Book 2
§1–4
§1 Τὰ μέντοι κοινὰ ταῖς ἐπιδέσεσιν ἀμφοτέραις ἐστὶ, τὰ δὲ καθἑτέραν αὐτῶν ἴδια, τὰ μὲν εὐπόρως καὶ ταχέως τῆς γενομένης ἐπιδέσεως ἴδια, τὰ δὲ ἀγαθῶς καὶ καλῶς τῆς ἤδη γεγονυίας. ὀνομάζει δαὐτὸς τὸ μὲν τῆς γινομένης ἐπιδέσεως ἐργαζόμενον εἶδος, τὸ δὲ τῆς ἤδη γεγονυίας εἰργασμένον, τὸ δὲ ἀπόνως καὶ εὐρύθμως ἄμφω ἐστὶ κοινά· τὸ μὲν ἀπόνως κατἄμφω, τῷ τε ὀνόματι καὶ τῷ σημαινομένῳ, τὸ δὲ εὐρύθμως τῷ μὲν ὀνόματι κατἄμφω, τῷ σημαινομένῳ δὲ οὐχ ὡσαύτως. ἐπὶ μὲν γὰρ τῆς ἔτι γιγνομένης ἐπιδέσεως εὐρυθμία κατὰ τὴν τῶν χειρῶν γίγνεται κίνησιν, ἐπὶ δὲ τῆς γεγονυίας ἤδη κατὰ τὴν οὖσαν περιβολὴν τῶν ὀθονίων. ἐγχωρεῖ δὲ τὴν γιγνομένην ἔτι περιβολὴν τῶν ἐπιδέσμων εὔρυθμον γίγνεσθαι φάναι κατὰ τὸ ἐργαζόμενον εἶδος τῆς ἐπιδέσεως. μή τι δὲ καὶ τὸ ἀπόνως ἐπὶ πλέον ἐστὶν ἐν τῇ γιγνομένῃ τῆς ἤδη γεγονυίας. μὲν γὰρ ἤδη γεγενημένη κατὰ τὴν τῶν ἐπιδέσμων μόνην θλίψιν ὀδύνην φέρει· δὲ γιγνομένη καὶ κατὰ τοῦτο μὲν, ἀλλὰ κατὰ καὶ τὸ κρατεῖσθαι τὸ κῶλον οὐ προσηκόντως, μή. θλίβεται γὰρ ἐνίοτε κατὰ τοῦτο μὲν αὐτῆς τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων ἀναμαρτήτως ἐπιτελουμένης. ἐγχωρεῖ δὲ φάναι καὶ κατὰ τὴν τῶν ψαυόντων ὁμιλίαν ἤτοι ψαύουσαν μὴ, κοινὴν ἀμφοῖν εἶναι· κατὰ μὲν τὴν γιγνομένην ἐπίδεσιν ὑπὸ τῶν κρατούντων τὸ θεραπευόμενον μέρος ἤτοι θλιβόντων μή· κατὰ δὲ τὴν ἤδη γεγονυῖαν ἐκ τῆς ἀναλήψεως μὲν ὡς ἐπὶ χειρὸς τὴν ταινίαν, ἀποθέσεως δὲ ὡς ἐπὶ σκέλους τὰ ἐπιβεβλημένα, καθ ἐστήρικται. οὐ μικρὸν δὲ τῇ τῆς γιγνομένης ἐπιδέσεως ἀπονίᾳ συντελεῖ τὸ τάχος τῆς ἐνεργείας, πάλιν αὐτὸ διὰ τῆς εὐπορίας μάλιστα συμπληροῦται. καὶ δὴ ταῦτά ἐστι τὰ κυριώτατα τῆς γιγνομένης ἐπιδέσεως ἀγαθὰ, τό τε τῆς κρατήσεως ἄθλιπτον καὶ τὸ τῆς εὐπορίας ἕτοιμον. γὰρ ἐν τῷ σχήματι πλημμέλεια κοινὴ καὶ τῶν ἐπιδεδεμένων μορίων ἐστί. καὶ νῦν λόγος ἐνέστηκεν αὐτῷ περὶ τῆς ἐν τῷ προσήκοντι σχήματι γιγνομένης ἐπιδέσεως. ἰδίαι ἀρεταὶ καὶ κακίαι τῶν σχημάτων εἰσὶν, ὥσπερ καὶ τῶν ἐπιδέσμων, ὑπὲρ ὧν νῦν μόνον ποιεῖται τὸν λόγον ἄνευ τοῦ σχήματος. ὅταν οὖν εὐπόρως ἐπίδεσις γένηται, ταχέως ἀνύει τὸ ἔργον. αὐτὸς γὰρ ἐδήλωσε τὴν εὐπορίαν τι ποτὲ δύναται σημαίνειν ἐν τῷ φάναι, εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη. καὶ γίγνεται τοῦτο προεγνωσμένου τοῦ νῦν ἐπιδοῦντος, ὡς μηδεμίαν ἀμφιβολίαν αὐτῷ καὶ σκέψιν ὑποπίπτειν, ἐνεργοῦντος πρότερον ὡς δεῖ, πῶς ὡς μὴ δεῖ, πῶς ἄγειν τὸν ἐπίδεσμον. γοῦν ἐλευθερία ταυτὸν οὖσα τῷ ἑτοιμωτάτη ῥᾴστην ἀποτελεῖ τὴν ἐνέργειαν. αὐτὸς δὲ εἶπε τὴν ἀπονίαν ἐκ τοῦ ῥᾳδίως δρᾷν γίγνεσθαι. πρόδηλον δὲ ὅτι καὶ τάχος ἔζευκται ταῖς εὐπόροις τε καὶ ταχείαις ἐνεργείαις. μὲν οὖν ἀπονία τῶν λυσιτελεστάτων ἐστὶ τῷ χειριζομένῳ καὶ διαὐτὴν τὸ τάχος εὐπορία ῥᾷστον, εἰ καὶ ταῖς ἐνεργείαις εὐπορίζουσα. τὸ δὲ τῆς εὐρυθμίας ἡδονὴν τοῖς ὁρῶσιν ἐργαζόμενον, ὡς ἐφεξῆς αὐτὸς εἶπεν, ὡς ἐκ περιουσίας κεῖται τῷ χειρίζοντι, ἐπαῦξον αὐτῷ τὴν παρὰ τοῖς ἰδιώταις δόξαν. ἧς μὲν φιλόδοξος ἀνὴρ ἥττων ἐστὶν ὡς ἐραστὴς παιδικῶν, δὲ φιλάνθρωπος οὐ ἥττων μὲν, ἀντιποιεῖται δὲ ἐπαινεῖσθαι, φροντίζων τοῦ μᾶλλον πιστεύεσθαι παρὰ τοῖς κάμνουσι· καὶ γὰρ καὶ πειθομένους αὐτῷ μᾶλλον ἕξει, λυσιτελὲς δὲ μᾶλλον τοῦτἔστιν αὐτοῖς. ἕνεκα τοίνυν ταύτης τῆς παρὰ τοῖς πολλοῖς εὐδοξίας οὐ μόνον ἰατρὸς, ἀλλὰ καὶ φιλόσοφος ἀντιποιεῖται. μᾶλλον γὰρ ὠφελεῖ τοὺς ἀνθρώπους τιμώμενός τε καὶ θαυμαζόμενος ὑπαὐτῶν, ὡς ἂν καὶ μᾶλλον μιμουμένων πράττει καὶ πειθομένων οἷς κελεύει, καθάπερ τινὸς θεοῦ προστάγμασιν. ἀφὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται· τὸ ταχέως καὶ ἀπόνως καὶ ῥᾳδίως καὶ εὐπόρως, ἀφὧν ἀσκημάτων περιγίγνεται τοῖς ἰατροῖς, εἰρῆσθαί φησι. καὶ γὰρ εἴρηται μάλιστα μὲν ἐν τῷ τοῖς ἔργοις ἀσκεῖν, ἑκατέρῃσι δρῶντα καὶ ἀμφοτέρῃσιν ἅμα. ὅμοιαι γάρ εἰσιν ἀμφότεραι, ἤδη δὲ κἀν τῷ ἀσκεῖν δακτύλοις μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ ἐναντίῃσι.
§2.1 Δύο τῆς ἐπιδέσεως εἰπὼν εἴδη καὶ καλέσας αὐτῶν τὸ μὲν ἔτι γιγνόμενον ἐργαζόμενον, τὸ δὲ ἤδη γεγενημένον εἰργασμένον, ἐν τῇ πρὸ ταύτης ῥήσει τὸ ἐργαζόμενον ὅπως ἂν ἄριστα γίγνοιτο διῆλθεν, ἐν δὲ ταύτῃ τῇ νῦν προκειμένῃ τὸ εἰργασμένον, ἐν τὸ μὲν καλῶς φησιν αὐτὸς γίγνεσθαι, καὶ διά τε τοῦ ἁπλῶς καὶ εὐκρινέως, τοῦ μὲν ἁπλῶς, μήτε πεπαγμένον αὐτῷ τι τῶν ὀθονίων μήτἐνδεδιπλωμένον μήτε ῥυσίδας ἔχον, ἀλλὁμαλῶς ἅπαντα μέρη τεταγμένον· τοῦ δεὐκρινέως, ὅταν αἱ δεύτεραι καὶ τρίται κατὰ τὸν αὐτὸν νομαὶ προσηκόντως γίγνονται. καί μοι δοκεῖ κἀνταῦθα τῶν εἰρημένων ὑπαὐτοῦ δυοῖν, ἐξ ὧν συμπληροῦνται τὸ καλῶς ἐπιδεδέσθαι, τὸ μὲν ἕτερον τὸ ἁπλῶς ἀνεξήγητον ὡς σαφὲς εἰρηκέναι, τὸ δεὐκρινῶς ἐξηγούμενος εἰρηκέναι τὰ ἐφεξῆς πάντα. καὶ τοίνυν ἤδη πρόσεχε τὸν νοῦν αὐτοῖς, μεμνημένος ὡς ἀρτίως ἐγὼ τὸ εὐκρινῶς ἔφην εἶναι προσηκόντως. πρόσκειται μὲν δευτέραν οὖν βολὴν τοῦ ἐπιδέσμου ποτὲ μὲν ἀκριβῶς ἴσην καὶ τῇ πρώτῃ μηδαμόθεν παραλλάττουσαν, ἐνίοτε δὲ οὐκ ἴσην. γένοιτο δἂν ἴσα τι τῶν κατὰ τὸ πλάτος αὐτοῦ μερῶν περάτων ἐς ταῦτα τελευτώντων, ὡς μήτε ὑπερβάλλειν μήτἐνδεῖν τὸ ἕτερον, ἀλλἀμφοῖν γενέσθαι τὸ πέρας, ὡς εἰ καὶ μία τις ἑνὸς ἐπιδέσμου διπτύχου θέσις. ὡσαύτως δὲ ἤδη αὐτῇ καὶ τὴν τρίτην γίγνεσθαι καὶ εἰ τετάρτης δέοι, καὶ ταύτην. ἐπὶ οὖν τοῦ καλουμένου ῥόμβου τε καὶ ἡμιρομβίου τὴν ἀκρίβειαν ταύτην φυλάττεσθαι χρή.
§2.2 Τὴν μέντοι καταγματικὴν ἐπίδεσιν, ὅταν ἐπὶ πήχεος βραχίονος μηροῦ γίγνηται τὸν εὐκρινέστερον τόπον ἴσχειν συμβαίνει. νέμεσθαι γὰρ ἐπαὐτῆς κελεύει τὸν μὲν πρῶτον ἐπίδεσμον ἄνω, τὸν δὲ δεύτερον· πρότερον μὲν κάτω, μετὰ ταῦτα δὲ αὖθις ἄνω μέχρις ἐς ταὐτὸν ἀφίκηται πέρας τῷ δευτέρῳ. τοῦτο δὲ οὐ δύναται γενέσθαι χωρὶς τοῦ παραλλάττειν ἄλληλα τὰ πέρατα τοῦ πλάτους τῶν ὀθονίων. ἐν τούτῳ δὴ πάλιν αὐτὸ γενήσεται, φυλαττομένης διὰ πάσης τῆς ἐπιδέσεως ἴσης τῆς ἐγκλίσεως, ἣν ἀπὸ τῆς εὐκύκλου περιβολῆς ἐποιησάμεθα. καλεῖται δὲ εὔκυκλος πάντα κύκλον ἀπαρεγκλίτως περιλαμβάνουσα τὸ πεπονθὸς μέρος. ἐπὶ ταύτης μὲν οὖν τὰ τῆς δευτέρας καὶ τρίτης τῶν ὀθονίων τοῦ πλάτους πέρατα, κατἀλλήλων ἐπικεῖσθαι μήτε ὑπερέχοντός τινος μήτἐνδέοντος.
§2.3 Τῆς δὲ ἐγκεκλιμένης ἀναγκαῖον μὲν δήπου τὴν νομὴν πρὸς τὰ κάτω μέρη τοῦ πεπονθότος μέρους ἄνω γίγνεσθαι· φυλάττοις δὲ κἀν τούτῳ τῆς ἐγκλίσεως ὁμοίας διὰ παντὸς εὐκρινὴς οὕτως ἐπίδεσις ἔσται. εἴπερ ἤδη προσέχεις τὸν νοῦν τοῖς εἰρημένοις, ἤδη σοι δῆλόν ἐστιν ἕνα μὲν τρόπον εἷναι τῆς ἐγκύκλου περιβολῆς τῶν ὀθονίων, οὐκ ἔχοντα τὸ μᾶλλον καὶ ἧττον, οὐχ ἕνα δὲ τῆς ἐγκεκλιμένης. ἧττόν τε γὰρ καὶ μᾶλλον ἑτέραν ἑτέρας ἐγκεκλίσθαι δυνατόν· ὅμως δοὖν ἐνταῦθα τὴν μὲν ὀλίγον ἐγκεκλιμένην σκέπαρνον ὀνομάζει, τὴν δὲ πολὺ σιμὴν ἐκ μεταφορᾶς, τοῖς ὀνόμασι χρώμενος, σκέπαρνον μὲν οἱ τέκτονες ὀνομάζουσιν ὄργανόν τι κατὰ τὸ πέρας αὐτοῦ, καθ τέμνει τὰ ξύλα, βραχεῖαν ἐπιστροφὴν ἔχον ὀφρυώδη, καθάπερ ἄμβη.
§2.4 Σιμὰ δὲ καλοῦσιν οἱ Ἕλληνες χωρία καθ συνάπτει λόφῳ πεδίον, ἐν αὐτῇ συμβολῇ γεννᾶται τὸ σιμὸν, ἑκατέρου καθἑαυτὸ τῶν συμβαινόντων οὐκ ὄντος σιμοῦ. τὸ μὲν γὰρ πεδίον εὐθὺς ὁμαλές ἐστιν, δὲ λόφος ἀνάντης καὶ ὑψηλὸς, καὶ ἔνθα ἀλλήλοις συμβάλλουσι τὸ σιμὸν γίγνεται σχῆμα. ὡσαύτως τὸ κἂν ὁδὸς κατάντης ἀντισυνάπτει, κατὰ τὴν συμβολὴν αὐτῶν γίγνεται. οὕτω καὶ τῆς ῥινὸς τὸ σιμὸν, ἐν καὶ μέσον τῶν ἑκατέρωθεν ὑψουμένων τὴν γένεσιν ἔχει, καὶ ἤδη σύμπασα ῥὶς ἀπὸ τούτου τοῦ μέρους ὀνομάζεται σιμή. πολλὰς γὰρ ἴσμεν ὅλοις τοῖς σώμασι προσηγορίας ἀπὸ τῶν μορίων τινὶ συμβεβηκότων γιγνομένας, ὥσπερ καὶ αὐτὸν τὸν σιμὸν ἄνθρωπον. οὐ γὰρ οὕτω σιμὸς, ὡς παχὺς ἰσχνὸς λευκὸς μέλας, ἀλλὡς γλαυκὸς χαροπὸς κυρτὸς λέγεται. ἐπὶ μὲν οὖν τῆς ῥινὸς καὶ τῶν ὀδόντων σιμότης κυρίως ὀνομάζεται· ἐπὶ δὲ τῆς ἐπιδέσεως ὑφἹπποκράτους, ὥσπερ καὶ ἄμβη καὶ τὸ σκέπαρνον εἶδος τῆς περιβολῆς τῶν ὀθονίων. ὅταν γὰρ κελεύῃ τοὺς σπλῆνας σκεπαρνηδὸν περιβαλεῖν τῷ κώλῳ, διορίζει τῆς ἐγκύκλου περιβολῆς τὸ ἐγκεκλιμένον οὕτως, ὡς τὸ τεκτονικὸν σκέπαρνον. οὐ γὰρ βούλεται λοξὴν ἱκανῶς γίγνεσθαι τὴν περιβολὴν τῶν σπληνῶν ἀφεστηκυῖαν πολὺ τῆς ἐγκύκλου καλουμένης, ἀλλἐγκεκλίσθαι μικρὸν, ὅσον ἱκανὸν ἀσφαλεστάτην ἐργάσασθαι τὴν κράτησιν τῶν συντετριμμένων.
§2.5 Εὔδηλον δὲ ὅτι καθἑκατέραν τῶν εἰρημένων ἐπιβολὴν τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, οὐδετέρας αὐτῶν ἁπλῆς οὔσης οὐδὲ μονοειδοῦς, ὥσπερ ἔγκυκλος. ἐπἐκείνης μὲν οὖν ὑπεναντίαν ἀνάγει τῇ ἁπλῇ ἔγκυκλον· ἐφεξῆς δὲ τό τε σκέπαρνον καὶ τὸ σιμὸν ἑκάτερον ἰδίᾳ καὶ καταμόνας, ὡς διώρισται. τὸ τοίνυν εὐκρινέως σημαίνει μὲν τὸ οἷον διακεκριμένως τε καὶ διωρισμένως γίγνεσθαι, ὡς ἔφην, ἤτοι πασῶν τῶν περιβολῶν τοῦ ἐπιδέσμου τὰ αὐτὰ πέρατα κατὰ τὸ πλάτος ἐχουσῶν τὴν ἔγκλισιν τεταγμένην. ὀνομάζω. δὲ τεταγμένην ἔγκλισιν, εἰ τὰ φαινόμενα μετὰ τοῦ πλάτους τῶν ὀθονίων ἴσον ἀλλήλων ἀφέστηκεν. ἔσται δὲ καὶ τοῦτο τὴν ἴσην ἔγκλισιν ἀεὶ φυλάττοντος τοῦ ἐπιδοῦντος, ἣν ἐξ ἀρχῆς ἐνεστήσατο.
§2.6 Καινοτομοῦντες δὲ, ὥσπερ ἐν ἄλλοις καὶ μετατιθέντες τὰς παλαιὰς γραφὰς, τε Ἀρτεμίδωρος καὶ Διοσκουρίδης οὕτως κἀνταῦθα μεταβάλλοντες τὴν κλίσιν, ἤγουν τὴν λέξιν, ἁπλοῦν ἐγκύκλως ἔγραψαν, νοήσαντες μὲν ὀρθῶς, μεταγράψαντες δὲ τολμηρῶς. ἐπὶ μέντοι τῶν πλείστων οὐδὲ καλῶς νοήσαντες ἐτόλμησαν μεταγράψαι, διὰ τοῦτο νῦν αὐτῶν ἐμνημόνευσα, καίτοι μυρία τῶν ἔμπροσθεν ἄχρι τοῦ δεῦρο μεταγεγραφότων οὐ μνημονεύσας· ἐπεὶ καὶ τοῦτἔδοξάν μοι, καλῶς μὲν νενοηκότες, ἐπὶ τὸ σαφέστερον δὲ μεταγράψαι σφαλέντες ἐν τοῖς μικροῖς καὶ μὴ νοήσαντες, ὡς γραφεὺς βούλεται. περὶ μὲν δὴ τούτων ἅπαξ ἀρκέσει λελέχθαι. προειπὼν δὲ Ἱπποκράτης καλῶς μὲν, ἁπλῶς, εὐκρινέως, ἐφεξῆς δὲ προσθεὶς, ὅμοια καὶ ἴσα καὶ ἴσως καὶ ὁμοίως καὶ ἄνισα καὶ ἀνόμοια καὶ ἀνίσως καὶ ἀνομοίως, ὡς τὸν κοινὸν σκοπὸν ἐδίδαξε τῶν εὐκρινῶν ἐπιδέσεων. τὰ μὲν γὰρ ἴσα καὶ ὅμοια μέλη τοῦ σώματος ἴσως καὶ ὁμοίως κατὰ πάνθἑαυτῶν τὰ μόρια τὸν ἐπίδεσμον ἐπιδεῖσθαι δεῖται, τὰ δὲ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως, καὶ τά γε παλαιὰ τῶν ἀντιγράφων καὶ οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἐλλιπῶς ἴσασι γεγραμμένην τὴν λέξιν, οὐ προκειμένου τοῦ ἀνίσως καὶ ἀνομοίως, ἀλλὰ μόνου γεγραμμένου τούτου, ἄνισα καὶ ἀνόμοια, προσυπακούειν κελεύουσι τὸ ἀνίσως καὶ ἀνομοίως περιλελειμμένον ὑπαὐτοῦ διὰ τὸ φαίνεσθαι σαφῶς ἐξ ἀκολουθίας τῆς πρὸς τὰ εἰρημένα. τὸ δὲ τῆς ἑρμηνείας εἶδος οὐ βραχυλογίας ἴδιόν ἐστιν, ἀλλἡμαρτημένον πρόδηλον. ἄμεινον, εἴπερ οὕτως εὑρεθῇ γεγραμμένον, ἡγεῖσθαι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν πρώτων ἀντιγράφων ἡμαρτήθη, καὶ τοῦτο συμβῆναι, τοῦ μὲν βιβλιογράφου παραλιπόντος αὐτὰ, φυλαχθείσης δὲ ἄχρι δεῦρο τῆς ἁμαρτίας. περὶ μὲν οὖν βραχίονος ἴσως καὶ ὁμοίως ἐγχωρεῖ ποιεῖσθαι τὰς περιβολὰς, ἐπὶ δὲ μηροῦ καὶ πήχεος ἀπολειπομένας, βραχὺ δὲ πλεῖον ἐπὶ κνήμης. ἐπὤμου μέντοι καὶ ἰσχίου ἀντικειμένων μερῶν δεόμεθα, καθάπερ κἀπὶ τῶν πλαγίων τῆς κεφαλῆς. τὰ μὲν γὰρ κατὰ μέτωπον καὶ ῥὶς ἐγκύκλου δεῖται τῆς περιβολῆς, ἴσως καὶ ὁμοίως γιγνομένης, καθάπερ καὶ τὰ κατὰ τὴν κορυφὴν, εἰ καὶ μὴ ἐγκύκλως, ἀλλἴσως τε καὶ ὁμοίως, κἀνταῦθα τῆς ἐπιδέσεως γιγνομένης χρῄζει. περὶ μὲν οὖν τούτων ἐν τοῖς ἐφεξῆς ἐπιμελέστερον εἰρήσεται. νυνὶ δὲ ἐπὶ τὸ λοιπὸν τῆς ῥήσεως ἴωμεν.
§2.7 Διελθὼν γὰρ Ἱπποκράτης τὰς ἁπλᾶς περιβολὰς τῶν ἐπιδέσμων, τρεῖς οὔσας, ἔγκυκλον, σκέπαρνον, σιμὸν, ἐφεξῆς μέμνηταί τινων συνθέτων, ὀφθαλμοῦ, ῥόμβου καὶ ἡμιτόμου. καλοῦσι δὲ τὸ ἡμίτομον τοῦτο καὶ ἡμιρόμβιον. εἶτἐφεξῆς πάλιν φησὶν, ἁρμόττον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεσμένου τὸ εἶδος τοῦ ἐπιδέσμου κελεύων ἁρμόττον εἶναι τῷ τε τοῦ πεπονθότος μέρους εἴδει καὶ τῷ καταὐτὸ πάθει. τὸ μὲν γὰρ τῆς ἐπιδέσεως εἶδος, καλοῦμεν ὀφθαλμὸν, ἐπὀφθαλμοῦ παραλαμβάνομεν, ἤτοι πρόπτωσιν κινδυνεύοντος κρατήματος, ἕνεκα τῶν ἐπικειμένων αὐτῷ· τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς ἤτοι ῥαφὰς κεχαλασμένας βουλόμενοι συναγαγεῖν ἕλκους ἐκπεπταμένα χείλη, καί ποτε καὶ προστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα μέχρι πλείονος ἀποσεσυρμένον. ἀνάλογον δὲ τοῖσδε καὶ τοῦ ἡμιρομβίου γίγνεται χρεία.
§2.8 Ταῦτα μὲν οὖν ὡς παραδείγματα γέγραφεν Ἱπποκράτης. ἀναλόγως δὲ αὐτοῖς ἡμᾶς ἐξευρίσκειν δεῖ καθἕκαστον μέρος καὶ πάθος ἐπίδεσιν ἁρμόττουσαν παρὰ τῶν εὑρηκότων μανθάνειν. ἄμεινον δὲ καὶ διδάσκοντα, μὴ ἁπλῶς κελεύειν, ἀλλὰ μετὰ τοῦ τὴν ὁδὸν ὑφηγεῖσθαι, καθὃν αὐτὸς εὗρε τὸν ἐπίδεσμον. τε γὰρ ἀνάμνησις τοῖς μανθάνουσι, κἂν ἐπιλανθάνωνταί ποτε, γίγνοιτἂν οὕτως ἤτοι καὶ τὸ προσεπινοεῖν, μεμαθήκασιν ὑπάρξει. διὰ τούτων ἴσως ἄμεινόν ἐστι καὶ ἡμᾶς ἰδίαν ποιήσασθαι καθἓν ὑπόμνημα διδασκαλίαν, περὶ τῆς πρεπούσης ἐπιδέσεως καὶ τῷ μέρει τοῦ σώματος καὶ τῷ πάθει.
§3 Ὅτι μὲν εἴδη λέγειν εἴωθε τὰς διαφορὰς ἔμπροσθεν εἴρηται. ζήτημα δὲ μέγιστον εἰργάσατο, διαφωνίας αἴτιον τοῖς ἐξηγουμένοις τὸ βιβλίον, οὐκ εἰπὼν ὀνομαστὶ δύο εἴδη, καθάπερ ἔμπροσθεν ἐπἄλλων ἐποίησε. τὸ μὲν οὖν τῶν εἰδῶν ἐστιν ἐν τῷ ποσῷ τῆς ποιήσεως, ὅπερ αὐτὸς ἰσχὺν  ὠνόμασε, δηλῶν ἐκ τοῦ λέγειν ἰσχύος μὲν πιέξει πλήθει ὀθονίων. ἔστι γάρ τις συμμετρία τῆς κατὰ τὴν ἐπίδεσιν ἰσχύος, ὗς ὑπερβαλλούσης μὲν οἱ κάμνοντες ὀδυνῶνται θλιβομένων τῶν μορίων, ἐλλειπούσης δὲ χαλαρὸν τὸ σχῆμα ἐπίδεσμος γίνεται· τὸ δὲ ἕτερον εἶδος τῆς ἀγαθῆς ἐπιδέσεως οὐκ εἶπεν, ἐφεξῆς δὲ οἷς περὶ τῆς ἰσχύος ἔγραψεν, ὡδί πως φησί.
§4 Τοῦτο δὲ οὐκ ἔστιν ἕτερον εἶδος ἀγαθῆς ἐπιδέσεως, ἀλλἐν τῷ καθόλου χρεῖαι κοιναὶ πασῶν ἐπιδέσεων καὶ μέντοι καὶ μετὰ ταῦτα πῶς συμμετρία τῆς ἐπιδέσεως φυλαχθῇ γραφὴ καὶ μετὰ τοῦτο περὶ ἅμματος· εἶθοὕτως ἄρχεται τῆς ἐφεξῆς διδασκαλίας λέγων. εὖ γε μέν ἐστι γνῶναι, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω καὶ τὰ τούτων ἐφεξῆς λεγόμενα. μετὰ ταῦτα λοιπὸς λόγος αὐτοῦ περὶ τοῦ ποίου τῆς ἐπιδέσεως γίγνεται. τεμνομένου δὲ καὶ τοῦδε πάλιν εἴς τε τὸ γνῶναι πόθεν ἄρχεσθαι προσήκει καθἕκαστον μέρος καὶ πάθος, εἰς ὅτι γε πάντων ὕστατον ἄγειν τὴν τελευτὴν τῆς ἐπιδέσεως· ἔτι τε τὴν ἐν τῷ μεταξὺ νομὴν τῶν ἐπιδέσεων, ὁποῖόν τινα χρὴ ποιεῖσθαι τάς τε καθἕκαστον μέρος ἐπιβολὰς, καὶ ταῦτἐδίδαξεν, ἐν οἷς γάρ φησι· τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν συγκάμπτεται τὸν τρόπον τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων διέρχεται, καὶ μέντοι καὶ ὅπως χρὴ τὰ πέρατα τῶν ἐπιδέσμων ἀσφαλῶς τούτοις φυλάττεσθαι ἐφεξῆς ἔγραψεν. ἐντεῦθέν τε μεταβὰς τίνα τῶν ἐπιδέσμων ἐστὶν ἔργα διῆλθεν, ὥστε τῆς ἀγαθῆς γενομένην ἐπιδέσεως τὸ ἕτερον εἶδος, τῷ τῆς ἰσχύος ἀντιδιαιρεῖται, τὴν ὅλην ποιότητα τῆς ὅλης ἐπιδέσεως εἷναι. χαλεπὸν δὂν ἑνὶ περιλαβεῖν κοινῷ ὀνόματι τὰς ἐν τούτῳ τῷ εἴδει μερικὰς διαφορὰς, διὰ τοῦτἴσως οὐδἐπεχείρησεν ἔτι τοῦ ἀντιδιῃρημένου τῇ ἰσχύϊ διαμεῖναι παρηγορίας δηλῶσαι. ὅτι δὲ τοῦτο οὕτως ἔχει διαὐτῶν τῶν ῥήσεων ἔσται φανερὸν, διὧν σημαίνει τὰς γενομένας αὐτὰς μεταβολὰς εἰς ἐφἕκαστον τῶν εἰρημένων κατὰ μέρος κεφαλαίων. ὠνομάσθω δὲ ἅπαν αὐτὸ τὸ γένος, ἕνεκα σαφοῦς διδασκαλίας καὶ συντόμου, ποιότης ἐπιδέσεως, ἰσχύος μὲν καὶ πιέξει πλήθει ὀθονίων, ὥσπερ τὸ τῆς δυνάμεως ὄνομα, ποτὲ μὲν ἀντίον τάττοντες τῷ τῆς ἀσθενείας λέγουσι, ποτὲ δὲ ἐπὶ τοῦ κοινοῦ ῥώμης τε καὶ ἀῤῥωστίας ἐπιφέρουσιν. οὕτως δὲ καὶ τὸ μέγεθος λέγουσι καὶ ἄλλα πολλὰ τῶν κατὰ μέρος ὁμωνύμως τῷ κοινῷ καὶ νῦν ὡσαύτως κέχρηται τῷ τῆς ἰσχύος ὀνόματι. προσήκει γὰρ οὔτε ἰσχυρῶς πιέζειν οὔτε ἀσθενῶς περιλαμβάνειν τὰ πεπονθότα μόρια τοῖς ἐπιδέσμοις, ὡς μὴ αἰσθάνεσθαι περικειμένων αὐτῶν τὸν ἀσθενοῦντα· καὶ μέντοι καὶ τὸ πλήθει τῶν ὀθονίων ἀντὶ τοῦ ποσότητι δεκτέον, ὡς μηδὲ ἐνταῦθα τὸ ἀντιδιαιρούμενον τῇ ὀλιγότητι πλῆθος ἀκούειν ἡμᾶς. γὰρ συμμετρία τὸ τῆς ἐπιδέσεως ἀγαθὸν ἐργάζεται, καλῶς δὲ ἀγαθῶς δηλονότι τὸ συμφέρον τε καὶ ὠφέλιμον αὐτῆς. ἐν μέντοι τῶν πρός τι παραλαμβανομένων ἀλλήλαις δυοῖν ἐπιδέσεων ἰσχυροτέραν μὲν πεπιέχθαι, τὴν ἀσθενεστέραν δὲ τὴν ἑτέραν ἐροῦμεν. οὐδὲν γὰρ ἄτοπον ὡς πρὸς μὲν τὴν ὑποκειμένην διάθεσιν ἀεὶ συμμέτρως ἔχειν τὴν ἐπίδεσιν, πρός τε ἑτέραν καὶ παραλαμβανομένην ἰσχυρὰν ἀσθενῆ λέγεσθαι. ὁπηνίκα δὲ λύειν ἐπιτείνειν χρὴ τὴν ἐπίδεσιν τὸ τῶν ὀθονίων πλῆθος αὐξάνειν μειοῦν ἐν τῷ περὶ ἀγμῶν αὐτὸς ἐδίδαξε σαφέστατα.
§5–10
§5 Οἱ κατὰ πόλεις νόμοι λόγοι τινές εἰσι προστακτικοὶ μὲν ὧν χρὴ ποιεῖν, ἀπαγορευτικοὶ δὲ ὧν οὐ χρή. τούτοις οὖν τοῖς νόμοις ἐοικέναι φησὶ τὰ νῦν εἰρημένα μηδὲν ἔχοντα στοχαστικὸν ἀμφιβολίαν ὡς ἄλλα τινὰ τῶν κατὰ τὴν ἰατρικὴν τέχνην. τὸ δαὐτὸ κἀν τῷ περὶ καταγμάτων εἴρηκεν ἐπὶ τὸ μετριώτερον ὑφεὶς τὸ τῆς ἀποφάσεως σφοδρόν. οὐ γὰρ ἁπλῶς εἶπεν, ἐς μὲν οὖν ταῦτα νόμος ὡς νῦν, ἀλλοὗτος λόγος ὥσπερ νόμος δίκαιος κεῖται περὶ καταγμάτων ἰήσιος.
§6 Ἐν τούτοις φησὶ τοῖς κατὰ τὸ τῆς ἰσχύος εἶδος διδασκομένοις μέγιστα παραγγέλματα τῆς ἐπιδέσεως εἶναι τὰ ἐπικείμενα τοῦ πεπονθότος μορίου, λέγεται δὲ δηλονότι τὰ ὀθόνια μήτε ἀφεστάναι τοῦ χρώματος μήτε θλίβειν, ἀλλἡρμόσθαι μὲν, τουτέστιν ἀσφαλῶς ἐρηρεῖσθαι, προσηναγκάσθαι  δὲ μή. σημαίνει δὲ αὐτὸ δηλονότι τὸ προσηναγκάσθαι τὸ ὀθόνιον οὕτως καὶ σφοδρῶς περιβεβλῆσθαι τοῖς πεπονθόσι μορίοις, ὡς ὀδύνην παρέχειν. αὐτὰ δὲ ταῦτα τὰ παραγγέλματα περὶ τοῦ ποσοῦ τῆς πιέσεως ἔνθεν τὸ πάθος ἐστὶν, ἥκιστα παραλαμβάνειν προσήκει. κατὰ δὲ τὰ πέρατα φροντίζειν μὲν κἀνταῦθα πάντως, ἀλλἦττον κατὰ μέσα. κάλλιστον γὰρ ἀναμάρτητον εἶναι τέχνην. εἰ δέ πού τι μικρὸν ἁμαρτάνει, κατἐκεῖνα γίγνεσθαι τὰ μόριά τε καὶ πάθη, καθ καὶ βλάβη μικροτέρα, ἥκιστα δὲ ἁμαρτάνειν ἐν οἷς ἀξιόλογος βλάβη.
§7.1 Διὰ τὶ μὲν ἀτάκτως παρήνεγκε καὶ τῷ περὶ τῆς ἐπιδέσεως λόγῳ τὸν περὶ τούτων ὀλίγον ὕστερον ὀψόμεθα. νυνὶ δὲ πρότερον, λέγει νοῆσαι πειραθῶμεν· ἐν διαφωνίᾳ γέγονε τοῖς ἐξηγηταῖς· ἔνιοι μὲν γὰρ ἁπλῶς ἤκουσαν περί τε τῆς κατὰ τὸ μῆκος διατάσεως εἰρῆσθαι τό γε ἄνω καὶ τὸ κάτω, τινὲς δὲ ἐπὶ τῆς κατὰ τὸ πάθος· οὐδέτεροι ἐξηγήσαντο νεμόμενον οὔτε ἐπὶ τοῦ ῥάμματος οὔτε ἐπὶ τοῦ ἅμματος.
§7.2 Ὅτι μὲν οὖν ἅμμα καλεῖται τὸ ἐκ τῶν ἐπιδέσμων γινόμενον ἀλλήλοις ἐπιπλεκομένων καὶ δεσμουμένων τῶν δύο περάτων θατέρου σχισθέντος σκέλους καὶ τρίτου γε ἐπαὐτοῖς τοῦ καλουμένου καταλείμματος ἔξωθεν ἐπιβαλλομένου, παντὶ δῆλον. ὡσαύτως δὲ καὶ ὅτι ῥάμμα τοῦ διατρήματος τῆς βελόνης διῃρημένον ἕνεκα τοῦ συνάγειν ἀλλήλοις ἤτοι τὰ μόρια τοῦ διατετμημένου σώματος τὸ πέρας τοῦ ἐπιδέσμου τοῖς προυποβεβλημένοις αὐτοῦ μέρεσι· καὶ νῦν ἐνεστὼς λόγος ἐστὶ περὶ τοῦ πρὸς ταύτην τὴν χρείαν παρεσκευασμένου ῥάμματος. ἀξιοῖ δὲ τούτου τὴν νομὴν ἄνω γενέσθαι. τί δὲ καλεῖ νομὴν ἐχρῆν παραὐτῷ μεμαθηκέναι, πολλάκις κεχρημένῳ τῷ ὀνόματι. κατὰ τῆς τῶν ἐπιδέσμων ἀπὸ τοῦ πέρατος ἄχρι τῆς ἀρχῆς φορᾶς. ἐπὶ γοῦν τῶν καταγμάτων ἐκέλευσε τὴν μὲν ἀρχὴν τῶν ἐπιδέσμων ἀμφοτέρων ἐπαὐτοῦ τοῦ κατάγματος τιθέναι. τοὐντεῦθεν δὲ τοῦ μὲν προτέρου τὴν νομὴν ἄνω ποιεῖσθαι, τοῦ δὲ δευτέρου κάτω μὲν πρότερον, εἶταὖθις ἄνω, νομὴν ὀνομάζων τὴν οἷον ὁδοιπορίαν τῶν ἐπιδέσμων, ἣν ἀπἀρχῆς μέχρι τέλους ποιοῦνται, περιελιττόμενοι τῷ σώματι τοῦ κάμνοντος. ἀνάλογον μὲν οὖν κἀπὶ τοῦ ῥάμματος νομὴ σημαίνει. δυναμένης γὰρ τῆς βελόνης κἀκ τῶν ἄνω μερῶν εἰς τὰ κάτω διεκβάλλεσθαι καὶ κατὰ τοὐναντίον ἐκ τῶν κάτω πρὸς τὸ μετέωρον ἀναφέρεσθαι· δυναμένης δὲ καὶ μηδετέρως ἕρπειν, ἀλλὰ παρεγκλίτως ἤτοι πρὸς τὸ δεξιὸν μέρος ἀπὸ τῶν ἀριστερῶν ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ λαιὰ διεκβάλλεσθαι, κελεύει διὰ παντὸς αὐτὴν ἄνω τὴν φορὰν ἴσχειν. ἐὰν μὲν οὖν τὸ πέρας αὐτὸ μόνον τοῦ ἐπιδέσμου συῤῥάπτηται τοῖς ὑποκειμένοις αὐτοῦ μέρεσιν, ἐφὧν μὲν ἐπιδέσεων οὐ δεόμεθα τῶν ἀντικειμένων μορίων, ὡς ἐπὶ πήχεος καὶ βραχίονος καὶ μηροῦ καὶ κνήμης καὶ ἐπὶ τούτων ἀναγκαῖόν ἐστιν ἤτοι ἐπὶ τῶν ἀριστερῶν μερῶν ἐπὶ δεξιὰ διείρειν τὴν βελόνην ἀνάπαλιν, ἑκατέρως δὲ πειρᾶσθαι τὴν φορὰν αὐτῆς ἐκκλίνοντα πρὸς τὸ ἄνω, συνάπτειν οὕτως τὸ πέρας τῆς ὀθόνης, ταῖς ὑποβεβλημέναις ἐπιβολαῖς. ἐφὧν δέ ἐστι χρεία τῶν ἀντικειμένων μορίων, ὡς ἐπὤμου καὶ ἰσχίου, πειρᾶσθαι τὴν τελευτὴν τοῦ ἐπιδέσμου ποιεῖσθαι κατὰ τὴν ἄνω φορὰν, εἶτἐνταῦθα τὴν βελόνην διείροντα κάτωθεν, ἄνωθεν τὴν συῤῥαφὴν οὕτω ποιεῖσθαι, μὴ κατασπῶντα τὸ ὑψηλὸν μέρος τῆς ἐπιδέσεως, ἀνασπῶντα δὲ τὸ ταπεινόν. ἐγχωρεῖ μὲν γὰρ ἑκάτερον ποιεῖν ἐν τῇ συῤῥαφῇ. τῶν ὀθονίων· ἀλλὰ διεκβαλεῖν τὸ ῥάμμα μετὰ τῆς βελόνης, ἀνατείνειν χρὴ τὸ κάτωθεν αὐτοῦ μέρος πρὸς τὸ ἄνω καὶ μὴ κατατείνειν τὸ ἄνωθεν, εἰς τὸ κάτωθεν σκοπὸν ἔχοντα, διὰ τῶν ἄνωθεν μερῶν τῆς ἐπιδέσεως ἀνέλκεσθαι τὸ κάτω καὶ τοῦτο ποιεῖν ἡμᾶς κελεύει. ἐν τε παρέχει τὸ πεπονθὸς κάμνων τοῖς ἰατροῖς εἰς μείωσιν, ἐν τε παρασκευάζουσιν ὡς πρὸς τὴν χειρουργίαν αὐτὸ καὶ τρίτον τὸ τῆς χειρουργίας αὐτῆς μέρος ἐστὶν ἐπίδεσις. ὠνόμασε τὸ μὲν πρῶτον ἐν παρέξει, τὸ δὲ δεύτερον ἐν σχέσει, τὸ δὲ τρίτον ἐν ἐπιδέσει, τὸ δὲ τέταρτον ἐν πιέξει. γράφουσι δὲ ἀντὶ τοῦ ἐν πιέξει τινὲς, ἐν τῇ ἔπειτα ἕξει, καί μοι μᾶλλον ἀρέσκει· καὶ πρόσθεν γὰρ ἤδη τὸν τοιοῦτον καιρὸν κέκληκεν ἐν ἕξει. καὶ δῆλόν ἐστιν ὥσπερ ἓν σχῆμα τοῦτο ἐν πᾶσι τοῖς καιροῖς βούλεται φυλάττεσθαι τῶν ἐπιδέσμων μορίων, οὕτω καὶ τὴν νομὴν τοῦ ἅμματός τε καὶ ῥάμματος ἀεὶ τὴν ἀνάτασιν ἴσχειν ἄνω. πρῶτον μὲν τοῦ πέρατος τῆς ἐπιδέσεως ἀσφαλῶς ἀνατεινομένου τε καὶ κρατουμένου διἐκείνης τε καὶ ὅλης αὐτῆς· ἀλλἐκεῖνό τε σκέψεως δεῖται, παραλελειμμένον ἄσκεπτον τοῖς ἐξηγηταῖς αὐτοῦ κατὰ νομὴν τοῦ τε ἅμματός τε καὶ τοῦ ῥάμματος, ὥσπερ ἐν τοῖς ἄλλοις καιροῖς, οὕτως καὶ κατἐκεῖνον ἐν παρέχουσιν οἱ κάμνοντες τοῖς ἰατροῖς ἑαυτοὺς, ἐπὶ τὴν ἄνω χώραν γίνεσθαι τοῦ πεπονθότος μορίου. παραγίνονται γὰρ ἐπὶ τὸν ἰατρὸν οἱ μὲν βαδίζοντες, οἱ δὲ βασταζόμενοι, καθότι  ἂν αὐτοῖς δόξῃ, ποτὲ μὲν ἀνειλημμένοι τὰ πεπονθότα μόρια ἐπιδεδεμένοι, ποτὲ δὲ ἄμφω πεποιηκότες. ἐν ἐκείνοις οὖν ἐστιν ἐξουσία τῶν ἁμμάτων καὶ τῶν ῥαμμάτων οὐκ ἐπὶ τοῖς μέλλουσι καταμανθάνειν αὐτοὺς θεραπεύειν ἰατροῖς. ἴσως οὖν ἡγεῖται καὶ κατἐκεῖνον τὸν καιρὸν ἐνίοτε ἰατροῖς γίνεσθαι χρείαν τοῖς πάσχουσι. καὶ γὰρ ἐν ὁδοιπορίᾳ καὶ κατἀγρὸν ἐνίοτε πληγαὶ συμπίπτουσι τοῖς ἰδιώταις ἐξαρθρήματα καὶ τραύματα, δεομένων μὲν ἰατρῶν πλειόνων συνόδου σκέψεως ἀκριβοῦς, ὀργάνων τέ τινων ἀρμένων ὀθονίων, ἔτι βρόχων εἰς τὴν θεραπείαν, ὧν οὐδενὸς ἦν εὐπορία κατὰ τὸν ἀγρὸν τὴν ὁδοιπορίαν, ὥστε ἐν ἐκείνῳ τῷ καιρῷ παραφανεὶς ἰατρὸς ἐπιδέσει τε καὶ ἀναλήψει καὶ δήσει τὰ πάσχοντα μόρια τοῖς εὐπορευθεῖσιν ὀθονίοις καὶ δηλονότι κἂν ἅμματι καταλαβεῖν δεήσῃ τὴν ἐπίδεσιν ῥαφαῖς, καὶ τοῦτο πράξει προσηκόντως, εἶτἐν τῇ πόλει πάλιν ἑαυτὸν παρέξει κάμνων τοῖς συνήθεσιν ἰατροῖς, πρῶτον μὲν εἰς ἀκριβεστέραν διάγνωσιν ὧν ἔπαθεν, εἶτἐφεξῆς εἰς ἐμβολὴν τῶν ἐκπεπτωκότων ἄρθρων διάπλασιν τῶν κατεαγότων ὀστῶν ῥαφὴν τῶν τραυμάτων τῶν τεθλασμένων προσήκουσαν ἐπιμέλειαν, οἷς ἐφεξῆς δηλονότι τὴν δέουσαν ἐπίδεσιν οἱ ἰατροὶ ποιήσονται καὶ μετὰ τὴν δέσιν ἐν τῷ αὐτῷ σχήματι προνοήσονται τῆς ἀποθέσεως.
§8 Βάλλεσθαι τί καλεῖ νῦν ἅμμα τῶν ἐξηγημένων ἐστί. κατὰ μὲν γὰρ τὴν ἔμπροσθεν ῥῆσιν ἀντιδιῄρηται τὸ ἅμμα, νυνὶ δὲ θατέρου μόνον ἐμνημόνευσεν, ὡς δυναμένου καὶ ῥάμματος εἰς ἅμμα τελευτᾷν. καὶ γὰρ τελευτάτω εἰς τοῦτο πάντως ἐν ἅπασι τοῖς ῥαπτομένοις· οὐ γὰρ ἁπλῶς διεκβάλλεται τῶν ῥαπτομένων βελόνη, ἀλλὰ μετὰ τοῦ ῥάμματος ἀλλήλοις ἅμματι σφιγγομένων· πολλάκις μὲν οὖν ἐγγὺς ἀλλήλων αἵ τε ἀρχαὶ τοῦ ῥάμματος γίνονται καὶ τὸ ἅμμα, καθάπερ ὅταν τὸ δέρμα διαῤῥάπτωμεν. ἐνίοτε δὲ ἀφεστήκασιν, ὡς ἐπὶ τῶν δεσμῶν συμβαίνει πολλάκις, ἐκ πολλῆς συναγωγῆς τῶν μερῶν τοῦ ῥάμματος εἰς τὸ κοινὸν ἅμμα γιγνομένης. εἰκὸς οὖν ἐστι νῦν αὐτὸν λέγειν μὴ κατἐκεῖνο τὸ μέρος βάλλεσθαι τὰς ἀρχὰς τοῦ ῥάμματος, ἐν τὸ ἕλκος ἐστίν. προστάγματι συνεπινοεῖται μηδὲ τὸ ἅμμα κατὰ τὸ ἕλκος τείνεσθαι. θλίβεται γὰρ οὐ μόνον ὑπαὐτοῦ τοῦ ἅμματος τὸ ἕλκος, ἀλλὰ καὶ τοῦ ἐπιδέσμου πιλουμένου σφοδρότερον ὑπαὐτοῦ τοῦ δεομένου τοῦ ἅμματος ἐσφίγχθαι βιαίτερον, εἰ μέλλει κρατήσειν τὸν ἐπίδεσμον. οὕτως δὲ κἂν χωρὶς ῥάμματος ἅμμα γένηται τῶν τοῦ ἐπιδέσμου περάτων, τῶν ἐπιπλεκομένων ἀλλήλοις τινος ἔξωθεν, οὐ χρὴ βάλλεσθαι κατὰ τὸ ἕλκος αὐτό. συμβήσεται γὰρ οὕτως καὶ τὸ ἅμμα κατὰ τοῦ ἕλκους ἐπιβεβλημένον θλίβειν αὐτὸ καὶ μάλιστα ὅταν λεπτὸς ἐπικείμενος προεπίδεσμος χωρὶς ἐρίου περιβεβλημένος. ἐμοὶ μὲν οὖν δοκεῖ τῆς ἐπιπλοκῆς εἰς ἅμμα τελευτώντων εἴτε ῥαμμάτων εἴτε ταινιῶν Ἱπποκράτης νῦν μνημονεύειν. ἔνιοι δὲ ἡγοῦνται τὰς ἀρχὰς τῶν ἐπιδέσμων αὐτὸν ἀξιοῦν μὴ τίθεσθαι κατὰ τὸ ἕλκος. ἐξ αὐτῶν δέ τινες τὴν γραφὴν ἐποιήσαντο, ἀληθῶς μὲν, οὐ μὴν τῇ προκειμένῃ λέξει προσήκουσαν· οὐ γὰρ περὶ τῶν ἐπιδέσμων, ἀλλὰ περὶ ῥάμματος ἐνεστηκὼς λόγος αὐτῷ περαίνεται. τὴν οὖν γραφὴν τοῦ ἀληθές τι καὶ τεχνικὸν ἔχειν φημὶ, ἣν ποιοῦνται τῶν τε τὰς ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλἔνθεν ἔνθεν, τουτέστιν ἑκατέρωθεν αὐτοῦ κατὰ δεξιὸν λαιὸν μέρος. οὕτω νῦν συμβήσεται καὶ τὸ γεγραμμένον αὐτῷ κατὰ τὸ περὶ ἀγμῶν ὀρθῶς εἰρῆσθαι καὶ μὴ μάχεσθαι τῷ νῦν λόγῳ. κελεύει γὰρ ἐν ἐκείνῳ τὰς ἀρχὰς τῶν ἐπιδέσμων βάλλεσθαι κατὰ τὸ πεπονθὸς μέρος ἤτοι κάταγμα τὸ πάθος ἕλκος εἴη καὶ μήτε ἀνωτέρω κατωτέρω. πρὸς γὰρ τὴν κατὰ μῆκος διάστασιν ἐν ἐκείνῳ τῷ βιβλίῳ λόγος ἐκφέρεται· νυνὶ δὲ οὐ πρὸς ταύτην, ἀλλὰ πρὸς τὴν κατὰ πλάτος ἀποβλέπων ἔφη τὰς ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλἔνθεν ἔνθεν, τουτέστιν ἐφἑκάτερον τοῦ ἕλκους. ὁμολογεῖ γὰρ τούτῳ τῷ μήτε ἀνωτέρω μήτε κατωτέρω· οὐ μὴν ἴσασι τὴν γραφὴν ταύτην οἱ ἐξηγησάμενοι τὸ βιβλίον. εἰκότως οὖν ἀποροῦσι, λέγοντος τοῦ Ἱπποκράτους ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλἔνθεν καὶ ἔνθεν τὸ ἅμμα. καὶ τισιν ἔδοξεν ἀρχὰς ἐπιδέσμων ἀκούειν ἀντὶ τοῦ πέρατα, καίτοι γενικώτερον ὄνομα τὸ πέρας ἐστὶ τῆς ἀρχῆς, ὡς καὶ Πλάτων ἡμᾶς ἐδίδαξε πέρατα λέγων εἶναι καὶ τὴν ἀρχὴν καὶ τὴν τελευτήν. εἴπερ οὖν ἐγχωρεῖ τὴν γενικωτέραν προσηγορίαν ἀντὶ τῆς εἰδικωτέρας ἐπιφέρειν τῷ πράγματι, τὴν μὴν ἀρχὴν ἐξέσται λέγειν ἡμῖν πέρας, ὥσπερ γε τελευτὴν, οὐ μὴν τελευτὴν ἀρχήν. καὶ μὴν εἰ μηδενὸς μὲν ἄλλου δυνατὸν ἀρχὴν ἀκούειν παρὰ τὴν τῶν ἐπιδέσμων, τῶν ῥαμμάτων, τῶν ταινιῶν, ἀδύνατον δὲ τὴν τῶν ἐπιδέσμων ἀκούειν ἀναγκαῖόν ἐστι, τὴν αὐτὴν ἀκούειν ἀρχὴν ῥαμμάτων τε καὶ ταινιῶν, εἰ δὲ βούλει, καὶ παραῤῥυμάτων· καὶ γὰρ καὶ τούτων αὐτὸς δύναται καταλαμβάνειν δηλονότι τὴν ἐπίδεσιν, ὥσπερ καὶ οἱ στενοὶ τελαμῶνες, ὅσοι κατὰ τὸ πέρας ἀντιπλεκόμενοι δεσμὸν ἐργάζονται.
§9 Κατὰ τὴν πρὸ ταύτης ῥῆσιν ἀξιώσας ἀρχὰς, ἐργαζόμενον τὸ ἅμμα, μὴ κατὰ τὸ ἕλκος, ἀλλἐν ἑτέρῳ τίθεσθαι χωρίῳ, καθ καὶ τὸ ἅμμα προσήκει τεθῆναι, νῦν ἡμᾶς διδάσκει τοὺς τόπους αὐτοὺς, ἐν οἶς χρὴ τίθεσθαι τὸ ἅμμα. γίνεται δὲ ἐνίοτε διδασκαλία πραγμάτων οὐκ ἐκ τῶν συμβεβηκότων αὐτοῖς, οὕτω δὲ ὀνομάζουσι τὰ δυνάμενα μέν συμβῆναι, οὐ μὴν συμβεβηκότα γε καὶ εἴη ἂν λόγος αὐτοῦ δυνάμει τοιοῦτος. τὸ ἅμμα τίθεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλἔνθα δυνήσει τὴν νομὴν αὐτοῦ πρὸς τὴν ἄνω χώραν γενέσθαι, φυλαττόμενος τρίβον καὶ ἔργον καὶ τρίτον τὸ ἐνεόν. τρίβον μὲν οὖν καλεῖ, καθ τὴν ἐνέργειαν ἔχει, καμπτόμενον ἐκτεινόμενον ἐς τὰ πλάγια παρατριβόμενον. ἔσται δὲ τρίβος τῷ μὲν βαδίζοντι τὸ ἔχνος τοῦ ποδὸς, τῷ δὲ κατακειμένῳ τὸ νῶτον ἅπαν καὶ μάλιστα αὐτοῦ τὰ ἐξέχοντα καὶ τὰ τῆς κεφαλῆς ὀπίσω· τῷ δὲ καθημένῳ τῆς πυγῆς τὸ κάτω. εἰ δὲ διὰ τῶν χειρῶν τις ἐνεργεῖν ἐπιδεδεμένος μέλλοι, σκέψῃ τίνα τε τὴν ἐνέργειαν ἐνεργήσει καὶ περὶ τίνων ἔξωθεν. οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐν αὐτῇ τρίβον ἐξευρεῖν· αἱ δὲ ἐνέργειαι δηλονότι κατὰ τὰς διαρθρώσεις γίνονται. φυλάξει τοίνυν αὐτὰς ἀεὶ καὶ μάλιστα τὰς μελλούσας ἐνεργεῖν, ἐπιδεδεμένου τοῦ κάμνοντος. ὅτι δὲ καλῶς ὑπαὐτοῦ παρῄνηται τὸ συνέχον ὅλην τὴν ἐπίδεσιν ἅμμα, μὴ τίθεσθαι κατὰ τῶν σχηματιζομένων μορίων ἐν ταῖς κινήσεσιν εὔδηλον. ἀναγκαῖον γὰρ ἔσται ποτὲ μὲν χαλαρὰ περαιτέρω τοῦ προσήκοντος, αὖθις δὲ θλίβοντα γίγνεσθαι τὰ ἅμματα, καθἡντιναοῦν ἐπιβολὴν διάρθρωσιν. δὲ ἐπὶ τῆς τελευτῆς ῥήσεως εἶπεν, ἐνεὸν ἅπαντες ἀκούουσι μάταιον, ὡς εἰ καὶ ἄπρακτον εἰρήκει. καλοῦσι δὲ οἱ Ἕλληνες ἐνεοὺς ἐκ γενετῆς ἅμα τε κωφοὺς καὶ ἀδιάρθρωτον φθεγγομένους. ὡς οὖν οὗτοι πρὸς τὰς κατὰ τὸν βίον ἐνεργείας τελέως εἰσὶν ἄχρηστοι, οὕτω φασὶν αὐτὸν ὠνομακέναι τὸ μηδὲν ὠφελοῦν τὴν ἐπίδεσιν ἐνεόν. ἐνδέχεται οὖν τὸν μὲν Ἱπποκράτην μετὰ τοῦ κ γεγραφέναι κενεὸν, ἁμαρτηθεῖσαν δὲ τὴν λέξιν εὐθὺς ἐξ ἀρχῆς διαφυλαχθῆναι τοιαύτην, γε μὴν διάνοια καὶ καταὐτὴν τὴν γραφὴν τὸ αὐτὸ δηλοῖ. κενεὸν γάρ ἐστι τὸ λεγόμενον ὑφἡμῶν κενὸν καὶ μάταιον, ὅπερ ἀνωφελές ὀνομάζουσιν. ἐπεὶ τοίνυν πολλοὺς ἴσμεν διἄγνοιαν βουλομένους ἐπιμελεῖς εἶναι δοκεῖν, ἄχρηστα πολλάκις ἐπιβάλλειν ἅμματα τοῖς ἐπιδέσμοις· διὰ τοῦτο ἔφη νῦν Ἱπποκράτης, μὴ εἰς τὸ ἐνεὸν κείσεται, τουτέστιν εἰς τὸ κενὸν, ὅπερ δηλονότι καὶ ἄχρηστόν ἐστι καὶ μάταιον. ἔδοξε δέ τινι τῶν ἐξηγουμένων τὸ βιβλίον κενεὸν ἡγεῖσθαι τὸ κενὸν χωρίον, ὡς καὶ μασχάλην ἰγνύην καὶ βουβῶνα προσαγορεύσειέν τις, οὕτως ἀντιδιαιρούμενος ὤμοις, γόνατι καὶ ἰσχίῳ. προστετυπῶσθαι γὰρ ἔφη χρῆναι τὸ ἄμμα τῷ σώματι καὶ μὴ κεκραμένῳ ὅμοιον εἶναι· τοιοῦτον δὲ ἔσεσθαι κατὰ μασχάλην τε καὶ ἰγνύην. εἰ δή πω καὶ τοῦτο μετρίως δόξειεν εἰρῆσθαι, χρῆσθαι πάρεστιν· ἐν γὰρ τοῖς ἀσφαλέσι καὶ τὸ μετρίως πιθανὸν ἀρκέσει.
§10 Πάλιν κἀνταῦθα, καθάπερ ἐν ἀρχῇ τοῖν δυοῖν ὀνομάτοιν ἐμνημόνευσεν, ἐφεξῆς ἀντιδιαιρῶν ἀλλήλοις τὰ πράγματα καθἢν ἐπιφέρεσθαι δοκεῖ· ῥάμμα μὲν ὀνομάζων τὸ διεκβαλλόμενον ἅμα τῇ βελόνῃ τὴν ὕλην ἔχον ἤτοι λινὸν ἔριον τι τοιοῦτον. τὸ δὲ ἐξ ἐπιπλοκῆς τελαμώνων τῶν σκελῶν τοῦ ἐπιδέσμου γενόμενον ἄμμα. πρόδηλον μὲν οὖν ὡς ἑκάτερον αὐτῶν μαλθακὸν εἶναι προσῆκεν, εἴ γε μὴ μέλλοι θλίβεσθαι· ὅτι δὲ καὶ μὴ μέγα τὸ κατὰ τὰς ἐνεργείας ἐπαινούμενον ὑπαὐτοῦ, τάχος ἐνδεικνύμενον ἐν μακροῖς ῥάμμασι γενέσθαι. ἐπὶ μέρους δὲ ἐπὶ τῶν τελαμώνων τε καὶ σκελῶν καὶ καταλημμάτων, ὀνόματα γὰρ αὐτοῖς τίθενται ταῦτα, κρεμασθήσεται οὖν μετὰ τὰ ἅμματα περιττὰ πρὸς τῷ ματαίως ἐξηρτῆσθαι καὶ δυσχέρειαν παρέχοντα κατὰ τὰς περιπλοκὰς, ἐνίοτε τῶν ψαυόντων τραυμάτων. ἀκριβῶς δὲ εἶπεν, οὐ μέγα, δυνάμενος εἰρηκέναι μικρὸν, ἀλλὥσπερ τὸ μέγα φευκτέον ἐστὶ διἅς εἶπον ἀτοπίας, οὕτω καὶ τὸ μικρὸν τῆς ἐνεργείας ἐν τῷ καιρῷ διαδιδράσκον, ἐνίοτε τὰς λαβὰς τῶν ἐπιβαλλομένων αὐτῷ δακτύλων καὶ διὰ τοῦτο τριβὴν καὶ χρόνου μῆκος ἐργαζόμενον, ἔν τε τῇ δέσει πολλάκις ἐξολισθάνον ἀπὸ τοῦ συνδεομένου διὰ βραχύτητα καὶ διὰ τοῦτο δεύτερον ἡμᾶς ἀναγκάζον ἐνεργεῖν ἀμφαὐτὸν καὶ δοκιμάζειν καὶ δεδέσθαι ποτὲ δοξὰν τὸ μικρὸν ἅμμα λύεται μετὰ ταῦτα κατὰ τὸν τῆς ἐπιδέσεως καιρόν. εὔλογον οὖν ἐστι καὶ τὸ πάμμικρον, ὥσπερ καὶ τὸ μέγα φεύγειν, αἱρεῖσθαι δὲ ὥσπερ ἐν ἅπασιν, οὕτω κἀν τῷδε τὸ σύμμετρον, ὥσπερ ἐνίοτε μετὰ τὴν τοῦ θατέρου τῶν ἄκρων ἀπόφασιν ὀνομάζουσιν, ὥσπερ καὶ νῦν Ἱπποκράτης μὴ μέγα, κἂν μὴ μικρὸν εἴρηκε, ταὐτὸν ἂν ἐδήλωσεν.
§11–20
§11 Εἰ εὖ γε μὴν γνῶναι κατὰ τὴν ῥῆσιν ἐγέγραπτο, εὖ γε μὴν γνόντα, τέλειος ἂν ἦν λόγος, καὶ νυνὶ δὲ κρέμασθαι δοκεῖ, καίτοι πρὸς ἐπίζευξιν. διὸ καί τινες αὐτῷ τὰ ἐφεξῆς εἰρημένα συνάπτουσιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιαύτην. εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω, ἐπιδεῖν δεξιὰ ἐπἀριστερὰ καὶ ἀριστερὰ ἐπὶ δεξιὰ πλὴν κεφαλῆς. ἀλλὰ τοῦτό γε φαίνεται μηδεμίαν ἀκολουθίαν ἔχον. οὐ γὰρ διὰ τοῦτο χρὴ τὰς εἰρημένας ἐπιδέσεις ποιεῖσθαι, διὰ τὸ ἅμμα φεύγειν εἴωθεν εἰς τὰ κατάντη καὶ ἀπόξη. διἕτερον γάρ τι, ὡς ἐφεξῆς ἐροῦμεν, δεξιὰ μὲν ἐπἀριστερὰ, ἀριστερὰ δὲ ἐπὶ δεξιὰ προσέταξεν ἐπιδεῖν. ἀκόλουθα δέ ἐστι τὰ τοῦ εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει. τὰ οὕτως εἰρημένα περιβαλεῖν καταλήψεως τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖς ἡσυχάζουσι καὶ λαμπροτέροις. καὶ τὰ τούτοις ἐφεξῆς, μετὀλίγον ἐξηγοῦμαι, αὐτὸ τοῦτο δείξει σαφέστερον. ἐν δὲ τῷ παρόντι μεταξὺ παρεγκείμενα παρὰ τάξιν ἐπισκεπτέον αὐτὰ καθἑαυτά.
§12 Περὶ τῶν καταγμάτων μάλιστα τοῦ παραγγέλματος οὗ νῦν παραγγέλλει μεγίστη γίνεται χρεία. περιτρέπειν γὰρ ἀεὶ χρὴ πρὸς τοὐναντίον, ὅταν ἐκ θατέρου ἕλκους , τοῦ μὲν δεξιοῦ πεπονθότος ἐπὶ τὸ λαιὸν, εἰ δἐκεῖνο πάθοι, πρὸς τοὐναντίον, ὡς ὅταν γεγονὸς ὀστοῦν ὅλον ἐγκάρσιον κατεαγὸς ἰσόῤῥοπον τὴν ἐπίδεσιν ποιούμεθα, περιβάλλοντες αὐτῷ σπλῆνας ἐν σχήματι τῷ καλουμένῳ ἐν κύκλῳ. τὸ τοίνυν λεγόμενόν ἐστι τοιοῦτον· ἐπιδεῖν τὰ μὲν δεξιὰ μέρη πεπονθότα περιτρέποντας ἐπἀριστερὰ, τὰ δἀριστερὰ τοὐναντίον ἐπὶ τὰ δεξιά. γίνεται δὲ τοῦτο τὴν μὲν ἀρχὴν τοῦ ἐπιδέσμου βαλλομένων ἡμῶν κατὰ τὸ πεπονθὸς μέρος, οὔτε ἀκριβῶς καταὐτοῦ τοῦ κατάγματος τοῦ ἕλκους, ἀλλἔνθεν καὶ ἔνθεν τούτων, τῇ δἑτέρᾳ περιτρεπόντων ἐπὶ τἀναντία τὸ πεπονθὸς ἅμα τῷ πιλεῖν. ἐπειδὰν δὲ ἐπὶ τὸ ἀντικείμενον μέρος ἐπίδεσμος ἑλιττόμενος γένηται, μηκέτι ἐκεῖ σφιγγόντων ὁμοίως ἔτι δὲ μᾶλλον οὐδὲ περιτρεπόντων ἄχρις ἂν ἐν κύκλῳ περιελιττόμενος ἐπίδεσμος ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀφίκηται· τηνικαῦτα γὰρ κατείχομεν ἔμπροσθεν χειρὶ τὴν ἀρχήν. ταύτῃ πάλιν ἐκεῖνο τὸ μέρος τοῦ ἐπιδέσμου τὸ ψαῦσαν αὐτῆς ἐπιτιθέντες, καταὐτῆς ἀσφαλῶς κρατοῦμεν, ὥστε δευτέρας ἄρξασθαι αὖθις κατὰ τὴν τῶν αὐτῶν ἐπιβολὴν ὁμοίως τῇ πρώτῃ πιλούσης τε καὶ περιτρεπούσης ἐπὶ τὰ ἐναντία· καὶ ταύτην πάλιν ὡσαύτως τῇ πρώτῃ περιελίξαντες, ὅταν αὖθις ἐπὶ τὴν ἀρχὴν ἀφικώμεθα, κρατήσαντες ὁμοίως τῇ ἑτέρᾳ χειρὶ τὸν ἐπίδεσμον ἀνατείνομεν, τῇ ἑτέρᾳ πιλοῦντές τε καὶ περιτρέποντες ἐπὶ τὸ ἀντικείμενον μέρος πεπονθός. οὐ μόνον δὲ τὰ κῶλα κατὰ τοῦτον ἐπιδοῦμεν τὸν τρόπον, ἀλλὰ καὶ τὰς πλευράς. εἰ μὲν ἐπὶ τοῖς δεξιοῖς μέρεσιν πεπονθυῖα τύχῃ, τὴν ἀρχὴν ἐνταῦθα βαλλόμενοι τὴν νομὴν ἐπἀριστερὰ ποιούμεθα, καθὃν εἴρηται τρόπον. εἰ δἐν τοῖς ἀριστεροῖς εἴη τὸ πάθος, ἀπὸ τούτου ἀρξάμενοι τὴν οἷον ὁδοιπορίαν τῆς ἐπιδέσεως ἐπὶ τὸ δεξιὸν μέρος ἐργαζόμεθα, κεφαλὴν δοὐκ ἔστι περιλαβεῖν οὕτως ἐν κύκλῳ· κωλύει γὰρ τράχηλος συμφυὴς ὢν αὐτῇ. διὰ τοῦτο οὖν ἐπαὐτῆς, ἐάν τε κατὰ τὸ δεξιὸν μέρος, ἐάν τε κατὰ τὸ ἀριστερὸν τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος τὴν κατἴξιν, ὅπερ ἐστὶ κατεὐθυωρίαν, αἱρούμεθα, διὰ μὲν τῆς κορυφῆς ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δἐντεῦθεν ἐπἄκραν τὴν κάτω γένυν, εἶτἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθὸς, εἴταὖθις πάλιν ὁμοίως, εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζομεν ἑλιττομένου μέχρι τῆς τελευτῆς· αὕτη δὲ πάντως κατὰ τῆς κορυφῆς γιγνέσθω. μονιμώτατον γὰρ οὕτως ἐργάζεται χωρίον τοῦτο.
§13 Δύο διανοίας λέξις ἥδε δύναται λαβεῖν, ὥστε ἤτοι περὶ πάντων τῶν μερῶν τοῦ σώματος περὶ μόνον τῶν τῆς κεφαλῆς ἀκούειν. εἰρηκὼς γὰρ πλὴν κεφαλῆς, δεξιὰ ἐπὶ ἀριστερὰ, ταύτην δὲ κατἴξιν ἐπιδεῖσθαι. λοιπὸν οὖν, τῶν αὐτῆς ὄντων μερῶν ἐναντίον ἀλλήλοις, ὧν τὸ μὲν ὀπίσω τε καὶ κατὰ ἰνίον ἐστὶ, τὸ δὲ πρόσω τε καὶ κατὰ μέτωπον, ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν ἀξιοῖ. αὗται δὲ αἱ ἀπὸ δύο ἀρχέων ἐπιδέσεις, ὅταν τὸ μέσον ὂν ὅλου τοῦ ἐπιδέσμου κατὰ τοῦ πεπονθότος ἐρείσαντες ἰσόῤῥοπον ἑκάτερον αὐτῶν τῶν μερῶν ἐπὶ τὸν ἀντικείμενον ἄγωμεν τόπον. ὅσαι δοὖν τελευταὶ τῶν οὕτως ἐπιτελουμένων ἐπὶ μέτωπον ἄγονται, μονιμώτερον ἰνίου τοῦτο τὸ χωρίον. ἐὰν δὲ λόγος αὐτῷ περὶ πάντων τῶν μορίων, ἐροῦμεν εἰρῆσθαι τὰ ἐναντία,  τὰ καθἑκάτερον μέρος ὁμοίως διακείμενα, τουτέστιν ἤτοι δεξιόν τε καὶ ἀριστερὸν τοὐπίσω τε καὶ πρόσω. πεπονθότων δὲ ὁμοίως αὐτῶν, ὡς ἐπειδὰν τὰ καλούμενα καυληδὸν γένηται κατάγματα, τὴν ἐπίδεσιν ἀπὸ δυοῖν ἀρχῶν ποιήσεις, καθάπερ ἔφαμεν ἐπὶ τῶν σχιδακιδὸν περιβαλλομένων γίγνεσθαι σπληνῶν. ἐὰν δὲ ἀπὸ μιᾶς ἀρχῆς, φησὶν, ἐπιδέῃς τὰ τοιαῦτα κατὰ τὴν ὁμοιότητα τῆς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεως, ἑλίττων τὸν ἐπίδεσμον οὕτως ἄξεις ἐπὶ τὸ μόνιμον χωρίον, ὡς ἐνταῦθα τελευτήσῃ. παράδειγμα δὲ μονίμου χωρίου τὸ μέσον τῆς κεφαλῆς ἐποιήσατο ἀρκεσθεὶς τούτῳ, ἐπειδὰν κατὰ τὸ παρὸν μέλλει μετὀλίγον ἀκριβῶς ἅπαντα τὸν λόγον διέρχεσθαι. διδάσκων ὅπως δεῖ τὴν τελευτὴν τοῦ ἐπιδέσμου γίγνεσθαι πρὸς τὴν ὅλην ἐπίδεσιν ἀμετακίνητον φυλάττεσθαι. τὸ οὖν ἐφὅπερ ὅμοιον ἐπἀμφοῖν ἀκουστέον τῆς ὅλης νομῆς τοῦ ἐπιδέσμου καὶ τῆς τελευτῆς.
§14 Ἐλάχιστα περιβαλεῖν ὀθόνια κατά τε τὴν ἰγνύαν καὶ τὰ ταύτης παραπλήσια κελεύει καὶ μάλιστα εὐσταλῆ. τὸ δὲ σημαίνει τὸ συνηγμένον εἰς ὀλίγον, τὸ δὲ ἀντικείμενον τῇ ἰγνύῃ μόριον, τὴν μύλην ἐναντίως ἐπιδεῖσθαι κελεύει. τὸ δὲ ἐναντίως ἐστὶν ἅπασι τοῖς ἐναντίοις καὶ μηδαμόθεν συνεσταλμένοις ὁπόσον ἐγχωρεῖ. παραπλησίως δὲ τῇ μὲν ἰγνύῃ ἅπαντα μόρια καθάπτεσθαι συμβαίνει τοῖς ἄρθροις· τῇ δὲ μύλῃ κατὰ τὴν ἔκτασιν αὐτῷ γενέσθαι. καλοῦσί τινες ἐπιγουνίδα τὴν μύλην ταύτην, ὥσπερ ἕτεροί τινες ἐπιγουνατίδα. κατὰ ταύτην μὲν οὖν, ἔφη, πλατὺν χρὴ περιτάττεσθαι, τὸν ἐπίδεσμον, ὡς ὅλην αὐτὴν περιλαμβάνειν. γὰρ μὴ περικείμενος οὕτως πρὸς τὴν ἄνω χώραν ἀναχθήσεται ῥᾳδίως πρὸς τὴν κάτω περισφαλλόμενος ἐφἑκάτερα διὰ τὴν κυρτότητα τῆς μύλης. τῇ δὲ ἰγνύῃ συνεσταλμένον τὸν ἐπίδεσμον ἀξιοῖ περιβαλεῖν· οὔτε γὰρ ὑποδέξασθαι δύναται τὸ εἰς πλάτος ἐκτεταμένον οὔτε φυλάξαι.
§15 Τὴν τοιαύτην βραχυλογίαν ἐπαινεῖν προσῆκεν, εἰ διἑνὸς ὀνόματος δηλοῦται σαφῶς λόγος, ὥσπερ καὶ νῦν. ὑπὸ μὲν τοῦ τῆς καταλήψεως ὀνόματος λόγος οὗτος δηλοῦται, καθὃν εἴπομεν ἂν τῶν ἐν τοῖς ἄρθροις ἐπιδέσεων τὸ τέλος ἀσφαλῶς φυλάττεσθαι χρὴ, διά τινος ἐκ περιττοῦ γενομένης ἐπιδέσεως, ἔξω τῆς διαρθρώσεως. ὑπὸ δὲ τῆς ἀναλήψεως, ἵνα πολλὴν ἔχωμεν πρόνοιαν τοῦ μήτε καταῤῥεῖν εἰς τὰ κατάντη χωρία τὸν περίδεσμον, μήτε ἀνατρέχειν εἴς τε τῶν κυρτῶν, ἅπερ ἀπόξη κέκληκεν αὐτὸς ἔμπροσθεν, ἡνίκα ἔλεγεν εὖ γε μὴν γνῶναι, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει· καὶ δῆλον δὴ γέγονεν ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ, καλῶς ὑφἡμῶν εἰρῆσθαι συνεχῆ τὰ νῦν λεγόμενα τοῖς κατἐκείνην τὴν ῥῆσιν λεγομένοις εἶναι, καθἣν ἔλεγεν, εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει. καὶ μέντοι καὶ συντομώτατον τῶν ἐπιτηδείων χωρίων ἐμνημόνευσεν, ἐν οἶς χρὴ τὰ τέλη τῶν ἐπιδέσμων τίθεσθαι, δύο προσηγορίαις περιλαβὼν, τῇ τῶν ἀτρεμούντων καὶ τῇ τῶν λαπαρῶν. ἡσυχάζει γὰρ ὅσα τῆς διαρθρώσεως ἐκτός ἐστι, κατὰ τὸ ἕτερον τῶν συναπτόντων ἀλλήλοις ὀστῶν, ὡς ἐπὶ τοῦ γόνατος ἤτοι κατὰ τὸν μηρὸν τὴν κνήμην. λαπαρώτερα γὰρ ταῦτά ἐστι τὰ χωρία. κέκληκε γὰρ οὕτως τὰ τοῖς ἐξέχουσι μορίοις ἐναντίως διακείμενα, τουτέστι τὰ κατεσταλμένα καὶ ταπεινά. καὶ γὰρ τὸ λαπαρὸν ἅπαν προσέσταλται· κυρίως μὲν οὖν λαπαρὸν φωνὴ σημαίνει τὸ κενὸν, ὥσπερ καὶ λαπάξαι τὸ κενῶσαι. καὶ γὰρ καὶ τὸ Ἴλιον ἐξαλαπάξαι εὐναιόμενον πτολίεθρον, ἐκκενῶσαι τὴν πόλιν δηλοῖ, καὶ λαπαρὰ τοῦ σώματος ἐκεῖνα τὰ μόρια καλοῦσιν, ὅσα μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν ἐστι καὶ τῶν νόθων πλευρῶν· ἤδη μέντοι καὶ τὸ προσεσταλμένον ἅπαν ὀνομάζουσι λαπαρὸν, ἐπειδὴ τὸ κενὸν ἐξ ἀνάγκης προσέσταλται, τὴν μεταφορὰν ἀπὸ κοινοῦ συμβεβηκότος ποιούμενοι.
§16 Σκοποὶ πάσης ἐπιδέσεώς εἰσι πρῶτοι καὶ μέγιστοι τῆς διἑαυτὴν παραλαμβανομένης, οὐχ ὑπηρεσίας ἕνεκα τῶν ὑποκειμένων τῶν πάσχοντι μορίῳ τὸ κατέχειν ἀκίνητον ὡς  διεπλάσθη τὸ πεπονθὸς, ἀφλέγμαντόν τε φυλάττειν ἅπερ ἱκανῶς ἐν τῷ περὶ ἀγμῶν ἐδίδαξεν. ἐπεὶ δὲ οὐ δύναται ταῦτα ποιεῖν ἐπίδεσις ἄνευ τοῦ διαμένειν αὐτὴν καὶ μὴ μετακινεῖσθαι πρὸς τὸ κάτω τοῦ σώματος ἄνω, διὰ τοῦτο τοῖς ἀπαθέσι μορίοις ἀναγκαζόμεθα περιβάλλειν τοὺς ἐπιδέσμους, ὅπως ἔνθεν μὲν ἄνω ἀγαγεῖν ἐστιν εἰκὸς ὅλην τὴν ἐπίδεσιν ἀντίληψις αὐτῆς ἕλκη ἐπὶ τὸ ταπεινότερον. ἐπἐνίων δὲ μορίων διὰ τῶν ἀντικειμένων ἀντίληψις ὠφελιμωτέρα, καθάπερ ἐπὤμου καὶ βουβῶνος. ἀκριβῶς εἰπεῖν ἐπὤμου μὲν, οὐ περὶ τὸν ἕτερον ὦμον, ἀλλὰ τὴν μασχάλην· ἐπὶ βουβῶνος δὲ περὶ τὸν κενεῶνα περιβάλλεσθαι δεῖ τὸν ἐπίδεσμον· οὔτε γὰρ ὦμος οὔτε γλουτὸς ἀσφαλῶς φυλάττειν δύναται τὰς περιβολὰς, ἀλλ μασχάλη καὶ κενεών. ὀνομάζεται δὲ, ὡς ἔφην ἄρτι, κενεὼν μεταξὺ τοῦ θώρακός τε καὶ τοῦ ἰσχίου ὀστοῦ τόπος ἀπὸ τοῦ κενεὸς εἶναι, τουτέστι προσεσταλμένος, οὕτως κληθείς. εὔδηλον δὲ ὅτι τὸ συμφωνεῖν καὶ ἁρμόττειν ὁμολογεῖν ἔφη· οἵ τε γὰρ ὁμολογοῦντες ἐν ἔργοις καλοῖς οὐ μόνον οὐδὲν ἐναντίον πράττουσιν λέγουσιν, ἀλλὰ καὶ συντελοῦσιν. ἀλλὰ τούτοις τά τε εἰρημένα χωρία συμπράττει τῷ νόμῳ τῆς ἐπιδέσεως. ὡσαύτως δὲ καὶ τῆς κνήμης εὐαπόῤῥυτον ἐχούσης τὴν ἐπίδεσιν τῆς γαστροκνημίας ἄνω περιβολὴ χρήσιμος, κατἐκείνας δηλονότι τὰς ἐπιδέσεις, αἷς ἀναγκαῖόν ἐστι τὸ κυρτὸν τῆς γαστροκνημίας περιλαμβάνειν, ἐπαὐτῷ παρὰ τὰ σφυρὰ χωρίῳ τὸ μόνιμον τῆς ἐπιδέσεως· ἐξ αὐτῶν ἔχει μεταξὺ δυοῖν ἐξοχῶν κείμενα, κατὰ μὲν τῶν κυρτῶν περάτων περόνης τε καὶ κνήμης, κακῶς ἔνιοι καλοῦσιν ἀστραγάλους· ἄνω δὲ τῆς γαστροκνημίας αὐτῆς.
§17 Οἷς μορίοις οὐκ ἔστιν οὔτε παρακείμενόν τι τοιοῦτον μόριον, οἷον ἐπὶ κνήμης εἶπεν, οὔτε ἀντικείμενον τοιοῦτον ἕτερον μόριον, ὡς ἐπὤμου καὶ βουβῶνος, ἐπὶ τούτων ὁποίαν χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν διδάσκει, μνημονεύων ὀνομαστὶ τῆς κεφαλῆς καὶ κελεύων ἐπαὐτῶν ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψεις ποιεῖσθαι τῆς ὅλης ἐπιδέσεως, ἐστι τὴν τελευτὴν αὐτῆς ἀπαρέγκλιτον φυλάττειν, εὐθύτατα περατουμένην, ἤτοι γε ἐπὶ τὸ μέτωπον τὸ μέσον ὅλον τῆς κεφαλῆς, ἔνθα τὸ καλούμενον βρέγμα· τῆς μὲν γὰρ ἐπἀνθερεῶνα καταγομένης ἐπιδέσεως τελευτὴ προσηκόντως ἂν ἐπὶ τὸ μέσον ἀνάγοιτο τῆς κεφαλῆς, ἀπαρεγκλίτως ἀνατεινομένη. τῆς δὲ κυκλοτερῶς περιβαλλομένης ἐπὶ τὸ μέτωπον ὁμοίως καὶ αὕτη μηδὲν ἐγκεκλιμένη. περιαγομένης γὰρ οὕτως ἑλχθήσεται καὶ τοῖς ὀπίσω μέρεσιν ἐπὶ τὸ καλούμενον ἰνίον, μεταξὺ τοῦ τε τραχήλου καὶ τῆς ὀπίσω κυρτότητος τῆς ἐπὶ τοῦ κρανίου. διὰ τοῦτό τε εἶπε τὴν ἐσχάτην περιβολὴν τῶν ἐπιδέσεων ἥκιστα λοξὴν εἶναι προσήκειν, ὅτι τὰς πρὸ αὐτῆς ἤδη πολλάκις ἐξ ἀνάγκης γιγνομένας λοξὰς, ἕνεκα τοῦ περιλαμβάνειν τὸ πεπονθὸς, ἄλλοτε κατἄλλο μέρος αὐτοῦ ὑπάρχον· ἀλλὰ τάς τε διὰ τὸ πάθος λοξὰς γεγονυίας περιβολὰς, ὑστάτη κατέχῃ μηδαμόθεν λοξουμένη. δῆλον οὖν ὅτι τοιαύτῃ ἀσφαλείᾳ κἀκεῖνα συνδιαμένουσιν ἀμετακίνητα. ὡς οὖν ἐπὶ τῆς κεφαλῆς κἀπὶ τῆς ἄνω τοῦ γόνατος κάτω γιγνομένη ἐσχάτη περιβολὴ, ἀκριβῶς φυλάττεσθαι χρὴ τὸ ἀπαρέγκλιτον, ἐπὶ μέντοι τῶν κατὰ βουβῶνα καὶ ὦμον ἐπιδέσεων, ἐν οἷς ἀναγκαζόμεθα καὶ τῶν ἀντικειμένων μορίων συγκαταλαμβάνειν, ἐσχάται περιβολαὶ κυκλοτερεῖς ἀπαρεγκλίτως γίνεσθαι δέονται. κατὰ τοὺς κενεῶνας μὲν ἀμφοτέρους, ἔνθεν τὸν βουβῶνα δεσμεῖν προαιρούμεθα, κατὰ δὲ τὸν ἕτερον ἐφ τὸν ὦμον· ἀνάλογον δὲ τούτοις ἐπὶ τῆς κατὰ τὸν ἀγκῶνα διαρθρώσεως.
§18 μὲν λέγει τοιόνδε ἐστίν. ἐν οἷς μέρεσιν πάθεσιν δύσκολόν ἐστιν αὐτοῖς τοῖς ὀθονίοις, τήν τε κατάληψιν τοῦ πέρατος τῆς ἐπιδέσεως καὶ τὴν ἀνάληψιν ποιήσασθαι, ἐν τούτοις χρὴ ῥάμμασιν ἤτοι περιβαλλομένοις τῇ κατὰ κύκλον συῤῥάπτουσι τὸ τῆς ἐπιδέσεως πέρας τὰς καταλήψιας ποιεῖσθαι. τὸ δὲ ἄτοπον εἴη, μέρος τοῦ σώματος ὀθονίοις μὲν δυσχερῆ τὴν κατάληψιν καὶ ἀνάληψιν ἔχειν, ἑτοιμοτέραν δὲ τὴν διὰ τῶν ῥαμμάτων, οὔτε ἐγὼ λέγειν ἔχω τοῖς ἐξηγηταῖς, εἰ μέντοι τινὰ μὴ φέροντα τὴν τοιαύτην ἐπίδεσιν. οἶδα δέ τινα ἐφὧν, εἰ καὶ βραχὺ κινηθῇ τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη γίνεται, καθάπερ εἰ πρὸ πολλοῦ τις ἐκ καταπτώσεως οὕτως ἔπαθε τὰ κατὰ τὴν ῥάχιν, ὡς μηδὲ βραχὺ τὸν αὐτὸν ἐκείνης δύνασθαι φέρειν τὸ μέγεθος τῆς ὀδύνης. ἠναγκάσθησαν μὲν οὖν αὐτὸν τὸν μὲν χιτωνίσκον ἀφελεῖν οὐκ ἀποδύσαντες, ἀλλὰ διαῤῥήξαντες " μὲν πρῶτον ἁπάσας τὰς ῥαφάς. μετὰ δὲ ταῦτα παμπόλλους τοῖς διακρατοῦσιν ὅλον τὸ σῶμα χρησάμενοι προσμετεωρίσαι τὸν ἄνθρωπον, ἰσοῤῥόπως ἐπὶ καθέδρας πλατείας ἐκτεταμένον ῥάκος ἐπιβεβλημένον ἔχον ἐρίου πλάκα· ταῦτα μὲν οὖν ἐκελεύσαμεν, ἐπειδὰν κάμνων ὑπὸ τῶν διακρατούντων ὑπὸ τῆς στρωμνῆς ὑψώθη διὰ ταχέων ἐπιβαλεῖν μὲν ἐκείνῃ κατὰ τὸ πλάτος, ὑποβαλεῖν δὲ τῇ ῥάχει τοῦ μετεωρισθέντος. αὐτοὶ δὲ ἑτέραν ἐρίου πλάκα διαβεβρεγμένην ἔχοντες ἐλαίῳ θερμῷ μετὰ τὴν ἀφαίρεσιν τοῦ χιτωνίσκου, ταχέως περιβαλόντες τῇ ῥάχει, κατεκλίναμεν ἐπὶ τῆς ὑποκειμένης πλακὸς ἅμα τῷ ῥάκει, καὶ οὕτως πέρατα μὲν ἀνηγάγομεν ἐπὶ τὰ πρῶτα τοῦ σώματος τὰ πέρατα τῆς διαβρόχου πλακὸς ἓν ἑκατέρωθεν, εἶτα· ἐπαὐτὰ τὰ τῆς ξηρᾶς καὶ μετἐκεῖνα τὰ τοῦ ῥάκους καὶ πρὸς ἄλληλα διὰ ῥαφῶν ἡνώσαμεν· εἰ μὴ διὰ ῥαφῶν διὰ ῥαμμάτων μόνον βουληθείς τι ἐργάσασθαι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως, ἐπέτεινεν αὐτὰ πρῶτα μὲν πάντων κάτωθεν τῷ μὲν ῥάκει οὕτως· οὐ γὰρ ἂν μετὰ τὴν ἐπίδεσιν. ὡσαύτως δὲ καὶ τῇ τῶν κατἰσχίον μερῶν εὐπραξίᾳ μὲν, ὁπότε καὶ τὸ κατὰ τὸν μηρὸν ἐπἄλλου καὶ κατὰ βραχίονά γέ ποτε καὶ τοῦ τραχήλου τὴν ὀπίσω χώραν.
§19 Περὶ τῆς ὕλης τῶν ἐπιδέσμων ἐνταῦθα διδάσκει, καθαροῖς καὶ κούφοις καὶ μαλθακοῖς καὶ λεπτοῖς χρῆσθαι κελεύων· καθαροῖς μὲν, ὅπως μήτε δήξεις ἐκ τοῦ ῥύπου γίγνοιντο μήτε διικνεῖσθαι πρὸς τὸν χρῶτα τῶν ἐπιβρεχομένων ὑγρῶν δύναμιν εἴργοιτο· κούφοις δὲ, ὡς μὴ βαρύνοιτο πεπονθὼς τόπος· λεπτοῖς δὲ διὰ τό τε καὶ κουφότερα καὶ μαλακώτερα ταῦτα, διὰ τό τε καὶ τὰς ἐπιβροχὰς ἑτοίμως διαπέμπειν· μαλθακοῖς δὲ, ὅπως μὴ θλίβοιντο. πρόδηλον δὲ ὅτι τούτων ἕκαστον εἰς τὸ μὴ φλεγμῆναι τὸ πεπονθὸς μόριον συντελεῖ.
§20 Ὅπερ ἔμπροσθεν εἰρήκει καθόλου περὶ τῶν εἰς χειρουργίαν πάντων ἔργων, ἀσκεῖν ἀξιῶν αὐτὰ δρᾷν ἑκατέροις τε καὶ ἀμφοτέροισιν ἅμα, τοῦτο νῦν ἐπὶ μόνου τοῦ ἑλίσσειν ἔγραψε. πρὸς γὰρ τὸ τάχος τῆς ἐνεργείας, ὅπερ ἐστὶ μέγιστον ἐπὶ τῶν ὀδυνωμένων τοιαύτη τῶν χειρῶν ἄσκησις ὠφελιμωτέρα. τῶν δύο μὲν οὖν χειρῶν ἑλισσουσῶν ἅμα τὸν ἐπίδεσμον ἐν ταῖς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεσι, τῆς δἑτέρας μόνης ἐν ταῖς ἄλλαις, ἀλλὰ καὶ ἐν ταύταις ἑκατέρας ἐν μέρει διαδεχομένης τὴν ἑτέραν. ἐν μὲν γὰρ ταῖς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεσιν ἀμφότεραι καθἕνα καιρὸν ἐνεργοῦσιν ὁμοίως. διαδεχόμεναι γὰρ ἀλλήλας μὲν ἑτέρα τὸ κυριώτατον μέρος τῆς ἐπιδέσεως ἐκτελεῖ περιελίσσουσα τὸν ἐπίδεσμον, δἑτέρα χρήσιμος εἰς τὴν ταύτης ὑπηρεσίαν γίγνεται.
§21–25
§21 Εἰς τὰ πλάτη καὶ τὰ πάχη τῶν ἐπιδουμένων μορίων ἀποβλέποντα τὴν προσήκουσαν αὐτοῖς ἐπίδεσιν ἐξευρίσκειν κελεύει. γιγνομένης δὲ τῆς ἐπιδέσεως ὀρθῶς κατὰ τὰ προειρημένα διὰ τῶν ὅθεν ἄρχεσθαι προσήκει καὶ καθὅντινα τρόπον ἑλίττειν τὰ ὀθόνια κατὰ τὸ πεπονθὸς, ὅσα τε συγκαταλαμβάνει αὐτὸ μόρια καὶ τὴν τελευτὴν, ἐν τίθεσθαι καὶ πῶς ἐπαὐτοῖς χρῆσθαι τοῖς ἅμμασί τε καὶ ῥάμμασιν ἐδίδαξεν, ἰστέον αὐτὸν οὐδὲν τούτων δηλοῦν. οὔτε γὰρ ἐκ τοῦ πλάτους οὔτἐκ τοῦ πάχους τῶν ἐπιδουμένων μερῶν ἐλήφθη τι τῶν εἰρημένων, ἀλλἐκ τοῦ πάθους αὐτοῦ καὶ τοῦ σχήματος τοῦ μορίου, καθ τὸ πάθος ἐγίνετο. νῦν οὖν εὔλογόν ἐστι διδάσκειν αὐτὸν ὁπόσα κατὰ τὴν ἐπίδεσιν ἀγαθὰ γίγνεται, τὴν ἐπίδειξιν ἡμῶν λαμβανόντων ἐκ τοῦ πλάτους καὶ τοῦ πάχους τῶν ἐπιδουμένων μορίων. ἐκ τούτων γὰρ λαμβάνεται καὶ τὸ τῶν ὀθονίων αὐτῶν πλάτος τε καὶ μῆκος. οἷον ἐπὶ μὲν μικροῦ παιδίου καὶ τῷ μήκει βραχέσι καὶ τῷ πλάτει στενοῖς, εὔλογόν ἐστι χρέεσθαι τοῖς ἐπιδέσμοις, ἐπὶ δὲ μεγάλου νεανίσκου καὶ μακροῖς καὶ πλατέσιν, ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων ὅσα μεταξὺ τοῦ μεγάλου τε καὶ τοῦ μικροῦ σώματός ἐστιν· εἰ μὲν γὰρ ἀκριβῶς ἀμφοτέρων ἐστὶ μέσον καὶ πλάτει καὶ πάχει τὸ ἐπιδούμενον μέρος καὶ τὰς ὀθόνας μέσας τῷ τε πάχει καὶ τῷ πλάτει ποιήσομεν ἐκείνων τῶν ὀθονίων, οἷς ἐπὶ τοῦ μεγάλου καὶ τοῦ σμικροῦ σώματος ἐχρώμεθα· εἰ δὲ ἐγγυτέρω θατέρῳ τῶν ἄκρων εἴη κατἐκεῖνο, καὶ τὸ ποσὸν αὐτῶν ὑπαλλάξομεν αὐξάνοντες μειοῦντες.
§22 Ἐφεξῆς ἀμφοτέροις ὑπάρχει τοῖς ἐπιδέσμοις πρὶν περιβαλέσθαι τῷ τοῦ κάμνοντος σώματι τῆς ἐξ αὐτῶν ἐπιδέσεως  γιγνομένης περὶ τὸν πεπονθότα τόπον, ἀλλὰ αἱ κεφαλαὶ τῶν ἐπιδέσμων, αἵτινες ἂν ὦσιν, ἀμφοτέρων εἰσὶ κοιναί. ἐάν τε γὰρ ἀρχαὶ τῶν ἐπιδέσμων, ἐάν τε πέρατα κεφαλῆς νοηθῶσιν εἰρῆσθαι νῦν, ἐάν τε ἀμφότερα, καὶ πρὸς τούτοις ἔτι κατὰ τὸ πλάτος αὐτῶν πέρατα, ταῦτα πάντα κοινὰ ταῖς ἑλίξεσι τῶν ἐπιδέσμων ἀμφοτέραις ἐστὶν, ἅς τε αὐτοὶ ἀμφοτέρας καταμίγας ἴσχουσιν, ἅς τε τῷ ἐπιβάλλεσθαι τῷ σώματι λαμβάνουσιν, ὥστε τοῦτο μὲν, εἰ καὶ διαπεφώνηται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον, οὐ χαλεπὸν εἰπεῖν. καὶ γὰρ ἐπὶ τῶν ἐληλιγμένων ἀληθῶς λόγος ἐστὶ καὶ τῶν περιβεβλημένων τῷ σώματι· καὶ μέντοι καὶ πάντα τῶν περάτων ἀκούομεν, οὐχ ὡς ἔνιοι μὲν ᾠήθησαν τῶν κατὰ μῆκος, ἔνιοι δὲ τῶν κατὰ πλάτος, ἀλλὰ τὸ περὶ μόνων μὲν ἐξηγησάμενοι τῶν ἐκτὸς ἐπιδέσμων εἰρῆσθαι, τὸ δὲ σφιγγόμενον τῆς ἑλίξεως ὑπαὐτοῦ δηλοῦσθαι νομίσαντες. ὅτι μὲν οὖν ἐσφίγχθαι χρὴ τὸν ἐπίδεσμον ἔξω πρὶν ἐπιβαλέσθαι τῷ σώματι πρόδηλον. εὐληπτότερον γὰρ οὕτως ἔσται, διότι καὶ λεπτότερος λεπτοτέρας τε τὰς περιβολὰς ἔχων διὰ τὸ τεταμένον ἐρηρίχθαι, σφιγχθῆναι γὰρ ἄλλως οὐ δύναται. τὸ δὲ τὰς κεφαλὰς αὐτοῦ μόνας δεῖν ἐσφίγχθαι περιφανῶς ψευδὲς, οὐ γὰρ ἐκείνας μόνον, ἀλλὅλον ἐσφίγχθαι τὸν ἐπίδεσμον. ὡς οὖν ἐν ἀπόροις γέ μοι δοκεῖ ἤδη φράσω· κεφαλὰς μὲν ἀκουστέον ἅπαντα τὰ πέρατα τοῦ ἐπιδέσμου τά τε κατὰ μῆκος ὄντα αὐτῷ καὶ τὰ κατὰ πλάτος. εἰρῆσθαι δοὐ κυρίως αὐτὰ νομιστέον σκληρὰ καὶ διὰ τοῦτο ἀσάφειαν ἐσχηκέναι τὸν λόγον· ἔμπροσθεν γὰρ εἰπὼν ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, πῶς ἂν νῦν αὖθις ἔλεγεν αὐτὰ σκληρά; κεχρῆσθαι δὲ νομίζω τῇ τοῦ σκληρᾷ προσηγορίᾳ πρεπόντως τῷ δηλουμένῳ πράγματι. πολλάκις γὰρ ἐπὶ τοῖς πέρασι τῶν ὀθονίων τέτταρσιν οὖσιν δύο μὲν κατὰ τὸ μῆκος, ἑτέροις δὲ δύο κατὰ τὸ πλάτος, ἤτοι μόνος στήμων εὑρίσκεται, μὴ ξυνακολουθούσης αὐτῷ πρὸς τὸ πέρας τῆς κρόκης κρόκη μόνη χωρὶς τοῦ στήμονος. ἔτι δὲ ἤτοι χαλαρὸν ἔγκειται τῷ πέρατι τῶν εἰρημένων τὸ ἕτερον, κατὰ μὲν τὶ μέρος ἔγκειται, κατἄλλο δὑπερεκπίπτει. τῶν οὖν τοιούτων ὀθονίων αἱ κεφαλαὶ τῆς ἑλίξεως μαλακώτεραι τῶν ἑτέρων εἰσὶ κεφαλῶν, ἐν αἷς ἐξισοῦται μέχρι τοῦ πέρατος στήμων τῇ κρόκῃ καὶ τῇ τούτων μαλακότητι, τοὐναντίον οἶμαι κατὰ τῶν προσηκόντων, ἐληλιγμέναι μὲν, ὡς ἔφη, σκληραί. βέλτιον δἦν εἰρηκέναι, μὴ μαλακαὶ, καθάπερ ἔμπροσθεν περὶ τοῦ ἅμματος ἔφη, μὴ μέγα. τὰ γὰρ ἐν τῷ μέσῳ τῶν ἀμετριῶν, ὡς ἔφην, εἰώθασι δηλοῦν ἀποφάσκοντες ὁποτερανοῦν ἀμετρίαν. τὸ μὲν οὖν εἶδος· σκληρῶν τῶν κεφαλῶν εἰρημένων οὕτως ἄν τις ἀκούσειεν πιθανώτατον τῷ γε μηδὲν ἔχων ἄλλο, μηδὲ μετρίως πιθανὸν εἰπεῖν καὶ τῷ τὴν εἰρημένην ἁμαρτίαν ἐν τοῖς ὀθονίοις ἐν ἄλλῳ λόγῳ μηδενὶ δεδηλῶσθαι πρὸς αὐτοῦ. τὸ δὲ ὁμαλὲς δηλοῦσθαι μὲν τὸ κατὰ πᾶν ἀπαραλλάκτως ὅμοιον. γίγνεται δὲ τοῦτο μήτε σκληρᾶς πλατυτέρας ἐν αὐταῖς τινος οὔσης μήτε μαλακωτέρας στενωτέρας λεῖπόν τι καὶ διαβεβρωμένον ἐχούσης. ἔδοξε δὲ καὶ πάνυ καθάπερ ἐπὶ τῶν παρυφασμάτων. γίγνεται δὲ τὸ εὐκρινὲς ἐπὶ τῶν τεταμένων ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι· καὶ κατὰ τὶ μὲν οὐ πεπυσμένων πεπαγμένων, κατὰ τὶ δὲ ἐνδεδιπλωμένων ἐπειλιγμένων ἀκουσόμεθα.
§23 Σολοικὸς μὲν ἑρμηνεία πάντως ἐστὶν, ὅπως ἄν τις ἀκούσῃ τῆς λέξεως. τὸ γὰρ ἀποπεσόντων, ἐάν τε κατὰ τὴν τῶν Ἀττικῶν συνήθειαν εἰρῆσθαι νομίσωμεν, τῶν πτώσει γενικῇ τῆς μετοχῆς πληθυντικῆς χρωμένων ἀντὶ τοῦ προστακτικοῦ πληθυντικοῦ προσώπου τρίτου, ὁμοίως τῷ, Ἵπποι δἐς δόλιχον παριόντων, ἐάν τε κατὰ τὴν γενικὴν πτῶσιν, ἀπεὐθείας τῆς ἀποπεσόντες, σολοικιοῦμεν. γενήσεται γὰρ λέξις κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἀκουόντων ἡμῶν τοιάδε, τὰ μέλλοντα ἀποπίπτειν, κακίω ταχέως ἀποπεσέτωσαν· εἰ μὴ βούλοιο ἀποπεσέτω, πάντως ἐστὶν, ὡς ἐποὐδετέρῳ τῷ τὰ μέλλοντα. ἐν τῷ δὲ τοῦ πλήθους ἀριθμῷ ληπτὸν ἑλληνιστὶ τῷ ῥήματι ζεύγνυσιν ἐν τῷ ἑνικῷ καὶ πληθυντικῷ. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον λέξις ἔσται τοιάδε· τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντων αὐτῶν. ἄμεινον δοὖν ἦν γεγράφθαι τὴν ῥῆσιν οὕτω· τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα καὶ δῆλόν ἐστιν, ὥσπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ ταύτης τῆς λέξεως, ἔν τε τοῖς κατἀληθείας μὲν οἷς τὸ βιβλίον τοῦτο πρὶν ἐκδοθῆναι, καὶ διὰ τοῦτο τὰ μὲν αὐτοῦ τοῦ γράψαντος αὐτὸ παρὰ γράμματος ἑνὸς δυοῖν ἀφαίρεσιν πρόθεσιν ὑπάλλαξιν ἁμαρτόντος, οἷα πολλὰ συγγράφουσι· τὰ δὲ ὑπὸ τοῦ πρώτου βιβλιογράφου διὰ τὸ τινὰ μὲν ἀσαφέσι γράμμασι γεγραφότος αὐτοῦ τοῦ συνθέτου, οὐ χεῖρον τἀσαφῶς, ἀλλὰ στοχασάμενον ὀρθῶς οὐδαμῶς ἁμαρτάνειν, τινὰ δὲ τοῦ χάρτου κοπέντος κατά τινα ἄλλην περίστασιν ἀπολουμένου τοῦ γράμματος συγχυθέντος· ἴσως δέ τινων καὶ κατὰ τὸν ὀνομασθέντα μεταγραμματισμὸν ἁμαρτηθέντων ἔκ τινων μεταβαλλόντων ἐκ τῆς παλαιᾶς γραφῆς εἰς τὴν ὑστέραν γεγραμμένην πρὸς τοῦ παλαιοῦ, πλῆθος  ἁμαρτημάτων ἐκ τούτων ἁπάντων ἐν πολλοῖς τῶν ἀντιγράφων ἠθροίσθη. περὶ μὲν δὴ τούτων καὶ ἅπαξ ἀκούσαντα μεμνῆσθαι προσήκει, μακρὸν γὰρ ἂν εἴη καθἕκαστον τῶν ἁμαρτημάτων λέγειν τὰ αὐτά. συγχωρήσαντες δὲ τὴν ἀναμάρτητον λέξιν εἶναι τοιάνδε, τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα ζητήσομεν ἐπὶ τίνων εἴρηται, πότερον ἐπὶ μελῶν τινων τοῦ σώματος ἀποπίπτειν μελλόντων τῶν ἐπιδέσμων τῶν ἐπιτιθεμένων τοῖς πεπονθόσι μέρεσιν ἕνεκα τῆς ἰάσεως, ἅπερ ἐστὶ καταπλάσματα καὶ φάρμακα, μοτοὶ καὶ βρόχοι. παρὰ γὰρ τὰ τρία γένη ταῦτα τοιοῦτον οὐδὲν φαίνεται δυνάμενον ἀποπίπτειν τῶν πασχόντων σωμάτων· καὶ μέντοι καὶ λέλεκται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον ἕκαστον αὐτῶν, οὐ μόνον τὰ τρία. καίτοι γε εἴπερ ἕκαστον ἔδοξεν εἶναί τινι πιθανὸν, ἐνεδέχετο καὶ πάντα δόξαι· ἐμοὶ δὲ μοτοὶ μὲν μόνοι πολλάκις ἐντεθέντες, ὡς ἐπὶ τῶν αἱμοῤῥαγιῶν καὶ φαρμάκοις τισὶ περαθέντες ἔξωθεν αὐτοῖς ἀντὶ κρίματος ἐπιβληθέντες οὐκ ἀλόγως ἀκούεσθαι δοκοῦσιν ἐν τῇ προκειμένῃ ῥήσει. προσήκει γὰρ αὐτοὺς ἀποπεσεῖν μὲν πάντως, οὐ μὴν ἀποπεσεῖν ταχέως, ὥσπερ οὐδὲ τοὺς βρόχους, ἀλλὅταν ἀκριβῶς ἐκπυήσαντος τοῦ μορίου σὰρξ ἐπιτραφῇ τε καὶ περιτραφῇ τοῖς αἱμοῤῥαγοῦσιν ἀγγείοις. ὡσαύτως δὲ καὶ τὰς ἀπὸ τῶν καυτηρίων φαρμάκων καυστικῶν γενομένας ἐσχάρας, οὐ χρὴ ταχέως ἀποπίπτειν, ἀλλὰ μετὰ πολλὰ φάρμακα τὰ μὲν ὑγρὰ σηπεδονώδεσιν ἐκχεόμενα, τὰ δὲ ἐπιπαττόμενα ξηρὰ, τὰ δὲ κατὰ σπληνικῶν ὑδερικῶν ἐπιτιθέμενα μεγάλως ὀνίνησιν, ὅταν μὴ ταχέως ἀποπέσῃ· καὶ κατὰ ἄλλων δὲ μορίων καὶ διαθέσεων ἐπιτιθέμενα φάρμακα τῶν ἐχεκόλλων ὀνομαζομένων ὀνίνησι μεγάλως χρονίζοντα· καὶ γὰρ ἐπὶ καταγμάτων καὶ μασχαλῶν ὀλισθημάτων συνεχῶς γιγνομένων, ἔτι δὲ ποδαγρικῶν, ἰσχιαδικῶν τε καὶ νεφριτικῶν καὶ πάντων ἀρθριτικῶν, κεφαλαίας τε καὶ ἄλλων οὐκ ὀλίγων ἐπειράθημεν ὠφελούντων φαρμάκων, εἰ μὴ ταχέως ἀποπέσοι. τούτων δὲ αὐτῶν ὅσα μὲν ἐχέκολλα καλεῖται, διὰ τὸ δυσαπολύτως κεκολλῆσθαι καὶ τοῦ χρώματος ἔχεσθαι, οὐδεμιᾶς ἐπιδέσεως χρῄζει. τινὰ δὲ εἰ μὴ κρατοῖτο πρὸς τῶν ἐπιδέσμων ἀποπίπτει, περὶ ὧν νῦν λόγος ἐστὶν αὐτῷ. φησὶν οὖν· τὰ δὲ ὡς μήτε πιέζειν μήτε ἀποπίπτειν, ὡς εἰ καὶ οὕτως ἂν εἶπεν· ὅσα δὲ μὴ συμφέρει φάρμακα ταχέως ἀποπεσεῖν, ταῦτα ἐπιδεῖν οὕτως, ὡς πιέζεσθαι μὲν ὑπὸ τῆς ἐπιδέσεως τὸ πεπονθὸς μόριον, ἀσφαλῶς δὲ κρατεῖσθαι τὸ μὴ ἀποπίπτειν ἴσον δύναται. τὸ μὲν οὖν τῶν ἔξωθεν ἐπιτιθεμένων αὐτάρκως λόγος ἐξίσταται. περὶ δὲ τῶν μερῶν τοῦ σώματος ἐφεξῆς ἴδωμεν, εἰ κἀν τούτοις ἀληθές ἐστιν ὅσα μέλλει πάντως ἀποπεσεῖσθαι, ταῦτα χρὴ μήτε ταχέως ἀποπεσεῖν. ἔνιοι γὰρ οἴονται ψευδῆ τὸν λόγον τοῦτον ὑπὸ τῶν σεσηπότων ἐξαπατώμενοι μορίων, διὰ ταχέων ἐκκοπῆναι προσήκει. τοῦτο μὲν ἀληθές ἐστιν αὐτὸ καθἑαυτὸ λεγόμενον, οὐ μὴν ἐκείνῳ γε μάχεται. διαφέρει γὰρ πάμπολυ τοῦ μέλλειν τῷ δεῖσθαι τῶν ἐκκοψάντων αὐτό. πολλάκις γὰρ ἀποσχίδες ὀστῶν καὶ λεπίδες ἀποπίπτουσιν ἐν τῷ χρόνῳ καὶ βέλτιον αὐταῖς ἐστιν ὑπὸ τῆς φύσεως ὠθουμένοις κατὰ βραχὺ τὴν ἔκπτωσιν ἔχειν ἐν χρόνῳ, οὐ διὰ φαρμάκων ἐρεθισθεῖσιν διὀργάνων ἐκλυθεῖσιν. ὅσα γὰρ ὑπὸ βίας ἀθρόως ὑποσπᾶται, συριγγώδεις ἐργάζεται κοιλότητας, ὅσα δὲ ὑποφυούσης ἤτοι πωροειδοῦς τινος σαρκὸς ἐκπεσόντων, τῆς ἐκπτώσεως δεομένων εὐθέως φαίνεται πλήρη καὶ διὰ ταχέων ἐπουλοῦνται προσαχθέντος αὐτοῖς, μετρίως ξηραίνοντος καὶ στύφοντος φαρμάκου. καὶ νευρώδη δέ τινα καὶ ὑμενώδη σώματα πολλάκις ἐκπίπτει, διαπυΐσκοντα μὲν ἀκινδύνως ἐν χρόνῳ πλείονι κατὰ βραχὺ, βιασθέντα δὲ ὑπὸ φαρμάκων βιαίων, ἤγουν δριμέων διὀργάνου τινὸς διὰ τῶν ἡμετέρων δακτύλων ἀποσπασθέντα συμπαθείας ἐπάγεται τῶν ὑπολειπομένων μορίων καὶ φλεγμῆναι καὶ πυρέξαι καὶ παραφρονῆσαι καὶ σπασθῆναι. ἐπὶ τὸ λοιπὸν μὲν οὖν ἤδη καὶ τρίτον ἀφικόμεθα γένος τῶν λεγομένων ἀποπίπτειν, ὅπερ ἐστὶν ὡς ᾠήθησάν τινες, οἱ ἐπίδεσμοι. τούτους οὖν φασιν, ὅταν ὦσι χαλαροὶ καὶ μέλλωσι πάντως ἀποπίπτειν, ἄμεινον ἐν πλείονι χρόνῳ τὴν ἀπόπτωσιν ἔχειν, ἀλλἔστι τοῦτο ψευδές. ἄμεινον οὐ κατὰ χρόνον ἀποπεσεῖν κακῶς περιβεβλημένα τοῖς πεπονθόσι μορίοις, ἀλλὅτι τάχιστα· μᾶλλον δὲ οὐδὲ ἀναμένειν ἀποπεσεῖν αὐτὰ προσῆκεν, ἀλλαὐτὸν ἐν τάχει λύσαντα τὴν ἐπίδεσιν αὖθις ἐπιδῆσαι συμμέτρως, ὅθεν ἔνιοι τῶν οὕτως ἐξηγησαμένων ὁμολογοῦσι μὲν ἄμεινον ταχέως ἀποπεσεῖν τοὺς χαλαροὺς ἐπιδέσμους. ἐλλιπὲς δὲ καὶ οὕτως ἐστὶ τὸ λεγόμενον, εἰ μὴ πρὸς αὐτῷ καὶ ἄλλο τι συνυπακούσειεν, ὥστε γενέσθαι τὴν ὅλην ῥῆσιν τοιάνδε. τὰ μέλλοντα ἀποπίπτειν, κακίω τῶν ταχέως ἀποπεσόντων, τὰ χρόνῳ πλέονι συγκείμενα. συγχωρηθέντος δὲ καὶ τούτου τοῦ ἀποπίπτειν οὐ πιθανὸν ἐπὶ τῶν ἄλλων ἐπιδέσμων εἰρῆσθαι. τίς γὰρ ἀναμένει χρόνον τοσοῦτον ἐν μέλλουσιν ἀποπίπτειν αὐτομάτοις, δυνάμενος ἐν τάχει λῦσαι καὶ ἐπιδῆσαι καλῶς; ἕτεροι δὲ ἐπὶ τοὐναντίον ἐκτραπέντες ἀληθῆ μὲν εἶπον λόγον, ἐξηγήσαντο δὲ βιαίως τὴν λέξιν. πῶς γὰρ οὐδὲ βίαιόν ἐστιν οὕτως ἀκοῦσαι, τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω μέν ἐστι τῶν μὴ ἀποπιπτόντων. ἄμεινον δαὐτοῖς ταχέως ἀποπεσεῖν, ἵνα περιγράψαντες ἐν μιᾷ διανοίᾳ τὸ πρότερον μέρος τῆς ῥήσεως ἄχρι τοῦ τὰ μέλλοντα ἀποπίπτειν κακίω,  πάλιν δἀφἑτέρας ἀρχῆς ἀναγνῶμεν τὸ διὰ ταχέως ἀποπεσόντων, ὅπερ ἐστὶ ταχέως ἀποπεσέτω. βιαίως δὲ, ὡς ἔφην, ἐξήγησις αὕτη κατὰ τὸ καλούμενον σύναρθρον εἶδος τῆς ἑρμηνείας, μεμνημένοι μετὰ τοῦ καὶ ψεῦδος εἶναι τὸ λεγόμενον ἐν τῷ καθόλου, τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω. πολλὰ γὰρ ἐπἀγαθῷ ἀπόπτωσιν ἔχει. βέλτιον οὖν ἐστιν, ὡς ἔφην, ἀκούειν ἐπί τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ τῶν πάντων ἀποπεσουμένων μορίων εἰρῆσθαι τὸν λόγον, ἀποχωρίσαντα ἐπιδέσμου καὶ τῆς ὑστάτης ἄρτι λελεγμένης ἐξηγήσεως.
§24 Προσυπακοῦσαι δεῖ τὰ δέ ἐστιν, εἶτα ἑξῆς ἀναγινώσκειν, ὑπόδεσις μὲν αἰτίη ἀφεστεῶτα προστεῖλαι, καὶ τὰ ἄλλα τὰ τούτων ἐφεξῆς. κέχρηται δὲ τῷ ἔχεται ῥήματι σημαίνων διαὐτοῦ τὸ οἷον ἐφίεται καὶ ἀντιποιεῖται καὶ στοχάζεται. ἅπερ αὖ ἅπαντα δυνάμει ταὐτὸν δηλοῖ τῷ τίνες αἱ δυνάμεις εἰσὶ τῆς ἐπιδέσεως καὶ τίνα τὰ ἔργα. λέγω δὲ ἔργα νῦν οὐ τὰς ἐνεργείας, ἀλλὰ τὰ ἀποτελέσματα. καθάπερ οἰκοδόμου μὲν ἔργον , οἰκία, τέκτονος δὲ σκιμπόδιον, ὑφάντου δὲ ἱμάτιον. ἐπὶ δὲ τῆς ἐπιδέσεως καὶ μάλιστα τῆς καταγματικῆς οἱ μὲν πρὸ τῶν σπληνῶν ἐπίδεσμοι παραλαμβανόμενοι δύο, ἕτεροι δὲ μετὰ τοὺς σπλῆνας. ἴδιον οὖν ὄνομα κατὰ τῶν πρώτων δυοῖν Ἱπποκράτης ἔθετο τὰς ὑποδεσμίδας, αὐτήν τε τὴν ὑπαὐτῶν γιγνομένην ἐπίδεσιν ὑπόδεσιν ἐκάλεσεν. ἐφεξῆς ἀκούσωμεν αὐτοῦ λέγοντος ὅσα δύναται ποιεῖν τε ἰδίως ὑπόδεσις ὀνομαζομένη καὶ κοινῶς ἐπίδεσις. ἔδει μὲν δὴ κατὰ τὴν προτέραν ῥῆσιν εἰρῆσθαι, τίνων ἕνεκεν ἐπίδεσις ὑπὸ τῶν ἰατρῶν γίγνεται, καθάπερ ἐν ἀρχῇ διαιρεῖται, τὰ μὲν αὐτῆς ἰᾶσθαι λέγων, τὰ δὲ τοῖς ἰωμένοις ὑπηρετεῖν. καὶ ταῦτα πῶς γιγνομένη τῶν εἰρημένων ἕκαστον ἰάσεται· πρὸς γὰρ τὸν σκοπὸν τῆς ἰάσεως ἀποβλέποντες ἐξευρήσομεν τὴν προσήκουσαν ἐπίδεσιν, αὐτὸν δὲ τὸν σκοπὸν ἐνδείξεται τὸ θεραπευόμενον πάθος· οὐ μὴν Ἱπποκράτης οὕτως ἔγραψεν, ἀλλὰ περὶ τῆς ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι διελθὼν ἄχρι νῦν, ἐπί τε τὰ ἔργα καὶ τὴν δύναμιν αὐτῆς ἧκεν.
§25 Ἀφεστεῶτα πάντα καλεῖ νῦν ὅσα κατὰ φύσιν μὲν ἔχοντος σώματος ἥνωτό τισι μορίοις ἑτέροις ἐπέψαυσεν αὐτῶν. ἐν δὲ τῷ παρὰ φύσιν ἔχειν οὐκέτι φυλάττει τὴν ἕνωσιν καὶ τὴν ψαῦσιν· ἕνωσις μὲν γὰρ ἅπασι καὶ κατάγμασιν, ἕλκεσί τε καὶ ῥήγμασι καὶ θλάσμασι διαφέρει. ψαῦσις δὲ ἐν ἀποστήμασι καὶ κόλποις, ἐμφυσήμασί τε καὶ οἰδήμασιν. ἐκπεπταμένα δὲ καλεῖ τὰ πλείστην διάθεσιν ἀπἀλλήλων ἔχοντα, γίνεται δὲ αὐτὸ κατὰ διττὸν τρόπον, ἤτοι διὅλων αὐτῶν κατὰ χείλη μόνα. οἵ γε μὴν σκοποὶ τῆς ἰάσεως τῶν μὲν ἀφεστώτων προστεῖλαι, τῶν δὲ ἐκπεπταμένων συστεῖλαι, τῶν δὲ διεστραμμένων διορθῶσαι, κοινὸν ἁπάντων ἐστὶ τῶν εἰρημένων ἐπανορθοῦσθαι καὶ διορθοῦσθαι τῶν Ἑλλήνων λεγόντων, ὅσα περ ἂν ἐκβεβλημένα καθὁντιναοῦν τρόπον εἰς ἔμμετρον ἐπανάγομεν κατάστασιν. οἱ μὲν δὴ σκοποὶ τῆς ἐπιδέσεως οἵδε εἰσίν· δύναμις δὲ αὐτῶν οὐ τούτων μόνων ἐστὶ ποιητικὴ τῶν σκοπῶν, ἀλλὰ καὶ τῶν ἐναντίων ἐνίοτε, κατορθουμένης μὲν τούτων, ἁμαρτανούσης δὲ τῶν ἐναντίων. εἰκότως οὖν ἐπὶ τελευτῇ τῆς ῥήσεως εἶπεν τἀναντία. προὔκειτο γὰρ αὐτῷ τί δύναται ποεῖν ὑπόδεσις εἰπεῖν, οὐ περὶ μόνης τῆς ἀγαθῆς διελθεῖν. ἐν ἀρχῇ γέ τοι τῆς ῥήσεως, ἐφὧν δὲ ἔχεται ἐπίδεσις ὑπόδεσις ἀμφότερα περὶ πάσης ἐπιδέσεως, οὐ περὶ τῆς ἀρίστης μόνον τὸν λόγον ποιούμενος. εἰ δὲ καὶ περὶ τῆς ἀγαθῆς μόνης ἐπιδέσεως ἐνταῦθά τις αὐτῷ βούλοιτο εἶναι τὸν λόγον, κατὰ τὴν τελευτὴν προσθήκη τόνδε τὸν νοῦν ἕξει. ὡς ἐν τῷ παρὰ φύσιν ἔχειν τὰ μέν ἐστιν ἀφεστῶτα, τὰ δὲ ἐκπεπταμένα, τὰ δὲ διεστραμμένα. κατὰ τὸν αὐτὸν τρόπον ἕτερα πάθη τούτοις ἐστὶν ἐναντία· τοῦ γὰρ ὑγιαίνοντος σώματος ἔχοντος συμμέτρως ἅπαν πάθος ἐν τῷ διαφθείρεσθαι τὴν συμμετρίαν γεννᾶται. εἴπερ οὖν ὅσα τὴν κατὰ φύσιν ἔχοντα κατασκευὴν ἥνωτό τισιν ἔψαυσεν, ὅταν ἤτοι τὴν ἕνωσιν τὴν ψαῦσιν ἀπολέσῃ, πεπονθέναι τε καὶ παρὰ φύσιν ἔχειν αὐτὰ φαμὲν ὡσαύτως. ὅσα δὲ μήθἥνωτο μήτἔψαυσεν, ἵνα ἂν ἑνωθῇ τε καὶ ψαύσῃ, νοσεῖν αὐτὸ ποιήσειεν. ἐναντία οὖν ταῦτα τῆς ἐπανορθώσεως· ἐπεναντίον δὲ ἥσεται τοῖς σκοποῖς, ἀλλὡς δόξῃ τινὰ μάχεσθαι τῷ λόγῳ τὰ τοῖς διεστραμμένοις ἀντικείμενα, καλούμενα δὲ εὐθέα. δεήσει τοιγαροῦν, ὅσον ἐπὶ τῷ προειρημένῳ λόγῳ, καὶ ταῦτα διαστρέφειν, ὅπερ οὐκέτι τῆς ἀγαθῆς ἐπιδέσεως ἔργον, ἀλλὰ τῆς ἡμαρτημένης ὑπάρχει. ἀναμνησθεὶς οὖν τις ὧν εἶπεν Ἱπποκράτης ἐπὶ μηροῦ καὶ βραχίονος γνώσεται τὴν ἐν αὐτοῖς εὐθύτητα παρὰ φύσιν οὖσαν, ἧς τὸ ἔξω καὶ πρόσω κεκύρτωται φύσει· καί τις ἐπιλαθόμενος τὸν καταγέντα καυληδὸν μηρὸν βραχίονα διέπλασε μὲν πρῶτον εὐθὺν, ὕστερον δὲ καὶ  περιῤῥούμενον ἐν τούτῳ τῷ σχήματι περιεῖλον· ἀλλ τε προσεσχηκὼς τὸν νοῦν τῷ φυσικῷ σχήματι τῶν ὀστῶν καὶ φυλάττειν αὐτὸ μεμνημένος, ἐὰν μηδέπω πεπωρωμένῳ καὶ ἐντυχὼν, ὕδατα μετὰ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας ἰσχυρῶς, πρῶτον μὲν κατέαξεν, ὡς ἐξ ἀρχῆς ἦν κατεαγὸς, ἐφεξῆς δὲ ἐν τῷ κατὰ φύσιν σχήματι διέπλασε καὶ μετὰ ταῦτα ἐπέτρεψε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ τῷ σχήματι. ὥστε ἀληθές ἐστι τὸ μὴ μόνον ἄκοντας τοὺς ἰατροὺς διὰ τῶν μοχθηρῶν ἐπιδέσεων τἀναντία τῶν εἰρημένων ἀγαθῶν ἐργάζεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ καὶ τοὺς ἀρίστους, ἐξεπίτηδες ὅσα μὲν παρὰ φύσιν ἐνδεδίπλωται πρὸς τοὐναντίον ἀπάγοντας ἐκτρέπειν, ὅσα δὲ συμπέφυκε, διαλύειν τούτων τὴν σύμφυσιν. εἴδομεν οὖν ἐνίων τὴν ἐφέλκωσιν καὶ δακτύλους συμφύντας καὶ χείλη καὶ βλέφαρα. σκοποὶ μὲν οὗτοι τῆς τῶν εἰρημένων παθῶν ἰάσεως· ἑκάστου δαὐτῶν τὴν οἰκείαν ἐπίδεσιν ἑξῆς διδάσκει, πρότερον εἰπὼν περὶ τῶν ὀθονίων ὁποῖα χρὴ παρεσκευάσθαι διὰ τῆς ἐχομένης λέξεως.
§26–29
§26 Εἴρηκεν οὖν πρόσθεν ἤδη περὶ τῶν ὀθονίων ἐλλιπέστερον, καὶ δῆλον ὡς οὐδὲν ἠκρίβωται τότε πρὸς ἔκδοσιν, ἀλλοὔτὑπὸ υἱέων, ὅτι μετὰ τὸν Ἱπποκράτους θάνατον ἐδοξάσθη οὐδεὶς, οὐδὲ κἀν βραχυλόγῳ κατὰ σύγγραμμά τι περὶ τῶν αὐτῶν εἰπεῖν· ἀλλἤτοι τὰ νῦν εἰρημένα περιεῖλεν ἂν τὰ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ οὕτως ἔγραψεν, ἐπιδέσματα καθαρὰ, κοῦφα, λεπτὰ, μαλθακά. ἔθηκε δὲ νῦν τότε πλατέα δεῖν ὑπάρχειν αὐτὰ καὶ μὴ ἔχοντα συῤῥαφὰς μηδὲ ἐξεστίας, ὑγιέα τε μὴ μόνον ἄχρι τοῦ ῥαγῆναι ταθέντα βιαιότερον, ἀλλὰ καὶ περαιτέρω, τουτέστιν εὔτονα ἔχειν καὶ ἰσχυρὰ χάριν τῆς ἀσφαλεστέρας κρατήσεως. ἀλλὰ καὶ τὸ μήτε συῤῥαφὰς ἔχειν ἀνωμάλως προσπίπτοντα μήτε τὰς καλουμένας ἐξεστίας, αἵτινες ἐν τοῖς ὑφαινομένοις συμβαίνουσιν, ἐνίοτε μὲν ἐξεπίτηδες, ἐνίοτε δὲ ἀκουσίως γίγνονται προμήκεις ἐξοχαὶ, ποτὲ μὲν αὐτῆς τῆς κρόκης, ἔστι δὲ ὅτε καὶ τῆς πορφύρας, ἀλλὰ καὶ κατὰ τὰς καλουμένας παρυφὰς ἑκοῦσαι, τοῦτο πράττουσι διὰ παντὸς αἱ γυναῖκες. ἅπαντα οὖν ταῦτα φυλάττειν κελεύει. τὸ δὲ πλατέα δεῖν εἶναι τὰ ὀθόνια τῶν ἀμελῶς ἑρμηνευομένων ἐστίν εἰ μὲν γὰρ ὡς πρὸς τὰ στενὰ προβάλλοιτο, μνήσεταί τις αὐτὰ πρὸς τὰ περαιτέρω τοῦ προσήκοντος πεπλατυμένα παραβαλὼν ἐγκαλεῖν. εἰ δὲ πρὸς τὰ σύμμετρα, μοχθηρὸν ἅπαν ἐστὶ τὸ τοῦ συμμέτρου παραλλάττον ἐφἑκάτερα, κατά τε πρόσθεσιν καὶ ἀφαίρεσιν. περὶ δὲ τῶν λεπτῶν καὶ κούφων καὶ μαλθακῶν καὶ καθαρῶν τῆς χρείας ἔμπροσθεν εἴρηται. τὸ δὲ μὴ ξηρὰ, ἀλλεὔχυμα χυμῷ ἕκαστα σύντροφα, λέλεκται μέντοι καὶ αὐτὸ περὶ τῶν ὀθονίων. λογισμὸς δὲ τῆς συμβουλῆς οὐκ ἄδηλος. ἀξιοῖ δὲ αὐτὰ μηδέποτε παραλαμβάνεσθαι σκληρὰ κατὰ μηδεμίαν ἐπίδεσιν, ἀλλεὔχυμα, δεδευμένα χυμῷ ἂν ἕκαστα τῶν θεραπευομένων παθῶν σύντροφα, τουτέστιν οἰκεῖα· καὶ γὰρ κηρωτῇ ὑγρᾷ τῇ ἁπλῇ καὶ τῇ πισσηρᾷ καὶ οἴνῳ μέλανι αὐστηρῷ, κατά τε τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων αὐτὸς ἐκέλευσε διαβρέχειν. ξηρὰ δὲ πρὸς τὸ τὴν ἀπὸ τῆς ὑποβροχῆς ὠφέλειαν οὐκ ἔχειν, ἔτι καὶ πυροῦντες τὰ μόρια, καθ ἐπιβέβληνται τὴν θερμασίαν ἐν αὐτοῖς αὐξάνουσι. διὰ τοῦτο καὶ τὴν ἐκ τῶν πλησιαζόντων χωρίων ὑγρότητα πρὸς τὸ πεπονθὸς ἐπισπῶνται. τοῦτο δὲ ὅτι μέγιστον κακόν ἐστιν εἰς τὴν τῶν ὄγκων γένεσιν, εὔδηλον παντί.
§27 Ἐάν τε ὀστοῦ κατεαγότος τὰ μόρια διέστηκε παρὰ φύσιν ἀπἀλλήλων, ἐάν τε συμφύσεως ἀποῤῥαγείσης τραύματος μεγάλου γινομένου συνάγειν αὐτὰ δέῃ μέχρι τοῦ ψαῦσαι μὲν, οὐ μὴν καὶ θλίβειν ἄλληλα· καὶ γὰρ ὀδυνήσεται καὶ φλεγμανεῖ τὰ οὕτως ἐπιτεθέντα μόρια. μάλιστα δὲ ἐπὶ τῶν καλουμένων κοιλιῶν λόγος αὐτῷ γίγνεται νῦν ὡς ἐπὶ παραδείγματος. ἐδήλωσε γὰρ τοῦτο σαφῶς αὐτὸς ἐν τοῖς ἐφεξῆς γεγραμμένοις· μέχρι μὲν οὖν τούτου, ὥστε τὰ μετέωρα τῆς ἕδρας ψαύειν μὲν, πιέζειν δὲ μὴ, κοινὸς λόγος αὐτῶν καὶ πρὸς τἄλλα πάντα ἐστὶν, ὅσα τῆς φυσικῆς ψαύσεως συμφύσεως ἐλύθη. τὰ δὲ ἐφεξῆς τοῦδε κατὰ φύσιν ἦρχθαι ἐκ τοῦ ὑγιέος, τελευτᾷν πρὸς τὸ ἕλκος, ἐπὶ τῶν ὄγκων εἴρηται προδηλότατα· τούτοις γὰρ χρὴ τοὺς μὲν ἰχῶρας ἐκκενοῦσθαι, μηδένα δὲ ἐπιῤῥεῖν τῷ μορίῳ χυμὸν ἐν τῷ τῆς κολλήσεως χρόνῳ. γενήσεται δὲ τοῦτο πιεσάντων μὲν ἡμῶν τὸν πυθμένα τοῦ κόλπου μέχρι τοῦ θλίβειν, ἐκλυόντων δὲ κατὰ βραχὺ τὴν ἐπίδεσιν ἄχρι τοῦ στόματος αὐτοῦ, τοῦτο δὲ ἀνεῳγμένον φυλαττόντων ἐν τῷ σχήματι  καταῤῥόπῳ. κόλπους μὲν οὖν ὅταν καθαροὺς ποιήσωμεν καὶ θελήσαντες κολλῆσαι, τὸν εἰρημένον τρόπον ἐπιδήσομεν. ἀπόσπασμα δὲ ἀκρωμίου βιαίως θλίβοντές τε καὶ καταναγκάζοντες τὸ ὑψούμενον αὐτοῦ μέρος, οὐδὲν γὰρ ἐκ τῆς τοιαύτης θλίψεως ἄτοπον ἔσται· καθάπερ οὐδὲ ἐπὶ κλειδὸς κατεαγυίας, ὅταν ἐπὶ πολὺ τὸ ἕτερον αὐτῆς μᾶλλον, ἧττόν τε μὴν ταύτης ἐπἀκρωμίου πιέσομεν. ἐπὶ δὲ τῶν ἄλλων καταγμάτων ἥκιστα θλίψομεν εὐλαβούμενοι φλεγμονάς. ἐγὼ μὲν οὖν ἐπὶ πάντων τῶν ἐφεστώτων πεποίημαι τὸν λόγον. δἹπποκράτης ἐπὶ μόνων τῶν κόλπων, ὡς ἐπὶ παραδείγματος ἐφὧν τῶν ἐπιδέσεων τὴν συμμετρίαν ἐδήλωσε σαφῶς εἰπὼν τὰ μετέωρα, τουτέστι τὰ ἀφεστῶτα ψαύειν μὲν τῆς ἕδρας, μὴ πιέζειν δὲ, καλέσας ἕδρην δηλονότι τὸ ὑποβεβλημένον τῷ ἀφεστεῶτι σώματι. καθόλου δὲ στηριχθῆναί τε καὶ ἑδρασθῆναι τὸ προσαγόμενον αὐτῷ. πρὶν μὲν γὰρ τοῦ ψαῦσαι τὴν ἀρχὴν οὐδἂν ἑνωθείη τὸ μέρος ἕτερον ἑτέρῳ, ψαυσάντων δὲ ἀθλίπτως ἕνωσις γίνεται. πρόδηλον δὲ ὅτι τοὺς δεομένους κολλήσεως κόλπους, οὐχ ἁπλῶς ἄν τις ἐπιδεῖν οὕτως συμβουλεύει. χρὴ γὰρ ἀφλεγμάντους πρότερον αὐτοὺς ποιῆσαι καὶ μετὰ ταῦτα καθαροὺς ξηρούς. εἰ δὲ καὶ σάρκες ἐκτετηκυῖαι τύχοιεν, ἀνατρέψαι πρότερον ἐκείνας. οὕτως οὖν οὐδὲ τὰ ῥήγματα καὶ θλάσματα τοῦ γένους τῶν ἑλκῶν τε ἅμα καὶ κόλπων ὄντα διὰ τῆς εἰρημένης ἐπιδέσεως εὐθὺς ἅμα τῷ γενέσθαι θεραπευόμενα, ἀλλὅταν ἀφλέγμαντα καὶ ξηρὰ γένηται πρότερον, ἀμφοτέρων αὐτῶν ἔχειν ἔφην συνεχείας λύσις ἐν σαρκώδει μορίῳ γιγνομένη μετὰ τοῦ προσχεῖσθαί τι τοῦ αἵματος εἰς τὴν μεταξὺ χώραν, ὅπερ ἐστὶ κοινὸν ἀποστήματός τε καὶ κόλπου. ἄχρι μὲν οὖν ἀναστόμωτον πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τὸ οὕτω διακείμενον μόριον, ἀφεστάναι μὲν γὰρ αὐτὸ λέγεται, τὸ δὲ καταὐτὸ πάθος ἀπόστημα καλεῖται. στομωθέντος δὲ αὐτοῦ κατά τι μέρος, ὡς ἐκκριθῆναι τὸ περιεχόμενον ὑγρὸν, οὐκέτι ἀπόστημα τὸ πάθος, ἀλλἤδη κόλπος ὀνομάζεται. τὰ τοιαῦτα οὖν ἅπαντα πάθη δεῖται μὲν ἀεὶ τῆς ἐπιδέσεως, οὐ μὴν ὁμοίας γε ἀεὶ, τῆς μὲν γὰρ φλεγμονῆς ἐν αὐτοῖς ὑπαρχούσης οὐδὲ ἐπιδέσεώς ἐστι χρεία κατὰ πρῶτον λόγον, ὥσπερ οὐδὲ τῶν ἐμπυημάτων. κόλπου δὲ ἤδη γε γεγενημένου μὲν αὐτοῦ καὶ σεσαρκωμένου μετριωτάτης ἐπιδέσεώς ἐστι χρεία, οὐ ψαυούσης τῆς ἕδρας τὰ ἀφεστῶτα. χρὴ γὰρ ἐνίεσθαι διὰ τοῦ στομίου φάρμακα καθαίροντα καὶ ἀναστομοῦντα. κολλήσεως δὲ χρῄζοντος νῦν εἴρηκεν Ἱπποκράτης, ἐπίδεσις οἰκεία. ταῦτα ἀναγκαίως ἔγραψα, μή τις παρακούσας οἰηθῇ πάντας κόλπους οὕτως ἐπιδεῖν ἀξιοῦν τὸν Ἱπποκράτην. δέδεικται γὰρ ὡς οὐ πάντας, ἀλλὅσοι μηδὲν ἔχουσιν ἅμα αὐτοῖς πάθημα μήτοὖν φλεγμονὴν μήτε σαρκὸς ἔκσηψιν μήτε ῥύπον μήτε χυμὸν ἐν αὐτοῖς συνεστῶτα μονοειδῆ αὐτοὶ καθἑαυτοὺς ἐπιδείξεται μόνην τὴν ἑαυτῶν θεραπείαν. εἴρηται δέ μοι περὶ τῶν τοιούτων διορισμῶν ἱκανῶς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν.
§28 Οὐ τὰ πεπονθότα μόρια τοῦ σώματος ὀρθὰ καὶ λοξὰ λέγει νῦν, ἀλλὰ τὰ ἀποστήματα, περὶ ὧν ποιεῖται τὴν διδασκαλίαν ἐπὶ παραδείγματος ἐξ αὐτῶν ἑνὸς τοῦ κόλπου. πάντως γὰρ οὗτος ἤτοι γε ὀρθός ἐστιν λοξὸς πρὸς τὸ μῆκος ἐν γέγονεν. ὀρθὸν μὲν οὖν ἄκουέ μου τὸν κατάντη, λοξὸν δὲ τὸν μὴ τοιοῦτον. ὠνόμασε δὲ ὀρθὸν κόλπον οὗ τὸ μὲν στόμιον ἐν τοῖς κάτω μέρεσίν ἐστιν, δὲ πυθμὴν ἐν τοῖς ἄνω, λοξὸν δὲ οὖ πρὸς τὸ πλάγιον ἐκκλίνεται. γίγνονται δὲ δηλονότι καὶ τούτοις ἐναντίως διακείμενοι κόλποι· κάτωθεν μὲν ἔχοντες πυθμένα, τὸ στόμιον δὲ ἄνωθεν. ἀλλἡμεῖς αὐτοὶ τούτους ἄρτι διαιροῦμεν κατὰ τὸν πυθμένα τῆς ἐκροῆς τῶν ἰχώρων ἕνεκεν. εἰ δὲ φθάνοι τὸ στόμιον οὐκ ἀκριβῶς ἐν τοῖς κάτω μέρεσι τοῦ σώματος, ἀλλἐν τοῖς πλαγίοις ὑπάρχον, ἐξευρίσκειν, ἐπιτήδειον δὲ σχῆμα τοῦ μορίου χρὴ καὶ τρόπον ἐπιδέσεως ἐκκρίνεσθαι τοὺς ἰχῶρας αὐτοῦ. τοσαύτη γὰρ ἐν τοῖς τοιούτοις ἐστὶν δύναμις τοῦ σχήματος, ὥσθἡμεῖς πολλάκις τὸ δοκοῦν ἄνωθεν εἶναι στόμιον, ἐποιήσαμεν κάτωθεν ὑπαλλάξαντες τὸ σχῆμα. μηρὸν οὖν ἐν αὐτῷ κόλπον ἔχοντα, τὸ στόμιον μὲν ἔχοντα πλησίον βουβῶνος, τὸν πυθμένα δὲ ἐγγὺς τοῦ γόνατος ἰασάμεθα μετὰ σχήματος οὕτως, ὡς ὑψηλότερον εἶναι τὸ γόνυ τοῦ βουβῶνος. ἐγένετο δὲ τοῦτο ῥᾳδίως τε καὶ ἀνωδύνως ὑπαυχενίου μαλακοῦ κατὰ τὴν ἰγνύαν ὑποτεθέντος. οὕτω δὲ καὶ κατὰ γαστροκνημίαν κόλπους ἰασάμεθα, τὸ στόμιον ἔχοντας τῆς ἰγνύας πλησίον, ὑψηλότερον ἄκρον τὸν πόδα τῆς ἰγνύας καταθέμενοι. καὶ πῆχυν δἀναβάντες ταινίᾳ κατὰ τὸν ὅμοιον τρόπον, ὡς ὑψηλοτέραν εἶναι καὶ ἄκραν τὴν χεῖρα ἀγκῶνος ἰασάμεθα πολλάκις ἔχοντα κόλπον. ἀγκῶνος δὲ πεπονθότος οὕτως, ὡς ἐπειλῆφθαι τὸν ἀμφ’  αὐτὸν κόλπον ἐκ μὲν τῶν ἄνω μερῶν τοῦ βραχίονος, ἐκ δὲ τῶν κάτω τοῦ πήχεος. ἐπιτηδειότατον σχῆμα τὸ νῦν εἰρημένον ἐστὶν, ἐν ταπεινότερον ἑκατέρου τῶν ὀστῶν ἀγκὼν γίγνεται. λέγω δὲ ἑκατέρου πήχεος καὶ βραχίονος· καὶ δύο γε ἐπιδέσμοις ἐνταῦθα χρώμεθα, τελευτῶσι μὲν ἀμφοτέροις ἐπὶ τὸ κατἀγκῶνα στόμιον, ἀρχομένοις δὲ ἀπὸ τῶν παθῶν, ἐὰν μὲν ἀκριβῶς ὀρθὸς κόλπος τὴν ἐπίδεσιν ἀπαρέγκλιτον ποιήσεις. καθάπερ εἰ καὶ κατεαγὸς ἐπιδεῖς τὸ κῶλον, ἀποδεῖς τε ὁμοίως ἔχον. ἐὰν δὲ ἐγκεκλιμένον ἐστὶ πρὸς τὸ πλάγιον, ἐπίδεσίς σου τὴν ἔγκλισιν τοῦ κόλπου μιμείσθω καὶ τὸ σχῆμα μιμείσθω τοιοῦτος, ὡς ἐκρεῖν τοὺς ἰχῶρας· ἐν δὲ ἂν μέλλῃς ἀποτίθεσθαι σχήματι τὸ πεπονθὸς μόριον, ἐν τούτῳ καὶ τὴν ἐπίδεσιν ποιοῦ, γιγνώσκων μεγίστην ἑπομένην βλάβην τοῖς μετεσχηματισμένοις. ἀναγκαῖον γὰρ ἐν αὐτοῖς ἔνια μὲν τῶν κεκυρτωμένων προσταλῆναι, ἔνια δὲ ὑψωθῆναι προσεσταλμένα. συμβήσεται οὖν ἐξ ἀνάγκης τὰ μὲν ὑψωθέντα θλίβεσθαι πρὸς τῶν ἐπιδέσμων, τὰ δὲ ταπεινωθέντα μὴ κρατεῖσθαι χαλασθέντων αὐτῶν. ἐπὶ μὲν οὖν τῶν θλιβομένων τὴν ἀπόσφιγξιν εἶπεν Ἱπποκράτης, ἐπὶ δὲ τῶν κεχαλασμένων τὴν ἀπόστασιν ἐν σχήματι τοιούτῳ τὴν οἰκείαν τῷ κόλπῳ κελεύων ἐπίδεσιν ποιεῖν ἡμᾶς, ἐν μήτε ἀπόστασις μήτε ἀπόσφιγξίς ἐστι, κατὰ τὴν ἀπόστασιν ἀναγκαζομένων πασχόντων μεταβάλλειν. ἐὰν γὰρ ἁπλῶς ἐν τῷ τῆς ἐπιδέσεως χρόνῳ μόνῳ φροντίσωμεν τῶν λοξῶν κόλπων, ἐπιδέσει λοξῇ καταβαλλέσθω ἐν σχήματι μὴ δυναμένῳ φυλαχθῆναι κατὰ τὴν ἀπόθεσιν κατὰ τὴν ἀνάληψιν ἐν τῇ καταλλαγῇ. τὰ μέν τινα τῶν ἐπιδεδεμένων μορίων ἀποσφιγχθήσεται, τὰ δὲ χαλαχθήσεται, ὀνομαστὶ δὲ αὐτὸς ἐδήλωσε τὰ τὴν θέσιν ἐν αὐτοῖς σχηματισμοῖς ὑπαλλάττοντα μόρια μύας εἰπὼν καὶ φλέβας καὶ νεῦρα καὶ ὀστᾶ. ταῦτα γάρ ἐστι τὰ τὸν ὄγκον τοῦ σώματος ἐργαζόμενα, φλέβας ἀκουόντων ἡμῶν κατὰ τὸ παλαιὸν ἔθος οὐ μόνον ταύτας τὰς νῦν ὀνομαζομένας, ἀλλὰ καὶ τὰς ἀρτηρίας. οὗτος μὲν οὖν νοῦς ὅλης τῆς ῥήσεώς ἐστιν. αἱ δὲ κατὰ μέρος ἐν αὐτῇ λέξεις οὐ πάνυ μὲν ἀσαφεῖς εἰσιν, ἄμεινον δὲ αὐτὰς ἴσως ἐξηγήσασθαι διὰ βραχέων. ἀνάληψιν μὲν ἐπὶ χειρὸς ὀνομάζει τὴν μετὰ τὴν ἐπίδεσιν ἀπόθεσιν αὐτῆς ἐν πλατείᾳ ταινίᾳ παραλαμβανούσῃ πάντα τὸν πῆχυν, θέσιν δὲ τὴν ἐπὶ τοῦ σκέλους. εὔδηλον δὲ ὅτι καὶ ἀνάληψις ὑποπέπτωκε τῷ γένει τῷ τῆς θέσεως σημαινομένῳ καὶ τῷ νῦν ἐπὶ τῷ τέλει τῆς ῥήσεως. εὔθετα μὲν ὠνόμασε τὰ καλῶς ἀποτιθέμενα, εὔσχετα δὲ τὰ καλῶς ἀναλαμβανόμενα, τὸ μὲν πρῶτον ὄνομα κατὰ τῶν σκελῶν, τὸ δὲ δεύτερον κατὰ τῶν χειρῶν ἐπιφέρων.
§29 Οὐκ ἄλλο μέντοι τὸ ἄπονόν ἐστιν, ἄλλο δὲ τὸ κατὰ φύσιν, ἀλλἓν καὶ τὸ αὐτὸ συμβέβηκεν ἀμφοτέρῳ κατὰ φύσιν τε εἶναι καὶ ἀπόνῳ. τί ἔστι τοῦτο λέλεκται μὲν καὶ ἐν τῷ περὶ ἀγμῶν ἱκανῶς ὑπαὐτοῦ, δηλώσεται δὲ καὶ νῦν ἐπὶ προήκοντι τῷ βιβλίῳ. ὧν δὲ ἂν ἀποστῇ τἀναντία. τινὲς μὲν ἔγραψαν, ὧν δἂν μὴ ἀποστῇ, προσθέντες ἀπόφασιν τὴν μὴ, καί φασιν ὧν μὴ ἀποστῇ τι τῶν προειρημένων κατὰ λόγον τῆς ἐπιδέσεως, ὧν δἂν ἀποστῇ τὸ ἐναντίον. τοίνυν προειρημένος ἦν ἄρχεσθαι μὲν ἀπὸ τοῦ ὑγιοῦς, τελευτᾷν δὲ ἐπὶ τὸ ἐκλύοντα τὴν πίεσιν. ἐναντίος ἄρξεται μὲν ἀπὸ τῶν ἡλκωμένων καὶ κατεαγότων, ἀναβήσεται δὲ πρὸς τὴν κάτω χώραν ἐκλύων τὴν ἐπίδεσιν. ὅσοι δὲ ἄνευ τῆς ἀποφάσεως γεγραμμένην τὴν λέξιν ἐξηγοῦνται, φασὶ κελεύειν αὐτὸν ὧν δἂν ἀποστήσεται προσεσταλμένα, βουλόμεθα παρὰ φύσιν καὶ συμβεβηκότα τὸν εἰρημένον τρόπον τῆς ἐπιδέσεως ὑπαλλάττειν. καὶ ὅτι μὲν οὖν τὰ καλῶς συμφύντα διαστῆσαι βουλόμενοι, καθὁντιναοῦν τρόπον ἀλλήλοις συνεληλυθότα μὴ προσήκοντος, ἐναντίου τρόπου δεόμεθα, πρόδηλόν ἐστι. καὶ μέντοι μὲν ὅτι πολλὰ τῶν μεγάλων τραυμάτων, ἐφὧν τὸ βάθος ἀκόλλητον ἔμεινε τοῦ δέρματος κολληθέντος συνῆλθεν ἀλλήλοις ἐνδιπλούμενα τὰ χείλη. κατάγματα δὅτι τοῦτἀφὧν ἐκλίθη πρὸς τὸ βάθος τὰ πέρατα τοῦ κατεαγότος, ἀνάλογον τοῖς ἐπὶ τοῦ δέρματος χείλεσιν ἀποστῆναι δεῖται τὰ συνεληλυθότα καὶ τοῦτο πρόδηλον παντί. καὶ μέντοι καὶ ὅτι κατἐκεῖνα τῶν ὀστῶν συμβαίνει τὸ εἰρημένον, ὅσα καὶ ἐν τούτοις κοιλότητας ἐντὸς ἑαυτῶν σήραγγας ἀξιολόγους ἔχει καὶ γιγνώσκομεν αὐτὰ καθἑαυτὰ χρήσιμα ταῦτα, ὡς δὲ κακῶς εἰρημένα νῦν μέμψαιτἂν τις. τῇ γὰρ προκειμένῃ λέξει συμφωνίαν οὐδεμίαν ἔχει. γέγραπται γὰρ ἐν αὐτῇ, ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία. οὐ ταὐτὸν δὲ σημαίνεται πρὸς τῆς, ὧν δἂν ἀποστῇ καὶ πρὸς τῆς ὧν δὲ ἀποστῆσαι θέλει λέξεως. ἐχρῆν οὖν αὐτοὺς, ὥσπερ οἱ πρότεροι τὴν ἀπόφασιν προτιθέντες τοῦ ἀποστῆσαι τὴν λέξιν ὁμολογοῦσαν. εἰργάσατο τῇ σφετέρᾳ δόξῃ οὕτως αὐτοὺς μεταγράψαντες αὐτὴν ἐξηγήσασθαι καθὼς βούλονται. γεγραμμένης δὡς νῦν γέγραπται, τὴν ἐξήγησιν ἀλλοτρίαν ἐποιήσαντο.  μὴ τοίνυν ἐν τῇ προκειμένῃ λέξει σε περὶ ὧν ἀποστῆσαι βουλόμεθα διδάσκει. ἐρεῖ γὰρ περὶ τούτων ἐφεξῆς. ἀλλὰ περὶ τῶν ἀφισταμένων, οὐδέπω ἀφεστώτων τελέως καὶ τελέως μὲν ἀφεστώτων, οὐ μὴν εἰς κόλπον γε μεθεστώτων ἤδη. δεῖται γὰρ ταῦτα πρώτης μὲν τῆς ἀνωδύνου καὶ πεπτούσης τὸ διαπυΐσκον ἀγωγῆς. ἐπεὶ δἂν ἐκπυήσῃ στομώσεως εἰς ἔκκρισιν, εἶτἐφεξῆς εἴ τι φλεγμονῆς ἐν τοῖς περιέχουσι τὸ ἐκκριθὲν ὑγρὸν ὑπολείπεται, αὐτὸ ἐξιάσασθαι καὶ μετὰ ταῦθ’, ὡς ἔφην, ἀντιξηρανθῆναί τε καὶ σαρκωθῆναι, κἄπειθοὕτως κολλᾶσθαι καταλειφθέντος αὐτοῦ μόνου τοῦ κόλπου μηδενὸς ἐζευγμένου παθήματος αὐτῷ. μήτοὖν φλεγμονῆς μήτε ῥύπου μήτε ὑγρότητος περιττῆς μήτἐνδείας σαρκῶν. οὐδὲν οὖν θαυμαστὸν, εἰ τἀναντία συμβουλεύει πράττειν ἐπὶ τῶν ἀφισταμένων. ὅστις γὰρ ὡμίληκε μὴ κατὰ τὸ πάρεργον τοῖς ἔργοις τῆς τέχνης, οἶδεν ἐπὶ τῶν πεφθῆναι δυναμένων ἀποστάσεων οὔτἐκκρίνεσθαί τι τοῦ διαπυΐσκοντος χυμοῦ ἀσύμφορον. ἄμεινόν τε γὰρ θᾶττον ἔνδον αὐτῷ μένοντι συμβάλλειν τὸ λοιπὸν, οὐδὅλως ἐπιδέσεως χρῇζον τὸ πεπονθὸς, ὅσον ἐπὶ τῷ πάθει. παραλαμβάνεται γὰρ ἐπαὐτὸ ἐπίδεσις, οὐχ ὡς αὐτὴ δυναμένη θεραπεύειν, ἀλλὡς τοῖς θεραπευομένοις ὑπηρετοῦσα. διαφέρει τοίνυν τῶν ἀφεστώτων θεραπεία τῆς τῶν κόλπων ὅλων· τῶν γειτνιώντων μὲν γὰρ οὐδὲν ὑγρὸν ἐκρεῖν ἄχρι περ ἂν πέττηται συμφέρει, τῶν κόλπων δὲ ἐκκρῖναι πάντως, μηδὲν ἔνδον ὑπολείπεσθαι καὶ τούτων μὲν μηδὲν ὅλως εἶναι στόμιον, ἐπὶ δὲ τῶν κόλπων εἶναί τε καὶ ἀνεῷχθαι καὶ ταῦτα μὲν ἀφιστάμενα διὰ καταπλασμάτων ὑγραινόντων τε καὶ θερμαινόντων πέττεσθαι. τοὺς κόλπους δὲ διὰ ἰσχυρῶς ξηραινόντων καὶ καθαιρόντων, καθαροὺς καὶ ξηροὺς γίνεσθαι· ἔτι δὲ τοὺς μὲν κόλπους τὴν μὲν εἰρημένην ἐπίδεσιν ἰᾶσθαι, τὰ δὲ ἀφιστάμενα μηδὲ ἄλλως τοῖς ἰωμένοις ὑπηρετοῦσαι, ὑπαὐτῶν τὴν ἐπίδεσιν παραλαμβάνομεν. Ἀσκληπιάδης δὲ ἐπὶ τῆς ἐπιδέσεως ἀκούων τούτων, ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία τὴν ὅλην διάνοιαν εἶναι βούλεται. ἂν δὲ ἐπιδεῖν ἐν σχήματι, ἐν μήτε ἀπόσφιγξις μήτε ἀπόστασις ἔσται, τοῦτο δἐστὶν ἅπαν κατὰ φύσιν. ἐφὧν δὲ ἂν ἐπίδεσις ἀποστῇ, ἐπὶ τούτων τἀναντία πρᾶττε, τουτέστιν ἐν τῷ ἐναντίῳ σχήματι τὴν ἐπίδεσιν ποιοῦ. καὶ γράφει κατὰ λέξιν οὕτως· ἐν σχήματι τοῦ μέρους ἐπιτιθέντος σχήματος ἐπίδεσμος ἀποστῇ, τῷ ἐναντίῳ τούτῳ σχήματι τὴν ἐπίδεσιν ποιοῦ. οἷον ἐκτεταμένου τοῦ ἀγκῶνος, ἐπειδὰν βραχίων καταδεθῇ, ἐπίδεσμος οὐ μένει, ἀλλἀφίσταται, τοὐναντίον σχῆμα τῇ ἐκτάσει κατασκευάσας· ἐπεὶ δὲ τουτέστι κάμψας τὸν ἀγκῶνα ἐπίδει πάλιν. ἐπεὶ κατὰ φύσιν μὲν σχῆμα τοῖς σκέλεσίν ἐστι τὸ ἐκτεταμένον, ἐὰν καὶ κεκαμμένων τῶν σκελῶν ἐπιδήσας ἐκτεῖναι κελεύσῃς, μεταβάντων τῶν μυῶν εἰς ἄλλους τόπους ἐπίδεσμος ἀποστήσεται ἀπἐκείνων, ἀφὧν μύες ἀπεχώρησαν, τὸ ἐναντίον σχῆμα τοῦ κατακεκαμμένου ποιήσας, ἐπειδὴ τουτέστιν ἐκτείνας τὰ σκέλη ἀποδεῖν, ὅπερ καὶ κεῖσθαι μέλλει σχήματι. καὶ ταῦτα μέν σοι κατὰ τοῦ Ἀσκληπιάδους· ἐμοὶ δὲ καιρὸς ἤδη μεταβαίνειν ἐφἑτέραν ῥῆσιν.
§30–31
§30 Ἀναμνησθῶμεν εἰπεῖν κεφαλαίων ἐξεπίτηδες ὡς γίγνεσθαι κατὰ τὴν λέξιν ἧς ἀρχή· ἐπίδεσις μὲν αἰτίη, ὥστε τὰ ἀφεστεῶτα προστεῖλαι. ἄχρι δεῦρο λελεγμένων αὐτῷ μνημονεύσωμεν· οὕτως γὰρ ὑπακουσόμεθα καὶ τοῦ λείπειν ἐν τῇ προκειμένῃ ῥήσει δοκοῦντος, ὥστε καὶ προστεθέντος αὐτοῦ τὴν λέξιν τοιάνδε· ὧν δὲ ἂν ἐκπεπταμένα συστεῖλαι δέῃ, τὰ μὲν ἄλλα πράξομεν· ἐκ πολλοῦ δὲ τὴν προσαγωγὴν ποιησόμεθα καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς εἶπεν. ἐκπεπταμένα δὲ ἀκουστέον ὑπαὐτοῦ λέγεσθαι τὰ μετὰ τοῦ διεστάναι πλέον προσῆκεν ἀλλήλων ἐκπεπταμένα κατὰ τῆς σαρκὸς ἑκάτερον χεῖλος, ὡς ἐπὶ τραυμάτων ὁρᾶται γιγνόμενον, ἐνίοτε φλεγμῆναν ἰσχυρῶς. ὅταν γὰρ διαίρεσις τῆς σαρκὸς ἄχρι πολλοῦ γένηται βάθους, ἐγκαρσίου τοῦ μυὸς τμηθέντος, εἶθ μὲν κόλλησις καὶ σύμφυσις μὴ τεχθῇ, φλεγμονὴ δὲ ἐπιγένηται μεγάλη, διἣν τὸ δέρμα τεινόμενον ἑκατέρως τὸ συνεχὲς αὐτῷ χεῖλος ἐπισπάσηται κατὰ ἀμφότερα μέρη τὸ ἐκπεπταμένον γένηται. τοιαύτην δὲ ἰδίαν ἴσχει καὶ χείλη φλεγμήναντα καὶ βλέφαρα καὶ πόσθη, καὶ μέντοι καὶ πιεσάντων τινῶν τὸ τῆς κεφαλῆς δέρμα πρὸς ἀνάτρησιν ἐπιτηδείως γιγνομένη φλεγμονὴ τὴν τῶν ἐκπεπταμένων ἰδίαν εἰργάσατο. καὶ μάλιστά γε τοῦτο συμβαίνει πολλάκις, εἰ πιέσαντες τὸ δέρμα τὴν ἐν τῷ μέσῳ τῶν χειλῶν χείραν μοτοῖς πληροῦμεν. οὔτε δὲ κἀπὶ τῆς ἐγκαρσίας τομῆς τῶν μυῶν ἄχρι βάθους γιγνομένης ἐνίοτε πράττομεν διαἱμοῤῥαγίαν ἐνθέντες ὀθόνας τιλτὰς, ἃς ὀνομάζουσι μοτοὺς καὶ τῷ δεδιέναι συμφῦναι μὲν τὸ δέρμα· τὰ δὲ ἐσπασμένα μόρια τοῦ μυὸς ἑκατέρως μὴ κολληθῆναι. τὰ τοιαῦτα οὖν πάθη πάντα δεῖται μὲν καὶ τῆς ἄλλης θεραπείας τῆς ἰωμένης τὴν φλεγμονὴν, ἀλλοὐ πρόκειται νῦν ἁπάντων αὐτῷ παθῶν ἁπάσας γράφειν θεραπείας, ἀλλὰ τὰς χειρουργίας ἰδίως ὀνομαζομένας. τοίνυν τῶν ἐκπεπταμένων ἐπίδεσις τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῶν ἀφεστώτων. ἄρχεται γὰρ ἐκ τῶν ὑγιῶν καὶ κατὀλίγον ἥκει πρὸς τὴν φανερὰν ἕλκωσιν ἔχον δέρμα. διαφέρει δὲ ἐν τῷ πόῤῥωθεν ἄρχεσθαι μᾶλλον τῆς τῶν ἀφεστώτων, ἀποτείνειν τε τὴν πίεσιν ἄχρι τῶν ἐκπεπταμένων μορίων. ἐπὶ γοῦν τῶν κόλπων ἐπίδεσιν ἐκ τοῦ πυθμένος αὐτῶν ἤρθη. τὴν δὲ τῶν ἐκπεπταμένων ἐκ τῆς οἷον ῥίζης αὐτῶν ἄρχεσθαι προσῆκον, ἀλλὰ πόῤῥωθεν ἐκ τῶν ὑγρῶν ἐπάγειν τὸ δέρμα κατὰ βραχὺ πρὸς τὴν ἕλκωσιν, οὐ κελεύοντα τὴν ἐπίδεσιν τῶν ἑλκῶν, ἀλλἐπιτείνοντα κατὰ βραχὺ τὴν πρώτην ἑαυτῶν περιέλιξιν ἐκ περιτροπῆς τοῦ δέρματος πιέσεως ποιεῖσθαι. μετὰ ταῦτα δὲ ἐπὶ μᾶλλον. ἔνιοι μὲν ἐπὶ μιᾶς ἐνεργείας ἤκουσαν, ἔνιοι δὲ ἐπὶ πλειόνων· ἐπὶ μιᾶς μὲν οὖν εἰ ἀκούοιμεν τοῦ πρώτου ὀνόματος, τῆς ἐπιδέσεως  ἀρχὴ δηλωθήσεται. ἐὰν δὲ ἐπὶ πλειόνων, τὴν πρώτην ἐπίδεσιν ὅλην δηλώσει τὸ πρῶτον ὄνομα. ἀληθὲς δέ ἐστιν ἑκάτερον, ἄλλοτε ἐπἄλλης διαθέσεως οὐκ εἴδει διαφερουσῶν, ἀλλὰ μεγέθει. τὴν μὲν γὰρ ἐπιεικεστέραν ἐκτροπὴν καὶ διὰ μιᾶς ἐπιδέσεως, εἰ τὸ κατὰ φύσιν ἄγειν πειρώμεθα, τὴν μείζονα δὲ οὐ βιαζόμεθα κατὰ τὴν πρώτην ἐπίδεσιν. ἐπικρατεῖν γὰρ ἐν τῷ τότε καιρῷ χρῆσις τῆς φλεγμονῆς θεραπείαν, οὐ τὴν ἐκ τῶν ἐκπεπταμένων ἐπανόρθωσιν. ἐπὶ δὲ τῷ τέγει τοῦ λόγου διὰ τοῦτο προσέθηκεν, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν. ἐπεὶ δὲ δύναταί τις ἐπὶ πλέον ἀλλήλοις τὰ συνεστῶτα συνάγειν ὥστε ψαῦσαι μόνον, ἀλλὰ τὰ οὕτως συναχθέντα θλᾶται ἀνάλληλα καὶ ὀδύνην ἐργάζεται καὶ τὰς φλεγμονὰς αὐτῶν αὐξηθήσεται. χρὴ τοίνυν ἄχρι τοῦ ψαῦσαι συνάγειν ἀλλήλοις τὰ ἐκπεπταμένα, οὐ προσωτέρω δὲ τοῦδε. γέγραπται δὲ διχῶς λέξις ἥδε, κατὰ τινὰ μὲν τῶν γραφῶν ὅριον τοῦ μάλιστα καὶ ταύτην γε Ἀσκληπιάδης οἶδε τὴν γραφὴν, ἐν ἄλλοις δὲ οὔτε ὅριον τοῦ μᾶλλον τὸ συμψαύειν, καὶ ἔστιν ὥσπερ ἀμείνων, οὕτω καὶ παλαιοτέρα διὰ τοῦ μάλιστα γραφή.
§31 Τὰ συνεσταλμένα τοῖς ἐκπεπταμένοις ἐναντίως διάκειται· τῶν μὲν γὰρ ἐκπεπταμένων τὰ χείλη πλεῖστον ἀλλήλαις κεχώρισται πρὸς τοὺς ἐναντίους τόπους, ὥστε τὸ ἕτερον ἐπὶ τὸ δεξιὸν ἀποκεχωρηκὸς εἴη, τὸ λεῖπον ἐπὶ τὴν, ἐν ἀριστεροῖς χώραν μεθίσταται. τούτοις δἔμπαλιν τὰ συνεσταλμένα προσελήλυθεν ἀλλήλοις οὕτως, ὡς ἤτοι τὸ ἕτερον ἐπικεῖσθαι θατέρῳ οἷον δεδηλῶσθαί πως ἑκάτερον πεπρᾶχθαι, καθάπερ τὰ ἑλισσόμενα. καὶ συμβαίνει ἐνίοτε διὰ τὴν φλεγμονὴν καὶ τοῦτο γίγνεσθαι παραπλησίως τῷ ἐναντίῳ παθήματι, καθ πλεῖστον ἀλλήλων ἀπῆχθαι πρὸς τὰ ἐναντία τὰ τῶν ἐκπεπταμένων σωμάτων μόρια. θαυμαστὸν δὲ οὐδὲν ἐν πάθει τὴν φλεγμονὴν ἐναντίῳ τούτων εἶναι συμπτωμάτων γενητικήν. οὐ γὰρ ἐν τοῖς μέρεσι μεγάλως φλεγμαίνουσι τῶν ἐκπεπταμένων τε καὶ συνεσταλμένων μορίων ἀμφότερα γίγνεσθαι πέφυκεν. ἐπὶ γοῦν ὀφθαλμῶν ἐναργῶς ὁρᾶται, τοῦ μὲν περὶ τοῖς βλεφάροις ἔξωθεν δέρματος μεγάλως φλεγμήναντος καὶ μέχρι πλείονος, ὡς ἐπιλαμβάνειν τι καὶ τοῦ πλησιάζοντος χωρίου, γιγνόμενον ἐπὶ τῆς φλεγμονῆς ἐκτρέπεσθαι τὸ βλέφαρον. ὅταν δὲ μετρίως μὲν ἔχει τὸ δέρμα φλεγμονήν· εἰ δὲ μεγάλως ἔνδον ὑμὴν μέχρι τῆς ἴρεως ἐκτεταμένος ἐκλείπεται, τότε συμβαίνει τὸ βλέφαρον εἴσω. κἀπειδὰν ἀμφοτέροις αὐτοῖς τοῦτο συμβεβήκει, φίμωσις ὀνομάζεται τὸ πάθος, οὐ δυναμένου διοῖξαι τοῦ κάμνοντος οὕτω τὸν ὀφθαλμόν. δαὐτὸς τρόπος τοῦ παθήματος ἐνίοτε καὶ περὶ τὰ χείλη γίγνεται καὶ πόσθην καὶ ἕδραν, καὶ γε αἰτία καὶ τούτων αὐτή. τὰ μὲν γὰρ ἔξωθεν αὐτῶν μέρη φλεγμήναντα σφοδρῶς ἐκτρέπεται, συμβαίνει δὲ τὰ αὐτὰ παθήματα καὶ περὶ τὰ τῶν γυναικῶν αἰδοῖα. ἀνάλογον δὲ τούτοις συμβαίνει γίγνεσθαι καὶ περὶ τὰ τραύματα καὶ περὶ πάντα ὁπωσοῦν ἡλκωμένα. τῶν μὲν γὰρ ἔξωθεν μερῶν φλεγμαινόντων ἐκτρέπεται τὰ χείλη τῶν ἑλκῶν καταπίπτοντα πρὸς τὴν ἔσω χώραν. ἄτροφα δὲ εἶναι καὶ λεπτὰ τηνικαῦτα ἀναγκαῖόν ἐστι τὰ αὐτὰ χείλη καὶ πλαδαρά. πρὸς οὓς ἄρα γε. πῶς γὰρ ἂν ἄλλως, εἰ μή τις ὑπάρχῃ, πρὸς τὴν ἔσω χώραν ἑτοίμως καταφέροιτο; αὐτῶν δὲ ἔνδον μερῶν ἔνδεια καὶ διἀτροφίαν φθινώδη καὶ διὰ χειρουργίαν ἀμέτρως ἐκκόψασαν τὴν ὑποκειμένην σάρκα καὶ διὰ σηπεδόνα διαφείρασαν αὐτὰ συμβαίνει. τὰς μὲν οὖν τοιαύτας διαθέσεις ἐπίδεσις ὠφελεῖ προσηκόντως γιγνομένη· τὰς δὲ διὰ φλεγμονὴν κατὰ μὲν τὸν ἑαυτῆς λόγον οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει βαρύνουσα. διότι δὲ τοῖς ἰωμένοις τὴν φλεγμονὴν φαρμάκοις ὑπηρετεῖ, διὰ τοῦτο ἀναγκαία γίνεται. κατὰ τοῦτο οὖν Ἱπποκράτης εἶπε τὰ συνεσταλμένα μόρια σὺν μὲν φλεγμονῇ τἀναντία πραττόντων ἡμῶν ὀνίνησιν, ὅπερ ἐστὶ φεύγοντας ἐπίδεσιν. ὅτι μὴ διὰ μεγάλην ἀνάγκην ἕνεκα τοῦ κατασχεῖν τινα τῶν ἐπικειμένων τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἀφὧν γε ἐλπίζομεν ἐπιμεῖναι ταῦτα δύνασθαι χωρὶς ἐπιδέσεως, οὐδὅλως ἐπίδεσμον τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων προσφέρομεν αὐτὸν ἐκλεπτοτάτων τε καὶ κουφοτάτων ὀθονίων ποιούμεθα, καθόσον οἶόν τε περιβολαῖς ἐλαχίσταις καὶ μόνῃ μιᾷ· τοῦτο δὲ αὐτὸ τοὺς πολλοὺς ἰατροὺς ἔλαθεν ἐπιθέντας ἔξωθεν ἐποἶδος τοῖς φλεγμαίνουσι καταπλάσματά τε παχέα καὶ ῥάκη σκληρὰ καὶ βαρέα καὶ ἔρια πολλὰ καὶ πλῆθος ἐπιδέσμων, ἅτινα πάντα κατὰ τὸν αὐτὸν ἐναντιώτα ταῖς φλεγμοναῖς ἐστι μεγάλως ὑπὸ τῶν φλεγμαινόντων βλαπτομέναις. ἐὰν μέντοι χωρὶς φλεγμονῆς τὰ συνεσταλμένα γένηται, τὴν μὲν τῶν ὀθονίων παρασκευὴν τὴν αὐτὴν τῇ ἔμπροσθεν εἶναι κελεύει, τὴν δὲ ἐπίδεσιν ἐναντίαν τῇ τῶν ἐκπεπταμένων. εἴπερ οὖν ἐκείνην ἐποιησάμεθα τὴν ἀρχὴν τῶν ἐπιδέσμων, ἀναγόμενοι πόῤῥωθεν ὑπὸ τῶν ὑγρῶν, ἐπανάγοντες δὲ ἐκ περιτροπῆς τοὺς ἐκπεπταμένους αὐτοῖς καὶ κατὰ βραχὺ τὴν πίεσιν αὐξάνοντες, τὴν τῶν συνεσταλμένων ἀπὸ τοῦ πεπονθότος ἀρχόμενοι περιτρέπομέν τε καὶ ἀπάξομεν ἐπὶ τὴν πέριξ χώραν τὸ δέρμα. προσθεῖναι χρὴ ἐνταῦθα τὸ παραλελειμμένον ὑφἹπποκράτους. οὐ γὰρ προὔκειτο πᾶσαν αὐτῶν τῶν παθῶν ὧν μνημονεύει θεραπείαν γράφειν, ἀλλὰ μόνην τὴν χειρουργίαν. ἐγὼ δὲ, ἵνα τέλειος λόγος , προσθήσω τὺ εἰπών· ὅταν τι τῶν, ὡς εἴρηται, συνεσταλμένων ἐκτρέπωμεν, ἀναπληρῶσαι χρὴ τὴν ὑποκειμένην χώραν, εἰς ἣν καταπέπτωκε τὰ χείλη, μοτοῖς φαρμάκῳ τῷ προσήκοντι, μέχρις ἂν ἰσόπεδα γένηται τῷ πέριξ δέρματι τὰ συνεσταλμένα σώματα, κἄπειτα οὕτω τὴν εἰρημένην ἐπίδεσιν ποιεῖσθαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up