὴν δίαιταν, ὡς ἐδίδαξε, προστιθέναι κελεύει τήν τε τῆς ἰσχύος ἐπίσκεψιν καὶ τοῦ νοσήματος τὸν τρόπον, ἔτι δὲ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ τὸ ἔθος αὐτοῦ. τὸ μὲν γὰρ κεφάλαιόν ἐστιν, κατασκευάζει μὴ μεταβάλλειν τὸ τῆς διαίτης εἶδος, πρὸ τοῦ γενέσθαι σαφῆ τὰ τῆς πέψεως σημεῖα· τοῦτο δὲ ἔσται προγνόντος σου πόσαις ἡμέραις τὸ νόσημα πρὸς τὴν ἀκμὴν ἀφίξεται. δυναμένης δὲ τῆς διαίτης, ἣν ἐξελέγξω, κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἐξαλλάττεσθαι, διὰ τὸ καὶ τοὺς κάμνοντας ἀλλήλων διαφέρειν κατά τε ῥώμην καὶ ἀῤῥωστίαν τῆς δυνάμεως καὶ τὴν φυσικὴν κρᾶσιν καὶ τὸν τρόπον τοῦ νοσήματος καὶ τὸ προγεγονὸς ἔθος, εἰς ταῦτα ἀποβλέποντά σε τεχνικῶς ὑπάρξει στοχάζεσθαι τοῦ τε μᾶλλον καὶ ἧττον τοῦ τῆς διαίτης εἴδους, εἰ ἐπ᾿ ὀξυμέλιτος μελικράτου τὸν κάμνοντα χρὴ διαιτᾷν ὕδατος μόνου διδόναι πιεῖν ἄχρι τῶν τῆς πέψεως γνωρισμάτων, πτισάνην δοτέον μόνον τὸν χυλὸν αὐτῆς, εἴτ᾿ οὖν δὶς εἴτε καὶ ἅπαξ τῆς ἡμέρας. τὸ δὲ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ διαίτῃ προστεκμαίρεσθαι χρὴ δι᾿ ὧν εἶπε νῦν. οὐ δήπου γὰρ ἐὰν εὕρῃς τὸν κάμνοντα χυλοῦ δεόμενον, ἤδη γινώσκεις ὁπόσον τούτου δοτέον ἐστί· ὡσαύτως δὲ καὶ ἐπ᾿ ὀξυμέλιτός τε καὶ μελικράτου καὶ ὕδατος· ἀλλ᾿ ὥσπερ εἰς τὴν εὕρεσιν τοῦ τῆς διαίτης εἴδους ἐδεήθης διαγνῶναι, πότερον ἄῤῥωστος εὔρωστός ἐστιν δύναμις τοῦ κάμνοντος, ἐν πόσαις τε τῶν ἡμερῶν πέψις ἔσται τοῦ νοσήματος, οὕτω καὶ νῦν προσεπισκεπτέον μέχρι πόσου τὰ τῆς ἰσχύος τὰ τῆς ἀσθενείας αὐτῇ συμβέβηκε· παμπόλλη γὰρ διαφορὰ καὶ κατ᾿ αὐτὴν τὴν ἰσχὺν τῆς δυνάμεως, ἐπεὶ καὶ κατὰ τὴν ἀσθένειαν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτως δὲ καὶ τοῦ νοσήματος διαφορὰ προστεκμαρτέα· χρὴ γὰρ οὐ μόνον ὅτι πλευρῖτις περιπνευμονία γινώσκειν, ἀλλὰ καὶ ποία τίς ἐστιν αὕτη, κατά τε τὰς ὀδύνας καὶ τοὺς πυρετοὺς καὶ τὰ πτυόμενα. καὶ γὰρ τῶν ὀδυνηρῶν πλευριτίδων αἱ μὲν μᾶλλον, αἱ δὲ ἧττόν εἰσι τοιαῦται, καὶ τὸν σφοδρὸν πυρετὸν ἧττόν τε καὶ μᾶλλον ἔχουσι τοιοῦτον αἱ κατὰ μέρος πλευρίτιδες. ἐν δὲ τοῖς πτυομένοις οὐ σμικρὰ διαφορὰ, καθότι κᾀν τῷ προγνωστικῷ λέλεκται. ποικιλλομένων οὖν τῶν κατὰ μέρος ἀῤῥώστων ἐν ταῖς εἰρημέναις διαφοραῖς οὐχ οἷόν τε κατὰ τὰς τῶν ἐμπειρικῶν ὀνομαζομένας συνδρομὰς ποιήσασθαι τὴν διδασκαλίαν· οὐδὲ γὰρ οὐδὲ γράψαι δυνατόν ἐστι τὰς διαφορὰς τῶν κατὰ δύναμιν ὑπεροχῶν, τὰς τῶν σφοδροτήτων τοῦ πυρετοῦ καὶ τὸ ποσὸν ἐν τοῖς πτύσμασι καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς κατὰ μέρος χρώμασιν ἀνομοιοτρόποις ἀναγωγαῖς, ἀλλ᾿ ἑκάστου πράγματος ἀκηκοότα τὴν δύναμιν, ἰδίᾳ καὶ κατὰ μέρος αὐτὸν χρὴ παραβάλλειν γε πάσας ἀλλήλαις, ἀθροίζειν δέ τι κεφάλαιον ἓν ἐξ αὐτῶν. ἐν τούτῳ γάρ ἐστι καὶ τὸ βελτίονας καὶ χείρονας γίγνεσθαι τοὺς ἰατροὺς, εἰ καὶ τὰ αὐτὰ μεμαθηκότες εἶεν· οἱ γὰρ ὀξύτεροι τὸν λογισμὸν τῶν ἀμβλυτέρων, οἵ τε φιλοπονώτεροι τῶν ῥαθυμωτέρων, οἵ τε τριβακώτεροι τῶν ἀπειροτέρων, οἵ τε μνημονικώτεροι τῶν ἀμνημονεστέρων. ἄμεινον οὖν ἐκ τῆς τῶν κατὰ μέρος πάντων δυνάμεως ἀθροίζειν εἰς ἓν κεφάλαιον ὅλον τὸ σχῆμα καὶ τὸ καθ᾿ ἑκάστην τροφὴν ποσόν. μὲν γὰρ ἀσθένεια πλεονάκις μὲν, ἀλλὰ κατ᾿ ὀλίγον διδόναι τὴν τροφὴν ἐνδείκνυται· συνεπιμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ δὶς ἐσθίειν εἰθίσθαι τὸν κάμνοντα. τοὐναντίον δὲ πάλιν ῥώμη τῆς δυνάμεως ἐὰν ἐπ᾿ ἀνθρώπου μονοσιτεῖν εἰθισμένου φαίνηται, θρεπτέον ἅπαξ τοῦτον· ἐνδείκνυται δὲ ἄμφω τὰ τεκμήρια. οὕτω δὲ καὶ τὸ μὲν εὐδιαφόρητον σῶμα πρὸς τὸ διδόναι τροφὴν παρορμᾷ, τὸ δὲ δυσδιαφόρητον ἐπὶ τἀναντία ἄγει· καὶ τὸ μὲν λεπτοὺς ἔχον τοὺς χυμοὺς ἐπὶ τὸ διδόναι τροφὴν, τὸ δὲ μὴ τοιοῦτον ἐπὶ τἀναντία· καθ᾿ ἕκαστόν τε τῶν εἰρημένων τὸ μᾶλλόν τε καὶ ἧττον ἀνάλογον ἑαυτῷ καὶ τὴν τοῦ βοηθήματος χρῆσιν αὐξάνει τε καὶ ἀνίησι. λέλεκται δὲ περὶ τῶν τοιούτων ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ πάνθ᾿ ἑξῆς κατὰ τάξιν, ὡς μαθεῖν τε δύνασθαι τάχιστα καὶ μνημονεῦσαι ῥᾷστα· δι᾿ ἑνὸς γὰρ βιβλίου τοῦ νῦν ἡμῖν προκειμένου πάντα καλῶς εἰπεῖν τὸν Ἱπποκράτην καὶ κατὰ τάξιν διδάξαι τῶν ἀδυνάτων ἦν καὶ μάλιστα αὐτοῦ πρώτου τὴν εὕρεσιν αὐτῶν ποιουμένου· τῷ δὲ παρ᾿ αὐτοῦ μὲν αὐτὰ μαθόντι διεστραμμένως τε καὶ ἀτάκτως, ὅλον τε τὸν ἑαυτοῦ βίον ἀναθέντι πρὸς τὴν ἐξ ἔργων ἄσκησιν διδαχθεῖσαν οὐκ ἀδύνατον καὶ σαφήνειαν καὶ τάξιν τῇ διδασκαλίᾳ προσθεῖναι· ἐὰν δὲ καὶ διὰ πλειόνων βιβλίων ὑπάρξῃ τοῦτο πρᾶξαι, δῆλόν ἐστι πόση γίγνεται τῆς σαφηνείας τῶν διδασκομένων ὑπερβολή. μὴ τοίνυν ἀθυμείτω τις ἐὰν ἐντεῦθεν συγχεῖται περικλυζόμενος ἀθρόως τῷ πλήθει τῶν σκοπῶν· ἀλλ᾿ ἐννοήσας ὅτι κατὰ μέρος ἕκαστον τούτων δέδεικται πρὸς ἡμῶν ἐν τῇ θεραπευτικῇ πραγματείᾳ, μεταβὰς ἐπ᾿ ἐκείνην ἐκμαθέτω φιλοπόνως ἕκαστον, αὐτά τε τὰ νῦν ἀτάκτως λεγόμενα σαφῶς εἴσεται καὶ τὴν θεωρίαν ἐν τοῖς τῆς τέχνης ἔργοις ἀσκῶν, ἐπαινέσει τὴν ἀλήθειαν αὐτῆς.
§37 Ἐπεὶ τοῦ καθ᾿ ἑκάστην δίαιταν εἴδους ἐξ ὧν εἶπεν ἔμπροσθεν εὑρισκομένου προστεκμαίρεσθαι χρὴ τὰ κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρημένα, χάριν τοῦ τὸ ποσὸν εὑρίσκειν ἐν ἑκάστῃ διαίτῃ, διὰ τῆς νῦν προκειμένης λέξεως (πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει) γιγνώσκων ὅτι τὸ ποσὸν ἑκάστου βοηθήματος στοχασμοῦ δεῖται τεχνικοῦ, στοχάζεσθαι δὲ τεχνικῶς ἀνδρός ἐστιν ἐκμεμαθηκότος τάς τε δυνάμεις ἁπάντων τῶν κατὰ τὴν τέχνην καὶ μεμνημένου καὶ φιλοπόνως ἐπὶ τῶν ἔργων τετριμμένου τοιοῦτοι δὲ ὀλίγοι παντάπασίν εἰσιν εἰκότως προσέγραψε ταυτὶ τὰ νῦν εἰρημένα κατὰ τὴν ἐνεστῶσαν λέξιν, τό τ᾿ ἐπὶ τὸ ἔλαττον ἐπὶ τῇ ποσότητι μᾶλλον, ὅταν τις ἁμαρτάνῃ τοῦ προσήκοντος μέτρου, παραγίγνεσθαι παραινῶν ἤπερ ἐπὶ τὸ πλέον. τὸ μὲν γὰρ πλέον ἀνεπανορθώτους ἐνίοτε τὰς βλάβας ἐργάζεται, τὸ δ᾿ ἔλαττον εὐεπανόρθωτόν ἐστι, δυναμένων ἡμῶν, ἐὰν δύναμις ὀκλάζειν φαίνηται, τροφῆς ὀλίγου ἐπιδιδόναι· τῆς δὲ φθασάσης εἰς τὴν γαστέρα καταπεπόσθαι τὸ περιττὸν ἀφελεῖν, οὔτ᾿ ἄλλως ῥᾴδιον καὶ πολὺ μᾶλλον ἐν τοῖς ὀξέσι νοσήμασιν. ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκεῖν μέλλει κάμνων, μέχρις ἂν τῆς νόσου ἀκμὴ πεπανθῇ. τῆς προγεγραμμένης ῥήσεως τοῦτο τὸ μέρος αὖθις ἀνέλαβεν, ἀναμνῆσαι βουλόμενος τοῦ συνήθους αὐτοῦ σκοποῦ κᾀνταῦθα καὶ κατὰ τοὺς ἀφορισμούς· ἐὰν γὰρ φαίνηται δυνάμενος κάμνων ἄνευ τροφῆς ἐξαρκέσαι τῇ τοῦ νοσήματος ἀκμῇ, διὰ παντελοῦς ἀσιτίας αὐτὸν ἐπὶ τὸν ποτὸν μόνον διαιτήσεις ὅπου περ ἂν εἶναί σοι δόξει χρεία.
§38 Δῆλός ἐστι προῃρημένος μετὰ τὸ διδάξαι τὴν καθόλου δίαιταν ἐν τῷδε τῷ βιβλίῳ, μεταβῆναι πρὸς τὰ ἄλλα σύμπαντα τὰ ὀξέα· οὐ μὴν εὑρίσκεταί γε τοιοῦτον τοῦτο σύγγραμμα. τὰ δὲ προκείμενα ἐν τούτῳ τῷ βιβλίῳ μετὰ τὸ λουτρὸν, εἰ μὲν ὡς ἐν τύπῳ τις ὑπ᾿ αὐτοῦ γεγραμμένα, ταῦτα παρασκευάσαντος εἰς ἀνάμνησιν ἑαυτῷ, εὑρὼν ἐπὶ τῆς οἰκίας ἐξέδωκε μετὰ θάνατον τοῦ ἀνδρὸς, ἴσως ἄν τινα λόγον ἔχοι· ὡς σύγγραμμα δ᾿ οὐκ ἔστιν ἄξιον τῆς Ἱπποκράτους δυνάμεως· ὥσπερ οὐδὲ τὰ περὶ νόσων τε καὶ περὶ παθῶν ἐπιγραφόμενα, καίτοι πολλὰ καλῶς ἐν αὐτοῖς εἴρηται· διοριούμεθα δὲ τὸ αὐτὸ καὶ διακρινοῦμεν ἐν ταῖς εἰς αὐτὰ γεγραμμέναις ἐξηγήσεσι.
§39 Πάλιν ἐπὶ τὸν αὐτὸν λόγον ἐπανῆλθεν, ὃν διὰ πολλῶν παραδειγμάτων ἐπιστώσατο, δεικνὺς τὴν τοῦ ἔθους μεταβολὴν βλάπτειν τοὺς νοσοῦντας· ἀλλ᾿ ἐπειδήπερ ἀπὸ τῶν ὑγιαινόντων μετέβαινεν ἐπ᾿ αὐτοὺς, διὰ τοῦτ᾿ εἶπεν ἠδελφισμένα τὰ ὅμοια καλῶν. δὲ ἐφεξῆς ἐρεῖν μέλλει, μαρτύριόν ἐστι τοῦ λόγου τούτου· καίτοι οὐκ ἔστι παραπλήσιον, οὐδ᾿ ὅμοιον οὐδ᾿ ὡς αὐτὸς ὀνομάσειεν ἂν, ἠδελφισμένον, ἀλλὰ τὸ ζητούμενον αὐτό. σαφὴς δ᾿ γνώμη τοῦ ἀνδρὸς ἔσται σοι κατὰ τὴν ἐξήγησιν τῆς ἐχομένης ῥήσεως.
§40 Ἔμπροσθεν μὲν ἀπὸ τῶν τοῖς ὑγιαίνουσι συμβαινόντων ἐν τῇ μεταβολῇ τῶν ἐθῶν ἐπὶ τοὺς νοσοῦντας μετῄει καθ᾿ ὁμοιότητα· μεταβήσεσθαι δὲ μέλλει καὶ νῦν καὶ αὐτὸ δείξειν ἄντικρυς οὕτως ἔχειν τὸ προκείμενον. τί δ᾿ ἦν τοῦτο; τὸ μὴ ἐξ ἀρχῆς, μηδ᾿ ἐν ταῖς πρώταις ἡμέραις προταριχεύσαντα τοὺς νοσοῦντας, ὅταν ἤδη πλησίον ἥκωσι τῆς ἀκμῆς ἐμπιπλάναι. δι᾿ ὧν οὖν εἶπε καθ᾿ ὅλην τὴν ῥῆσιν, ἐπιδεῖξαι βούλεται μείζονα γιγνομένην βλάβην τοῖς νοσοῦσιν ἐπὶ τοῖς αὐτοῖς ἁμαρτήμασιν, ὅταν ἐγγὺς ἤδη τῆς ἀκμῆς ἁμαρτηθῇ ἐν ταῖς ἀρχαῖς τῶν νοσημάτων. φησὶ γάρ· πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ τὰ ἁμαρτηθέντα εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο καὶ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε διαιτηθείη καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν πέπειρον γενέσθαι τὴν νόσον. εὔδηλον δ᾿ ὅτι πέπειρον ὀνομάζει τὴν πεπεμμένην. εὐήθεις δὲ νόσους εἴρηκεν οὐ τὰς κακοήθεις, ἀλλὰ τὰς εὐτρέπτους· ἴσμεν γὰρ ὅτι οὕτως κέχρηνται τῇ λέξει πολλοὶ τῶν παλαιῶν, καὶ οὕτως Ἱπποκράτης πολλάκις, ὡς ἐν ἑτέροις δέδεικται.
§41 Κᾀνταῦθα τὸν αὐτὸν λόγον πάλιν εἶπεν, ὃν πολλάκις ἔμπροσθεν ἀπεφήνατο, τρέφειν ἐξ ἀρχῆς κελεύων τοὺς μὴ δυναμένους ῥοφήμασιν ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς ἄνευ τοῦ λαβεῖν τῆς πτισάνης· ξυμβήσεται γὰρ ἡμῖν ἀναγκασθῆναι τρέφειν αὐτοὺς ἐγγὺς τῆς ἀκμῆς, ὁπότε ἐχρῆν, εἰ καὶ ἔμπροσθεν ἁδρότερον διῃτῶντο, μεταβαίνειν πρὸς τὸ λεπτότερον εἶδος τῆς διαίτης.
§42 Πυθμενόθεν μὲν ἤτοι τὸ παντελῶς, τὸ ἐξ ἀρχῆς αὐτῷ δηλοῖ· φησὶ γὰρ ἀγνοεῖν τοὺς ἰατροὺς ὁπότε χρὴ πρῶτον ἤτοι πτισάνην χυλὸν διδόναι τοῖς κάμνουσιν, ἐπίστασθαί γε μὴν αὐτοὺς πρὸ τοῦ πεφθῆναι τὸ νόσημα εἰ κριθώδη πτισάνην δώσουσι βλαβήσεσθαι τὸν κάμνοντα. τὴν δὲ ἐχομένην τῆσδε τῆς ῥήσεως ὑπὲρ τῶν αὐτῶν ἀποφαινομένην τὰ αὐτὰ τοῖς πολλάκις εἰρημένοις ἑκὼν ὑπερβήσομαι διὰ σαφήνειαν.
§43 Τὸ ἀπάρτι καὶ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ἐπὶ τοῦ ἀπηρτισμένως εἴρηται καὶ παρ᾿ αὐτῷ τῷ Ἱπποκράτει. καὶ νῦν οὖν αὐτῷ κέχρηται βουλόμενος δηλοῦν ἐν ἐκείνῳ μάλιστα τῷ καιρῷ τοὺς ἰατροὺς μεταβάλλειν τὴν δίαιταν ἐκ τῆς ἀσιτίας εἰς τὰ ῥοφήματα, ἐν συμφέρει πλησιάζειν τῇ ἀσιτίᾳ· σαφέστατα κᾀνταῦθα δηλῶν, ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.
§44 Ταῦτα πάντα συμβαίνειν φησὶ τοῖς κακῶς διαιτηθεῖσίν ὑπὸ τῶν ἰατρῶν, ὅσοι προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς κάμνοντας ἤτοι κατὰ τὴν γ΄ δ΄ ε΄ τὴν στ΄, ἐπὶ σιτία μετέβησαν ἀθρόως, οὐδέπω τῆς ἀκμῆς τοῦ νοσήματος γεγονυίας, ὡς εἰ γέγονε, προσηκόντως αὐτοὺς ὑπηλλαχέναι φησὶ τὴν δίαιταν. ὅπερ οὖν ἔλεγεν ὅτι μεταβάλλειν μὲν δεῖ τὴν δίαιταν τῶν ὑγιαινόντων ἐν ταῖς νούσοις, οὐ μὴν ὡς ἔτυχέ γε τοῦτο ποιητέον, ἤδη νομίζω γέγονε σαφὲς ἐκ τῶν προειρημένων. οὔσης γὰρ καταστάσεως τοῦ σώματος μιᾶς μὲν τῆς ὑγιεινῆς, ἑτέρας δὲ τῆς ἐν ἀρχῇ τοῦ νοσήματος ἄχρι τῆς ἀκμῆς, εἶτ᾿ ἄλλης ἄχρι τῆς παντελοῦς λύσεως καὶ μετ᾿ αὐνὴν τῆς ἀναλήψεως ἄχρι τῆς καθ᾿ ἕξιν ὑγείας, ἐν ἑκάστῃ τῶν τεττάρων καταστάσεων οὐ χρὴ ποιεῖσθαι ·μεγάλας μεταβολὰς τῆς διαίτης, πρὶν εἰς ἕτερον εἶδος ἀφικέσθαι καταστάσεως. οἱ τοίνυν τοὺς κάμνοντας ἐν ἀρχῇ τῶν νοσημάτων ἐν ἀσιτίᾳ παντελεῖ φυλάττοντες, εἰ μὲν ἄχρι τῆς ἀκμῆς δύναιντο διαφυλάξαι τὸ τοιοῦτον τῆς διαίτης εἶδος, οὐκ ἄν τις αὐτοῖς μέμψαιτο· μὴ δυνάμενοι δὲ πρᾶξαι τοῦτο διὰ τὸ καταλύεσθαι μεταξὺ τὴν δύναμιν τῶν νοσούντων, εὔδηλον ὅτι κακῶς ἐχρῶντο ταῖς ἀσιτίαις, προταριχεύσαντες τοὺς κάμνοντας. ἐνδείκνυται δὲ ἐναργῶς διὰ τῆσδε τῆς προσηγορίας τὴν ἀκαιρίαν τῆς ἀσιτίας καταξηραίνουσαν τὸ σῶμα περαιτέρω τοῦ προσήκοντος· ὅπου γὰρ ἐν χρὴ καιρῷ λεπτότερον διαιτᾷν, ἐγγὺς οὔσης τῆς ἀκμῆς, ἐν τούτῳ προσφέρειν ἠναγκάσθησαν σιτία, πρόδηλόν ἐστι κατεξηράνθαι διὰ τῆς ἀσιτίας ἀμέτρως τοὺς κάμνοντας, ὅπερ ὠνόμασται ταριχεύεσθαι. διὰ τοῦτ᾿ οὖν φησιν ἕπεσθαι συμπτώματα τῷ τοιούτῳ τρόπῳ τῆς διαίτης πολλὰ καὶ μοχθηρὰ, καταλέγει δὲ ἐφεξῆς αὐτὰ πάντα τὴν ἀρχὴν ἀπὸ χολωδῶν ὠμῶν ποιησάμενος· ὠνόμασε γὰρ οὕτως αὐτὰ, διότι καὶ τὴν τῶν περιττωμάτων ὀνομάζει πέψιν, εἰ καὶ μὴ δυνατὸν μεταβληθέντα θρέψαι τὸ σῶμα, καθάπερ αἱ χολαὶ καὶ οἱ ἰχῶρες· ἀλλ᾿ ὅμως ἐπειδὴ κρατεῖ καὶ τῶν τοιούτων φύσις, εἴωθεν ὀνομάζειν πεπεμμένα μὲν τὰ κρατηθέντα τῶν τοιούτων περιττωμάτων ὑπὸ τῆς φύσεως, ἄπεπτα δὲ τὰ μὴ κρατηθέντα. διὰ τοῦτο καὶ τὸ πῦον ἐπὶ ταῖς πεπτομέναις φλεγμοναῖς γίγνεσθαί φησι, καίτοι μηδενὸς μορίου τὴν ἐκ πύου θρέψιν ἀναλαμβάνοντος ὥσπερ τὴν ἐκ τῶν ὠμῶν ὀνομαζομένων χυμῶν καὶ τοῦ φλέγματος. ἅπερ ἀναδεξάμενα τὸ λεῖπον τῆς κατεργασίας καὶ πεφθέντα τελείως τρέφειν δύναται τὸ ζῶον. οὕτως οὖν καὶ τῶν χολωδῶν πέψις χυμῶν ἐστιν, ὥσπερ καὶ τοῦ κατὰ φλεγμονὴν αἵματος εἰς πῦον μεταβάλλοντος, κατὰ τὸ γενικώτερον σημαινόμενον τῆς πέψεος ἀκουόντων ἡμῶν τῆς προσηγορίας· γενικώτερον δ᾿ ἐστὶν, ὅταν φύσις τῶν αἰτίων ἰσχυροτέρα καὶ μεταβάλλῃ αὐτὰ κατὰ τὴν ἑαυτῆς ἰσχύν· τὰ δ᾿ ὡς ἐν ἀψύχῳ σώματι σηπόμενα, μηδὲν συντελούσης αὐτοῖς τῆς ἐμφύτου θερμότητος εἰς τὴν ἀλλοίωσιν, ἐκπέπτωκε τοῦ πέττεσθαι. τοῦτ᾿ οὖν ἐνίοτε καὶ τοῖς ὑδατώδεσιν ἰχῶρσι συμβαίνει δι᾿ οὔρων ἐκκενουμένοις καὶ διὰ τοῦτο καὶ οὖρα τὰ ἄπεπτα πέττεσθαί φαμεν, καί τοι μὴ δυναμένου τοῦ σώματος ἐκ τῶν πεπεμμένων οὔρων τρέφεσθαι. τῷ δὲ γενικῷ τούτῳ σημαινομένῳ τῆς πέψεως χρώμεθα, ἐπειδὰν κατάῤῥουν, κόρυζαν τοὺς ἐκ τούτων ῥέοντας ἰχῶρας τοὺς ἐν ταῖς ὀφθαλμίαις ἤτοι γε ἀπέπτους πεπεμμένους εἶναι λέγωμεν. οὕτως γοῦν καὶ χολὴν ὠμὴν ἄπεπτον πεπεμμένην εἶναί φαμεν. μὲν γὰρ ὠμὴ ξανθή τέ ἐστιν ἱκανῶς καὶ δριμεῖα καὶ δυσώδης, πεπεμμένη δὲ ὠχροτέρα τε καὶ ἥκιστα δυσώδης. ἄπεπτον οὖν χολήν φησιν εἰς γαστέρα συῤῥεῖν ἀναγκάζεσθαι, διὰ τὴν κακήν τε δίαιταν ἔκ τε τῆς κεφαλῆς καὶ τοῦ θώρακος ἑλκομένην· καθ᾿ ἕτερον μὲν καιρὸν, ἐν λιμαγχονοῦσιν, οὐδενὶ χρηστῷ παραμυθούμενοι τὴν γαστέρα, καθ᾿ ἕτερον δὲ καιρὸν, καθ᾿ ὃν ἀκαίρως μεταβαίνουσιν ἐκ τῆς ἀσιτίας εἰς ἰσχυρὰ σιτία πλησίον τῆς ἀκμῆς. ἐφεξῆς δὲ καὶ ἄλλα συμπτώματα καταλέγει διὰ τὴν μοχθηρὰν δίαιταν γινόμενα· πρώτας μὲν τὰς ἀγρυπνίας, ἑπομένας δηλονότι ἀσιτίαις μακραῖς καὶ τροφαῖς ἀκαίροις, ἅπερ ἀμφότερα μέμφεται τῆς διαίτης τῶν ἰατρῶν. ὅτι δὲ ταῖς ἀγρυπνίαις ἀπεψία τοῦ νοσήματος ἕπεται πρόδηλον, εἴ γε καὶ τοῖς ὕπνοις πέψις. ἀλλὰ καὶ περίλυποι, φησὶ, γίγνονται· κατ᾿ ἀμφότερα δηλονότι, τήν τε μακρὰν ἀσιτίαν καὶ τὴν ἰσχυρὰν τροφὴν τὴν ἐξαίφνης, ὑφ᾿ ἧς γαστὴρ βαρύνεται, βαρυνομένη δὲ καὶ δυσθύμους τε καὶ λυπηροὺς ἀπεργάζεται τοὺς κάμνοντας. ἀλλὰ καὶ πικροὺς αὐτοὺς ἔφη γίγνεσθαι, δηλονότι παραπλήσιόν τι τῷ προειρημένῳ. καθάπερ γὰρ ἔνιοι δυσθυμοῦνται μελαγχολικῶς, οὕτως ἕτεροί τινες ὀξυθυμοῦνται πολλάκις, ὡς ἀθροιζομένης αὐτῆς τῆς χολῆς κατὰ τὸν στόμαχον· καὶ τὴν ἐν τῷ στόματι γιγνομένην αὐτοῖς ἐκ τῆς τοιαύτης χολῆς πικρότητα δηλοῖ, διὰ τὸ φάναι πικροὺς αὐτοὺς γίγνεσθαι. αἱ παραφροσύναι δὲ καὶ ἐπὶ ταῖς ὀξυθυμίαις καὶ τῇ πικρᾷ χολῇ κατὰ τὸν στόμαχον τὸν ἐγκέφαλον ἀθροιζομένῃ πεφύκασιν ἕπεσθαι. τὰ δ᾿ ὄμματα μαρμαρυγώδη γίγνεται, διά τε τὴν ἀπὸ τῆς γαστρὸς ἀναθυμίασιν καὶ διὰ πλῆθος αἵματος ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου. τούτων δὲ τὸ μὲν πρότερον ἐπ᾿ ἀκαίροις ἐνίοτε γίγνεται προσφοραῖς τῆς τροφῆς, τὸ δὲ δεύτερον δι᾿ αἱμοῤῥαγίαν κρίσιμον, παραφροσύνην ἐφεδρεύουσαν. ὡσαύτως δὲ καὶ τὰ ὦτα πληροῦται τοῦ ἤχου διά τε τοὺς ἐκ τῆς γαστρὸς ἀναφερομένους ἀτμοὺς καὶ διὰ πνεῦμα φυσῶδες ἐν αὐτῇ τῇ κεφαλῇ γιγνόμενον. τὰ δ᾿ ἀκρωτήρια τοῦ σώματος, ἅπερ ἐστὶ πόδες τε καὶ χεῖρες, ἴσμεν ἑτοίμως καταψυχόμενα κακοπαθοῦντος τοῦ στόματος τῆς γαστρὸς, ὅταν ἤτοι διὰ μακρὰν ἀσιτίαν δάκνηται σφοδρῶς ὑπὸ δακνωδῶν ἰχώρων, διὰ πλῆθος ἄκαιρον τροφῆς βαρύνηται. πάσχει δ᾿ ἀμφότερα κατὰ τὴν προειρημένην δίαιταν, ἐν προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς κάμνοντας οἱ ἰατροὶ μεταβαίνουσιν ἀθρόως ἐπὶ σιτώδεις τροφὰς, ἐν καιρῷ ἐχρῆν αὐτοὺς λεπτότερον διαιτᾷν. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ᾿ οὖρα πέττεται, διαιτωμένων οὕτως· ἐν μὲν τῷ προταριχεύειν ἄνευ τοῦ προσφέρειν χυλὸν πτισάνης μελίκρατον ὀξύμελι τοῦ αἵματος ἐπιχολουμένου διὰ τὸ μὴ καθαίρεσθαι· διὰ δὲ τὴν ἀθρόαν μεταβολὴν ἐπὶ σιτία βαρυνθείσης μὲν τῆς γαστρὸς, συγκαμνούσης δ᾿ αὐτῇ καὶ τῆς ζωτικῆς δυνάμεως· ὡς αἱ στομαχικαὶ καλούμεναι συγκοπαὶ σαφῶς ἡμῖν ἐνδείκνυνται τὴν συμπάθειαν τῆς ζωτικῆς δυνάμεως πρὸς τὸ τῆς γαστρὸς στόμα· τοῦτο γάρ ἐστι τὸ μᾶλλόν τε καὶ πρῶτον ἐν ταῖς ἀκαίροις ἀσιτίαις τε καὶ προσφοραῖς κακούμενον. διὰ τοῦτο οὖν καὶ τὰ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ σμικρὰ καὶ κεχρωσμένα χρώμασιν ἀκράτοις γίγνεσθαί φησι καὶ ἱδρῶτας περὶ τράχηλον μόνον ἀπορίαν τε καὶ δύσπνοιαν· ἄπεπτον γὰρ μένει τὸ νοσήμα δι᾿ ἑκατέραν τὴν ὑπερβολὴν, ἀσιτίαν τε μακρὰν καὶ τροφῆς προσφορὰν ἄκαιρον· τῇ δ᾿ ἀπεψίᾳ συνέπεται καὶ τὰ καταλελεγμένα πτύσματα· καθάπερ καὶ οἱ περὶ τράχηλον ἱδρῶτες καὶ διὰ λιμαγχονίαν καταλυομένης τῆς δυνάμεως καὶ διὰ τροφὴν ἄκαιρον βαρυνομένης. ὡσαύτως δὲ καὶ ἀπορία κοινὸν ἀμφοῖν ἐστι σύμπτωμα καὶ διὰ μακρὰν ἀσιτίαν ἐμπιπλᾶσαν ἰχώρων τὴν γαστέρα καὶ διὰ τροφὴν ἄκαιρον βαρύνουσαν. γε μὴν δύσπνοια, καθ᾿ ἣν τὸ πνεῦμα προσπταίει, διὰ τροφὴν ἄκαιρον γίνεται μᾶλλον δι᾿ ἔνδειαν· ἔστι γὰρ στενοχωρίας τε καὶ σπασμοῦ γνώρισμα, προσκόπτειν τε καὶ οἷον ἵστασθαι τὸ πνεῦμα κατὰ τὴν ἐκπνοὴν· γὰρ ἄνω φορὰ τὴν ἐκπνοὴν ποιεῖται. τῷ τοιούτῳ δὲ πνεύματι τὸ ἐναντίον ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν ἐπιδημιῶν αὐτὸς διῆλθεν, εἰπών· διπλῆν εἴσω ἐπανάκλησιν οἷον ἐπεισπνέουσιν. ὅτι δὲ διὰ τὴν ἄκαιρον τροφὴν, οὐ διὰ τὴν ἔνδειαν τοιαύτη γίγνεται δύσπνοια, δῆλόν ἐστι κᾀκ τοῦ φάναι τὸν Ἱπποκράτην πυκνὸν μέγα λίην τοῖς κακῶς διαιτηθεῖσι γίγνεσθαι τὸ πνεῦμα. καὶ γὰρ τὸ πυκνὸν καὶ τὸ μέγα στενοχωρουμένου τοῦ διαφράγματος ὑπὸ τῆς ἐν τῇ κοιλίᾳ περιεχομένης γίνεται τροφῆς, ὅταν μὴ κρατουμένη μηδὲ κατεργαζομένη καλῶς ὑπὸ τῆς γαστρὸς, ἐργάσηται πνευμάτωσιν· ἀναγκαῖον γάρ ἐστι τηνικαῦτα διά τε τὴν στενοχωρίαν τοῦ |διαφράγματος ἔλαττον εἰσπνεῖσθαι τὸ πνεῦμα, καίτοι διαστολὴν διαστελλομένου τοῦ θώρακος πρόσθεν διεστέλλετο. τοῦτ᾿ οὖν ὅσον λείπεται τὸ νῦν πνεῦμα τοῦ πρότερον, ἐνδεῆ τὴν χρείαν τῆς ἀναπνοῆς ἐργάζεται καὶ διὰ ταύτην τὴν ἔνδειαν ἤτοι μείζονα τὴν ἀναπνοὴν ἀναγκάζει ποιεῖσθαι τὸ ζῶον πυκνοτέραν ἀμφότερα. λέλεκται δὲ περὶ πασῶν δυσπνοιῶν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ δυσπνοίας, ἐν οἷς καὶ τούτων καὶ τῶν ἄλλων δυσπνοιῶν τὰς αἰτίας σὺν ταῖς οἰκείαις ἀποδείξεσιν ἐγράψαμεν· ἀλλ᾿ εἴς γε τὸ παρὸν ἀρκεῖ ταῦτα. φησὶ δὲ τῆς κακῆς διαίτης καὶ τὰς ὀφρῦς γίγνεσθαι δεινώσιος μετεχούσας. γέγραπται δὲ δισσῶς, ἔν τισι μὲν τῶν ἀντιγράφων κατὰ τὸν ἑνικὸν ἀριθμὸν, ὀφρὺς δεινώσιος μετέχουσα, καθ᾿ ἕτερα δὲ πληθυντικῶς, ὀφρύες δεινώσιος μετέχουσαι. δηλοῦται δὲ ἐκ τῆς λέξεως τὸ παρεσπάσθαι πως αὐτὰς ἀνεσπάσθαι· καὶ γίνεται τοῦτο ποτὲ μὲν ἀμφοτέρων τεινομένων σπασμωδῶς, τῆς ἑτέρας μόνης, ποτὲ δὲ τῆς ἑτέρας παραλελυμένης. εἶτ᾿ ἐφεξῆς φησι λειποψυχώδεα πονηρὰ, τὸν λόγον ἀναφέρων ἐπὶ τὰ συμπτώματα, καθ᾿ καὶ τῶν ἱματίων ἀποῤῥίψεις γίνονται, διακαιομένων τῶν καμνόντων· ἐνίοτε δὲ καὶ χεῖρες ὅλαι τρομώδεις, ἐπὶ πλέον αὐξανομένου τοῦ κακοῦ. τὸ δὲ κάτω χεῖλος σειόμενον ἐνδείκνυται δῆξιν εἶναι σφοδρὰν ἐν τῷ στόματι τῆς γαστρὸς, διὸ καὶ σημεῖόν ἐστιν ἐμέτου δριμέων χυμῶν τὸ τοιοῦτον σύμπτωμα.
§45–54
§45 Τά εἰρημένα, φησὶ, συμπτώματα κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων γιγνόμενα, παραφροσύνης εἰσὶ δηλωτικὰ σφοδρᾶς, ἀρχὴν δὲ νόσου νῦν ἀκούειν σε χρὴ τὸν χρόνον ἐκεῖνον ὅλον, ἐν μηδέπω πέψεως εἰσι γνωρίσματα. εἴρηται γὰρ ἐν τοῖς περὶ κρίσεων, ὅτι τε πλείω σημαίνει τὸ τῆς ἀρχῆς ὄνομα, καὶ ὅτι τὸ νῦν εἰρημένον σημαινόμενον τῆς ἀρχῆς ἔστι κατὰ τὴν τοιαύτην διαίρεσιν γιγνόμενον, ἐν τούς τοιούτους καιροὺς τῶν νοσημάτων διαιρούμενοι λέγομεν ἐξ ἀρχῆς αὐτὰ καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς συγκεῖσθαι. τῶν οὖν εἰρημένων ἄρτι συμπτωμάτων, ὅταν ἐγγὺς τῆς ἀκμῆς φαίνηται, κρίσιν ἐσομένην προδηλούντων, ἐν περιεστηκόσι δηλονότι νοσήμασιν· ὅταν ἐν ἀρχῇ γένηται, κρίσιν μὲν οὐ δηλοῖ, κριθῆναι γὰρ ἐν ἀρχῇ οὐδὲν δύναται, παραφροσύνης δ᾿ ἐστὶ γνωρίσματα. καὶ γέγραπται περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς περὶ κρίσεων· ἐξ ἐκείνων οὖν καὶ σὺ μάνθανε τὸν ὅλον ὑπὲρ αὐτῶν λόγον. ἔστι γὰρ μακρότερος ὡς νῦν ἅπαντα διελθεῖν αὐτόν· ἀλλ᾿ ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτω κᾀπὶ τούτων τὸ κεφάλαιον εἰπεῖν, ὡς ἐπειδὰν φύσις ἐπείγηται πρὸς ἔκκρισιν, ἀξιόλογος ἐν τῷ σώματι γίνεται ταραχὴ, δι᾿ ἣν τὰ τοιαῦτα φαίνεται συμπτώματα μετὰ τῶν τῆς πέψεως σαφεστάτων σημείων· χωρὶς δὲ τοῦ παρεσκευάσθαι τὴν φύσιν εἰς τὴν τῶν λυπούντων ἔκκρισιν ὁμοία ταραχὴ γιγνομένη κινδυνωδέστατόν ἐστι σημεῖον. εἴρηται δὲ καὶ δι᾿ ἄλλων ὑπομνημάτων ἤδη περὶ κρισίμων συμπτωμάτων, ὁποία τέ τις φύσις αὐτῶν ἐστι καὶ ὅπῃ διαφέρει τῶν ἐπιφαινομένων καλουμένων, ἐν οἷς ἔσται καὶ τὰ τῆς πέψεως σημεῖα. τό τε γὰρ προγνωστικὸν καὶ τὸ περὶ χυμῶν καὶ τοὺς ἀφορισμοὺς ἤδη προεξηγήμεθα πρὸ τοῦδε τοῦ βιβλίου· μακρολογοῦντος οὖν ἐστιν ἀεὶ περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά.
§46 Ἐπειδὴ θνήσκειν αὐτοὺς εἶπεν, οὐχ ἁπλῶς, ἀλλὰ προσέγραψεν, ὡς ἐπὶ τὸ πολὺ, διὰ τοῦτο ἀκόλουθον ἦν εἰπεῖν ὅπως ἐξ αὐτῶν ἔνιοι σώζονται. τούτους οὖν νῦν διεξέρχεται, καί φησιν δι᾿ αἱμοῤῥαγίας δι᾿ ἀποστήματος διὰ πύου πτύσεως ἱκανῶς πεπεμμένου σώζεσθαί τινας ἐξ αὐτῶν, συνενδεικνύμενος ἐξ ὧν εἶπε, διὰ πλῆθος τοῖς τοιούτοις περιπίπτειν συμπτώμασι τοὺς κάμνοντας.
§47 Ἐπεὶ περί τε τῆς ἰσχύος τοῦ κάμνοντος πεποίηται καὶ περὶ τῆς ἀσθενείας λόγον, ταῦτα δ᾿ εἰσὶ τῶν ἐκ τῆς διαίτης σκοπῶν οὐχ οἱ φαυλότατοι, διὰ τοῦτο νῦν ἀναλαμβάνει τὸν ὑπὲρ αὐτῆς λόγον τῆς κατὰ τὴν δύναμιν ἀσθενείας, ᾧτινι τρόπῳ γίγνεται διαγνωστικοὺς λέγων δεῖν εἶναι τοὺς ἰατρούς· ὅτι ἔνιαι μὲν τῶν ἀσθενειῶν διὰ τὴν τῶν ἀγγείων κένωσιν ἀποτελοῦνται, (τοῦτο γὰρ κενεαγγεία σημαίνει κυρίως τε καὶ πρώτως καὶ διὰ τοῦτο ἀσιτία κενεαγγεία πολλάκις εἴρηται, ὡς τῷ τοῦ γένους ὀνόματι καὶ ἐπὶ τοῦ εἴδους συνηθέστατα χρωμένων ἁπάντων τῶν ἀνθρώπων) ἔνιαι δὲ διὰ πόνον, ἤτοι τὸν ἰδίως λεγόμενον, ὅσπερ ἐστὶν αὐτὸς ταῖς ὀδύναις, τὴν ὡς ἂν εἴποι τις κακοπάθειαν, κακοπαθοῦσιν οἱ κάμνοντες ἐν ταῖς ὀξείαις νόσοις. ἐνίας δὲ καὶ δι᾿ ἄλλον τινὰ γίγνεσθαί φησι ἐρεθισμόν. εἰ μὲν γὰρ δὴ τὴν δῆξιν ἐρεῖ ἤτοι γε τῆς γαστρὸς τῶν ἐντέρων, δόξειεν ἂν ὑποπεπτωκέναι τὸ σύμπτωμα τοῦτο ταῖς ὀδύναις· εἰ δὲ ἀγρυπνίαν τι τοῦ στόματος τῆς κοιλίας πάθος, οὐ κυρίως ἂν δόξειεν ἑρμηνεύειν. γε μὴν δύναμις ὁρᾶται καταλυομένη, διά τε κένωσιν ἐξ αἱμοῤῥαγιῶν ἐμέτων διαχωρημάτων ἱδρώτων καὶ δι᾿ ἀσιτίαν μακροτέραν τοῦ προσήκοντος καὶ δι᾿ ἄλγημά τι καὶ ἀγρυπνίαν ἐξαναστάσεις τε συνεχεῖς ἀποπατήσεως ἕνεκα καὶ πρὸς τούτοις ὅταν ποτὲ πάθῃ τὸ στόμα τῆς γαστρὸς οὕτως, ὡς ἐναπειλεῖν συγκοπάς· τοῦτο μέν γε καὶ διὰ τροφῆς πλῆθος βαρυνούσης, τινα τῶν ἀνιαρῶν αὐτῆς ποιοτήτων, αὐτή τε κάμνει καὶ συγκαταλύει τὴν δύναμιν ἑαυτῇ τάχιστα. πᾶσαι μὲν οὖν αὗται διὰ φανερῶν αἰτιῶν γίγνονται αἱ βλάβαι τῆς δυνάμεως· ἕτεραι δέ εἰσιν ἀφανεῖς, ὥσπερ ὅταν ἄνευ κενώσεως φανερᾶς ἀγρυπνίας λιμαγχονίας καὶ τῆς κατὰ τὸ στόμα κοιλίας αἰσθήσεως οἱ κάμνοντες εἰς τοιαύτην ὑποσύρωνται τοῦ σώματος διάθεσιν, οἵαν ἐν τῷ προγνωστικῷ κατὰ τὴν ἀρχὴν αὐτὸς ἔγραψε λέγων· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες, ὅσα τε τούτων ἐφεξῆς. αὕτη γὰρ τοῦ σώματος κατάστασις γίνεται μὲν καὶ δι᾿ ἀγρυπνίαν καὶ δι᾿ ἔκκρισίν τινα πολλὴν καὶ λιμαγχονίαν· γίνεται δὲ καὶ χωρὶς τούτων, ὅταν οἵ τε ἐν τῷ σώματι χυμοὶ λεπτοὶ τυγχάνουσιν ὄντες τε τοῦ πυρετοῦ θερμασία δριμεῖα· διαφοροῦνται γὰρ οἱ οὕτως λεπτυνόμενοι κατὰ τὸ ἄδηλον. ἐνίοις δὲ καὶ κατὰ τὴν δυσκρασίαν μιᾶς τῶν ἀρχῶν παθούσης ἀσθενὴς δύναμις γίγνεται· πρώτη μὲν οὖν πρώτως παθοῦσα κάμνει, κατὰ συμπάθειαν δὲ καὶ αἱ λοιπαὶ δύο. μεμάθηκας γὰρ ἄλλην μὲν εἶναι κατὰ τὰ νεῦρα δύναμιν, ἀρχὴν ἔχουσαν τὸν ἐγκέφαλον· ἄλλην δὲ κατὰ τὰς ἀρτηρίας, ἧς ἀρχὴ καρδία· καὶ τρίτην κατὰ τὰς φλέβας, ἐξ ἥπατος ὁρμωμένην· ἐνίοτε γοῦν τῶν μορίων ἑνὸς οὑτινοσοῦν δυσκρασία τὴν οἰκείαν δύναμιν ἐκάκωσεν, συνεπάθησαν αἱ λοιπαὶ δύο δυνάμεις. τάχισται μὲν οὖν ἀπώλειαι γίγνονται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου, βραδεῖαι δὲ αἱ ἀπὸ τοῦ ἥπατος. ὥσπερ γὰρ ταῦτα τὰ μόρια κατὰ δυσκρασίαν παθόντα μεγίστην βλάβην βλάπτεται τῆς οἰκείας ἕκαστον δυνάμεως, οὕτως ἔνια πλησίον ἑκάστης ἀρχῆς κείμενα κατὰ δυσκρασίαν ἰσχυρῶς νοσήσαντα τὰς ἀρχὰς τῶν δυνάμεων εἰς συμπάθειαν ἑαυτοῖς ἄγει, τινὰ δὲ, κᾂν μὴ πλησίον κείμενα, διὰ τὴν κατὰ γένος κοινωνίαν, τινα διαθέσεως ἰδιότητα, τὰ τὰς ἀρχὰς τῶν δυνάμεων ἔχοντα βλάπτει μόρια. τὸ μὲν οὖν στόμα τῆς γαστρὸς ὅταν μὲν ζωτικὴν δύναμιν εἰς συμπάθειαν ἄγῃ, συγκοπὰς ἐπιφέρει, ὅταν δὲ τὴν ἰδίως ψυχικὴν ὀνομαζομένην, παραφροσύνας σπασμούς· δὲ μήτρα ποτὲ μὲν ἀπνοίας, ποτὲ δὲ συντάσεις νεύρων. ἀλλὰ συμπληρωθέντα μὲν ἕκαστα τούτων ἁπλῶς γνώριμα, συνιστάμενα δὲ καὶ αὐξανόμενα κατὰ βραχὺ λανθάνει τοὺς πολλοὺς τῶν ἰατρῶν. χρὴ δὲ οὐχ ὅταν ὑπὸ μεγέθους ἀβοήθητα γένηται, τότε γνωρίζειν αὐτὰ τοῖς ἰδιώταις ὡσαύτως, ἀλλὰ ἀρχόμενά τε καὶ γιγνόμενα, τοῦτο γὰρ κάλλιστον· εἰ δὲ μὴ, ἀλλ᾿ αὐξανόμενά γε πάντως. ἅπαντα οὖν τὰ τοιαῦτα δοκεῖ μοι δηλῶσαι διὰ τῆσδε τῆς λέξεως Ἱπποκράτης, ἐν φησιν· ὅσα τε ἡμέων φύσις καὶ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καὶ νῦν φύσιν λέγει τὴν κρᾶσιν, ἕξιν δὲ αὐτοῦ τοῦ σώματος τὴν κατασκευήν. οἱ μὲν γὰρ ἀραιότεροι φύσει διαφοροῦνται καὶ συγκόπτονται |ῥᾳδίως, οἱ δὲ πυκνότεροι χρονίζουσιν ἐν ταῖς νόσοις. οὕτω δὲ καὶ μόρια τὰ μὲν ἔχουσί τινες ψυχρότερα, τὰ δὲ θερμότερα, καὶ τὰ μὲν ξηρότερα, τὰ δὲ ὑγρότερα· ἅπασι δὲ οἰκεῖον τῇ κράσει τὸ νόσημα.
§48 Διὰ τὰς ὀδύνας πολλάκις οἱ κάμνοντες ἄσφυκτοι γίγνονται καὶ λειποψυχοῦσι καὶ κίνησιν οὐδεμίαν οἷόν τε κινηθῆναι, κατὰ ταῦτα δὲ καὶ διὰ τὴν ὀξύτητα τῆς νόσου· τινὲς δὲ οὐ διὰ ταῦτα κάμνουσι τὴν δύναμιν, ἀλλὰ διὰ κένωσιν ἀγγείων ὁπωσοῦν γεγονυῖαν, εἴτ᾿ οὖν δι᾿ ἔκκρισιν πρόδηλον αἰσθήσει, εἴτε διαφόρησιν, εἴτε καὶ διὰ λιμαγχονίαν. οὗτοι μὲν οὖν δέονται τροφὴν προσάρασθαι ὅτι τάχιστα· τοὐναντίον δὲ ἂν οἱ δι᾿ ὀδύνην δι᾿ ὀξύτητα τῆς νόσου, κενώσεως ἐνίοτε χρῄζουσι μᾶλλον πληρώσεως. ἀλλὰ τούτοις μὲν τροφὴν διδοὺς μέγιστόν τι κακὸν ἐργάζεται· τοὺς δὲ διὰ κενεαγγείην ἀσθενοῦντας εἰ πιέζει διαίτῃ λεπτῇ, βλάψειεν, οὐχ ὁμοίως δὲ ἐπιφανῶς ὀξέως· ἀεικές γε μήν ἐστιν ἀγνοῆσαι τοὺς διὰ κένωσιν ἀσθενοῦντας μᾶλλον τοὺς δι᾿ ὀδύνην. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ.
§49 Ἐπαγγέλλεται οὖν πάλιν κᾀνταῦθα, ὥσπερ ὀλίγον ἔμπροσθεν, ἕτερόν τι γράψαι περὶ τῶν ὀξέων νοσημάτων βιβλίον.
§50 Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, συμπληρώσας τὸν κατὰ παρέκβασιν αὐτῷ λόγον ἐμπεσόντα περὶ τῆς κατὰ τὴν δύναμιν ἀσθενείας· καί φησιν ὅτι τοῖς κατὰ τὴν κοιλίαν ἔμπροσθεν εἰρημένοις τὰ νῦν λεχθησόμενα παραπλήσιά πώς ἐστι· συντείνει γὰρ εἰς ταὐτὸ τὸ κεφάλαιον, ἐν κατασκευάζει τὰς ἀθρόας μεταβολὰς μεγάλην φέρειν τοῖς κάμνουσι βλάβην. αὐτὸ δ᾿ νῦν γράφει, τοιόνδε ἐστίν. ὥσπερ κοιλία πλείονα χρόνον παντάπασιν ἀργήσασα καλῶς ἐνεργεῖν οὐ δύναται, πρὶν κατὰ βραχὺ πάλιν ἐθισθῆναί τε καὶ προσαχθῆναι ταῖς οἰκείαις ἐνεργείαις· οὕτω καὶ πᾶν τὸ σῶμα καὶ τῶν ἄλλων μορίων ἕκαστον. εἶτα καὶ μορίων ἐνίων ἐφεξῆς ὀνομαστὶ μνημονεύει. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ λόγου καὶ τῆς κατὰ τὴν κοίτην μεταβολῆς ἐμνημόνευσεν, ἔτι δὲ καὶ νῦν κατασκευάζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ περὶ τῆς τῶν ἐθῶν μεταβολῆς.
§51 Ἔτι τε περὶ τῆς ἀθρόας μεταβολῆς ποιεῖται τὸν λόγον, ὥσπερ ἔμπροσθεν ἐπ᾿ ἄλλων παραδειγμάτων, οὕτως καὶ νῦν ἐπὶ ἕλκους· εἰ γάρ τις, φησὶν, ἕλκος ἔχων ἐν κνήμῃ, δέον ἡσυχάζειν τε καὶ κατακεῖσθαι, περιέρχοιτο βαδίζων ἠρέμα (τοῦτο γὰρ σημαίνει τὸ πλανώμενος ἰητρεύοιτο) βλάπτοιτο μὲν ἔξ ἅπαντος, ἀλλ᾿ ἧττον τοῦ ἐν ταῖς πρώταις ἡμέραις ἡσυχάσαντος, ἐξαίφνης περὶ έ στ΄ ἔτι ἀνωτέρω τοῦ περὶ γ΄ δ΄, ἀρξαμένου βαδίζειν. ἔνιοι δὲ τὸ ἀνωτέρω νομίζουσιν ἐπὶ τῶν ἐφεξῆς ἡμερῶν εἰρῆσθαι τῆς ζ΄ καὶ η΄ καὶ θ΄, οὓς ἐχρῆν, εἰ τοῦτ᾿ αὐτοῖς ἤρεσκε, διὰ τοῦ ε καὶ τοῦ ξ γράμματος, τὴν ἀρχὴν τῆς λέξεως γράφειν ἐξωτέρω καὶ οὐκ ἀνωτέρω, διὰ τοῦ α καὶ ν, τί οὖν, φήσουσιν, οὐχὶ καὶ τοιοῦτο γένοιτ᾿ ἄν ποθ᾿ ἕλκος, ὥστε κᾂν ἑβδόμης τις ὀγδόης ἡμέρας ἄρξηται βαδίζειν, ἡσυχάσας ἔμπροσθεν, οὐ σμικρῶς βλαβῆναι; καὶ μεγάλως φαίην ἂν, εἴ γε μέγα τὸ ἕλκος κάμνων εἴη δυσελκὴς, μᾶλλον δ᾿ εἰ ἄμφω συνέλθοι· εἰ δὲ μήτε μέγα τὸ ἕλκος μήτε κάμνων δυσελκὴς εἴη, ἰητρεύοιτο δὲ προσηκόντως, καὶ γὰρ καὶ τοῦτο χρὴ προσυπακούεσθαι τῷ λόγῳ, περὶ τὴν ἑβδόμην ὀγδόην ἡμέραν ἤδη καλῶς ἔχοι καὶ βαδίζειν ἀβλαβῶς δύναται. διὰ τοῦτ᾿ οὖν προσέθηκε τῷ λόγῳ, περὶ μὲν τοῦ ἕλκους αὐτοῦ, μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, τὸ ἁπλοῦν δηλονότι καλέσας εὔηθες· περὶ δὲ τοῦ ἀνθρώπου, μήτε ἄγαν δυσελκής· γὰρ τοιοῦτος εἰ μηδὲν ἄλλο περὶ τὴν θεραπείαν ἁμαρτάνοι, μόνον διὰ τὸ βαδίζειν τὰ μέτρια, δέον κατακεῖσθαι, βλαβείη μὲν ἂν, οὐ μὴν οὕτως γε μεγάλως, ὡς εἰ ταῖς πρώταις ἡμέραις ἡσυχάσας, περὶ τρίτην τετάρτην πέμπτην ἕκτην ἤρξατο περιπατεῖν. δὲ μέγα τὸ ἕλκος ἔχων καὶ δυσελκὴς ὢν οὐ μετρίως, ἀλλὰ μεγάλως ἂν βλαβείη περιπατῶν ἐξ ἀρχῆς, ὥσπερ καὶ πάλιν μικρόν γε τὸ ἕλκος ἔχων καὶ λίαν ὢν εὐελκὴς ἐν ταῖς πρώταις ἡμέραις ἡσυχάσας περὶ τὴν ε΄ στ΄ ἤρξατο περιπατεῖν, οὐκ ἂν μεγάλως, ἀλλὰ μετρίως βλαβείη. διὰ ταῦτ᾿ οὖν Ἱπποκράτης ἐπὶ τοῦ μέσως ἔχοντος ἐν ἀμφοτέραις ταῖς ἀντιθέσεσι τὸν λόγον ἐποιήσατο· λέγει δὲ ἀντίθεσιν τήν τε κατὰ τὸ μέγα καὶ μικρὸν ἕλκος καὶ τὴν κατὰ τὸ δυσελκῆ καὶ εὐελκῆ εἶναι τὸν ἄνθρωπον. εὔδηλον δ᾿ ὅτι διαφέρει μηδὲν ἐπίκαιρον ἕλκος εἰπεῖν μέγα, καθάπερ οὐδὲ μικρὸν εὔηθες· τὸ γὰρ ἐπίκαιρον διὰ τὴν τοῦ χωρίου φύσιν γίνεται τοιοῦτον, μέγα κατὰ δύναμιν ἀποτελούμενον, εἰ καὶ τῇ διαιρέσει τοῦ χρωτὸς εἴη μικρὸν καὶ κατ᾿ αὐτὸ τὸ τῆς διαιρέσεως μέγεθος ἐπίκαιρον γένηται· τὸ δ᾿ εὔηθες, ὅπερ ἀπλοῦν ἐστι καὶ μικρὸν, διὰ τὴν τοῦ χωρίου φύσιν ἄκυρον οὖσαν, κατ᾿ αὐτὴν τὴν διαίρεσιν βραχεῖαν γενομένην.
§52 Ἐφ᾿ ἑκάστῳ τῶν παραδειγμάτων ἀναμιμνήσκει τοῦ προκειμένου λόγου. καὶ νῦν οὖν ἐπὶ τοῦ κατὰ τὸ ἕλκος παραδείγματος ἐποίησεν αὐτό. τὸ γὰρ διὰ τέλεος ταὐτὸν σημαίνει τῷ διὰ παντὸς καὶ ἀεί.
§53 πρῶτον ἁπάντων ἀποδεῖξαι προὔθετο, τοῦτ᾿ ἦν αὐτὸ τὸ περὶ τῶν κατὰ τὴν κοιλίην ἀθρόων μεταβολῶν· εἶτα ἀπ᾿ αὐτοῦ πρὸς τὸ γενικώτερον, δὴ καὶ καθολικώτερον ὀνομάζουσι, μεταβὰς, περὶ πάσης ἔθους ἐξαλλαγῆς ἀθρόας διελέχθη μέχρι δεῦρο. περιεχομένων γὰρ τῶν εἰδικωτέρων ἐν τοῖς γενικωτέροις καὶ τῶν κατὰ μέρος ἐν τοῖς καθόλου καὶ τῶν κατὰ τὴν κοιλίην ἐξαλλαγὴ συναποδέδεικται τῇ περὶ πάντων ἀθρόᾳ μεταβολῇ· ἀλλὰ νυνὶ πάλιν ἐπὶ τὴν κοιλίαν ἀφικόμενος, τῶν ἐν αὐτῇ μεταβολῶν τὰς διαφορὰς διδάσκει, καί φησι πολλαπλασίαν εἶναι τὴν βλάβην ἐν τῇ μεταβολῇ τῆς διαίτης, ὅταν ἐκ πολλῆς ἀσιτίας ἀθρόως προσεπενέγκηται πλείω τῶν συμμέτρων, ἤπερ ὅταν ἐκ πολλῆς ἐδωδῆς εἰς ἀσιτίαν μεταβάλλῃ. τούτῳ δ᾿ αὐτῷ πάλιν ὅμοιον παρενέβαλε περὶ τὸ πᾶν σῶμα γιγνόμενον· ἧττον γὰρ βλάπτονται μεταβάλλοντες ἐξαίφνης εἰς ἡσυχίαν ἐκ κινήσεων ἤπερ ὅταν εἰς κίνησιν ἐξ ἡσυχίας. πάλιν δὲ κᾀνταῦθα προσέγραψεν ἐπανορθώματα τῆς ἀκαίρου μεταβολῆς, ὥσπερ κᾀν τοῖς ἔμπροσθεν· οὐκ ἀναγκαῖον δὲ οὐδὲ τοῦτο τῷ προκειμένῳ σκέμματι. δ᾿ οὖν προσέγραψε, ταῦτά ἐστι· τοῦτο μὲν εἰς ἀργίαν μεταβαίνοντας ἐκ κινήσεως τε καὶ πράξεως, ἐλινύειν ἀξιοῖ, τουτέστιν ἡσυχάζειν τῷ παντὶ σώματι· τοῦτο δὲ ταὐτόν ἐστιν ἐκείνῳ τῷ, ὅκου λιμὸς οὐ δεῖ πονέειν· τοὺς δ᾿ εἰς ἡσυχίαν ἐκ πολλῆς ταλαιπωρίας, ὀλιγώτερα προσφέρεσθαι, τοῦτο δ᾿ αὖ πάλιν ἐστὶν ἐλινύειν τὴν κοιλίην· ὡς εἴ γε μὴ πονῶν ὅλῳ τῷ σώματι προσφέροιτο τὰ συνήθη, πλῆθος ὑποθρέψει, διὸ βαρυνθήσεται τὸ πᾶν σῶμα καὶ πονήσειε. σημαίνει δ᾿ αὐτῷ νῦν πόνος τὴν βλάβην, γενικῶς νοούμενος πολλαῖς ταῖς κατ᾿ εἶδος βλάβαις.
§54 Συνήγαγε πάλιν αὐτὸς εἰς ἓν κεφάλαιον ἅπαντα τὸν λόγον, ἀξιῶν ἐπὶ μὲν τῶν ὡσαύτως ἐχόντων μὴ μεταβάλλειν τὴν δίαιταν, ἐπὶ δὲ τῶν ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν μὲν, οὐ μὴν ὡς ἄλλοι μεταβάλλουσιν. εἶτα καὶ διὰ συντόμων ἐδήλωσε τὸν σκοπὸν τῆς ἐπὶ τῶν ὀξέως νοσούντων διαίτης. εἰ μὲν γὰρ πεπανθῇ τὸ νόσημα, μεταβαίνειν ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν ἐκέλευσεν· εἰ δ᾿ ἄπεπτον εἴη, μὴ μεταβαίνειν, εἰ μὴ ἄρα σύμπτωμά τι καθαιρετικὸν τῆς δυνάμεως ὀφθείη καὶ κενώσεως κατὰ γαστρὸς πλείονος ἄλλου τινὸς προερεθισμοῦ προσγινομένου. κοινῷ δὲ ὀνόματι τῷ τοῦ ἐρεθισμοῦ περιέλαβε πάντα τὰ καθ᾿ ὁντιναοῦν τρόπον εἰς ἀῤῥωστίαν ἄγοντα τὴν δύναμιν, ἐν οἷς ἐστὶ καὶ δῆξις ὑπὸ δριμέων χυμῶν, ἤτοι κατ᾿ ἔντερον κατὰ γαστέρα γενομένη, καὶ μάλιστ᾿ αὐτῆς κατὰ τὸ στόμα καὶ ἀγρυπνία καὶ ὀργὴ καὶ λύπη καί τινες ἕλμινθες ἐκ τῶν ἐντέρων ἀναβᾶσαι πρὸς τὴν γαστέρα καὶ κνῆσις τοῦ δέρματος ἅπαντος καὶ μορίων τινῶν, ἐπιθεμένη διὰ νυκτὸς, ὡς μὴ μόνον αὐτῷ τὸ ἐρεθίζειν, ἀλλὰ καὶ σὺν ἀγρυπνίᾳ καταλύσαι τὴν δύναμιν· καὶ τὰ ὑποχόνδρια δὲ, φησὶν, οἷα γεγράψεται καὶ αὐτὰ συνενδείξεται το διδόναι τροφὴν, μὴ διδόναι· δυνατὸν γὰρ ὑπακούειν ἀμφότερα, μᾶλλον μέντοι τὸ ἕτερόν, ὅσον κατὰ τὴν τῶν λόγων ἀκολουθίαν. κελεύων γὰρ ἀπέχεσθαι πτισάνης πρὸ τοῦ πεφθῆναι τὴν νόσον, ὅταν γε δηλονότι δυνατὸν τὸν κάμνοντα διαρκέσαι, προσέθηκε· πλὴν εἰ μὴ σημεῖόν τι φανείη κατ᾿ ἔντερον κενεαγγικὸν, ἐρεθιστικὸν κατὰ ὑποχόνδρια οἷα γεγράψεται· ὡς τούτων ποτὲ προτρεπομένων ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν πρὸ τοῦ πεφθῆναι τὴν νόσον. ἴσως δὲ τὰ κατεξηρασμένα σφοδρῶς ὑποχόνδρια καὶ ἰσχυρῶς αὐχμώδη λέγει. τοιαῦτα γὰρ συμπίπτει καὶ τῷ κατὰ τὸ προγνωστικὸν εἰρημένῳ νεκρώδει προσώπῳ, περὶ οὖ φησι, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες. αὕτη γὰρ συνδρομὴ τῶν σημείων ὑποχόνδριον ἔχει προσεσταλμένον ἱκανῶς, ὥστε τινα τῶν μὴ τετριμμένων ὡς ἀνεσπασμένον ἐξαπατῆσαι· οὐ ταὐτὸν δέ ἐστι προσεστάλθαι τε σφοδρῶς διὰ ξηρότητα καὶ ἀνασπᾶσθαι διὰ φλεγμονὴν, εἴ γε μὴν ὑπερβάλλουσα ξηρότης τοῦ σώματος ἐργαζομένη ἐστὶ τάσιν ἐν τῷ διαφράγματι πλείονα καὶ τῷ ὑποχονδρίῳ. μάλιστα δὲ προσέχειν δεῖ καὶ διορίζειν ἀπὸ τῆς ξηρότητος τὴν φλεγμονὴν, ἐπειδὴ καὶ θεραπεία διάφορός ἐστι· τοῖς μὲν γὰρ διὰ φλεγμονὴν ἔχουσι τὸ τοιοῦτον αὐτὸ λεπτοτάτης ἐστὶ χρεία διαίτης· τοῖς δὲ διὰ ξηρότητα τῆς ἐναντίας, ἐν πλεονάκις ὀλίγον δίδομεν χυλὸν πτισάνης.
§55
§55 Πολλάκις ἐνενόησα τοῦτο τὸ βιβλίον ἐν τύποις εὑρεθὲν ἐκδεδόσθαι μετὰ τὸν Ἱπποκράτους θάνατον. γὰρ ἀταξία τῶν λόγων οὐκ ἄλλως ἔοικεν οὕτως γεγονέναι, προσγραφομένων μὲν ὑπ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῷ βιβλίῳ τῶν εὑρισκομένων αὐτῷ παραδειγμάτων εἰς τὴν τοῦ καθόλου πίστιν, ἐνίων μὲν ἐπὶ τοῦ μετώπου, ἐνίων δὲ κατὰ τοῦ νώτου, μὴ δυνηθέντος δὲ τοῦ ἐγγραφομένου τὴν οἰκείαν ἑκάστῳ τάξιν ἀποδοῦναι. τὸ γοῦν ἐν τῇ προκειμένῃ ῥήσει λεγόμενον ὑπ᾿ αὐτοῦ φανερωτάτην ἔχει ἀταξίαν· οὐ γὰρ νῦν, ἀλλ᾿ ὀλίγον ἔμπροσθεν ἦν καιρὸς αὐτοῦ, κατ᾿ ἐκεῖνον τὸν λόγον, ἐν περὶ τῆς παρὰ τὸ ἔθος εἰς τοὐναντίον μεταβολῆς ἔγραψε παραδείγματα· προσγράψαι γὰρ ἐκείνοις ἐχρῆν καὶ τοῦτο, τῆς μὲν εἰς ἀγρυπνίαν ἀήθους μεταβολῆς ἀπεπτότερα ποιούσης τὰ προσφερόμενα σιτία τε καὶ ποτὰ, τῆς δ᾿ εἰς ὕπνον πολὺν ἀήθως καὶ τοῦτον ἐπιτηδευθέντα νωθρότητα τοῦ σώματος καὶ καρηβαρίαν. ἣν γὰρ εἶπεν ἑφθότητά τε καὶ διάλυσιν καὶ καρηβαρίαν, ἑνὶ ῥήματι περιληφθεῖσαν τὴν ἔκλυσιν δηλοῖ τοῦ τόνου· συνενδείκνυται δὲ καὶ τὸ τῆς ἑφθότητος ὄνομα, δι᾿ ὑγρότητα θερμὴν γιγνομένης, οὐ διὰ ξηρότητα· πεφυκυίας διαφορεῖν μὲν καὶ ξηραίνειν τῆς ἐγρηγόρσεως, μὴ πέπτειν δὲ κατὰ τὸ βάθος ὑγραίνειν δὲ τό τε πνεῦμα καὶ τὰς ἀποῤῥοίας κατέχειν τοῦ ὕπνου. κατὰ λόγον οὖν τὰ ἀτμώδη περιττώματα πλεονάζει ἐν τῷ σώματι τῶν ἀήθως ἐπὶ πολὺ κοιμηθέντων καὶ διὰ ταῦτα τὴν ὅλην αὐτῶν κατάστασιν ἔκλυτον ὁμοίως γίγνεσθαι τοῖς ἑψημένοις.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up