Book 3
§1–15
§1 Αἱ διαστροφαὶ γίνονται ποτὲ μὲν ἀποχωροῦντός τινος ἐκ τῆς ἰδίας ἕδρας ἐπὶ τὰ ἐκτὸς τοῦ σώματος, ποτὲ δὲ ἐπελθόντος εὐρυχωρίᾳ τινὶ τῶν ἔνδον τοῦ σώματος, οἷον ἐπὶ τῆς ῥινός. ἐὰν μὲν εἰς τὴν ἐκτὸς χώραν ἤτοι τῶν ὀστῶν αὐτῆς καὶ τῶν πτερυγίων ἀποχωρῇ τι, διαστροφὴ γίνεται πρὸς τοὐκτὸς, ἐὰν δὲ εἰς τὸν ἔνδον πόρον ἀφίκηται, διαστρέφεται πρὸς τοῦτον ῥίς. ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων μορίων διαστροφαὶ γίνονται. δηλονότι κἀπὶ τούτων κοινὸς ἅπασι σκοπὸς τῆς θεραπείας ἐνδείξεται τὰ βοηθήματα. κοινὸς δὲ πᾶσιν ἦν σκοπὸς τἀναντία τῶν ἐναντίων ἰάματα, ὥστε καὶ νῦν τὰ μὲν ἀπεληλυθότα προσακτέον ἐστὶ καὶ διἄλλων μὲν τῶν βοηθημάτων, ὑπὲρ ὧν οὐ πρόκειται λέγειν, ἀτὰρ οὖν καὶ διἐπιδέσμων. αὐτὸς δὲ εἶπον τοὺς ἐξ ἐπιδέσμων τόπους εἰς ταῦτα χρησίμους. ἐπίδεσιν μὲν, ὡς καὶ πρόσθεν αὐτὸς ἔγραψεν, ἐπί τε τῶν ἀφεστώτων καὶ ἐκπεπτωμένων καὶ συνεληλυθότων, ἀνακόλλησιν δὲ, ὡς ἐν τῷ περὶ ἄρθρων, ἐπὶ ῥινὸς καὶ γένυος, ἀνάληψιν δὲ ὡς ἐν τῷ περὶ καταγμάτων, ἔνθα φησίν· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ τὸ κάτω μοῦνον, δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχει ἀναλελαμμένην. τυγχάνει δὲ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ἕτερον ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος. ἢν δὲ κατεαγότων τῶν ὀστέων οὕτως ἄκρην τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ περὶ τὸν ἀγκῶνα, δἄλλος πῆχυς μὴ μετέωρος εἴη, οὗτος εὑρεθήσεται τὸ ὀστέον εἰς τὸ κάτω μέρος διεστραμμένον ἔχον. χρὴ οὖν ἐν τῇ ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι. ῥῆσις οὖν αὕτη μοχθηρὰν ἀνάληψιν, ἥτις διαστροφὴν ἐργάζεται διδάσκουσα καὶ τὴν τῶν διεστραμμένων ἴασιν ἐνδείκνυται. φέρε γάρ τινι διεστράφθαι πρὸς τὸ κάτω τὸν πῆχυν, ἀναληψόμεθα τοῦτο ὑποθέντες αὐτῷ πρὸς τὸ κάτω ταινίαν στενήν. εἰ δὲ πρὸς τὰ ἄνω διεστραμμένος εἴη, τὴν πρὸς τὰ κάτω διαστρέφουσαν ἀνάληψιν παραληψόμεθα, καθἣν τὰ μὲν πρὸς τῷ καρπῷ καὶ τῷ ἀγκῶνι μόρια ταινία ἔχει, τὸ δὲ μεταξὺ ἀστήρικτόν ἐστιν, ὥσπερ γε καὶ εἰ ἐν τῷ καρπῷ διαστροφὴ γένοιτο πρὸς τὰ ἄνω, τὴν ἐπὶ τὰ κάτω διαστρέφουσαν ἐπίδεσιν προσάξομεν, ἥτις συνέχουσα τὰ πρὸς ἀγκῶνα τὸ πρὸς τῷ καρπῷ πέρας ἀστήρικτον ἀπολείποι. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς πρὸς ἀγκῶνα διαστροφῆς πρὸς τὴν ἄνω τὴν ἀνέδραστον μόνον τοῦτον καταλιποῦσαν ἀνάληψιν προσάξομεν, ἥτις τόπῳ διεστραμμένῳ αὐτὴ διέστρεφεν εἰς τὰ κάτω. συνελόντι δὲ εἰπεῖν, εἴ τινα μήπω διεστραμμένα διαστρέφουσιν, αὐτὰ τὰ πρὸς τὸν ἐναντίον τρόπον διεστραμμένα κατευθύνουσι. ἀνάλογον δὲ τούτοις ἁμαρτάνεται καὶ κατορθοῦται κατὰ κνήμην καὶ μηρὸν ἐν ταῖς ὅλου τοῦ σκέλους θέσεσιν. ὅπερ γὰρ ἐπὶ χειρὸς ἀνάληψις, τοῦτο θέσις ἐπὶ σκέλους καὶ χρὴ προσυπακοῦσαι τῷ τῆς ἀναλήψεως ὀνόματι καὶ τὴν θέσιν. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, τὰ δὲ ἐναντία ἐναντίως, ἐγχωρεῖ καὶ περὶ τῶν εἰρημένων ἐπιδέσεων λέγεσθαι. τὰ γὰρ ἐναντία γενήσεται τοῖς εἰρημένοις πάθεσι λέγειν αὐτὸν ἐναντίως ἐπιδούμενα κατορθοῦσθαι, τουτέστι τοῖς μὲν ἀφεστῶσι τὰ παρὰ φύσιν ἐξευθυσμένα, λέλεκται δέ μοι τὰ περὶ τούτων ἔμπροσθεν ἐν τῷ κατἰητρεῖον βιβλίῳ. πρῶιον μὲν ἁπάντων γέγραπται λόγος περὶ τῶν φυσικῶν κριτηρίων, οἶς χρώμεθα πάντες ἄνθρωποι, τά τε κατὰ τὰς τέχνας ἁπάσας διοικοῦσι καὶ σύμπαντα τὸν βίον. ἔχρῃζε γὰρ οὐ πρὸς τὰ προκείμενα νῦν μόνον, ὅσα κατὰ χειρουργίαν, ἀλλὰ καὶ πάσας τὰς ἐν ἰατρικῇ διαγνώσεις τῶν παθῶν, ἃς δὴ καὶ σημειώσεις ὀνομάζουσιν ὡρισμένοι τῶν διαγνωστικῶν κριτηρίων. δεύτερος ἐπὶ τῷδε λόγος ἐν τῷ προκειμένῳ βιβλίῳ γέγραπται, περὶ τῶν κατὰ τὴν ἐν ἰατρικῇ χειρουργίαν διδάσκων, ἐκ τίνων συμπληροῦται. ἐφ τρίτος περὶ ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι τὴν ἐπίδεσιν, τὴν ἔνδειξιν ἡμῶν λαμβανόντων ἀπό τε τῆς τοῦ πεπονθότος μορίου, φύσεως καὶ αὐτοῦ τοῦ πάθους, ἐν τῷ νῦν ἡμῖν εἰρημένῳ λόγῳ περὶ καταγμάτων ποιεῖ τὴν διδασκαλίαν, ὑποπεπτωκότων πάθει γενικῷ τῇ λύσει τῆς συνεχείας. οὕτως γὰρ ἐγὼ προσαγορεύειν εἴωθα τοῦτο τὸ γένος τοῦ πάθους. δὲ Ἱπποκράτης ἀφεστῶτα καλεῖ τὰ σώματα τὰ οὕτω πεπονθότα, ὥστε καὶ τὸ πάθος αὐτῶν ἀπόστασις εἰκότως ὀνομασθήσεται καὶ γενήσεται ἕν τι εἶδος τοῦ γένους τῶν παθῶν,  καλοῦσιν ἰδίως ἀπόστασίν τε καὶ ἀπόστημα. ταῦτα μὲν οὖν αὐτὰ τὰ νῦν εἰρημένα χάριν ἀναμνήσεως ὧν ἔμπροσθεν ἐξηγησάμην εἴρηταί μοι. καιρὸς δὲ ἤδη τῶν ἐφεξῆς ἄρξασθαι.
§2 Ἐν τῷ περὶ τῶν καταγμάτων λόγῳ τῷ νῦν αὐτῷ προκειμένῳ πρῶτον μέμνηται τῶν προκειμένων σπληνῶν καλουμένων, κελεύων αὐτοὺς εἶναι τῷ μήκει μὲν ἴσους τῇ ἐπιδέσει καὶ παραλαμβάνηται διἐκείνην ἕνεκα τοῦ στηρίζειν καὶ κατέχειν αὐτὴν ἀκίνητον. τῷ δὲ πλάτει τριῶν τεττάρων δακτύλων, τῶν τοῦ αὐτοῦ τοῦ ἐπιδουμένου δηλονότι, τῷ πάχει δὲ τριπτύχους τετραπτύχους· ἔνθεν μὲν ἀσφαλεστέρας φρουρᾶς ἐπίδεσις δεῖται τετραπτύχους, ἔνθα δὲ οὐ τοιαύτης, ἀρκοῦν ἡγούμενος καὶ τοὺς τριπτύχους. εὔδηλον δὅτι τὰ συντετριμμένα μᾶλλον ὀστᾶ, πλέονος ἀσφαλείας δεῖται. τὸ δὲ πλῆθος τῶν σπληνῶν τοσοῦτον, φησὶν, εἶναι χρὴ, ὡς ἐν κύκλῳ περιληφθῆναι τὸ ἐπιδούμενον κῶλον. οὐ γὰρ δὴ τοῖς τῆς κλειδὸς πλευρᾶς κατάγμασι περιλαμβάνειν ἐν κύκλῳ δυνατὸν, ἀλλἐπἐνίων τὸ μέγεθος τοῦ κατάγματος ἐνδείξεταί σοι τὸν ἀριθμὸν τῶν σπληνῶν ἐπὶ τῆς κλειδὸς εἰώθαμεν ὡς τὸ πολὺ χρῆσθαι τρισὶ τετραπτύχοις σπλήνισι τοὺς δύο μὲν τοὺς πρώτους εἰς ὁμοιότητα τοῦ γράμματος ἐπιβάλλοντες, ὡς καταὐτοῦ τοῦ συντετριμμένου τὸ μέσον ἑκατέρου καθ συμβάλλουσιν ἐνίοις ἐπικεῖσθαι. τρίτον δὲ αὐτοῖς καὶ ἔξωθεν ἐπιθέντες κατὰ τὸ τοῦ σώματος μῆκος ἐντεταμένον, αὐτούς γε τοὺς ὑποκειμένους σφίγγοντα καὶ τὸ κατεαγὸς μέρος τῆς κλειδὸς πιλοῦντα.
§3 Θαυμάζω πῶς οὐκ εἶπε πρῶτον μὲν τὰς χρείας τῶν σπληνῶν, εἶθὅπως ἄν τις αὐτῶν τύχοι. χρεία μὲν γὰρ αὕτη διττὴ κράτησίς τε τῶν ὑποδεσμίδων ἀναπλήρωσίς τε κατὰ τοιαῦτα τῶν μορίων, καλεῖν αὐτὸς εἴωθεν ἀπόξη τε καὶ ἀπόξηρα, καθάπερ ἐστὶ, πήχεος μὲν πρὸς καρπῷ, κνήμης δὲ πρὸς ποδί. περιβάλλειν γὰρ ἐν τούτοις ἀξιοῖ κυκλοτερῶς τοὺς σπλῆνας, ὡς μετὰ τὴν ἐπιβολὴν τῶν ἔξωθεν ἐπιδέσμων ἴσην εἶναι τῷ πάχει τὴν ἐπίδεσιν. οὐσῶν οὖν δυοῖν χρειῶν τῆς ἐπιδέσεως τῶν σπληνῶν κρατήσεώς τε καὶ ἀναπληρώσεως, ἣν αὐτὸς ὠνόμασε διόρθωσιν, ἀξιῶν αὐτοὺς εἶναι τῷ μὲν μήκει τηλικούτους, ὡς ἐν κύκλῳ περιλαμβάνειν τὸ ἐπιδούμενον σῶμα, τῷ πάχει δὲ καὶ τῷ πλάτει κατὰ τὴν ἔνδειαν τῶν μορίων δηλονότι. τῷ μήκει μὲν ἐὰν μικροὶ γενηθῶσι, κυκλοτερῶς περιβαλεῖν τὸ μόριον, ἀναγκαῖόν ἐστι τὸ ἕτερον αὐτῶν πέρας ἐπὶ θατέρου τεθὲν ὑψηλότερον ἀποφῆναι τὸ μέρος ἐκείνου τοῦ κώλου τῶν ἑκατέρωθεν, ὥστε ἀνώμαλον εἷναι τὴν ἐπίδεσιν καὶ διὰ τοῦτο χαλαράν. ἐὰν δὲ βραχύτεροι γενηθέντες ὥστε ψαύειν ἀλλήλων τὰ πέρατα αὐτῶν, μεταξύ τινα χώραν ἀπολείπουσι κενὴν, ἀνωμάλως πάλιν αὖ ἔσται κατὰ τὸν ἐναντίον τρόπον ἐπίδεσις· ὡς γὰρ ἐπὶ τῶν μακροτέρων κυρτότητά τινα καὶ ἐξοχὴν, οὕτως ἐπὶ τούτων ἔνδειάν τέ τινα καὶ κοιλότητα λαβεῖν ἀναγκαῖον ἔσται τὸ χωρίον. τὴν περιβολὴν δὲ τούτων τῶν σπληνῶν οὐκ εἰς ἅπαξ ἀθρόαν, ἀλλὰ κατὰ βραχὺ κελεύει ποιεῖσθαι, λεπτομερεῖς μὲν γὰρ τῷ πάχει τοὺς ἀνωτέρους τιθεμένους εἶναι δεήσει, παχυτέρους δὲ τοὺς κατωτέρους. ἐὰν ἀθρόως ἕνα περιβάλῃς, ἔσται σοι σχῆμα τῆς καταὐτὸ τὸ χωρίον ἐπιδέσεως, οἷον ἐξ ἀρχῆς ὑπῆρχε τῷ κώλῳ.
§4 Λέλεκταί μοι καὶ πρόσθεν ὑποδεσμίδας ὀνομάζειν αὐτὸν τοὺς πρὸ τῶν σπληνῶν ἐπιδέσμους, ἁπάντων πρώτους ἐπιβαλλομένους τῷ πεπονθότι σώματι. γέγραπται δὲ ἐν τῷ περὶ ἀγμῶν τῆς ἑκατέρου περιθέσεως χρεία. μὲν γὰρ πρότερος αὐτῶν οὐ μόνον ἀνείργει τὴν ἐπιῤῥοὴν, ἀλλὰ καὶ τοῦ περιεχομένου κατὰ τὸ πεπονθὸς ἀπωθεῖταί τι πρὸς τὴν ἄνω χώραν. δὲ δεύτερος ἐκθλίβει τὸ περιττὸν αἵματος πεπονθότος μορίου πρὸς τὸ τοῦ κώλου πέρας. κοινὴ δὲ ἀμφοτέρου χρεία, κατέχειν τὸ διαπεπλασμένον ὀστοῦν ἀδιάστροφον.
§5 Καὶ τούτων λογισμὸς ἐν τῷ περὶ ἀγμῶν εἴρηται. καθόλου γὰρ ἐπὶ πάσης ἐπιδέσεως, ἔνθα μὲν ἔσφιγκται μᾶλλον ὑποκειμένη σὰρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ πρὸς τὰ πέριξ, ἔνθα δὲ ἧττον, ἐνταῦθα δέχεται τὸ μεταῤῥέον ἐκ τῶν μᾶλλον θλιφθέντων.
§6 Καὶ ταύτης τῆς συμβουλῆς λογισμὸς δῆλος· ἐν γὰρ τῷ πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνειν τὴν ἐπίδεσιν, τε κράτησις ἀσφαλεστέρα τοῦ διαπεπλασμένου γίνεται καὶ μᾶλλον ἐκθλίβονται τοῦ πεπονθότος ἰχῶρες εἰς τὰ πλησιάζοντα καὶ ἐκ τῶν ἄνωθεν ἐπιῤῥοὴ κωλύεται μᾶλλον.
§7 Οἱ δὲ ἄλλοι σχεδὸν ἅπαντες οὐ διωρίσαντο ἐπιδέσμους ὑποδεσμίδων. δὲ Ἱπποκράτης τοὺς μὲν αὐτῷ τῷ σώματι περιβεβλημένους ἐπιδέσμους ὑποδεσμίδας ὀνομάζει, τοὺς δὲ τοῖς σπλήνεσιν ἔξωθεν ἐπιδουμένους ἐπιδέσμους. τούτων οὖν ἡλίκον εἶναι χρὴ τὸ πλῆθος καὶ τὸ μῆκος καὶ τὸ πλάτος ἐν τῇδε τῇ ῥήσει διέρχεται, πλῆθος μὲν ἀξιῶν εἶναι τοσοῦτον, ὡς κρατεῖν ἀσφαλῶς αὐτὸ τὸ διαπεπλασμένον ὀστοῦν. τὸ γὰρ μὴ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστιν ὡς ἄν τε μὴ κρατῶσιν οἱ ἐπίδεσμοι τοὐναντίον αὐτοῖς συμβήσεται, νικᾶσθαί τε καὶ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστι τοῦ βεβλαμμένου μέρους. εἰ γὰρ τὸ νικᾷν αὐτοῖς ἐν τῷ φυλάττειν ἀκίνητον τὴν διάπλασιν, ἐὰν αὐτὴ κινηθῇ κατά τι, προσηκόντως ἄν τις αὐτοὺς ἡττᾶσθαι φαίη. τὸ μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, τοιόνδε ἔσται, ἐὰν ὀλιγώτεροι τοῦ δέοντος οἱ ἐπίδεσμοι τύχοιεν ὄντες, ἐνέρεισις τῶν ἄρθρων, ὅπερ ἐστὶ βία καὶ θλίψις ἔσται σῖνος διήκουσα. καὶ μέντοι καὶ τοσούτους αὐτοὺς ποιήσεις ὡς βαρύνειν τὸν ἀσθενοῦντα καὶ οὕτως ἁμαρτήσεις τοῦ συμμέτρου. φυλαττόμενος οὖν ἑκάτερον τῶν σκοπῶν τοῦ πλήθους στόχασον. τῶν ἐπιδέσμων οἱ σκοποὶ δύο εἰσὶ, τὸ μήτε θλίβειν μήτε βαρύνειν. ἀλλὰ μηδὲ περίῤῥεψιν εἶναί φησι περὶ τῷ πλήθει τῶν ἐπιδέσμων. δὲ περίῤῥεψις ἀπὸ τοῦ περιῤῥέπειν ἐπὶ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν τὸ ἀριστερὸν, ὅλην τὴν ἐπίδεσιν ὀνομάζεται. τοῦτο δὲ αὐτὸ περιῤῥέπον, ἀμετρία τοῦ πλήθους αὐτῶν γίνεται. τὴν δὲ ἐκθήλυνσιν, εἴρηται γὰρ αὐτῷ, οἱ μὲν τινὲς ἀπὸ τῶν μορίων ἤκουσαν, ἐν οἷς τὸ σῖνος, ὡς ἀσθενῶν καὶ μαλακῶν ἐσομένων διὰ τὸ πλῆθος ἐπιβεβλημένων ἔξωθεν ὀθονίων, ἔνιοι δὲ ἐπὶ τῆς ἐπιδέσεως αὐτῆς, ὡς ἀτόνου γινομένης· ἐκλύεται γὰρ καὶ τῶν ἐπιθεμένων ναρθήκων κράτησις ὑπὸ τοῦ πλήθους τῶν ὑποβεβλημένων ὀθονίων.
§8 Τῶν ἰδίων τοῦ ἐπιδουμένου δακτύλων καὶ πήχεων δηλονότι τοσούτων ἀξιοῖ τὴν ἐπίδεσιν εἶναι. τὸν δὲ ὅρον αὐτοῦ τοῦ μήκους καὶ τοῦ πλάτους οὐχ ἕνα μόνον ἐποίησε, διὰ τὸ μηδὲν τῆς ἐπιδέσεως ἴσον ἐν ἅπασι γενέσθαι τὸ μῆκος, ἀλλὰ κατὰ τοῦ κατάγματος μέγεθος ὑπαλλάττεσθαι, διορίζει πλήθη καὶ μήκη καὶ πλάτη τῶν ὀθονίων. ἐν ἅπαντι τούτῳ τῷ λόγῳ τελευτὴ ἐπιδέσεώς ἐστιν, ἣν μὲν ἐν τῷ περὶ ἀγμῶν βιβλίῳ κατἐκεῖνον ἀξιοῖ τὸν χρόνον γίγνεσθαι, καθὃν ἀφλεγμαντότατον τὸ πεπονθὸς ἐς νάρθηκας ἐμβάλλεται.
§9 Τοσαυτάκις ἀξιοῖ τὸ πάρερμα περιβάλλειν τοῖς ἐπιδέσμοις, ὁποσάκις ἂν αὐτῶν ἐκείνων ἕκαστός ἐστι περιβεβλημένος. τὸ δὲ ὡς μὴ πιέζειν περὶ τοῦ μέτρου τῆς σφίγξεως αὐτῶν διδάσκει. μέχρι γὰρ τοσούτου ἐσφίγχθαι χρὴ κατὰ τὸ τῶν ἐπιδέσμων πάρερμα, μέχρις ἂν ἐπιμένῃ μὲν ἀσφαλῶς, μηδέπω δὲ πιέζῃ. τί οὖν ἄμεινον συνάπτειν ἀλλήλοις τὰ μέρη τῆς ῥήσεως, ὡς εἶναι τὸν λόγον τοιοῦτον· παρέρματος περιβολὰς τοσαύτας ποιητέον ἐστὶν, ὡς μὴ πιέζειν, ὡς τῶν πάνυ πολλῶν πιεζουσῶν. ἄμεινον δέ ἐστιν ἴσως ἀντὶ τοῦ τοσαῦτα τοιαῦτα τὸ τρίτον γράμμα ἀπὸ τῆς ἀρχῆς σ ποιήσαντας ι· τῇ γὰρ ποιότητι μᾶλλον αἱ περιβολαὶ τοῦ παρέρματος ἴσχουσι τὸ σύμμετρον τῆς ἐπιδέσεως, οὐ τῇ ποσότητι.
§10 Πάντα ταῦτα δηλονότι κελεύει μαλθακὰ, μὴ παχέα παραλαμβάνεσθαι φυλαττόμενον, ὥσπερ ἐπὶ τῶν ὀθονίων ἔμπροσθεν εἴπομεν, οὕτω κἀνταῦθα τὴν θλίψιν τῶν ὑποκειμένων σωμάτων.
§11 Εἴρηται πρόσθεν ἤδη τοῦτο ἐπἄλλης ὕλης πραγμάτων ὁμοίας τῇ νῦν. καὶ μεμνῆσθαι χρὴ παρὰ πάντα τὸν λόγον ὡς ὅτι ἂν ἤτοι περὶ μήκους πλάτους πάχους ἀριθμοῦ τῶν ὀθονίων λέγεται, ἀναφορὰν ἔχειν πρὸς τοῦ πεπονθότος μορίου μῆκος καὶ πλάτος καὶ πάχος.
§12 Οἱ νάρθηκες, ὡς οἱ σπλῆνες, ἐρείσματα καὶ στηρίγματα τῆς ἐπιδέσεώς εἰσιν, ἀλλοἱ μὲν σπλῆνες τῶν ὑποδεσμίδων, οἱ δὲ νάρθηκες ἁπάντων τῶν ἔνδον, ὡς εἶναι τέτταρα μὲν τὰ σύμπαντα, χρείαν ἰδίαν ἕκαστον παρέχον. ἔνδον μὲν γὰρ ὑποδεσμίδας πρῶτον, τό τε διαπεπλασμένον ὀστοῦν κρατούσας καὶ κωλυούσας φλεγμῆναι τὸ πεπονθός. ἐπαὐταῖς δὲ τοὺς σπλῆνας, ὡς μὴ περιῤῥέοιεν, εἶτα τοὺς νάρθηκας στηρίζοντας, οὕστινας Ἱπποκράτης ἀξιοῖ λείους τε εἶναι καὶ ὁμαλούς. ἀντίκειται δὲ τῷ μὲν λείῳ τὸ τραχὺ, τῷ δὲ ὁμαλῷ τὸ ἀνώμαλον. καὶ τὸ μὲν τραχὺ πάντως ἐστὶν ἀνώμαλον, οὐ μὴν τό γε ἀνώμαλον ἐξ ἀνάγκης τραχύ· καθάπερ οὐδὲ ὁδὸς ἀνώμαλος εὐθέως ἐστὶ καὶ τραχεῖα. δύναται γὰρ ἀναβάσεις τε καὶ καταβάσεις ἔχουσα μὴ τραχείας ἀνώμαλος εἶναί τε καὶ λέγεσθαι. καὶ τοίνυν καὶ τοὺς νάρθηκας ἐγχωρεῖ λείους μὲν εἶναι, μὴ μέντοι καὶ ὁμαλούς. ἐὰν γὰρ οὗτοι εἴς τι τῶν πλαγίων μερῶν διεστραμμένοι τύχωσιν ὄντες πρὸς τὸν ἄνω τόπον τὸν κάτω, τὸ μὲν ὁμαλὸν οὐχ ἕξουσι, τὸ λεῖον δὲ ἔχειν ἴσως οἷόν τε. συντελεῖ δὲ τῷ κατάγματι μήτε τραχεῖς εἶναι μήτε διεστραμμένους τοὺς νάρθηκας, ἑκατέρως μὲν γὰρ θλίψουσιν. ἐκ περιττοῦ δὲ οἱ διεστραμμένοι συνδιαστρέφουσιν ἐν αὐτοῖς τὴν ἐπίδεσιν. ταύτης δὲ διαστρεφομένης καὶ τὸ κατεαγὸς μέρος συνδιαστρέφεται. σιμοὺς δὲ κατἄκρα τοὺς νάρθηκας εἶναι συμβουλεύει. δύναται δὲ αὐτὸ τὸ σιμὸν ὄνομα νῦν σημαίνειν τοὺς ἀπεξεσμένους ἀτρέμα κατὰ τὴν κάτω χώραν. οἱ γὰρ ἰσοπαχεῖς ἄχρι τοῦ πέρατος, ἴσην ἐνταῦθα τὴν ἐπίδεσιν ἐργάζονται παντὶ τῷ ἄλλῳ μέρει τῆς ἐπιδέσεως, ὅπερ οὐ χρὴ γίγνεσθαι. βούλεται γὰρ ἐν μὲν τῷ μέσῳ τῇ ἐπιδέσει ἐσφίγχθαι μᾶλλον, ἐκλύεσθαι δὲ ἐντεῦθεν ἄχρι τῶν περάτων. ἐκεῖνα δὲ ἁπάντων ἐκλύεσθαι μᾶλλον, ἀλλὰ καὶ μικροτέρους αὐτοὺς κατὰ τὸ μῆκος εἶναι κελεύει τῆς ἐπιδέσεως, ὅπως μὴ ψαύσῃ ἄν ποτε τοῦ μετὰ τὴν ἐπίδεσιν δέρματος, ὑψουμένου πολλάκις ἐκ τοῦ δέχεσθαι τοὺς ἐπὶ τῶν ἐπιδέσμων ἐκθλιβομένους χυμούς. ἀλλὰ καταὐτὸ τὸ κάταγμα παχυτέρους εἶναι συμβουλεύει τοὺς νάρθηκας, ἐπειδὴ τὸ χωρίον τοῦτο μάλιστα τῆς ὑπαὐτῶν ἐπιδέσεως δεῖται.
§13 Φυλάττεσθαι κελεύει κατὰ τὰς ἐξοχὰς τῶν ὀστῶν τίθεσθαι τοὺς νάρθηκας. ἔστι δὲ τοῦτο κατὰ δύο τρόπους, μηδὅλως ἡμῶν τιθέντων αὐτοὺς κατἐκεῖνα τὰ μέρη τῆς ἐπιδέσεως βραχυτέρους ἐπιτιθέντων, ὡς μὴ παραγίνεσθαι πρὸς τὸ κυρτὸν, ἀλλὰ πρὸς τὸ καταπαύεσθαι, πρὶν ἐκείνου ψαῦσαι καὶ βέλτιόν τι πράττειν οὕτως. ὠνόμασε δὲ τὸ μὲν μηδὅλως θέντα νάρθηκας, φυλάξασθαι τὴν βλάβην τῇ θέσει γίγνεσθαι, τὸ δὲ ἀφελεῖν τοῦ μήκους τῇ βραχύτητι, δυνάμει τοῦτο λέγων, τὸ μὴ θεῖναι νάρθηκα, φυλάξασθαι ψαῦσαι τοῦ προσχόντος μέρους τὸ μικροτέρους θεῖναι.
§14 Ἐμνημόνευσε παρερμάτων καὶ κατἄλλον λόγον ὀλίγον ἔμπροσθεν, ἐφεξῆς τῶν ἐπιδέσμων, οὐ μὴν προσέθηκέ γε ῥητοῖς ἐκείνοις αὐτὰ περιβαλεῖν, ἀλλ τῆς τάξεως ἀκολουθία τοῦτο ἡμῖν ἐνεδείκνυτο. νυνὶ μέντοι φησὶν ἑρμάζειν δεῖ, ὅπερ ἐστὶν ἑδράζειν τε καὶ στηρίζειν ἄνευ τοῦ πιέζειν καὶ τοῦτο ποιεῖν κατὰ τὴν πρώτην ἐπίδεσιν, ὡς ταῖς ἐφεξῆς ἡμέραις ἀνερωτώμενος πάσχων μηδὅλως αἰσθάνεσθαι θλίψεως, δυναμένων ἡμῶν ἐπισφίγξαι τοὺς νάρθηκας τοῖς παρέρμασιν. ἔνιοι δὲ οὐκ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως ἔγραψαν τὸ πρῶτον, ἀλλἐν ἀρχῇ τῆς  ἐφεξῆς, ἵνα τοιάδε, τὸ πρῶτον κηρωτῇ μαλθακῇ, λείῃ, καθαρῇ ἑλίσσετο, τὴν καλουμένην ὑπὸ τῶν γραμματικῶν δοτικὴν πτῶσιν ἄμεινόν ἐστιν ἀκούειν τοῦ τε κηρωτῇ καὶ τοῦ μαλθακῇ καὶ τοῦ λείῃ τὸν λόγον ποιεῖσθαι τοιοῦτον, ἑλίσσοντα τὸν ἐπίδεσμον οἵφι τὸ κατεαγὸς σὺν αὐτῷ προσήκει.
§15 Οὐ γὰρ ἤδη μόνον τὸ δέρμα τοῦ πάσχοντος ἐπαλείφεσθαι βούλεται τῇ κηρωτῇ, ξηρῶν αὐτῶν ἐπιβαλλομένων τῶν ἐπιδέσμων, ἀλλὰ καθἑκάστην ἐπιδέσμου περιέλιξιν ἀκολουθεῖν ἐπιχριόμενον αὐτῷ τὴν κηρωτήν. εἰ γὰρ μόνην περιειλήσεις, ἐγχρῆσθαι δοἴει κατὰ τοῦ δέρματος ἐπιβάλλειν ξηρὰς, ἀποστερήσεις τὸ πεπονθὸς μόριον ἐν τάχει τῆς γιγνομένης αὐτῷ βοηθείας ἐκ τῆς κηρωτῆς, ἀνατεινόντων μὲν ὀθονίων αὐτὴν ὑγραίνουσαν, αὐχμηρὸν δὲ ἐργαζομένων ἐκ τούτου τὸ δέρμα τὴν κηρωτὴν, διὰ τί μὲν εἶναι μαλθακὴν ἠξίουν πρόδηλον. ἀντὶ γὰρ ἐπιβροχῆς αὐτῇ χρῆται, δυναμένης μὲν ἐπιβροχῆς αὐτὸ ἀνύειν, ἀλλὰ διὰ τῆς κηρωτῆς ἀσφαλέστερον ἐσόμενον τοῦτο καὶ μάλιστα ἐφὧν οὐ πάντοτε τὸν ἰατρὸν παραμένειν τῷ κάμνοντι δυνατὸν, οὔτε τὸν ὑπηρέτην ἴσμεν ἐπιμεμεληκέναι φιλόπονον, εἶναι δὲ τὴν κηρωτὴν οὐ μαλθακὴν μόνον, ἀλλὰ καὶ καθαρὰν ἀξιοῖ, τουτέστι μηδὲν ἐμφερόμενον ἔχειν ἐν ἑαυτῇ μήτε προπόλεως μήτε ῥύπου, μήτε γεώδους ψαμμώδους οὐσίας ἄλλης τινὸς παρὰ τὸν κηρόν. εἴη δὲ ἂν εὐθέως τοιαύτη καὶ λεία, πλὴν εἰ διὰ τὰς ὀνομαζομένας ἐγκηρίδας ἐπὶ πλέον τῆς καθαρᾶς νοοῖτο. γέγραπται δὲ οὐ λείη μόνον, ἀλλὰ καὶ λεΐη τῆς δευτέρας συλλαβῆς, ἤν τις γράμμα παρὰ τοῦ η συλλαβῆς, καὶ μᾶλλον οὕτως ἀξιοῦσι γράφειν ὅσοι περιέχεσθαι νομίζουσιν ἐν τῇ τῆς καθάρσεως ἐννοίᾳ τὴν λείαν, αὐτὴν δὲ τὴν λείαν ἀντιδιορίσαι φασὶ τῇ τῆς ξηρᾶς, τὴν γὰρ ἐκείνην οὐκ εἶναι.
§16–21.2
§16 Καὶ περὶ τοῦ ὕδατος λόγος ἀναγκαῖός ἐστιν εἰς τὴν τῶν καταγμάτων ἴασιν. ἐν γοῦν ταῖς ἐπιλύσεσιν ὕδατος θερμοῦ καταντλοῦσιν ἅπαντες ἰατροὶ τὰ κατάγματα, δηλονότι τῆς ἐξ αὐτοῦ βοηθείας ἐναργῶς πεπειραμένοι. διαμαρτία δέ ἐστι κἀν τῇ τούτου χρήσει· μία μὲν κατὰ τὸ ποιὸν, ἑτέρα δὲ κατὰ τὸ ποσὸν αὐτοῦ· κατὰ μὲν τὸ ποιὸν ἤτοι θερμοτέρῳ τοῦ προσήκοντος ψυχροτέρῳ χρωμένου τοῦ ἰατροῦ. κατὰ δὲ τὸ ποσὸν ἤτοι πλέονι χρόνῳ καταντλοῦντος ἐλάττονι. τῆς μὲν οὖν κατὰ τὴν ποιότητα συμμετρίας γνώρισμα, τὴν αὐτοῦ τοῦ ἰατροῦ τίθεται χεῖρα. καταχέων γὰρ αὐτῇ μέλλει τῷ ἐναιονᾷν, ἐστοχάσθαι δύναται τοῦ καταχύματος συμμέτρου. λέγω δὲ κατὰ πλάτος σύμμετρον, πρὸς τὴν κοινὴν τῶν ἀνθρώπων ἀναφέρεται, οὐ πρὸς τὴν τοῦ κάμνοντος ἰδέαν. ἐνίοτε μὲν γὰρ τούτῳ καὶ αὐτῷ τῷ πάσχοντι φαίνεται σύμμετρον. ἐπιχέας οὖν ἐξ αὐτοῦ τὴν πρώτην ἐπίκλυσιν τοῦ θεραπευομένου δυνήσῃ πυθέσθαι, πότερον ψυχρότερον θερμότερον αὐτῷ φαίνεται τῷ συμμέτρῳ· καὶ οὕτως θερμὸν ψυχρὸν ὀλίγον ἐπιχέας εὔκρατον ὡς πρὸς τὸν πάσχοντα ποιήσεις. κριτήριον οὖν ἐστι τῆς εὐκρασίας τοῦ ὕδατος ἡμετέρα χεὶρ, πρῶτον μὲν μεθέξει· δὲ αὐτοῦ τοῦ κάμνοντος αἴσθησις τὸ κυριώτατόν τε καὶ τελειότατόν ἐστι καὶ πρῶτον δυνάμει κριτήριον εὐκρασίας. τὸ δὲ ποσὸν τῆς χρήσεως αὐτοῦ διορισμοὺς ἔχει κοινοὺς πρὸς ἀνάτριψίν τε καὶ πάνθὅσα θερμαίνει βοηθήματα. ταῦτα γὰρ ἐγκείμενα οὐ μόνον πέφυκεν ἐπισπᾶσθαι ἐπὶ τὸ θερμαινόμενον μόριον ἐκ τῶν πέριξ τόπων, ἀλλὰ καὶ διαφορεῖν· ἀλλὰ καὶ διὰ τοῦτο τἀναντία φαίνεται ποιοῦν τὸ θερμὸν ὕδωρ, παρά τε τὸ θερμὸν ἔχειν τὸ σῶμα καὶ τὴν ἐπὶ πλέον καὶ ἔλαττον χρῆσιν. ἐὰν μὲν γὰρ κενὸν εἴη τὸ σύμπαν σῶμα, διαφορεῖ πλέον ἐπισπᾶται· ἐὰν δὲ πληθωρικὸν, ἔμπαλιν ἐπισπᾶται πολὺ μᾶλλον διαφορεῖ. καὶ τοίνυν ὀλίγῳ μὲν χρόνῳ προσαχθὲν ἐπλήρωσε μᾶλλον ἐκένωσεν. εἰ δὲ πλέονι καταθείη χρόνῳ, διαφορεῖ μᾶλλον πληροῖ· κατὰ λόγον οὖν ἔφη χαλᾷν μὲν καὶ ἰσχναίνειν τὸ πλεῖστον, ἁπαλύνειν δὲ καὶ σαρκοῦν τὸ μέτριον. τὸ μὲν οὖν ἰσχναίνεσθαι τοῖς κενουμένοις ἄντικρυς ἕπεται, τὸ δὲ χαλᾶσθαι τοῖς τεταμένοις οὐκ ἄντικρυς, ἀλλὰ διὰ μέσων ἑτέρων. ὅσα μὲν γὰρ τῷ πεπληρῶσθαι τέταται, καθάπερ τὰ φλεγμαίνοντα πάντα τῷ κενοῦσθαι χαλᾶται. ὅσα δὲ τῷ πεπῆχθαι διὰ ψύξιν τῷ θερμαίνεσθαι. τὰ δὲ διὰ ξηρότητα τεταμένα διὑγρότητα χαλᾶται· ἐπὶ τοίνυν τὰ εἰρημένα ε΄ δύναται ποιεῖν τὸ θερμὸν ὕδωρ, ὅταν ἐπὶ πλέον ὀλισθῇ τῷ σώματι, καλῶς εἶπε χαλᾷν αὐτά. μὴ θαύμαζε δὲ εἰ κενοῦν τε ἅμα τὰς περιττὰς ὑγρότητας ἔφαμεν δύνασθαι τὸ θερμὸν ὕδωρ καὶ ὑγραίνειν τὰ στερεὰ σώματα. δέδεικται γὰρ ἐν ἑτέροις τῶν λόγων ἑκάτερον ἀληθές. τὸ μὲν οὖν θερμὸν ὕδωρ ταῦτα δύναται, τὸ δὲ ὀλίγον  οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, τί δύναται ποιεῖν. ἐὰν μὲν ἤτοι δὶς τρὶς καταχέας τις πυριάσας διὰ σπόγγων ἀρκεσθῇ, παντάπασιν τοιαύτη χρῆσις ἄπρακτός ἐστιν. ἐὰν δὲ, ὡς αὐτὸς ἔφη, μετρίως τις αὐτῷ χρήσεται, σαρκώσει τε καὶ μαλακὰ ποιήσει τὰ δεόμενα τούτου. ἄκουε δέ μου προσθέντος τῷ λόγῳ τὰ δεόμενα· ἔνια γὰρ σώματα τοιαύτη χρῆσις ὕδατος οὔτε ἁπαλύνειν οὔτε σαρκοῦν δύναται. τῷ γοῦν ἀσάρκῳ τε ἅμα καὶ πληθωρικῷ σώματι μετρία κατάχυσις ὕδατος θερμοῦ, πληρώσει περιττῆς ὑγρότητος τὸ θερμανθὲν μόριον. ἐὰν δὲ ἄτροφόν τε καὶ μὴ πληθωρικὸν , σαρκώσει τε ἅμα καὶ μαλακὸν ἐργάσεται. σάρκωσις γὰρ γίνεται τῶν μὲν μορίων αὐτῶν, οἷς μέλλει προσφύεσθαί τε καὶ περιφύεσθαι σὰρξ, εὐκράτως ἐχόντων κατὰ θερμότητά τε καὶ ψυχρότητα. τοῦ δὲ ἐπιῤῥέοντος αἵματος ὑγιεινοῦ μὲν ὄντος κατὰ τὴν ποιότητα, συμμέτρου δὲ κατὰ τὴν ποσότητα. ταῦτα δὲ ἀμφότερα διὰ τῆς μετρίας καταχύσεως ὕδατος θερμοῦ γίγνεται συμμέτρου. τὸ γὰρ αἷμα πρὸς τὸ καταντλούμενον ἕλκει μόριον, εὔκρατόν τε ἐργάζεται τὴν ἐν αὐτῷ προϋπάρχουσαν σάρκα, θερμαῖνον μὲν κατεψυγμένον εἰ πρόσθεν εἴη θερμὸν κατάψυχον. διαφορεῖ γὰρ καὶ ταῦτα πρὸς τοὐκτὸς τὴν θερμότητα, προσέτι τῷ τέγγειν ὑγρότητα χρηστὴν καὶ κατὰ τοῦτον ἐμψύχει, καθὅνπερ τρόπον καὶ τὰ διὰ τῶν ποτίμων ὕδατα καὶ λουτρά. καὶ γὰρ ταῦτα τοὺς νεκροὺς ἥκοντας ἐκθερμαίνει, κἂν σφόδρα κατεψυγμένοι τύχωσιν ὄντες, τοὺς ἐκκεκαυμένους οὐ βλάπτει. φαίνονται γοῦν ἡδόμενοι ταῖς εὐκράτοις δεξαμεναῖς ἀδιψότεροι γιγνόμενοι μετὰ λουτρόν. οὕτως οὖν καὶ τοῦ θερμοῦ κατάχυσις ὕδατος, εἰ μετρίως παραληφθείη, σαρκοῖ, διὰ τοῦτο καὶ μαλακώτερον ἐργάζεται τὸ μόριον. ἁπαλὴ γάρ ἐστιν νεοπαγὴς σὰρξ αἵματος ἄρτι πεπηγότος, ὁμοίως τοῖς νεοπαγέσι τυροῖς γέννησιν ἐσχηκυίας.
§17 Καταχύσεως ὕδατος θερμοῦ τὸ μέτριόν ἐστι παύεσθαι, πρὶν ἄρξασθαι συμπίπτειν τὸ καταντλούμενον μέρος. ἐξαίρεται γὰρ πρῶτον, ὅπερ ἐστὶν εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν αὐξάνεται, διά τε τὸ χεῖσθαι τὸ περιεχόμενον αἷμα καταὐτὸ καὶ διὰ τὸ τὴν ἐκ τῶν ὑποκειμένων ἐπιῤῥοὴν, μετὰ ταῦτα δὲ ἰσχναίνεται, διαφορηθέντος μέρους πολλοῦ, τοῦ τε ἐπιῤῥυέντος ἄνωθεν καὶ τοῦ περιχυθέντος.
§18 Ταύτην τὴν ῥῆσιν ἔνιοι μὲν ὡς μίαν ὅλην ἀναγινώσκουσιν, ἔνιοι δὲ δίχα τέμνοντες, ἑκάτερον αὐτῆς τὸ μέρος ἐξηγοῦνται καθἑαυτό. τὸ μὲν οὖν πρότερον μέρος οὕτως περιγέγραπται, μίαν ἔχειν δυνάμενον αὐτοτελῆ διάνοιαν. γάρ τοι θέσις τῶν μορίων ἐάν τε γενικῶς ἀκούεται, περιλαμβανομένης καὶ τῆς ἀναλήψεως, ὡς ἐπὶ τῆς χειρὸς, ἐάν τε εἰδικῶς ὡς ἐπὶ μόνου τοῦ σκέλους ἀρίστη ἀεὶ μαλθακή τε γιγνομένη καὶ ὁμαλὴ καὶ ἀνάῤῥοπος· μαλθακὴ μὲν, ὅπως μὴ θλίβηται κατἐκεῖνο τὸ μόριον κάμνων οὕτως ἅμα τε φλεγμονῇ κινδυνεύῃ, διὰ τὴν τῆς θλίψεως ὀδύνην ἅμα τε μεταβάλλειν κάμνων ἀναγκαζόμενος τὸ σχῆμα, διαστρέφῃ τὸ κατεαγὸς, ὅπερ ἀκίνητον ἐν ἡσυχίᾳ πολλῇ φυλάττεσθαι δεῖται. δὲ ἀνώμαλος θέσις ὀδυνηρά ἐστιν ἅμα καὶ διαστρέφει τὸ κῶλον, ἐν τισὶ μὲν αὐτοῦ μέρεσιν ἀστήρικτον γιγνόμενον, ἐν τισὶ δὲ θλιβόμενον εἰκότως τὴν ὁμαλὴν ἐπαινεῖ. δὲ ἀνάῤῥοπος ἀρευμάτιστον φυλάττει, ὅπερ κατάῤῥοπος ῥευμανίζουσα, φλεγμονῆς αἰτία γίγνεται. τὸ μὲν δὴ πρότερον μέρος τῆς προκειμένης ῥήσεως, ὅτι τε μίαν ἔχειν διάνοιαν δύναται ὅτι τε καλῶς εἴρηται κατὰ τήνδε εὔδηλον ἤδη γέγονε. τὸ δὲ δεύτερον, εἰ δὴ αὐτό τις καθἑαυτὸ ἀναγινώσκει, τοιαύτην ἕξει διάνοιαν. τοῖς ἐξέχουσι τοῦ σώματος οἷον πτέρνῃ καὶ ἰσχίῳ, θέσις ἀρίστη ἐστὶν, ὡς μήτε ἀνακλᾷται μήτε ἐκτρέπεται. διότι δὲ οὐ πρόσκειται τὸ θέσις ἀρίστη, διὰ τοῦτο δοκεῖ τισιν ἐλλιπῆ τὴν διάνοιαν ἔχειν, ἀναγκάζονταί τε συνάπτειν αὐτὸ τῷ προτέρῳ μέρει. πάλιν δὲ αὖ συναφθέντος τοῦδε τῷ προτέρῳ, φαίνεται μηκέτι καθόλου γιγνόμενος λόγος, ἀλλὰ περὶ μόνων τῶν ἐξεχόντων τῆς θέσεως. οἱ μὲν οὖν ἐμπειρικοὶ τούτων ἀκούσαντες, ὡς νῦν ἐπινοουμένων αὐτοῖς τῶν ἄλλων λόγων ἔφασαν γίγνεσθαι καθόλου. καὶ τοίνυν καὶ δείκνυσιν οὐκ ἐν τούτῳ τῷ βιβλίῳ μόνον, ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ τὸν Ἱπποκράτην διἑνὸς δυοῖν πραγμάτοιν διδάσκοντα λόγους καθολικοὺς, ὅταν πραγμάτων ὁμογενῶν διαφέρει τὸ διδασκόμενον, ἐναργῶς ἐπαὐτῶν φαίνεσθαι, καθάπερ καὶ νῦν διὰ πτέρνης καὶ ἰσχίου. πάντων γὰρ τῶν τοιούτων τι μορίων, ἐπειδὰν πάθῃ, δεομένων ἐπὶ μαλθακοῦ τε κεῖσθαι καὶ ὁμαλοῦ ἐν ἀναῤῥόπῳ τε σχήματι κεῖσθαι φαίνεται, μάλιστα τούτων δεόμενα ὑπερεξέχοντα τοῦ σώματος,  ὁποῖόν τέ ἐστι τό τε ἰσχίον καὶ πτέρνα. πολλάκις εἴρηταί μοι τὴν τοιαύτην ἑρμηνείαν ἀφορμὴν παρέχειν ἐξηγήσεως ἄλλην ἄλλῳ καὶ τὸ τινί γε δόξαν πιθανὸν ἑτέρῳ φαίνεσθαι. διὰ τοῦτο οὖν οὐδἀποφαίνεσθαι δεῖ ὑπὲρ τοῦ δοξάζοντος ἀληθῶς εἶναι προσήκειν. τούτου τοίνυν ἡμᾶς μεμνημένους δεῖ καὶ μέντοι καὶ γιγνώσκοντας, ὡς ἐν ταῖς διαφωνουμέναις ἐξηγήσεσιν, ὅταν θεωρία φυλάττηται καταὐτὰς, τρίβεσθαι μακρὸν οὐ χρὴ, μεταβαίνοντας ἐπὶ τὸ χρήσιμον τῆς τέχνης, ἐν ἐκείνῳ χρονίζειν ἐστὶ βέλτιον, ὥσπερ καὶ νῦν ἄμεινον πρᾶξαι. συμφωνουμένων μὲν γὰρ τοῦ δεῖν ἐπὶ πάντων τὴν θέσιν εἶναι μαλθακὴν καὶ ὁμαλὴν καὶ ἀνάῤῥοπον, ἐξαιρέτως δὲ ἐπὶ τῶν ἐξεχόντων μορίων, ὁποῖον τὸ ἰσχίον καὶ πτέρνα, τῶν ἐφεξῆς ἐχόμεθα, καθ φησιν ὡς μήτε ἀνακλᾶται μήτε ἐκτρέπεται. πάλιν οὖν κἀνταῦθα τὸ μὲν ὠφέλιμον εἰς τὴν τέχνην ἐστὶν ἐπίστασθαι περὶ τῆς θέσεως τῶν ἐξεχόντων μορίων, ὥς γε ἂν μὲν ὑψηλοτέρα τοῦ προσήκοντος γένηται, συμβήσεται τὸ κῶλον ἀνακλᾶσθαι. ταπεινοτέρας δὲ οὔσης ἐκτρέπεσθαι καὶ μάλιστα ὅταν πρώτη καὶ ὑψηλή. τὰ δὲ ἔξω τῆς τέχνης περὶ τὴν λέξιν ἔτι πλείονα σχόλια. λέλεκται δὲ τελέως ἐν τῷ περὶ ἀγμῶν, ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὧν διεξέρχεται θεωρημάτων, οὕτως καὶ θέσεως πτέρνης, ἐν οἷς φησι, πτέρνας δἄκρως χρὴ κάρτα ἐπιμελέεσθαι, ὡς εὐθέτως ἕξει. καὶ οἵ γε πάντα ἐπὶ πᾶσι γράφοντες εἰώθασιν, ἄλλας τὰς ἐν ταῖς ἄλλαις βίβλοις εἰρημένας ῥήσεις, τὸ αὐτὸ θεώρημα ἐχούσας παραγράφειν, ὅπερ οὐδὲ ἐν ταῖς δύο ἡμέραις συνούσαις ἀθρόως ἂν γίγνοιτο. καὶ διὰ τοῦτο παρὰ τοῖς οὕτως ἐξηγουμένοις οὐδεὶς ἀνέγνω βιβλίον ἐνιαυτοῦ θᾶττον δυοῖν. καὶ ἤδη γεγονότων εἰς τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων ὑπομνημάτων ὑπομνήσεως μόνης ἐνταῦθα δεῖ. εἰ δέ τις οὕτως ἐπἐκείνων τῶν βιβλίων ἀνέγνω, διαδραμὼν ὅτι τάχιστα τοῦτο τὸ νῦν ἡμῖν προκείμενον, ἐπἐκεῖνα προβῇ τοῦ παρἐμοῦ τοῦ πεπειραμένου μαθὼν ὡς διεξοδικαὶ διδασκαλίαι τεχνίτας ἐργάζονται τελείως, οὐχ αἱ κατἐπιτομὴν γινόμεναι. οὐ μὴν ἀχρήστους δὲ καὶ τὰς τοιαύτας εἶναί φημι, σύλληψίν τινα διὰ βραχέων τῆς ὅλης θεωρίας περιεχομένας.
§19.1 Ὡς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ ἄρθρων διαλέγεται, κατὰ τοὺς τοιούτους λόγους, ἐν οἷς τὸ δῆλον ἰδιώτῃ δῆλον εἶναι λέγει. τινὰ μέν ἐστιν οὕτω δῆλα παντὶ τῷ γένει ἔχοντα καθάπερ καὶ τὰ πρὸ ταύτης ῥήσεως εἰρημένα. καὶ γὰρ μαλθακῶς καὶ ὁμαλῶς δεῖν κεῖσθαι τὸ κατεαγὸς ἅπαντες νοοῦσιν, οὐ μὴν ἅτε βλάπτεσθαι σωλῆνας τίθεσθαι μὴ προακηκοότες περὶ αὐτοῦ κατἐκείνην ἔγραψε τὴν ῥῆσιν, ἧς ἀρχὴ ἐν τῷ περὶ ἀγμῶν. περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων εἰς τὰ σκέλεα τὰ κατεαγότα ἀπορέω τι συμβουλεύσω. καὶ διότι γε εὐλόγως ἀπορεῖ διεξέρχεται καὶ πάλιν ἐν ταὐτῷ βιβλίῳ καθἑτέραν ῥῆσιν, ἦς ἀρχή· σωλῆνα δὲ ἢν μὲν τις ὑπαὐτὸν τὸν μηρὸν ὑποθείη καὶ διελθὼν πολλὰ, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη. εἰ οὖν διαμπερὲς εἴη, ποιητέος σωλὴν οὐ ποιητέος. δὲ λόγος οὕτως βούλεται, μήτε ἀναγκαίαν χρείαν εἶναι τοῦ σωλῆνος· εἰ μέντοι τις βούλοιτο χρῆσθαι, μέχρι τοῦ βουβῶνος ὑποτιθέναι ἅπαντι τῷ σκέλει, μὴ μέχρι τοῦ γόνατος. ἐξ ἐκείνων οὖν ἐγένετο δῆλον ἡμῖν καὶ τὸ νῦν εἰρημένον, οὐκοῦν αὐτὸ καθἑαυτὸ δῆλον. ὅσον γὰρ ἐπὶ τῇ λέξει δυνατὸν καὶ ἀκοῦσαι τὴν φωνὴν, ὡς διαζευκτικὸν εἰρῆσθαι σύνδεσμον. ἀλλἐκεῖνον ἐνοήσαμεν ἀνἀποφάσεως αὐτὴν τετάχθαι. βούλεται γὰρ ἅπαντι τῷ σκέλει οὕτως ἡμᾶς τὸν σωλῆνα χωρὶς βλάβης ὑποβάλλεσθαι, καθάπερ Ὅμηρος ἔφη·
§19.2 Θουκυδίδης δέ·
§19.3 σκοπεῖσθαι δέ φησι, χρῆναι καὶ τὸ πάθος, οὖ χάριν σωλὴν περιλαμβάνεται καὶ ὅσα βλάπτειν πέφυκε. τὸ μὲν οὖν πάθος ἐστὶν ἰσχυρὸν σύντριμμα τῶν κατὰ τὸ σκέλος ὀστῶν ἀκριβῶς ἀκινήτου δεομένου τοῦ σκέλους τὴν ἴασιν. γὰρ σωλὴν ἐπαινεῖται πρός τινων, ὡς ἐν ἐκείνοις τοῖς καιροῖς χρήσιμος ἐσόμενος, ἐν οἶς ἀπὸ τῆς στρωμνῆς πεπονθὼς ἐπανίσταται. καὶ ὅτι γε αὖ εἰσιν οὗτοι, καθοὓς ἤτοι γε ἀποπατῆσαι δεόμενος ἤτοι σκληρὸν τῆς στρωμνῆς μὴ φέρων, ἀπολείπει τὴν προτέραν, ἐφἑτέραν στρωμνὴν ἄρτι μετακομιζόμενος, αὐτὸς ἐδήλωσεν ἐν τῷ περὶ ἀγμῶν. ἐδήλωσε καὶ ὅτι μέχρι τοῦ γόνατος σωλὴν γινόμενος οὔτε κωλύει κινεῖσθαι τὸ σκέλος, ἀσηρής τέ ἐστι καὶ θλίβει πολλάκις. ἀποβλέποντα δέ σε πρός γε τὸ πάθος, οὖ χάριν σωλὴν παραλαμβάνεται καὶ πρὸς τὰς βλάβας ἃς ἐργάζεται, ποτὲ μὲν αἱρεῖσθαι τὸν σωλῆνα κελεύει, ποτὲ δὲ οὔ. ἐὰν μὲν γὰρ αἱ ἐξ αὐτοῦ βλάβαι μείζους ὦσι τῆς ὠφελείας, φευκτέος σωλὴν, ἐὰν δὲ ὑπερβάλλῃ ὠφέλεια παντὶ τῷ σκέλει, μὴ μέντοι τοῦ γόνατος.
§20 Ὅτι πάρεξις, ὅταν κάμνων ἑαυτὸν παρέχῃ τῷ ἰατρῷ θεραπευθησόμενον εἴρηται πρόσθεν. ἐν τούτῳ δὴ τῷ καιρῷ πρῶτον, ἡνίκα μὲν σημειοῦται τὸ γεγονὸς αὐτὸ πάθος ἰατρὸς, εἶτα παρασκευάζεται πρὸς τὴν θεραπείαν. ἐν σχήματι πάντως εἶναι τοίνυν χρὴ τὸ πεπονθὸς μέρος καὶ τοῦτο σχῆμα κατὰ φύσιν εἶναι τοῦ μέρους εὔλογον. ὑπὸ γὰρ τοῦ παρὰ φύσιν οὐκ ἂν γένοιτο βλάβη μικρά. μετὰ τὴν πάρεξιν ἤτοι διατείνειν μόνον, ὅταν οὕτως μικρὸν ὡς κρατήσεως μόνης χρῄζειν ἐν τοῖς ὑπερκειμένοις. εὔδηλον οὖν ὅτι καὶ κατὰ τοῦτον τὸν καιρὸν ἅμεινόν ἐστι τῷ κάμνοντι καὶ τὸ κατὰ φύσιν σχῆμα φυλάττειν· εἶθἑξῆς ἐστιν τῆς διαπλάσεως καιρὸς, ἐν καὶ αὐτὸν φυλάττεσθαι προσήκει ταὐτὸ σχῆμα· καὶ μετὰ τοῦτον τῆς ἀποθέσεως ἀναλήψεως, οὓς ἀμφοτέρους ὀνομαστὶ μὲν οὐκ εἶπεν, ἐδήλωσε δὲ διὰ τοῦ φάναι καὶ τὰ ἄλλα.
§21.1 Ἐπεὶ διὰ τῆς προτέρας ῥήσεως τοῦ κατὰ φύσιν ἐμνημόνευσεν, εἰκότως οὖν ἐξηγεῖται, τίς φύσις ἐστὶν αὕτη καὶ τίνα τὰ γνωρίσματα ταύτης, καί φησιν· φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει βούλεται τεκμαρτέον, ὡς εἰ καὶ οὕτως εἶπε, κατὰ φύσιν μὲν σχῆμα κατὰ μὲν τὰς ἐνεργείας σκοπὸς αὐτῶν καὶ χρεία διἣν ἐνεργοῦνται. ἐς δὲ ταῦτα, τουτέστι τὰ νῦν εἰρημένα, τὴν πάρεξιν καὶ διάτασιν ἀνάπλασίν τε καὶ θέσιν, ὡς ἂν οὐδεμίαν ἐνέργειαν ἐνεργοῦντος διὰ τοῦ πεπονθότος μορίου τοῦ κάμνοντος. ἑτέρους σκοποὺς τῆς τοῦ κατὰ φύσιν σχήματος εὑρέσεως, οὓς ἐφεξῆς αὐτὸς διέρχεται γράψας, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐλινύοντος μὲν λέγων τοῦ μηδὲν ὅλως ἐνεργοῦντος, ἀλλἡσυχάζοντος. ἐξ οὗ φησι τὰς ἰθυωρίας λαμβάνεσθαι, καθάπερ ἐπὶ τῆς χειρὸς ἐδίδαξεν, ὑποκεῖσθαι μὲν ἀξιῶν τὸ τοῦ πήχεος ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος. ἐκ δὲ τοῦ κοινοῦ τὸ μεταξὺ σχῆμα κάμψεώς τε καὶ ἐκτάσεως ἄκρας. ὅπερ ἐγγὺς εἶναί φησι τοῦ ἐγγωνίου σχήματος πήχεος πρὸς βραχίονα· καὶ καλεῖσθαί φασιν ἐγγώνιον σχῆμα τὸ κατὀρθὴν γωνίαν, τουτέστιν ἵνα τὸ τοῦ πήχεος ὀστοῦν πρὸς τὸ τοῦ βραχίονος ὀρθὴν ἐργάζηται γωνίαν. πάντων δὲ τῶν παλαιῶν ἀντιγράφων προκείμενον ἐχόντων τὸ ἐγγὺς, εἰδότων δὲ καὶ τῶν ἐξηγησαμένων τὸ σύγγραμμα ταύτην τὴν γραφὴν, κατὰ δύο τρόπους μοχθηρὸν γίνεται τὸ λεγόμενον, ἐάν τις ἐγγώνιον ἀκούῃ σχῆμα κατὀξεῖαν γωνίαν, ὀξείας δηλονότι γωνίας ὀνομαζομένης, ἥτις ἂν ἐλάττων τῆς ὀρθῆς. ὅταν μὲν εὐθεῖα ἐπεὐθείας σταθεῖσα, τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. δὲ τῆς ὀρθῆς ἐλάττων ὀξεῖα καλεῖται, καθάπερ μείζων ἀμβλεῖα. καὶ τοίνυν μὲν ὀρθὴ γωνία κατὰ μέγεθός ἐστιν οὐκ ἔχουσα τὸ μᾶλλόν τε καὶ ἧττον. ἀπερίληπτον δὲ ἀριθμῷ τὸ πλῆθός ἐστι τῶν ὀξειῶν τε καὶ ἀμβλειῶν ὑπαρχουσῶν. ἀπαρέγκλιτος μὲν γὰρ ὀρθὴ γωνία, διότι καὶ ἐφισταμένη κατεὐθείας, εὐθεῖαν τηνικαῦτα τὴν γένεσιν ἐργάζεται δυοῖν θατέρων ὀρθῶν γωνιῶν, ὅταν ἀπαρέγκλιτος ἐφίσταται. κέκληκε δὲ αὐτὴν ὀρθὴν ἐργαζομένην γωνίαν, πρὸς τὸ ἕτερον μέρος τῆς ὑπερβεβλημένης εὐθείας. καὶ κλίσις αὐτῆς τὸ μᾶλλόν τε καὶ ἧττον ἀναρίθμητον ἔχει πλήθει.
§21.2 Οἷον οὖν ἐστι τὴν ὀρθὴν γωνίαν ἑρμηνεῦσαι βουληθέντα λέγειν ἐγγὺς εἶναι τῆς ὀξείας. ἡγεῖται μὲν γὰρ τῆς ὀρθῆς νόησις, ἕπεται δὲ τῆς ὀξείας, ὅτι μὲν ὀρθὴ μία, καθάπερ εἶπον, ἄπειροι δὲ κατὰ πλῆθος αἱ ὀξεῖαι. τὸ μὲν οὖν ἐγγὺς εἶναι τῆς ὀρθῆς ὀξεῖάν τινα γωνίαν εἰκότως ἄν τις εἴποι. παμπόλλων γὰρ οὐσῶν αὐτῶν ταύτην νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, τῆς ὀρθῆς ἂν ἀπολείπεται βραχὺ καὶ μὴ πάνυ τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὴν εὐθειῶν ὑποξυνομένην ἔχει. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἀμβλειῶν παμπόλλων οὐσῶν ἐκείνας νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ὅσαι τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὰς εὐθειῶν ἔχουσι μετρίως ἀμβλεῖαν, ἐγγὺς δὲ τῆς ὀξείας εἶναί τινα γωνίαν, ἀδιανόητον μὲν οὐκ οὔσης μιᾶς τῆς ὀξείας γωνίας ἐγγώνιον ἔχει σχῆμα καὶ προσέτι διὰ τὸ μὴ ἐγγώνια διὰ τοῖν δυοῖν γγ μήτε εὐγώνια διὰ τῆς εὖ συλλαβῆς κεκλῆσθαι σχήματα πρὸς μηδενὸς τῶν Ἑλλήνων, ἕνα γωνίαν ὀξεῖαν ἔχει, τὰ μέντοι τὴν ὀρθὴν ἔχοντα γωνίαν  εὐγώνια διὰ τῆς εὖ διφθόγγου καὶ ἐγγώνια διὰ τοῖν δυοῖν γραμμάτοιν καλοῦσι· μήτε οὖν ἀναγκαῖόν ἐστιν ἀκούειν ἐγγώνιον τοῦ κατὀρθὴν γωνίαν συγκειμένου σχήματος, ὅπερ γίγνεσθαι πέφυκεν, ὅταν ὀρθὴν γωνίαν πῆχυς ἐργάζηται πρὸς βραχίονα. ζητεῖν δὲ διὰ τί προσέθηκεν Ἱπποκράτης τὸ ἐγγύς. ὥσπερ οὖν εἰώθαμεν λέγειν πολλάκις, ἐρῶ καὶ νῦν· ἀσαφεῖς λέξεις ἐπιστημονικὴν μὲν οὐκ ἔχουσιν ἐξήγησίν· ἐὰν δὲ τὸ πιθανὸν μετὰ τοῦ καὶ προλεγόμενον ἀληθὲς εἶναι καὶ μὴ μάχεσθαι τῇ γνώμῃ τοῦ συγγράμματος τοῦ συγγραφέως ἀποδέχεσθαι χρή. τούτου τοίνυν ἐχόμενος τοῦ σκοποῦ πειράσομαι τὴν ἐγγὺς φωνὴν ἐξηγήσασθαι. λέγω δὲ τὸ μὲν ἐγγώνιον σχῆμα τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἔχειν, ἓν γάρ ἐστιν. ἡμᾶς δὲ μάλιστα μὲν οὐ δύνασθαι τοιοῦτον σχῆμα τῆς χειρὸς ἐργάζεσθαι, καθ διαβεβαιώσαιτο ἄν τις ἀπαρεγκλίτως ὀρθὴν εἶναι γωνίαν τῆς τῶν ὀστῶν συμβολῆς ἀρκεῖν ἡμῖν, εἰ μὴ πόῤῥω τούτου σχηματίσαιμεν. ἔπειτα δὲ οὐδὲ βούλεται τοιοῦτον σχῆμα τῆς ὅλης χειρὸς εἶναι· ἐπιδείξω γὰρ αὐτῆς τὸ κατὰ φύσιν σχῆμα, πλησίον μὲν τῆς ὀρθῆς γωνίας, ἀποκεχωρηκὸς δὲ βραχὺ πρὸς τὴν ἀμβλεῖαν, ὅπερ ἐστὶ πρὸς τὴν ἔκτασιν ῥέπον. δὲ ἀπόδειξίς μοι τοῦ λόγου γενήσεται, διὧν καὶ αὐτὸς Ἱπποκράτης ἔγραψεν· ἐκ γὰρ τοῦ ἐλινύοντος ἔφη καὶ τοῦ ἔθεος εὑρίσκειν ἡμᾶς τὰ κατὰ φύσιν σχήματα. ταῦτα δὲ ἄμφω συντεθέντα σκοπὸν ἕνα ποιεῖ σύνθετον, ὡς εἰ καὶ οὕτως τις εἶπεν, ἐν οἷς ἀργοῦντες εἰθίσμεθα σχήμασιν ἕκαστον τοῦ σώματος μόριον ἔχειν, αἱρετέα ταῦτά ἐστι καὶ κατὰ τὰς θεραπείας. εὔδηλον γὰρ ὡς πρῶτος σκοπὸς τῶν ἐπιτηδείων σχημάτων ἐστὶν ἀνωδυνία. ταύτην οὖν εὔδηλον ὡς οὐδεὶς τῶν ἀλγούντων ὑπερβὰς ἐν ἄλλῳ ἂν σχήματι τὸ πλεῖστον μέρος τοῦ χρόνου σχηματίσαι τὸ μόριον. ἐὰν οὖν ἐπισκέψῃ τοὺς ἀλγοῦντας ἀνθρώπους, εὑρήσεις ὡς ἐπὶ τὸ πολὺ τὰς χεῖρας κατατιθεμένας, οὐκ ἀκριβῶς μέσας ἐκτάσεως ἄκρας καὶ κάμψεως ἐσχάτης, ἀλλἐπὶ τὴν ἔκτασιν ἑρπούσας. τὸ δὲ αὐτὸ συμβέβηκε καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν τῶν σχημάτων. ἐν γὰρ τῷ κεκμηκότι ἀναπέπτασθαι μάλιστα ἐροῦμεν οἱ πάντες ἄνθρωποι τὸ ἀνωδυνώτατον σχῆμα, πρὸς μὲν τὸ μέσον ἔρχονται τοῦ τε ἀκριβῶς ὑπτίου καὶ πρηνοῦς ἐσχάτως, ἐκκλίνουσι δὲ βίᾳ βραχὺ πρὸς τὸ πρηνές. μὲν οὖν Ἱπποκράτης ταῦτα διελθεῖν βουλόμενος προσέθηκε τὸ ἐγγὺς οὐκ ἔχων διατείνεσθαι. τὸ μέντοι τῶν σχημάτων τῆς χειρὸς ἁπάντων ἀνωδυνώτατον εἶναι τὸ νῦν ὑπἐμοῦ λεγόμενον ἀκριβῶς οἴδασι καὶ ὅσοι τρίβωνές εἰσι τῶν τοιούτων ἔργων τῆς τέχνης ἀκούσαντες τὸν λόγον τοῦτον, οἱ δὲ ὅτε γνωρίζουσι τὴν καταὐτὸν ἀλήθειαν. ἐνέχεσθαι δὲ δεῖ τὸν ἐξηγούμενον ὁτιοῦν σύγγραμμα τῆς τε τοῦ συγγραφέως γνώμης καὶ τῆς τοῦ λεγομένου πράγματος ἀληθείας· ἐν οἷς οὖν ἄδηλόν ἐστι διὰ τὴν ἀσάφειαν τοῦ συγγραφέως γνώμη, τὸ δὲ ἀληθὲς χρὴ φυλάττειν· οὕτως γὰρ καὶ τοὺς μανθάνοντας ὠφελεῖσθαι συμβήσεται. τοῦτον οὖν τὸν σκοπὸν ἐν ἁπάσαις ταῖς ἐξηγήσεσι πειρῶμαι φυλάττειν. ἔνιοι δὲ τῶν ἐξηγητῶν οὐδἂν ἐθελήσωσι τυχεῖν αὐτοῦ δύνανται, τῶν μὲν ἔργων τῆς τέχνης ἀπείρως ἔχοντες, ἐπὶ δὲ τὸ σοφιστικὸν εἶδος ἐκτρεπόμενοι καὶ γενηθέντες οἱ καλούμενοι λογικοὶ ἰατροὶ, διοὓς καὶ οἱ καλῶς χρώμενοι τῷ λόγῳ παρὰ τοῖς ἰδιώταις ὑποπτεύονται. τούτων μὲν δὴ χρὴ μεμνῆσθαι, κἂν ὀλιγάκις λέγονται, μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τῆς προκειμένης ῥήσεως. ὥσπερ τοῦ τε ὑπτίου καὶ πρηνοῦς ἀνωδυνώτατόν ἐστι, καθ πλείστῳ χρόνῳ τοῦ βίου συνειθισμένοι σχεδὸν ἅπαντές εἰσι· προσχωρεῖ δὲ καὶ τοῦτο τῷ τῆς ἐκτάσεως· ἐν τούτῳ γὰρ τῷ σχήματι πλεῖστον χρόνον ἔχειν δυνάμεθα τὰ σκέλη μὴ μεταβάλλοντες. ὅτι δὲ καὶ ἀναγκαῖόν ἐστι μὴ μεταλλάττειν εἰς ἕτερον ἧττον ἀνώδυνον ἐν τοῖς περὶ μυῶν ὑπομνήμασι δέδεικται, μετὰ τῆς οἰκείας αἰτίας μεταβαλεῖν, οὐκ ἀποδείξεως, ἀλλἀναμνήσεως χρῄζει, καθάπερ γε καὶ ὅτι διὰ ταχέων ἐπανερχόμεθα πάλιν ἐπαὐτοῦ. τὴν δαἰτίαν οὐκ ἀναγκαῖον λύεσθαι μακροτέρου λόγου δεομένην· ἄμεινον γὰρ ἀντὶ τοῦ τὴν αἰτίαν εἰπεῖν, ἕτερόν τι χρησιμώτερον τοὺς νέους ὠφελῆσαι, μετὰ τοῦ φυλάττειν ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην καταλελεγμένην πρὸς ἡμῶν ἐν ταῖς περὶ μυῶν κινήσεσιν. ἐν γὰρ τῇ τοῦ βραχίονος πρὸς τὸν πῆχυν διαρθρώσει τὸ κατὰ φύσιν ἐστὶ σχῆμα μέσον τῶν ὑπερβολικῶν ἑκατέρου, καθ μήτε ἐκτεῖναι μήτε κάμψαι μᾶλλον ἔτι δυνάμεθα, καὶ φαίνεταί γε τυγχάνον τῆς σαρκὸς τῶν ὀστῶν γυμνουμένων τοῦ πήχεος βαθμοῦ, ἣν ὁρίζουσιν αἱ δύο κορῶναι. πεπληρωμένη δὲ καὶ ὡς ὑπὸ τῆς γιγγλυμοειδοῦς τοῦ βραχίονος περιφερείας, ἣν οἱ μέσοι περιλαμβάνουσι κόνδυλοι. κατὰ δὲ τὰς ἐσχάτας ἐκτάσεις ὄπισθεν κορώνη τοῦ πήχεος εἰς τὴν ὀπίσω βαθμίδα τοῦ βραχίονος ἐμβαίνουσα, καθάπερ πρόσθεν ἐν ταῖς ἐσχάταις καμπαῖς· καὶ ὅσοι φύσει θατέραν ἔχουσι τὴν ὀπίσω κοιλότητα πλέον τῆς ἄκρας ἐκτάσεως εἰς τὴν ἐκτὸς χώραν ἀπάγουσι τὸν πῆχυν, ὥσπερ αὖ πάλιν οἱ τοῦ προσήκοντος ἐνδεέστεροι οὐκ ἀκριβῶς ἐκτείνουσιν. ὡς δὲ αἱ κατασκευαὶ τῆς διαρθρώσεως οὐχ ὅμοιαι πᾶσίν εἰσιν, οὐδὲ ἀκριβεῖς ὅροι τῆς ἐκτάσεως ἐπὶ πάντων, οὕτως οὐδὲ  μεσίτης αὐτὴ πᾶσιν ἔσται. ὅταν οὖν τὸ μῆκος τῆς ἄκρας ἐκτάσεως καὶ κάμψεως σχῆμα κατὰ φύσιν εἶναι λέγομεν, οὐ κατακριβωμένως, ἀλλἐν πλατεῖ νοεῖσθαί σε χρὴ τὸ μέσον τοῦτο, καλεῖ δὲ Ἱπποκράτης αὐτὸ κοινόν· ἀλλὥσπερ ἀδύνατόν ἐστι κατὰ τὸ ἀκριβέστατον ἐν μέσῳ σχήματι καθιστάναι τὴν χεῖρα, καθ μηδὲ βελόνης πάχος ἑλεῖν προσθεῖναι δυνατόν ἐστιν, οὕτως οὐ χρὴ μέσου τοῦδε πόῤῥω σχηματίζειν τὴν χεῖρα. κατὰ τοῦτο γὰρ τεχνικὸς στοχασμὸς τοῦ μὴ τεχνικοῦ διαφέρει, τοῦ μὲν τεχνικοῦ πλησίον ἀφικνουμένου τῆς ἀκριβοῦς συμμετρίας, τοῦ δὲ ἰδιώτου πλεῖστον ὅσον ἐνίοτε σφαλλομένου. δύναιτο ἂν οὖν καὶ κατὰ τοῦτο Ἱπποκράτης συμβουλεύειν τὸ ἐγγὺς τοῦ ἐγγωνίου σχήματος φυλάττειν, ἐγγώνιον μὲν καλῶν τὸ κατὀρθὴν γωνίαν, ἀξιῶν δὲ στοχαζομένους ἡμᾶς αὐτῆς μὴ πόῤῥω τῆς ἀκριβοῦς ἀφικνεῖσθαι συμμετρίας. δὲ ἔφην ἐγὼ διδάξειν τοὺς νέους χρησιμώτατον ἐς τὰ παρόντα καὶ δὴ φράσω, μεγίστην ἐν πᾶσι τοῖς κατἰατρικὴν δύναμιν ἔχειν τὸ ἔθος, ὡς ἐπίκτητον αὐτὸ φύσιν ὑπὸ τῶν μεγίστων ἰατρῶν ὠνομάσθαι. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐν τοῖς ἀναγκαιοτάτοις σκοποῖς ἀεὶ τιθέμενος αὐτὸ καὶ δύναμιν ἐνδείξεως ἀπονέμων δευτέραν, ἐπὶ προτέρας δηλονότι τοῦ κατὰ φύσιν ὑπελάσσω εἶναι τὴν καταὐτὴν ἀκριβῶς ἰδέαν σχήματος, ὡς ἐπὶ πάντων τῶν καμνόντων ποιεῖσθαι, ἀλλὑπαλλάττειν ἐφἑκάστου τοῖς ἔθεσιν, μὲν οἰκείως ἐνίους μὲν ἑώρων διὅλης ἡμέρας καθημένους, ὅσοι τέχνας ἑδραίας ἔχουσιν, ἐνίους δὲ ἑστῶτας βαδίζοντας. εὔλογον οὖν ἔδοξέ μοι μᾶλλον ἐκτεταμένον σχηματίζειν τὸ σκέλος, ἐφὧν εἴθισται πλείστῳ χρόνῳ τοῦτο ἔχειν τὸ σχῆμα, καθάπερ καὶ ἧττον ἐκτεταμένον, ἐφὧν διὅλης ἡμέρας κέκλιται, καὶ τῇ πείρᾳ μεταβασανίσας, αὐτὸ τοιοῦτον εὗρον ὑπάρχειν, ὁποῖον καὶ ἤλπισα. καὶ περὶ τῶν χειρῶν κατὰ τὸν αὐτὸν λόγον δεῖ μὲν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος χρῆναι σχηματίζειν αὐτὰς, ἀλλὰ εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν ἐθῶν λαμβάνει τὴν ἔνδειξιν. ἐπεὶ δὲ καὶ διὰ τῆς πείρας ἁπάσας τὰς λογικὰς οἱ ἄνθρωποι ἐπινοίας κρίνουσιν, ἐμαρτυρήθη τὸ πρᾶγμα, βεβαίαν ἤδη τὴν πρόγνωσιν ἔχον οὐδὲ τοῦτο ἐφθόνησαν τῆς εὑρέσεως. ὑπὸ πάντων οὖν τῶν φίλων βασανισθὲν τὸ θεώρημα βέβαιον ἤδη γέγονε χρησιμώτατον εἰς τὰ τοιαῦτα, καὶ τὸν Ἱπποκράτην τοίνυν εἴπομεν ὑπαλλάττειν μὲν ἀξιοῦν τὸ ἀκριβὲς ἐγγώνιον σχῆμα τῇ διαφορᾷ τῶν ἐθῶν, τὴν ἀλλαγὴν δὲ βραχεῖαν ποιεῖσθαι, τουτέστιν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος.
§22–31
§22 Ταῦτα καὶ πρόσθεν εἴρηται, κἂν παντελῶς αὐτὰ περιέλοι τις, οὐδὲν διδασκαλία βλαβήσεται. συμβαίνει δὲ ἐν τοῖς τοιούτοις βιβλίοις, ὅσα πολλῶν πραγμάτων ἑρμηνείαν ἔχει διὰ βραχείας λέξεως, ἄλλως καὶ ἄλλως ἐνίοτε τὸν γραφέα τὰ αὐτά πράγματα γράφειν, ἑαυτὸν σκοπούμενον τινι λέξει χρήσεται μᾶλλον, εἶθεὑρόντα τὸν βιβλιογράφον ἐνίας μὲν αὐτῶν ἐν τοῖς μετώποις γεγραμμένας, ἐνίας καὶ κατὰ τοῦ μετώπου, πάσας ἔγραψε τῷ ἐδάφει τοῦ συγγράμματος ἐν κάλλιστα τάξει δόξουσιν εὐλόγως ἐγκεῖσθαι. τὸ γοῦν κατὰ τὴν προκειμένην λέξιν δηλούμενόν ἐστι τοιοῦτον. πλείονας ἔφην εἶναι καιροὺς τῷ θεραπευομένῳ. πρῶτον ἐν παραγίνεται πρὸς τὸν ἰατρὸν ἔν τινι σχήματι πάντως ἔχων τὸ πεπονθὸς μέρος· εἶθἑξῆς ἄλλον, ἐν κατεσκευάσθαι τοῖς ἰατροῖς ἑαυτὸν παρέχει γνωσομένοις τί τό τε συμβεβηκὸς αὐτῷ πάθημά ἐστι, καὶ τίνος δεῖται παρασκευῆς εἰς θεραπείαν· εἶθἑξῆς τῆς τούτων παρασκευῆς χρόνος καὶ μεταὐτὸν τῆς διατάσεως, εἶτα μετὰ τοῦτον ἐπὶ μὲν τῶν καταγμάτων τῆς διαπλάσεως, ἐπὶ δὲ τῶν ἐξαρθημάτων τῆς ἐμβολῆς, εἶθ τῆς ἐπιδέσεως μετὰ τοῦτον, ὕστατος δὲ πάντων τῆς ἀναλήψεως μὲν ἐπὶ χειρὸς, ἀποθέσεως δὲ ἐπὶ σκέλους καὶ τῶν κατὰ νῶτα καὶ κεφαλὴν χωρίων. ἕξιν οὖν εἴρηκεν ἐν τῇ προκειμένῃ λέξει παρὰ τὸ ἔχειν τὴν ἐν τῷ μετὰ τὴν ἐπίδεσιν καιρῷ κατάστασιν τῶν ἐπιδεδεμένων. ἀντιδιῄρηκε δὲ αὐτῇ τὴν θέσιν ἀποτιθεμένων τριῶν γιγνομένων, ἅπερ ἐστὶ τὰ σκέλη καὶ κεφαλὴ καὶ σύμπασα ῥάχις, ὡς τὴν ἕξιν ἡμῶν ἀκούσωμεν ὡς ἐπὶ τῶν ἄλλων, οἷον ἐπί τε κλειδῶν καὶ χειρῶν καὶ πλευρῶν, ἀκρωμίου τε καὶ ὠμοπλάτης καὶ γένυος ἑκατέρας καὶ εἴ τι ἄλλο τοιοῦτον. βούλεται γὰρ ἐν τῇ μεταβολῇ τῶν εἰρημένων χρῆναι τὰ πεπονθότα μόρια, τὰ μὲν κεῖσθαι καλῶς καὶ ὅσα δύναταί γε θεῖναι, τὰ δὲ δέχεσθαι καλῶς, μὴ δύναται τιθέναι. εὔθετα μὲν ὠνόμασε τιθέμενα, εὔσχετα δὲ τὰ ἄλλα. τὰ μὲν γὰρ ἄλλα κατὰ τοὺς εἰρημένους αὐτῶν ἐστιν ἕτερα. κοινὸν δὲ ἐν πᾶσιν ἓν ταὐτόν ἐστι τὸ κατὰ φύσιν σχῆμα τοῦ μέρους. ἀποβλέπειν οὖν εἰς τοῦτό γε κελεύει στοχαζόμενον τοῦ τε τελευταίου καιροῦ τὴν γεγονυῖαν ἐπίδεσιν φυλάττοντα ἐν χρόνῳ πλείονι. ἐὰν οὖν ἐν ἄλλῳ σχήματι τὴν ἐπίδεσιν ποιησάμενοι μεταβάλλωμεν εἰς ἄλλο, κατὰ τὸν ὕστατον καιρὸν θέσις ὑπαλλαχθήσεται τῶν μυῶν καὶ τῶν νεύρων καὶ τῶν φλεβῶν, καὶ οὔτε εὔθετα οὔτε εὔσχετα  ἔσται, τουτέστιν οὔτε καλῶς ἀποκείμενα οὔτε καλῶς ἀνειλημμένα.
§23 διάτασις, φησὶ, μάλιστα γίνεται κατἐκεῖνα τὰ μόρια, καθ μέγιστα καὶ πάχιστά εἰσι τὰ ὀστᾶ καὶ τὰ περὶ αὐτὰ σώματα, τουτέστιν οἱ μύες. οὗτοι γάρ εἰσιν οἱ μάλιστα κατατείνεσθαι δεόμενοι, διότι καὶ μάλιστα ἀνασπᾶσθαι πεφύκασιν ἐπὶ τὰς ἑαυτῶν κεφαλάς. ἔστι δὲ τοιοῦτον μόριον μηρὸς, εἶθἑξῆς βραχίων καὶ κνήμη καὶ μεταὐτὸν πῆχυς, εἶτα τὰ κατἄκραν χεῖρα καὶ πόδα, ἐξαιρομένων ἐν τῷ παρόντι τῶν κατὰ ῥάχιν. ἀλλὰ καὶ ὅκου, φησὶν, ἀμφότερα τὰ ὀστᾶ πέπονθεν, ἀλλὰ μᾶλλον χρὴ διατείνειν ὡς ἐπὶ πήχεος καὶ κερκίδος. ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα καὶ μετριώτατα ὄντα ἄνω, καθάπερ ἐπὶ χειρὸς κερκίς. ἅπαντα δὲ ταῦτα ὡς ἔφην ἐν τῷ περὶ ἀγμῶν ἐξείργασται.
§24 Παιδίων μὲν ἧττον τοῦ συμμέτρου γιγνομένη διάτασις, ἐάν τε ἐπὶ καταγμάτων ἐάν τε ἐπὶ ἐξαρθρημάτων μόνη ἀποτυχίαν φέρῃ· διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δὲ ἐπὶ τῶν ἐξαρθρημάτων. οὐ μὴν ἀλλ γἔτι βλάβην ἰδίαν ἔχει, καθ μᾶλλον αὕτη ὀδυνηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δὲ ἐξ ὑστέρου καί πυρετοὺς καὶ σπασμοὺς, ἐνίοτε καὶ παραλύσεις ἐπιφέρει, καθάπερ Ἐρασίστρατος ἑωρακέναι φησὶν ἐπὶ τοῦ κατὦμον ἄρθρου διαταθέντος ἐπὶ πλέον. ἦττον δὲ οἱ παῖδες τῶν ἄλλων ἐπὶ τῇ πλεονασθείσῃ τάσαι βλάπτονται, διὰ τὴν ὑγρότητα καὶ μαλακότητα τῶν σωμάτων. ὡς γὰρ ἵμαντες οἱ μὲν ὑγροὶ καὶ μαλακοὶ τῶν σωμάτων ἀλύπως ἐπὶ πλέον ἐκτείνονται, ῥήγνυνται δὲ οἱ σκληροὶ καὶ ξηροὶ, κατὰ τὸν αὐτὸν τρόπον καὶ οἱ μύες καὶ τὰ νεῦρα τὰ μὲν ὑγρὰ καὶ μαλακὰ ῥᾳδίως ὑπακούοντα ταῖς τάσεσιν οὔτε ὀδυνᾶται σφοδρῶς οὔτε ἀποῤῥήγνυται, τὰ δὲ σκληρὰ καὶ ξηρὰ διὰ τὸ μὴ δύνασθαι χωρὶς μεγάλης βίας ἐκταθῆναι, σφοδρὰς ὀδύνας ἐπιφέρει, οὐ μόνον κατὰ τὰς ὑπερβαλλούσας τάσεις, ἀλλὰ κατὰ συμμέτρους. ἐν αὐτῷ δὲ τούτῳ καὶ σπῶνται καὶ ἀποῤῥήγνυνται μυῶν καὶ νεύρων ἶνες. οὐκοῦν τούτων τι γίγνεται τοῖς παιδίοις, οὔτε αὐτοῖς ἀκολουθοῦσιν αἱ φλεγμοναὶ καὶ διαὐτὰς πυρετοὶ καὶ παραφροσύναι καὶ σπασμοὶ καὶ παραλύσεις. αὐτὸς μὲν οὖν ἐπὶ παιδίων ἐποιήσατο τὸν λόγον, ἡμᾶς δὲ δεῖ μεταφέρειν αὐτὸν οὖν ἐπὶ εὐνούχους τε καὶ γυναῖκας καὶ τοὺς ἐκ φύσεως ἔθους, ὑγροὺς καὶ μαλακοσάρκους· αἱ τοιαῦται γὰρ κράσεις τῶν σωμάτων καὶ ὑπακούουσί τε τῇ τάσει ῥᾳδίως οὐδεμία τε βλάβη μεγάλη διαὐτὸ τοῦτο, κἂν πλεονασθῶσιν, ἀκολουθεῖν αὐτοῖς εἴωθεν. ὅσοι δὲ διἔθος φύσιν ἐσκλήρυναν τὸ σῶμα, μόγις μὲν ὑπακούουσι τῇ τάσει, καὶ διὰ τοῦτο καὶ ἧττον αὐτοὺς κατατείνεσθαι πρὸς τῶν ἰατρῶν αὐτὸς ἔφη, μεγάλας δὲ καὶ τὰς βλάβας ἴσχουσιν ἐπὶ ταῖς ἀμετροτέραις τάσεσιν. ἔχειν ἀνάντη σμικρὸν καὶ τοῦτο ὁμοίως τοῖς πρὸ τούτου διὰ διττῶν αἰτιῶν εἴρηται, πρῶτον διἀσφάλειαν καὶ ἕνεκα δὲ τοῦ μὴ πονεῖν τὰ πικρά· τὰ γὰρ ἐναντία διὰ τὴν ὀδύνην βλαβερά.
§25 Οὐχ ὁμώνυμον, ἀλλὰ συνώνυμον εἰρῆσθαι βέλτιον ἦν, εἴ γε τοὺς ὄντας ὁμωνύμους, μὴ προσείρηκεν, ἄνθρωπος δἀνθρώπῳ συνώνυμός ἐστι καὶ Ἱπποκράτης Ἱπποκράτει καὶ κύων χερσαῖος τῷ χερσαίῳ, καθάπερ θαλάττιος τῷ θαλαττίῳ. ὅσα μὲν οὖν τῶν ὀνομάτων ἓν εἶδος, ἐν πολλοῖς τῶν κατὰ μέρος σημαίνει, συνωνύμως ἐπαὐτῶν λέγεται. ὅσα δὲ ἐπὶ διαφερόντων κατηγορεῖται, ταῦτα ἔθος ἡμῖν ἐστι λέγειν ὁμωνύμως κατηγορεῖσθαι. τὰ δὲ ὑποκείμενα καὶ δηλούμενα πρὸς αὐτῶν ὁμώνυμα ὑπάρχῃ. καὶ χεὶρ οὖν τῇ χειρὶ ταὐτὸν εἶδος ἔχουσα ὡς ὁμώνυμον εἶναι λέγοιτο. τοῦτο μὲν τὸ ὀνοματίζειν τισὶν οὐ μεγάλης ἄξιον σπουδῆς, τὰ δἐφεξῆς εἰς αὐτὴν τὴν τέχνην διαφέρει. κελεύει γάρ σε διαρθροῦν τὰ πεπονθότα σώματα παραδείγματι χρῆσθαι τῷ ὡμωνύμῳ καὶ ὁμοζύγῳ καὶ ὁμοίῳ καὶ ὑγιεῖ, ὁμωνύμῳ ἐν τῷ παραβάλλειν βραχίονι βραχίονα καὶ πῆχυν πήχει καὶ μηρὸν μηρῷ καὶ κνήμην κνήμῃ, ὁμοζύγῳ δὲ καθἕνα τὸν αὐτὸν ἄνθρωπον οὐκ ἄλλον ὅπερ κἀν τῷ περὶ ἄρθρων ἐδήλωσεν εἰπὼν, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα. προστίθησι δὲ τῷ ὁμοζύγῳ τὸ ὅμοιον. ἐνδέχεται γὰρ ὁμόζυγον μὲν εἶναι τὸ παραβαλλόμενον, οὐ μὴν ὅμοιόν γε. πολλάκις γὰρ ἕτερος βραχίων ἠτρόφησε κατά τινα διάθεσιν ἀπόστασιν  ἔσχεν βλαισσὸν τὸ σκέλος ῥαιβὸν ἐγένετο, διὸ καὶ πάλιν ἐπήνεγκε τὸ ὑγιὲς, οὐ ὀκνήσας πάντως τῇ δυνάμει εἰπεῖν αὐτὸ, οὕνεκα τοῦ μηδὲν ἡμᾶς παρακοῦσαι. τὸ γὰρ ὁμόζυγον ὑγιὲς πάντως ἐστὶν, ἂν ὅμοιον πλησίον ἀμφότερα φθάνοι καταὐτὸν τρόπον πεπονθέναι. τοῦτο δἐπἄλλων, ἀλλὰ τοῦτο δεησόμεθα τὸ ὁμοίως προσθεῖναι τῷ ὑγιές. ἀρκέσει μόνον ὑγιὲς εἰπεῖν, ἐν ἑαυτῷ καὶ τὸ ὅμοιον. ἴσως οὖν ἀμφότερα γεγραφότος αὐτοῦ τοῦ Ἱπποκράτους, ὡς ἐν ἄλλοις συνέβη τὸ ἐγγραφόμενον, οὐ τὸ ἕτερον αὐτῶν, ἀλλὰ μὴ τὰ δύο γράψαι.
§26 Δῆσαι μὲν λέγει τὸ πυκνῶσαι, λῦσαι δὲ τὸ ἀραιῶσαι καὶ μαλακῦναι, μινυθῆσαι δὲ τὸ ἰσχνᾶναι. τὴν μὲν οὖν σκληρὰν τρίψιν εἰκὸς δήπου καὶ τὴν τριβομένην σάρκα παραπλησίαν ἑαυτῇ ποιεῖν ἐν τῷ πιλεῖν τε καὶ θλίβειν αὐτήν. οὕτως δὲ καὶ τὴν μαλακὴν τρίψιν, ὁμοίαν ἑαυτῇ καὶ τὴν σάρκα κατασκευάζειν, ὡς ἂν τῇ σκληρᾷ τἀναντία δρῶσαν. τὴν δὲ πολὺ διαφέρουσαν ὑπὸ πλέον ἰσχναίνειν εὔλογον. ἀνατρέφειν δὲ καὶ σαρκοῦν οὐχ ἁπλῶς τὴν ἀντικειμένην τῇ πολλῇ τὴν ὀλίγην, ἀλλὰ τὴν μετρίην, ὅπερ εἶπε καὶ πρόσθεν ἐπὶ τῆς τοῦ θερμοῦ ὕδατος χρήσεως. γὰρ παντελῶς ὀλίγη τρίψις ὁμοίως τῇ βραχείᾳ καταχύσει τοῦ ὕδατος οὐδὲν αἰσθητὸν ἐργάζεται. μέχρι τοσοῦτο τοίνυν χρὴ τρίβειν, ἕνεκα σαρκώσεως, ἄχρι περ ἂν ἐκφάνη τὰ αὐτὰ γνωρίσματα τοῖς ἐπὶ τῆς μετρίας καταχύσεως εἰρημένοις ἐν τῇ λέξει, καθἥν φησιν· ἔτι μετεωριζομένου δεῖ, πρὶν συμπίπτειν παύσασθαι. τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται. ὅτι δοὐδὲν λείπει περὶ τῶν ἔργων τῆς ἀνατρίψεως ἐν τῷ δευτέρῳ τῶν ὑγιεινῶν ἐπιδέδεικταί μοι. γιγνώσκειν μέντοι χρὴ καὶ τοῦτο τοῖς πολλοῖς ἀγνοούμενον, ὡς οὐ τὴν ἐκ τῶν κάτω μερῶν ἄνω γιγνομένην τρίψιν ὀνομάζουσιν οἱ Ἕλληνες, ἀλλἅπασαν ἁπλῶς αὖ ἐπιτελουμένην καὶ σπάνιόν γέ ἐστι τὸ τῆς τρίψεως ὄνομα παραὐτοῖς εὑρεῖν. ἀνάτριψιν γὰρ ἔθος ἐστὶν αὐτοῖς ὀνομάζειν, νῦν ἡμίτριψιν καλοῦμεν.
§27.1 Ἑρμάσματα μὲν ὅτι ἕρματα λέγουσιν οἱ Ἕλληνες εὔδηλόν ἐστι κἀκ τοῦ παρὰ τοῦ ποιητοῦ λεχθέντος οὕτω·
§27.2 ἀνάλογον δὲ αὐτῷ τὸ ἡρμόσθαι, τὸ οἷον ἐρηρεῖσθαι καὶ ἐστηρίχθαι δηλοῖ. τοῦτοὖν διὰ τὸ πλῆθος τῶν ὀθονίων μᾶλλον τῆς ἰσχύος γίγνεται. κελεύει δὲ ἰδίως τὴν ἐκ τῆς ἐπιδέσεως θλίψιν. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὴν προκειμένην ῥῆσιν καὶ τὰ ἐφεξῆς γέγραπται τελειώτατα διά τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ περὶ ἄρθρων, λανθανόντων ἐξηγεῖσθαι καὶ μεταφέρειν εἰς τόδε τὸ βιβλίον, ὅσα τελέως ἐν ἐκείνοις εἴρηται καὶ τοῦτο καὶ σαφῶς οὐχ ἡγοῦμαι προσήκειν. αἰσχρὸν γάρ μοί ἐστιν αὖθις τὰ ἀριζήλως εἰρημένα μυθολογεῖν, πάντων δεινότατον ἑρμηνεύειν τὸ νοηθὲν οὐκ ἐμοῦ μόνον φησίν. ὑπερβὰς κατὰ αὐτὰ, καὶ γὰρ σαφῶς εἴρηται τοῖς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων, ἐπὶ τὰ συνεχῆ τρέψομαι.
§28 Εὔδηλον καταὐτῆς τῆς ῥήσεως ὅτι τὸ βιβλίον τοῦτο γεγραμμένον ἐν τύποις ἐξεδόθη μετὰ τὸν τοῦ γράψαντος αὐτοῦ θάνατον. εἰώθασι γὰρ οἱ τὰ τοιαῦτα ἐκγράφοντες  διττῶς ὑπὸ τοὐ συγγραφέως γραφέντα ἔξωθεν, ἕνεκα τοῦ διασκέψασθαι ποτέροις ἀμείνοσι αὐτοῖς ἑρμηνεῦσαι, ταῦτα ἐπιγράφειν αὐτῷ τῷ συγγράμματι. τί γὰρ πιστεῦσαι δύναται δὶς τὰ αὐτὰ γράψαι βουληθῆναι ἐν τούτῳ τῷ βιβλίῳ, μηδεμιᾶς ἀνάγκης εὐλόγου γενομένης, ἔτι τε μᾶλλον ἐν βραχυλογίαν ἐσχάτην ἐπετήδευσεν, ἀλλἐπειδὴ τοῖς πρὸ ἡμῶν ἔδοξε καὶ τὰ τοιαῦτα ἐξηγῆσαι καὶ ἡμεῖς αὐτοῖς ἀκολουθήσαμεν. ὅταν μὲν οὖν τὰ κεφάλαια τῶν σχημάτων ἐν ἴσῳ τῶν σκοπῶν εἴρηκεν, εἰς οὓς ἀποβλέποντες εὑρήσομεν ἐφἑκάστῳ μέρει αὐτοῦ οἰκεῖον σχῆμα, πρόδηλόν ἐστι. καὶ μὲν δὴ καὶ ὅτι τὰ ἔθη τῶν σκοπῶν τοιούτων εἶς ἐστιν, εἴρηται καὶ πρόσθεν ἐν τῇδε τῇ ῥήσει· πάρεξις δὲ καὶ διάτασις καὶ κατάτασις καὶ τἄλλα κατὰ φύσιν. φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει, βούλεται τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι οἶον τὸ τῆς χειρός. ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν, οἶον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερα, οἶον σκέλεα ἔκτασιν. ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. ταῦτα γεγραφὼς ἀνήρω πῶς οὐκ ἂν αὖθις ἔγραψεν αὐτῶν φαυλότερα κατὰ τὴν προκειμένην ῥῆσιν. προειπὼν γὰρ ἐν αὐτῇ ἔθεα τε καὶ φύσιας ἑκάστου μελέων, ἑξῆς τὰ εἴδεα, τουτέστι τὰς διαφορὰς αὐτῶν ἐξ ἐνεργειῶν γνωρίζεσθαι βούλεται. τινὲς δὲ καὶ προσεγράψαντο τὰ εἴδεα τῶν μελῶν, ἵνα λέξις οὕτως ἔχῃ· τὰ εἴδεα τῶν μελῶν. περὶ γοῦν σκελέων ὡς ἐπὶ παραδείγματος ἔφη· ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι. καὶ κατὰ ταῦτα προσέθηκεν ἐκ τοῦ κατακεῖσθαι, ὅπερ ταὐτὸν ἔσται τῷ προγεγραμμένῳ ῥήματι τῷ ἐλινύειν. καὶ μέντοι καὶ μᾶλλον ἐφεξῆς τούτων εἰπὼν, ἐκ τοῦ ἔργου καὶ τοῦ ἀφεῖσθαι. τὸ μὲν ἔργον ἀντὶ τῶν κατὰ μέρος ἔργων ἔλαβε, τοῦ τρέχειν καὶ ὁδοιπορέειν καὶ ἑστάναι. τὸ δἀφεῖσθαι ἀντὶ τοῦ ἐλινύειν, ὥστε οὐδὲν πλέον ἐν τῇδε τῇ ῥήσει διῆλθεν ἔργων καὶ ἡσυχίας· οὐδὲ γὰρ ὅτι φύσεις ὠνόμασε μελῶν ἐν ἀρχῇ τῆς ῥήσεως ἡγητέον αὐτὸν, ἀλλὰ τοῦτο τρίτον σχῆμα τῶν κεφαλαίων εἰρηκέναι, μηδὲν τἄλλο τῆς φύσεως εἰρηκότα γνώρισμα παρὰ τὰ ἔργα, τὸ ὅλον ὧδι ἔχει, καθάπερ ἐν τῇ μικρὸν ἔμπροσθεν εἰρημένῃ ῥήσει γέγραπται. κατὰ πάντας τοὺς καιροὺς τῆς θεραπείας τῶν κατὰ χειρουργίαν παθῶν ἓν σχῆμα φυλάττεσθαι χρὴ τὸ κατὰ φύσιν τοῦ μέρους. εὑρεθήσεται δὲ τοῦτο, φησὶν, ἐκ τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τουτέστιν ὅταν ἡσυχάζῃ τις, ἔκ τε τοῦ κοινοῦ, τουτέστι τοῦ μεταξὺ τῶν ὑπερβολικῶν, ἔκ τε τοῦ ἔθεος, ἐν τῇ δῆλόν ἐστι τὰ ἔργα καὶ τὸ ἐλινύειν περιέχεσθαι καὶ τὰ δύο ταῦθἕξομεν γενικώτατα γνωρίσματα τοῦ κατὰ φύσιν ἑκάστῳ μορίῳ γενομένῳ σχήματος, τό τε μέγα εἶναι τὸ ὑπερβολῶν αὐτὸ καὶ ἔθος. ἐγὼ δὲ ἐν τοῖς περὶ μυῶν κινήσεως ὑπὲρ τούτων διελθὼν, καὶ τὴν κατασκευὴν τῶν μορίων, ἣν ἐξ ἀνατομῆς εὑρίσκομεν, ἐνδεικνύμενος τὰ κατὰ φύσιν σχήματα τῶν μορίων, ὡς κἀν τῷ περὶ ἀγμῶν αὐτὸς Ἱπποκράτης ἐδίδαξε· δύναται δὲ ἄλλος ἄλλοις ὀνόμασί τε καὶ ῥήμασι χρώμενος περὶ τῶν εἰρημένων πραγμάτων ἕτερα φαίνεσθαι λέγειν, οἷον καὶ ὅταν τις φαίη τὸ ἀνώδυνον· οὐ γὰρ ἄλλο σχῆμά τι εὑρήσει πλὴν τοῦ κατὰ τὸ ἐλινύειν εἰθισμένου. τὸ δὲ αὐτὸ τοῦτο καὶ μέσον ἐστὶ τῶν ὑπερβολικῶν. ἀλλὰ κἀκ τῆς κατασκευῆς τῶν μορίων ἐνδεικτικῶς αὐτὸ τοῦτἔστι τὸ εὑρισκόμενον.
§29 Καὶ τοῦτο πρὸς ὑποτυπώσει φαίνεται γεγραφὼς συγγραφεὺς τοῦ βιβλίου, τυχὸν ἴσως ταὐτὸ μηκῦναι βουλόμενος ἐν τῷ πρὸς ἔκδοσιν ὑφἑαυτοῦ γραφομένῳ. καὶ κατἄλλα τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον οὕτως τὸ, διότι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει, προβάλλοντος αὐτὸ πρὸς ζήτησιν ἑαυτῷ τοῦ συγγραφέως χρησιμώτατον ὧν οὐκ ἐν τοῖς κατὰ χειρουργίαν μόνην, ἀλλὰ καὶ τοῖς κατὰ δίαιταν. ἐκθηλύνεται γὰρ ἅπαν ἀργούντων σῶμα καὶ ἄῤῥωστον γίνεται, κρατύνεται δὲ καὶ ῥώννυται πραττόντων αὐτῶν, τουτέστιν ἐνεργούντων, διττὴ πίστις τοῦ λόγου, πεῖρα μὲν ἁπάντων τῶν προσεχόντων τὸν νοῦν τοῖς ἐναργῶς φαινομένοις. δὲ ἀπὸ τῆς φυσικῆς κατασκευῆς ἔνδειξις ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι λέλεκται. ἐν οὖν τοῖς κατὰ χειρουργίαν οὐ χρὴ παμπόλλῳ χρόνῳ φυλάττειν ἀκίνητα πεπονθότα μόρια, καθάπερ ἔνιοι ποιοῦσιν ἀσφαλείας ἕνεκεν, ἀλλὰ δεῖ κινεῖν αὐτὰ μετρίως, ὅταν ἀφλέγμαντα γένηται καὶ τοῦτο ἄρχεσθαι μὲν πράττειν, ὅταν ὕδωρ θερμὸν καταχέηται τοῦ πεπονθότος. ἐφεξῆς δὲ κἀν τοῖς λουτροῖς, εἶτα καὶ χωρὶς τούτων.
§30 καὶ τοῦτο αὐτὸ καθἑαυτὸ γεγραμμένον ἐν τύποις ὑπὸ τοῦ συγγράψαντος τὸ βιβλίον εἰς τοῦδε σαφῶς ἐγγραφόμενος  μετήνεγκεν. εἴρηται δὲ καὶ τελέως καὶ σαφῶς ἔμπροσθεν, ὡς νῦν οὐκ ἐλλειπτικῶς. χρὴ γὰρ προσυπακοῦσαι τὸ ὀθόνιον, ἵν λέξις ὅλη γένηται τοιαύτη. πίεσις τῷ πλήθει τῶν ὀθονίων γιγνέσθω μᾶλλον τῇ θλίψει.
§31 Φλάσματα διὰ τοῦ φ καλεῖν ἔθος Ἱπποκράτει κατὰ τὴν τῶν Ἰώνων διάλεκτον, πρὸς ἡμῶν ὀνομάζεται διὰ τοῦ θ θλάσματα. γίνεται δὲ βαρέος τινὸς ἐμπεσόντος τῷ σώματι, ὡς ἂν εἴποι τις, διασπάσαντος τὸ σαρκῶδες γένος. ἐνίστασθαι πέφυκεν, ὅταν διαθλασθεῖσα σὰρξ εἰς τὴν ὑπὸ τῷ δέρματι χώραν αἷμα προσχέῃ. τὸ τοιοῦτον πάθος ἐκχύμωμα καλεῖται καὶ γίνεται δηλονότι τοῦτο μὴ διαιρουμένου τοῦ δέρματος. εὔδηλον δὲ ὅτι καὶ φλέβες μικραὶ συνδιαιροῦνται τῇ σαρκὶ κατὰ τὴν τῶν ἐκχυμωμάτων γένεσιν. τὰ δὲ σπάσματα περὶ τὰς ἶνας γίνεται τῶν μυῶν ἐπὶ πλέον ταθείσας, ὡς ἰνίας ῥαγῆναι, καὶ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν τὰ τοιαῦτα παθήματα ῥήγματα. τούτων οὖν πρῶτος Ἱπποκράτης μνημονεύσας ἐφεξῆς αὐτὸς ἔγραψεν οἰδήματα, πάντας οὕτως ὀνομάζειν εἴωθε τοὺς παρὰ φύσιν ὄγκους· οἱ μεταὐτὸν εἰς φλεγμονὰς καὶ σκίῤῥους καὶ κληθέντα ὑπαὐτοῦ ἰδίως οἰδήματα διῃρήκασι. φλεγμονὰς δὲ Ἱπποκράτης ὀνομάζει τὰς φλογώσεις, ἀφὧν τοὔνομα τίθεται τοῖς θερμοῖς ὄγκοις. ἔξωθεν δὲ τῶν εἰρημένων ἐστὶ τὸ καλούμενον ἐρυσίπελας, φλογῶδες μὲν ἀεὶ, σὺν ὄγκῳ δὲ οὐκ ἀεί. ταῦτα οὖν ἅπαντα τὰ κατειλημμένα παρἹπποκράτει ὀνομαστὶ πάθη τὴν μὲν κατὰ δίαιταν καὶ φαρμακείαν ἑτέραν ἔχει θεραπείαν, τὴν δὲ κατὰ χειρουργίαν ἐξ ἐπιδέσεως τρόπου γινομένην, ὅταν καὶ μάλιστα ἐκ τῆς προϋπαρχούσης ἐπιδέσεως τὴν γένεσιν ἐσχηκότα, περὶ ὧν νῦν ποιεῖται τὸν λόγον. τὸ γὰρ ἐξεργᾶται ἐκ τοῦ τρώματος, οἷον ἐκθλίβεται ἐξαιρεῖται δηλοῖ. τινὲς ἄντικρυς ἐξαίρεται γράφουσιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι. τὴν δἐπίδεσιν αὐτῶν ἐν μὲν τῷ περὶ ἀγμῶν ἀπαὐτοῦ τὸ οἴδημα ἔχοντος μορίου ποιεῖται, νυνὶ δὲ ἀπὸ τοῦ τρώματος. δῆλον δὅτι καλεῖ τρώματα τὴν βλάβην τοῦ μορίου καὶ τοιοῦτόν γε τῆς καταγματικῆς ἐπιδέσεως ὑπαλλάττει νῦν, ὅτι τὴν πλείστην νομὴν τῶν ἐπιδέσμων ἐπὶ τὸ ἄνω ποιεῖσθαι κελεύει, βραχὺ δέ τι τὸ κάτω. τὸ μηδὲ κατάντη τὴν χεῖρα ἔχοντα τὸ σκέλος, κοινὸν μέν ἐστι πρὸς τὴν καταγματικὴν ἐπίδεσιν, ἀλλὡς μεγίστην ἔχον αὐτὸ δύναμιν ἐπὶ τῶν νῦν προκειμένων οὕτως ἔγραψε, μή πως ἀμελέστερον σχόντες εἰώθαμεν, ἐνίοτε μεγάλην αἱρώμεθα βλάβην. ὅσα γὰρ ἀξιόλογον βλάβην ὠφέλειαν ἔχει καλῶς καὶ μὴ καλῶς γινόμενα, ταῦτα ἀναμιμνήσκειν οὐκ ὀκνήσει συνεχέστερον. ἐφὧν δὲ μικρὰν ὠφέλειαν βλάβην οἶδε γιγνομένην, ἀρκεῖται περὶ τούτων ἅπαξ εἰπεῖν. ἐπὶ μὲν οὖν τῶν καταγμάτων, ὅταν εὐθέως ἐπιδέηται, πρὶν ἤτοι φλεγμῆναι τὸ πεπονθὸς τι τῶν νῦν εἰρημένων ἐπιγενέσθαι παθῶν, τοῦ μὲν μηδὲν ἐπιῤῥεῖν τῷ πεπονθότι παραπλησίως πρόνοια τῶν νῦν εἰρημένων ἐστὶν, οὐ μὴν τοῦ γε διαφορεῖσθαι τὸ περιεχόμενον ἐν τῷ πεπονθότι, καθάπερ κἀπί τι τοιοῦτον καὶ τοῖς κατὰ χύσιν προσέθηκεν, οὐχ ὡς οὐδὅλως ἐπἐκείνῳ χρώμενος, ἀλλὡς νῦν μᾶλλον. ἐπὶ πλέον γὰρ δεῖ τοῖς τοιούτοις ὕδατος θερμοῦ καταχεῖν, ἵνα διαφορηθῇ τὸ περιεχόμενον ἐν τοῖς ὠγκωμένοις. οὕτως οὖν καὶ αὐτὸς ἐν τῷ περὶ πτέρνης λόγῳ καθἣν ἀφὑψηλοῦ πηδησάντων ἐκχύμωμά τι γίγνεται σὺν τοῖς ἄλλοις οἷς ἔγραψεν εἰς τὴν θεραπείαν αὐτῶν χρησίμοις καὶ τοῦτο προσέθηκεν, ὕδατι θερμῷ πλείστῳ, οὐ τῇ πιέσει τὴν ἀσφάλειαν ἔχει τὸ ἐπιδούμενον μόριον. εἴρηται μὲν οὖν αὐτῷ κἀπὶ τῶν καταγμάτων. χρεία δὲ μείζων ἐπὶ τῶν νῦν προκειμένων ἐστὶν, ὅπως μήτε θλίβοιτο καὶ διαφοροῖτο. διὰ τὴν αὐτὴν οὖν αἰτίαν καὶ χωρὶς ναρθήκων ποιεῖται τὴν ἐπίδεσιν, ὥστε κατὰ δύο τῆς καταγματικῆς αὐτὴν ἀποκεχωρηκέναι, καθόσον ἧττόν τε πιέζεσθαι δεῖται καὶ μάλιστα ἐπαὐτῶν ἀξιοῖ τὰ ὀθόνια κοῦφα εἶναι καὶ λεπτὰ καὶ μαλθακὰ καὶ καθαρά. τούτων γὰρ μάλιστα χρῄζει τὰ πιέζεσθαι μὲν ἧττον δεόμενα, διαφορεῖσθαι δὲ μᾶλλον. προσέθηκε δὲ τὸ χωρὶς φλεγμονῆς εἶναι δεῖν ἕκαστον τῶν εἰρημένων παθῶν, εἰ μέλλοιτο διὰ τῆς εἰρημένης ἐπιδέσεως θεραπεύεσθαι, διότι τὰ φλεγμαίνοντα τὴν ἐξ ἐπιδέσεως πίεσιν οὐδὲ μετρίως γιγνομένην ἀνέχεται καὶ διὰ τοῦτο θεραπεύομεν αὐτὰ καταπλάσμασί τε καὶ συνεχέσιν ὕδατος θερμοῦ καταχύσεσι καὶ φαρμάκοις ὑγροῖς, ὅσα δηλονότι φλεγμονὰς ὠφελεῖσθαι ἱκανά.
§32–33
§32 Περὶ τούτων ἁπάντων παθῶν ἔν τε τῷ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ἐδίδαξε τελεώτατα καὶ νῦν ὥσπερ ἄλλων πολλῶν, οὕτως καὶ τούτων, οἷον ἐπιτομήν τινα γράφει, καθἑαυτὴν μὲν ἀσαφῆ διὰ συντομίαν, εὔδηλον δὲ τοῖς προσανεγνωκόσιν ἐκεῖνα τὰ βιβλία. καὶ ἡμεῖς δὲ ὅτι φθάνομεν αὐτὰ προεξηγήσασθαι, διὰ τοῦτο νῦν ὀλίγα ἀναμνήσεως ἕνεκεν ἐροῦμεν. ἐὰν δέ τις ἐκ τοῦ κατἰητρεῖον ἄρχεται, τοῦτο χρὴ τὸν διδάσκαλον σαφηνείας ἕνεκεν λέγειν ὅσα κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς Ἱπποκράτης ἔγραψεν, ἐν ὑπομνήματι δὲ μεταγράφειν αὐτὰ καὶ παρατίθεσθαι νῦν. κέκληκεν οὖν ἐν τῇ προκειμένῃ ῥήσει Ἱπποκράτης ἐκπτώματα μὲν ἐπὶ τῶν ἐξηρθρηκότων, στρέμματα δὲ φώνει μὲν, ὅταν διάρθρωσις ἀπαθής ἐστιν, ἐστράφη δὲ τὰ περὶ αὐτὴν νευρώδη σώματα καὶ γίνεται μάλιστα τοῦτο τοῖς κενεμβατεῖν λεγομένοις. διαστήματα δὲ ἐπὶ τῶν ψαυόντων μὲν ἀλλήλων ὀστῶν φύσει καὶ χωρὶς διαρθρώσεως, ἀποστάντων δὲ διά τι πάθημα. καὶ κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς μέμνηται διϊσταμένων ὀστῶν ἀπἀλλήλων ὀνομαστί. κατὰ μὲν ἀγκῶνα πήχεος, κερκίδος, ἐν δὲ τῇ ἄκρᾳ τῷ γόνυϊ τῶν συντιθέντων αὐτὴν κατὰ τὸν πόδα τῶν πλησιαζόντων τῇ πτέρνῃ. τὰ δὲ ἀποσπάσματα τῶν ὀστῶν γίγνεται, καθάπερ αὐτὸς ἀπἀκρωμίου διῆλθεν, ὅταν τῶν συνδούντων αὐτὰ διασπασθέντων ἀποχωρισθῇ πλεῖστον ἀπἀλλήλων συνεχόμενα πρότερον. τὰ δὲ ἀποκλάσματα καλεῖται μὲν ὑπὸ τῶν νεωτέρων ἀπάγματα. μέμνηται δὲ αὐτῶν ἐπὶ τέλει ἐν τῷ περὶ ἀγμῶν καὶ ταῖς περὶ ἀγκῶνος εἶναι ἴνεσι καὶ τὸ ἄπαγμα γέγραφεν αὐτὸς, ὅθεν ὁρμηθέντες οἱ μεταὐτὸν ἀπάγματα προσηγόρευσαν ὅσα πλησίον τῆς διαρθρώσεως γίνεται κατάγματα, διὅλου τοῦ πάχους τῶν ὀστῶν, ὡς ἀπἀλλήλων διαστῆναι τὰ μεγάλα καὶ καλοῦσιν οἱ νεώτεροι αὐτὰ κατάγματα καυληδὸν γεγονέναι τὰ δὲ διαστρέμματα τῶν στρεμμάτων διαφέρει, καθόσον ἅπτεταί πως τῆς διαρθρώσεως ἐπὀλίγον αὐτὴν διαστρέφοντα καὶ συμμετακινοῦντα. γίνεται δὲ καὶ περὶ ἓν ὀστοῦν, μάλιστα δὲ κνήμην ἐπὶ τῶν παιδίων, ἣν καὶ μετὰ παραθέσεως τῶν ἐξευθυνόντων ἑκατέρωθεν ἐπιδοῦμεν ἐκ φιλύρας τινος οὕτως εὐτόνου τε καὶ μαλακοῦ ξύλου, ποιούμενοι δὲ λεπτὰ σανίδια. κάλλιστα δὲ ἐποίησε καὶ αὐτὸς προσθεὶς τὸν διὰ τῶν περιστρεμμάτων λόγον τὰ ἑτερόῤῥοπα. εἴτε γὰρ, ὥς τινες γράφουσι, τὰ οἷα τὰ κυλλὰ ταῦθἑτερόῤῥοπα κατὰ πάσας τὰς γραφὰς τὰ ἑτερόῤῥοπα συμφωνεῖται πᾶσιν. καὶ γὰρ εἴσω καὶ ἔξω τὴν ῥοπὴν ἴσχει πολλάκις διάρθρωσις ὅλη καὶ μάλιστα ἐν σκέλεσι κατὰ γόνυ καὶ κατὰ σφυρὰ, καὶ καλεῖται τὰ μὲν ἔξω ῥέποντα βλαισὰ, τὰ δὲ ἔσω ῥαιβὰ καὶ κυλλά. τούτοις ἅπασι τοῖς εἰρημένοις πάθεσιν ἐπίδεσις ἁρμόττει, δύο τούτους ἔχουσα σκοποὺς, ὅπου μὲν ἀπεχώρησε τὸ μόριον, ἐκεῖθεν αὐτὸ προσάγεσθαί τε καὶ ἐπικεῖσθαι διὰ τῶν ἐπιδέσμων· ἐὰν δὲ ἐξέσται χαλαρὸν εἶναι τὸ χωρίον, ὅπως δέχηται τὸ διὰ τῆς ἐπιδέσεως ὠθούμενον εἰς αὐτό. συνδιδόναι δὲ, τουτέστιν ἀνιέναι καὶ μὴ τείνειν ἔνθα χρὴ, τὸν ἐπίδεσμον ὑπακουστέον ἐστί. τὸ δὲ ἐξέστῃ κατἐκεῖνο τὸ μέρος τῆς ῥήσεως ἐν φησιν, ὅπη δὲ, ὡς γενέσθαι τὴν ὅλην λέξιν τοιαύτην· ὅθεν μὲν ἐξέστη συνδόντα, τουτέστι χαλῶντα τὸν ἐπίδεσμον, ὅπη δὲ ἐξέστη συντείνοντα ὡς εἰς τἀναντία ῥέπειν τῆς χώρας, εἰς ἣν ἐξέστη. τῆς δὲ εἰς τἀναντία ῥοπῆς τοῖς ἐξεστῶσιν ὅρος οὕτω κατὰ φύσιν ἔθετο. νικηθήσεται γὰρ οὕτω ἐπίδεσις ὑπὸ τοῦ παθήματος εἰθισμένου τοῦ μορίου πολυχρονίῳ διαστροφῇ, ἀλλἐπέκεινα βραχὺ τοῦ κατὰ φύσιν ἄγειν ἀξιοῖ. τοῦτο γάρ ἐστι τὸ λεγόμενον ὑπαὐτοῦ σμικρῷ μᾶλλον, ὥστε ἐξ ἴσου εἶναι. τὸ γὰρ κατὰ φύσιν ἴσον ἐστὶ καὶ τὴν εἰς ἐναντίον τόπον ῥοπὴν ἐξ ἁπάντων κελεύειν, ποιεῖν ἡμᾶς ὅσα παραλαμβάνομεν εἰς τὴν ἐπίδεσιν, καὶ κατὰ λέξιν αὐτὸς ὀνομαστὶ καὶ τοῖσιν ἐπιδέσμοισιν. εἰπὼν, καὶ τοῖσι σπλήνεσι καὶ τοῖσι ἀναλήμμασι καὶ πρὸς τούτοις ἔτι κατατάσει, ἀνατρέψει, διορθώσει. κατὰ πάντα γὰρ ταῦτα δυνατόν ἐστι περιῤῥέπειν εἰς τἀναντία τὴν ἐπίδεσιν ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἀλλὰ καὶ καταχύσει πλέονι χρῆσθαι, καὶ λέγει προσθεὶς ἐνταῦθα τῷ πλέονι παραλελειμμένον μὲν ἐν τῇ προτέρᾳ ῥήσει, συνεπινοούμενον δὲ τοῖς εἰρημένοις. ἐπἐκείνων μὲν οὖν ἕνεκα τοῦ διαφορῆσαι, ἐπὶ τούτων δὲ τοῦ μαλακῦναι χάριν ὕδατος θερμοῦ καταχύσει χρῆται πλείονι.
§33 Τὴν ῥῆσιν ταύτην ἔνιοι μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὥσπερ καὶ ἄλλας πολλὰς, ἐπέδρασαν ὀλίγα περιλαλήσαντες, οἱ δὲ ἐπιχειρήσαντες σαφῶς ἐξηγήσασθαι ἥμαρτον τῆς ἀληθείας, ὡς θαυμάζειν μὲν τίνι τρόπῳ τὰ μινυόμενα μόρια, τουτέστιν ἰσχνὰ καὶ ἄτροφα γινόμενα, πρὸς τὴν κατὰ φύσιν εὐκρασίαν ἐπανῆγον. ἐγὼ δὲ καὶ ὅσα μὲν ἐν σημαινομένῳ λέξεως τινι σαφηνιστικῷ προβλήματι ζητεῖται, βλάβην οὐδεμίαν ἡγοῦμαι φέρειν εἰς τῆς τέχνης ἔργα τοῖς μανθάνουσιν, εἰ καὶ κακῶς τις ὑπολάβοι περὶ αὐτῶν. τὰ δἀγγεῖα τῆς ὠφελούσης ἀγωγῆς γραφόμενα βλάπτειν ἀναγκαῖον τινι ἀσκουμένῳ κατὰ τὴν τέχνην. ὡς τοίνυν αὐτὸς ἐθεράπευσα διὰ παντὸς ἠτροφηκότα μόρια διδάξω. πρότερον πῶς ἤδη τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύωσιν οἱ μανθάνοντες, εἶθἑξῆς τὴν ῥῆσιν ἐφαρμόσαι πειράσομαι τοῖς ἀληθέσιν. ἐν γὰρ τοῖς σαφῶς γεγραμμένοις ἴσχεσθαι μὲν δὴ πάντως τῆς τῶν πραγμάτων ἀληθείας πειράσομαι καὶ τὴν τοῦ παλαιοῦ λέξιν, ἐὰν οἷόν τε , τούτοις ὁμολογοῦσαν ἐπιδεικνύειν. εἰ δὲ ἀδύνατοί ποτε τοῦτο πρᾶξαι εἴημεν, τὸ οὖν ἀληθὲς νέος ἤδη γιγνωσκέτω. τῶν γοῦν γιγνομένων ἐν μέρεσί τισιν ἰσχνοτήτων αἱ πλεῖσται διὰ τὸ πολυχρόνιον ἡσυχίαν αὐτῶν καταγματικῆς αὐτῶν ἐπιδέσεως τρόπῳ εἰς τὰ παθήματα ταῦτα ἔρχονται. τε γὰρ ἡσυχία τὴν δύναμιν ἄῤῥωστον ἐπιδείκνυσι τῶν ἡσυχαζόντων μορίων, τἐπίδεσις ἐκθλίβουσα τὸ αἷμα τῶν ἐπιδουμένων, τὸ μὲν εἰς τὴν ἄνω χώραν, τὸ δὲ εἰς τὴν κάτω τὴν τροφὴν αὐτῶν ἀφαιρεῖται, ὥστε καὶ τὴν ἴασιν ἐναντίαν χρὴ ποιεῖσθαι τῇ γενέσει τοῦ πάθους, ῥωννύντας αὐτὴν τὴν δύναμιν τοῦ πεπονθότος μορίου χορηγοῦντας αὐτῇ δαψιλὲς αἷμα. μὲν οὖν δύναμις ῥώννυται τρίψεσί τε καὶ μετρίαις καταχύσεσι καὶ κινήσεσι. κατἀμφότερα τὰ γένη, τὸ ποιὸν καὶ τὸ ποσὸν, ἐπιτήδεια ταῖς κινήσεσιν. ἕνεκα δἐπιῤῥεῖν πλέον οἷόν τε ἐπιδέσεώς τε τῆς κατὰ τὴν προκειμένην καὶ καταχύσεως μετρίας ὕδατος θερμοῦ καὶ κινήσεως καὶ τρίψεως, ἅπερ καὶ τὴν δύναμιν ἐπιῤῥωννύει. εἶναι δὲ χρὴ πάντα μέτρια, κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. οὐ γὰρ ἀπόχρη μόνον τὴν τρίψιν τὴν κίνησιν τοῦ θερμοῦ κατάχυσιν ὕδατος μήτε πολλὴν μήτε παντάπασιν ὀλίγην ὑπάρχειν, ἀλλἐν τούτοις χρὴ τὴν μὲν τρίψιν ἐν τῷ μέσῳ σκληρᾶς καὶ μαλακῆς, ὀλίγης τε καὶ πολλῆς εἶναι. τὸ δὲ εὔκρατον ἐν τῷ μεταξύ ἐστι τοῦ τε μηδέπω θερμαίνοντος, χλιαρὸν καλεῖται, καὶ τοῦ δάκνοντος ἤδη θερμοῦ καὶ λυποῦντος, δὴ ζέον ὀνομάζεται. καὶ τὸ πλήθει δὲ δηλονότι μέσον εἶναι προσῆκεν αὐτῷ πολλοῦ τε καὶ ὀλίγου. καὶ τόν γε τῆς ποσότητος λόγον αὐτὸς ἐδίδαξεν εἰπὼν ἔμπροσθεν, ἔτι μετεωριζομένου δεῖ πρὶν συμπίπτειν παύεσθαι. κατὰ τοῦτον δὲ τὸν χρόνον ἐρυθρότατον ὡσαύτως συμβαλλόμενον ὁρᾶται τὸ μόριον. ἅπαντα μὲν οὖν ὅσα λεπτὰ καὶ ἄτροφα γίνεται σαφῶς ἀναιμότερα φαίνεται τῶν κατὰ τὴν φύσιν ἐχόντων καὶ μόγις ἐρυθραίνεται καὶ τριβόντων καὶ καταχεόντων ὕδωρ θερμὸν σκοπὸς τῆς ποσότητός ἐστιν ἔρευθος κτήσασθαι τὸ μόριον, δὲ αὐτὸς οὗτος χρόνος ὀγκωδέστερον αὐτὸ δείκνυσιν. ἐὰν δὲ ἐπιμείνῃ τρίβων καταχεών, τε ὄγκος συμπίπτει καὶ παύεται τὸ ἔρευθος. καὶ μέντοι καὶ προγνώσει τό τε ἐνίατον καὶ δυσίατον ἐν τοῖς μινυθήμασιν ἐκ τοῦ ῥᾳδίως μόγις ἔρευθος κτᾶσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. ποιῷ δὲ τοῦτο δυσχερῶς κτωμένοις καὶ διά τινος τῶν θερμαινόντων φαρμάκων ὑγρῶν τὴν ἀνάτριψιν ποιούμενος καὶ μάλιστα ὅσα βραχὺ θαψίας μὴ παλαιᾶς, ἀλλὰ καὶ καταχρίω τινὶ τῶν πιττόντων φαρμάκων τὰς τοιαύτας ἰσχνότητας. ὅσα δέ τινά ποτέ εἰσι πιττωτὰ δρωπακιστὰ νοήσεις ἀκούσας καὶ πίτανα, ἀλλὰ δρώπακα, καί σοι λέγειν ἐξέστω καθότι περ ἂν βουληθῇς. οὐ γὰρ ἀττικίζειν διδάσκειν πρόκειταί μοι τοὺς νέους ἐν τοῖσδε τοῖς ὑπομνήμασιν, ἀλλὰ τὰ χρησιμώτατα τῶν ἔργων τῆς ἰατρικῆς τέχνης διεξέρχεσθαι καὶ ταῦτα πιττόντων φαρμάκων κατὰ τοὺς προειρημένους σκοπούς. ἐὰν μὲν γὰρ πρώτη χρῆσις εὔλογόν τε καὶ εὔρυθρον ἀπεδείξατο μόριον, ἤδη παύεσθαι προσῆκεν· εἰ δὲ μὴ, καὶ δεύτερον ἐπιχρίειν καὶ τρίτον ἐπὶ τινῶν μὲν καθἑκάστην ἡμέραν, ἐπὶ τινῶν δὲ διὰ τρίτην τετάρτην, ὡς ἂν μάλιστα δεόμενον ἴδῃς τὸν πεπονθότα τόπον. οὐ προστίθημι δὲ ἐνίοτε κατὰ τὸν λόγον τῶν σκόπων, τὸ θερμὸν γίγνεσθαι τὸ μόριον, ἀνατριβόμενον πιττούμενον, ἐπειδὴ συνεπινοεῖται τοῦτο τὸ ἐρυθρῷ. κατὰ γὰρ τὸν αὐτὸν χρόνον εἰς ἔρευθός τε καὶ θερμασίαν ἐπιδίδωσιν, οὕτως ἀεὶ θεραπεύων ἐγὼ τὰς παρὰ φύσιν ἰσχνότητας, ὀλιγάκις ἐδεήθην ἐπιδέσεως. εἰ δέ ποτε δεηθείην, ὡς Ἱπποκράτης ἔγραψεν, ἐπέδησα προσέχων αὐτοῦ τῇ λέξει, καθἣν εἶπεν ἀλλοίῃ τῇ ἐπιδέσει. τὸ γὰρ ἀλλοίῃ πρὸς τὴν καταγματικὴν ἀντιθεὶς εἶπεν, τὴν θλίψιν σφοδροτέραν ἐπὶ τῶν πεπονθότων ποιουμένη. οὖν ἀλλοία ἐπίδεσις εὐθὺς μὲν κἀν τῇ πρώτῃ τῶν ὀθονίων ἐπιβολῇ διαφέρει τῇ καταγματικῇ, οὐκ ἐπαὐτοῦ τοῦ θεραπευομένου μορίου τὴν ἀρχὴν τιθεμένων ἡμῶν, ὡς  ἐφἑλκῶν τε καὶ καταγμάτων ἐγχυμωμάτων τε καὶ θλασμάτων, ὅσα τἄλλα μικρῷ ἔμπροσθεν εἴπομεν, εἰώθαμεν ποιεῖν. ἔπειτα δὲ μὴ πιέζειν κατὰ τὸ πεπονθὸς μόριον, ἀλλὰ ἀνίεσθαι μὲν κατὰ τοῦτο, πιέζειν δὲ μάλιστα μὲν ὅθεν ἤρξω κατὰ τὸ ὑγιὲς, ἑξῆς δέ σε κελεύει μὲν τὴν τάσιν ἐν τῇ κατὰ ὑγιὲς νομῇ μέχρι τοῦ πεπονθότος. ὅταν δὲ ἐπὶ τὸ πεπονθὸς ἀφίκηται, μάλιστα ἐκλελυμένῃ χρῆσθαι τῇ περιβολῇ τῶν ὀθονίων. χειμῶνος μὲν οὖν καὶ αὐτῷ συμπεριβαλεῖν τὸν ἐπίδεσμον, ὅπως μὴ θερμαίνῃ τὸ χαλαρὸν δηλονότι καὶ πιέσεως οὐδὲ τοὐλάχιστον ἔχοντα. θέρους δὲ τὸ μὲν ὑγιὲς ἐπιδῷ, τὸ περιεχόμενον αἷμα καταὐτὸ πρὸς τῆς ἀνατρέψεως δεόμενον ἐκθλίβων, αὐτὸ δὲ τὸ θεραπευόμενον οὐκ ἐπιτηδείως τῇ ἐπιδέσει ἐπιθερμαίνειν αὐτὸ καὶ διαφορεῖν. ὅταν δὲ ἱκανῶς ἄτροφον ὅλον τὸ σκέλος χεὶρ ὅλη γεγένηται, τὸ ἀντικείμενον κῶλον ἐπιδῶ, τὴν ἀρχὴν ἐκ τῶν κάτω μερῶν ποιησάμενος, εἶτἀναλαμβάνων ἐπὶ μὲν σκέλους ἄχρι τοῦ βουβῶνος, ἐπὶ δὲ χειρὸς ἄχρι μασχάλης καὶ ὤμου. κατὰ γὰρ τὸν αὐτὸν τρόπον ἀποσχίζονται τῆς μεγάλης φλεβὸς, ἐν μὲν τοῖς κάτω μέρεσι τοῖς καθἱερὸν ὀστοῦν αἱ τὰ σκέλη τρέφουσαι φλέβες, ἐν δὲ τοῖς ἄνω τοῖς κατὰ κλεῖς αἱ τὰς χεῖρας. ὅταν οὖν τῆς ἑτέρας φλεβὸς ἐπιῤῥοὴ τοῦ αἵματος εἰς τὸ συζυγοῦν κῶλον ἀποκλεισθῇ, πρὸς τὸ ἕτερον ἥκει τὸ αἷμα καὶ διὰ τοῦτο τὴν μὲν κατὰ τὸ ὑγιὲς σκέλος ἐπίδεσιν ἐσφίγχθαι χρὴ μέχρι τοῦ μὴ θλίβειν οὕτως, ὡς ὀδύνην ποιεῖν. ἤτοι δὲ γυμνὸν εἶναι χρὴ τὸ πεπονθὸς μόριον ὀλίγον ἐρίοις ἐσκεπάσθαι μέχρι τοῦ μηροῦ, ὁπότε ψυχρὸν εἴη τὸ περιεχόμενον. οὐκ ὄντος δὲ ψυχροῦ γυμνόν τε εἶναι συμφέρει καὶ συνεχῶς ἀνατρίβεσθαι πρὸς ταῖς σινδόσιν, εἶτα φαρμάκοις θερμαίνουσιν, ὅταν δυσεκθέρμαντα. ταχέως δὲ θερμαινομένων ἔλαιον μόνον ἀρκεῖ βραχύτατον ἔχον κηροῦ. προσμένει τε γὰρ μᾶλλον τοῦτο καὶ ἦττον διαφορεῖ. κατὰ τὴν αὐτὴν ἀναλογίαν κἀπὶ τῶν χειρῶν ἅπαντα γίγνεται. καὶ γὰρ ἐπιδετέον ἐστὶ τὴν ἀπαθῆ, καθάπερ τὸ σκέλος καὶ θερμαντέον ἰσχυρῶς τὴν πεπονθυῖαν ἀνατρίψει τε καὶ κινήσει. καὶ ὅταν μὴ παντάπασιν κάμνων ἠλίθιος, πυνθάνεσθαι βέλτιον αὐτὸν τὸ πότερον τῆς ἐν. τῷ θεραπευομένῳ μορίῳ θερμασίας αἰσθάνεται παραπεμφθείσης πεπαῦσθαι φαίνεται σαφῶς αὐτὸ, κἄν φησι πεπαῦσθαι, καιρὸς ἤδη τῆς δευτέρας χρήσεώς ἐστι τῶν θερμαινόντων τε καὶ ῥωννύντων αὐτό. τέτταρα δὲ αὐτά ἐστι κατὰ γένος, τὰ διὰ σινδόνων ἀνατρίψεως, ὕδατος θερμοῦ καταχύσεως, ἀνάτριψις ἤτοι διὰ τοῦ φαρμάκου θερμαίνοντος διἐλαίου κατάχρισις ἁπλοῦ δρώπακος. ἐὰν δέ ποτε φαίνηταί σοι λίαν κατεψῦχθαι τὸ θεραπευόμενον μέρος, ἔστω ποικίλος δρῶπαξ ἐπεμβεβλημένον ἔχων ἄσφαλτον καὶ θεῖον ἄπυρον ὀλίγον καὶ πύρεθρον. ὅτι μὲν οὖν οὕτω χρὴ θεραπεύειν τὰ λελεπτυσμένα σώματα, οἶδα, παμπόλλους ἰασάμενος. εἰ δὲ καὶ τὴν Ἱπποκράτους ῥῆσιν ἐξηγοῦμαι καλῶς, οὐκέτι διαγίνεσθαι δύναμαι πᾶσαν κατὰ εἶδος ἐξήγησιν ἀσαφοῦς λέξεως, ἄχρι μὲν τοῦ πιθανοῦ προερχομένην, τὸ δὲ ἐπιστημονικὸν καὶ βέβαιον οὐκ ἔχουσαν. ἐξηγοῦμαι δὲ τὴν ῥῆσιν οὐχ ὡς οἱ πλεῖστοι κατὰ τὴν τοιάνδε γραφήν· ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντα πλέον αὐτὰ ἐμινύθει· μοχθηρὸν γὰρ ἔχει τὸν νοῦν, ἀλλὡς ἔνιοι γράφουσι μετὰ τοῦ ἄρθρου κατὰ τήνδε τὴν λέξιν, ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ συντακέντα. λέγει γὰρ συντακέντα τὰ λεπτυνθέντα χωρία διὰ τὴν ἀκινησίαν τε καὶ ἀτροφίαν. ταῦτα δοὖν αὐτά φησιν ἐξ ἐπιδρομῆς τοῦ αἵματος, ὡς εἰ καὶ ἐπιῤῥοῆς εἶπεν, ἰᾶσθαι δεῖν, αἵματος ἀφικομένου δηλονότι πρὸς τὰ πεπονθότα πλέονος ὅσου δεῖσθαι δόξειεν, ἂν κατὰ φύσιν εἶχε. συμβήσεται γὰρ οὕτως εἰς τὴν αὔξησιν ἐκκλῖναι τὰ μινυθήματα τῆς πρόσθεν ἐπιδέσεως ἀλλοίας χρησάμενος. δέδεικται δὲ αὐτῆς ὀλίγον ἔμπροσθεν ἀλλοιότης καὶ τὴν δύναμιν ἀλλοίαν ἀναγκαίαν ἀκολουθεῖν. μὲν γὰρ πρόσθεν ἀπέλθῃ τοῦ πεπονθότος μορίου τὸ αἷμα, χορηγεῖ δὲ αὐτὴ δαψιλέστερον, εἰ κατὰ φύσιν εἶχεν. ὅτι μὲν γὰρ τὸ κατὰ φύσιν ἔχειν αὔταρκες ὄν τὸ περιεχόμενον ἐν αὐτῷ καὶ διὰ τοῦτο πλέον οὐκ ἐχρῆν ἐπιῤῥεῖν τοῦ μέλλοντος εἰς θρέψιν τε καὶ διαναπνοὴν ἀναλίσκεσθαι. νυνὶ δὲ κενοῦ καὶ ἀναίμου μορίου τοῦ πεπονθότος γεγονότος πολλῷ πλέον εἶναι χρὴ τὸ ἐπιῤῥέον, ἵνα μὴ τρέφηται μόνον, ὡς ὅταν γένηται ὑγιὲς, ἀλλὰ καὶ ἀνατρέφηται. καὶ τὰς ἀπορίας δὲ νῦν πλέονας ἀναγκαῖόν ἐστι γενέσθαι διὰ τὸ συνεχῶς θερμαίνεσθαι τὸ μόριον. ἅπαντα γὰρ αὐτὸ θερμαίνει κατὰ τὴν θεραπείαν γιγνόμενα καὶ τρίψις καὶ κίνησις καὶ φαρμακεία καὶ πιττία καὶ τοῦ πιττωκοῦ τὸ κατεχόμενον καὶ ὕδωρ θερμόν. γὰρ Ἱπποκράτης καὶ τούτῳ φαίνεται χρώμενος, ἴσως διὰ τὴν ἀπορίαν τῶν βαλανείων ἐν τῷ τότε χρόνῳ. ἐμοὶ δὲ ἤρκεσται κατἐνεστῶτα τὸ κατὰ τὰς ἐν τῷ βαλανείῳ πυέλας ὕδωρ εἴς τε τὸ θερμῆναι μετρίως θεραπευόμενα μόρια καὶ τὸν ἐκ τῶν τάσεων κόπον αἴρεσθαι· χρὴ δὲ κινεῖν αὐτὰ κατὰ τὰς συνήθεις ἐνεργείας καὶ τοῦτο πράττειν οὐχ ἅπαξ ἀθρόως ἑκάστης ἡμέρας, ἀλλὰ πολλάκις, ὥσπερ τὴν τρίψιν ἄχρι τοῦ διαθερμανθῆναι παραλαμβάνοντας, εἶτα παύοντας. ἐγὼ μὲν οὖν οὕτως ἐφαρμόζω τῇ ῥήσει τὴν ἀληθῆ θεραπείαν, ἧς ἐγὼ ἔργῳ τὴν δύναμιν ἔδειξα μυρίων ἐξ ἐπιδέσεως καὶ χρονίας ἡσυχίας καταλελεπτυσμένων ἀνατρέψας μόρια. καιρὸς δἂν εἴη καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐξηγήσασθαι τὴν γνώμην, ὧν  οἱ πλεῖστοι μὲν, ὡς ἔφην, περιλαλήσαντες μόνον, ἀνεξήγητον εἴασαν τὴν ῥῆσιν, ὀλίγοι δἐπεχείρησαν κατὰ τὴν αὐτὴν λέξιν ἐφαπλῶσαι τὴν ὅλην διάνοιαν ἐξ αὐτῆς ἐπιδέσεως τὴν τοιάνδε. κελεύειν φασὶ τὸν Ἱπποκράτην τὰ μινυθήματα διἐπιδέσεως ἄρχεσθαι θεραπεύειν, ἵνα συντακέντα, τουτέστι καταλεπτυνθέντα πλέον αὐτὰ πρόσθεν ἐλελέπτυντο μεταβολὴν εἰς τοὐναντίον σχῆμα λαμβάνοιτο· πολλὰ γὰρ τῶν παθῶν οὕτω φασὶ θεραπεύεσθαι καὶ παραδείγματα φέρουσι, ναυτιώδεις δέ τινας ἐμετικῷ φαρμάκῳ θεραπευθέντας καὶ ἐκκρίνοντας συνεχῶς κάτω δριμέα διὰ καθαρτικοῦ ἰαθέντας. ἐνίους δὲ βήττοντας ὑπὸ τῶν βῆχα κινούντων σφοδρότερον. ἔνιοι δὲ αὐτῶν καὶ τοῦ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένου μέμνηνται κατὰ λέξιν οὕτως ἔχοντος· ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται. εἴπερ οὖν φασιν οὐ μόνον διὰ τῶν ἐναντίων τοῖς πάθεσι βοηθημάτων, ἀλλὰ καὶ τῶν ὁμοίων αἱ θεραπεῖαι γίγνονται καὶ νῦν οὕτως Ἱπποκράτης ἐκέλευσεν ἡμᾶς τὰ μινυθήματα θεραπεύειν, ἀρχομένους ἐπὶ τῆς ἐπὶ μᾶλλον αὐτὰ λεπτῦναι δυναμένης ἐπιδέσεως, ὅπερ ἐξ ἐπιδρομῆς συμβαίνειν φασὶ ἐπὶ πλεῖον, καὶ βραχέως συντακέντων τῶν μερῶν ἐπὶ τὰ τῆς ἐπιδέσεως ἀνοθούντων γένοντο πάλιν ἀνατρέψεις αὐτοῖς καὶ τὴν εὐσαρκίαν ἐγκλείειν σχοίη τὸ μόριον. ὁρῶντες δὲ οἱ οὕτως ἐξηγούμενοι ἀλλοίῃ τῇ ἐπιδέσει μηδὅλως ὑπαὐτῶν ἐξηγήσεως τυχεῖν δυνάμενον, ἀλλοίῃ τῇ ἕξει γράφουσιν, ὥστε γίγνεσθαι τρεῖς διαφερούσας ἀλλήλων γραφάς· μία μὲν, ἀλλοίῃ δὲ ἕξει. καὶ γὰρ οὕτως ἐν ἐνίοις τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον. οἱ δοὖν ἄλλῃ τῇ ἕξει γράφοντες οὐκ ἐπὶ τὴν ἐπίδεσιν ἀναφέρουσι τὴν λέξιν, ἀλλἐπὶ τὸ πεπονθὸς μόριον, φασιν, ἀλλοίῃ χρησάμενον ἕξει, ἣν εἶχεν ἔμπροσθεν, ἐκκλίνειν πρὸς εὐτροφίαν τὴν ἕξιν ταύτην αὐτῷ γίγνεσθαι διἐπιδέσεως ἐπὶ πολὺ συντηκούσης, ὥσπερ οὐκέτι αὐτῆς ἐπιδέσεως εἰς τὴν ἰσχνότητα τῶν ἀτροφησάντων μορίων ἀφικνουμένων, ἀλλὰ νῦν ἴσως αὐτῆς τι μελλόντων πειρᾶσαι. τῆς γὰρ ὀνομαζομένης ὑπὸ τῆς ἐπιδέσεως καταγματικῆς κοινῆς δεούσης, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, καὶ ἄλλων παθῶν ἐν οἷς ἦν τὰ ἐκχυμώματά τε καὶ θλάσματα καὶ σπάσματα, λεπτυνούσης τὰ μόρια. τὴν οὖν ἕξει διὰ τῆς αὐτῆς ἐπιδέσεως ἀρχὴν ἀνατρέψεως πορίζεσθαι τοῖς ἠτροφηκόσιν; ὅθεν ἔνιοι τὴν λέξιν οὕτως ἔγραψαν, ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντων πλέον αὐτόματος ἐμινύθη, διαδράσασθαι τὴν ἀτοπίαν τοῦ λόγου νομίσαντες, αὐτομάτῳ φύσει λελεπτύνθαι τὰ μόρια. καὶ τὸ νῦν διδασκόμενον οὐχὶ πάντων εἶναι τῶν μινυθημάτων κοινὸν, ἀλλὰ μόνον τῶν αὐτομάτων τὸν κοινὸν καὶ καθόλου λόγον τῆς διδασκαλίας εἰς μικρὸν κόσμον συντείνονται· ὀλίγιστα γὰρ τὰ κατἄλλην αἰτίαν ἀτροφοῦντα καὶ πάνυ σπάνια τὰ ἄλλα πάντα διὰ τὴν πολυχρονίαν ἐπίδεσίν τε ἅμα καὶ ἡσυχίαν τῶν πεπονθότων μορίων εἰς τὴν τοιαύτην ἀφικνεῖ διάθεσιν. καὶ τούτων γὰρ εὔλογόν ἐστι μᾶλλον ἄλλων τινῶν μεμνῆσθαι τὸν Ἱπποκράτην, τοῖς προειρημένοις ὑπαρχόντων. εἴρηται γὰρ αὐτῷ μέχρι δεῦρο περί τε καταγμάτων καί τινων ἄλλων παθῶν, ὅσα παραπλησίας ἐπιδέσεως δεῖται. τούτοις οὖν εἰδὼς ἑπομένην ἰσχνότητα τῶν μορίων εἰκότως ἐπεχείρησε διδάσκειν ὥσπερ αὐτήν ἐστι θεραπευτέον. δὲ δὴ μέγιστον ἄν τις ἐγκαλέσειε τοῖς ἐπιδέσει λεπτυνούσῃ χρῆσθαι τὸν Ἱπποκράτην νομίζουσι καὶ δὴ φράσω. πρόκειται μὲν ἀνατρέψαι τὰ λελεπτυσμένα, γενέσθαι δὲ τοῦτο ἀδύνατόν ἐστιν, ἄνευ τοῦ τὴν δύναμιν αὐτῶν ῥωσθῆναι καὶ χορηγίαν ὕλης τροφίμου σχεῖν ἄφθονον. ἣν δὲ οἴονται δεῖν αὐτὸν παραλαμβάνειν, ἀνείργει μὲν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, ἀσθενῆ δὲ ἐργάζεται τὴν δύναμιν, ἣν δὲ ἐγώ φημι λέγεσθαι πρὸς Ἱπποκράτους ἀλλοίην, ὡς πρὸς τὴν ἐργαζομένην δηλονότι τὰ μινυθήματα, τούτων διἑτέρων ἐργάζεσθαι. χρὴ γὰρ ἄρχεσθαι μὲν ἀπὸ τῶν ὑγιῶν, οὐκ ἀπὸ τῶν πεπονθότων, τῶν ἐκ πολλῶν τὴν ἐπιβολὴν ποιουμένων αὐτοῖς εὔπηκτον, ὡς ἐκπιέσαντα κατὰ τὴν ὀδύνην ἄχρι τοῦ μηδεμίαν ὀδύνην γενέσθαι, φλεγμονὴν ἐργάζεσθαι δυναμένην, ἥκειν ἄχρι τοῦ πεπονθότος ἐκλύοντα κατὰ βραχὺ τὴν πίεσιν· ἀλλὰ καὶ τὸ συνεπιδεῖν τῷ πεπονθότι τὸ ὑγιὲς σκέλος οὐδένα λόγον ἔχει κατὰ τὴν ἐξήγησιν αὐτῶν. ἵνα μὴ ἐπὶ πολὺ συντακῇ τὰ λελεπτυσμένα τὴν ἐπίδεσίν φασιν αὐτὸν παραλαμβάνειν. εἰς τοῦτο δοὐ μόνον οὐδὲν ὠφελεῖ τὸ ἕτερον σκέλος ἐπιδούμενον, ἀλλὰ καὶ βλάπτει. τὸ γὰρ εἰς ταὐτὸ πρότερον ἀφικνούμενον αἷμα δὴ, ὡς νῦν ἅπαν ἐς τὸ πεπονθὸς ἀπωθεῖται. εἴ γε μὴν τῶν παραδειγμάτων, ὦν οἱ τὴν προειρημένην ἐξήγησιν εἰρηκότες παρατίθενται μοχθηρὸν πρόδηλόν ἐστι, μηδὲ ὅμοιον ἐχόντων παρἹπποκράτους διδασκομένων. ὑγιὴς γὰρ λογισμός ἐκκρῖναι βουλόμενος πᾶν ἀθρόως τὸ τὴν αἰτίαν ἐργαζόμενον, ἐμπεπλασμένον δηλονότι δυσαπολύτως τοῖς χιτῶσι τῆς κοιλίας. οὕτως γὰρ καὶ τὰ συῤῥέοντα καὶ βραχὺ δριμέα καὶ τὴν κοιλίαν ἐρεθίζοντα, πρὸς ἀπόκρισιν ἀθρόως κενῶσαι λόγον ἔχει, καθάπερ γε καὶ ἐπὶ τὴν μετρίαν βῆχα κινοῦντα διὰ σφοδροτέρας ἀθρόως ἐκκαθαιρεῖται. τούτοις δὲ ὅμοιον οὐδὲν  ἔχει τὸ λεγόμενον ὑπαὐτῶν ἐπισυντήκειν ἀξιούντων τὸ λελεπτυσμένον χωρίον, ἵνα ἀρχὴν ἀνατρέψεως σχῇ. διὰ γὰρ τῆς ἐπιπολῆς δύναμις τῶν ἠτροφηκότων εὔρωστος γίγνοιτἂν, οὔθὕλης τροφίμου χορηγία. τὸ δὲ καὶ τῶν τετανικῶν μνημονεῦσαι αὐτοῖς ἀλογώτατον· ἐπιδεικνύουσι γὰρ ἑαυτοὺς τῆς Ἱπποκράτους τέχνης ἀμαθῶς ἔχοντας, εἴ γε τἀναντία τῶν ἐναντίων ἐκεῖνος εἶναί φησι τῆς θεραπευτικῆς μεθόδου. μὴ γινώσκοντες δὲ ἔνιοι τὴν δύναμιν τοῦ λόγου πρὸς ἀντιλογίαν ἐτρέποντο, κοινόν τι τοῦτο πεποιηκότες ἅπασι τοῖς προπετῶς ἀντιλέγουσι καὶ διαβάλλειν πειρωμένοις μηδὅλως ἔμαθον. οὐχ ὅπως γὰρ ἀνατρέπεται τὸ τἀναντία τῶν ἐναντίων εἶναι βοηθήματα διὧν εἶπεν Ἱπποκράτης ἐπὶ τῶν τεχνικῶν, ἀλλὰ κατασκευάζεται καὶ καταὐτὸν τὸν ἀφορισμὸν, ὡς αὐτοῖς ψυχρὸν εἶναι ἔφη ὕδωρ θέρμης ἐπανάκλησιν ποιεῖσθαι, θέρμην δὲ ταῦτα λύεσθαι, τὴν αὐτῶν θέρμην ταύτην, ἥτις ἰᾶται ψυχρὰ πάθη, ποτὲ μὲν διὰ τρίψεως ἐργαζόμεθα, ποτὲ δὲ διὰ φαρμάκου θερμαίνοντες γυμνασίων χύσεως ὑδάτων θερμῶν. καὶ μᾶλλον δεἰπεῖν καὶ ἀσφάλτῳ δὴ πολλάκις, ὡς ἔφην, διὰ τοῦ πιττῶσαι τὸ θερμανθῆναι δεόμενον, ἔστι δὅτε καὶ διὰ ψυχροῦ καταχύσεως· ἀλλὰ τὰ μὲν ἄλλα πάντα κατὰ τὴν ἑαυτῶν δύναμιν ἔχοντα, τὸ θερμαίνειν ἀεὶ χρήσιμά εἰσι τοῖς θερμανθῆναι δεομένοις μορίοις τε καὶ πάθεσι. τὸ δὲ ψυχρὸν ὕδωρ, ἅτε ψυχρὸν ὅσον ἐφἑαυτῷ, σπανίως χρήσιμον γίγνεται, ἐπὶ μόνου σώματος ἰσχυρὸν ἔχοντος τὸ ἔμφυτον θερμὸν, ὠφελίμως παραλαμβανόμενον. ἐπεὶ γοῦν εὔσαρκος, φησὶν αὐτὸς, ἔστιν ὅτε χρήσιμον γίγνεται τὸ ψυχρὸν, οὐδοὖν ἐπὶ τοῦ αὐτοῦ κατὰ πάντα καιρὸν, ἀλλὰ θέρεος. τίς γὰρ οὐκ οἶδεν τίς οὐκ εἴρηκε τῶν περὶ ψυχροποσίας γραψάντων ἐργαζομένην αὐτὴν δυοῖν, βλάβην ἐκ καταψύξεως θερμασίας πλείονος ἐκ τοῦ βάθους ἐπάνοδον. ἐὰν μὲν οὖν ἱκανῶς θερμὸν τὸ σῶμα, τηνικαῦτα συμβαίνει μὴ νικᾶσθαι μὲν ὑπὸ τοῦ ψυχροῦ τὴν ἐν αὐτῷ θερμότητα πυκνωθέντος τοῦ δέρματος, ἐπισχεθείσης δὲ τῆς ἀναπνοῆς αὐξηθῆναι. ἐὰν δὲ ἧττον θερμὸν , ὡς ἀντισχεῖν τῷ προσπίπτοντι ψυχρῷ μέχρι τοῦ βάθους ἀφικνουμένης αὐτῆς τῆς δυνάμεως, ἁλίσκονται ἐκ καταψύξεως πάθεσιν. ἴσως δὲ καὶ ταῦτά μοι περιττῶς νῦν εἰρήσεται, ἑτέρωθι, καθάπερ ἔφην, ἐπιδεδειχότι· τὰ πρῶτα θεραπεύοντα πρώτως εἶναι δεῖ ἐναντία. πρώτως δὲ δηλονότι λέγεται τὰ διὰ μέσου μηδενὸς, οἷς ἀντίκειται τὰ διὰ μέσου τινὸς, καὶ κατὰ συμβεβηκὸς, οὐ πρώτως, ὠφελεῖ. φλυαροῦσι δοἱ μνημονεύοντες καὶ γαστρὸς ὑπαγωγῆς καὶ βηχικῶν φαρμάκων καὶ ψυχροῦ καταχύσεως εὐλόγως μὲν ἐνίοτε γιγνομένων, οὐδὲν δἐχόντων ὅμοιον τῷ νῦν ἡμῖν προκειμένῳ λόγῳ. δεῖξαι γὰρ ἐν αὐτῷ δεῖ πῶς λεπτύνουσα μετρίως ἐπίδεσις ῥώμην ἐργάζεται τοῖς λελεπτυσμένοις μορίοις πλείονος αἵματος ἐπιῤῥοήν. ἔς τἂν δὲ μὴ δύνανται δεῖξαι ταῦτα μάτην παραδείγματα γράφουσι, πρὸς τὸ μηδὲ ἀπόδειξιν ἐπιστημονικὴν γίγνεσθαι διὰ παραδείγματος. ἐδείχθη δὲ κατὰ τὸ περὶ παραδείγματος ὑπόμνημα πρὸ τούτων χρεία τῶν παραδειγμάτων, ὅτι μὴ τοῖς νοσοῦσι νοήσεως ἕνεκα λέγομεν αὐτὰ, ὡς νομίζουσί γἔνιοι καὶ μάλισθὅσοι ὁμοίως τοῖς ῥήτορσιν εἰς ἐπίστασιν αὐτοῖς χρῆσθαι, τοῦ παντὸς ἁμαρτάνοντες, ὥσπερ κἄν σοι Πλάτωνά φασι διἐπαγωγῶν ὡς τὸ πολὺ τὰς ἀποδείξεις ποιεῖσθαι. δέδεικται γὰρ ὡς κἀκεῖνος ἕνεκα σαφηνείας ἐχρῆτο ταῖς ἐπαγωγαῖς. ὅτῳ μὲν οὖν φίλον ἀκριβῶς ἐπίστασθαι δύναμιν ἐπαγωγῆς τε καὶ παραδείγματος, ἐπὶ τὸν ἴδιον ἑκατέρου λόγον ἀφικνείσθω γεγραμμένον ἡμῖν ἑτέρωθι. νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανήξω καὶ παρασκευάσας μοι λέλεκται μέχρι δεῦρο, ἀναγνόντας ἐπιμελῶς τοὺς ὁμιλοῦντας τοῖσδε τοῖς γράμμασιν ἐπὶ τὴν τῆς εἰρημένης ῥήσεως· ἐξήγησιν ἀφικνεῖσθαι, μαρτυροῦσαν τῇ λελεγμένῃ ὑφἡμῶν ἐπαὐτὴν ἤδη μεταβήσομαι. ἵνα δὲ μᾶλλον ἅπασα γένηται σαφὴς, οὐχ ὅλην αὐτὴν ἀθρόως γράψων, ἀλλὰ κατὰ μέρος τὴν ἐξήγησιν οὕτω ποιήσομαι.
§34–37.2
§34 Τὴν τῶν μινυθημάτων ἐπίδεσιν ὀλίγον ἔμπροσθεν ἀλλοίαν ἔφη χρῆναι ποιεῖσθαι τῆς καταγματικῆς. ἐν ἐκείνῃ γὰρ πρόκειται, πρὸς τῷ τὴν ἐπιῤῥοὴν τοῦ αἵματος ἀνείργεσθαι, ἔτι καὶ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις ἄνω τε καὶ κάτω διωθεῖσθαι, πρὸς τῷ ἡσυχάζειν αὐτὰ μηδὅλως κινούμενα. διὰ γὰρ τῆς τοιαύτης ἔν τισι τελέως ἀφλέγμαντα γενέσθαι τὰ πεπονθότα μόρια· νυνὶ δὲ οὔτἀνείργειν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος οὔτἐκκρίνειν τὸ περιεχόμενον ἐν αὐτοῖς οὔτε ἀκίνητα φυλάττειν, ἀλλὰ τἀναντία τούτων ἅπαντα πρόκειται πράττειν. τὴν οὖν ἐπίδεσιν, ὡς ἔφην, καὶ πρόσθεν ἄρξασθαι ἀπὸ τῶν τινων ὑγιῶν χρή.  πιέζουσαν δὲ ταῦτα τὸ μὲν ἐξ αὐτῶν αἷμα χρὴ ταῖς λελεπτυσμέναις ἐκθλίβειν, αὐτὰ δὲ ἐν τῷ τελείως ἀπολαύειν κωλύειν. ἐπὶ μὲν οὖν κνήμης πήχεος πεπονθότων ἱκανὸν ἂν εἴη τὴν ἀρχὴν τῆς ἐπιδέσεως ἀπὸ βουβῶνος ποιεῖσθαι. μηροῦ δὲ βραχίονος πεπονθότων, ἀναγκαῖόν ἐστιν ἀντικείμενον ἐπιδεῖν κῶλον, ἐκ τῶν κάτω μὲν ἀρχομένους, ἀνιόντας δὲ ἄχρι βουβῶνος μασχάλης. εἰ δέ ποτε καὶ μεγάλως πῆχυς κνήμη πεπόνθοι, καθἑκάτερον ἐπιδεῖν σκέλος βραχίονα ἄμεινόν ἐστιν, ὡς ὁμοίως τούτῳ τὸ μὴ πεπονθὸς σκέλος ὑπερκειμένου τοῦ πεπονθότος μέρους εἴργηται καὶ μὴ τρέφηται. διὰ τοῦτο οὖν εἶπεν, οἷον κνήμης καὶ τῶν μερῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοίως φησὶν ἐλινύειν, τουτέστι ἀργεῖν τὸ ἕτερον, σκέλος δηλονότι τῷ κατὰ τὸ πεπονθὸς μηρῷ καὶ ὁμοίως ἀποκλείηται. τὸ δὲ δέχηται διὰ τὸ μὴ βούλεσθαι τῆς τροφῆς, ἀποκλείειν αὐτὸ τὸ ἐπιδούμενον, ὡς μηδὅλως διέρχεσθαί τι μέρος αὐτῆς. εἴ γέ τις σφίγγει γενναίως, ἀποκλείεται τελείως εὐθὺς μὲν καὶ τοῦ νεκρωθῆναι τὸ μόριόν ἐστι κίνδυνος. εἰ δὲ καὶ μὴ γένοιτό ποτε τοῦτο, τὴν τροφήν γε πάντως, ὥσπερ καὶ τῶν κατὰ τὸν μηρὸν μορίων, οὕτω καὶ κατὰ τὴν κνήμην ἀφαιρήσεται. πρόκειται μὲν οὖν ἡμῖν οὐδὲ λεπτῦναι τὸν μηρὸν, ἀλλἀναθρέψαι τὴν κνήμην. ἐπεὶ δὲ τῆς ἐπιδέσεως τρόπος ἀτροφώτερον τὸ μόριον ἐξ ἀναγκῆς ἐργάζεται προσιέμενοι τὴν τοιαύτην βλάβην ἄχρι τινὸς, εἶθὕστερον, ὅταν ἤδη μετρίως ἔσχῃ σαρκώσεως κνήμη, κοινὴν ἀμφοτέρων ποιούμεθα πρόνοιαν. ἀποστῆναι τοιγαροῦν χρὴ κἀνταῦθα τῆς ἐξηγήσεως, οἰομένων αὐτῷ τῷ λελεπτυσμένῳ μορίῳ τὰ ὑπερκείμενα καὶ καθἑκάτερον σκέλος ἐπιχειρεῖν συλλεπτύνειν, ἕνεκα τοῦ κρύπτεσθαι τὴν ἰσχνότητα τῶν ἠτροφηκότων καὶ μὴ κατάφωρον γίγνεσθαι, μηδὲ ἐξελέγχεσθαι τῇ παραθέσει τῶν εὐτροφούντων. οὐ μόνον γὰρ Ἱπποκράτης, ἀλλοὐδὲ τῶν ἐπιτυχόντων ἰατρός τις ἠξίωσεν ἂν ἡμᾶς καλῶς ἰᾶσθαι.
§35 Καὶ πρόσθεν ἤδη πολλάκις ἐκέλευσεν οὕτω πράττειν, ἐφὦν ἀνώδυνον ἀκριβῶς βούλεται φυλάττεσθαι τὸ ἐπιδούμενον.
§36 Πρῶτον εἴρηκεν ἤτοι κατὰ τὸν χρόνον κατὰ τὴν δύναμιν καὶ κατὰ τὸν χρόνον ἤτοι τῆς μιᾶς ἐπιδέσεως τῶν ἐφεξῆς ἀλλήλων παραβαλλομένων. ἐπεὶ δὲ ταῦτα πάντα εἰσὶν ἀληθῆ, διὰ τοῦτο δῆλόν ἐστι τὸ λεγόμενον, εἰ μὴ ἄρα ταῦτα πάντα βουλόμενος ἡμᾶς ἀκούειν, οὕτως ἔγραψεν. εὐθὺς οὖν ἐπαὐτῆς τῆς πρώτης ἐπιδέσεως, ἐπειδὴ ταύτην ἐκ πολλοῦ ποιεῖσθαι χρὴ, τὴν μὲν πρώτην ἐπιβολὴν τῶν ὀθονίων ἐρείδοντα, τὰ δὲ ἐφεξῆς ἀεὶ καὶ μᾶλλον ἀνιέντα, μάλιστα δὲ κατὰ τὸ τῆς ἀναθρέψεως δεόμενον κῶλον, πιθανὸν ἂν εἴη. τὸ μὲν κατὰ δύναμιν πρῶτον ἐπὶ τοῦ θεραπευομένου μορίου λελέχθαι, τὸ δὲ κατὰ χρόνον τῆς ἐπὶ πρώτης ἐπιδέσεως. εἰ δἐπὶ πασῶν τῶν ἐπιδέσεων ἀλλήλαις παραβαλλομένων ἀκούομεν τῆς ῥήσεως, νοῦς ἔσται τοιοῦτος. εἰ κατὰ τὰς πρώτας ἐπιδέσεις συνεπιδέοις τῷ ὑγιεῖ, πάντως παρέξει ποτὲ αὐτὸς γυμνοῦν αὐτό. τοῦτοὖν αὐτὸ πρῶτον ἐπὶ τῶν μάλιστα δεομένων ἀναθρέψεως πράττειν καὶ διὰ τοῦτο μὴ καλῶς τρεφόμενα, τοῦ δαἵματος ἐπὶ τὸ πεπονθὸς ἑλκομένου διά τε τῆς ἀνατρίψεως καὶ τῶν ἄλλων ὅσα σμικρὸν ἔμπροσθεν εἶπον, σάρκωσις ἐν αὐτῷ μᾶλλόν τε καὶ θᾶττον ἔσται. τῆς μὲν οὖν ἀνατρίψεως καὶ τῆς θερμῆς καταχύσεως ὕδατος αὐτὸς ἐμνημόνευσε, τοῦ φαρμάκου δὲ οὐκ ἐμνημόνευσεν, ἐπειδὴ τῆς χειρουργίας μόνης ὠφελείας ἐνταῦθα γινώσκει. οὐδὲ γὰρ τὸ διακινεῖν αὐτὰ μετρίως ἄχρι τοῦ μὴ κοπωθῆναι, παραλελεῖφθαι δὴ χρὴ δοκεῖν ὑπαὐτοῦ. ἐπεὶ δοὖν αὐτὸς ἐδίδαξε τὰ τοῖς διδασκομένοις ὁμογενῆ, τῇ δὲ ἀνατρίψει κίνησις ἅπασα τῶν ἀτροφούντων ὁμογενής ἐστιν. ὅπου δὲ καὶ θάτερον σκέλος ἐλινύειν ἐκέλευσεν, ὁμοίως τῷ κατὰ τὸ πεπονθός κῶλον ὑγιεῖ μορίῳ, δῆλός ἐστι τῷ ἀνατρίβειν ἀξιῶν κινεῖσθαι. δυνατὸν γάρ ἐστι πῆχυν ἄνευ βραχίονος κινεῖν καὶ κνήμην ἄνευ μηροῦ, θεραπεύων ἀτροφίαν, οὐ χρῄζει ἀκινήτου πήχεος καὶ κνήμης. ἐπίσταται γὰρ οὕτως ἐκ τῶν ὑποκειμένων ἅμα τῇ κινήσει θεραπευόμενα. τῆς δὲ ὁδοιπορίας αὐτῶν διὰ τῶν πεπονθότων γινομένης ἐκεῖνα φθάνει προαπολοῦντα. καὶ γὰρ ταῖς ἀνατρίψεσι καὶ ταῖς πιττώσεσι καὶ ταῖς τῶν θερμαινόντων φαρμάκων προσφοραῖς πλεονεκτεῖ. μέγιστον δὲ τεκμήριον ἔσται σοι τοῦ θερμαινομένων τῶν ἀκρωτηρίων ἐπιῤῥεῖν αἵματος κώλοις πλέον γιγνομένη καταὐτὰ θερμότης καὶ ἐρυθρότης. τελέαν μὲν ἤδη τούτων ἔχεις τὴν ἴασιν, ἐμοῦ προστεθεικότος ἐκείνοις Ἱπποκράτης εἶπε καὶ τὴν τῶν θερμαινόντων φαρμάκων προσφορὰν, ἐν γένει καὶ πίττωσίς ἐστιν. δὲ Ἱπποκράτης οὐκ ἐμνημόνευσεν ὅλως ἐν τούτῳ τῷ βιβλίῳ φαρμάκου, καίτοι  μνημονεύσας ἐνίων παθῶν, δεομένων τῆς ἐκ φαρμάκων ἰάσεως, ἐν οἷς ἐστι τὰ ἐκχυμώματα καὶ τὰ στρέμματα καὶ τὰ σπάσματα. διότι μὲν τὴν κατὰ χειρουργίαν ὠφέλειαν ἐν αὐτῷ φυλάξαι προὔθετο καὶ ταύτην οὐ πᾶσαν, ὡς ἔφην, ἀλλἀναγκαιοτάτην τε καὶ χρησιμωτάτην τοῖς ἀρχομένοις μανθάνειν τὴν τέχνην.
§37.1 Ἐκ μὲν τοῦ μὴ κελεύειν αὐτὸν ἠρεῖσθαι πιέχθαι τὴν ἐπίδεσιν ἐπί τε παρεῤῥαμένων καὶ περιβαλλομένων ἔξωθεν, ὁμοίως εἰρηκέναι καὶ περὶ τῆς ἐπιδέσεως αὐτῆς, ἢν διὰ τῶν ὀθονίων ποιούμεθα, δῆλον ἦν τῆς ἑρμάζειν φωνῆς τὸ σημαινόμενον ἀπὸ τῶν ἑρμάτων εἰληφὼς, ὡς καὶ ποιητὴς μνημονεύων εἶπεν.
§37.2 ὡς οὐδὲν διαφέρων ἐρείσματα εἰπεῖν στηρίγματα. φαίνεται δὲ πολλάκις μὲν κεχρημένος τῷ ἑρμάζειν ἐπὶ τε τῶν ἐπιδέσμων καὶ σπληνῶν καὶ παρερμάτων, σημαίνων τό γε στηρίζειν. ἤκουσαν δὲ κατὰ πάσας τὰς ῥήσεις τοῦ ἑρμάζειν οἱ ἐξηγηταὶ ταὐτὸ σημαινόμενον, ὅπερ κἀκ τοῦ στηρίζεσθαι· ἀλλὰ νῦν γε φαίνεται γράψας ἐφεξῆς ἀλλήλων τὰς δύο φωνὰς, τήν τε τῶν ἑρμασμάτων καὶ τὴν τῶν στηριγμάτων, ἐνδείκνυσθαι διάφορον ἐξ αὐτῶν τι σημαίνεσθαι. μή τις οὖν ἑρμάσματα μὲν ὠνόμασε τὰ κατὰ τὴν ἐπίδεσιν αὐτῶν ἕνεκα τοῦ φυλάττεσθαι τὸ πεπονθὸς ἀκίνητον, ὑποβαλλόμενά τε καὶ περιβαλλόμενα οὐ μόνον πρὸς τὰς μὲν πρώτας ὑποδεσμίδας ἔχοντα καὶ ἄλλας τινὰς χρείας. ἀλλὰ καὶ τὴν τῶν ἑρμασμάτων, εἶθἑξῆς τοὺς σπλῆνας ἑρμάσματα καὶ αὐτοὺς ὄντας οὐ μόνον τοῦ κατάγματος, ἀλλὰ καὶ τῶν ἐπιδέσμων, εἶτα τοὺς ἔξωθεν αὐτοῖς περιβαλλομένους ἐπιδέσμους κατὰ τοὺς νάρθηκας καὶ τὰ παρέρματα. πάντα γὰρ ταῦτα τοῦ κρατεῖν ἕνεκα τὰ ὑποβεβλημένα περιτιθέμενα τὴν τῶν ἑρμασμάτων ἔχει χρείαν οὐ πρὸς αὐτὰ μόνον, ἀλλὰ καὶ πρὸς τὰ κατάγματα. ἀποστηρίγματα δὲ δοκεῖ μοι λέγειν ὅσα χωρὶς ἐπιδέσεως ἔξωθεν ὅλῳ τῷ πεπονθότι μορίῳ παρατιθέμενα ἐκ δεξιῶν ἀριστερῶν κάτωθεν ἄνωθεν. ὀνομάζω δὲ νῦν ἄνωθέν τε καὶ κάτωθεν, ὡς κατὰ μῆκος ὅλου τοῦ σώματος. ἐν γὰρ τῇ κατὰ τὸ πάχος αὐτοῦ διατάσει τὰ μὲν ὑποστηρίγματα κάτω εἰσὶ, τὰ δὲ ἐπεμβλήματα πάντἄνωθεν ὁποῖἄττα. στηρίζεται δὲ τὸ μὲν ἄκρως ἐνίοτε περιϊστάμενον κάτωθεν, ὀρθὸν ἄνωθεν. κεφαλὴ δὲ προσκεφαλαίοις τέ τισι καὶ ὑπαυχενίοις ἐρίοις τε καὶ ῥάκεσι μαλακοῖς. καὶ σωλῆνες δὲ καὶ παρατιθέμενοι τοῖς κατεαγόσι σκέλεσιν ἑκατέρωθεν στηρίγματα ἂν εἴη. τὸ δἐντιθέμενον εἰς τὴν μασχάλην ἔριον στρογγύλον, ὅταν ἐκπεπτωκὸς τὸ κατὦμον ἄρθρον ἐμβαλλόμενον ἐπιδῶμεν, ἐγχωρεῖ προσαγορεύειν ἑρμάσματά τε καὶ στηρίγματα. διὰ τί δὲ ἐπιδεῖται καὶ αὐτὸ καθὅπερ τι μέρος γίγνεται τῆς ὅλης ἐπιδέσεως. ἕρματά γε μὴν ἔξωθεν ἐπιτιθέμενά τε καὶ παρατιθέμενα θώρακι καὶ κεφαλῇ στηρίγματα μᾶλλον, οὐχ ἑρμάσματα κλητέον. ἐπενοήθη δὲ ταῦτα τοῖς ἰατροῖς διὰ τὰς ἀναγκαίας κινήσεις τῶν μορίων, ἐνίας μὲν κατὰ φύσιν οὔσας, ὡς ἀναπνοὴν ἐπὶ τῶν κατὰ θώρακα σφυγμῶν καὶ μηνίγγων, ἐνίας δὲ παρὰ φύσιν, ὡς βῆχα καὶ πταρμὸν καὶ λυγμόν. ὅσοι δὲ ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνονται σφυγμοὶ καὶ προσέτι κατὰ τὰς κεφαλαλγίας τὰς σφοδρὰς ἐν ταῖς κατὰ τοὺς κροτάφους ἀρτηρίαις. καὶ παλμοὶ δὲ πολλάκις μὲν ἐφὑποχονδρίων γιγνόμενοι, ἔστι δὅτε δὴ καὶ κατἄλλα μόρια στηριγμάτων ἐδεήθη, καὶ τά γε στηρίγματα ταῦτα ποιητέον, ποτὲ μὲν αὐτὰ μόνα, ὡς ἐπὶ τῶν κατὰ τοὺς κροτάφους ἀρτηριῶν, ἐν κεφαλαλγίαις σφοδραῖς τῶν κατὰ ὑποχόνδρια παλμῶν τραυμάτων αἱμοῤῥαγίαν ἀπειλούντων, ἐνίοτε δὲ ἔριον ἐπιδέσμῳ περιλαμβάνοντες ἁπλῶς, καὶ χωρὶς δὲ ἐπιδέσμων ἐνίοτε στηρίζομεν. ἐρίῳ τε στηρίζομεν τὰ κατὰ θώρακά τε καὶ αὐχένα καὶ κεφαλὴν ὑπαυχενίοις τε μαλακοῖς καὶ σακκίοις κούφοις κέγχρον θερμὴν ἔχουσιν, ὅταν ἅμα πυριαθῆναί τε καὶ στηρίζεσθαι δέονται, μασχάλην δὲ καὶ νῦν ἐκπεσοῦσαν καὶ ἀνατεθεῖσαν τοῖς μαλακοῖς ἑρμάσμασιν ἐνίοτε στηρίζομεν. ἐπεμβληθεῖσι δἐνίοτε στηρίζομεν ἔξωθεν ἁπαλοῖς στηρίγμασι. κοινοῦ τοίνυν ὄντος σκοποῦ τοῖς ἰδίως ὀνομαζομένοις ἑρμάσμασι καὶ στηρίγμασιν  εἰκότως. οἵ τἐξηγησάμενοι τὸ βιβλίον ἓν ἐξ ἀμφοῖν οἴονται σημαίνεσθαι καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἀδιαφόρως χρώμεθα τοῖς ὀνόμασιν. δὲ κοινὸς σκοπός ἐστιν, ὃν ὀλίγον ἔμπροσθεν εἶπον, ὅπως ἐν ταῖς κινήσεσι μὴ σείηται τὰ μόρια. διαφορᾶς μέντοι τινὸς οὔσης ἰδικῆς, ἣν ἄρτι διῆλθον, ὅταν ἀκριβολογούμεθα, στηρίγματα μὲν ἐροῦμεν ὅσα τῆς ἐπιδέσεως ἔξωθέν ἐστιν, ἑρμάσματα δὲ τὰ καταὐτὴν ἐκείνην καὶ οὕτως διοριούμεθα, τὰ μὲν τοῖς ἀναγκαίως κινουμένοις μορίοις, ὧν ταῖς κινήσεσι παύειν οὐκ ἔστιν ἐφἡμῖν, στηρίγματα καλεῖσθαι, τὰ δὲ ἐν τοῖς ἀκινήτοις ἑρμάσματα. σκέλος μὲν γὰρ καὶ χεῖρα κινεῖν ἐφἡμῖν ἐστι, θώρακα δὲ καὶ μήνιγγας οὐκ ἐφἡμῖν. καὶ παλμὸς ἔν τινι μορίῳ γιγνόμενος οὐκ ἐφἡμῖν ἐστιν, ὥσπερ οὐδὲ βὴξ πταρμὸς λυγμὸς καὶ τι μάλιστα δυνατὸν ἀντέχειν αὐτοῖς ἐπὶ χρόνον ἱκανὸν, ὡς μὴ γίγνοιτο. βιάζεται γὰρ ὕστερον ὅταν ἰσχυρὰς σχῇ τὰς γεννώσας αἰτίας αὐτῆς καὶ μόνοις τοῖς καρτερικωτάτοις δυνατὸν ἀνδράσιν ἀντισχεῖν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῶν φαίνεται. καὶ αὐτὸς δὲ Ἱπποκράτης ἔγραψε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπὶ μὲν τῶν σφυγμῶν εἰπὼν, ὡς μὴ ἐνσείηται. καὶ προσέτι ἐπὶ τῆς κατὰ τὴν κεφαλὴν ἁρμονιῶν διαστάσεως τῷ τῶν ἑρμασμάτων ἐφεξῆς ὀνόματι κεχρημένος, ἐπὶ δὲ βηχῶν καὶ πταρμῶν καὶ ὅλως τῶν κατὰ τὴν κεφαλὴν καὶ θώρακα κινήσεων τῷ τῶν στηριγμάτων. μὲν οὖν τῶν ἁρμονιῶν διάστασις ἐπὶ κεφαλῆς ἐν ταῖς καλουμέναις ῥαφαῖς γίγνεται κυρίως μὲν ἁρμονιῶν ὀνομαζομένων, καθ ψαύει τὰ τῆς κεφαλῆς ἀλλήλων ὀστᾶ, κατὰ μεταφορὰν δὲ ῥαφῶν· ἥρμοσται γὰρ ἀκριβῶς ἀλλήλοις τὰ κατὰ τὸ κρανίον ὀστᾶ καὶ διὰ τοῦτο καθἁρμονίαν σύνθεσις αὐτῶν εἰκότως ἂν λέγοιτο γεγονέναι, καθὁμοιότητα δὲ τὴν πρὸς τὰ ῥαπτόμενα ῥάκη. ῥᾷον αὐτὰ τοίνυν ἐνίοτε διίστανται, καί ποτε καὶ ὀδύνην ἐπιφέρουσιν, ὅταν φλεγμαίνωσιν οἱ συνάπτοντες αὐτὸν τὸν περικράνιον ὑμένα τῇ σκληρᾷ μήνιγγι καὶ φλέβιά τινα μικρὰ συνεξερχόμενα κατὰ τὰς ῥαφὰς φλεγμαίνει πολλάκις, ἐφὦν διάθεσις κίνησις τῆς σκληρᾶς μήνιγγος ἐπιπιπτούσης τοῖς φλεγμαίνουσιν ὀδύνην ἐργάσεται. παραπλησίως δὲ καὶ κατά τινας φλεγμονὰς κινήσεις τῶν ἀρτηριῶν ἀλγηδόνας ἀποτελεῖ. καὶ δεῖται τὰ τοιαῦτα παθήματα συμμετρίας ἀκριβοῦς τῶν στηριγμάτων, ὅπως μήτε χαλαρὰ τοῖς πεπονθόσι μέρεσι προσπίπτοντα κινουμένῳ διασείηται ῥᾳδίως αὐτὰ καὶ διὰ τοῦτο πόνον ἐπάγει. μήτε αὖ πάλιν αὐτὰ τὰ στηρίγματα περαιτέρω τοῦ προσήκοντος ἐρηρεισμένα θλίβην ἐργαζόμενα παροξύνει τὰς ὀδύνας. δαὐτὴ συμμετρία τῆς τῶν ἐπιδέσμων περιβολῆς εἴρηται πρόσθεν αὐτῷ καὶ κατἄλλα τινὰ πάθη προσηκόντως γίγνεσθαι τῆς καταγματικῆς ἡλικίας καὶ ἐπιδέσεως χρῄζοντα. καὶ διὰ τοῦτο ἔφη νῦν, τούτων δὲ αἱ αὐταὶ συμμετρίαι· τούτων δὲ λέγων τῶν νῦν εἰρημένων, αὐτὰς δὲ τοῖς προειρημένοις συμμετρίας εἶναι φάσκων, εἶτα καὶ τῶν συμμέτρων αὐτῶν ἀναμιμνήσκων ἐν οἶς φησιν· μὲν γὰρ τὰ σίνη μάλιστα πιέζει, τουτέστιν ἔνθα εἰσί. τὸ γὰρ νῦν ἀντἐπιῤῥήματος τοπικοῦ, διὸ καὶ δασύνειν αὐτὸ καὶ περισπᾷν χρή. καὶ τοῦτο δὲ τούτῳ τῷ πάθει συμφέρον ἐπιτιθέναι κελεύων τὸ ἁρμόζον στηρίζον δηλονότι τῇ περιβολῇ τοῦ ἐπιδέσμου ποιεῖσθαί φησι χρῆναι μὴ μᾶλλον πιέζοντος ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείεσθαι, ὅπερ ἐστὶν ὑπὸ στενοχωρίας κωλύεσθαι τὴν κίνησιν τῶν σφυζόντων, ὀδυνηρὸν γὰρ τοῦτο. πρὸς αὐτῷ δὲ καὶ ἄλλον ὅρον ἔθετο κατὰ τὰς διαστάσεις τῶν ῥαφῶν ἰδίως ὑπάρχοντα, καθὧν φησι, τάς τε διαστάσιας τῶν ἁρμονιῶν συμψαύειν τὰ ἔσχατα ἀλλήλων, ἔσχατα λέγων καθ μηκέτι μᾶλλον ἐγχωρεῖ συμψαύειν. δηλοῦται δἐκ τούτου σφοδρὰ καὶ ἄμετρος θλίψις· ὥσπερ γὰρ οὐ χρὴ κεχαλάσθαι τὴν ἁρμονίαν τῶν ὀστῶν, οὕτως οὐδὲ εἰς ἄκρον ἐσφίγχθαι· καὶ γὰρ καὶ τοῦτο παρὰ φύσιν. οὗτοι μὲν οὖν εἰσι τῆς ἰσχυρᾶς πιέσεως οἱ ὅροι. τῆς δἀμυδροῦς ἐφεξῆς ὅροι μήτε ἀμφὶ τοῖς πταρμοῖς τε καὶ βηξὶν, ὡς εἰ καὶ οὕτως εἶπε, μήτε ἐν τοῖς πταρμοῖσι καὶ ταῖς βηξί σε σείεσθαι καὶ κλονεῖσθαι συμπεπονθότα μόρια, μηδενὸς αὐτὰ συνέχοντος, ἐν σφοδραὶ κινήσεις τὰ χαλαρὰ καὶ ἀστήρικτα μόρια διασείουσαι βιαιότερον ὡς τοῖς πεπονθόσι πρέπει μήτε παροξύνουσι τοὺς πόνους αὐτῶν. τοίνυν συμμετρία τῶν στηριγμάτων ἐστὶν, ἣν ἐπὶ τέλει τῆς ῥήσεως ἔγραψεν, εἰπὼν ὡς μήτε διαναγκάζηται μήτε ἐνσείηται, τουτέστιν, ἵνα μήτε βιαίως θλίβηται τὰ πεπονθότα μήτε ἐν ταῖς κινήσεσι σείηται, τουτέστιν ἵνα μήτε βιαίως μήτε χαλαρῶς ἐπιδεδεμένα .
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up