Book 2
§1–9.4
§1 Τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μόριον, μεταξὺ τῆς κατὰ καρπόν τε καὶ ἀγκῶνα διαρθρώσεώς ἐστιν, ἐνίοτε δὲ τοῖν καταὐτὸν δυοῖν ὀστοῖν τὸ μακρότερον οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν τῆς κατὦμόν τε καὶ ἀγκῶνα τὸ περιεχόμενον ὀστοῦν ἐν αὐτῷ, τινὲς δὲ τὰ μόρια μὲν οὕτως αὐτὸν ὀνομάζειν φασὶ τὰ μεταξὺ τῶν διαρθρώσεων, οὐ μὴν αὐτά γε τὰ ὀστέα. σύνηθες γὰρ εἶναι καὶ ἡμῖν οὕτως λέγειν, ἐπλήγη τὴν κεφαλὴν ὅδε τις τὴν γένυν τὴν ῥῖνα κἂν ἐν αὐτῷ μόνῳ τῷ δέρματι συστῇ τὸ γινόμενον ἐκ τῆς πληγῆς πάθημα, κἂν συνδιατεθῇ τι τῶν ἔνδον οἷον ὑμένα μυὸς νεῦρον ἀρτηρίαν φλέβα. καὶ τοίνυν ὅταν φῶμεν ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦμεν τῇ λέξει τῇδε· γεγονέναι πάθος ἐν βραχίονι τὸ καλούμενον ἕλκος. ἐπεὶ δἐν τῷ λόγῳ τοῦ ἕλκους σὰρξ περιέχεται, κἂν μὴ διὰ τῆς ἰδίας αὐτὴν προσηγορίας καλέσωμεν, ἀλλά γε διὰ τοῦ ἕλκους ἐπεδειξάμεθα. τὴν γὰρ ἐν τῇ σαρκὶ διαίρεσιν ἕλκος ὀνομάζομεν, ὥστε ἐν τῷ φάναι Δίωνος, εἰ οὕτως ἔτυχεν, ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦσθαι τὴν ἐν τῷ βραχίονι σάρκα. κατὰ τὸν αὐτὸν οὗν τρόπον ἐν τῷ φάναι καταγέντα τὸν βραχίονα καὶ ἑλκοῦσθαί φασι κατἐκεῖνο τὸ μόριον ὀστοῦν πεπονθέναι τὸ πάθος προσαγορεύεται κάταγμα. τοῦτο μὲν οὖν ἐν ὀνόματι καὶ σημαινομένῳ τὴν ἀμφισβήτησιν ἔχει, μήτὠφελοῦν μήτε βλάπτον ἡμᾶς εἰς τὴν τοῦ κατάγματος ἴασιν. δὲ ἐφεξῆς λέγει διδασκαλία τῆς ἰάσεώς ἐστιν, ἣν ποιεῖσθαι προσήκει συντριβέντος τοῦ βραχίονος, ὡς μὲν ἐμοὶ φαίνεται, σαφὴς οὖσα πᾶσα, καθάπερ καὶ ἄλλα τὰ πρόσθεν, ὅσα περὶ τοῦ πήχεος ἔγραψε· καὶ γὰρ κἀκείνων πλὴν ὀλιγίστων λέξεων ἦν σαφῆ προστιθέντα διἣν εἰς τὴν ἑκάστου τῶν κελευομένων ὑπαὐτοῦ πράττεσθαι τὸ τῆς αἰτίας ἐμηκύναμεν τὸν λόγον ἔξω μὲν ὄντα τοῖ κατὰ τὸ κύριον σημαινομένου τῆς ἐξηγήσεως, εἰθισμένον δ’, ὡς ἔφην, τοῖς ἐξηγηταῖς. ἀλλὰ καὶ τούτους αὐτοὺς τοὺς λογισμοὺς ἑτέρωθι διὰ βραχέων αὐτοῦ εἰρηκότος οὐδἐνταῦθα τὴν εὕρεσιν αὐτῶν ἡμεῖς προσεθήκαμεν, ἀλλὰ τὴν τάξιν ὑπηλλάξαμεν. ἐπὶ δὲ τοῦ νῦν προκειμένου παντὸς καὶ λόγος σαφής ἐστι καθἑαυτὸν ἐξεταζόμενος καὶ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἔχει προειρημένην ἐν τοῖς περὶ τοῦ πήχεος λόγοις, ὑπὸ γὰρ τὰ καθόλου συμβουλευόμενα κατἐκεῖνον ἐπάγεται καὶ ταῦτα, πρῶτον μὲν τὸ σχῆμα τῆς ὅλης χειρὸς, εἶθ κατάστασις, εἶθ διάπλασις, ἐφ θέσις ἐσχάτη καὶ ταῦτἤτοι γε εἴη διαφορά τις ἀνάληψις. ἐπὶ προεγνωσμένοις οὖν τούτοις εἴ τι παραπίπτοι βραχὺ μὴ σαφὲς ἐξηγησόμεθα διὰ τῶν ἑξῆς.
§2 Τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν ἐπίδεσιν μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ περιῤῥέοντας αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβόμενα μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστοὐ χρὴ μεταβάλλειν τὸ σχῆμα τῆς χειρὸς, ἀλλαὐτὸ ἀεὶ φυλάττειν ἔξ ἀρχῆς ἄχρι τέλους, ὡς καὶ πρόσθεν ἐῤῥέθη. εἰ δαὖ πάλιν ἐμφυλάττῃς, ἐν κατατείνας ἐπιδέσεις οὐδὲν μὲν οὔτε χαλαρὸν ἔσται τῆς ἐπιδέσεως οὔτε βιαίως θλῖβον. αὐτὸ δὲ σχῆμα μοχθηρὸν ὑπάρχον, ὡς ἐδείχθη πρόσθεν, ὀδύνην τε παρέξει καὶ διἐκείνην φλεγμονήν.
§3 Ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκάστῳ οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔν τε τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶναι σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ ταὐτὸ τοῦτο καὶ ἀνωδυνώτατον εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔν τε τῇ χειρὶ τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζόμενον σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι δαὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόν τε καὶ τοιοῦτον ἡλίκον τε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί. σκαφίας δὲ δηλονότι κέκληκε διὧν σκάπτομεν τὴν γῆν ἐν οἷς εἰσι καὶ αἱ καλούμεναι δίκελλαι, σμινύας δαὐτὰς ὀνομάζουσιν οἱ Ἀττικοί. βούλεται δὲ τὸ παρατεταμένον ξύλον μὲν εἶναι ἀκίνητον, ὡς μήτε ἀνωτέρω μήτε κατωτέρω μεθίστασθαι κατὰ τὴν χειρουργίαν. ἔξεστι δὲ τοῦτο σειραῖς αὐτοῦ δεθέντος ἐξ ἑκατέρου τῶν περάτων, ἃς σειραῖς ἐνῆφθαι χρὴ πρὸς ὑψηλόν τι χάριν τοῦ κρέμασθαι τὸν στειλαιόν. ὑποβάλλειν οὖν πρόσθεν αὐτοῦ τὸν θεραπευόμενον ἀξιοῖ τὴν χεῖρα, τοῦτο δἔσται κατὰ τὴν μασχάλην ἐνταθέντος ἐγκαρσίου τοῦ στειλαιοῦ. τὸν δἄνθρωπον αὐτὸν οὗ καταγεὶς βραχίων κελεύει καθίζειν οὕτως ὑψηλὸν, ὡς μικροῦ δεῖν μετέωρον εἶναι. καθίζειν μὲν οὖν αὐτὸν προστάττει βουλόμενος αὐτὸν ἐξαρκέσαι τῇ χειρουργίᾳ καὶ μὴ κάμνειν ἑστῶτα. μὴ ταπεινὸν δὲ τοῦτο πράττειν, ἀλλὡς ἄν τις μάλιστα καθήμενος ὑψηλότερος γένηται. καὶ διὰ τὸν ἰατρὸν μὲν ὅπως ὀρθῶς ἐνεργοῖτο καὶ μὴ ἐπὶ πλεῖστον ἀναγκάζοιτο νεύειν κάτω. χειριζομένῳ δαὐτῷ βέλτιον οὕτω καθῆσθαι· πεφύκασι γὰρ ἐν ταῖς κατατάσεσι τῆς χειρὸς οἱ κάμνοντες ὀδυνώμενοι καὶ συνακολουθοῦντες τοῖς κατατείνουσιν, ἐπανατίθεσθαί τε καὶ μηκέτι φυλάττειν ἀκριβῶς τὴν ἐξ ἀρχῆς ἕδραν. ἐν τούτῳ δὲ συμβαίνει τὴν κατάτασιν ἐκλύεσθαι. ὅπως οὖν μὴ γίγνοιτο τοῦτο καὶ τὸν ἔσχατον ὅρον τῆς ὑψηλῆς καθήσεως τὸν πεπονθότα σχηματίζει μετέωρον, εἰ βραχὺ μετεωρισθείη, στήσεται. τοῦτο δὲ ποιήσας οὔταὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους λήσεται, μὴ λαθὼν δὲ ῥᾳδίως αὖθις ἐπὶ τὸ πρῶτον σχῆμα πρὸς τὸ τῶν ἄλλων ἀχθήσεται καὶ αὐτὸς ἐφἑαυτό. καὶ μὲν δὴ καὶ ὅτι τοῖς μὲν οὕτω καθημένοις ἐπὶ τὸ στῆναι βραχυτάτη μεταβολὴ, τοῖς ταπεινοῖς δὲ παμπόλλη, ὥστε καὶ τὴν ἐκ τοῦ μεταβάλλειν τε τῆς καθέδρας σχῆμα βλάβην ἐσομένην ἐλαχίστην μὲν γίγνεσθαι τοῖς ὑψηλοῖς καθημένοις, μεγίστην δὲ τοῖς ταπεινοῖς. εὔδηλον οὖν ὅτι διὰ τοῦτο χρῆται καὶ τῷ πλαγίῳ ξύλῳ κατὰ τὴν μασχάλην, ἵνα μὲν κατατεινομένης τῆς χειρὸς ἀκολουθῶν ἄνθρωπος ἐκλύῃ τὴν τάσιν, ὅπερ ἡμεῖς εἰώθαμεν ἄνευ ξύλου πολλάκις ἐργάζεσθαι διὰ βρόχων περιβεβλημένων τῇ μασχάλῃ. χρὴ δὲ δηλονότι τῶν βρόχων τούτων τὰ πέρατα τείνεσθαι πρὸς τοὐπίσω, καθάπερ πάλιν ἑτέρων βρόχων περιθέσει διατείνομεν ἐφἑκάτερον τὸ κατεαγὸς ὀστοῦν, ὅταν διὰ τῶν χειρῶν κατάτασις ἐνδεεστέρα τοῦ προσήκοντος . ταύτης δέ ποτε μόγις ἐλπὶς εἰς ἀνύσειν τὸ δέον, ὥσπερ ἐπὶ τῶν παιδίων οὐδεμία χρεία βρόχων, ἔτι δὲ μᾶλλον οὐδὀργάνων ἐχόντων ἄξονας, οἷς περιβάλλοντες τὰ πέρατα τῶν βρόχων ἰσχυροτέραν ἐργαζόμεθα τὴν ἀντίτασιν καὶ μάλιστά γε τούτῳ τῷ τρόπῳ τῆς ἀντιτάσεως ἐπὶ τῶν ἐξαρθρημάτων χρώμεθα. τοῦ δὲ νῦν ἀξιουμένου γίγνεσθαι τρόπου κατατάσεως οἷόν τι καὶ τοῦτἔστιν, ἐστηρίχθαι βούλεται τὸν πῆχυν ἐπί τινος, οὗτος ὠνόμασεν ἔφεδρον, τουτέστιν ἐπί τινος τοιούτου ἐφοὗ καθεζόμενος ἑδραίως ἐπικειμένων αὐτῷ σκυτίνων ἐπικεφαλαίων εἴτἐξάπτεται κατὰ τὸ κάτω πέρας τοῦ βραχίονος, τὸ κατἀγκῶνα τῶν βάρος ἐχόντων τι σωμάτων. αὐτὸς δεἶπε τῶν σταθμίων τι, ταῦτα δέ ἐστιν οἷς χρώμεθα συνήθως ἐξ ὕλης χαλκοῦ καὶ σιδήρου καὶ μολύβδου γεγονός· καὶ μέντοι καὶ ὡς ἱμάντα χρὴ πλατὺν καὶ μαλθακὸν ταινίαν εὔτονον δηλονότι περιβεβλῆσθαι τῷ κάτω πέρατι τοῦ βραχίονος, ἐξ οὗ τῶν σταθμίων ἐξάρτησις ἔσται.
§4 Ὡς ἑδραιότερον αἱρεῖται τοῦτο σχῆμα τῷ χειρουργοῦντι, καθάπερ ἐν τῷ κατἰητρεῖον ἠξίωσε γράψας· ἑστεῶτα δὲ δεῖ ἐπἀμφοτέρων βεβεῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις δρῇν γε τῷ ἑτέρῳ ἐπιβεβεῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα.
§5 Ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων ἀποβαινόντων ἐν ταύτῃ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρθηκας ἐπιβάλλειν, ἀλλἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλουμένῳ παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο. φησὶ μὲν ὡς ἑβδομαῖον ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς τῶν ναρθήκων ἐπιθέσεως.
§6 Τὸ διὰ πώρου συνδεῖσθαι τὰ κεχωρισμένα μέρη τοῦ συντριβέντος ὀστοῦ κρατύνεσθαι κέκληκεν, ὡς καὶ πρόσθεν ἐπὶ τοῦ πήχεος. ὅσῳ δὲ μεῖζόν ἐστι τὸ τοῦ βραχίονος ὀστοῦν τοσούτῳ δηλονότι καὶ χρόνος αὐτῷ τῆς πωρώσεως μακρότερος γίγνεται. τὰ δἄλλα πάντα διὰ τῶν ἐπὶ τοῦ πήχεος εἰρημένων ἐστὶ δῆλα, μηδεμιᾶς οὖν ἐξηγήσεως δεόμενα.
§7 Τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ τὸν βραχίονα λόγου πάντἔστι σαφῆ· καὶ γὰρ τὴν αἰτίαν αὐτὸς εἶπε τῆς ἐπὶ τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς ἐπὶ τἀναντία περιῤῥοπῆς. ἐδίδαξε καὶ τὸν πολύπτυχον σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶν τε καὶ τοῦ ἀγκῶνος ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν τῶν πλευρῶν, ἀλλἐν τῷ μεταξὺ χώρας οὔσης, κἂν εἰς ἐκείνην ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ταινίας ἀδιάστροφον γίγνεσθαι, τῆς φυσικῆς αὐτοτέρως εἰς τὴν ἔξωθεν χώραν ἐκτροπῆς ἐπανορθουμένης ὑπὸ τῆς ἔσω ῥοπῆς.
§8 Ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς τὰ τοῦ σκέλους· ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ, τοιοῦτον ἐν τῷ σκέλει μηρός· ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς, ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἄκρα χεὶρ ἀνάλογόν ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκότως οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον. χεῖρα δὲ οὐκέθἁπλῶς ὠνόμασεν, ἀλλἄκραν προσέθηκε. ταῦθἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴρηται. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν· ἀκόλουθος μὲν ἦν οἶς ἔμπροσθεν διῆλθεν περὶ τῆς ἄκρας χειρὸς λόγος. δοὐ περὶ ταύτης μόνης, ἀλλὰ καὶ περὶ τοῦ ποδὸς ἅμα διδάσκει καὶ πλείω λόγον ὑπὲρ ἐκείνου ποιεῖται, διότι πλείονος ἐπιμελείας δεῖται. φησὶν οὖν ἐκ πολλῶν καὶ μικρῶν ἄμφω συγκεῖσθαι τὰ μόρια, προστιθέντες δἡμεῖς εἴπωμεν ἂν καὶ σκληρῶν· ἀμύελά τε γάρ ἐστι καὶ ἥκιστα σηραγγώδη, λιθιδίοις ἐοικότα μικροῖς. ἔστι δὅλης τῆς χειρὸς ἀναλογία πρὸς ὅλῳ τῷ σκέλει, οὕτως καὶ τοῖς ἄκροις αὐτῶν. ὁποῖος μὲν γάρ ἐστιν ἐν χειρὶ καρπὸς, τοιοῦτος ἐν ποδὶ ταρσὸς, ὁποῖον δὲ μετακάρπιον ἐν χειρὶ, τοιοῦτον τὸ πεδίον ἐν ποδί. περὶ δὲ τῆς τῶν δακτύλων ἀναλογίας, κἂν ἐγὼ μὴ λέγω, δῆλον. ἔξωθεν δὲ τῶν εἰρημένων ἐστὶν ἐν τῷ ποδὶ τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, διὸ καὶ τοῦ ποδὸς λόγος αὐτῷ γίγνεται μακρότερος ἤπερ τῆς ἄκρας χειρός. οἷα μὲν γὰρ πρὸς ἐκείνην αὐτῷ κοινὰ πρῶτον διῆλθεν, ὅσα δὲ ἴδια προσέθηκεν ἐκείνοις ἐφεξῆς· μὲν οὖν καρπὸς ἐξ ὀκτὼ πάντων ὀστῶν σύγκειται, τὸ δὲ μετακάρπιον ἐκ τεττάρων, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν, ὡς εἶναι τὰ πάντα τῆς ἄκρας χειρὸς ἑπτὰ καὶ εἴκοσι. τά γε μὴν τοῦ ποδὸς αὐτῶν μὲν τῶν δακτύλων εἰσὶ τεσσαρακαίδεκα· δύο γὰρ ὀστᾶ μέγας δάκτυλος αὐτοῦ ἔχει, τὸ δὲ πεδίον ἐκ πέντε σύγκειται, καὶ διὰ τοῦτἀμφοτέρων τῶν μορίων ἐννεακαίδεκά ἐστιν ὅσαπερ ἐν ἄκρᾳ χειρὶ μετακαρπίου τε καὶ δακτύλων. ἑνὶ μὲν γὰρ ἀπολείπεται τὸ μετακάρπιον ὀστῷ τοῦ πεδίου, ἑνὶ δὲ οἱ δάκτυλοι τῆς χειρὸς ὀστῷ πλεονεκτοῦσι τῶν ἐν τῷ ποδί. καὶ διὰ τοῦτο συναμφότερα συναμφοτέροις ἴσον ἔχει τὸν ἀριθμόν· λοιπὸν ἐν χειρὶ μὲν καρπὸς ἐξ ὀκτὼ τῶν πάντων ὀστῶν ἐστιν, ἐν ποδὶ δὲ ταρσὸς ἅμα τῇ πτέρνῃ τε καὶ ἀστραγάλῳ τῶν πάντων ὀκτώ. τοῦ γὰρ τῆς πτέρνης ὀστοῦ μεγίστου ὄντος ἁπάντων τῶν ἐν ἄκροις ἀμφοτέροις τοῖς κώλοις ὑπεστηριγμένου τε τῷ ἀστραγάλῳ καὶ τῇ κνήμῃ καὶ σχεδὸν ὅλον τὸ σῶμα βαστάζοντος, ὁπόταν ὀρθοὶ στῶμεν, ἐν δὲ τοῖς πρόσω μέρεσι συνηρθρωμένου πρὸς τὸ κυβοειδὲς, ὥσπερ γε καὶ τοῦ ἀστραγάλου κεφαλὴ πρὸς τὸ σκαφοειδὲς, οἷς ἀμφοτέροις ἄλλα τε περιδιήρθρωται τὰ κατὰ τὸν ταρσὸν τοῦ ποδὸς μάλιστα κείμενα· καὶ εἴπερ τις ἐθέλει καὶ τὸν ἀστράγαλον ἄκρον τῷ σκέλει προσνέμειν, αὐτὸς ἀριθμὸς ἔσται τῶν ὀστῶν ἐν ἑκατέρῳ πέρατι τῶν κώλων, ὥστε τρόπῳ διδασκαλίας οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει διαφέρεσθαι τοὺς ζ΄ καὶ κ΄ εἶναι λέγοντας ὀστᾶ πρὸς τοὺς στ΄ καὶ κ΄ εἰπόντας. εἰ μὲν γὰρ προσνέμοις ἄκρῳ τῷ σκέλει τὸν ἀστράγαλον ζ΄ καὶ κ΄ ἔσται. χωρὶς δὲ ἐκείνου τὰ πάντα τοῦ ποδὸς στ΄ καὶ κ΄ ὀστᾶ γίνεται. διὰ τοῦτοὖν ὀρθῶς προσεῖπε· ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν σύγκειται ὀστῶν, ὥσπερ καὶ χεὶρ ἄκρη, τὸν μὲν λόγον ποιούμενος ὡς πρὸς εἰσαγομένους καὶ ἀνατετμηκότας, ἀναμιμνήσκων δέ ὧν ἐμάθομεν εἰς τὰ παρόντα χρησίμων· οὐ γὰρ δὴ τοῦτο μόνον εἰδέναι προσῆκεν, ὡς ἐκ πολλῶν καὶ σκληρῶν καὶ μικρῶν ὀστῶν ἑκάτερον ὧν εἴπομεν σύγκειται. προσαναμεμνῆσθαι δὲ χρὴ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος ἑκάστου καὶ τὴν πρὸς τὰ πλησιάζοντα σχέσιν, ὅπερ ὀνομάζεται θέσις, ἵνὅταν ἐκ τῆς ἰδίας χώρας κινηθῇ τι τῶν ἐν τούτοις τοῖς μέρεσιν ὀστῶν ἑτοίμως αὐτῷ καταντῶμεν.
§9.1 Χρῶτα καλοῦσιν οἱ Ἴωνες, ἦν τοῦ σώματος ἡμῶν σαρκῶδες, ἐν μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν, ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐδὲ τοὺς χόνδρους, οὐδὲ τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προσηγορίᾳ χρώμενος ἐν οἷς φησιν·
§9.2 καὶ ἔμπαλιν·
§9.3 τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν πούς τε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ ὀστᾶ χωρὶς ἕλκους· τῷ γὰρ σὺν χρωτὶ τιτρωσκομένῳ τὸ αὐτὸ σημαίνει τῷ μεθἕλκους, οὐδὲ διάφορον οἴεται κατὰ τὸν ἐνεστῶτα λόγον ἕλκους εἰπεῖν τραύματος. ὀλίγιστον δέ ἐστιν ἐν ἄκροις τοῖς κώλοις. τὸ γὰρ σαρκῶδες, ὥσπερ πλεῖστον ἐν βραχίονί τε καὶ μηρῷ, τοῦτοὖν τὸ ὅλον ἑτοίμως πάσχει προσπεσόντος τινὸς ἔξωθεν ἄκρᾳ χειρὶ καὶ ποδὶ τοῦ δυναμένου κατάξαι τι τῶν ἐν αὐτοῖς ὀστῶν. αἰτίαι γάρ εἰσι γοῦν γενικώταται τέσσαρες ὀστῶν κατάγματος ἤτοι θλάσαι τι δυνάμενον ἰσχυρῶς ἐμπεσόν. ἔστι δὲ δῆλον ὅτι χρὴ τὸ τοιοῦτον σῶμα σκληρὸν μὲν κατὰ τὴν οὐσίαν, οὐ σμικρὸν δὲ κατὰ τὸν ὄγκον διατεμνόμενον τὸ δέρμα μόνον τι τῶν μεταὐτὸ τὸ μέχρι τῶν ὀστῶν, ἀλλὰ καὶ αὐτὰ τὰ ὀστᾶ· καὶ καλεῖ γἕδραν αὐτὸς τὸ τοιοῦτον πάθημα τῶν ὀστῶν ἐν τῷ περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων καὶ μέντοι καὶ καθαλλόμενοί τινες ἀφὑψηλοῦ διέκλασαν ἤτοι τῆς κνήμης ὀστοῦν τὸ τοῦ μηροῦ ξηροτέρων αὐτοῖς καὶ οὐ πάνυ πυκνῶν ὄντων. ἴδομεν δὲ καὶ κατὰ παλαίστραν κάταγμα γιγνόμενον κατὰ περίκλασιν. οὕτω γὰρ ἄν τις ἑρμηνεύσειε σαφῶς, ὥσπερ κἀπὶ τοῦ συντριβέντος τὴν κνήμην, μετὰ τῆς περόνης ἅμα τραύματι μεγάλῳ γυμνωθέντων τῶν ὀστῶν. συνέβη γὰρ ἐκεῖνο γενέσθαι τὸ κάταγμα τῆς κνήμης ἐγκαρσίας ὑποβεβλημένης τῷ τοῦ παλαίοντος κώλῳ καταναγκαζομένων αὐτῆς κάτω τῶν περάτων ἀμφοτέρων παραπλησίου συμβαίνοντος τῷ γιγνομένῳ, ὥσπερ περὶ τὰ κλώμενα ξύλα κατὰ προαίρεσιν ὑφἡμῶν αὐτῶν. ἐπιτιθέντες γὰρ αὐτὰ καθἑκατέρου μηροῦ λοξὰ κἀπὶ τῶν χειρῶν ἑκάτερον τὸ ἄκρον ἰσχυρῶς ἀναγκάζοντες κάτω κατὰ τὸ μέσον αὐτῶν ὁρῶμεν ῥηγνύμενα.
§9.4 Ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτεὔτονον, ἀλλὰ καὶ σμικρὸν καὶ ἄῤῥωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως ἐπειδὰν ὀστοῦν ἀσθενὲς φύσει κατὰ τὰς εἰρημένας ἐνεργείας διακλᾶται μέσον τοιούτων. ἀλλ τοιοῦτος τρόπος τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθὅταν ἀφὑψηλοῦ πηδήσαντες καταφερόμενοι τηρήσουσιν ἐπὶ τῆς γῆς βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς τοιαύταις πληγαῖς οἱ σύνδεσμοι τῶν ὀστῶν ἤπερ αὐτὰ κατάγνυται. τοῦτο δαὐτοῖς συμβαίνει καὶ διὰ τὴν σμικρότητα μὲν, ἀλλὰ καὶ διὰ τὴν σκληρότητα μᾶλλον, οὐ μὴν οὐδὲ τοῖς ἔξωθεν αὐτοῖς ἐμπιπτόντων σφοδρῶς δύναταί τι ῥᾳδίως συντρῖψαι μὴ σκληρότερόν τε τῶν ὀστῶν ὑπάρχον, ἀξιόλογον δὲ τῷ μεγέθει. τὸ δὲ τοιοῦτον οὐδὲ τοῦ δέρματος φείδεται, καθάπερ οὐδὅταν ὀξὺ τὸ τιτρῶσκον ᾖ· καὶ γὰρ καὶ τοῦτο φθάνει προδιατέμνον τοῖς ὀστοῖς ἐπίκειται, πρὶν ἐντυχεῖν αὐτοῖς ὅπερ εὐλόγως ἔφη μὴ πάνυ τι κατάγνυσθαι τὰ ὀστᾶ ταῦτα χωρὶς ἕλκους. ἀλλἐπεὶ μέλλει περὶ τῶν μεθἕλκους καταγμάτων ἰδίαν ποιεῖσθαι τὴν διδασκαλίαν, ἐν τοῖς ἐφεξῆς εἰς ἐκεῖνο τοῦ βιβλίου χωρίον ἀνέβαλε καὶ τὸν περὶ τούτων λόγον.
§10–24
§10 Οὐχ ὡς προειρηκώς τι περὶ τῶν ἐν τῇ χειρὶ συνισταμένων ὀστῶν εἶπε τὸ, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ, ἀλλεἰ καὶ οὕτως ἔτυχεν εἰπών· ἀναγκάζειν μὲν χρὴ εἰς τὴν ἑαυτοῦ χώραν ἕκαστον τῶν ἐν τῷ ποδὶ, κατὰ δὲ τὸν αὐτὸν τρόπον χρὴ καὶ τὰ ἐν τῇ χειρί. γέγραπται δὲ ἐν τισὶ μὲν ἀναγκάζειν, ἐν τισὶ δὲ καταναγκάζειν εἴρηται. σημαίνει δ λέξις τοῖον, εἰ εἶπε μὲν τιθέντα ἐν τῇ οἰκείᾳ χώρᾳ τὸ κινηθὲν ὀστοῦν. κινεῖται δὲ ἀποῤῥηγνυμένων τῶν συναπτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων, ἀλλὰ οὔτε πάντες οἱ περιέχοντες ἐγκύκλως σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀποῤῥήγνυνται. σπάνιον γὰρ ἀκριβῶς τὸ τοιοῦτον καταλιπὸν ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβὲν οὕτως ἀναπηδᾷν πρὸς τὸ δέρμα καὶ μάλιστα οἷς ἐστι χαλαρὸν, ὥστε γε σύντομον ἀνθίσταται τὴν ἑαυτοῦ φορὰν τοῦ κινηθέντος ὀστοῦ. διὰ τοῦτο οὖν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ ταύτης δέρμα τὸ καλούμενον ἴχνος· ἀλλὰ καὶ διότι τὰ πλήττοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί. μόνος οὖν οὗτος εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν ὀστοῦν, ὅταν ἀφὑψηλοῦ τινος ἄνθρωπος ἐπὶ λίαν τραχεῖς ἐξοχὰς ὀξείας ἔχοντα πηδήσεται. τὰ μὲν οὖν πάντοθεν ἀπολυθέντα τελέως, ὁκόταν τῆς ἑαυτοῦ χώρας εἴτε κάτω τοῦ ποδὸς εἴτἄνωθεν χωρήσειε χαλεπώτερόν ἐστιν εἰς τὴν οἰκείαν ἐμβαλεῖν χώραν. εἰ δέ γε καὶ σπανίως τυχηθείη τινὰ τὸ ἔργον, ἀλλὰ καὶ τὸ φυλάξαι γε τὴν χώραν ἀεὶ χαλαρόν. ἔνθα γὰρ ὀστοῦν πάλιν σφοδρότερον κινηθῇ, κλήσεται τοὺς κρατοῦντας αὐτὸ συνδέσμους, οὐκ ἔχοντα δὲ ἐκ μέρους μὲν ἐχόμενα φυλαττομένων ἡμῶν τῶν συνδέσμων, ἐκ μέρους δἀπολελυμένα καθάπερ ἂν ἀποῤῥαγῶσιν εἰ προκύπτειν εἴωθε, διατείνοντας οὖν ὅλον τὸν πόδα καταναγκάζειν αὐτὸν προσήκει.
§11 Ὁποίαν ἐπὶ τῶν καταγμάτων ἐκέλευσε θεραπείαν, τοιαύτην ἀξιοῖ σε ποιεῖσθαι καὶ νῦν ἐπὶ τῶν ἐν ἄκροις τοῖς κώλοις κινηθέντων ὀστῶν· καὶ γὰρ ἀπὸ διατάσεως ἄρξασθαι χρὴ χάριν τοῦ καλῶς διαπλάσαι τὰ κεκινημένα τῶν ὀστῶν καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν ὑποστοχάζεσθαι σκοπῶν. ἀφλέγμαντόν τε μὲν γὰρ εἶναι βουλόμεθα τὸ μόριον ἐσφίγχθαι τε καὶ διακρατεῖσθαι τὸ πεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. ἐδείχθη δἔμπροσθεν ταῦτα οὐ δυνάμενα γενέσθαι καλῶς ἄνευ τοῦ τὸ μὲν ἐν τοῖς πεπονθόσι μορίοις αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου καὶ τὸ πέρας ἐκθλίβεσθαι, κωλύεσθαι δἐπιῤῥεῖν ἄλλο. πρὸς ταῦτα δοὖν, εἴ τι μεμνήμεθα, σκοποῦντες εὕρομεν ἅπασαν τὴν καταγματικὴν ἐπίδεσιν ἣν κελεύει ποιεῖσθαι πλὴν τῶν ναρθήκων, ἐπειδὴ τοῦ μέρους φύσις οὐ προσίεται τὴν τούτων ἐπίθεσιν. ὁμαλὴν γὰρ εἶναι δεῖ τὴν ἐπιφάνειαν τῶν μερῶν οἷς μέλλομεν νάρθηκας, οὐ μὴν τοιοῦτός ἐστιν ταρσὸς τοῦ ποδός.
§12 Λέγει τῆς ὅλης κνήμης εἴγε καὶ τὸ κατὰ τὴν ἴξιν αὐτὸ σημαίνει τὸ κατεὐθὺ πολλάκις ἐν πολλοῖς εἰρημένον, ἀλλὰ καὶ κατωτέρω τρὶς ἐφεξῆς κέχρηται τῷ ὀνόματι περὶ κνήμης διαλεγόμενος ἐν τῇ ῥήσει· τοῦ γὰρ μηροῦ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος αὕτη τε ἔσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν, ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλοὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ ἔσω τοῦ ἔξωθεν, ὡς καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν, λεπτότερον καὶ μακρότερον.
§13 Εἰθίσθη ὡς κατὰ χώραν μένειν τὰ ἐμβληθέντα τῶν ὀστῶν καὶ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι χρῆσθαι καὶ μάλισθὅταν ναρθήκων ἐπίδεσιν οὐκ ἐφίεται τὸ χωρίον ἀνώμαλον ὑπάρχον.
§14 Ἔμπροσθεν ἐκέλευσεν ἡμᾶς ἐν ταῖς ῥοπαῖς τῶν κατεαγότων, ἵνεἰ μὲν ἐπὶ τῇ δεξιᾷ ῥέποιεν εἰς τὰ ἀριστερὰ περιτρέποιμεν, εἰ δεἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν ἐπανάγωμεν, ἐν δὲ τοῖς κατὰ τὸν πόδα τοὐπίπαν ἰσόῤῤοπον ποιεῖσθαι χρὴ τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ τῆς ἰδίας χώρας ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπὴν, ἀλλεἰς τὸν ἄνω τόπον τὸν κάτω.
§15 Ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βούλεται τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατἄρθρα τοιαῦτα παθήματα· νευρωδέστερά τε γὰρ καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δεἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι καλεῖ.
§16 Ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶνος· ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλλυται κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ καὶ περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ, καθάπερ εἰ κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵματι, θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ ταῦτα μὲν οὐχ οἷόν τε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύμασιν, ἵνὅταν ὑπὸ τῆς φύσεως κρατεῖται μεταβάλλῃ, καθάπερ καὶ ἄλλο κατὰ τὰς πεττομένας φλέγμονας αἷμα, καὶ γίγνεται πῦον. ἵνα δὲ κρατήσῃ τοῦ αἵματος ἐν τοῖς μορίοις φύσις, ἐστοχάσθαι χρὴ δυοῖν τούτοιν, ἑτέρου μὲν ὡς μὴ φλεγμῆναι τὰ σώματα καὶ ὅπως τοῦτο γίγνεται πρότερον ἐμάθομεν, ἑτέρου δὲ τοῦ διωρίσθαι τὸ παρεκκεχυμένον αἷμα. τοῦτο οὖν στοχαζόμενος Ἱπποκράτης κατὰ μέρος ἐφεξῆς πάντα συμβουλεύει. διΐσταται δὲ, ἔφη, τὰ ὀστέα τῶν οὕτω πηδησάντων ἀποῤῥηγνυμένων δηλονότι τῶν συμφυόντων αὐτὰ συνδέσμων, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν κατὰ τὸν ταρσὸν ἐλέγομεν. ἔζευκται δὲ τῇ πτέρνῃ κατὰ τὸ ἄνω μέρος ἀστράγαλος. ἔμπροσθεν δὲ τὸ καλούμενον κυβοειδὲς, ὥσπερ γε καὶ τῷ ἀστραγάλῳ κατὰ τὰ πρόσω μέρη συνήρθρωται τὸ σκαφοειδὲς ὀνομαζόμενον ὀστοῦν καὶ τούτοις ἀμφοτέροις τῷ τε κυβοειδεῖ καὶ τῷ σκαφοειδεῖ τὰ τοῦ ταρσοῦ τέτταρα. δέδεικται δὲ ὑπὲρ τούτων ἁπάντων τῶν ὀστῶν τῶν τε κατὰ πόδα καὶ ἄκραν χεῖρα κατὰ τὸ περὶ τῶν ὀστῶν ὑπόμνημα.
§17 Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκριβῶς μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν Ἱπποκράτης διδάσκει.
§18 Τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναν τε καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύνας τε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν. ὀστώδη τε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ τὴν θλίψιν. δἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτἔμαθες ἐν τῇ τῶν νεύρων ἀνατομῇ. ταῦτα οὖν τἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρὴ κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ δέρμα τὸ κάτω προσαγορεύουσιν ἴχνος ἐπὶ πολλοῦ χρή. σύμμετρον δὲ ἐφὧν σκληρόν ἐστιν ὅρον τοῦ βάθους τῆς τομῆς ποιούμενος τὴν σκληρότητα. τυλοῦται γὰρ ἐπἐνίων, ὡς μηδἐπὶ βραχὺ προχεῖν αἵματος, ἢν μὴ μέχρι βάθους ἱκανοῦ καθιῇ τις τὴν σμίλην. αὐτὸ μὲν δὴ τοῦτο αὐτοῦ προσήκει τέμνειν τὸ μέρος οὔτε προχεῖ τι τοῦ αἵματος, ἐκείνου δὲ φείδεσθαι καθὸ τέμνομεν εὐθέως αἱμάσεται· καὶ γὰρ ὀδυνᾶται τεμνόμενον. ἐκεῖ δὲ οὐχ ἁπλῶς τέμνειν, ἀλλὁμαλῶς τὸ σκληρὸν τοῦ δέρματος. ἔχοις δἂν τρεῖς σκοποὺς τοῦ τέμνειν ὁμαλῶς, κατὰ μὲν τὸ μῆκος τῆς τομῆς, ἕτερον δὲ τὸ βάθος καὶ τρίτον καὶ τὸ μεταξὺ διάστημα. χρὴ γὰρ ἴσας τε τῷ μήκει καὶ πλάτει τὰς τομὰς ἀλλήλαις τέμνειν, ἴσον τε διεστηκυίας ὥσπερ ἅπαν ὁμοίως τὸ ἴχνος ἀλύπως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς καιρόν. ἴσμεν γὰρ ὅτι τε τὰ φλεγμαίνοντα πάντα γίγνεται καὶ ὡς αἱ τάσεις ὀδύνας τε γεννῶσι καὶ φλεγμονὰς αὔξουσι καὶ σπασμοὺς ἐπικαλοῦνται. ὡς οὖν πολλὴ κατάντλησις ὕδατος θερμοῦ παραχεομένου δαψιλοῦς ἐλαίου τὴν τάσιν ἐκλύουσα μεγάλως ὀνίνησιν, οὕτως καὶ τὰς τομὰς ἐπενόησε ποιεῖσθαι τοσοῦτον κατιούσας εἰς τὸ βάθος, ὡς μηδέπω τιτρώσκειν τὸ ἔναιμον τοῦ δέρματος, ἐπινενοῆσθαι χρησίμως αὐτῷ τὰς ἀμυχὰς, ὅπου κἀπὶ τῶν ἄλλων μορίων, ὅταν γε μεγάλως φλεγμαίνῃ, σχάζειν ἀναγκαζόμεθα τὸ δέρμα, τοῦτο μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, τοῦτο δὲ καὶ διἀναπνοὰς ἐργαζόμενοι καὶ προσέτι τὴν τάσιν ἐκλύοντες ἣν ἐκ τῆς φλεγμονῆς ἔσχεν. ἐπὶ δὲ τοῦ ποδὸς, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τὸ σχάζειν τὸ δέρμα παραγενησόμεθα, κἂν μηδέπω φλεγμαίνῃ, διότι σκληρότατον ὂν, ἐφ γε τοιοῦτόν ἐστιν οὐ δύναται προσεπεκτείνεσθαι κατὰ τὰς φλεγμονάς· αὐτό τε οὖν ὀδυνήσεται τεταμένον ἰσχυρῶς, θλάσεται δὲ τῇ περιτάσει τὰ ὑποκείμενα καὶ μάλιστα τὸν συμπεφυκότα τένοντα πλάτος ἐκ μιᾶς ἀπονευρώσεως ἑνὸς τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν ἔχει τὴν γένεσιν. ἐάν περ οὖν οὗτος εἰς ὀδύνην τε καὶ φλεγμονὴν ἀφίκηται, κίνδυνος ὅλῳ τῷ μυῒ παραθεῖναι τὰ αὐτά. τοῦτο δεἰ γένοιτο καὶ σπασμὸν ἀκολουθήσειν εἰκός. διὰ ταῦτοὖν ἅπαντα τέμνειν μὲν, ὡς εἴρηται, προσήκει τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν, ὡς ἔφην, τουτέστι λεπτὸν ἐργάζεσθαι. γένοιτο δἂν τοῦτο τῆς μὲν σκληρότητος αὐτοῦ μαλαττομένης, τοῦ δὲ πλήθους καθαιρομένου. γενήσεται δἄμφω ταῦτα καταντλούντων ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον· εἶτἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπολειφόντων ἔλαιον μηδεμίαν ἔχον στύψιν.
§19.1 Τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτός τε καὶ οἱ ἄλλοι παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν πτέρναν ἐπιδεῖν τῷ καταγματικῷ τρόπῳ μεμφόμενος τοὺς οὕτως ἐπιδοῦντας, ὡς ἐπιδεῖν εἰθίσμεθα πολλάκις ἕνεκα τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων αὐτοῖς φαρμάκων καταπλασμάτων καὶ τινας ἐπιβροχάς. ἔστι δ τρόπος τῆς ἐπιδέσεως μέμφεται τοιόσδε.
§19.2 Τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ σφυρὸν νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος καλοῦσιν ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρεψάντων ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτω τε καὶ πρόσω μερῶν τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεν τε κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν ἐστι κατὰ τὸ πρόσω τοῦ ποδὸς ἑαυτῷ τὸν ἐπίδεσμον γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι. κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι πάλιν ἐπἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθεῖν, εἶτἐντεῦθεν εἴς τε τὸ τρίτον ἑλιχθέντα κατὰ τὴν αὐτὴν νομὴν ἐπὶ τὴν ἀρχὴν ἀφικέσθαι πάλιν ἐντεῦθέν τε περὶ τὸ σφυρόν. ἔνιοι δὅταν ἑλίξωσι τὴν ὑπὸ τὸ ἴχνος ἐγκαρσίαν οὐκ εὐθέως ἀνάγουσι λοξὸν ἐπὶ τὸ σφυρὸν ἄνω τὸν ἐπίδεσμον, ἀλλὰ κυκλοτερῶς πρῶτον ἑλίττουσιν ἐπὶ τὸν ταρσὸν, ὥσπερ γε καὶ τὸ σφυρόν. ἔνιοι κυκλοτερῶς ὡς διαλαμβάνεσθαι τὰς λοξὰς ὑπὸ τῶν κυκλοτερῶν. αἱ μὲν οὖν συνήθως γιγνόμεναι περιβολαὶ τῶν ἐπιδέσμων ἐνταῦθα μύες εἰσίν. ἐν δὲ τοῖς προκειμένοις πάθεσι τοιαῦται, διότι μήτε προσυποβάλλεταί τι πρὸ τῶν ἐπιδέσμων ἕτερον οὗ τῆς κρατήσεως ἐν ἐκείνῃ ἐπίδεσις γίγνεται μήτἀπαθής ἐστιν πτέρνα, καθάπερ ἐπἐκείνων, ἀλλαὕτη πρώτη πέπονθεν, ὥστε προειρημένος τρόπος τῆς ἐπιδέσεως ἐπὶ τὴν πτέρναν ἐκθλίβειν τὸ αἷμα χωρίζει αὐτὴν τὴν ἐπίδεσιν. χρὴ δὲ τὸ ἐναντίον τούτου γίγνεσθαι τῆς ἐπιδέσεως ἐκ τῆς πτέρνης παραπλησιάζοντα χωρία τὸ αἷμα διωθουμένης, ὅπερ καταγματικὸς τρόπος τῆς περιβολῆς τῶν ὀθονίων ἐργάζεται μόνος, ὡς ἔμπροσθεν ἐμάθομεν· ἐκείνῳ τοιγαροῦν καὶ νῦν κέχρηται.
§20 Τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου διὅλης αὐτῆς οὐσίας ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.
§21 Φανερώτερον νῦν εἰρηκέναι τὸν ὅλον Βίον τοῦ ἀνθρώπου, καὶ ἔστιν λόγος αὐτοῦ τοιοῦτος· ἄν ποτε πτέρνα σφακελίσῃ, ἀνίατον γίγνεται τὸ πάθημα καὶ παραμένει τῷ βίῳ παντὶ ἐξ αὐτοῦ κάκωσις.
§22 Οὐ μόνον, φησὶν, ἐκ τῶν προειρημένων διαθέσεων εἴωθε κακοῦσθαι τὸ τῆς πτέρνης ὀστοῦν, ἀλλὰ καὶ ταῖς χρονίαις ἐπικλίσεσιν, ἃς ὑπτιασμοὺς ὠνόμασεν, ἀμελῶς κειμένη μελαίνεται πολλάκις πτέρνα. τοιαύτη δὲ θέσις ἐστὶν ὅταν ἐπὶ σκληροῦ τε καίηται καὶ μὴ συνεχῶς ἐπαίρηται, μηδἀεὶ θερμαινομένη τε καὶ πιλουμένη πρὸς τῶν ὑποκειμένων. διότι αἱρεθεὶς μεταποιεῖν τροχίσκον ἐξ ἐρίου μαλακοῦ, καλοῦσι δὲ ἔνιοι τρόφιον αὐτὸν ἀνάλογον τῷ μεγέθει τῆς πτέρνης ἔχοντα τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθοὗ κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν, ὡς αἱρεῖσθαι τὸ κάτωθεν αὐτοῦ μέρος, ὅπως ἄθλιπτός τε ἅμα καὶ διαπνεόμενος καὶ ἀθέρμαντος φυλάττοιτο.
§23 Ἐν τῷ σφακέλῳ τῆς πτέρνης ταῦτα γίγνεσθαί φησιν, οὐ διότι τὸ ὀστοῦν αὐτῆς διαφθείρεται· τούτῳ γὰρ οὐδὲν τῶν ἄνω συνυπάρχει κατὰ τὸν αὐτὸν λόγον ἰδίαν ἔχοντι περιγραφὴν ἐπί τε τὰ πέριξ αὐτῆς σώματά τε ψαύοντα καὶ τὰ συμπεφυκότα μεταλαμβάνειν τοῦ καταὐτὴν πάθους. διὰ τοῦτο καὶ τῶν ἄνω τοῦ σώματος μερῶν αἱ κακώσεις γίγνονται. γοῦν τένων συμφυόμενος αὐτῇ φλεγμήνας εὔδηλον ὅτι καὶ τοὺς κατὰ γαστροκνημίας μῦς ὅλους εἰς συμπάθειαν ἄξει τὴν γένεσιν ἐξ αὐτῶν ἔχων. εἰ δἐκεῖνοι πάθοιεν οἱ μύες, ἕτοιμον ἤδη καὶ τοῖς εἰς τούτους διασπειρομένοις παθεῖν, ὥσπερ γε καὶ ταῖς ἀρτηρίαις· ἀλλὰ διὰ μὲν τὰς ἀρτηρίας καρδία συμπαθοῦσα, διὰ δὲ τῆς τῶν νεύρων οὐσίας ἐγκέφαλος. οὔσης οὖν τῆς καρδίας αὐτῆς τοῦ ἐμφύτου θερμοῦ πηγῆς, τοῦ δἐγκεφάλου καθἑαυτὸν μὲν ἔχοντος τὸ λογίζεσθαι, διὰ δὲ τῶν μυῶν κινεῖν τὰ μόρια τὰς προαιρετικὰς ὠνομασμένας κινήσεις ἀκόλουθόν ἐστι, πυρετὸν μὲν γίγνεσθαι διὰ τὴν καρδίαν, παραφροσύνας δὲ διὰ τὸν ἐγκέφαλον, τρόμους τε καὶ σπασμοὺς διὰ τοὺς μύας, λύγγας δὲ διὰ τὸν στόμαχον, ἐπειδὴ πλέον μετέχει νεύρων.
§24 Αἱμόῤῥους μὲν φλέβας ὀνομάζει τὰς μεγάλας, ἐπειδὴ διαιρουμένων αὐτῶν αἱμοῤῥαγίαι γίγνονται μὴ συμβαίνουσαι κατὰ τὰς μικράς. ὀλίγον τε γὰρ ἐπὶ τούτων ἐκχεῖται τὸ αἷμα καὶ ταχέως περιπήγνυται τοῖς χείλεσι τῆς διαιρέσεως βλαβήσεται. ναυσιώσεις ὠνόμασεν ἰδίως ἀπὸ τῶν ναυτιώντων καὶ διὰ τοῦτἐμούντων ποιήσας τοὔνομα. ναυσίαν γὰρ τὴν ναυτίαν ὀνομάζουσιν οἱ Ἴωνες καὶ σχεδὸν ἃς ἔμπροσθεν ἐκχυμώσεις ἐκάλεσε, ταύτας νῦν ναυσιώσεις εἶπεν, ὅταν αἱ φλέβες ἀποπτύουσί τε καὶ οἷον ἐμοῦσιν ἐξ αὐτῶν αἷμα βαρυνόμεναι διά τε τὴν σφῶν αὐτῶν ἀσθένειαν, ἣν ἐκ τοῦ φλεγμαίνειν ἴσχουσι καὶ διὰ τὸ πλῆθός τε καὶ κακίαν αὐτοῦ τοῦ αἵματος. πρόδηλον γὰρ ὡς ἐν τῇ τοιαύτῃ διαθέσει διαφθείρεται. γαγγραινώσεις δὲ φλεβῶν εἶπε τὰς διὑπερβολὴν τῆς φλεγμονῆς αὐτῶν ἀκολουθούσας νεκρώσεις, τὰ δὲ πάντα φησὶ διὰ τὴν μοχθηρὰν ἐπίδεσιν, ἧς καὶ αὐτῆς ἐστι δύο κεφάλαια, τό τε χωρισθῆναι τὴν πτέρναν ὑπαὐτῆς γυμνὴν γιγνομένην καὶ τὸ θλιβῆναι σφοδρῶς τὰ δεξάμενα τὰς ἐπιβολὰς τῶν ὀθονίων μόρια. μελέτης δὲ πρόδηλον ὅτι τῆς ἐπιμελείας λέγει κατὰ σύνηθες τοῦτο τοῖς Ἴωσι καὶ πολλάκις ἐπὶ τούτου σημαινομένου καὶ αὐτὸς ἐχρήσατο τῇ προσηγορίᾳ.
§25–47
§25 Τὴν ἐναντίαν ἐπίδεσιν ἐπαινεῖ τὴν τοῖς πολλοῖς συνήθη, ἣν ἔμπροσθεν ἐμέμψατο, καθἣν ἐκ τῶν ἄλλων μερῶν τοῦ ποδὸς ἐπὶ τὴν φλέβα ἐκτείνεται τὸ αἷμα. προσήκει γὰρ ἐξ ἐκείνης τὰ ἄλλα τὴν περιουσίαν τῶν χυμῶν πτέρνης ἐπιδουμένης, ὡς ἐπὶ τῶν καταγμάτων ἔμπροσθεν ἐπέδειξε καὶ τὰς πλείστας ἐπιβολὰς τῶν ὀθονίων αὐτῆς λαβούσης καὶ ἰσχυρὴν μὲν μὴ ποιεῖσθαι τὴν πίεσιν.
§26 Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως τῇ πιέσει κελεύει ποιεῖν τῷ πλήθει τῶν ὀθονίων ἐργάζεσθαι τὴν ἀσφάλειαν οὕτως τῆς τάσεως ἰσχυρῶς.
§27 Οὐ μόνον ἕνεκα τοῦ κενῶσαι τὸ περίττωμα δίδωσιν ἐλλέβορον, ἀλλὰ καὶ τῆς ἀντισπάσεως χάριν. εὔδηλον γὰρ ὅτι τὸν λευκὸν δίδωσιν ὃς ἐμέτους κινεῖ φθάνων εἰς τὴν ἄνω γαστέρα ἐξ ὅλου τοῦ σώματος ἐπισπᾶσθαι, πλὴν εἰς τὰς τῶν ἐντέρων ἕλικας αὐτὸν κατενεχθῆναι. ὅτι δὲ τὸν λευκὸν ἐλλέβορον δίδωσι κἀξ ὦν ἐπιφέρει δῆλον. ἐφεξῆς μὲν γάρ φησιν, ἀλλεἰ μὲν ἀπύρετος , φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται. τὸ μὲν δὴ κενοῦσθαι τὰ περιττὰ τῶν οὕτως ἐχόντων, ἀντισπᾶσθαι δὲ πρὸς τἀναντία μόρια τῶν πεπονθότων τοὺς χυμοὺς, ὅτι μεγάλως ὠφελεῖ δῆλον. εἰ δὲ διἐλλεβόρου λευκοῦ τοῦτο ποιητέον, οὐκέτι δῆλον. εἴωθε γὰρ ἐνίοτε πνίγειν, ὅταν χυμοὺς παχεῖς γλίσχρους ἐν αὑτῷ πολλοὺς τὸ σῶμα περιέχει, διὸ καὶ προδιαλύομεν αὐτοὺς τῇ λεπτυνούσῃ διαίτῃ χρώμενοι, περὶ ἧς ὅλον ἔχεις ἡμέτερον ὑπόμνημα. τὸ τοίνυν διδόναι τὸν ἐλλέβορον ἄνευ τοῦ προδιαιτῆσαι σφαλερὸν, ἀδήλου γε ὄντος ἐπὶ πολλῶν ὁποίους ἔχει τὸ σῶμα χυμούς. ἴσως οὖν ἐπὶ τῶν τότε σωμάτων ἀκινδύνως ἐχρῆτο τῷ λευκῷ ἐλλεβόρῳ διὰ τὴν δίαιταν ὧν ἐθεράπευεν ἀνθρώπων, οὐκ ἀπολαυστικὴν καὶ ἀργὸν οὖσαν, ἀλλἐν πόνοις μὲν πολλοῖς, ἐδέσμασι δὲ ὀλίγοις, ὡς μὴ πάχος ἀθροίζεσθαι χυμῶν. ἴσμεν γὰρ ὅτι τοὺς τοιούτους ἀργίαι τε καὶ πλησμοναὶ γεννῶσιν. εἰ δὲ καὶ τὴν ἰσχὺν ἐννοήσεις τῶν τότε σωμάτων ἐκ τῆς εἰρημένης διαίτης γιγνομένην, ἔτι καὶ μᾶλλον αὐτῷ συγχωρήσεις ἐλλέβορον αὐτοῖς διδόναι, δυναμένων γε τῶν τότε ἀνθρώπων ἀντέχειν πρὸς τὰς τῶν ἐμέτων ταλαιπωρίας.
§28 Τὰ κακοήθη παθήματα παλίγκοτα καλεῖ καὶ τὸ παλιγκοταίνειν τὸ οἷον πάλιν κακοηθεύεσθαι. σημεῖα δέ σε διδάσκει τῆς κακοηθείας τῶν προκειμένων ὑπὲρ ὦν λόγος, ἅτινα σημεῖα τὸ κεφάλαιον ἔχει φλεγμονῆς γένεσιν, ἀντὶ παντὸς ἐφυλάττετο μὴ γενέσθαι. πάσης οὖν φλεγμονῆς ἐρυθρότερόν τε καὶ σκληρότερον ἐργαζομένης τὸ δέρμα, τούτων οὐδἕτερον χρὴ γενέσθαι κατὰ τὰ πεπονθότα μόρια. μαλακὰ δὲ εἶναι καὶ ὑπόχλωρα τὰ ἐκχυμώματα δεῖ. βούλεται γὰρ ἐκπυΐσκειν αὐτὰ χωρὶς φλεγμονῆς, ὥστε τοῦ μὲν μὴ φλεγμαίνειν ἐστὶ σημεῖον, εἰ μαλακότης μὲν ὑπάρχει τοῖς μέλεσιν, ἐρυθρότης δὲ οὐχ ὑπάρχει. τοῦ δὲ μὴ ἐκπυῆσαι τὸ οὐδἕτερον ἔχειν χρῶμα, μήτε τὸ ἐρυθρὸν μήτε τὸ μέλαν. τὸ μὲν γὰρ ἐρυθρὸν φλεγμαίνειν αὐτὰ, τὸ δὅλως ἤδη μέλαν μήτε κρατεῖσθαι μήτε πέττεσθαι ὑπὸ τῆς φύσεως, ἀλλά γε θρόμβος τὸ αἷμα. τοῦτο γὰρ αὐτῷ συμβαίνει χρονιζομένῳ, κἂν ἐντὸς τοῦ σώματος ἐκχυθῇ, κἀνταῦθα μὲν οὐδέποτἐκπυΐσκεται, κατὰ δὲ τὸ σῶμα κρατούσης μὲν τῆς φύσεως εἰς πῦον μεταβάλλει, μὴ κρατούσης δὲ σήπεται τὸν αὐτὸν τρόπον ὥσπερ ἐκτὸς καὶ μᾶλλον, ὅτι θερμόν ἐστι τὸ χωρίον ἐν περιέχεται.
§29 Σύνηθες αὐτῷ τὸ φαρμακεύειν οὐκ ἐπὶ πάσης προσφορᾶς φαρμάκου λέγειν, ἀλλἐπὶ τῆς τῶν καθαιρόντων μόνης. ἐκέλευσε δὲ νῦν ἐλλέβορον αὐθημερὸν τῇ ὑστέρῃ διδόναι, πρὶν ἄρξασθαι φλεγμαίνειν δηλονότι τὰ μόρια καὶ πυρέττειν τὸν ἄνθρωπον. εἰ δὲ πυρετῆναι φθάσειεν, εἰ δὲ ἐπιεικῶς ὅμως ἐπιδιδόναι τὸν ἐλλέβορον, ἡμεῖς δὲ οὐδἀπυρέτῳ τολμῶμεν διδόναι, εἰ σφοδρῶς, οὐδὲ δίδωσιν, ἀλλὰ καὶ σφοδροτάτως διαιτᾷ, μήτε σιτία μήτε ῥοφήματα προσφέρων ἐπὶ ποτοῦ τε μόνου διαιτῶν οὐκ οἴνου δηλονότι, τοῦτο γὰρ εὔδηλον, εἰ καὶ μηδὲν αὐτῷ ἐγεγράφει, κωλύων διδόναι τὸν οἶνον, ἀλλἐπὶ τοῦ καλουμένου ὀξυγλυκέος καὶ μελικράτου. τούτοις γὰρ χρῆται ποτοῖς ἐν τῇ λεπτοτάτῃ διαίτῃ καὶ τρίτῳ πρὸς αὐτοῖς ὀξυμέλιτι, διὰ μέλιτος καὶ ὄξους σκευάζεται. τὸ δὀξυγλυκὲς γλυκυτάτων κηρίων ἐστὶν ἀπόβρεγμά τε καὶ ἀφέψημα, καθάπερ ἔτι καὶ νῦν γίγνεται κατὰ τὴν Ἑλλάδα τρόπῳ τῷδε, κηρίον ἐκθλίψαντες τὸ μέλι βάλλουσιν εἰς λέβητα καθαρὸν ὕδωρ ἔχοντα, κἄπειτα ἑψήσαντες, ἄχρις ἂν ἱκανῶς αὐτοῖς δόξῃ τὰ κηρία τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν ἐναποτεθεῖσθαι τῷ ὕδατι, κατατίθενται καὶ φυλάττουσι καὶ χρῶνται τοῦ θέρους, ὡς ἂν ἀδίψῳ πόματι κεραννύντες ὕδατι ψυχρῷ. τούτῳ τοίνυν τῷ ὀξυγλυκεῖ χρῆσθαι καὶ Ἱπποκράτης κελεύει χρῆσθαι δἂν καὶ μελικράτῳ μὴ παρόντος αὐτοῦ, οὐ μὴν ὀξυμέλιτί γε συμφέρει χρῆσθαι πεπονθότων νευρωδῶν μορίων. ἅπτεται γὰρ αὐτῶν τὸ ὄξος, ὡς τε πεῖρα διδάσκει καὶ αὐτός σοι ἐδήλωσεν· ἀλλἐφὦν ἐστὶν ὀξυμέλιτος χρεία ἐδίδαξέ σε κατὰ τὸ περὶ διαίτης ὀξέων, τινὲς μὲν ἐπιγράφουσι πρὸς τὰς κνιδίας, οὐκ ὀρθῶς, ἔνιοι δὲ περὶ πτισάνης, οὐδοὗτοι καλῶς.
§30 Ἤδη ταῦτα δεδήλωται δυνάμει διἐκείνης τῆς λέξεως ἐν φησὶν, ἢν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γίγνεται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι· τῷ γὰρ ὑπόσκληρά τε καὶ ὑπέρυθρα ἀντικείμενα νῦν γράφει τὰ ὑπόχλωρα καὶ μὴ σκληρά. γίγνεται μὲν τὰ μὲν ὑπόχλωρα κατὰ μικρὸν ὑποστρεφομένου καὶ γενομένου τοῦ πύου· τὰ δὲ μὴ σκληρὰ, διότι μὴ φλεγμαίνει μεγάλως τὰ μόρια. τοῦτο γὰρ ἦν τὸ αἴτιον καὶ τοῦ μεταβάλλειν εἰς πῦον τὸ παρεγκεχυμένον αἷμα.
§31 Ἀγαθὸν μὲν εἶπεν ἐν ἴσῳ τὸ ἀσφαλὲς καὶ βέβαιον καὶ ἀληθὲς καὶ διηνεκές. μαρτύριον δἀντὶ τοῦ σημεῖον, ἐπειδὴ μαρτυρεῖ καὶ πιστοῦται τὴν δόξαν ἡμῶν, ἣν ἐν τῷ προκειμένῳ γράμματι διδάσκει νῦν Ἱπποκράτης, φησὶ δοὐ μόνον ἐπὶ τῶν κατὰ τὴν πτέρναν ἐκχυμωμάτων ἀσφαλὲς τὸ εἰρημένον σημεῖον, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων εἰκότως. οὐ γὰρ ἐκ τῆς τῶν τῇδε μορίων ἐνδείξεως, ἀλλἐξ αὐτοῦ τοῦ ἐκχυμώματος ἐγνώσθη. κίνδυνος μὲν οὖν οὐκ ἴσον κακοήθεια τῶν ἐκχυμωμάτων ἐπάξει· κατὰ γὰρ τὴν τῶν μορίων φύσιν ἐν οἷς γίγνεται διαφορά τις αὕτη προσέρχεται, τήν γε μὴν γένεσιν οὐκ ἐκ τῶν μορίων, ἀλλἐκ τοῦ μὴ διαπυΐσκεσθαι τὸ παρεγκεχυθὲν αἷμα λαμβάνει. οὐ διαπυΐσκεται δὲ φλεγμονῆς μεγάλης ἐπιγινομένης, ἤτοι διὰ τὴν μοχθηρίαν τῆς ἐπιδέσεως διὰ τὴν τῶν χυμῶν κακοήθειάν τε καὶ πλῆθος, ἣν μὲν ἐπηνόρθου τῇ διὰ τῆς φαρμακείας κενώσει, ἡμεῖς δὲ τῇ φλεβοτομίᾳ. καὶ θαυμάζω πῶς οὐκ ἀρκεῖται ταύτῃ μόνῃ, καίτοι γιγνώσκων τε καὶ χρώμενος ἐπὶ τῶν τοιούτων αὐτῇ. λέγει γοῦν ἐν τῷ περὶ ἄρθρων αὐτός· ὁπόταν τὰ περὶ ταῖς πλευραῖς θλάσματα θεραπεύει σὺν τοῖς ἄλλοις οἷς ἀξιοῖ ποιεῖν καὶ τόδε, φλέβα τε τὴν κατἀγκῶνα τέμνεσθαι.
§32 Καὶ τὸ κατὰ τῆς γῆς ἐκχεόμενον αἷμα ποτὲ μὲν ἄχρι πολλοῦ διαμένει, ποτὲ δὲ ξανθότερον γίγνεται, ποτὲ δὲ ἐπὶ τὸ μελάντερον τρέπεται, καί ποτε σαφῶς γίγνεται μέλαν. εἰκὸς μὲν οὖν καὶ διὰ τὸ ὑπερέχον ἤτοι γαἴθριον ζοφῶδες ὂν ὑγρὸν ξηρὸν θερμὸν ψυχρὸν εἰς διαφόρους ἀφικνεῖσθαι χροιὰς αὐτό. τὴν δοὖν μεγίστην αἰτίαν τῆς τῶν χρωμάτων ἀπαλλαγῆς ἐξ αὐτῶν λαμβάνων διαφερόντως, ὡς ἑκάστῳ τῶν ἀνθρώπων τοῖς μὲν μελαγχολικώτερόν ἐστι, τοῖς δὲ φλεγματωδέστερον ὑδατωδέστερον τῆς ξανθῆς ὠχρᾶς οὐκ ὀλίγον ἔχον χολῆς. οὕτως οὖν καὶ τοῖς τῶν ζώων σώμασιν, ἐπειδὰν ἐκχυθὲν τῶν φλεβῶν εἰς διαφόρους ἀφικνεῖται χροιὰς, ὅταν γε μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῶν περιεχόντων αὐτὸ σωμάτων εἰς πῦον. εἰκὸς οὖν ἐνίοτε κατὰ τοῦτον τὸν καιρὸν πελιδνὸν φαίνεσθαι, διότι τὸ μὲν πελιδνὸν σῶμα μεταξὺ τοῦ τἀκριβῶς μέλανός ἐστι καί τινος τῶν εὐανθῶν, ὁποῖα μάλιστά ἐστιν ἐρυθρόν τε καὶ ξανθὸν, ὅπερ καὶ αὐτὸ χρῶμα. λέγω δὲ τὸ πελιδνὸν ἐκ τῶν εὐανθῶν εἰς τὸ μέλαν ἀφικνουμένων συμπίπτειν εἴωθεν ἐκ τοῦ μέλανος ἐπὶ τὸ λευκὸν, ὅταν ἐκπυΐσκηται. πολλάκις γοῦν ἰδεῖν ἐστι τά τε ὡς μεμελασμένα κατὰ τὴν εἰς πῦον μεταβολὴν ἀρχομένην πελιδνὰ φαίνοντα. κατὰ βραχύ τε τοῦ μέλανος μὲν ἀποχωροῦντα, πρὸς δὲ τὴν τοῦ πυρὸς χρόαν ἐρχόμενα λευκότερα γίγνεται. τεφρώδης γάρ ἐστιν τοῦ πύου χρόα. νῦν οὖν Ἱπποκράτης διδάσκει σε διορισμὸν ἐπὶ τοῖς ἐκχυμώμασιν ὀφθεῖσι πελιδνοῖς· ἐὰν μὲν γὰρ κατὰ σκληρότητα, αὐτοῖς τοῦθὑπάρχει, φλεγμαίνει τὰ μόρια, χωρὶς δὲ σκληρότητος ἀφλέγμαντον διαμένει. τὰ μὲν οὖν ἀφλέγμαντα τὴν φύσιν ἐῤῥῶσθαι δηλοῖ καὶ τὸ τῶν φλεβῶν ἐκκεχυμένον αἷμα πεφθήσεσθαι καὶ πῦον ἔσεσθαι, τὰ δὲ φλεγμαίνοντα ἀῤῥωστίαν τῆς φύσεως διὰ τὴν ἀσθένειαν τῶν φλεγμαινόντων μορίων καὶ διὰ τὸ πλῆθος τοῦ περιεχομένου κακοχύμου μὴ πέττειν τὸ ἐκχύμωμα μήτε ἐκπυΐσκειν. λείπεται οὖν αὐτὸ μελανθῆναί τε καὶ διαφθαρῆναι.
§33 Εἰς μὲν τὸν ταπεινότερον πόδα τὸ ἐκ τοῦ σκέλους ἐπιῤῥέον αἷμα γεννήσει φλεγμονὴν, εἰς δὲ τὸν ὑψηλότερον οὐδὲν μὲν ἐπιῤῥεῖ καὶ διὰ τοῦτο πάντως αὐτὸν ὑψηλότερον θετέον, οὐ μὴν πολλῷ γε. προσέρχεται γὰρ ὀδύνη τῇ τοιαύτῃ θέσει χρονιζομένῃ, τὰ δὀδυνώμενα φλεγμαίνει. ὅρος γοῦν τῆς ὑψώσεως τοῦ ποδός ἐστι τὸ ἀνώδυνον σχῆμα. τοῦτο δεὑρήσεις εἰ πειραθείη τηνικαῦτα τεινόμενον, ὅταν ὀλίγον ὑψωθῇ τὸν πόδα.
§34 λέξις δαὐτὴ μαρτυρεῖν δόξει τοῖς φάσκουσι καὶ πῆχυν καὶ βραχίονα καὶ κνήμην καὶ μηρὸν ὑφἹπποκράτους ὀνομάζεσθαι μὴ τὸ συγκείμενον ἅπαν ἔκ τε τῶν ὀστῶν καὶ τῶν ἀμφαὐτὰ σωμάτων, ἀλλὰ μόνα τὰ ὀστᾶ, οὐ μὴν ὅτι γε οὐ μόνον οὕτως λέγεται δηλοῦται διὰ τῆς λέξεως, ἀλλὅτι καὶ οὕτως ὡς ἐγχωρεῖ διττὸν ἀπαὐτοῦ λέγεσθαι τὰ τοιαῦτα πάντα καθάπερ ὑπέλαβον εἶναι οἱ ποτὲ μὲν ἐπὶ τῶν ὀστῶν μόνον τιθέντες αὐτῶν τὴν προσηγορίαν, ποτὲ δὲ συμπεριλαμβάνοντες καὶ τὰ περικείμενα πάντα, ὥστε κνήμην ὀνομάζεσθαι τὸ μεταξὺ τῆς κατὰ γόνυ διαρθρώσεως. ὅτι δὲ δυοῖν ὀστῶν ἐνταῦθα τὸ μὲν ἕτερον ἀμφοῖν ὀνομάζεται κνήμη, τὸ δἕτερον περόνη, καὶ ὅτι πλατύτερον μέν ἐστιν κνήμη, λεπτότερον δὲ περόνη, καὶ ὅτι τὸ μέσον μὲν καὶ ἄσαρκον ἐν ὅλῳ τῷδε τῷ μορίῳ κατὰ μῆκος ἐκτεταμένον ἄνωθεν κάτω ἐπὶ τῶν ἰσχνῶν φαινόμενον, ὅπερ ἀντικνήμιον ὀνομάζουσι τῆς κνήμης ἐστὶ μέρος, οὐ τῆς περόνης, ὅσα τἄλλα τῶν ὀστῶν ἐπίστασθαι προσήκει, λέλεκται πάντα κατὰ τὸ περὶ τῶν ὀστῶν ἡμέτερον ὑπόμνημα τοῖς εἰσαγομένοις γραφέν.
§35 Τοῦ κοινὴν ὀνόματος οὐχ οὕτως προσῆκεν ἀκούειν, ὡς συνεχῆ λέγοντος αὐτοῦ τὴν ἐπίφυσιν εἶναι καὶ μίαν ἀκριβῶς, ἀλλὡς ἐζευγμένων ἀμφοτέρων τῶν ἐπιφύσεων καὶ συνεχομένων εἰς ἑνὸς τὴν φαντασίαν. οὐδενὸς γὰρ ἀλλήλαις κοινωνοῦσιν αἱ ἐπιφύσεις, ὡς μίαν δοκεῖν εἶναι. τὰ γυμνὰ δαὐτῶν μόρια τὰ τελευταῖα περιφερῆ κατὰ τὸ σχῆμα καλεῖται μὲν οὐκ ὀρθῶς ὑπό τινων ἀστράγαλον. συνεχὴς γὰρ τένων τὸν ἀστράγαλον ἔχων ἔνδον, ὡς καὶ διαὐτοῦ οὕτω· κατακρυπτόμενος ἀφανής ἐστι καὶ πρὸς τὴν ἁφὴν καὶ πρὸς τὴν ὄψιν.
§36 Οὐ συνέχεται τὰ προειρημένα δύο ὀστᾶ τῆς κνήμης κατὰ τὴν εὐθύτητα τῆς κνήμης, ὅπερ ἐστὶ κατὰ τὸ μῆκος οὐ συνέχεται, τουτέστιν οὐχ ἅπτεται κατὰ τοῦτἀλλήλων οὔτε συνδεῖται.
§37 Πολλαπλάσιόν ἐστι τῷ πάχει τὸ τῆς κνήμης πέρας ἐν τῇ κατὰ γόνυ διαρθρώσει τοῦ τῆς περόνης, ὥστε καὶ ἐπίφυσις ὅλη σοι δόξει τῆς κνήμης εἶναι, κατὰ δὲ τὸ ἔξω πέρας αὐτῆς ὑπερήρεισται περόνη. διάφυσιν δἔχει, φησὶ, τὴν ἐν τῷ μέσῳ γεννωμένην ὑπεροχὴν νευροχονδρώδη διάφυσιν εἰπών. διορίζει δαὐτὴ τοὺς ἐπιβαίνοντας τῇ κνήμῃ κονδύλους. καταπαλαιουμένους τῶν ὀστῶν ἐπὶ τῶν νεκρῶν σωμάτων ἀποσήπεται πολλάκις, ὡς ἀπατηθῆναί τινα, καὶ δόξει ψεῦδος εἰρῆσθαι πρὸς Ἱπποκράτους ὑπὲρ αὐτῆς ἀλόγως γε τῶν προσφάτων ἁπάντων φαίνεται.
§38 Μακρότερον ὅπερ ἐγὼ γράφειν οὕτως ἀξιῶ, μικρότερον δἐστὶ τὸ ἕτερον ὀστοῦν κατὰ σμικρὸν δάκτυλον, καὶ εἰ οὕτως ἔγραψεν αὐτὸς Ἱπποκράτης, οὕτως πέπειστο τὴν κατὰ τὸ γόνυ τῆς κνήμης ἐπίφυσιν κοινὴν ἀμφοτέρων εἶναι ὀστῶν, οὐ μόνης τῆς κνήμης, ἁπλῶς ἔσται μακρότερον καὶ οὐ κατὰ τὸ κάτω πέρας μόνον.
§39 Ἔνιοι τῶν ἰατρῶν οἴονται τὸ ἐξαρθρεῖν λέγεσθαι κατὰ τῶν ἐξισταμένων τελέως ὀστῶν. τὸ δὲ ὀλισθαίνειν ἐπὶ τῶν παραρθρούντων μὲν, οὐ μὴν παντάπασί γε ἐκπιπτόντων τῆς φυσικῆς διαρθρώσεως, οὐδὲ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ἐν τῷ περὶ ἄρθρων ἔχον οὕτως. ὤμου δἄρθρον ἕνα τρόπον οἶδα ὀλισθάνον τὸν ἐς τὴν μασχάλην· ὅλη γὰρ κεφαλὴ τοῦ βραχίονος ἀποχωρεῖ τῆς κοιλότητος, διήρθρωται μὴ δυναμένης γενέσθαι βραχείας παραρθρήσεως, καθάπερ αὐτὸς Ἱπποκράτης ἔγραψε καὶ τὴν αἰτίαν προσθεὶς, ἣν ὅταν ἐπἐκεῖνο τὸ βιβλίον ἀφικώμεθα μαθησόμεθα.
§40 Οὐ μόνον τῶν ἐν τῷ καρπῷ τῆς χειρὸς ἧσσόν ἐστιν ὀχλώδη, ἀλλὰ καὶ τῶν ἐν τῷ ποδὶ πολὺ μᾶλλον. ἐπεὶ δὲ κοινὴν τὴν διδασκαλίαν ἐποιήσατο τὴν κατὰ τὸν πόδα καὶ ἄκραν τὴν χεῖρα, διὰ τοῦτο ἤρκεσεν αὐτῷ μνημονεῦσαι τοῦ ἑτέρου τῶν μορίων, πρῶτόν ἐστι τῆς κνήμης καὶ τοῦ ποδὸς κατεὐθεῖαν. ὅσον γὰρ ἀπολείπεται τῶν κατὰ τὸν πόδα καὶ μάλιστα τῶν κατὰ τὴν πτέρναν ἐστὶν ὀχλωδεστέρα μικρὸν ἔμπροσθεν αὐτὸς εἶπεν.
§41 Ξύλον τι κατορύττειν ἀξιοῖ δυνάμενον ὑποδέξασθαι πέρας μοχλοῦ, διοὗ τὴν κατάτασιν τοῦ κώλου μέλλει ποιεῖσθαι. γιγνώσκεν δὲ οἶμαί σε τὴν καλουμένην χοινικίδα τοῦ τρόχου πλήμνην ὑπὸ τῶν Ἰώνων λέγεσθαι, καὶ γὰρ παρὰ τῷ ποιητῇ τοὔνομά ἐστι. τὴν δεὐπορίαν τῶν εἰς τὰς θεραπείας χρησίμων ἀσκεῖν ἀεὶ συμβουλεύων Ἱπποκράτης ἐμνημόνευσε καὶ νῦν τῆς πλήμνης ἐν ἅπασι τόποις ὑπἀνθρώπων οἰκουμένος εὐπορῆσαι δυναμένων ἡμῶν αὐτῆς, ὥσπερ καὶ τῷ ὑπέρῳ πρὸς τὴν ἐνεστῶσαν κατάστασιν ἀντὶ μοχλοῦ χρῆται. καὶ τίνα δὲ τρόπον αὐτοῖς προσήκει χρῆσθαι σαφῶς αὐτὸς ἐδήλωσε διὰ τῆς ἰδίας λέξεως τοῖς προσέχουσι τὸν νοῦν αὐτῷ.
§42 Τὰς ἰσχυρὰς ἀντιτάσεις ἀνάγκας εἴρηκε τὸ βίαιον αὐτῶν ἐνδείξασθαι βουλόμενος.
§43 Ὀρθὸν τοῦτο τὸ ξύλον ἵστησιν ἀσφαλῶς ἐστηριγμένον, ὅπως κατατεινόμενος, ὡς προείρηται, μὴ συνακολουθῶν τῇ κατατάσει μέσον τῶν δύο σκελῶν ἡδρασμένου τοῦ ξύλου κατὰ τὸν περίνεον, οὕτω δὀνομάζεται τοῦ σώματος ἡμῶν ἐκεῖνο τὸ μέρος μεταξὺ τῆς ἕδρας ἐστὶ καὶ τῆς ἀρχῆς τοῦ αἰδοίου.
§44 Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἐφεξῆς τῆς προγεγραμμένης ῥήσεως αὕτη γέγραπται, δυναμένης τῆς ὅλης διανοίας σώζεσθαι χωρὶς αὐτῆς. βούλεται γὰρ μέσον τῶν δύο σκελῶν ὀρθὸν στηρίξας τὸ ξύλον οὕτως κατατείνειν τὸ πεπονθὸς σκέλος ἀντωθοῦντός τινος ἄνω τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα ταύτῃ καὶ γιγνόμενον ἑτερόῤῥοπον ἕπεσθαι συγχωρεῖ τὸ σκέλος τῷ κατατείνοντι. τοῦτο γὰρ εἰ γένοιτο, τὴν κατάτασιν ἐκλυθῆναι συμβήσεται.
§45 Ἄλλην ἐπίνοιαν αὐτῶν διδάσκει σε καθἣν οὐκ ἀκολουθήσει τὸ λοιπὸν σῶμα τῷ κατατεινομένῳ μέρει τοῦ κώλου, τὸ παρἑκατέρᾳ τῇ μασχάλῃ καταπηγνύμενον ξύλον, ἀντιστηρίζον τε καὶ ἀντερεῖδον τῷ σώματι κωλύει τὸν ἄνθρωπον ἕπεσθαι τῇ πρὸς τὰ κάτω μέρη γιγνομένῃ τάσει. χρὴ δὅμως καὶ νῦν αὐτὸ τὸ κατατεινόμενον σκέλος ἰδίᾳ πάλιν ἀντιτείνειν ἄνω κατὰ γόνυ τὸν ἀνάτασιν ποιούμενον.
§46 Εἰ ἑλκόντων ἄνω τὸ σκέλος ἐπιτρέψει τὴν ἀντίτασιν, ἔστι σοι διὰ περιθέσεως ἱμάντων αὐτὸ ποιῆσαι, τὰς ἀρχὰς αὐτῶν ἄνω τοῦ σώματος ἀγαγόντα, κἄπειτἐντεῦθεν περιβάλλοντα μοχλῷ. χρὴ δὲ δηλονότι τοῦ μοχλοῦ τὸ πρὸς τῇ γῇ στηριζόμενον πέρας ὑποβεβλημένον ἔχειν τι κοῖλον. οἷά περ ἐστὶν πλήμνη τοῦ τρόχου, πρὸς ἣν ἀντερείδων μοχλὸς ἐργάσεται πρὸς τἀναντία τὴν τάσιν.
§47 Εἴπερ ἐγέγραπτο πρὸς τἀναντία, τί ἀσαφὲς ἂν ἦν, ὥσπερ κατὰ τὴν διάνοιαν τὸ λεγόμενον, οὕτω καὶ κατὰ τὴν λέξιν. ἐπεὶ δὲ τἀναντία γέγραπται, λείπειν νομιστέον ἐξ ἀρχῆς ὑπὸ τοῦ βιβλιογράφου παραλελειμμένην τὴν εἰς τὸ πρόσθεν αὐτὸν Ἱπποκράτην κατὰ προαίρεσιν, ὡς ἰσοδυνάμως, κεχρῆσθαι τῇ φωνῇ τἀναντία οἷον ἐπίῤῥημα εἰρηκέναι τἀναντία, ὡς εἰ καὶ ἐναντίως ἔλεγε.
§48–66
§48 Δύο πλῆμναι πρόσθεν αὐτῷ καὶ δύο μοχλοὶ τὴν ἀντίτασιν ἐργάζονται, μίαν ἣν ὑποκάτω τοῦ κατατεινομένου σκέλους, ἑτέραν δὲ ὑπεράνω τῆς κεφαλῆς. ἐπεὶ δὲ, ὥσπερ ἔφην, ἀσκεῖν ἡμᾶς ἀξιοῖ τὴν εὐπορίαν τῶν ἰαμάτων, ἑτέραν ἐπίνοιαν ἑαυτοῦ διδάσκων γυμνάζει σε πρὸς τὴν τῶν ὁμοίων εὕρεσιν. εἰ γὰρ αἱ πλῆμναι μὴ παρεῖεν, ὑποτείνας ξύλον μακρὸν κατὰ τὸ μῆκος τῆς κλίνης, ἐφἧς θεραπευόμενος κατάκειται· τὰ μὲν ἄλλα ταῦτα τοῖς ἔμπροσθεν πράξεις περιβάλλων τοὺς ἱμᾶντας ὁμοίως οἷς ἐδίδαξε τὸ ποῖα τοῦ σώματος ἐξαρτήσεις τε καὶ διὰ τῶν ξύλων, διὧν αὐτοὺς μοχλεύσεις, ἀντὶ δὲ τῶν πλημνῶν ἔτι χρήσῃ τοῖς τοῦ μακροῦ ξύλου πέρασιν, ἃς κεφαλὰς ὀνομάζουσι τὴν ἀντέρεισιν τῶν μοχλευόντων ξύλων πρὸς ἐκεῖνα ποιούμενος ὑπερέχοντα τῆς κλίνης σύμμετρον ἑκατέρωθεν, ἔκ τε τῶν πρὸς τῇ κεφαλῇ καὶ τῶν πρὸς τοῖς ποσὶ μερῶν. δοκίδα δὲ τὸ ὑποτεινόμενον κατὰ τὸ μῆκος τῇ κλίνῃ ξύλον ὠνόμασεν, εἰ καὶ μικρὰν εἶπε δοκόν.
§49 Τοὺς ἄξονας αὐτοὺς ὄνους εἴωθε καλεῖν, ὥσπερ καὶ τὸ λέγειν ὄνου τε περιαγωγήν. νῦν οὖν τοὺς μικροὺς ἄξονας ὀνίσκους εἴρηκεν ὑποκοριστικῶς, ὥσπερ ἐν τῇ προγεγραμμένῃ ῥήσει τὴν μικρὰν δοκὸν δοκίδα. χρὴ γάρ σε μὴ μόνον ἠσκῆσθαι πρὸς τὴν τῶν εὐπορίστων ἐπίνοιάν τε καὶ χρῆσιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν παρἰατροῖς παρεσκευασμένων ὀργάνων πρὸς τὰς τοιαύτας ἀντιτάσεις. ἄξονας οὖν θεὶς οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλἐγκαρσίαν, ὡς ἐκεῖνο, θέσιν ἔχον ἔνθεν καὶ ἔνθεν τοῦ θεραπευομένου σώματος, ὅπερ αὐτὸ σημαίνει, κάτωθεν μὲν τῶν ποδῶν τὸν ἕτερον, ἄνωθεν δὲ τῆς κεφαλῆς τετάχθαι τὸν ἕτερον, ἔπειτα δὲ περιβάλλων τῶν ἱμάντων τὰς τελευτὰς τοῖς ἄξοσιν ἐκ τῆς ἐκείνων περιαγωγῆς τὴν ἀντίτασιν ἐργάσῃ τοῦ θεραπευομένου σκέλους.
§50 Ὀργάνου τινὸς καὶ μηχανήματος, οὗτινος ἂν ἐθέλει ἐμνημόνευσεν. ἐν δὲ τῷ λόγῳ περὶ οὗ τὴν κατασκευὴν αὐτοῦ διδάξει κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον ἑπόμενον τῷδε· καὶ ἡμεῖς οὖν ἐν ἐκείνῳ τὴν ἐξήγησιν ὧν ἀσαφῶς εἶπε ποιησόμεθα· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῆναι καὶ προσθείς.
§51 Τὸ σκέλος δηλονότι· περὶ γὰρ τῶν τῆς κνήμης περὶ τὸν ἀστράγαλον ἐξαρθρημάτων λόγος ἦν αὐτῷ, κἀν τῷ μεταξὺ περὶ τῆς ἀντιτάσεως διδάξας, οὕτω πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανῆλθεν.
§52 Ἐκ τῶν τοιούτων αὐτοῦ λέξεων ὁρμώμενοί τινες ἄρθρον καλεῖν αὐτὸν φάσκουσι τὰ πέρατα τῶν διηρθρωμένων πρὸς τὰς κοιλότητας ὀστῶν, ὥστε τὸ μὲν σύμπαν διάρθρωσιν καλεῖσθαι, καθ συνάπτεται πρὸς ἀλλήλοις τὰ πέρατα τῶν κινουμένων ὀστῶν, ἐν ταῖς ἐκτάσεσί τε καὶ κάμψεσιν. αὐτῶν δὲ τῶν ὀστῶν ἑκατέρου τοῦ μὲν ἐμβαίνοντος τὸ πέρας ἄρθρον, τοῦ δὑποδεχομένου τὴν κοιλότητα κοτύλην γλήνην ὀνομάζειν αὐτόν· ἀλλὰ ταῦτα μὲν ὀνόματα τὴν ἔκθλιψιν ἔχειν. μετὰ ταῦτα δέ σε διδάξει κοινὴν ἁπάσης ἐμβολῆς μέθοδον, ὡς κατἀρχὰς ἡμεῖς εἰρήκαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἔνθεν περὶ τῆς χρείας ἐδιδάξαμεν ἐν ἐκείνοις τοῖς λόγοις ὡς οὐχ οἷόν τέ ἐστιν ἐμβάλλειν αὐτὰ προσηκόντως ἄνες τῆς ὑπεραιωρήσεως. εὐθὺ δὲ καὶ τὸν ὅρον διδάξει μέχρι πόσου χρὴ κατατείνειν. ὅταν γὰρ ἤδη δόξεις ἱκανῶς ἔχειν, ὡς ὑπεραιωρεῖσθαι δύνασθαι, παύσει τῆς ἀντιτάσεως.
§53 Τὰ κεφάλαια συντεμὼν ἀνέμνησε τῆς καταγμάτων ἐπιδέσεως, ἣν ἔμπροσθεν ἐδείξαμεν· καὶ μέντοι καὶ μεμνῆσθαι χρὴ τά τε κατἄκραν τὴν χεῖρα καὶ τὰ κατὰ τὸν πόδα καὶ τὰ κατὰ τὴν πτέρναν καὶ προσέτι ταῦτα τὰ κατὰ τὰ σφυρὰ ἐξαρθρήματα τῷ καταγματικῷ τρόπῳ τῆς ἐπιδέσεως πείθεσθαι, διὸ κἀν τούτῳ τῷ βιβλίῳ περιέχεται πάντα. τὴν δαἰτίαν τοῦ χρῆναι τὴν ἐπίδεσιν οὕτως ποιεῖσθαι, κἂν ἐξάρθρημα, κἂν κάταγμα τὸ γεγονὸς , πρώην μεμαθήκαμεν.
§54 Τοῦτἐν τῷ κατἰητρεῖον διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν· ἢν δἐπιδέοι, πολλὸν τοῦ ὑγιέος προσλαμβανέτω καὶ αἰτία πρόσθεν εἴρηται. ἄμεινον γὰρ ἐκθλίβεσθαι τοῦ πεπονθότος μορίου τοὺς χυμοὺς οὐκ εἰς τὰ παρακείμενα μόνον, ἀλλὰ μέχρι πολλοῦ τε προστεθεῖσθαι καὶ μακροῦ κωλύεσθαι.
§55 Κατὰ τὰ μεγέθη τῶν ἄρθρων ποιεῖται τὸ μέτρον τῆς πιέσεως καὶ τὸ πλῆθος τῶν ὀθονίων προσεπισκοπούμενος τὸ νευρῶδες αὐτῶν καὶ εὐαίσθητον, ἧττον γὰρ ἀποθλίβεσθαι βούλεται.
§56 Ὅτι μὲν ἐπὶ βραχὺ χρὴ μετεωρότερον εἶναι τὸν πόδα τοῦ ἄλλου σκέλους ἐλέχθη καὶ πρόσθεν. ἐλέχθη δὲ καὶ ὅτι τοσοῦτον ὑψοῦσθαι προσῆκεν αὐτὸν, ὡς μηδὲ τῇ ἀντιτάσει κάμνειν τοὺς μύας. νυνὶ δὲ προσέθηκε περὶ τῆς κατὰ τὴν ἀπόθεσιν ἀσφαλείας παράγγελμα, μηδὲ μόλις κελεύων αἰωρεῖσθαι τὸν πόδα. τοῦτο δέ ἐστι μαλακῶν ἐρίων πανταχόθεν αὐτῷ παρατιθεμένων· καὶ δὴ μὲν τὸ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστὶ στηρίζεσθαί τινος μαλακοῦ ὑπαυχενίου καὶ ξύλου ὀρθοῦ, καὶ προσδεδεμένος ἔσται μαλακαῖς ταινίαις.
§57 Πρόδηλον οὖν ὅτι τὰ μὲν σμικρὸν ὀλισθήσαντα μετριωτέρας δεῖται τῆς ἐπιμελείας, τὰ δἐπὶ πλέον ἐκστάντα καὶ τῆς διαίτης ἀκριβεστέρας καὶ τῶν ἄλλων οἷς ἰσχναίνεται τὸ σῶμα.
§58 Αὐτὸς εἶπε τὴν αἰτίαν οὗ κελεύει· καὶ γὰρ μείζω φησὶ καὶ παχύτερα ταῦτα ἐκείνων καὶ τρίτον ἐπὶ τούτοις ἐστὶ τὸ κατακείμενον ὑγιάζεσθαι τὸν ἄνθρωπον, οὐχ ὥσπερ ἐπὶ τῶν κατὰ χεῖρα περιερχόμενον. ταῦτοὖν ἐν τῷ καθόλου περὶ πάντων ἡμῖν τῶν ἄρθρων εἰρῆσθαι νομίζομεν.
§59 Εἰ καὶ τῶν ὑγιῶν τι μορίων ἐν ἡσυχίᾳ πολυχρονίῳ φυλάττοις βραχείαις κινήσεσι, λεπτότερον ἑαυτοῦ γίγνεται. θερμαίνει τε γὰρ κίνησις τὰ σώματα καὶ ῥώννυσι τὴν ἐν αὐτοῖς δύναμιν, ὑφἧς εἰς εὐτροφίαν ἐπιδίδωσι τὰ μέρη. ὁπόταν δὲ μὴ καλῶς ἐμβληθῇ τῶν ὀλισθησάντων τι, χείρους αἱ κινήσεις ἐπιτελοῦνται, καὶ μᾶλλον δὲ κατὰ τὰ ἀντικείμενα μέρη τῶν ὀλισθημάτων. ἐπειδὴ κενὸς τόπος καταλείπεται τοῦ μέρους κινηθέντος ὀστοῦ πρὸς τἀναντία. ῥᾷον οὖν ἐπἐκείνου στηρίζεται τοῦ μέρους εἰς μετέστη τὸ ἄρθρον. ἕδρας μὲν γὰρ δεῖται τὰ ὑπερκείμενα μόρια. ταῦτα δὲ αὐτοῖς οὐ κεναὶ χῶραι παρέχουσιν, ἀλλαἱ πεπληρωμέναι· κατὰ γὰρ τοι τῆς κενῆς χώρας οὐδὲν στηρίζεσθαι δύναται. διὰ τοῦτοὖν καὶ τὸ σκέλος εἴωθε προφέρειν, ἔνθα τὴν ἔκπτωσιν ἔχει καὶ τοῖς κατἐκεῖνο τὸ μέρος ἐνεργεῖν μόνον· αὐτοὶ γὰρ οὖν καὶ τρέφονται καλῶς, οἱ δἄρχοντες ἐνδεῶς, οἵπερ εἰσὶν ἐκ τῶν ἀντικειμένων μερῶν.
§60 Τὰ κάτω πρὸς τὴν τοῖς σφυροῖς διάθεσιν ἐξαρθρήματα μᾶλλον ἔσω ὀλισθάνει. αἰτία δὲ τῆς περόνης ἀπόφυσις ἔξωθεν ἀκριβέστερον περιλαμβάνουσα τὸν ἀστράγαλον περὶ τῆς κνήμης ἔσωθεν.
§61 Ἐάν τε κνήμην ἐάν τε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατἰσχίον καὶ τὴν κατὰ γόνυ. τὴν δαἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς, ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπορίας καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κἂν ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν ὑποτείνοντι τῷ πήχει. σκέλους δὲ καταγέντος ἀδύνατον ἐπιβαίνειν πρὶν ἀκριβῶς πωρωθῆναι.
§62 Φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφάσεις εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατωτέρω πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν ῥῆσιν. διοὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπἐκείνῃ καταγείσῃ τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συντριβῇ μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως παθόντας.
§63 Τὴν κνήμην ἀξιοῖ στηρίζειν ὅν εἶπε τρόπον προσκεφαλαίων μᾶλλον σωλῆνος, ἐφεξῆς γράφων μέμφεται τοὺς χρωμένους αὐτῷ πρὸς τὰ τοιαῦτα.
§64.1 Ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνας καὶ γλωσσόκομον κνήμης τε καὶ μηροῦ πεπονθότος, ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθὑποβάλλουσιν ὅλῳ τῷ σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μεταὐτῆς τὸν μηρὸν, ἀλλἦττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς Ἱπποκράτης ἐδήλωσε σαφῶς, ὥσταὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέγειν, ἀλλεἴπου κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νομίσω, τοῦτο ἐξαπλώσω καὶ πρῶτόν γε πάντων, ὅπῃ διαφέρει γλωσσόκομον σωλῆνι. εἴρηται μὲν οὖν παρὰ τοῖς Ἀττικοῖς γλωσσόκομον τὸ σκεῦος τοῦτο. ἴσως οὖν εἰς πολλὰ μὲν τῶν χρησίμων γραμμάτων ἐμβαίνουσιν οἱ ἄνθρωποι, πολλὰ δὲ τῶν ἀποθέτων γραμμάτων. ἔνιοι δὲ εἰς ὁδοιπορίας αὐτῷ χρῶνται, διοίσει δὲ οὔτε εἴτε γλωσσοκόμιον εἴτε γλωσσόκομόν τις ὀνομάζοι αὐτὸ, καθάπερ οὐδὲ διὰ τῶν δυοῖν ττ διὰ τῶν δυοῖν σσ. τὸ δὲ ὑποτιθέμενον τῷ σκέλει γλωσσόκομον, εὔδηλον ὅτι προμηκέστερόν τε καὶ στενώτερον εἶναι δεῖ τῶν συνήθων. δεῖ γὰρ αὐτὸ μὴ πολλῷ πλατύτερον εἶναι οὐ κατὰ τὸ σκέλος εὔρους πάχους ὅπερ ἂν ὀνομάζειν ἐθέλεις, ἵνα παραβληθέντων ἑκατέρωθεν ἐρίων ἐσφιγμένον τὸ σκέλος, ὡς μηδὲ ἂν κάμνων βούληται μετακλίνειν αὐτὸ συγχωρεῖν τὴν στενοχωρίαν· ἀλλὰ τὴν μὲν ἐπὶ τὸ δεξιὸν τὸ ἀριστερὸν μέρος περιστροφὴν τοῦ σκέλους δύναται τῶν ἐρίων παράθεσις ἀποκωλῦσαι, τὴν δἄνω καὶ κάτω καὶ εἰς ὕψος αὐτοῦ κίνησιν οὐ δύναται. διὸ καὶ Ἱπποκράτης οὐκ ἀρέσκεται τῇ χρήσει τοῦ τοιούτου ξύλου πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος. τὸ γὰρ ἀργέστερον οἷον ἀπηνέστερον ἀηδέστερον δῆλον, διὰ τὸ μηδὲν εἴκειν, ὥσπερ καὶ τὰ ὑπαυχένιά τε καὶ τὰ ὑπαγκώνια διακαλούμενα. ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ εἰσὶν ἀνιαρὰ τῷ σκέλει· χρησίμου δὄντος τοῦ τοιούτου μηχανήματος, ὅταν ἀφοδεῦσαι δεηθῶσιν οἱ κάμνοντες μετακομισθῆναί ποτε ἀπὸ τῆς ἑτέρας μετακλίσεως, ἐφἑτέραν ἕνεκα τοῦτο ἐργασθῆναι, διὰ τοῦτο μάλιστα τὴν χρῆσιν αὐτοῦ προσιέμεθα, καίτοι κἂν οἵ τινες ὑπαὐτῶν τὸ ὑπαυχένιον χρῶνται καὶ κατἀρχὰς εὐθέως ὑποβάλλουσιν αὐτῷ ταινίας ἐγκαρσίας, ὅταν ἐντεθῶσι τὸ σκέλος ἐναντιῶντες ἑκατέρωθεν εἰς σκέλους ὕψος, ἔπειτα ἐκ τῶν ἄνω τοῦ κώλου μερῶν συνδήσαντες ἀλλήλαις ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέλους ποιεῖσθαι. τό τε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ κάμνοντος ἀντὶ γλωττοκόμου τείνεται τῷ σκέλει· καὶ μέντοι καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ, προστιθέασιν ἔνιοι ξύλον ὀρθὸν, ὡς προωθοῦσιν ἄκρον τὸν πόδα προβάλλοντες ἔρια δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκεσθαι τοῦ κάμνοντος μήτἀποτείνεσθαι κάτω. τὴν μὲν γὰρ ἀνάτασιν δεσμὸς κωλύει, τὴν δἐπὶ τὸ κάτω φορὰν τὸ προσηρεισμένον τῷ πέλματι ξύλον· ἀλλὰ καίτοι τούτων ἀσφαλῶς παρασκευαζομένων τοῖς ἰατροῖς, ὅμως κατὰ τὰς διαρθρώσεις κίνησις οὐ κωλύεται, δυναμένου τοῦ κάμνοντος καὶ τὸ κατὰ σφυρὸν ἄρθρον καὶ τὸ κατὰ γόνυ διακινεῖν κατὰ βραχύ. περὶ μὲν γὰρ τοῦ κατἴσχιον οὐδὲ λόγου δεῖ, μηδὅλως αὐτοῦ μήθὑπὸ τοῦ γλωσσοκόμου μήθὑπὸ τῆς ἐπιδέσεως περιλαμβανομένου. γε μὴν σωλὴν τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῷ γλωσσοκόμῳ, ἀλλαὐτῷ δὲ τῷ σχήματι διαφέρει. περιφερὴς γὰρ ὢν ἔξωθεν ἔνδοθέν ἐστι κοῖλος, ὁμοίως τοῖς ἐπὶ τῶν κεράμων σωλῆσιν, ὅθεν αὐτῷ τοὔνομα. δοκεῖ δοὗτος ἐπιτηδειότατος εἶναι πρὸς τὴν προκειμένην χρείαν, ἐπειδὴ περιλαμβάνει τὸ σκέλος ὅλον ἐν κύκλῳ μᾶλλον τοῦ γλωσσοκόμου. λείπονται γάρ τινες ἐν ἐκείνῳ χῶραι κεναὶ μετὰ τὴν ἔνθεσιν τοῦ σκέλους καί τινες ἰατροὶ παρεσκευασμένους ἔχουσι πλείονας σωλῆνας ἕνεκα τοῦ χρῆσθαι καθἕκαστον κῶλον ἁρμόττον τι τοιοῦτον ξύλον εὑρίσκοντες, ἐξ οὗ ποιήσουσιν αὐτοὺς εὐτόνους τε ἅμα καὶ λευκοὺς καὶ μαλακοὺς ἐγγλύψαντες δηλονότι τὸ ξύλον. καὶ παρἡμῖν γέ τις ἰατρὸς ἐκ φιλυροῦ γεγονότας εἶχε πλείους τοιούτους σωλῆνας, ὥστε χρῆσθαι καθἕκαστον σκέλος τῷ προσήκοντι κατὰ τὸ μέγεθος μὴ ἀδέσμοις, οἴους ἔφην παραλαμβάνεσθαι πρός τινων ἐπὶ τῶν ὑπαυχενίων· ἀλλἐπἐκείνων μὲν οἱ δεσμοὶ χαλαρὸν γενόμενοι οὐ διαφθείρουσιν ἀθλίπτως τε κρατοῦσι τὸ σκέλος ἐν τῷ μετακομίζεσθαι διὰ τὴν μαλακότητα τοῦ ξύλου. προσεξεύρηταί γε μὴν ὑπὸ τῶν νεωτέρων ἰατρῶν γλωσσόκομον ὀργανικὸν εἰς ἀσφαλῆ κράτησιν, ὁπότερον ἂν πεπονθὸς τῶν ὀστῶν.
§64.2 Εἴτοὖν μηρὸς κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μέρος ἐάν τε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δαὐτοὺς βρόχους περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου τῶν ὀστῶν. ἔστωσαν δἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη δ΄ τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δὲ ἐκ τῶν ἀριστερῶν. ταῦτοὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχους διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή. τὰ δὲ ἐκ τοῦ ἄνω βρόχους πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων. ἐχέτω δὲ τὰ τρήματα τροχηλίας ἐν ἑαυτοῖς. ἑκατέρωθεν δὲ ἐκ τῶν ἕξω μερῶν κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα πέρατα τῶν βρόχων. τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρόχους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ τὴν ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθἑκάστην ἡμέραν ἐπανορθοῦσθαι τὴν ἀντίτασιν τῶν βρόχων ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἐκλύοντι. τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ἄξων διεὐθυπόρου τάσεως ἀντισπᾶται, τὸν δὲ ἄνω διὰ τῆς μεταληπτικῆς ὀνομαζομένης.
§65 Τὰ ἐξέχοντα μέρη τῶν ὀστῶν ὁποῖα τῆς κνήμης ἐστὶ καὶ τῆς περόνης τὰ κάτω πέρατα, τὰς ἐπιθέσεις τῶν ναρθήκων οὐ φέρει· ταῦτοὖν ἀξιοῖ φυλάττεσθαι. ἐνέδρας δεἶπεν, ὡς εἰ καὶ ἕδρας εἰρήκει μετὰ τῆς ἐν προθέσεως τὸ σημαινόμενον ἐκ τῆς λέξεως ἐναργέστερον ἐλπίσας ποιήσειν. ταυτὶ μὲν οὖν τὰ ὀστᾶ διότι προπετῆ καὶ γυμνὰ σαρκῶν ἐστὶν, ὑπὸ τῆς τῶν ναρθήκων ἕδρας θλίβεται, μᾶλλον δὲ οὐκ αὐτὰ θλίβεσθαι χρὴ λέγειν, ἀλλὰ τοὺς ἐπἐκείνοις τε μῦς καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. ταῦτα γὰρ ἐν τῷ μεταξὺ γενόμενα δυοῖν σκληρῶν σωμάτων, ἔξωθεν μὲν τοῦ νάρθηκος, ἔσωθεν δὲ τοῦ ὀστοῦ θλίβεταί τε καὶ θλᾶται καὶ πολλάκις οὕτως ἔπαθεν ὡς ἑλκωθῆναι. κατὰ δὲ τὴν πτέρναν ἐκ τῶν ὄπισθεν μερῶν εἰς ἔμπροσθεν ἐμφύεται τένων κατὰ τὴν γαστροκνημίαν ἐκφυόμενος μυοῖν, ὅστις ἐγκείμενος ἱκανῶς καὶ μάλιστα ἐπὶ τῶν ἀσάρκων οὐ φέρει τὸν ἐπιτιθέμενον νάρθηκα, ἀλλοὗτος μὲν αἰσθητικώτατος ὢν ὑπὸ τῆς ἐκθλίψεως φλεγμαίνει, τὰ δὲ ἐπικείμενα τοῖς ὀστοῖς τῶν σφυρῶν σώματα διὰ τὴν σκληρότητα τῶν περιλαμβανόντων αὐτὰ, καθότι προείρηται, θλιβόμενα πάσχει μέχρι τοῦ καὶ ἐκθλίμματος κατεργάζεσθαι. καλεῖ γὰρ Ἱπποκράτης οὕτω τὰς ἐκ τῶν θλιβόντων ἐπιπολῆς ἑλκώσεις τοῦ δέρματος.
§66 Προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρηκὼς δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου προσέθηκεν ἐφεξῆς, διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σαφῶς ὑφἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τά τε ἄλλα καὶ διάρθρησις, ὅτι τέ τίς ἐστιν ἀμφοτέρων αὐτῶν καὶ ὅτι κατὰ τὴν χεῖρα κατὰ τὸν ἔξω κόνδυλον τοῦ βραχίονος κερκὶς διηρθρωμένη κινεῖται περὶ αὐτὸν, ἐπιστρεφομένη πρός τε τὴν ἔξω χώραν τῆς χειρὸς καὶ τὴν ἔσω. κατὰ δὲ τὸ σκέλος κνήμη μόνη διαρθροῦται τῷ μηρῷ τῆς περόνης οὐδεμίαν ἐχούσης κίνησιν. οὐδὲ γὰρ ὅλως ἐφἑκάτερα στρέφεται τὸ ἄρθρον τοῦτο, καθάπερ τὸ κατἀγκῶνα. κάμπτεται δὲ μόνον οὐδὲ τοῦτο πάσχει ὁμοίως τῷ κατἀγκῶνα· ἐκεῖ μὲν γὰρ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς διήρθρωται τῇ βαθμίδι τοῦ πήχεος. ἐν γόνατι δὲ οἱ δύο δάκτυλοι τοῦ μηροῦ διτταῖς ἐπιβαίνουσι κοιλότησι τῆς κνήμης, μὲν ὄπισθεν, ὁπότἐκτείνοιτο τελέως, δὲ ἔμπροσθεν ὁπότε κάμπτοιτο. κατὰ δὲ τὸν μηρὸν οὐδετέρα τούτων ἐστὶν, οὐδὲ γὰρ ὅλως κορώνας ἔσχεν κνήμη. ἀνομοίως γὰρ ἀγκών τε καὶ ἰγνύη κάμπτεται. αὐτὸς ἀνωτέρω περὶ πήχεος διαλεγόμενος εἶπεν οὕτως· ἔστι δἐκεῖνο τὸ ὀστέον τοιοῦτον, ἀγκὼν καλεόμενος, ποτὶ στηριζόμεθα, σαφῶς ἐνδεικνύμενος ὅτι τὸ τοῦ πήχεος ὀξύτατον ὀνομάζει ἀγκῶνα. καλοῦσι δαὐτὸν καὶ ὀλέκρανον καὶ κύβιτον· ἀλλὰ νῦν γέ φησιν, ἀνομοίως ἀγκών τε καὶ ἰγνύη κάμπτεται· δυνάμει πάλιν κἀνταῦθα λέγων, ὅτι ἀνομοίως τε κατἀγκῶνα διάρθρωσις καὶ ἰγνύη κάμπτεται, ἀμέλει καὶ αὐτὸς ἐν τοῖς κατωτέρω φησί. τὰ δὲ κατἀγκῶνα καὶ ὀχλωδέστερα τοῖς κακοῖς περὶ ἐξαρθρημάτων λόγος ἐστί. τούτου τοίνυν χρὴ μεμνῆσθαι πρὸς πολλὰ τὴν ἀκρίβειαν τῶν κυρίων ὀνομάτων οὐδὲ παρἑνὶ τῶν παλαιῶν Ἑλλήνων εὕροις ἂν φυλαττομένην, ἀλλὰ τὰ μὲν χρώμενοι, τὰ δὲ μεταφέροντες λέγουσι· καὶ μέντοι καὶ τὸ τῆς ἰγνύας ὄνομα καὶ αὐτὸ τοιοῦτόν ἐστιν, οἷόν περ καὶ τὸ τῆς μασχάλης τὸν ὑποκάτω τοῦ ὤμου τόπον σημαίνει τό τε τῆς ἰγνύος τὸν ἀντικείμενον ἐκ τῆς ὀπίσῳ τῷ γόνατι. καὶ γὰρ οὖν καὶ αὐτὸ τό γόνυ τὸ πρόσω μέρος ἅπαν σημαίνει τῆς ἐνταῦθα διαρθρώσεως, ὥστε κἂν τῷ δέρματι τῷ κατὰ τοῦτο τὸ χωρίον ἕλκος γένηταί τινι, τὸν ἄνθρωπον τοιοῦτόν φασιν ἕλκος ἔχειν ἐν τῷ γόνατι, κἂν ὑπὸ τῷ δέρματι τένων περιτεταμένος τῷ ὀστῷ διαιρεθῇ, καὶ τότε τραῦμά φασιν ἐν τῷ γόνατι γεγονέναι, καθάπερ γε καὶ αὐτὸ τὸ τῆς μύλης πάθοι σῶμα. καλοῦσι δαὐτὴν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ ἐπιγονατίδα· καὶ μέντοι καὶ τὰ πλάγια μέρη τοῦ σώματος ἑρμηνεύοντες λέγουσι ποτὲ μὲν ἔξω, ποτὲ δἔσω τοῦ γόνατος γεγονέναι τὸ ἕλκος. ὅλον γὰρ τὸ χωρίον ἐν πλατεῖ γόνυ καλοῦσιν ὥσπερ καὶ ἰγνύαν καὶ μασχάλην καὶ ὦμον. οὕτως οὖν καὶ ἀγκῶνα καὶ σφυρὰ καὶ καρπὸν ὅλον τὸ χωρίον ὀνομάζει, πολλάκις δαὐτὸ προτίθεται τὸ κατὦμον ἄρθρον, τὸ κατἀγκῶνα, τὸ κατὰ γόνυ, τὸ κατἰσχίον, τὸ κατὰ σφυρὸν, πρόδηλον ὅτι πως ποικίλως χρῆται τοῖς ὀνόμασιν, ὥσπερ ἔφην καὶ τοὺς ἄλλους παλαιοὺς, καταφρονῶν τῆς ὕστερον ἀσκηθείσης περὶ αὐτῶν μικρολογίας, ἣν οἱ μεταχειρισάμενοι καλοῦσιν ἀκρίβειαν.
§67–77.2
§67 Ἐπειδὴ μέγιστοι μύες εἰσὶν οἱ περὶ τὸν μηρὸν, εἰκότως εὐλαβεῖται μὴ κατατείνοντες τὸ κῶλον ἐλλίπωμέν τι συμμέτρων· καὶ γὰρ γίνεται πολλάκις οὕτως. ὅπως οὖν ἀδεέστερον ἀντιτείνωμεν, οὐδἂν πληγαίνηται, βλάψειν φησὶ τὴν τάσιν. γὰρ ὑπἄλλων μορίων ὑπώπτευσεν ἄν τις ἐνταῦθα συμβαίη. τί δὲ τοῦτἐστὶν ἐπιτεθῆναι τὸ κατεαγὸς ὀστοῦν διεστώτων αὐτοῦ τῶν κεχρισμένων μερῶν, ἅπερ ἐχρῆν τούτων ἀλλήλων, ὡς ὁπότε κατὰ φύσιν ἔχει τοῦτο τὸ κῶλον, οὐδεμιᾶς μεταξὺ χώρας ἀπολειπομένης κενῆς, ἐν τῶν ἰχώρων ἀθροιζομένων κίνδυνος σφακελίσαι τὸ ὀστοῦν· εἰ γὰρ καὶ διεστῶτά ποτε δεθείη τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ πλεονασθείσης τῆς ἀντιτάσεως, οὐκ ἂν διαμείναι μετὰ τὴν ἐπίδεσιν, ὡς ἐπἀλλήλων μορίων, ἐν οἷς ἐπιβολὴ τῶν ἐπιδέσμων ἀκινήτους φυλάττει τοὺς μύας· ἀλλοὐκ ἕν γε τῷ μηρῷ φησὶ χρῆναι δεδιέναι τοῦτο διὰ τὸ μέγεθος τῶν μυῶν. οὐ γὰρ κρατήσει αὐτῶν τὴν ἐπίδεσιν, ἀλλὰ κρατυνθήσεται. τοῦτο δὲ εἶπεν, ἐπεὶ τῇ μὲν ἐπιδέσει πρόκειται φυλάττειν οὕτως ἔχοντα τὸν μηρὸν, ὡς ἐπιδούμενος εἶχε, τοῖς δὲ μυσὶν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνατρέχειν. ἐναντίων οὖν ἑκατέρων προκειμένων τῶν σκοπῶν, ἐὰν μὲν ἐπίδεσις κρατήσῃ, νικήσασα τὴν φυσικὴν κίνησιν τῶν μυῶν ἐν τῷ διεστάναι τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, ἐὰν δ τῶν μυῶν κίνησις ἰσχυροτέρα γένηται τῆς ἐπιδέσεως, ἀνασπασθήσονται αὐτοὶ πρὸς τὴν ἀρχήν. συνανασπάσουσι δὲ καὶ κάτω μέρη τοῦ κατάγματος ὀστοῦ καὶ προσάξουσι τῷ ἄνω.
§68 Οὓς ἡμεῖς μῦς εἴπομεν ἐν τῷ προγεγραμμένῳ λόγῳ, τούτους ὠνόμασε σάρκας συνήθει χρώμενος τῇ προσηγορίᾳ, διότι πᾶσα σὰρξ αἰσθητὴ μυός ἐστι μέρος ἐν τοῖς μέσοις μάλιστα μέρεσιν αὐτῶν τοιαύτη φαινομένη. κατὰ γὰρ τὰ πέρατα νευρωδέστεροί πως οἱ μύες φαίνονται τὸ σαρκῶδες ἔλαττον ἔχοντες.
§69 Ὅτι μὲν τὸν κυρτὸν γαῦσος φωνὴ δηλοῖ πρόδηλον ἐξ αὐτοῦ τοῦ πράγματος. γὰρ μηρὸς οὐκ ἀκριβῶς ἐστιν εὐθὺς, ἀλλὰ εἴς τε τὸ ἔξω κυρτότερος, ὥσπερ καὶ κατἐναντία μέρη κοιλότερος. εἴτε δὀξύνειν χρὴ τοὔνομα τὸ γαυσὸς εἴτε προπερισπᾷν γαῦσος ἄδηλον. οὐ γάρ ἐστιν ἐν ἔθει τῷ τῶν Ἑλλήνων φωνή. κατὰ τὴν ἀναλογίαν ἔνιοι μὲν προπερισπᾶσθαι κελεύουσιν αὐτὸ παραπλησίως τῷ καῦσος καὶ μαῦρος καὶ γαῦρος, ἔνιοι δὲ ὀξυτονεῖσθαι. δηλονότι πάντα πάθη δηλοῦντα δισύλλαβα τῇ ὀξείᾳ φαίνεται κεχρημένα τάσει, χωλὸς, λορδὸς, στρεβλὸς, κυρτὸς, βλαυσὸς, ῥαιβός. οὐ μόνον δὲ τὰ δισύλλαβα, ἀλλὰ καὶ σχεδὸν ἅπαντα τὰ κατὰ πάθη λεγόμενα, ἀρθριτικὸς, πλευριτικὸς, ἡπατικός. ὁποτέρως οὖν τις θέλει φθέγγεσθαι συγχωρεῖ κἂν ποτέ σοι καὶ τὴν ὀξεῖαν τάσιν εἰπόντι γαυσός. ἐπὶ τοῦτο γὰρ μόνον ἐπειράθην ῥεπόντων τῶν ἀναγινωσκόντων τὸ βιβλίον, ἄν τεἴπῃ τις ἀξιῶν προπερισπᾷν, ὡς ἂν ἐκεῖνος ἐθελήσῃ καὶ σὺ φθέγγου, καὶ πάλιν ἂν ἑτέρῳ συντύχῃς ὀξυτονεῖν ἐθέλοντι, καὶ αὐτὸς οὕτως πρᾶττε καταφρονῶν καὶ τόνων καὶ ὀνομάτων, ὡς οὔτε πρὸς φιλοσοφίαν συντελούντων, πολύ γε μᾶλλον οὔτε πρὸς γεωμετρίαν ἀριθμητικὴν μουσικὴν ἀστρονομικὴν, ὥστε εἰ μηδεμία τέχνη δέεται πρὸς τὸ ἑαυτῆς τέλος τῆς τῶν ἐπιτρίπτων τούτων ὀνομάτων μακρολογίας, οὐ μόνον οὐ χρὴ προσίεσθαι τὸ ἐπιτήδευμα τῶν ἀνδρῶν, ἀλλὰ καὶ καταγελᾷν ὡς μάλιστα.
§70.1 Τὸ μὲν ὑποδεχόμενον ὀστοῦν τὴν τοῦ μηροῦ κεφαλὴν ἰσχίον ὀνομάζεται, καθάπερ καὶ κοιλότης αὐτοῦ κοτύλη. κέχρηται δὲ τοῖς ὀνόμασιν ἀμφοτέροις ποιητὴς εἰπών·
§70.2 ἰξύας τινὲς μὲν τὰ τῶν λαγόνων ἤκουσαν ὀστᾶ, τινὲς δὲ τὸ ὑπὲρ ἄνω αὐτῶν ὅπερ ἰδίως ὀνομάζεται λαπάρα καὶ γέγραπται παρὰ τῷ ποιητῇ τοῦτο τοὔνομα κατἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·
§70.3 ἐγὼ δὲ τὸ μὲν τῆς λαπάρας ἔχοιμἂν ἀποφήνασθαι κἀκ τῆς πείρας αὐτῆς κἀκ τῆς χρήσεως Ἱπποκράτους τε καὶ τοῦ ποιητοῦ καὶ αὐτοῦ τοῦ νοσήματος, ὅτι τῶν μεταξὺ τῶν τε τοῦ θώρακος ὀστῶν καὶ τῶν ἰδίως καλουμένων λαγόνων ὀστῶν ἐστι καὶ ῥηθήσεται περὶ αὐτοῦ κατὰ τὸν οἰκεῖον καιρόν. περὶ δὲ τῶν ἰξύων οὐκ ἔχω διατείνεσθαι· καὶ μέσον μὲν γὰρ ποιητὴς ἑνικῶς εἶπεν αὐτό·
§70.4 καὶ καθόσον ἔτι πιθανώτερον ἐν τῷ μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν καὶ τῶν τοῦ θώρακος περιβάλλεσθαι τὴν ζώνην αὐτὸ τοῦτο τοῦ σώματος ἰξύαν ἄν τις ὀνομάζεσθαι νομίζῃ, καθόσον δὲ πάλιν Ἱπποκράτης τῇ παρακειμένῃ λέξει πληθυντικῶς εἶπεν ἰξύας εἰρῆσθαι, διὰ τοῦτο περὶ τῶν λαγόνων ὀστᾶ τὴν ἐπίδεσιν ἐπαναβαίνειν, εὐλόγως ἄν τις αὐτὰ ταῦτα νομίζειεν ἰξύας εἰρῆσθαι.
§70.5 Τὸ δοὖν εἰς τὰ παρόντα χρήσιμόν ἐστιν, ὅταν ἐν τοῖς ἄνω μέρεσι τοῦ μηροῦ γένηται τὸ κάταγμα μὴ μόνον ἄχρι τοῦ βουβῶνος ἐπιδεῖν, ἀλλὰ καὶ προσαναβαίνειν ἐπιλαμβάνοντά τινα τῶν ὑψηλοτέρων χωρίων. ἔστι δὲ ταῦτα πρῶτον μὲν ἴσχιον, εἶθἑξῆς τὸ τοῦ λαγόνος ὀστοῦν, εἶθ μεταὐτὸ κενὴ χώρα τῶν ὀστῶν, ἣν λαπάραν ὀνομάζουσιν· ἢν μὲν οὖν τις βούληται καὶ μέχρι ταύτης ἀνιέναι συγχωρητέον, ἐὰν δὲ προσεπιδήσας τὰ τῶν λαγόνων ὀστᾶ τοῦτο πράττῃ, ταῦτα δὲ ὑπερβάντα περιβάλλειν εὐθέως ταῖς λαπάραις τὸν ἐπίδεσμον οὐκ ἀξιῶ, περὶ παντός γε ποιουμένου τοῦ Ἱπποκράτους μηδεμίαν ἐν ταῖς ἐπιδέσεσιν ἀπολείπεσθαι χώραν, κἂν ἀνεπίδετον, ἀλλἐξ ἴσου ἅπαντα τὰ μέλη κατειλῆφθαι συνεχῶς τοῖς ὀθονίοις ἄχρι περ ἂν ἐπιλαμβάνειν δόξῃ τοῦ ὑγιοῦς. πληχάδα δὲ τινὲς μὲν διὰ τοῦ γ γράφουσι πλιγάδα, τινὲς δὲ διὰ τοῦ χ πληχάδα. δηλοῖ δὲ τοὔνομα τὸ μεταξὺ τῶν δύο σκελῶν χωρίον, ἐντεῦθεν καὶ τὸ ἐκπεπλῆσθαι καὶ διαπεπλῆσθαι παραὐτῷ γέγραπται καὶ παρὰ τῷ ποιητῇ, τοὶ δἐπλήσσοντο πόδεσσι.
§71 Πολλὰ τῶν κοινῶν καὶ γενικῶν ἐφἑνὸς τῶν κατεἶδος ἐσομένων εἴωθε διδάσκειν Ἱπποκράτης ἐπισημαινόμενος, ὅτι μὴ μόνου τοῦ εἴδους ἐστὶν, ἀλλὰ καὶ πάντων πλειόνων τινων. προστίθησι δὲ τῷ λόγῳ ποτέ μὲν τὸ ἀεὶ, καθάπερ καὶ νῦν, ἐνίοτε δὲ εἰς τὰ πολλὰ χρηστὸν τοῦτο συνιέναι, ἐνίοτε δὲ ὅτι πρὸς πάντα τοῦτο χρήσιμον. ἔσται γὰρ ὄντως ἀεὶ καὶ τὸ νῦν εἰρημένον ὑπαὐτοῦ χρήσιμον οὐκ ἐπὶ μηροῦ μόνον, ἀλλἐπὶ πάντων ἁπλῶς τῶν λαμβανόντων καταγμάτων τοὺς νάρθηκας. οὕτως γὰρ αὐτὸς ἔχειν μήκους προσῆκεν, ὡς μὴ ψαύειν τοῦ γυμνοῦ, καὶ μάλιστα δὲ αὐτὸ φυλάττεσθαί φησι δεῖν, ὅταν ἐξοχαῖς ὀστῶν πλησιάζῃ τὰ τῶν ναρθήκων πέρατα.
§72 Τὰ ἐξαειρεύμενά φησιν οἰδήματα πρὸς τῆς πιέσεως, ὅπερ ἐστὶν ἐξαιρόμενα διὰ τὴν ἐκ τῶν χυμῶν θλίψιν ἐνεχθέντων σφοδρῶς θεραπευτέον ἐπιδέοντα ἔρια πολλὰ, ῥυπαρά, καλῶς κατειργασμένα ῥαίνοντας ἐλαίῳ καὶ οἴνῳ. προϋποχρίειν δὲ ἀξιοῖ τὸ δέρμα καθ ταῦθὑποτεθήσεται κηρωτῇ καὶ τὴν αὐτὴν ἐπίδεσιν ἀπὸ τῶν οἰδημάτων ἐπὶ τὰ ἄνω ποιεῖσθαι. περὶ μὲν τοῦ τρόπου τῆς ἐπιδέσεως αὐτὸς ἐδίδαξεν εἰπὼν, πόθεν μὲν ἄρξεταί τις ἐπιδεῖν, ἐκ τοῦ αὐτοῦ παραπέμπεσθαί τε καὶ ἄγεσθαι. περὶ δὲ τῶν φαρμάκων οἷς χρῆται τῆς δυνάμεως εἴρηται μὲν ἐπὶ πλέον ἐν ταῖς περὶ αὐτῶν πραγματείαις. εἰρήσεται δὲ καὶ νῦν τὰ κεφάλαια τῶν ἐν ἐκείνοις δεδειγμένων. τὸ μὲν οὖν ἔλαιον ἀνωδύνου τε καὶ διαφορητικῆς ἐστι δυνάμεως, δὲ οἶνος ξηραντικῆς τε καὶ ἀποκρουστικῆς, πεπτικῆς, μαλακτικῆς, διαφορητικῆς δυνάμεως. εὔδηλον δὲ ὅτι καὶ τὰ ῥυπαρὰ ἔρια τὰ πρὸς ἐνίων οἰσυπηρὰ καλούμενα καὶ κηρωτὴ μετὰ τοῦ παρηγορικοῦ διαφορητικόν τέ τι καὶ ἀποκρουστικὸν ἔχει. προσηκόντως δὲ ἐκ τοιούτων φαρμάκων συνεστήσατο τὴν θεραπείαν. ἐπεὶ γὰρ τὸ οἴδημα μεῖζον τοῦ προσήκοντος γίνεται, ὑπὸ τῶν παρὰ τῆς ἐπιδέσεως ἐκθλιβέντων αὐτόθι, πρῶτος μὲν ἔστω σοι σκοπὸς τῆς θεραπείας ἐκκενωθῆναι τὸ παρὰ φύσιν ἐν τῷ οἰδισκομένῳ μορίῳ. διὰ τίνων δὲ πολὺ ὂν τοῦτο διαπραξόμεθα; τῷ τἀποκρούεσθαι καὶ τῷ διαφορεῖν καὶ τῷ παρηγορεῖν. τὸ μὲν ἀποκρούεσθαι καὶ διαφορεῖν, ὡς ἄντικρυς κενῶνται, τὸ δὲ παρηγορεῖν ὅπως μὴ διὰ τὴν ὀδύνην ῥευματίζοιτο τὸ πεπονθὸς μόριον· διὰ τοῦτο γοῦν τοῖς ἧττον ἀποκρουστικοῖς τε καὶ διαφορητικοῖς ἐπὶ τῶν φλεγμαινόντων χρώμεθα. τὰ γὰρ ἰσχυρῶς ἑκάτερα τούτων δρῶντα παροξύνει τὰς ὀδύνας. τούτοις μὲν οὖν τοῖς λογισμοῖς χρώμενος Ἱπποκράτης τά τε ἔρια ῥυπαρὰ, τουτέστιν οἴσυπον ἔχοντα, παραλαμβάνει μὲν κατὰ τὴν θεραπείαν ἔλαιόν τε καὶ οἶνον καὶ κηρωτὴν, αὐτὰ δὲ τὰ ἔρια καλῶς κατειργάσασθαι κελεύει, τουτέστιν ἐξάνθαι χάριν τοῦ προσηνοῦς τε καὶ παρηγορικοῦ. τὰ μὲν γὰρ πεπλυμμένα ῥᾳδίως μαλάττεται ξηραινόμενα, τὰ δοἰσυπηρὰ διὰ τὸν ῥύπον οὐκ εὐμεταχείριστα τοῖς ξαίνουσιν οὐδὲ εὐκατέργαστα γίνεται. διὸ πολλάκις ἀμελέστερον κατεργασθέντα, ξηρὰ προσπίπτει τοῖς ὀδυνωμένοις μορίοις. εἰδὼς οὖν τοῦτο παρεωραμένον ἐνίοτε προσέγραψεν εὖ κατειργασμένοις· καὶ μέντοι καὶ πολλοῖς αὐτοῖς χρῆται χάριν τοῦ φυλάττειν τὴν ἐκ τοῦ οἴνου καὶ ἐλαίου νοτίδα. τὰ γὰρ ὀλίγα ῥᾳδίως ξηραίνεται, τοῦ πρώτου δἔχεται σκοποῦ καὶ τῆς ἐπιδέσεως τρόπος, ὡς εἴρηται, τῶν οἰδισκομένων μορίων ἀπάγων τὸ αἷμα πρὸς τὰ ὑπερκείμενα.
§73 Κυρίως μὲν ἑρμηνευόντων τὸ οἰδηκὸς μόριον ἰσχνὸν ἂν γενέσθαι λέγοιτο καὶ οὐ τὸ οἴδημα. ταῦτα γὰρ ἀφανίσαι παντάπασιν ἡμῖν πρόκειται, πολλὰ δὲ οὕτω λέγουσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ λέγειν δεινότατοι, καταφρονοῦντες τῆς ὕστερον ἀσκηθείσης μακρολογίας ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς οἱ μεταχειριζόμενοι προσαγορεύουσιν αὐτὴν ἀκριβολογίαν, οὓς εἰ μὲν σαφέστερον ἑρμηνεύοιεν τὰ τοῦ παλαιοῦ ἐκ τῆς τοιαύτης ἀκριβολογίας, εἴτε κυριολογίας ἐθέλοιεν ὀνομάζειν, ἐπαινεῖν προσῆκον. εἰ δἀσαφῶς καὶ ταπεινῶς, ἄμεινόν ἐστι τὴν τῶν παλαιῶν ἀμέλειαν αἱρεῖσθαι.
§74 Μία μὲν αὕτη γραφὴ, τινῶν μὲν οἰδημάτων βουλομένων ἐπὶ τὴν ἐπίδεσιν ἀνιέναι τῶν ἐκθλιβομένων τῶν οἰδημάτων χυμῶν, ἐνίων δὲ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία παραγίνεσθαι. κρῖναι δὲ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν ὡς εἴρηται τὸ οἰδηκὸς, ἀφίκοιτἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία. εἰ δὲ ἀφελόντες τοὺς νάρθηκας καὶ λύσαντες ὅλην τὴν ἐπίδεσιν εὐθὺς ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματικῷ τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μὴ μιγνύντες αὐτῶν τῶν ἀπὸ τῶν οἰδημάτων ἀρχομένων ὑπερεῖκαν οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν, ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ τῆς ἐπιδέσεως ὑψηλὰ χωρία.
§75 Ἐφεξῆς τῷ τῶν οἰδημάτων λόγῳ ἔγραψε περὶ τοῦ σωλῆνος σαφῶς. εἴρηται δἂν ἡμῖν ἔμπροσθεν ὡς ἤτοι διαμπερῆ, τουτέστι διὄλου τοῦ σκέλους ὑποτίθεσθαι τὸν σωλῆνα προσήκει μηδὅλως ὑποτίθεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ μηχανικοῦ γλωττοκόμου τοῖς νεωτέροις ἰατροῖς ἐπινοηθέντος ὀρθῶς.
§76 Τὸ σὺν τῷ σωλῆνι ἤκουσαν ἔνιοι μὲν ἔξω τοῦ σωλῆνος περιβάλλεσθαι τὴν ταινίαν ἀξιοῦντες ὡς εἶναι τὸ λεγόμενον· ταινίαν περιβάλλειν χαλαρῶς προσήκει σὺν ἀμφοτέρῳ, τῇ τε ἰγνύῃ τοῦ κάμνοντος καὶ τῷ ἔξω ἐν αὐτῇ σωλῆνι, τουτέστιν ὥστε μὴ τηνικαῦτα αὐτὴν, ἀλλὰ σὺν τῷ σωλῆνι κατειλῆφθαι. τινὲς δἔξωθεν ἀξιοῦσι περὶ αὐτὴν τὴν ἰγνύαν περιβεβλῆσθαι τὴν ταινίαν, ὅπως σηρίζῃ καὶ αὐτὴ τὸ σκέλος ἅμα τῷ σωλῆνι, τουτέστι σὺν τῆς τοῦ σωλῆνος κρίσεως, μήταὐτῆς μόνης ἱκανῆς οὔσης εἰς ἀσφάλειαν μήτε τοῦ σωλῆνος, ἀλλἀμφοῖν ἅμα συνιόντων.
§77.1 Οὕτως ἐν τοῖς ἔμπροσθεν ἡνίκα περὶ πήχεως παραλαμβανομένου τῇ ταινίᾳ τὸν λόγον ἐποιεῖτο, ἔφαμεν γεγονέναι γραφήν· ἐνίων μὲν ἄνευ τῆς ἀποφάσεως τῆς μὴ γραψάντων μετέωρος, ἐνίων δὲ σὺν ἐκείνῃ μὴ μετέωρος, οἱ μὲν ἐν ἴσῳ τῷ ἀστηρίκτῳ οὐδενὸς ἐρείσματος ὑποβεβλημένου, οἱ δἔμπαλιν ἐπὶ τῆς ὀχουμένης ἐπί τινος ἕδρας ἀσφαλῶς, ἡρματισμένης δὲ παρὰ τὰ ἕρματα, τουτέστι τὰ ἐρείσματα πεποίηκε τοὔνομα. γινώσκομεν δή που καὶ τὰ ἕρματα καὶ παρὰ τῷ ποιητῇ γεγραμμένα κατἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·
§77.2 εἴη ἂν οὖν τὸ ἡρματισμένης ἀντὶ τοῦ ἠρτημένης.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up