Galen In Hippocratis De fracturis
EN Lat Orig
Book 3
§1–18
§1 Περὶ τῶν ἁπλῶν καταγμάτων ἄχρι δεῦρο διηγήσατο, καθ μηδὲ ὑπερεῖχεν ὀστοῦν τοῦ δέρματος εἰς τὸ συμφανὲς, ὡς βλέπεσθαι γυμνὸν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἕλκος ἐγένετο. πρόδηλον μὲν γὰρ ὀστᾶ μὲν ἔχοντα καὶ γυμνούμενα τῶν ὀστῶν οὐκ ἄνευ τοῦ διαιρεθῆναι τούς γε περικειμένους μύας καὶ τὸ δέρμα δύναται παθεῖν. χωρὶς μέντοι τοῦ γυμνωθῆναί τι τῶν κατεαγότων ὀστῶν ἕλκος γίνεσθαι δύναται. μεταβαίνει τοιγαροῦν ἤδη καὶ διαλέγεται περὶ τῶν μεθἑλκώσεως καταγμάτων ἤτοι μόνον γενομένων καὶ μετὰ τοῦ γυμνωθῆναί τι τῶν ὀστῶν.
§2 Τὰ μὲν ἕλκους κατάγματα διττῷ τρόπῳ θεραπείαν ὑπάγει, τῷ μὲν ἑτέρῳ καθὃν ἤτοι γυμνόν τι μέρος ἐστὶ τοῦ κατεαγότος πρὸς τοῦ κατεπείγοντος ἀποσχιθὲν τοῦ συντριβέντος ὀστοῦ, τῷ δἑτέρῳ καθὃν οὐδέτερον μὲν τούτων ἐστὶν, ἕλκος δὲ μόνον ἅμα κατάγματι διαπεπλασμένῳ προσηκόντως. οὐδὲ γὰρ εἰ καταὐτὴν τὴν πληγὴν μέρος τι τοῦ κατεαγότος ὀστοῦ γυμνωθὲν ἐξέσχε τοῦ δέρματος, εἴτεὐθέως κατετάθη καὶ διεπλάσθη κατὰ τὸν προσήκοντα τρόπον. ἡγεῖται δὑπαλλάττεσθαι τὴν θεραπείαν· ἀλλἔστιν αὐτῷ τὸ μὲν ἕτερον τῆς θεραπείας εἶδος, ὅταν ἕλκος ἅμα κατάγματι θεραπευομένου τοῦ ἐξέχοντός τινος οὕτως ἀποστήσασθαι προσδοκωμένου μορίου τοῦ καταγέντος ὀστοῦ. τὸ δἕτερον ὅταν καλύπτηται μὲν ὑπὸ τοῦ δέρματος, τὸ κατεαγὸς ἐπίδοξόν τι μέρος αὐτοῦ τῷ χρόνῳ μερισθὲν ἀποκριθήσεσθαι πρὸς τῆς φύσεως διὰ τῆς κατὰ τὸ ἕλκος χώρας. ὅταν μὲν οὖν προτέρα διαφορὰ γένηται τοῦ παθήματος, ἀξιοῖ χρῆσθαι τῷ τρόπῳ τῆς ἐπιδέσεως ὃν ἐδίδαξεν ἐπὶ τῶν χωρὶς ἕλκους καταγμάτων. ὅταν δὲ δευτέρα μετατίθησί πως τὸν τρόπον τῆς θεραπείας, ὡς ἐφεξῆς μαθησόμεθα, βέλτιον γὰρ ἀκολουθεῖν αὐτῷ.
§3 Τῶν μεθἑλκώσεως καταγμάτων διττὴν ἔφην αὐτῷ γεγονέναι τῆς θεραπείας διδασκαλίαν. ἄρχεται δὲ νῦν ἀπὸ τῆς πρώτης ὧν εἴπομεν ἐλέγχων πρότερον, ὅσοι καλῶς μεταχειρίζονται τὸν τρόπον τῆς ἑλκώσεως ἐκείνης, ἐν μετὰ τοῦ διαπεπλάσθαι προσηκόντως τὸ κάταγμα καὶ ἕλκος ἐστὶ, μηδεμιᾶς ὑποψίας οὔσης ἀποστήσεσθαί τινα παρασχίδα. τοὺς οὖν οὕτω διακειμένους, φησὶν, ἔνιοι τῶν ἰατρῶν θεραπεύουσιν, ἐξ ἀρχῆς μὲν ὡς εἰ καὶ μόνον ἕλκος ἐσχήκασιν. ἐπειδὰν δὲ μετρίως ἔχῃ τοῦτο, τηνικαῦτα καταγματικῶς ἐπιδοῦντες. τὸ μὲν οὖν κεφάλαιον τῆς προκειμένης ῥήσεως τοῦτἐστί· μακροτέρα δἐγένετο τῆς θεραπείας διήγησις χρῶνταί τινες ἅπαντα γράψαντες τὰ κατὰ μέρος. ἐγὼ μὲν εἶπον οὕτως αὐτοὺς θεραπεύειν ὡς εἰ καὶ μόνον ἕλκος ἐγεγόνει χωρὶς κατάγματος, δὲ καὶ διὧν θεραπεύουσιν ἔγραψε μνημονεύσας πισσηρᾶς μὲν κηρωτῆς, ἐναίμου τε καὶ καθαρτικοῦ φαρμάκου καὶ σπληνῶν οἰνηρῶν. τὸ μὲν οὖν ἔναιμον φάρμακον εὔλογον λέγει· καὶ γὰρ νῦν ἔτι συνηθέστατόν ἐστι τοὔνομα τοῖς ἰατροῖς ἐπἐκείνων λεγόμενον τῶν φαρμάκων ὅσα τοῖς τραύμασιν ἐπιτιθέασιν εὐθὺς ἐξ ἀρχῆς ἅμα τῷ γενέσθαι, μηδέπω ξηρῶν ἀκριβῶς ὄντων αὐτῶν, ἀλλαἱμασσομένων ἔτι, τουτέστι δροσοειδῶς ἐκπίπτοντος αἵματος ἔκ τε τοῦ τετρωμένου δέρματος καὶ τῆς σαρκός. τὸ δὲ καθαρτικὸν φάρμακόν ἐστιν σὺν τῷ ξηραίνειν μετρίως ὅπερ ἐδείχθη τὸ κεφάλαιον τῆς τῶν ἑλκῶν ἰάσεως, ἔτι καὶ ῥυπτικῆς τινος ἔχεται δυνάμεως καθαρὰ ποιεῖν ἕλκη. τοιαῦτα δέ εἰσι φάρμακα τὰ διὰ λεπίδος καὶ ἰοῦ σκευαζόμενα διττῶς συντιθέμενα, τινῶν μὲν ἑψόντων τὸν ἰὸν, τινῶν δὲ ὠμὸν μιγνύντων. καὶ καλεῖται τὰ μὲν ὠμὸν ἔχοντα τὸν ἰὸν χλωρὰ, τὰ δὲ ἑφθὸν πυῤῥά· καὶ γὰρ καὶ φαίνεται τοιαῦτα τὴν ἰδέαν ἑκάτερα. ταυτὶ μὲν οὖν τὰ φάρμακα καθαρτικὴν ἔχει ἑλκῶν δύναμιν, ἐπειδὴ μετρίως πέφυκε ῥύπτειν. τοιαῦτα δἐδιδάξαμεν ὄντα καθαίροντα ῥύπον ἑλκῶν, τὰ δὲ χωρὶς τοῦ ῥύπτειν ἔναιμα. ποικίλλεται δὲ ἐν ταῖς κατὰ μέρος ὕλαις, ὥσπερ καὶ τὰ πρότερα καθάπερ ἐκείνων παραδείγματα ἰὸν εἶπον καὶ λεπίδα, δυνατὸν ὂν εἰπεῖν μοι καὶ ἄλλα τοιαῦτα κατὰ τὸν αὐτὸν τρόπον. καὶ νῦν ἀρκέσει φάναι χωρὶς τοῦ καθαίρειν ἔναιμα καλεῖσθαι φάρμακα τὰ διἀσφάλτου σκευαζόμενα· παραδείγματος γὰρ ἕνεκεν τῶν τοιαύτων μνημονεύσω πάσης αὐτῶν τῆς ὕλης ἐν τοῖς περὶ φαρμάκων εἰρημένης. περὶ δὲ τῆς πισσηρᾶς κηρωτῆς ὡμολόγηται σχεδὸν ἅπασιν ὡς ἀνώδυνόν τέ ἐστι καὶ πυοποιὸν, ἁρμόττον ἐπειδὰν φθάσῃ φλεγμαίνειν ἤδη τὸ ἕλκος. ἄλλως γὰρ οὐκ ἄν τις αὐτῷ χρήσαιτο μήτε καθαίρειν ῥύπον δυναμένῳ μήτε κολλᾷν ἐπουλοῦν ἕλκος. οἱ δὲ οἰνηροὶ σπλῆνες ἀποκρουστικῆς μέν εἰσι δυνάμεως διὰ τὸν οἶνον, ἀντὶ κρατήματος δὲ παραλαμβάνονται πρὸς τῶν οὕτω θεραπευόντων, βουλομένων ὑποδεσμοῖσι χρῆσθαι διὰ τὸ ἕλκος. ὅσα μὲν οὖν ἐπίστασθαι προσήκει τὸν ὀρθῶς ἕλκος ἰασάμενον εἴρηται μὲν κἀν τῷ γ΄ καὶ δ΄ γράμματι τῆς θεραπευτικῆς μεθόδου κατὰ τὴν προσήκουσαν ἑκάστου τάξιν, εἴρηται δὲ ὅσον ἥρμοττε καὶ κατὰ τὴν ἐξήγησιν τοῦ περὶ ἑλκῶν συγγράμματος. εἰς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τὰ νῦν εἰρημένα. δεήσει γὰρ ἡμᾶς καὶ αὖθις εἰπεῖν περὶ θεραπείας τῶν προκειμένων παθῶν, ὅταν αὐτὸς Ἱπποκράτης αὐτὰ θεραπεύῃ. νῦν γὰρ ἑτέρων ἰατρῶν μέμνηται καί φησιν αὐτοὺς οὐδὲν ἀξιόλογον ἁμαρτάνειν, ὥσπερ ἐκείνους ὧν μνημονεύει. τί τοίνυν ἐστὶν ἁμαρτάνουσιν; ἅμα γὰρ τούτῳ γνωσθέντι μαθησόμεθα τὸ καλῶς εἰρημένον παραὐτῷ, μήτε μέγα τι ποιεῖν ἀγαθὸν αὐτοὺς μήτε κακὸν, ὅτι τῆς μὲν ἑλκώσεως οὐ κακῶς προνοοῦνται, τοῦ κατάγματος δἀμελοῦσι τό γε κατἀρχὰς, ὕστερον μὲν τὴν οἰκείαν ἐπίδεσιν αὐτῷ προσφέροντες, ἣν ἔφην ἀπἀρχῆς προῆχθαι. διὰ τοῦτοὖν, φησὶν, ὀγκηρότερα γίνεται τὰ ὀστᾶ· βέλτιον οὖν αὐτὰ προστέλλεσθαί τε καὶ πιλεῖσθαι διὰ παντὸς τοῦ χρόνου. παραλείπουσι δὲ κατὰ τὰς πρώτας ἡμέρας οὐκ ὀλίγας τὸν ἀριθμὸν οὔσας, εἴγε φησὶν, ὅταν ἤδη τὰ ἕλκη συμφύεσθαι μέλλῃ, τηνικαῦτα τοὺς οὕτω θεραπεύοντας ἰατροὺς ἄρχεσθαι τῆς καταγματικῆς ἐπιδέσεως, ἐπίδηλον ὅτι διαπυήσεσθαι χρὴ πρότερον αὐτὰ καὶ καθαρθῆναι πρὶν μέλλειν συμφύεσθαι, τοῦτο δοὐ κατὰ γ΄ δ΄ ἡμέρας ἀριθμόν ἐστι.
§4 Ἴδιόν ἐστι τῆς Ἱπποκράτους βραχυλογίας ἅμα σαφηνείας διὰ τῶν ἐπιφερομένων ἐπιδείκνυσθαι τὸ παραλελειμμένον ἐν τῷ προειρημένῳ λόγῳ, τοῦτοὖν ἐποίησε νῦν. εἰρηκὼς γὰρ ὀγκηρότερα γίνεσθαι τὰ ὀστέα τῶν θεραπευομένων διὰ τῆς πρώτης παραγωγῆς, οὐ προωρίσατο πότερον ἁπάντων τινων, ἀλλἔν τε τῇ νῦν ῥήσει σαφῶς ἐδήλωσεν ὅτι μὴ πάντων, ἀλλἐκείνων μόνων ὅσον τὸ ἀμφότερον ὀστοῦν ἔπαθεν ὄγκον. μήτἆρἴσχει τὰ μέρη τοῦ κατάγματος, ὡς ἂν μὴ πιληθέντα καὶ σφιγγέντα διὰ παντὸς τοῦ γένους τοῦ χρόνου τῆς θεραπείας, οὐ μὴν βραχύτερόν γε γίγνεται τὸ κῶλον, ὡς ἔνθα θατέρου τῶν ὀστῶν ὅσον ἀπαθὲς ἔμεινε διαφυλάττοντος αὐτῷ τὸ κατὰ φύσιν μέγεθος, ἀλλἐφὧν γε τὰ δύο καταγῇ, συνέβη δηλονότι συνανασπασθῆναι τοῖς μυσὶν, ὡς ἔμπροσθεν ἐδείχθη, τὰ ὑψηλότερα μέρη τῶν παθόντων ὀστῶν, οὗπερ ἕνεκα καὶ τὴν κατάτασιν ἐποιεῖτο πρὸ τῆς διαπλάσεως· ἀλλἐπεὶ χωρὶς τῆς προσηκούσης ἐπιδέσεως οὐκ ἂν σύνθεσις τῶν ὀστῶν φυλαχθείη, διὰ τοῦτἀκριβοῦς ἐπιδέσεως ποὐνοήσατο μέχρι τῆς πωρώσεως. οἱ τοίνυν ἀμελοῦντες μὲν ταύτης, ἑλκώσεως δὲ πεφρονηκότες, οὐ μόνον εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἄγουσι τὸ κῶλον, ἀλλὰ καὶ μικρότερον ἀποφαίνουσιν.
§5 Τῶν μεγάλως βλαπτόντων ἐἰητρεύονταςν τούτῳ τῷ λόγῳ μέμνηται, σαφῶς διδάσκων αὐτὸς πράττουσιν ἅπαντα· καὶ μέντοι καὶ τὰς ἁμαρτίας αὐτῶν ἐλέγχει σαφῶς, ὥστε μηδἂν ἐμοῦ δεῖσθαι τὸν ἐθέλοντα φιλοπόνως τοῖς λεγομένοις προσέχειν τὸν νοῦν.
§6 Ὅτι τὸ σαρκῶδες ὀνομάζει χρῶτα λέλεκταί μοι καὶ πρόσθεν· ἀλλὰ νῦν γε πρόσεχέ μοι τὸν νοῦν, ὅπως ἂν ἢν λογικὸς εὑρίσκῃ τὸ προσῆκον, οὐ περιμένει μακρὰν πεῖραν. οἴονται μὲν ἕλκος ἀνεπίδετον ἐῶντες, ἑκατέρωθεν δαὐτοῦ περιβάλλοντες ἐπιδέσμους, οὐκ ἐξ ὦν αὐτοὶ πράττουσιν, ἀλλὰ διὰ τὴν κακοήθειαν τοῦ παθήματος ἐπιμίγνυσθαι φλεγμονὰς καὶ μοχθηρῶς διατίθεσθαι τὸ ἕλκος, τοῦ μὲν πρώτου τὴν τοιαύτην θεραπείαν ἐπινοήσαντος, ἑαυτὸν παρακρουσαμένου λόγῳ μοχθηρῷ, τῶν διαδεξαμένων δαὐτὸ τὸ ἔθος φυλαξάντων διὰ τὸ μὴ τολμᾷν ὑπαλλάξαι. τί δὲ εἰ τοῦ μέγα κακὸν ἐργάσασθαι; τοῦτο γὰρ ἐπιεικῶς συμβαίνει τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὰς τέχνας, ὥστε μόνος ἀπολογισμὸς θαῤῥῶν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος ὑπαλλάττειν ἐπιχειρεῖται διἔθους μακροῦ πραττόμενα κακῶς. τίς οὖν λόγος ἐστὶν θαῤῥήσας Ἱπποκράτης ὑπήλλαξε τῆς θεραπείας αὐτῶν οὐ μὰ Δία πιθανῶν, οὐδὲ ξένων δεχομένων λημμάτων, ἀλλἐξ ἐπιστημονικῶν τε καὶ ἀναγκαίων. εἰ γὰρ ἐπὶ τῶν ὑγιαινόντων σωμάτων τοιοῦτος τρόπος τῆς ἐπιδέσεως εἰς τὴν μεταξὺ τῶν ἐπιδουμένων χώραν ἐκθλίβων ἑκατέρωθεν τὸ αἷμα φλεγμονὴν ἐργάζεται, πῶς οὐ πολὺ μᾶλλον ἐπὶ τῶν ἤδη πεπονθότων ἐργάσεται.
§7 Τὰ καταλαμβάνοντα συμπτώματα διὰ τὴν μοχθηρὰν ἐπίδεσιν ἔγραψεν ἐν τούτῳ τῷ λόγῳ, γιγνόμενα πάντα διὰ τὸ μέγεθος τῆς φλεγμονῆς. ἐκτρέπονται μὲν γὰρ τοῦ ἕλκους τὰ χείλη διὰ ταύτην, ὥσπερ αὐτὰ τὰ κυρίως ὀνομαζόμενα χείλη τοῦ στόματος, ὅταν φλεγμαίνῃ. κακόχρουν δὲ τὸ σύμπαν χωρίον εἰκότως φαίνεται. καὶ γὰρ καὶ τοῦτο σύμπτωμά ἐστι μεγάλης φλεγμονῆς. ἐξ αὐτοῦ δὲ τοῦ ἕλκους ἰχὼρ λεπτὸς καὶ ἄπεπτος ῥυεῖ, καθάπερ ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν φλεγμαίνωσι, τὸ δάκρυον· ἐντεῦθεν μὲν ὠνόμασται κατὰ μεταφορὰν τὸ οὕτω διακείμενον ἕλκος δακρυῶδες. οὐκοῦν ἐνδέχεται πέψιν ἀκολουθῆσαι τοῖς τὴν φλεγμονὴν ἐργαζομένοις χυμοῖς, ἄχρις ἂν οὕτως ἐπιδέηται τὸ μόριον· ἀλλὰ καὶ τῶν ὀστῶν ἀνάγκη τι τῷ χρόνῳ βλαβῆναι, διαδεχομένων ὑπὸ τῆς περιουσίας τῶν ἀπέπτων χυμῶν. οὐδὲν οὖν θαυμαστὸν ὑποστῆναί τι μέρος αὐτῶν, εἰ μὴ παύσαιτο ὑπό τε τῆς μοχθηρᾶς ἐπιδέσεως οὕτω θεραπεύων. τὰ δἄλλα κατὰ μέρος ἐν ὅλῳ τῷ λόγῳ σαφῆ πάντἐστὶ τοῖς προσέχουσι τὸν νοῦν, ὡς ἔφην, καὶ μεμνημένοις τῶν προδεδιδαγμένων· εἰς ἐκεῖνα γὰρ ἀναφέρεται πάντα καὶ μαρτυρεῖ τοῖς καλῶς διδαχθεῖσιν, ὡς καὶ αὐτὸς Ἱπποκράτης ἐπισημαίνεται.
§8 Μικρὸν ἔμπροσθεν ἔφη τῶν οὕτως ἐπιδεομένων ἐκθλίβεται τὸ οἶδος εἰς αὐτὰ τὰ ἕλκη. οἶδος δὲ δηλονότι τὸ οἴδημα λέγων ὡς εἶναι τὸν λόγον τοιόνδε· διὰ τὴν κακὴν ἐπίδεσιν ἑκατέρωθεν τοῦ ἕλκους γιγνομένην ἐκθλιβόμενον τὸ αἷμα τὸν παρὰ φύσιν ὄγκον ἐργάζεται. τοῦτο γὰρ οἶδός τε καὶ οἴδημα διἔθους ἐστὶν ὀνομάζειν αὐτῷ. προσλαβὼν δὲ σφυγμὸν τοιοῦτος ὄγκος καὶ θερμασίαν πυρώδη τὴν ὀνομασθεῖσαν πρότερον ἰδίως ἀποτελεῖ φλεγμονήν. πάλαι γὰρ οὐχ οὕτως, ἀλλὰ τὴν φλόγωσιν ἅπασαν ὠνόμαζον φλεγμονὴν, ὡς πολλάκις ἡμῖν δέδεικται. ἀλλὰ ἀπό γε τῶν Ἐρασιστράτου χρόνων εἰθίσθη τὸ τῆς φλεγμονῆς ὄνομα λέγεσθαι κατὰ τῶν ὄγκων ἐκείνων, ἐν οἷς οὐ μόνον ἐστὶ θερμασία φλογώδης, ἀλλὰ καὶ ἀντιτυπία καὶ σφυγμός. ἐξ ἀνάγκης δἂν ἔχωσιν οὕτω καὶ τὸ καλούμενον ἔρευθος. ἐκ μὲν γὰρ τῆς πλείονος θερμασίας τοῦτο τὴν γένεσιν ἀναγκαῖον λαμβάνειν, δἀντιτυπία καὶ σφυγμὸς ἐκ τοῦ πεπληρῶσθαι. δυνάμενος οὖν εἰπεῖν Ἱπποκράτης πυρετῶδες γίγνεσθαι τὸ ἕλκος, πυρῶδες εἶπεν ἀπὸ τοῦ πυρὸς ἐργασάμενος τὴν παράκαυσιν εἰς ἀνάμνησιν ἐμοὶ δοκεῖν, ὅτι καὶ αὐτὸς πυρετὸς ἀπὸ τοῦ πυρὸς ὠνόμασται καὶ τοῦτἔστιν αὐτῷ τῷ πυρετῷ εἶναι τὸ θερμασίαν ἔχειν καπνώδη.
§9 Σπανίως τοίνυν τὸ ἄνωθεν καὶ κάτωθεν ὀνομάζεται πρὸς τῶν παλαιῶν ἔνθεν καὶ ἔνθεν· ὡς τὰ πολλὰ γὰρ εἰώθασιν ἐπὶ τῶν κατὰ τὰ πλάγια μερῶν τοιαύτῃ χρῆσθαι λέξει. νῦν μέντοι τῷ παλαιῷ τρόπῳ τῆς ἑρμηνείας Ἱπποκράτης ἐχρήσατο.
§10 Ἴξιν ἀεὶ τὴν εὐθυωρίαν ὀνομάζει ποτὲ μὲν τὴν κατὰ τὸ μῆκος τοῦ σώματος, ἔστι δὅτε τὴν κατὰ τὸ πλάτος, ὥσπερ νῦν, ἀξιῶν τοῦ πρώτου τῶν ἐπιδέσμων τὴν ἀρχὴν ἐκ τῶν δεξιῶν τῶν ἀριστερῶν μερῶν τοῦ ἕλκους θέντας ἐπιλίττειν ὅλον αὐτὸ καταληφθῆναι καὶ μηδὲν ἀπολειφθῆναι μέρος γυμνόν.
§11 Τοὺς νάρθηκας ἐπιβάλλειν φυλάττεται τοῖς ἡλκωμένοις κατάγμασι δεδιὼς δηλονότι τὴν ἐξ αὐτῶν θλίψιν. διαὐτὸ δὲ τοῦτο καὶ τοῖς ὀθονίοις ταῦτα μὴ πιέζειν ἐκέλευσε καὶ διἄμφω δὲ ταῦτα πλέοσιν αὐτοῖς χρῆσθαι. μέμνησο τοιγαροῦν ὡς αὐτὸς εἶπεν ὀθονίοισι πλείοσι χρῆσθαι, διότι τε ἧττον πιέζεται καὶ οἱ νάρθηκες βραδύτερον προστίθενται.
§12 Τὴν κατὰ τὸ μῆκος ἴξιν ἀκούειν προσήκει νῦν, κατὰ ταύτην γὰρ οἱ νάρθηκες ἐπιβάλλονται. ἔμπροσθεν μὲν ὡς κωλύων νάρθηξι χρῆσθαι τὸν λόγον ἐποιεῖτο, νῦν δὲ ὡς συγχωρῶν ἐνίοτέ φησιν· ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, ὅπερ ἐγὼ ποιεῖν ἐπὶ τῶν τοιούτων εἴωθα· καὶ αὖ σκέλει πράττειν οὐκ ἔχω διατείνεσθαι, μηδένα αὐτοῦ διορισμὸν προστιθέντος. δἐγὼ ποιῷ καὶ δὴ φράσω. τῶν μετὰ κατάγματος ἑλκώσεων ἐνίοτε κατὰ τὸ μῆκος τοῦ κώλου γιγνομένων ἐγχωρεῖ τοὺς νάρθηκας ἑκατέρωθεν τοῦ ἕλκους ἐπιβάλλειν. ὅταν δὲ ἐγκάρσιον γένηται τὸ ἕλκος, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων καὶ μάλιστα εἰ μεῖζον .
§13 λόγος αὐτῷ νῦν ἐστι περὶ τῶν ἐπιγινομένων ἑλκῶν τοῖς κατάγμασιν ἐν τῷ χρόνῳ ἐκ τῆς τῶν ναρθήκων ἐπιδέσεως. ἐδήλωσεν οὖν τάς τε τῶν γενέσεων αὐτῶν αἰτίας καὶ τὰ σημεῖα, διὧν ἄν τις γνωρίσαι γεγονὸς ἕλκος. εἶτα συμβουλεύει μὴ περιμένειν τὸν εἰθισμένον τρόπον τῆς ἐπιδέσεως, ἀλλὰ θᾶττον ἀφελόντα τοὺς ἐπιδέσμους τὴν προσήκουσαν ποιεῖσθαι θεραπείαν ἣν αὐτὸς σαφῶς ἔγραψεν.
§14 Ἀναψύχειν ἔοικεν ἐπὶ τοῦ γυμνῶσθαι φέρειν, ὅπερ σημαίνει τὴν καταγματικὴν ἐπίδεσιν ἀφελόντας, ὡς ἕλκος μὲν θεραπεύειν. οὐ γὰρ δὴ τό γε μηδὲν ἐπιτιθέναι καὶ παντάπασιν ἐᾷν γυμνὸν ἀναψύχειν ὠνόμασε προσγεγραμμένον, οὐδὲ τὸ ἀναψύχειν τὸ παντάπασι δείκνυταί τι διὰ μέσην ὁδὸν ἐπιμελείας. εἴη δἂν μέση τοιάδε τις, εἰ τὸ ἕλκος, ὡς εἴρηκεν, ἔχον τι τῶν προειρημένων σημείων κινηθέντων αὐτίκα τελευτῆσαι βούλεται τὴν καταγματικὴν ἐπίδεσιν, ἐπιμέλειάν τε ποιησάμενος τῶν κατὰ τὸ ἕλκος ἡμέρᾳ μιᾷ καὶ δευτέρᾳ πάλιν ἐπιδήσαιμεν τὸ κῶλον, ὡς αὐτὸς ἐκέλευσε διὰ τῆς ἐχομένης λέξεως.
§15 Ἐν τούτῳ τῷ λόγῳ δῆλός ἐστιν ἐπίδεσιν ἀξιῶν ἀρξαμένην ἀπὸ τοῦ οἰδήματος, ὅπερ ἂν ἐν ἄκροις τοῖς κώλος γένηται προσεπινέμεσθαι κατὰ τὸ συνεχὲς ἀπἐκείνου καὶ ἀνέρχεσθαι μέχρι τοῦ κατάγματος, ἔνθα ἕλκωσίς ἐστιν, ὡς συνῆφθαι τὴν θεραπευτικὴν τῶν οἰδημάτων ἐπίδεσιν τῇ καταγματικῇ καὶ μίαν τάσιν γενέσθαι διὰ μικρῶν ἐπιδέσεων συντελουμένων. ἀξιοῖ δαὐτὴν ἡρμόσθαι κατὰ τὸ ἕλκος, ὅπερ ἐστὶ χαλαρὰν, σφίγγειν δοὐδέπω. τά τἄλλα μέρη τὰ κατὰ τὸ κάταγμα κελεύει, [καθάπερ ἐπὶ τῶν χωρὶς τὸ κάταγμα ἑλκῶν, οὕτω καὶ νῦν ἧσσον πεπιέχθαι.] φυλάττει γὰρ ἀεὶ τὸ μᾶλλον ἐκεῖνο πεπιέχθαι τὸ μέρος ἐπὶ πάσης ἐπιδέσεως, ὅθεν ἐκθλίβεσθαι βούλεται τὸ δαἷμα. τὰς δἐπὶ τῶν ἄκρων αὐτῶν τῶν οἰδισκομένων ἐπιβολὰς τῶν ὀθονίων χαλαρωτέρας εἶναι κελεύει, τοσοῦτον αὐτῶν μόνον φροντίζων, ὡς εἰς μίαν ἕνωσιν ἐπιδέσεως ἀγαγεῖν· οὐ μὴν τὸ σύμπαν τῆς ὅλης θεραπείας κεφάλαιον αὐτοῖς ἀνατίθησιν. οὐ γὰρ τοιαῦτά ἐστιν θεραπεύειν νῦν τοὺς μελασμοὺς καὶ νεκρώσεις ἀγμῶν ἔοικεν. εἰρήκει γὰρ ὑπὲρ αὐτοῦ κατὰ λέξιν οὕτως· καὶ τὸ οἴδημα τὸ ἐν τοῖς ἄκροις σκληρότερον γίγνεται τῶν τοιούτων, καὶ εἰ τὸν δάκτυλον ἐπάγοις, τὸ ἔρευθος ἐξαείραται καὶ αὖθις ὑποτρέχει ταχέως κατὰ τὸ μέγεθος. ταῦτοὖν συμπτώματα μέν ἐστιν οἰδημάτων, ὅθεν εἰκότως τὰ μέλη παντάπασιν αὐτῶν, ὥσπερ τῶν μαλθακῶν, οὔτε τὸ κῦρος ὅλης θεραπείας ἐπαὐτὰ μετατίθησιν.
§16 Διὰ τί μὲν γὰρ οὐ χρὴ δριμέσι θεραπεύειν φαρμάκοις τοῖς τοιούτοις ἕλκεσιν, αὐτὸς εἶπεν εἰκάσας πυρικαύτοις αὐτὰ, ἐπειδὴ γέγονεν ἐξ ἐπικράσεως τῶν δριμέων καὶ θερμῶν χυμῶν. εὐθέως δὲ συνενδείκνυται καὶ πισσηρὰ κηρωτὴ, ὡς ἔστι δριμυτέρα τῆς λευκῆς· γάρ τοι πίσσα ὅσον ἐστὶ θερμοτέρα κηροῦ, κατὰ τοιοῦτον καὶ δριμυτέρα.
§17 Οὐ χρὴ, φησὶ, δεδιέναι τὸν καταγματικὸν τρόπον τῆς ἰατρείας, κἂν ἀποστάσεως ὀστῶν φανῇ σημεῖα. τίνα δἐστὶ ταῦτα διὰ τῶν ἑξῆς ῥήσεων μαθήσῃ.
§18 Ὅταν πλέον τὸ ἀποῤῥέον πῦον κατὰ τοῦ ἕλκους μέγεθος ὑποπτεύειν χρὴ, πεπονθέναι τὸ ὑποκείμενον ὀστοῦν. ἐὰν οὖν καὶ ὀργᾷν φαίνεται, τουτέστιν ἐπειγόμενον πρὸς τὴν ἀπόκρισιν τὸ πεπονθὸς μέρος, ἔχῃς ἂν ἤδη βεβαίαν τὴν γνῶσιν. πόθεν οὖν ὅτι πρὸς τὴν ἀπόκρισιν ἐπείγεται; πρῶτον μὲν ἐξ αὐτῶν τῶν χειλῶν τοῦ ἕλκους οὐκ ἐθελόντων συνιέναι πρὸς ἄλληλα, διισταμένων τε καὶ ἐκτρεπομένων, εἶτα καὶ τῆς τοῦ κάμνοντος αἰσθήσεως ἐν τῷ βάθει κινήσεώς τινος ἀμυδρᾶς αὐτῷ φαινομένης, ὅταν ἔστἂν ἀπαγαγὼν τῶν ἄλλων ἁπάντων τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν ἐκείνῳ μόνῳ τῷ μορίῳ προσέχῃ τὸν νοῦν, ἐν τὰ προειρημένα συμπτώματα.
§19–31
§19 Οὕτως οὖν εἴωθεν ὀνομάζειν τὰς περιττὰς ὑγρότητας, εἴτε λεπτῶν κατὰ τὴν σύστασιν ὑγρῶν εἴτε καὶ παχυτέρων εἶεν, ὥσπερ νῦν ἐστι τὸ πῦον ὑπὲρ οὗ προείρηκεν, ὅτι συχνὸν εἴωθε ῥεῖν, ὅταν ἀφίστασθαι μέλλῃ μόριον ὀστοῦ.
§20 Ἔν τισι μὲν τῶν ἀντιγράφων χωρὶς τοῦ μεγάλης ἁπλῶς γέγραπται, οὐδεμιᾶς μεταβολῆς καὶ δοκεῖ τοῦτο εὐλογώτερον εἶναι. τριττῶς γὰρ ἐξαλλαττόντων τε καὶ μεταβαλλόντων τὸν καταγματικὸν νόμον τῆς ἐπιδέσεως οὐκ ἂν εἶπεν ἁπλῶς οὕτως οὐδεμιᾶς μεταβολῆς, ὅπου καὶ μετὰ τῆς προσθήκης ἴσως τις ἐγκαλέσει καὶ φήσει ψεύδεσθαι τὸν ἄνδρα χαλαρώτερά τε κελεύοντα νῦν ἐπιδεῖν τὰ ὀθόνια καὶ πυκνῶς λύοντα μετεπιδεῖν καὶ νάρθηκας μὴ προστιθέναι· καὶ τέταρτον τὸ καθόλου δηλονότι παρῃνημένον ὑπαὐτοῦ τὸ πλῆθος αὐξάνειν τῶν ὀθονίων, ὅταν ἐκλύσῃς αὐτῶν τὴν τάσιν νάρθηκας μὴ προσφέρειν· ἀλλ γε τρόπος τῆς ἐπιδέσεως καταγματικὸς ὅστις φυλάττεται, πρὸς ὃν ἀναφέρων τὸν λόγον εἶπε μὴ δεῖσθαι μεγάλης μεταβολῆς τὴν ἀγωγήν. ὑποδεσμίδι τε γὰρ χρήσῃ καὶ ἄρξῃ μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπειδὴ ἐπιδήσεις τρὶς αὐτῷ περιβάλλων ἄνω τελευτήσεις τοιαῦτα μεταξὺ χρησάμενος τῇ νομῇ τῶν ὀθονίων, ὁποίαν ἐδίδαξέ σε, καὶ τὴν β΄ ἐπιδεσμίδα πάλιν ἐπιβάλλειν μὲν τῷ αὐτῷ τόνῳ. τὴν νομὴν δἐπὶ τὸ κάτω ποιήσεις καὶ παλινδρομήσεις ἄνω τὰς ἐπιβολὰς τῶν ὀθονίων χαλαρωτέρας ποιούμενος. ἐπιθήσεις δὲ τοὺς σπλῆνας ἔξωθεν, ὡς ἔμαθες, ἐπιδέσμους τε καταὐτῶν, ὡς ἐδιδάχθης ἅπαντα τῆς καταγματικῆς ἐπιδέσεως. ἐὰν μέντοι μεγάλων ὀστῶν παρασχίδα ἀποστήσεσθαι προσδοκοῖ, τὸν καταγματικὸν νόμον τῆς ἐπιδέσεως οὐκέτι προσάγει καθ τι δηλώσει διὰ τῆς ἐχομένης ῥήσεως. εἰκότως οὖν νῦν ἔφη μηδεμιᾶς μεταβολῆς μεγάλης δεῖσθαι· εἰ δὲ καὶ χωρὶς τοῦ μεγάλης εἴη γεγραμμένον, ἀκουσόμεθα λέγοντος αὐτοῦ, μὴ μεταβαλεῖν τὸν καταγματικὸν τρόπον τῆς ἐπιδέσεως. κατὰ μηδὲν γὰρ καί γε ὑποδεσμίσι χρῆται ταῖς ὑπἐκείνου καὶ τὴν ἀρχὴν τῆς ἐπιδέσεως τὴν αὐτὴν ποιεῖται καὶ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν ἐφεξῆς ἐπινομήν. καὶ μετὰ ταῦτα τοὺς σπλῆνας ὡσαύτως ἐπιβάλλει καὶ τούτους αὐτοὺς ὁμοίως ἐπιδεῖ, τὸν αὐτὸν δηλονότι τρόπον φυλάττει.
§21 Περὶ τῆς ἐπιβολῆς ἐπιδέσμου κἀν τῷ κατἰητρεῖον εἶπεν ἁπλοῦν, εὔκυκλον, σκέπαρνον. ἔστι δὲ σκέπαρνον αὐτὴ περιβολὴ βραχυνομένη ἀπὸ τῆς εὐθείας καὶ κινουμένη πρὸς τὸ πλάγιον, οὔπω δοὖσα λοξὴ, λέγουσα δὲ κατὰ τῶν τεκτόνων σκέπαρνα, διότι βραχὺ τῆς εὐθείας ἐγγίγνεται πρὸς ὑποκαμπὴν οὕτως ὠνόμασται. τοὺς σπλῆνας οὖν κατὰ τοῦτο τὸ σχῆμα ἀξιοῖ τῆς περιβολῆς τὸ κατεαγὸς κῶλον περιλαμβάνειν, οὕτως περιτεθειμένους ὡς ὑπὸ δυοῖν ἀρχῶν ἐπίδεσμος ἐπιδεῖται, τουτέστι τῆς μεσότητος τῶν σπληνῶν, πρώτως ἐπιβαλλομένης τῷ κώλῳ, εἶτα τῶν οἷον σκελῶν τοῦ σπληνὸς, οὐ κυκλοτερῶς περιλαμβανόντων τὸ θεραπευόμενον μέρος, ἀλλὰ ἐγκλινομένων ὀλίγον ὡς ἀλλήλων συμβαλεῖν κατὰ τὸ ἀντικείμενον μέρος ὅθεν ἤρξατο καὶ γενέσθαι τὴν συμβολὴν αὐτῷ τῷ χ γράμματι παραπλησίαν, ὅπερ εἰ κυκλοτερῶς ἐπιλειχθήσεται, οὐκ ἂν ἐγένετο. συμβαίνει γὰρ τοσούτῳ περιλαμβανομένου ἀπαντᾷν ἀλλήλοις ἄντικρυς. τὸ δὲ μῆκος τῶν σπληνῶν ἐδήλωσεν ἐκ τοῦ φάναι, βραχυτέρους οὐκ ὀλίγῳ δεῖ ὑπάρχειν ὥστε τὸ δὶς ἀλλήλων ἀπαντῆσαι. μακροτέρους δὲ πολλῷ ὥστε ἅπαξ· βούλεται γὰρ πολλάκις ὑπαὐτῶν κρατεῖσθαι τὸ κῶλον, ἅπαξ ἑκάστου περιλαμβάνοντος αὐτό. γίγνοιτο δἂν οὐκ ἀσφαλὴς κράτησις, εἰ καθὃν ἀπήντησεν σπλὴν αὐτῷ τόπον ἐπαύσατο μὴ προσεκτάσας ἔτι καὶ προσεπιλαμβάνων τι μέρος τοῦ κώλου. σχεδὸν γὰρ τὸ ἥμισυ βούλεται περιλαμβάνειν αὐτὸ τοὺς σπλῆνας ἐκ τοῦ φάναι, μὴ ὀλίγῳ μὲν ἥσσους εἶναι δεῖν αὐτοὺς ὥστε δύνασθαι περιληφθῆναι τὸ κῶλον, συχνῷ δὲ μείζους ὡς τὸ ἅπαξ. γένοιτο δἂν τοῦτο κατὰ μέσον αὐτῶν παυσαμένου τοῦ κατὰ τὸ κῶλον κύκλον, ὥστεἴπερ ἔμελλον ἔσεσθαι ποδιαῖοι τὸ μῆκος ἅπαξ περιληψόμενοι διπλασίους αὐτοὺς γενομένους δεῖ συμπεριλαμβάνειν. ἐὰν οὖν ἐν τῷ μέσῳ παύσονται, τοσοῦτον ἔτι προσθέντες τῶν ἅπαξ, ὅσον ἀπελείφθησαν τοῦ διἑνὸς καὶ ἡμίσεος αὐτοὺς ἔσεσθαι ποδός. ἀκριβῶς οὖν κατασκεψάμενος τὸ πάχος τοῦ κώλου στοχάσασθαι τηνικαῦτα, τηλικούτους ποιῆσαι τῷ μήκει τοὺς σπλῆνας, ὡς μιᾶς καὶ ἡμισείας γενέσθαι περιβολῆς. εἰ δὲ μὴ θαῤῥῶν σου τῷ στοχασμῷ θατέρῳ ὁκόσῳ τῷ ὑγιεῖ προσπεριβάλλων αὐτοὺς ἀκριβῶς ἂν εὕροις τὸ μῆκος. εὔδηλον δηλονότι συνεχεῖς ἀλλήλοις ἐπιβαλεῖν χρὴ τοὺς σπλῆνας, ὡς μηδεμίαν αὐτῶν μεταξὺ λείπεσθαι κενὴν χώραν· οἴνῳ δὲ αὐτοὺς κελεύει βεβρέχθαι, κατὰ μὲν τὴν χροιὰν μέλανι, κατὰ δὲ τὴν γεῦσιν αὐστηρῷ δηλονότι καὶ κατὰ τὴν σύστασιν, ὁποῖός ἐστι παχύς. ὠφελιμώτατος γὰρ ἁπάντων οἴνων εἰς τὰς τοιαύτας διαθέσεις μέλας καὶ αὐστηρός· τὸ μὲν κοινὸν ἀγαθὸν ἔχων οὗ χάριν εἰς ἐπιβολὰς ἑλκῶν παραλαμβάνεται, τῶν δἄλλων οἴνων τῶν στυφόντων ἀδηκτότερος ὢν, ὅπερ οὐ τὸ τυχὸν ἀγαθόν ἐστιν ἐν ταῖς τοιαύταις θεραπείαις, ἐπειδὴ διὰ τὴν ὀδύνην ἐδιδάχθησαν αἱ φλεγμοναὶ γενόμεναι, δι κἂν μὴ λίαν αὐστηρὸς, ἀλλὰ μετρίως , τοιοῦτος ἀμείνων ἐστίν. ὀδύνην γὰρ λίαν αὐστηρὸς φέρει συνάγων καὶ πιλῶν τὴν σάρκα περαιτέρω τοῦ προσήκοντος· ὅθεν οὐδ λεπτομερὴς κατοὐσίαν, οἷοσπερ ἐστὶν λευκὸς ξανθὸς κιῤῥὸς ἐπιτήδειος. ἐνδυόμενος γὰρ εἰς ὅλον τὸ βάθος τῆς ἡλκωμένης σαρκὸς αἴσθησιν ὀδυνηρὰν πλέον φέρει διὰ τὴν γιγνομένην ἐν ἑαυτῇ σφίγξιν τε καὶ πίλησιν. δὲ παχυμερὴς, ὁποῖος μέλας, οὐ καταδυόμενος εἰς τὸ βάθος τῆς σαρκὸς, ἀλλὰ μόνῃ τῇ τῆς ποιότητος διαδέσει ψύχων τε καὶ συνάγων αὐτὴν ἀποκρούεται μὲν τοὺς ἤδη περιεχομένους χυμοὺς, ἀναστέλλει δὲ τοὺς ἐπιῤῥέοντας. μὲν οὖν λόγος οὕτω μαρτυρεῖ τῷ μέλανι καὶ αὐστηρῷ, τῇ πείρᾳ δεἰ βουληθείης βασανίσαι τὴν δύναμιν αὐτοῦ κατὰ τῶν μεγίστων τε καὶ χαλεπωτέρων τραυμάτων χρησάμενος εὑρήσεις ἀληθεύοντά με. λέλεκται δὲ καὶ πρόσθεν ὡς ἀεὶ χρὴ τέγγεσθαι τὸ ἕλκος ὑπαὐτοῦ. ξηρανθέντων γὰρ ἐπὀλίγον καὶ θερμανθέντων ὑποβεβλημένων ὀθονίων τῷ ἕλκει φλεγμονὴν ἀναγκαῖον ἀκολουθῆσαι, καὶ μάλιστα ἐν θέρει, καθὃν καιρὸν ἀεὶ παρἡμῖν ἐν Περγάμῳ τῶν ἀρχιερέων τὰς καλουμένας μονομαχίας ἐπιτελούντων τοὺς κάκιστα τρωθέντας ἐθεράπευσα, πτύγματα μὲν ὀθονίων ἐπιθεὶς τοῖς τραύμασιν οἴνῳ τοιούτῳ βεβρεγμένα, καταὐτῶν δἔξωθεν σφόγγους καθεὶς μαλθακοὺς, εἶτα διὅλης σχεδὸν ἡμέρας τε καὶ νυκτὸς ἐπιβρέχων. προϋποβάλλων δὲ τῷ τετρωμένῳ κώλῳ δέρμα κοιλαῖον ἀτρέμα κατὰ τὴν ποδῶν χώραν, ὡς διαὐτοῦ φέρεσθαι τὸν ἐκ τῆς βροχῆς οἶνον. κενοῦσθαι δὲ καθάπερ διὀχετῶν δεχομένης αὐτοῦ τὴν ἐκροὴν λεκάνης κενῆς, ὥστἀναλαμβανόμενον αὖθις τὸν ἀθροιζόμενον οἶνον ἐν αὐτῇ καταντλῆσαι δεύτερον. ἐπὶ γὰρ τοῖς ἄλλοις ἀγαθοῖς οἶς τοιοῦτος οἶνος ἔχει καὶ τῆς ὀσμῆς ἀμυδρὸν ὑπάρχει μέγιστον αὐτῷ τῶν ἀγαθῶν· τῶν γὰρ ἄλλων ὅσοι τοιαύτην ἔχουσι σφόδρα πληττόντων τὴν κεφαλὴν μέλας αὐστηρὸς οἶνος οὐδὲ κατὰ τοῦτο βλάπτοι, εἰ συμβέβηκε δαὐτῷ τὸ τῆς ὀδμῆς ἀσθενὲς ἐπὶ τῇ τῆς κράσεως ψυχρότητι. δέδεικται γὰρ ἐν τοῖς περὶ φαρμάκων αὐστηρὸς οἶνος ἐκ γεώδους οὐσίας ψυχρᾶς συνιστάμενος, ὥστἐπειδήπερ τοιοῦτος οἶνος ἐπιμιξίας γεώδους ψυχρᾶς· γέγονεν αὐστηρὸς, ἥκιστα θερμοὺς ἀτμοὺς ἀναπέμπει πρὸς τὸ μετέωρον. εἷπον δὲ κατὰ τὴν ἀρχὴν εὐθέως τῶνδὑπομνημάτων ὡς διὰ τὸ πολλοὺς τῶν καταμιγνυμένων ὅσα τοιαύτας ἀπορίας ἀπορεῖν, οἵαν ἐπὶ τῶν μονομάχων ἐποιούμην ἐγὼ τὴν ὑγρὰν κηρωτὴν, ἣν περιλαμβάνομεν ἐπὶ τῶν ἁπλῶν καταγμάτων ἀσθενεστέραν μὲν οὖσαν πολὺ τοῦ οἴνου, δυναμένην δαὐτάρκως ὧν χρήζομεν ἀπεργάζεσθαι.
§22 Πάλιν ἐνταῦθα τὸ ἔνθεν καὶ ἔνθεν οὐ κατὰ τὸ πλάτος εἶπεν, ἀλλὰ κατὰ τὸ μῆκος τοῦ κώλου φυλάττων τὸ καθόλου παράγγελμα τὴν ἐπίδεσιν ἐπιλαμβάνων ἀεὶ τοῦ ὑγιοῦς οὐκ ὀλίγον, καὶ μάλιστα ἐπὶ τῶν μεγάλων διαθέσεων.
§23 Τὸ κῦρος τῆς θεραπείας ἐπίτεγξις ἔχει κατά γε τὰς πρώτας ἡμέρας, ἡνίκα ἐκθλίβεσθαι χρὴ, τῶν ἡλκωμένων μορίων, ὅσον ἤδη φθάνει καταὐτὰ περὶ τῆς ὑγρότητος ἠθροῖσθαι, κωλῦσαι δὲ τὸ ἄνωθεν ἐπιῤῥέον. ἀπὸ δὲ τῆς τρίτης ἡμέρας πισσηρὰ κηρωτὴ χρησιμωτέρα πέττουσα τὰ κατὰ τὸ ἕλκος. ἀλλ Ἱπποκράτης εὐθέως ἐξ ἀρχῆς ἐπαὐτῇ παραλαμβάνει τὴν ἐκ τοῦ οἰκείου δύναμιν οὐκ ἐθέλων ἀκραιφνῆ προσπίπτειν τοῖς ἡλκωμένοις μορίοις, ἀλλὰ κατὰ διάθεσιν, ὅπως μή τις αὐτοῖς ἀνία γένηται διὰ τὴν στύψιν. οὐκ ἂν ἁπλῶς ἀπὸ ξίφους γεγονὸς θεραπεύει νῦν τραῦμα, συντεθλασμένης δέ πως ἐξ ἀνάγκης μᾶλλον ἦττον ὅλης τῆς περὶ τὸ ἕλκος σαρκός. αἱ γὰρ κάταγμα ποιοῦσαι περιστάσεις καὶ τῆς σαρκός τι συνθλῶσιν· εἰκότως οὖν προσεπιβάλλειν τι τοῖς ἕλκεσιν ἔναιμον φάρμακον ἰατικόν τε καὶ παρηγορικὸν τῶν τεθλασμένων, τοιοῦτον εἶναι βούλεται κατὰ τὴν δύναμιν, ὡς οἰκειοῦσθαι καὶ προσίεσθαι τὴν ἔξωθεν περιβροχήν. ἀκουστέον γὰρ ἐνταῦθα σύντροφον τὸ οἰκεῖον.
§24 Ἐπειδὴ ταῖς τοιαύταις διαθέσεσιν σφοδρὰ ψύξις ἐνίοτε κίνδυνον ἐπιφέρει σπασμοῦ, ψυχρῷ δοἴνῳ κατά τε τὴν ἕξιν καὶ τὴν δύναμιν χρῆσθαι, διὰ τοῦτεὐλαβηθεὶς ἀπαντῆσαί τι χαλεπὸν ἐν χειμῶνι τῷ τῆς θεραπείας ἔθει μιχθείσης τῆς κατὰ τὴν ὥρην ψύξεως, ἐρίων τε περιθέσει πολλῇ καὶ μίξει βραχέος ἐλαίου καθαιρεῖ τὸ σφοδρὸν τῆς ψύξεως. εἶναι δἀξιοῖ ῥυπαρὰ τὰ ἔρια διὰ τὸν οἴσυπον ἔχοντά τι καὶ θερμότητος καὶ ψύξεως.
§25 Εἴταἰγὸς δέρμα προσαγορεύεται κυρίως ἰξάλη εἴτε κατἄλλου τινὸς ὑποφέρεσθαι δύναται τοὔνομα περιττὸν ἐν τῇδε τῇ διδασκαλίᾳ ζητεῖν. οὐ γὰρ ἐξηγήσις λέξεων, ἀλλὰ θεραπεία πρόσκειται παθῶν, εἰς ἣν ἀρκεῖ γιγνώσκειν ὅτι μανὸν, οὐ πυκνὸν ὑποτετάσθαι χρὴ δέρμα, οὐ μόνον ὅσον ἐκ τῆς ἐπιβροχῆς συῤῥεῖ δυνάμενον ἐξοχετεύειν, ἀλλὰ καὶ τοὺς ἀποπλυνομένους ἰχῶρας, ἐσχηματισμένον ἐν τοῖς πρὸς ποδῶν μέρεσιν, ὡς ἔμπροσθεν εἴπομεν.
§26 Θερμαινόμενα τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν, δὴ καὶ πλατὺ καλοῦσιν, ἐξέδοντά τε καὶ νάρκην καὶ ὑπαὐτῷ τῷ δέρματι δυσιάτους ἑλκύσεις ἐργάζεται, μετὰ γὰρ τὸ δέρμα χονδρώδη πέρατα τῶν ὀστῶν ἐστι καὶ γυμνωθέντα δυσχερῶς ἐπουλοῦνται.
§27 Ἀκριβῶς κατεὐθυωρίαν ἀξιοῖ χρῆσθαι τὸ σκέλος, ἀλλὰ βραχεῖ τινι τὸ πέρας ὑψηλότερον εἶναι. λέλεκται δέ μοι καὶ πρόσθεν ἤδη περὶ τούτου ὅτι τὸ μὲν κατάῤῥοπον σχῆμα συγχωρεῖ πλέον ἐπιῤῥεῖν τῷ σκέλει, τὸ δἀνάῤῥοπον ὀδύνην ἐργάζεται· διὰ ταῦτα τοιγαροῦν τὸ μὲν κατάῤῥοπον ἀεὶ φεύγειν προσήκει, τοῦ δἀναῤῥόπου μεταχειρίζεσθαι τοσοῦτον, ὅσον οὐδέπως τὸ σκέλος δυνήσει.
§28 Ὅτι τὴν διὰ τῶν ὀργάνων τάσιν, ἣν προείρηκεν ἐπὶ μακρῶν τούτων, ὁμαλῶς ἅπαν τὸ κῶλον τείνουσαν, καὶ μηδὲν μόριον ἐπιτρέπουσαν ἧττον μᾶλλον τετάσθαι καὶ νῦν λέγει, δεδήλωταί μοι καὶ πρόσθεν. δεἰς τὸ περὶ τῶν προσδεόντων ἄκρον τὸ κῶλον γέγραπται τῷ Ἱπποκράτει, πρόδηλα. παρελθὼν οὖν ταῦτα τὸν περὶ τῶν σφαιρῶν ἤδη προχειριοῦμαι λόγον.
§29 περὶ τῶν ἐπινοηθεισῶν ὑπὸ τῶν σφαιρῶν λόγος ἐμοὶ μὲν οὕτω δοκεῖ σαφὴς ὑπάρχειν, ὡς μηδἐπιχειρεῖν αὐτὸν ἑτέρως ἑρμηνεύειν. ἐπειδὴ πολλάκις ἔφασάν τινες ἀγνοεῖν τὰ λεγόμενα κατὰ τὸν τρόπον ὑφἹπποκράτους, οὐκ οἶδ τι πράξω. τοῖς μὲν γὰρ λέγουσι μὴ νοεῖν αὐτὰς τὰς σφαίρας ἐπιδείξας ἀναγινωσκομένου τοῦ βιβλίου σαφῆ τὸν λόγον ἐποιήσατο, προσαρμόττων ἑκάστην αὐτοῦ λέξιν ἐκείνῳ τῷ μέρει τῆς σφαίρας δεικνυμένῳ, περὶ οὗ τὴν διδασκαλίαν ἐποιεῖτο. κατὰ δὲ τὸ βιβλίον οὐκ ἔνεστι δεικνύναι τὰς σφαίρας, ὥστοὐκ οἶδα τίς ἔσται μηχανὴ τοῦ σαφῆ ποιεῖσθαι τὸν λόγον. εἰ γάρ τις οὐ μανθάνει τῆς Ἱπποκράτους ἑρμηνείας οὔσης σαφοῦς, οὐδὲ τῆς ἐμῆς συνήσει. πολλάκις οὖν αὐτὴν ἀναγνώτω προσέχων τὸν νοῦν ἀκριβῶς, καὶ εἰ μὴ πρόσθεν, ἀλλοὕτω γε πράττων οἶδὅτι νοήσει πάντως. ἐγὼ δοὖν καὶ αὐτῆς ὅσον οἷόν τε ἔτι συντελέσαι πρὸς τὴν νόησιν οὐκ ἐκλείψω. σφαίρας τοίνυν οὐ τοιαύτας ἐχρῆν νοεῖν οἵας οἱ παῖδες παίζουσιν· αὗται μὲν γὰρ σφαιροειδεῖς εἰσιν ὄντως. ἃς δἹπποκράτης ἀξιοῖ κατασκευασθῆναι, παραπλησίαι ταῖς πέδαις ὑπάρχουσιν, ὡς αὐτὸς ἐδήλωσεν. ἔνι δὲ συννοεῖν τὸ παράδειγμα· παραπλησίας αὐτὰς νόει τοῖς ὄφεσιν τοῖς ἀλλᾶσιν. ὥσπερ οὖν οἱ μάγειροι τὴν ἔνδον εὐρυχωρίαν τῶν ἐντέρων πληροῦντες σεμιδάλεως, κρεῶν συγκεκομμένων τινος ἑτέρου τοιούτου ἀλλᾶντας ἐργάζονται, τὸν αὐτὸν τρόπον καὶ σὺ ποιήσας σκύτος ῥάπτων ὅμοιον ἐντέρῳ κενῷ πλήρωσον αὐτὸ μαλακῆς οὐσίας. ἀξιοῖ δὲ τὸ σκύτος Αἰγύπτιον εἶναι, τουτέστιν εὔτονόν τε καὶ μαλθακὸν, ὥστε κἂν ἐν Ἰταλίᾳ καὶ ἐν Θράκῃ κἂν ἑτέρωθί που τῆς οἰκουμένης εὐπορῇς τοιούτου σκύτους, οὐ ζήτει τὸ Αἰγύπτιον. ἔστω δὲ τὸ μῆκος τηλικοῦτον τὸ εἰσραμμένον σκύτος, ὡς περιβάλλεσθαι κυκλοτερῶς τοῖς σφυροῖς ὁμοίως ταῖς πέδαις. ἕτερον δὲ ὑποκάτω τοῦ γόνατος οὐχ ὁμοίως περιβεβλήσθω· δυοῖν γάρ ἐστι τούτων χρεία καθἕκαστον τῶν θεραπευομένων κῶλον, διὸ καὶ παρεσκευάσθαι σοι χρὴ πλείονα ζεύγη διαφέροντα τοῖς μεγέθεσιν, ὡς τὸ μὲν μείζονι περιβάλλεσθαι, τὸ δἐλάττονι. εἰ δέ τι σύμμετρον ἑκάστῳ, προσήκει γὰρ τοὺς χιτῶνας τούτους, ἃς σφαίρας ὠνόμασεν, ἀκριβῶς εἶναι κυκλοτερεῖς, οὐδἴσας ὁμαλῶς κατά γε πλάτος καὶ ὕψος, ἀλλὰ καθ μὲν ἐπιβάλλονται τῷ χρωτὶ, πλατύνεσθαί πως ἀτρέμα, τὸ δεἰς ὕψος αὐτῶν ἀνατετραμμένον εἶναι ἄμεινον περιφερές· οὐδὲ τοῦτο ἀκριβῶς τοιοῦτον, ἀλλἐκ μὲν τῶν ἔνδον πρὸς ἄλλο ὕψος ἀνατεταμένον, αὖθις δἀπὸ τούτων κυκλοτερὴς αὐτῶν κατάβασις ἄχρι τοῦ χρωτὸς γιγνέσθω διὰ τῶν ἔζω μερῶν, ὅπερ ἐν μὲν τῇ κάτω σφαίρᾳ τὸ ταπεινὸν αὐτῶν ἐστι πλησιάζον τῷ ποδὶ, κατὰ δὲ τὴν ἄνω τὸ ὑψηλὸν τῷ γόνατι γειτνιᾷ. τοιούτων δοὐσῶν τῶν σφαιρῶν, ὡς εἴρηται, καὶ περιτεθειμένων ἐξαρτημάτων τινῶν, καθάπερ ὅταν βούληται καθἑκατέραν εἶναι διττὰ τὰ μὲν ἐν τῇ κάτω σφαίρᾳ τὸ κοῖλον σαυτῷ μέρος ἄνω βλέπον ἔχοντα ὡς πρὸς γόνυ, τὰ δὲ ἐν τῇ ἄνω κατὰ τοὐναντίον εἰς τὸ κάτω μέρος ἐστραμμένην ἔχοντα τὴν κοιλότητα. ἐπεῤῥάφθω δὲ ἑκάτερα τῶν σφαιρῶν αὐτὰ ταῦτα κατὰ τὸ πλάγιον μέρη, τουτέστι τοῦ ῥηθέντος ὑψηλοτάτου μέρους ἓν ἔνθεν, τὸ δὲ ἔνθεν. ἐνθεῖναι γὰρ βούλεται τούτοις τὰ πέρατα ῥάβδων τεττάρων ἐν αὐτῷ τῷ χρόνῳ εὐθέως ἀτρέμα κάμπτων αὐτὰ χάριν τοῦ μετὰ τὴν ἔνθεσιν εἰς τὴν κατὰ φύσιν εὐθύτητα πάλιν ἐπανερχομένων ὠθεῖσθαι τῶν σφαιρῶν, τὴν μὲν ταπεινὴν εἰς τὸ κάτω μέρος τοῦ κώλου, τὴν δὲ ὑψηλὴν ἄνω. γενομένου γὰρ τούτου συμβήσεται τὰ μέρη τοῦ κατάγματος ἅμα μὲν ἀκριβῆ φυλάττειν τὴν διάπλασιν, εἶτα δὲ ἀντιτείνεσθαι τὸ μὲν ἄνω, τὸ δὲ κάτω. κρανέας δὲ κελεύει τὰς ῥάβδους εἶναι διὰ τὴν εὐτονίαν τοῦ ξύλου· πρόδηλον γὰρ ὡς εἰς τὴν προκειμένην χρείαν ἄμεινόν ἐστι τοιοῦτον εἶναι ξύλον. ὅτι δὲ τὸ μηχανικὸν καλούμενον γλωσσόκομον ἄριστον εἰς τὰς τοιαύτας ἀντιτάσεις ἐστὶν ἔμπροσθεν εἴρηταί μοι κατὰ τὸ πρῶτον ὑπόμνημα, καθ καὶ περὶ τῆς κατασκευῆς αὐτοῦ διῆλθον.
§30 Τὸ μὲν ἐγκέλσαι τὸ οἷον ἐνερεῖσαι, δῆλον. βούλεται γὰρ τὰς ῥάβδους, ὅσαι μεταξὺ τῶν σφαιρῶν τιθέμεναι τὴν μὲν ἑτέραν ἄνω, τὴν δὲ ἑτέραν ὠθοῦσι κάτω, μὴ ψαύειν τοῦ χρωτὸς, ἀλλὑψηλὰς ἀπαὐτοῦ τοῖς ἐναιωρήμασι τῶν σφαιρῶν ἐνστηρίζεσθαι. κραναΐνας δὲ ἐκέλευσεν αὐτὰς εἶναι διὰ τὴν εὐτονίαν, ἵνα δηλονότι κατὰ τὴν ἔνθεσιν βιαίως καμφθεῖσαι, μετὰ ταῦτα πάλιν ἑαυτὰς ἐπανάγωσιν εἰς τὴν ἀρχαίαν εὐθύτητα· οὐκ ἄδηλον δὲ οὐδὅτι τοσοῦτον ἄνω καὶ κάτω τὰς σφαίρας ἀπώσουσιν, ὅσον ἂν εἰς μῆκος ἀπίωσιν ἐκτεινόμεναι.
§31 Δικαίην ἔφην ὑπαὐτοῦ λέγεσθαι τὴν ἴσην. δόξει δὑποπεπτωκέναι ταὐτῷ σημαινομένῳ καὶ ὁμαλότης καὶ ἰσότης ἐφεξῆς· ἀλλαὕτη μὲν ἐν τοῖς μέρεσιν ἑνὸς πράγματος ἔχει τὴν γένεσιν. δικαία δἐν δυσὶ τὸ ἐλάχιστον συνίσταται, διὸ καὶ νῦν δικαίαν μὲν κατάτασιν ἀκουστέον εἰρῆσθαι παραὐτοῦ κατά τε τὴν ἀντίτασιν, ἣν αἱ δύο σφαῖραι ποιοῦνται, καὶ κατὰ τὰς ἐμβεβλημένας αὐταῖς κραναΐνας ῥάβδους, ὁμαλὴν δὲ τὴν καθἑκάστην αὐτῶν, οἷον τὴν κατὰ τὰ σφυρὰ μόνην αὐτὴν καθἑαυτὴν ἐξεταζομένην, εἶτα τὴν πλησίον τοῦ γόνατος, εἶτα τὴν ἀπὸ τῆς κατὰ τὸ δεξιὸν μέρος ῥάβδου καὶ μετὰ ταύτην ὑπὸ τῆς περὶ τὸ ἀριστερόν.
§32–51
§32 Τέσσαρες ἦσαν αἱ ῥάβδοι, δύο καθἑκάτερον μέρος τῆς κνήμης, ἄνω μὲν ὑψηλοτέρα, ταπεινοτέρα δὲ ἑτέρα. τὰς μὲν οὖν ὑψηλοτέρας δύο δυνατὸν εἶναί φησιν ἀλλήλαις συνδῆσαι χάριν τοῦ μένειν εὐθείας καὶ μὴ κατὰ τὴν βιαίαν κάμψιν, ἣν ἐκάμφθησαν ἀντιθέμεναι πρὸς τὰ πλησίον μέρη.
§33 Μοχθηρὸν ἔθος ἰατρῶν ἐπανορθώσασθαι βούλεται, νομιζόντων ἄμεινον εἶναι μὴ κατατείνειν εὐθέως τὸ κατεαγὸς κῶλον, ἀλλὰ παρηγορήσαντας πρότερον ἡμέραις δύο καὶ τρισὶ, τόθἥκειν ἐπὶ τὴν κατάτασιν ὕστερον ἡμέρᾳ τρίτῃ καὶ τετάρτῃ μετὰ τὴν ἀρχήν. δἹπποκράτης αὐτῷ τὸ ἐναντιώτατον ἐνδείκνυσιν ἁρμόττειν, ἐν ἀρχῇ μὲν κατατείνειν τὸ κῶλον, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ παρηγορεῖν. ἐὰν οὖν προσέχῃς τὸν νοῦν τοῖς κατὰ μέρος εἰς τοῦτο γεγραμμένοις ὑπαὐτοῦ, σαφῆ ταῦτἔσται· καὶ γὰρ ἑρμηνεύεται σαφῶς.
§34 Ἐπιείκειάν φησιν ἔχειν τὸν λόγον ἐν ἴσῳ πιθανότητα. τοῦτο δὲ εἶπεν, ἐπειδή τινες τῶν λόγων ἄντικρύς εἰσιν ἀπίθανοι. τίς οὖν πιθανότης τοῦ λόγου καθὃν εἴποι τις ἂν εἶναι καὶ τὰ ἄλλα νοσήματα ἕλκη; τὰ μὲν ἐπώδυνα καὶ πάνυ πιθανὸν ἐν τῷ τῶν ἑλκῶν τίθεσθαι γένει. δέδεικται γὰρ ἡμῖν ὀδύνη γινομένη διά τε τὴν τῆς συνεχείας λύσιν ἐν τῷ τέμνεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι, προσέτι κατὰ δυσκρασίαν. ὅτι μὲν οὖν τῆς συνεχείας λύσις ἕλκος ἐστὶ, παντί που δῆλον. ὅτι δὲ καὶ κατὰ δυσκρασίαν ἀθρόα μεταβολὴ λύσιν τινὰ ποιεῖται συνεχείας ἐν τοῖς περὶ φαρμάκων ἐπιδέδεικται. τὸ μὲν γὰρ θερμὸν ὅτι διεξέρχεται καὶ οἷον διαβιβρώσκει τὸ συνεχὲς δῆλον. ὅτι δὲ τὸ σφοδρῶς στῦφον ὅταν ἀθρόως συνάγῃ τὸ διακεχυμένον, ἐργάζεταί τινα τῆς συνεχείας αὐτῆς λύσιν ἐν ἐκείνῃ μοι δέδεικται τῇ πραγματείᾳ· ὥστε κατὰ τοῦτο μὲν οὐ μόνον ἂν εἴη πιθανὸς λόγος, ἀλλὰ καὶ ἀληθὴς, ἅπασαν ὀδύνην ἐν τῷ τῶν ἑλκῶν γένει τιθέμενος. ὅτι δὲ καὶ πάντα τὰ νοσήματα δύναιτἄν τις ἕλκη λέγειν, οὐκ ἔτἂν ὁμοίως πρόσθεν ἀληθὲς, οὐ μὴν ἀπήλλακται πιθανότητος. ἐπειδὴ γὰρ τὰ πλεῖστα νοσήματα μετὀδύνης συνίσταται, μετάβασις ἀπαὐτῶν ἐπὶ πάντα γενήσεται τῷ λόγῳ πειρωμένου τινὸς ἐν ὅλῳ τῷ σώματι πάντως ἤτοι δυσκρασίαν τινὰ θλίψιν τάσιν σαφῆ γίγνεσθαι συνεχείας διαίρεσιν, εἶτα προσαναγκάζοντος ἅπασαν ἐργάζεταί τινα λύσιν τῆς συνεχείας· καὶ εἰ μὴ πρὸς αἴσθησιν ἐναργῶς, ἀλλὰ πρός γε τὴν ἀλήθειαν αὐτὴν λόγῳ θεωρητῶς. ἐν δὲ τοῖς γιγνομένοις τε καὶ θλωμένοις καὶ θλιβομένοις ἔτι δὴ καὶ μᾶλλον. ἐγγὺς γὰρ ἥκει ταῦτα τοῦ διασπασθῆναι. τοῦτο δἐστὶ τὸ πάθημα συνεχείας λύσις.
§35 Ὅπερ εἰώθαμεν λέγειν, ὡμοίωται καὶ κοινωνεῖ καὶ συγγένειαν ἔχει, τοῦτο καλεῖν εἴωθεν Ἱπποκράτης ἠδέλφισται τὴν πολλὴν τῶν πραγμάτων οἰκειότητα καὶ συγγένειαν ἐνδεικνύμενος τῷ ὀνόματι· πολλῶν γὰρ ὄντων ἀλλήλοις συγγενῶν οὐδενὸς μᾶλλον οἰκειότερον ἂν ὀνομάζοιτο συγγενὲς, ὡς ἰσοδυναμοῦσαν οὖσαν τῆς οἷον ἀδελφότητος τὴν σφόδρα οἰκειότητα προσαγορεύειν εἴωθε τῷ ἠδελφίσθαι ῥήματι.
§36 Τοὺς περὶ τρίτην τετάρτην ἡμέραν ἀρχομένους τῆς περικαταγματικῆς ἀγωγῆς ἐν τῷ πρόσθεν λόγῳ μεμψάμενος ἐπὶ τοὺς μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπαὐτὴν ἀφικνουμένους ἥκει σὺν τῷ λόγῳ μικρότερα δεικνὺς, ἁμαρτάνειν αὐτοὺς, ὡς ἂν ἀφλεγμαντωτέροις τοῖς μέρεσιν προσάγοντας τὴν ἀντίτασιν. οἱ δέ γε περὶ τρίτην τετάρτην τοῦτο πράττοντες, ἢν καὶ μάλιστα φλεγμαίνῃ, δεῖται παρηγορίας, οὐ μικρὸν ἁμάρτημα δείκνυσιν ἁμαρτάνειν αὐτούς.
§37 Τὸ μῆκος τοῦ χρόνου μεμψάμενος ἐπὶ τῶν μετὰ τὴν ἑβδόμην ἡμέραν ἀρχομένων τῆς καταγματικῆς ἀγωγῆς, ἔτι πρὸς τούτῳ φησὶ καὶ ἄλλας εἶναι βλάβας ἃς παραλείπει, ὅπως μὴ μακρολογοίη. προσθεῖναι δὲ ἡμᾶς ἄμεινον αὐτὰς ἐξ αὐτῶν ὧν ἔμπροσθεν ἐδείξαμεν ὡρμωμένους· μετρίου μὲν ὄντος τοῦ κατάγματος ὀκνηρότερα γίνεται τὰ μόρια διὰ τὴν τοιαύτην ἐπίδεσιν, ὡς καὶ πρόσθεν ἐδιδάξαμεν. εἰ δὲ καὶ σφοδρότερόν τε καὶ κακοηθέστερόν ποτε τὸ κῶλον συντριβείη, κίνδυνός ἐστι τηνικαῦτα καὶ αὐτῶν τι τῶν ὀστῶν σφακελέσαι τῆς καταγματικῆς ἀγωγῆς ἀναβλησθείσης εἰς τὸν μετὰ τὴν ἑβδόμην ἡμέραν καιρόν. ἀπἀρχῆς γὰρ ταύτην βούλεται παραλαμβάνεσθαι, διότι τῶν πεπονθότων μορίων ἑκατέρως τὴν περιουσίαν ἐκθλίβει τοῦ αἵματος, ἐξ ἧς χρονιζούσης αὐτόθι σήπεσθαι καὶ τοῖς ὀστοῖς ἐνίοτε συμβαίνει διαβεβρωμένους ἐπὶ πλέον ὑπὸ τῶν μοχθηρῶν ἰχώρων.
§38 Καταστῆσαι συνήθως λέγουσιν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ἀντὶ τοῦ πρὸς τὴν οἰκείαν χώραν ἀγαγεῖν. ἀπὸ τούτου δέ μοι δοκεῖ καὶ Ἱπποκράτης πεποιηκέναι καὶ νῦν τὸ τῆς καταστάσεως ὄνομα μετὰ τοῦ σ δηλονότι γραφομένης τῆς συλλαβῆς ταύτης, ὡς ταὐτὸν σημαίνειν διαὐτοῦ τῇ καθιδρύσει, ἥτις ἐνδείκνυται τὸ κατὰ χώραν ἱδρύσαι τι. κακῶς οὖν ἔνιοι γράφουσι κατάτασις ἄνευ τοῦ σ. οὐ γὰρ διὰ τῆς κατατάσεως, ἀλλὰ καὶ διὰ τῆς μοχλείας ἱδρύει εἰς τὴν οἰκείαν χώραν τὰ γυμνωθέντα τῶν ὀστῶν.
§39 Πρόδηλον ὅτι κατὰ τὸ σχῆμα παραπλήσια κατασκευάζει σιδήρια τοῖς τῶν λατύπων, οὐ κατὰ τὸ μέγεθος· οἷς γὰρ ἐπὶ τῶν ὀστῶν χρώμεθα σιδηρίοις εἰς τὸ μοχλεύοντες αὐτὰ κατατάξαι τηλικαῦτά ἐστι τὸ μέγεθος, ἡλίκα καὶ πρὸς τὴν τῶν ὀδόντων μοχλείαν ὑφὑμῶν παρεσκεύασται. πλείω δὲ εἶναι χρὴ τὰ περὶ τῶν ὀστῶν μοχλείαν παρεσκευασμένα διαφέροντα ἀλλήλων μεγέθει τε καὶ λεπτότητι καὶ μικρότητι τῇ κατὰ τὸ πέρας αὐτῶν, ἔνθα μάλιστα τὸ ἔργον αὐτῶν ἐστιν. ὅπως δὲ προσήκει χρῆσθαι τοῖσδε τοῖς σιδηρίοις αὐτὸς Ἱπποκράτης διδάξει σαφῶς. εἰ δέ τις οὐ παρακολουθεῖ τῇ λέξει τἀνδρὸς, οὐκ ἐξηγήσεως οὐδἑρμηνείας ἑτέρας, ἀλλαὐτοψίας δεῖται. τινὰ γάρ ἐστι πράγματα τοιαῦτα τὴν φύσιν, ὥστε μὴ δύνασθαι πιστεῦσαι νοῆσαι ἄνευ τοῦ θεάσασθαί τινα αὐτῶν.
§40 Ὄνους καὶ ὀνίσκους τοὺς ἄξονας ὀνομάζει. τούτων οὖν τὴν περιαγωγὴν ἕν τι τῶν βεβαιοτάτων φησὶν εἶναι, ὥσπερ καὶ τὴν μοχλείαν καὶ τὴν σφήνωσιν. ὀνομάζει δὲ σφήνωσιν τὴν διὰ τῶν σφηνῶν διάστασίν τε καὶ διαίρεσιν τῶν ξύλων.
§41 Διὰ τί σπασμοὶ γίνονται κατὰ πάσας τὰς τοιαύτας διαθέσεις ἐμβαλλομένων τῶν ὀστῶν εἶπεν ἐφεξῆς πάντα, ὥσπερ καὶ ἄλλων πολλῶν ἐπικαίρων εἰς τὴν τέχνην ἅπαξ εἰπὼν ἀρκεῖται, μεταφέρειν ἡμᾶς ἀξιῶν τὸν λόγον ἐπὶ πάντα τὰ ἄλλα ὅσα τῆς αὐτῆς φύσεως. εἰ δὲ τοίνυν παραγράψω σοι τὴν ῥῆσιν αὐτοῦ, διἧς τὸ καθόλου τοῦτο κοινὸν πολλῶν τῶν κατὰ μέρος διδάσκει.
§42 Ἐμάθομεν ἐν τοῖς περὶ κινήσεων μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἑκατέρου μυὸς κινουμένου τὴν ἐνέργειαν αὐτῶν γίγνεσθαι. ὅταν οὖν ἀκόντων ἡμῶν λάβωσι διὰ μέγεθος φλεγμονῆς οἱ σπασμοὶ γίνονται. διὰ τί οὖν ἐμβληθέντων τῶν παραλλαττόντων ὀστῶν ἄλληλα κατά τε τὰ συντρίμματα καὶ τὰς ἐξαρθρήσεις οἱ μύες γίνονται; μᾶλλον γὰρ ἐν τούτῳ ἐστὶν λύσις τοῦ προβλήματος, ὅτι μικρότερον ἑαυτοῦ γίνεται τὸ κῶλον, ἔν τε τοῖς ἐξαρθρήμασι καὶ κατάγμασιν, ἐπειδὰν ἑκάστη τι τῶν ὀστῶν διατρήσασα τὸ δέρμα. μετὰ δὲ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῶν γυμνωθέντων ἀπολαμβάνει τοῦ πρόσθεν μῆκος, ὥσπερ καὶ οἱ φλεγμαίνοντες μύες ἀναγκάζονται συνεκτείνεσθαι τῷ παντὶ κώλῳ. διττὴν οὖν λαμβάνεται τάσιν, ἥν τε ἐκ τοῦ φλεγμαίνειν εἶχον, ἥν τε νῦν ἔτι προσεπιλαμβάνουσιν εἰς μῆκος ἐπεκταθέντες.
§43 Κατὰ μεταφορὰν ἀμφοτέροις κέχρηται τοῖς ὀνόμασι, τὸ μὲν σεσηρὸς ἀπὸ τῶν χειλῶν τοῦ σώματος ὅλως προσαγορεύσας, τὸ δἐκπεπληγμένον ἀπὸ τῶν πολὺ διεστώτων σκελῶν. γὰρ ἐκείνων διάστασις ὀνομάζεται πλῆκτα, ὥσπερ καὶ σεσηρέναι λέγομεν τοὺς διιστάντας ἀπἀλλήλων χωρὶς τοῦ τῆς γένυος ὀστοῦν κινῆσαι. οὕτω μὲν γὰρ ἀνοῖξαι γίγνεται τὸ στόμα, διαστῆσαι δὲ τὰ χείλη τῶν ὀδόντων συμβεβλημένων ὀνομάζουσι σεσηρέναι. φυλάττεσθαι δέ γε κελεύει κατὰ τὴν ἐπίδεσιν ἐκτεταμένα ποιῆσαι τὰ χείλη τοῦ ἕλκους. συνάγεσθαι γὰρ βούλεται πρὸς ἄλληλα τὴν οἰκείαν θέσιν ἀπολαμβανόντων τῶν μερῶν τοῦ δέρματος, ἐπειδὴ καὶ θλίβοιτἂν ἥκιστα ποιούντων οὕτω καὶ σκέποιτἂν μάλιστα τὸ ὑποκείμενον ἕλκος ἐν τοῖς μυσίν. εἰδέναι γάρ σε χρὴ τῷ δέρματι χαίροντα τὰ ὑπαὐτοῦ πάντα καὶ μηδὲν ὑποκείμενον ἀβλαβῶς γυμνοῦσθαι· καὶ τί θαυμαστὸν οἰκείαν τε καὶ σύμφυτον ἔχοντα τὴν ἐκ τοῦ δέρματος σκέπην αὐτὰ χαίρειν μὲν ἀεὶ τῷ συμφύτῳ σκεπάσματι, χαλεπῶς δὲ ὑπὸ τῶν ἄλλων ἁπάντων διατίθεσθαι; διὸ καί με θεάσασθαι μήτἀποτέμνοντα μέρη τοῦ δέρματος, ἀλλἐπάγοντα τὸ ἀποσυρμὸν αὐτοῖς, ἔξωθέν τε καὶ καταὐτοῦ τιθέντα τὰ μὲν πολλάκις ἐθεάσασθε τὰ οὕτως ἀποσυῤῥέοντα δέρματα, καὶ τό γε θαυμασιώτερόν ἐστιν ὅτε μελανθέντος κατὰ τὴν πληγὴν εὐθέως. ἔτι δὲ δήπου τοῦτο θαυμασιώτερον, ὅτι μὴ νεανίσκοις μόνοις, ἀλλὰ καὶ γέρουσιν οὐκ ὀλίγοις πολλὰ τῶν οὕτως ἀποσυῤῥέντων δερμάτων ἐν τῷ παραυτίκα μελανθέντων προσάγοντες ἐκολλήσαμεν. εἰ δὲ γυμνὴν ἐάσαις τὴν ἀποδεδαρμένην σάρκα καὶ δυσχερὴς οὖν οὔλωσις αὐτῆς γίνεται μετὰ τοῦ καὶ δάκνεσθαι πάντως καὶ ῥυπαίνεσθαι. τὰ γὰρ ἀφλέγμαντα καὶ παρηγορικὰ φάρμακα, καθάπερ ἐστὶ τό τε πάρυγρον ὀνομαζόμενα τε τετραφάρμακος δύναμις, ἀφλέγμαντον μὲν φυλάττει τὸ πεπονθὸς μέρος, ῥυπαρὸν δὲ ἐργάζεται τὸ ἕλκος. τὰ δαὖ καθαίροντα τὸ ἕλκος, ἅτε ῥυπτικὴν ἔχοντα δύναμιν, αἴσθησιν αὐτοῦ φέρει δακνώδη. τό γε μὴν ὑπὸ τοῦ δέρματος ἐσκεπάσθαι τὸ ἀπόσυρμα τούτων οὐδὲν πάσχει. τούτῳ δὅμοιόν ἐστι καὶ τὸ κατὰ τὰς φλυκταίνας γιγνομένας ὑπὸ πολλῶν προφάσεων, εἰς ὄγκον δὲ αἰρομένας, ἐνίοτε δὲ μεγάλην ὀδύνην ἐπιφέρειν, ἴστε δή μοι κἀκείνας ὡσαύτως. θεραπεύοντι γὰρ αὐτῷ ὀξείᾳ βελόνῃ τὴν φλύκταιναν εἰς ἀπόῤῥυσιν, εἴ γε ἐκθλίψας ἀτρέμα τὸ ὑγρὸν, ἀπολείπω προσκείμενον τὸ δέρμα καὶ συμβαίνει πάλιν αὐτὸ πληροῦσθαι μύσαντος τοῦ τρήματος ἐκ δευτέρου καὶ φλύκταινα πληρωθεῖσα τίτλα τὰς κατὰ τὸν αὐτὸν τρόπον, εἶτἐκθλιβέντος τοῦ ὑγροῦ προστέλλεται τῷ χρωτὶ τὸ δέρμα καὶ φυλάττεται μέχρι ἂν ἀπουλωθῆναι τὸ ὑπαὐτοῦ τοῦ χρωτὸς ἡλκωμένον. ταῦτεἴρηταί μοι σαφῆ γνωρίσματα τοῦ δεῖσθαι πᾶν ἕλκος ἐσκεπάσθαι τῷ συμφύτῳ δέρματι. τὸ δὲ νῦν προκείμενον ἕλκος οὐδὲ τὸ τυχόν ἐστιν, ἀλλὰ διὰ παντὸς τοῦ βάθους διῃρημένης τοῖς ὀστοῖς τῆς σαρκὸς ἁπάσης. οὐ γὰρ ἂν ἐξέσχεν ἐκεῖνα διὰ τοῦ δέματος, εἰ μὴ διέτεμε πρῶτον ὅλην τὴν σάρκα. ταύτην οὖν βέλτιόν ἐστιν ἐσκεπάσθαι τῷ πέριξ δέρματι· γυμνὴ γὰρ οὖσα ταῖς οὐσίαις αὐταῖς τῶν ἐπιτεθειμένων φαρμάκων ὁμιλοῦσα ῥυπαίνεται μὲν ὑπὸ τῶν ἐλαιωδῶν καὶ παρηγορικῶν, δάκνεται δὑπὸ τῶν καθαιρόντων τὸν ῥύπον ὄντων ῥυπτικῶν, εἰ δὲ διὰ τοῦ δέρματος αἱ τῶν ἐπιτιθεμένων φαρμάκων δυνάμεις εἰς τὴν πεπονθυῖαν σάρκα κατεφύοντο χωρὶς τῶν οὐσιῶν, ὀνήσουσι μὲν αὐτὴν, οὐδὲν δὧν εἴρηται συμπτωμάτων ἐπάξουσιν. εἰκότως οὖν Ἱπποκράτης περὶ παντὸς ποιεῖται συνάγεσθαι τὰ χείλη τῶν τοιούτων ἑλκῶν, πραχθείη δἄν σοι καλῶς τοῦτο τὴν ἰδέαν αὐτῶν ἀκριβῆ κατασκεψαμένῳ· εἰ μὲν γὰρ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη πρὸς τὸ πλάγιον, ἐκεῖθεν ἀρξάμενον ἐχρῆν τῆς ἐπιδέσεως τἀναντία περιτρέπειν αὐτό. εἰ δἀμφότερα πεπόνθασι τοῦτο, τὴν ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν ποιήσασθαι, προσάγεις ἀλλήλοις τὰ χείλη.
§44 Συντρόφως εἴρηκεν ἀντὶ τοῦ οἰκείως, οὐδὲν ὠφελούσῃ μεταφορᾷ χρησάμενος, ὅθεν αὐτὸ καὶ παρεσημηνάμην. ἐπὶ δὲ τὴν μεταφορὰν καὶ οἱ ἄλλοι πάντες ὅσοι δεινοὶ λέγειν εἰς ἐνεργεστέραν δήλωσιν τοῦ κατὰ τὴν διήγησιν πράγματος· χρῶνται.
§45 Τὸ σεσάπρισται ὅτι κατὰ τοῦ σαπροῦ γέγονε καλῶς εἴρηται. τὰ δὲ διεφθαρμένα ὅτι καλοῦσι σαπρὰ, τινὶ οὐκ ὀρθῶς εἴρηται· πάντα γὰρ τὰ παλαιὰ καὶ χρόνια προσαγορεύει αὐτὸς σαπρά.
§46 Ὅτι καὶ νῦν εἴρηκε προφάσεις οὐ τὰς ψευδεῖς αἰτίας, ἀλλὰ τὰς ἀληθεῖς, εὔδηλον. αὐτὸς δὲ περὶ τῶν σεσαπρισμένων ὀστῶν λόγος ἅπας ἐστὶ σαφὴς κελεύοντος ἀποπρίειν αὐτῶν τά γε κατὰ τὰς ἐμβολὰς ἐμποδίζοντα καὶ ὡς νύττοντα τὰς ψεούσας σάρκας καὶ, ὡς αὐτὸς εἶπε, δυσαισθησίην παρέχει, τουτέστι δυσχερῆ καὶ ἀγρίαν τὴν αὐτῶν θέσιν. ἐδείξατο δὲ τῷ λόγῳ καὶ τὰ ὑπογυμνωθέντα τῶν σαρκῶν ὀστᾶ καὶ μὴ παραχρῆμα κατατεθέντα πάντως ἀποπεσεῖσθαι καὶ τὰ ξηρανθέντα.
§47 Οὐχ οὕτω διὰ τὸ τοῦ ὀστέου μέγεθος κίνδυνος ἐπαὐτοῖς γίγνεται γυμνωθεῖσιν ὡς διὰ τὸ τῶν μυῶν τε καὶ νεύρων καὶ ἀρτηριῶν τε καὶ φλεβῶν καὶ πρὸς τούτοις ὅτι πλησιέστερόν εἰσι τῆς ἀρχῆς τῶν μυῶν τε καὶ νεύρων. εἴρηται δὲ ἐν τῷ περὶ αὐτῶν λόγῳ ὅτι φιλοῦσιν οἱ μύες εἰς ἑαυτοὺς συντρέχειν παραλλαττόντων τῶν ὀστέων, οὕτως πολλάκις ἡμεῖς ἤδη κατὰ τὸν λόγον ἐχρησάμεθα. τὰ δἄλλα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.
§48 Ἄπορον εἰπεῖν τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν. ὅτι μὲν γὰρ τὸ ποιὸν τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλθακὸν οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ ῥαφανίδας ἐνίοτε διὀξυμέλιτος ἐδώκαμεν, ἐμπήξαντες αὐταῖς διὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου μόνου κλωνία, καὶ εἴη ἂν ἀσθενὴς ἀπἐλλεβόρου κάθαρσις τοιαύτη. τὸ δἀληθὲς εὑρεῖν οὐχ οἷόν τε διὰ τὸ μὴ γεγράφθαι πρὸς αὐτοῦ πῶς δίδωσι τὸν ἐλλέβορον. ἴσμεν γὰρ ὅτι πλείους οἱ τρόποι τῆς δόσεως αὐτοῦ εἰσι γεγραμμένοι πολλοῖς τῶν ἰατρῶν παλαιῶν τε καὶ νέων καὶ μέσων κατὰ ἡλικίαν.
§49 Ταύτην τὴν λέξιν ἐναντίως Ἀρτεμίδωρος ἐπικληθεὶς Καπίτων ἔγραψε, μὴ βουλόμενος ἐπὶ μὲν τῶν πικροχόλων ὀξύγλυκυ δίδοσθαί ποτε ποτὸν, ἐπὶ δὲ τῶν μὴ πικροχόλων ὕδωρ. ἐποίησεν οὖν τὴν λέξιν τοιαύτην καὶ ἢν μὴ πικρόχολος φύσει ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ πικρόχολος , ὕδατος πόματι χρῆσθαι. καὶ ἄλλοι τινὲς ἅμα τῷ Ἀρτεμιδώρῳ τὴν γραφὴν ταύτην ἀντὶ τῆς προτέρας εἵλοντο, καίτοι κατὰ τὸ περὶ διαίτης ὀξέων αὐτὸς Ἀρτεμίδωρος οὕτως γράφει ἐκεῖνον τὸν λόγον, ἐν περὶ ὕδατος πόσεως Ἱπποκράτης διηγεῖται, ἄλλως τε οὐδὲ δίψαν παύει, ἀλλἐπιπικραίνει. χολῶδες γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακόν. κάκιστον δἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν εἰς κενεότητα εἰσέλθῃ. ταύτην τὴν ῥῆσιν ἐνίων γραψάντων ὡδί· χολῶδες γὰρ φύσει καὶ ὑποχονδρίῳ κακὸν, αὐτὸς Ἀρτεμίδωρος εἵλετο τὴν προτέραν γραφὴν ἐν πρόσκειται τὸ χολώδει γράψας οὕτως· χολῶδες γὰρ φύσει χολώδει οὐχ ἁπλῶς τῇ τυχούσῃ, καὶ πᾶσι βουλόμενος αὐτὸ τὸ ὕδωρ χολῶδες εἶναι, ἀλλὰ μόνῃ τῇ χολώδει φύσει. ὅπως οὖν νῦν αὐτὸς τοῖς πικροχόλοις δίδωσιν, εἰ μὴ ἄρα τοὺς πικροχόλους ἄλλους τινὰς οἴεται εἶναι παρὰ τοὺς χολώδεις· ἀλλὅτι τοὺς τὴν πικρὰν χολὴν πλέονα γεννῶντας οὕτως ὀνομάζει πικροχόλους οὐδεὶς ἀγνοεῖ, τὴν μὲν ἑτέραν χολὴν τὴν μέλαιναν ὀξεῖαν μὲν ἰδεῖν, πικρὰν δὲ, τὴν ὑγρὰν δὲ καὶ ξανθὴν φαινομένην. εὔδηλον οὖν ἐν τῇ προκειμένῃ ῥήσει διὰ μὲν αὐτὰ τὰ κατέχοντα παθήματα τὸν κάμνοντα φυλάττεσθαι τὴν τοῦ οἴνου πόσιν· εἰ δέ τις εἴη φύσει πικρόχολος, ἐπειδὴ μεγάλως οὗτος ὑπὸ τῆς ὑδατοποσίας βλάπτεται, καθὸ λέλεκται καὶ διὰ τοῦ περὶ διαίτης ὀξέων ἐκείνῳ μόνῳ συγχωρεῖ, ὀλίγον παντελῶς ὀξύγλυκυ διδόναι. τοῦτο δὲ σκευαζόμενον, δὴ καὶ ἀπόμελι καλοῦσιν. ὅπως δὲ μὴ ἅψηται τῶν νευρωδῶν μερῶν, αἱρεῖται τὸ γλυκὺ, ὄντος δηλονότι βλαβερωτέρου τοῦ ὀξυτέρου καὶ μάλιστα ὅταν ἐκ μέλιτος καὶ ὄξους κατασκευασθῇ· καὶ μὴ καθάπερ εἶπον ἐπὶ τῶν κηρίων. ἐν Ἑλλάδι μὲν γὰρ οὕτως καὶ μάλιστα περὶ τὴν Ἦλιν, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ἐπὶ κηρίων σκευάζομεν ἡμεῖς αὐτὸ μιγνύντες ὄξος μέλιτι καὶ συνεψῶντες, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν, τραυσθῆναι δὲ τὴν ὄξους δύναμιν.
§50 Ὅτι φαύλην δίαιταν ὀνομάζειν τὴν ἐναντίαν τῇ ἀκριβεῖ καὶ πρόσθεν εἴρηταί μοι.
§51 Ὀλισθήματα μὲν ὀνομάζει τὰς τέτταρας παραλλαγὰς τῶν ὀστῶν, διακινήματα δὲ τὰς βραχείας. εὐηθέστερον δὲ εἶπεν οὐ κατὰ τὸ κύριον τοῦ εὐήθους σημαινόμενον, ἐν δηλοῦται τὸ εὖ ἔχον τὸ ἦθος. εἰ γὰρ ἠλίθιος εὐήθης ὁμοίως λέγεται, τῇ τε γλυκείᾳ καὶ τῷ καλλείᾳ, γλυκεῖαν μὲν τὴν σῦν ὀνομαζόντων ἀνθρώπων, ὅταν εὐήθη τοῖς θεοῖς εὐφημίας ἕνεκα, καλλείαν δὲ τὸν πίθηκον, ἐπειδὴ καὶ τούτου τὴν προσηγορίαν φυλάττοντες λέγουσιν, ὥσπερ καὶ Καλλίμαχος ἔφη πρὸ μιῆς ὥρας θηρίον οὐ λέγεται.
§52–61
§52 κατὰ γόνυ διάρθρωσις ἐκ δυοῖν ὀστῶν ἀλλήλοις διηρθρωμένων γίγνεται, μηροῦ τε καὶ κνήμης· ἀλλὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις διαρθρώσεσιν εἶναι μέν τινα χρὴ κοιλότητα τὴν ὑποδεξομένην τοῦ διηρθρωμένου τὸ πέρας ὀστοῦ, εἶναι δὲ τὸ πέρας αὐτὸ τοῦτο περιφερὲς, οὕτως ἑτοίμως τε καὶ ἀλύπως ἐμβαίνειν τῇ διαρθρώσει, κατὰ τὸν αὐτὸν λόγον κἀπὶ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμβαινόμενόν ἐστι τὸ τοῦ μηροῦ πέρας, ὑποδεχόμενον δὲ τὸ τῆς κνήμης. ὑποκειμένη γὰρ αὐτῷ τῷ μηρῷ τὰς δύο κεφαλὰς αὐτοῦ δέχεται κοιλότησιν, ἐπιτηδείας μέν τινος αὐτῶν νευροχόνδρου διαφύσεως οὔσης. εἰκότως οὖν Ἱπποκράτης τῶν διηρθρωμένων ἀλλήλων ὀστῶν ἄρθρον ὀνομάζων, οὐ τὸ δεχόμενον τὴν πλησιάζουσαν ἐξοχὴν, ἀλλὰ τὸ στηριζόμενον ἐν τῇ κοιλότητι καὶ νῦν εἶπε. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερόν ἐστιν, ἐπειδὴ τούτου ἐναρθρουμένου ἤδη τῇ κνήμῃ τὸ ἄρθρον, τουτέστι τὸ κάτω πέρας τοῦ μηροῦ εὐσταλέστατον ὑπάρχει, ἥπερ αὐτὸ δηλοῖ τὸ ἔλαττον κατὰ τὸν ὄγκον. οὐ μὴν ἁπλῶς γε ἔλαττόν ἐστι τοῦτο τοῦ κατἀγκῶνα πέρατος τοῦ βραχίονος, ἀλλὰ κατἀναλογίαν ἐξεταζόντων. εἴπερ γὰρ ἀνάλογον ἦν τῷ μεγέθει τοῦ μηροῦ τὸ κάτω πέρας αὐτοῦ, πολλῷ μᾶλλον μεῖζον ἂν ἦν, νυνὶ δοὐχ οὕτως ἔχει. πολλῷ γὰρ μείζων μηρὸς τοῦ βραχίονος, ὀλίγῳ δὲ τὸ κατὰ γόνυ πέρας αὐτοῦ τοῦ κατἀγκῶνα βραχίονος πέρατος ὑπάρχει.
§53 Τὸ κατὰ γόνυ, φησὶν, ἄρθρον τοῦ μηροῦ δικαίαν φύσιν μόνον ἔχει. δῆλον δὲ, ὡς πολλάκις εἴρηται, τὸ δίκαιον ὄνομα παραὐτῷ τὴν ἴσην. σκεψώμεθα οὖν ἀκριβῶς διὰ τί μόνον τοῦτο τὸ ἄρθρον, φησὶν, ἴσην ἔχει φύσιν, εὑρεῖν ἡμᾶς ὡς μηδαμόθι πλεονεκτεῖν ἐν αὐτῷ τὰ μόρια διὰ τὸ πᾶν ὅμοια ἀλλήλοις γἐνεστῶτα τὰ μόρια, διὰ τὸ πᾶν καὶ διάρθρωσιν μίαν ἔχειν. ἐπεὶ δὲ τοίνυν εἰς δύο περιφερεῖς κεφαλὰς μηρὸς ἐνταῦθα τελευτᾷ κατά τε τὸ μέγεθος ἴσως, κατά τε τὸ σχῆμα διαρθροῦνται, ταῖς ἀμφοτέραις κοιλότησι τῆς κνήμης ἴσαις ἐμφυομέναις, ἔτι πρὸς τούτῳ κατεὐθὺ τῶν ὅλων ἐστὶν ἑκάτερον τῶν περάτων, τό τε τοῦ μηροῦ καὶ τὸ τῆς κνήμης. διὰ τοῦτο προσηκόντως ἄν τις φαίη δικαίαν φύσιν ἔχειν τὸ ἄρθρον τοῦτο. τὸ γὰρ ἄνω μέρος τοῦ μηροῦ τὸ πρὸς ἰσχίον διαρθρούμενον οὔτε κατεὐθὺ μηροῦ τὴν κεφαλὴν ἔχει· δόξει γὰρ ἀποχωρεῖν πρὸς τὴν ἔσω χώραν· οὔτε κατἀναλογίαν τοῦ μεγέθους. παχύτερος γάρ ἐστιν μηρὸς πολλῷ τοῦ πέρατος· γοῦν τοῦ βραχίονός ἐστι κεφαλὴ τοῦ μηροῦ καὶ τοῦτἐλάττονος αὐτοῦ κατὰ τὸν ὄγκον ὄντος, ἀλλοὐδαὕτη κατεὐθὺ βραχίονος πέφυκεν. εἰ δὲ καὶ τὰς ἄλλας ἐπισκέποις διαρθρώσεις, εὕροις ἂν οὐδεμίαν ἔχουσαν ἁπάσας τὰς ἐπὶ τῆς κατὰ γόνυ διαρθρώσεως εἰρημένας ἰσότητας. αὐτίκα γέ τοι τὸ κάτω πέρας τῆς κνήμης, ἔνθα τὰ τῆς περόνης διαρθροῦται κατὰ τῷ ἀστραγάλῳ, οὔτε τὰς ἐπιφύσεις οὔτε τὰς κοιλότητας ἀνάλογον ἔχει τοῖς ὀστοῖς. ἐχρῆν γὰρ, εἴπερ οὕτως εἶπεν, ὥσπερ κνήμη πάμπολυ παχυτέρα τῆς περόνης ἐστὶν, οὕτω καὶ τὴν ἐπίφυσιν αὐτῆς εἶναι μείζονα, κατά τε τὴν ἔνδον ἐν τῇ διαρθρώσει κοιλότητα καὶ τὴν ἔξωθεν αὐτῆς κυρτότητα. νυνὶ δοὐχ οὕτως ἔχει· καὶ μέντοι καὶ αὐτὸς ἀστράγαλος οὐχ ἁπλοῦν ἔχει τὸ σχῆμα κατὰ τὴν διάρθρωσιν, ἀλλὰ ποικίλον τε καὶ διαλλάττον ἐν τοῖς μέρεσιν αὐτῶν πάμπολυ. παραπλήσια δἂν τούτοις εὕροις ἐπὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως πήχεώς τε καὶ κερκίδος, ἅπερ εἰ πάντα διέρχομαι, ὡς μακρὸν μῆκος ἐκπεσεῖν ἀναγκασθήσομαι καὶ πολὺ μᾶλλον εἰπὼν ἄλλην ἁπασῶν διαρθρώσεων ἑρμηνεύειν με τὴν φύσιν, οἷον τῆς κατὰ τὴν γένυν κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν. ἀλλὰ δοκεῖ μοι βέλτιον εἶναι μικρὸν ἐν κεφαλαίῳ λόγον εἰπόντα μεταβαίνειν ἐφἕτερον. ἔστι δ λόγος τοιόσδε· τῆς τῶν ὀστῶν ἁπάντων φύσεως ἓν ὑπόμνημά μοι γέγραπται, τὸ σχῆμα καὶ τὴν διάρθρωσιν ἑρμηνεύοντι. τοῦτο μεταχειρισάμενος εὑρήσεις ἀληθῶς περὶ πάντων τῶν ἄρθρων ἀποφηνάμενον ἐν τῷ προκειμένῳ λόγῳ, μόνου τοῦ κατὰ γόνυ τὴν ἀκριβῆ καὶ δικαίαν ἔχοντος διάρθρωσιν. τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας ἔχον πλείονας προκείμενον παραβάλλειν ἀλλήλαις τὴν κατὰ γόνυ διάρθρωσιν τῇ κατἀγκῶνα καὶ δείξαντα κατὰ γόνυ παθήματα τῶν ὀστῶν ἐπιεικέστερα τῶν κατἀγκῶνα. τοῦτο ἐπιχειρίσας δεικνύειν ἔφη, τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει καὶ προσέτι τῷ λόγῳ τὴν δικαίαν φύσιν ἔχον, αὔταρκες ἂν ἐγεγόνει· καίτοι περιβάλλει μόνην τὴν κατἀγκῶνα διάρθρωσιν ἐπὶ τῷ μοῦνον προσέθηκεν εἰπών· καὶ τὴν δικαίαν φύσιν μοῦνον ἔχον ἠναγκάσθη ἀναμνῆσαι τῆς τῶν ὅλων ἄρθρων φύσεως, οὐδεμιᾶς ἁπλῆς οὔσης, ἀλλὰ καὶ τοῖς σχήμασι καὶ τοῖς μεγέθεσιν ἀνίσου τε καὶ ἀνομοίου κατὰ μέρη. νῦν οὖν ἐπὶ τὴν κατἀγκῶνα διάρθρωσιν ἐλθόντος αὐτοῦ καὶ δεικνύντος ἀνόμοιά τε καὶ ἄνισα τὰ καταὐτὴν μέρη καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτῇ τῇ λέξει σαφηνιοῦμεν ἑκάτερον τῶν λεγομένων. μέγα μὲν οὖν ἔφη τὸ κατἀγκῶνα πέρας εἶναι ἤπερ τὸ τοῦ βραχίονος εἰκότως. πλατύνεται γὰρ ἐνταῦθα πλείους λαμβάνων κεφαλὰς ἀνίσους, ἃς ὀνομάζουσι κονδύλους, θὑποδεχομένη κοιλότης αὐτῶν κατά τινα δέχεται, καθάπερ ἐπὶ γόνατος· ἀλλὰ τὴν μέσην ἐν αὐταῖς κυρτότητα τὴν περιφερῆ τροχηλίαν παρὰ φύσιν οὖσαν. ἐπὶ τῶν μεγάλων κονδύλων τοῦ βραχίονος μὲν ἔνδον οὐδὲν ὀστοῦν ἔχει πρὸς αὐτὸν οὔτε συναρθρούμενον, δὲ ἔξω κατὰ τὴν κερκίδα διαρθροῦται. περιέχουσιν αὐτὴν κατὰ τοῦτο κοιλότητα, ἣν ἐπὶ τῷ πέρατι τὸ τῆς κερκίδος ὀστοῦν ἔχει. μέχρις μὲν οὖν τῶνδε φαίνεται πῆχυς μὲν καὶ κερκὶς ὑποδεχόμενα τὸν βραχίονα, καθἕτερον δαὖ τρόπον βραχίων ὑποδέχεται τὰς κορώνας τοῦ πήχεως ἔχων δύο κοιλότητας ἐπιτηδείας ἑκατέρωθεν, βραχυτέραν μὲν τὴν πρόσω, βαθυτέραν δὲ τὴν ὀπίσω· διότι καὶ αἱ τοῦ πήχεως ἀποφύσεις ἃς κορώνας τε θηλυκῶς καὶ κόρωνα καλοῦσιν οὐδετέρως, ἄνισοι τὸ μέγεθός εἰσι καὶ μείζων ὄπισθεν. ὥστε ποικίλη τε καὶ ἀνόμοιος τοῖς μέρεσι, καὶ κατὰ τοῦτο καλῶς εἶπεν Ἱπποκράτης ἐπὶ τοῖς κατὰ γόνυ δικαίαν φύσιν ἔχειν τὸ ἄρθρον, οὐ μὴν ἐπὶ τοῖς κατἀγκῶνα. διὰ τί δὲ βαθμίδας ἔχει πλείονας, εἰ καὶ τούτους παραβαλὼν εἶπε, τῇ κατὰ γόνυ. δύο γὰρ ἐκεῖναι μόναι βαθμίδες εἰσὶ τῆς κνήμης, ὡς καὶ δύο κόνδυλοι τοῦ μηροῦ· κατἀγκῶνα δὲ μία μὲν ἐστι μεγάλη κοιλότης τοῦ πήχεως ἣν ὁρίζουσιν αἱ δύο κορῶναι, βραχυτέρα μὲν πρόσθεν, δὲ ἐκ τῶν ὄπισθεν μερῶν προμηκεστέρα. τοῦ δὲ βραχίονος αὐτοῦ δύο μέν εἰσιν αἱ δύο ἐξεσκαμμέναι κοιλότητες, ὥσπερ βόθυνοί τινες, ἐμβαίνειν ἔφη τὰς κορώνας τοῦ πήχεως, μία δὲ ἄλλη καθάπερ ἐκγεγλυμμένη κατὰ τὸ μέσον αὐτοῦ τροχηλίᾳ παραπλησίως.
§54 Μικρῷ τινι μεῖζον εἶναί φησι τὸ ἔξωθεν ὀστοῦν καλοῦσι περόνην, ὅπερ ἤδη καὶ πρόσθεν εἶπεν, ἡνίκα τῶν ἁπλῶν τῆς κνήμης καταγμάτων ἔγραψε θεραπείαν. ἡμεῖς δὲ καὶ τότε καὶ νῦν λέγομεν ὡς μὲν πρὸς τὸ κάτω μέρος περόνη τῆς κνήμης ὑπερέχει, κατὰ δὲ τὸ πρὸς τῷ γόνατι φαίης ἂν μᾶλλον ὑπερέχειν τὴν κνήμην· οὐδὲ γὰρ διαρθροῦται πρὸς τὴν περόνην μηρὸς, ἀλλὡς εἴπομεν ἀρτίως, ἔξωθεν αὐτοῦ κεφαλὴ τῇ κατὰ τοῦτο κοιλότητι τῆς κνήμης ἐπιβαίνει. διὰ τί δέ φησιν, οὐδενὸς μεγάλου κωλύματος τῇ περόνῃ συνεῖναι, τοῖς ἀνεγνωκόσι περὶ χρείας μορίων ἐστὶ δῆλον, ἐν οἷς ἐδείχθησαν αἱ διαρθρώσεις ἅπασαι δύο σκοποὺς ἔχουσαι τῆς κατασκευῆς, τῶν μὲν ἐνεργειῶν τὸ ἀκώλυτον, τῶν δὲ ἐκπτώσεων, ὡς Ἱπποκράτης ὠνόμασεν, ἄρτι κώλυμα. τὸ μὲν οὖν ἀκώλυτον εἰς τὴν ἐνέργειαν αἵ τε κοιλότητες ἐπιπολῆς οὖσαι καὶ οἱ σύνδεσμοι χαλαροὶ γιγνόμενοι παρέχουσι, τὴν δὲ εἰς τὰς ἐξαρθρώσεις ἀσφάλειαν αἵ τε κοιλότητες βαθεῖαι καὶ μεγάλας ἔχουσαι τὰς ὀφρῦς, οἵ τε σύνδεσμοι σύντονοι μὲν τὴν οὐσίαν, τὸ δὲ μῆκος βραχεῖς, οἵ τε ἔξωθεν περικείμενοι τῇ διαρθρώσει τένοντες ἰσχυροί τε καὶ σύντονοι. εἰ τοίνυν τῇ περόνῃ τῇ κατὰ γόνυ διαρθρώσει πρὸς ἀσφάλειαν οὐδὲν συντελεῖ, πλὴν σμικροῦ τινος, ὅπερ διαὐτῆς ἧς ἔγραψε λέξεως ἐνεδείξατο λέγων· ἀφοὗ πέφυκεν ἔξω τένων παρὰ τὴν ἰγνύην. οὐ τῆς ἀκριβοῦς γνώσεως ἕνεκεν χρή σε περιμένειν τὴν ἀνατομὴν ἐπὶ πάντων τῶν ἰσχνῶν ἐναργῶς φαινομένων καὶ πρὸ τῆς ἀνατομῆς, τένοντας δὲ διὰ τί καλεῖ τὰς ἀπονευρώσεις τῶν μυῶν εἴρηταί μοι πολλάκις. οὗτος τένων κατὰ τὰ ἔξω τοῦ γόνατος ἔξωθεν σφίγγων τὴν διάρθρωσιν βοηθεῖ τι τῆς κατὰ τὸ μέρος ἀσφαλείας κώλυμα γιγνόμενον ἐνταῦθα ὀλισθαίνειν τὸν μηρόν.
§55 Ἄνισα τὰ τοῦ πήχεως εἶπεν ὀστᾶ, οὐχὶ καὶ τῆς κνήμης εἴη παραβάλλειν νῦν οὐκ ἐχούσης ἄνισα, παρἐκείνην ἔφη τὸ ἔξωθεν εἶναι μακρότερον· ἀλλὅτι βραχύτερον μὲν ὑπερέχον τὸ ἔξωθεν ὀστοῦν τῆς κνήμης καὶ ἐλαχίστῳ, πολὺ δ πῆχυς. ἐὰν γὰρ ἀκριβῶς προσέχῃς τὸν νοῦν, ἐν τοῖς ἄνω πέρασιν περόνη φαίνεταί σοι βραχύ τι λειπομένη τῆς κνήμης, ὥστε καὶ σαφῶς ἐστιν ἐν τῷ κάτω μὲν πέρατι μακροτέρα. διὰ γοῦν τὴν ἄνωθεν ἔνδειαν ὀλίγον εἶναι κατὰ τῆς ὑπεροχῆς. δὲ πῆχυς ὅλῳ τῷ ἀγκῶνι τῆς κερκίδος ὑπερέχει καὶ διὰ τοῦτο ἔφη τὸ ἄρθρον ὑπερέχειν, ἤτοι τὴν διάρθρωσιν, ὅλην οὕτως ὀνομάσας τὸ πέρας τοῦ βραχίονος διαρθροῦται πρὸς τὴν σιγματοειδῆ τοῦ πήχεως κοιλότητα.
§56 Τοὺς συνδέσμους νῦν ὠνόμασε νεῦρα καὶ ἐπὶ παντὶ καλῶν οὕτως αὐτούς. ὅτι δὲ τῇ περιδιαρθρώσει συνδέσμους τοὺς πλατεῖς καὶ ὑμενώδεις οὕτως ὠνόμασε νῦν, ἔσται μὲν δῆλον κἀξ ὧν ἐπιφέρων εἴρηκε τὴν ἑξῆς φησίν· ἀλλὰ καὶ χωρὶς ἐκείνων πρόδηλον οὐδὲν τῶν κυρίως ὀνομαζομένων νεύρων εἰς ὀστοῦν ἀναφέρεσθαι. τῶν γὰρ συνδέσμων ἴδιον τοῦτο καὶ διαὐτοὺς καὶ τῶν τενόντων, ὅτι κεκρασμένην ἔχουσι τὴν οὐσίαν ἐκ συνδέσμων καὶ νεύρων. εἴρηται δὲ τελέως περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως, ἀλλὰ νῦν τὸ προκείμενον ἐν τῇ δηλουμένῃ ῥήσει λεκτέον. ἐξηρτῆσθαί φησι τὸ ὑπερέχον τοῦ πήχεως, τουτέστι τὸν ἀγκῶνα τῶν περιλαμβανομένων τὴν διάρθρωσιν συνδέσμων κατἐκεῖνα τὰ μέρη τῶν ὀστῶν, ἔνθα τὴν κοινὴν ἔχει σύμφυσιν πῆχυς καὶ κερκὶς δηλονότι. εἶπε δὲ τοῦτο διότι τὸ ἀπὸ τοῦδε πᾶν ὅσον ὀπίσω προχωρεῖ, τὸ γυμνὸν τῆς σαρκώδους οὐσίας οὐκέτοὐδεμίαν ἔχει σύμφυσιν πρὸς τοὺς τῆς διαρθρώσεως συνδέσμους. ἐμφύεται γὰρ αὐτῷ καταὐτοὺς πλατυνόμενος τένων τοῦ τὴν κατὰ τὸν ἀγκῶνα διάρθρωσιν ἐκτείνοντος μυός.
§57 Ταύτην ἔφην τὴν ῥῆσιν ἐνδείκνυσθαι νεῦρα καλεῖσθαι πρὸς αὐτοῦ τοὺς ὅλης τῆς διαρθρώσεως συνδέσμους, ἐκπεφυκότας μὲν ἐκ τοῦ κάτω πέρατος τοῦ βραχίονος, ἐμπεφυκότας δὲ τοῖς ἐνταῦθα πέρασι πήχεώς τε καὶ κερκίδος, ἐν πάσῃ γάρ ἐστι τοῦτο διαρθρώσει· οὕτω δὲ κοινοὺς εἶναι τῶν διηρθρωμένων ὀστῶν συνδέσμους πλατεῖς ἐν κύκλῳ περικειμένους, ὡς δοκεῖν ὑμένας εἶναι παχεῖς. οὗτοι τοίνυν ἐμφύονται μὲν καὶ τῇ τῆς κερκίδος κεφαλῇ, πολλῷ δὲ μέρει τοῦ πήχεως. διὰ τοῦτἔφη, πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχὺ, τουτέστιν πῆχυς. εἴπερ κερκὶς ἐξήρτηται μὲν ἄμφω τῶν ἐκφυομένων τοῦ βραχίονος συνδέσμων, νεῦρα κεκληκέναι νῦν ἔφην αὐτόν· πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως πῆχυς.
§58 Τῶν γὰρ καθἑκάτερον τὴν διάρθρωσιν ἐργαζομένων ὀστῶν ἐσφιγμένη μὲν σύνθεσίς ἐστι κατἀγκῶνα, χαλαρωτέρα δὲ κατὰ γόνυ, πρὸς τῷ καὶ πολλὰς ὑπεροχὰς καὶ κοιλότητας ἀλλήλαις διαρθρούμενα, σφίγγει μὲν πανταχόθεν τὴν κατἀγκῶνα διάρθρωσιν. ἐν δὲ τῇ κατὰ γόνυ καὶ τῶν κονδύλων τοῦ μηροῦ ταῖς κοιλότησι τῆς κνήμης ἐπιβαινόντων ἀβάθεσί τε καὶ ὑπτίαις οὔσαις εἰκότως διάρθρωσις ὀλισθανωτέρα ὥστε καὶ αὖθις ἐμπίπτειν τάχιστα.
§59 Διὰ τὸ βίαιον τῆς ἐξαρθρώσεώς τε καὶ τῆς ἐμβολῆς αἱ φλεγμοναὶ γίγνονται κατὰ λόγον. ἐπὶ τοῦ γόνατος αἱ διαστῶσαι καὶ ῥᾳδίως ἀμφοτέρων γιγνομένων οὐχ ἕπεται φλεγμονή. διὰ δὲ τὸ μὴ γίγνεσθαι ταύτην δεσμὸς ἐπιγίγνεται, τουτέστι τοῦ ἄρθρου μετὰ τὸ θεραπευθῆναι δυσκίνητα, μήτε ἐκτεινομένου αὐτοῦ ῥᾳδίως μήτε καμπτομένου. συμβαίνει γὰρ οὕτως δεσμὸς ὑπὸ καμφθέντος τεινόμενος φλεγμονῆς μεγάλης οὐ σμικρώδης ἐκ τῶν περὶ τὴν διάρθρωσιν νεύρων συμπτωμάτων, διὸ λείψανόν τι δυσκίνητον γίγνεται τὸ ἄρθρον, ὡς δοκεῖν δεδεῖσθαι. τῶν γὰρ ἐν αὐτῷ γε καὶ περὶ αὐτὸν τενόντων καὶ συνδέσμων μὴ δυναμένων ἐπεκτείνεσθαι, μήδεἰς πάντα τοῦτον ἑτοίμως ἕπεσθαι τοῖς κινοῦσι τὴν διάρθρωσιν μυσὶν, ἀλλὰ διὰ τὸ σκληρὸν ἀντισπῶντι δεσμῷ παραπλήσιον γίγνεται πάθος. ἐν δὲ τῇ κατὰ τὸν ἀγκῶνα διαρθρώσει καὶ τὰ λεπτὰ τέτταρα τῶν κορώνων τοῦ πήχεως ἐνίοτε περιθραυομένου κατά τὸ τὰς ἐκπτώσεις καὶ τὰς ἐμβολάς. πολλὴ δὲ σύστασις γιγνομένη χαλεπώτερόν τε καὶ ἀνιαρότερον ἐργάζεται τὸν σύνδεσμον τοῦ ἄρθρου.
§60 Καθ μέρη μᾶλλον διάρθρωσις ἔσφιγκται, κατὰ ταῦθἧττον ὀλισθαίνει. τελεώτατα μὲν οὖν ἔσφιγκται τὰ πρόσω μέρη, καθ καὶ μύλη. καλοῦσι δὲ αὐτὴν εἰκότως ἔνιοι τῶν ἰατρῶν ἐπιγονατίδα καθόλου τοῦ γόνατος ἐπικειμένην. αὐτὴν δὲ ταύτην ἐπιπεφυκώς τις ἔξωθεν τένων πλατὺς σφίγγει τὴν ἀρχὴν ἐκφύσεως ἔχων ἐκ τῶν προσθίων τοῦ μηροῦ δεσμῶν ὑπερβαίνων τε τὴν μύλην ὅλην ἐπιφυόμενος τῆς κνήμης ἀρχή· τὸ μὲν πρόσω μέρος τῆς κατὰ γόνυ διαρθρώσεως διά τε τὴν μύλην τόν τε εἰρημένον τένοντα καταφυόμενον, ὡς εἶπον, εἰς τὴν ἀρχὴν τῆς κνήμης ἀκριβῶς ἔσφιγκται. κατὰ δὲ εἰς τὸ ὀπίσω μέρος τῆς διαρθρώσεως κεφαλὴ τοῦ κάμπτοντος τὴν κνήμην μυὸς, τοῦ μηροῦ δἓν ἀκριβῶς στρογγύλον τὸ ταύτης μέρος σφίγγει τῆς διαρθρώσεως. οὗτος μῦς αὐτὸς μὲν σμικρός ἐστι καὶ διὰ τοῦτἔλαθε τοὺς ἀνατομικοὺς ἐγκατακρυπτόμενος τῇ διαρθρώσει. παχυτάτην δὲ ἔχει τὴν κεφαλὴν συνδέσμων οὖσαν ἰσχυροτάτων. ὑπόλοιποι δέ εἰσι δύο χῶραι τῆς κατὰ γόνυ διαρθρώσεως, τἔξω καὶ ἔνδεν οὐδὲν ἔχουσαι τοιοῦτον εἰς φυλακὴν, οἷον ἥτε πρόσω καὶ ὀπίσω. διὰ τοῦτοὖν ὀλισθαίνειν πέφυκεν μηρὸς εἰς ταύτας καὶ μᾶλλον εἰς τὸν ἔνδον, ὅτι μᾶλλον ἄσφιγκτος αὕτη.
§61 Τὴν κατάτασιν εἰπὼν σαφῶς, τὴν ἐμβολὴν οὐ προσέγραψεν ὡς σαφῆ, γιγνωσκόντων ἡμῶν ὡς καθόλου τοῦτο ἐπὶ πάσης ἐμβολῆς ὡς ἐπὶ τἀναντία μέρη τῆς ἐκπτώσεως ἀπωθεῖσθαι προσήκει τὸ ἐκπεπτωκὸς ἄρθρον. ἔνθα δὲ βαλλόντων ἐξοχή τις οὐ προμήκης ὀστοῦ εἰς ὑπεραιώρησιν τό τε ἐμβληθησόμενον ὀστοῦν κατατάξαι προσήκει. τὴν διδασκαλίαν οὐ παραλείπει γράφειν αὐτὸς, ὡς ἐπὶ τῆς κατἀγκῶνα διαρθρώσεως ἐποίησεν, ἀλλοὐδέν γε κατὰ τὸ γόνυ καὶ τὴν ἰγνύαν ἐκπτώσεως, οὔθὅλως ἐμνημόνευσεν ἕνα λόγον τῆς ἔξω τε καὶ ἔσω τὴν ἐμβολὴν ἐχούσης· μετὰ γὰρ τὴν ἀντίτασιν ὡσαύτως γιγνομένην ἀπῶσαι δεῖ τὸ ἐκπεπτωκὸς ἄρθρον εἰς τὴν πρόσω χώραν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up