Galen De temperamentis
EN Lat Orig
Book 2
§1–2
§1 Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν τε σῶμα καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται. δέδεικται δὲ καί, ὡς ἐννέα διαφοραὶ τῶν κράσεών εἰσι, μία μὲν σύμμετρός τε καὶ εὔκρατος, αἱ λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν ἑκάστῃ πλεονεκτούσης ποιότητος ἤτοι θερμότητος ψυχρότητος ξηρότητος ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν ἐξ ἑκατέρας ἀντιθέσεως ἑτέρα κρατήσῃ δύναμις. λέγω δἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρόν, ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν. Ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες ὑπὲρ τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ καὶ δυνάμει καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δεὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων φύσει, καθἕκαστον δὲ γένος ἄλλο, περὶ πρώτου δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου. κανὼν δἦν αὐτοῦ καὶ κρίσις τῶν στοιχείων ἰσομοιρία, διἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται. τὰ δἄλλα τὰ καθἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται καὶ διὰ τοῦτο ταὐτὸν σῶμα ζῴου τινὸς φυτοῦ μέσον μὲν εἶναι  δύναται τῶν ὁμογενῶν ἁπάντων, τουτέστιν εὔκρατόν τε καὶ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δἑτέρῳ τινὶ παραβαλλόμενον φυτῶν ζῴων ἀψύχων γένει. τὸ μὲν γὰρ τοῦ ζῶντος σῶμα τῷ τοῦ νεκροῦ παραβαλλόμενον ὑγρότερόν ἐστι καὶ θερμότερον, οἷον, εἰ τύχοι, λέων ζῶν τεθνεῶτος λέοντος αὐτὸς ἑαυτοῦ τις ἕτερος ἑτέρου θερμότερός τἐστι καὶ ὑγρότερος, καὶ διὰ τοῦτεἴρηται πρὸς τῶν παλαιῶν ὑγρόν τεἶναι καὶ θερμὸν τὸ ζῷον, οὐχ ὡς τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς τῆς θερμότητος· οὕτω [μὲν] γὰρ εὑρεθήσεται πάμπολλα ζῷα ξηρὰ καὶ ψυχρά, καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ μυῖαι καὶ μέλιτται καὶ μύρμηκες· ἀλλὡς τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ καὶ μέλιττα ζῶσα τεθνεώσης μελίττης ὑγροτέρα τἐστὶ καὶ θερμοτέρα καὶ μύρμηξ μύρμηκος, ἀνθρώπῳ μέντοι παραβαλλόμενα καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς ἄλλοις ζῴοις τοῖς ἐναίμοις ἅπαντα τὰ τοιαῦτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστι. καὶ μὲν δὴ κἂν εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδοὕτως ἐκπέπτωκε τοῦ ξηρά τεἶναι καὶ ψυχρά. ὥσπερ γὰρ καθἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος, ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τὸ μέσον, οὐκέτεὔκρατον, ἀλλἤτοι θερμὸν ψυχρὸν ξηρὸν ὑγρὸν ὀνομασθήσεται. Δέδεικται γὰρ δὴ πρόσθεν, ὡς ἄνθρωπός ἐστιν οὐ τῶν ζῴων μόνον φυτῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δἐκ πολλῶν καὶ διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων τῇ κράσει τοῦτο καὶ ἁπλῶς ἐστιν εὔκρατον. τὸ γὰρ τοῦ μέσου τῇ κράσει ζῴου μέσον μόριον ἁπάντων ἁπλῶς εὐκρατότατον ἔσται. ἐδείχθη δὲ τοῦτἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα καὶ μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντός, ὅταν, οἷον ὑπὸ τῆς φύσεως ἀπειργάσθη, τοιοῦτον φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐδείχθη πρόσθεν, ἀλλὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν. εὐκρατότατος δἐστίν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων χρηστὴν καὶ ἀτμώδη θερμασίαν πυρώδη καὶ δριμεῖαν τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψῦξιν. ἀκούειν δὲ χρὴ ψῦξιν ἐπικρατοῦσαν ὡς ἐν ζῴου σώματι καὶ ταῦτἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν δὴ σώματι τοιοῦτος εὐκρατότατος ἄνθρωπος· ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέου τε καὶ φθόνου. εἴη δἂν τοιοῦτος εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός. Ἐκ τούτων μὲν οὖν εὐκρατότατος ἄνθρωπος γνωρίζεται πρώτως καὶ μάλιστα· προσέρχεται δαὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων· καὶ γὰρ ἐσθίει καὶ πίνει συμμέτρως καὶ πέττει καλῶς τὰς τροφὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ καὶ καθὅλην τὴν ἕξιν τοῦ σώματος ἁπάσας τε συνελόντι φάναι τάς τε φυσικὰς καλουμένας ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν εὔχρους τἐστὶ καὶ εὔπνους ἀεὶ καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου καὶ ψιλοῦ τριχῶν καὶ δασέος καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρροτέρας μᾶλλον μελαντέρας, ἀκμάζων δἔμπαλιν.
§2 Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλἐπεὶ πρὸς τὰ παρόντα μᾶλλον περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις εὐπορωτέρους θἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται, πρώτην ταύτην ἐνστησόμεθα. Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν κυουσῶν τὸ ζῷον, ἵνα γνῶμεν, ὅπως ὑγρότατόν τἐστὶ καὶ θερμότατον. μὲν γὰρ πρώτη σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γιγνομένων ὑμένες μὲν πρῶτα διαπλάττονται καὶ χιτῶνες καὶ σπλάγχνα καὶ ἀγγεῖα, τελευταῖα δὀστᾶ καὶ χόνδροι καὶ ὄνυχες πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν πήγνυσθαι, τῶν εἰρημένων οὐδὲν ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν καὶ ὑμένες ἀρτηρίαι τε καὶ φλέβες καὶ νεῦρα τεινομένης αὐτῆς, ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ καὶ πλῆκτρα πηγνυμένης ἀποτελοῦνται· τελειωθέντων δοὕτως ἐν τῇ κυούσῃ τίκτεται μὲν ἐφεξῆς, ἔτι δὑγρὸν ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον καὶ σπλάγχνοις καὶ σαρξίν, ἀλλὰ καὶ τοῖς ὀστοῖς αὐτοῖς, δὴ ξηρότατα τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλὅμως καὶ ταῦτα καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν βρεφῶν ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν ἅπαντι τῷ σώματι τῶν βρεφῶν. Ἀλλὰ καὶ νέον ἱερεῖον εἴτοὖν ἐσθίειν ἐθέλοις εἴτἀνατεμὼν σκοπεῖσθαι, μυξώδη μὲν καὶ πλαδαρὰν εὑρήσεις τὴν σάρκα, τὸ δὀστῶδες γένος ἅπαν ἄρτι πηγνυμένῳ τυρῷ ἐμφερές, ὥστε μηδὲ φαγεῖν ἡδέα διὑπερβάλλουσαν ὑγρότητα τῶν νεογενῶν ζῴων εἶναι τὰ σώματα καὶ μάλιστά γε τοῦτο πέπονθε τὰ ὕεια καὶ τὰ προβάτεια, διότι καὶ μάλιστἐστὶν ὑγρότατα· τὰ δαἴγεια, διότι ξηρότερα, βελτίω τἐστὶ καὶ ἡδίω φαγεῖν. ἔμπαλιν δὲ τοῖς νέοις ἱερείοις τὰ γεγηρακότα ξηρὰ μὲν ἱκανῶς καὶ ἄνικμα καὶ ἄχυμα τά τὀστᾶ σύμπαντα καὶ τοὺς συνδέσμους αὐτῶν ἔχει, νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα δίκην ἱμάντων ἀηδῆ τε καὶ ἄχυμα. τὰ δἐν τῷ μέσῳ τούτων καὶ τῶν ἄρτι γεγενημένων, ὅσα μὲν ἤδη προβέβηκε ταῖς ἡλικίαις, ὅσον ἀπολείπεται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξηρότητος· ὅσα δὲ νεώτερα καὶ ἔταὐξανόμενα, τοσοῦτον καὶ ταῦτα τῆς τῶν ἐμβρύων ὑγρότητος ἀποκεχώρηκεν, ὅσον καὶ ταῖς ἡλικίαις προελήλυθεν. δἀκμὴ μάλιστα πάντων τῶν ζῴων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων οὔτεἰς ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτἐν ὑγρότητι καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ τῶν βρεφῶν ἡλικία. Τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν ἀποφαίνονται τὸ γῆρας; δηλονότι τῷ πλήθει τῶν περιττωμάτων ἐξαπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης ἔν τε τῷ στόματι σιέλων πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι καὶ ἀναπτύουσι φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι τοῦ τοιούτου χυμοῦ· καὶ γαστὴρ δαὐτοῖς πεπλήρωται φλέγματος ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλοὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τῶν γερόντων εἶναι τὰ σώματα. τὰ μὲν γὰρ νεῦρα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τοὺς ὑμένας καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα μὲν εὑρήσεις τῶν πρόσθεν πολύ, περιπεπλασμένον δαὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν ὑγρότητα μυξώδη. ἀλλὰ τοσούτου δεῖ τὰ τοιαῦτα σύμπαντα γνωρίσματα τὸ γῆρας ὑγρὸν ἀποφαίνειν, ὥστε καὶ μαρτυρεῖν μοι δοκεῖ τῇ ξηρότητι. διαὐτὸ γάρ τοι τοῦτο ξηρότερον ἕκαστον γίγνεται τῶν μορίων, ὅτι μηκέθὁμοίως τρέφεται νῦν ὑπἀρρωστίας τοῦ θερμοῦ. πλῆθος μὲν γὰρ ἔξωθεν αὐτὸ περιττωμάτων ὑγρῶν ἐπικλύζει, τὸ βάθος δαὐτὸ τοῦ σώματος ἑκάστου ξηρόν ἐστι μήθἕλκειν εἴσω τὴν τροφὴν  δυναμένου μήτἀπαλαύειν ἱκανῶς. ὑγρὸς οὖν γέρων ἐστίν, οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι, καὶ ξηρός, οὐ τοῖς περιττώμασιν, ἀλλὰ τοῖς μορίοις αὐτοῖς, ὥστἄλλῳ μὲν ὑγρός, ἄλλῳ δὲ ξηρός. ἀλλοὐχ ὑπὲρ τῶν περιττωμάτων αὐτοῦ νῦν λόγος ἀλλὰ τῶν οἰκείων μορίων ἐστίν, ὧν αἱ κατὰ φύσιν ἐνέργειαι συμπληροῦσι τὴν ζωήν. τούτοις οὖν ξηρός ἐστιν γέρων, οἷς παῖς ἦν ὑγρός, αὐτοῖς τοῖς στερεοῖς μέρεσι τοῦ σώματος, ὀστοῖς καὶ συνδέσμοις καὶ ὑμέσι καὶ ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις καὶ χιτῶσι καὶ σαρξί, καὶ καλῶς Ἀριστοτέλης εἰκάζει τὸ γῆρας αὐαινομένῳ φυτῷ. καὶ γὰρ οὖν καὶ τὰ φυτά, νέα μὲν ὄντα, μαλακά τἐστὶ καὶ ὑγρά, γηρῶντα δἀεὶ καὶ μᾶλλον φαίνεται ξηραινόμενα καὶ τελευτῶντα τελέως ἀποξηραίνεται καὶ τοῦτἔστιν αὐτοῖς θάνατος. Ὅτι μὲν δὴ ξηρότατον ὡς ἐν ἡλικίαις τὸ γῆρας, ἐκ τῶν εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότατόν ἐστιν, ἔτἐναργέστερον, ὥστοὐδἠμφισβήτησεν οὐδεὶς ὑπέρ γε τούτου. καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχροὶ φαίνονται καὶ ῥᾳδίως ἀποψύχονται καὶ μελαίνονται καὶ πελιδνοῦνται καὶ τοῖς ψυχροῖς ἑτοίμως ἁλίσκονται νοσήμασιν, ἀποπληξίαις, παραλύσεσι, νάρκαις, τρόμοις, σπασμοῖς, κορύζαις, βράγχοις. ἀπόλωλε δαὐτῶν ὀλίγου δεῖν ἅπαν τὸ αἷμα καὶ διὰ τοῦτο συναπόλωλεν τῆς χρόας ἐρυθρότης. ἀλλὰ καὶ πέψις αὐτοῖς καὶ ἀνάδοσις ἐξαιμάτωσίς τε καὶ πρόσθεσις καὶ θρέψις ὄρεξίς τε καὶ κίνησις καὶ αἴσθησις ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ ἄλλ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆρας; ὥστεἴπερ θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρασμός τις αὐτῆς. Οὐ μὴν περί γε τῆς τῶν παίδων ἡλικίας καὶ τῆς τῶν ἀκμαζόντων οὔθὡμολόγηταί τι τοῖς ἰατροῖς οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι τῶν τε τοὺς παῖδας ἀποφαινόντων θερμοτέρους εἶναι τῶν ἀκμαζόντων καὶ τῶν ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν γὰρ ὅτι θερμότατος ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζῴῳ κατὰ φύσιν ὑπαρχόντων τοῦ αἵματος χυμός, εἶθὅτι τὰ κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστίν, ὕστερον δὲ· διαπλαττομένων ἤδη τῶν μορίων τὸ μὲν ὀστοῦν γίγνεται, τὸ δἀρτηρία, τὸ δὲ φλέψ, τὸ δἄλλο τι, πάντα μὴν ἐρυθρὰ καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας ὅσῳπερ ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων. οἱ δ’, ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα καὶ πλέον ἐν τοῖς παισίν, ὥστε διὰ τοῦτο συνεχῶς αἱμορραγεῖν, ἀλλὰ καὶ τῆς ξανθῆς χολῆς χυμὸς αἵματος πολὺ θερμότερος ὑπάρχων πλεῖστος αὐτοῖς ἐστι, διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς ἀκμάζοντας. Αὖθις δἀπὸ τῶν ἐνεργειῶν οἱ μὲν ὅτι καὶ αὐξάνονται καὶ πλειόνων κατὰ τὴν ἀναλογίαν τοῦ σώματος ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον τὴν τοῦ θερμοῦ ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ ὅπως πλεονεκτεῖν ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίγνεσθαι σιτίων καὶ διαχωρήσεις ὑγρῶν καὶ τραχέων καὶ ἀχυμώτων. εἰ δὀρέγονται πλειόνων, οὐδὲν εἶναι τοῦτό φασι πρὸς τὴν ῥώμην τοῦ θερμοῦ. πρῶτον μὲν γὰρ οὐδὲ πλεονεξίᾳ θερμότητος ὀρέγεσθαι τὰ ζῷα, τοὐναντίον [δ’] ἅπαν ἀποψυχομένων τῶν ὀρεκτικῶν μορίων· ἔπειτα δὲ διότι μὴ μόνον εἰς θρέψιν ἀλλὰ καὶ εἰς αὔξησιν αὐτοῖς τροφὴ διοικεῖται, διὰ τοῦτο πλειόνων ἐδεσμάτων προσδεῖσθαι. κατὰ μέντοι τὰς ἄλλας ἁπάσας ἐνεργείας καὶ πάνυ σαφῶς ἀπολείπεσθαι τοὺς παῖδας τῶν ἀκμαζόντων. οὔτε γὰρ βαδίζειν οὔτε θεῖν οὔτε βαστάζειν οὔθὅλως οὐδὲν τῶν πρακτικῶν ἐνεργειῶν ὁμοίως ἐπιτελεῖν, ἀλλὰ καὶ τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἐν τοῖς ἀκμάζουσί φασιν εἰς ἄκρον ἥκειν ἀρετῆς. ὅλως δὲ τὸ μὲν ἀτελὲς ἔτι, τὸ δἤδη τέλειον εἶναι ζῷον. ἐν δὲ τοῖς τελείοις εὔλογόν φασι τὸ πρακτικώτατόν τε καὶ ἀρχικώτατον τῶν στοιχείων ἐπικρατεῖν. ἀλλὰ καὶ τοὺς ὕπνους πλείστους μὲν ἐν τοῖς παισὶν ἰδεῖν ἔστι γιγνομένους, ἐλαχίστους δἐν τοῖς ἀκμάζουσι. καίτοι τούτους γε, φασίν, οὐδὲ μανεὶς ἄν τις ἑτέρως ἡγήσαιτο γίγνεσθαι τοῦ θερμοῦ νικηθέντος πως καὶ βαρυνθέντος ὑπὸ πλήθους ὑγρότητος, ὡς ἔκ τε τῶν οἰνωθέντων ἔστιν ἰδεῖν ἔτι τε τῶν πλείω λουσαμένων. οὕτω δὲ καὶ μήκων ὑπνοποιός ἐστι καὶ μανδραγόρας καὶ θριδακίνη καὶ πάνθὅσα τὴν κρᾶσιν ὑγρότερα καὶ ψυχρότερα. Τοιαῦται μέν τινες αἱ ἑκατέρωθεν ἀμφισβητήσεις εἰσὶ περὶ τῶν προκειμένων ἡλικιῶν τῆς κράσεως. ἁπάσας γὰρ αὐτὰς ἐπεξέρχεσθαι περιττὸν εἶναί μοι δοκεῖ τοῦ τύπου τῶν ἐπιχειρημάτων ἤδη σαφῶς κἀξ ὧν εἰρήκαμεν ἐγνωσμένου. πόρρωθεν γὰρ ἑκάτεροι καὶ σχεδὸν ἀπὸ τῶν δευτέρων τὰ πρότερα συλλογίζονται καὶ ὥσπερ εἰδότων ἤδη τῶν ἀκροατῶν, ὅπως μὲν αὔξησις, ὅπως δὲ πέψις, ὅπως δὲ θρέψις γίγνεται, ποιοῦνται τὸν λόγον. ὡσαύτως δὑπὲρ αἰσθήσεως καὶ νοήσεως καὶ πρακτικῶν καὶ φυσικῶν ἐνεργειῶν διέρχονται καὶ γενέσεως ὕπνου μνημονεύουσι καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι καὶ ῥᾳδίως γνωστόν, ἀλλὰ παμπόλλης μὲν τῆς ζητήσεως δεόμενον, ἴσως δοὐδεὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν. τι γὰρ ἂν ἐκείνων ὡς γιγνώσκοντες ἤδη λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος. ὥστε διἀλλήλων καὶ ἐξ ἀλλήλων αὐτοῖς γίγνεσθαι τὰς ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη γιγνωσκομένων, ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται καὶ τὴν τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν ὕπνων τε πέρι καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δαὖ τὰ νῦν ἐνεστῶτα διἐκείνων ὡς ἤδη προεγνωσμένων ἀποδεικνύουσιν. ἐγὼ δοὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδἀποδείξεις εἶναι νομίζω, καθάπερ ἐπὶ πλέον διἑτέρων ἐδήλωσα, καὶ βέλτιον εἶναί φημι κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν τάξιν τῶν νοημάτων. Εἴπερ οὖν ἀρχὴ μὲν ἁπάσης ἐστὶ τῆς περὶ τῶν κράσεων πραγματείας περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν εἴτἀλλοιοῦσθαί τε καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην ἐφεξῆς ἐστι δεύτερος νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ χρὴ λαμβάνειν αὐτῶν τὰς πίστεις ἐκ τῶν μηδέπω γιγνωσκομένων, ἀλλὥσπερ ὀρθόν τἐστι καὶ δίκαιον, τι τῶν ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν τι τῶν προαποδεδειγμένων. οὔτοὖν ὕπνου γενέσεως μημονευτέον οὔτε πέψεως οὔταὐξήσεως οὔτἄλλου τῶν τοιούτων οὐδενός, ἀλλἀπὸ μόνης καὶ ψιλῆς τῆς οὐσίας τῶν ὑποκειμένων πραγμάτων ζήτησις γιγνέσθω, καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα. Διελόμενοι γάρ, ὡς ἕτερον μέν ἐστι τὸ κατἐνέργειαν, ἕτερον δὲ τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατἐνέργειαν ὄντος ἤδη θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν χρῆναι ποιήσασθαι πρότερον, ἔπειθοὕτως ἐπὶ τὰ κατὰ δύναμιν ἀφικέσθαι. πρόχειρος δἐστὶ πᾶσι καὶ γνώριμος τῶν κατἐνέργειαν ἤδη θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν διάγνωσις· ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν πέφυκεν καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα καὶ τὸν κρύσταλλον ψυχρόν. εἰ δἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν. ἀμήχανον γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ μὴν εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν καί γερόντων καὶ μειρακίων καὶ παίδων καὶ βρεφῶν. οὕτω γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δαἰσθητῶν πραγμάτων ἀποδείξεις λογικὰς ζητοῦσιν, ὥρα τι καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκήν, ὡς ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν εἴτε καὶ μὴ λευκήν, ὡς Ἀναξαγόρας ἀπεφήνατο. καὶ μὲν δὴ καὶ περὶ πίττης  ὡσαύτως ἀνασκοπεῖν καὶ κόρακος ἁπάντων τε τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δἀποδείξεως ἐπὶ τῶν μελάνων πιστεύεσθαι. ἅπαντοὖν ἤδη τὰ τῶν αἰσθήσεων ἄπιστα φάμενοι μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων, ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὴν τίτανον τὴν ἡμέραν αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν φωνῶν ἀπιστησάτωσαν ἀκοῇ καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτοὐ Πυρρώνειος ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν δίκαιόν γἦν τοὺς τὴν ἀρίστην αἵρεσιν ἑλομένους τῶν ἐν φιλοσοφίᾳ, τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτον ἀποπλανηθῆναι τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γιγνώσκειν, ὅτι τε πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν εἰσιν ἐναργῆ καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ τῶν ἄλλων ζητεῖ, μηδὁπόθεν ἄρξηται καταλελοιπὼς ἑαυτῷ. Πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐξετράποντο καὶ λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν, ἐγὼ μὲν οὐδἐπινοῆσαι δύναμαι, καὶ διὰ τοῦθἁφῇ μὲν κρίνω τὸ κατἐνέργειαν θερμόν· εἴ τι δοὔπω μέν ἐστι θερμόν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτον, δὴ καὶ δυνάμει θερμὸν ὀνομάζεται, τοῦτἐξευρίσκειν λόγῳ πειρῶμαι. τοῖς δοὐκ οἶδὅπως ἀντέστραπται πάντα καὶ ῥητορεία μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν ἐάσωμεν, ἀναμνήσαντες δἡμᾶς αὐτοὺς καὶ νῦν τό γε τοσοῦτον, ὡς ἀρχὴ δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐσκέφθαι πρότερον, ἀλλἅμα τά τε πράγματα ζητεῖν καὶ ὡς εἰδότας, τί ποτἐστὶν ἀπόδειξις, ἐπιχειρεῖν ἀποδεικνύειν, ἐπανελθόντες αὖθις ἐπὶ τὸ προκείμενον ἁφῇ κρίνωμεν πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας θερμόν. ἔσται δ κρίσις [ἡμῖν] ἀρίστη καθἓν καὶ ταὐτὸν σῶμα βρέφους ἑνός. οὐ γὰρ ἀδύνατον ὁποία τέ τις θερμασία διετεῖ τὴν ἡλικίαν ὑπάρχοντι προυπῆρχεν αὐτῷ μεμνῆσθαι καὶ ὁποία νῦν ἐστι δυοῖν τριῶν ἐτῶν, εἰ τύχοι, μεταξὺ γενομένων. εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή τις ἐπὶ τὸ θερμὸν ψυχρὸν γεγονέναι τῷ βρέφει, χαλεπὸν οὐδὲν ἔτι συλλογίζεσθαι τὴν ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν. εἰ δὲ καὶ πλείω παιδία πολλοῖς ἀκμάζουσιν ἐθέλοις παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς, εὔσαρκα δεὐσάρκοις καὶ παχέα παχέσι παράβαλλε· οὕτω δὲ καὶ χρόας ὡσαύτως ἔχοντα καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν τε. τὴν γὰρ ἐν ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν ἐπὶ τῶν ὁμοίων ὡς ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπισκέπτοιο. τὸ δἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει τὸν παραλογισμόν, οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν δοκιμαζομένων σωμάτων διαφορᾶς ἀλλὰ διὰ τὴν φυσικὴν ὑπαρχούσης κρᾶσιν. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ καὶ τοῖς καιροῖς, ἐν οἷς ἐξετάζεται, παραπλησίως ἔχοντα προαιρεῖσθαι τὰ σώματα, μὴ γεγυμνασμένον ἠργηκότι παραβάλλοντας λελουμένον ἀλούτῳ μηδἄσιτον ἐδηδοκότι καὶ διψῶντα μεμεθυσμένῳ μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ κρύος τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ μηδὅλως τοῖς ἐξ ἐναντίας φύσεως διαίτης περιστάσεως πραγμάτων ἡστινοσοῦν, ἀλλὡς οἷόν τε πάνθὡσαύτως ὑπαρχέτω τἆλλα πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν ἕνα παῖδα παραβάλλων ἑαυτῷ τὰς ἔξωθεν ἁπάσας αὐτοῦ περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα τούτων ἐν θάλψει τε καὶ ψύξει διάφορον εἰς τὴν τῆς ἡλικίας ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν τὴν ἐξέτασιν ἀλλἀληθῆ γε παντὸς μᾶλλον ἐξ αὐτῆς τε τοῦ ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ ἀποδείξεως ἐλέγετο. σὺ δἴσως αἱρήσῃ τὴν ἐπίτομον οὐδὲν φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ βαδίσων ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν τέτταρσιν ἐξευρήσεις τὸ ζητούμενον, ἀλλἐν παντὶ τῷ βίῳ φυλάξεις τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδὲ γὰρ εὔλογον ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. Κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα τό γε κατἐνέργειαν ἤδη τοιοῦτον καὶ μηκέτι δυνάμει, παρέντες τήν γε πρώτην τὰ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ μὲν ὡς [εὖ] κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος σωμάτων ἐπιμελῶς οὐ παίδων μόνον βρεφῶν ἀλλὰ καὶ μειρακίων καὶ ἀκμαζόντων εὕρισκον οὐδετέρους ἀληθεύοντας οὔτε τοὺς θερμότερον ἁπλῶς οὔτε τοὺς ψυχρότερον εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ γὰρ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις τὰς ἐκ τῆς ἡλικίας μόνης ἐπισκέπτοιο διαφοράς, οὐδέτερός σοι φανεῖται θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν αἱ θερμότητες ἐπἀνίσῳ τῇ διαπνοῇ, διἣν καὶ σοφιζόμενοί τινες τοὺς πέλας σφᾶς αὐτοὺς οἱ μὲν τὴν τοῦ παιδός, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν εἶναι νομίζουσιν. ἔστι γὰρ μὲν τῶν παίδων ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα τοῖς ἁπτομένοις, δὲ τῶν ἀκμαζόντων ὑπόδριμύ τι καὶ οὐχ ἡδὺ κέκτηται. τοῦτοὖν τὸ διάφορον τῆς προσβολῆς ἀναπείθει τοὺς πλείους ἀποφαίνεσθαι θερμότερον εἶναι τὸ τῶν ἀκμαζόντων σῶμα. τὸ δοὐχ οὕτως ἔχει. τῷ γὰρ ἀσκήσαντι τὴν ἁφὴν ἐν διαφόροις ὕλαις διαγνωστικὴν εἶναι θερμότητος ἰσχυροτέρας τε καὶ ἀσθενεστέρας καὶ ἴσης εὖ οἶδὅτι καὶ τῶν παίδων ἴση γε φανεῖται κατὰ τὴν ἰσχὺν τῇ τῶν ἀκμαζόντων πλείων. δἄσκησις ἥδε· χρὴ γὰρ ἀπὸ τῶν ἐναργεστάτων ἄρξασθαι. τῶν βαλανείων ἐνίοτε θερμὸς οὕτως ἐστὶν ἀήρ, ὡς μηδένα φέρειν αὐτὸν ἀλλὰ καίεσθαι δοκεῖν, ἐνίοτε δοὕτω ψυχρός, ὡς ἱδροῦν μὴ δύνασθαι. καὶ μὴν καὶ ὅτι τρίτη τις ἄλλη παρὰ τάσδε κατάστασίς ἐστιν, ἧς μάλιστα χρῄζομεν, εὔκρατος, οὐδὲν δέομαι λέγειν. αἱ δαὐταὶ τρεῖς καταστάσεις ἐν τῷ τῆς κολυμβήθρας ὕδατι φαίνονται. καὶ γὰρ θερμὸν οὕτως, ὡς καίεσθαι πρὸς αὐτοῦ, καὶ ψυχρόν, ὡς μηδὲ θερμαίνεσθαι, καὶ εὔκρατον, ὡς συμμέτρως θερμαίνεσθαι, πολλάκις εὑρίσκεται. εἰ τοίνυν ἐροίμην σε, πότερόν ἐστι θερμότερον, ἆρά γε τὸ ὕδωρ τὸ εὔκρατον ἀὴρ εὔκρατος, οὐκ ἂν ἔχοις εἰπεῖν οὐδέτερον. ἀμφοῖν γὰρ ὄντων ὁμοίως ἡδέων τε καὶ συμμέτρων τῷ σώματι τὸ μὲν θερμότερον εἶναι λέγειν αὐτῶν, τὸ δὲ ψυχρότερον οὐδένα νοῦν ἔχειν ἡγοῦμαι. καὶ μὴν εἰ νοήσαις τὸ τῆς δεξαμενῆς ὕδωρ εἰς ἄκρον θερμότητος ἀφικνούμενον, ὡς ζεῖν, τὸν ἀέρα τελέως ἐκφλογούμενον, ὅτι πρὸς ἀμφοῖν· ὡσαύτως καυθήσῃ, πρόδηλον. εἰ δὲ δὴ καὶ νοήσαις αὖθις τὸ ὕδωρ οὕτω ψυχρόν, ὡς ἐγγὺς ἤδη πήξεως ἥκειν, τὸν ἀέρα τελέως ἐψυγμένον, ὡς ἐν τοῖς νιφετοῖς γίγνεται, δῆλον, ὡς καὶ πρὸς τούτων ἑκατέρων ὁμοίως ψυχθήσῃ τε καὶ ῥιγώσεις. οὐκοῦν καὶ θερμότητα καὶ ψῦξιν ἄκραν ὡσαύτως μὲν ἀέρι νοήσεις ἐγγιγνομένην, ὡς δαὔτως ὕδατι, καὶ τῶν ἄκρων ἑκατέρων τὸ μέσον ὁμοίως ἀμφοῖν ἐγγιγνόμενον. ὥστε καὶ τὸ μεταξὺ πάντων τῶν ἄκρων τε καὶ τοῦ μέσου κατά τε τὸ ὕδωρ καὶ τὸν ἀέρα τὰς αὐτὰς ὑπεροχάς τε καὶ διαστάσεις ἕξει, καὶ τοσούτῳ ποτὲ φήσεις εἶναι τοῦ μετρίου θερμότερον θάτερον, ὅσῳ θάτερον. οὕτω δὲ καὶ ψυχρότερον τοῦ μετρίου τοσούτῳ φήσεις εἶναί ποτε τὸ ὕδωρ, ὅσῳ καὶ τὸν ἀέρα, καίτοι τό γε τῆς προσβολῆς ἴδιον οὐ ταὐτὸν ἑκατέροις ἦν. οὐ γὰρ ὡσαύτως ὕδωρ εὔκρατον, ὡς ἀὴρ εὔκρατος προσπίπτει. καὶ τί δεῖ λέγειν ἐπὶ τῶν οὕτως ἀνομοίων; αὐτοῦ γὰρ τοῦ ἀέρος ὁμοίως ὄντος θερμοῦ διαφέρουσαι γίγνονται προσβολαὶ παρὰ τὸ ποτὲ μὲν οἷον ἀχλυώδη τε καὶ ἀτμώδη, ποτὲ δοἷον λιγνυώδη τε καὶ καπνώδη, ποτὲ δὲ καθαρὸν ἀκριβῶς ὑπάρχειν. ἐν πολλαῖς οὖν καὶ διαφερούσαις οὐσίαις ἰσότης γίγνεται θερμότητος ἐξαπατῶσα τοὺς ἀσκέπτους ὡς ἄνισος, ὅτι γε μὴ κατὰ πᾶν ὁμοία φαίνεται. λελογισμένου μήν ἐστιν ἀνδρὸς τοὺς λογισμοὺς οὓς εἴρηκα καὶ γεγυμνασμένου τὴν αἴσθησιν ἐν πολλῇ τῇ τῶν κατὰ μέρος ἐμπειρίᾳ τὴν ἰσότητα τῆς θερμότητος ἐξευρεῖν ἔν τε τοῖς παισὶ καὶ τοῖς ἀκμάζουσι καὶ μὴ τῷ τὴν μὲν ἐφὑγρᾶς οὐσίας φαίνεσθαι τὴν δἐπὶ ξηρᾶς ἐξαπατᾶσθαι. καὶ γὰρ λίθος ὕδατι δύναταί ποτε τὴν ἴσην δέξασθαι θερμασίαν, οὐδὲν διαφέρον, εἰ ξηρὸς μὲν λίθος ἐστίν, ὑγρὸν δὲ τὸ ὕδωρ. Οὕτως οὖν ἔμοιγε μυριάκις ἐπισκεψαμένῳ καὶ παῖδας καὶ νεανίσκους πολλοὺς καὶ μειράκια καὶ τὸν αὐτὸν παῖδα καὶ βρέφος καὶ μειράκιον γενόμενον, οὐδὲν μᾶλλον ἐφάνη θερμότερος οὔτε παιδὸς ἀκμάζων οὔτἀκμάζοντος παῖς. ἀλλ’,  ὡς εἴρηται, μόνον ἐν μὲν τοῖς παισὶν ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας προσβολή. πολὺ μὲν γὰρ τῆς τῶν παίδων οὐσίας ὑγρᾶς οὔσης ἐκτὸς ἀπορρεῖ, βραχὺ δὲ τῆς τῶν ἀκμαζόντων ξηρᾶς ὑπαρχούσης. οὐδέτερος οὖν αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ μὲν τῷ πλήθει τῆς διαπνοῆς, δὲ τῇ δριμύτητι· τὸ γὰρ ἔμφυτον θερμὸν παῖς ἔχει πλέον, εἴ γἐξ αἵματός τε καὶ σπέρματος γένεσις αὐτῷ, καὶ ἥδιον[, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας προσβολή].
§3–5
§3 Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ μόνη γνώμων ἐστίν, ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ καὶ λογισμός. εἰ μὲν γὰρ ξηρόν, πάντως καὶ σκληρόν. ἀλλὰ τοῦτο μὲν ἁφῇ αἰσθητόν· οὐ μὴν εἴ τι σκληρόν, εὐθὺς ἤδη καὶ ξηρόν. ἀχώριστος μὲν γάρ ἐστι ξηροῦ σώματος σκληρότης, οὐ μὴν ἰδία γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς ὑπὸ ψύξεως σκληρὸν ὥσπερ κρύσταλλος. ὅθεν οὐδεὐθὺς ἐπιχειρεῖν δεῖ τῇ τοῦ ὑγροῦ τε καὶ ξηροῦ διαγνώσει πρὶν ἐπισκέψασθαι, πῶς ἔχει ψυχρότητος θερμότητος. οὔτε γάρ, εἰ μετὰ ψυχρότητος ἄκρας σκληρόν, ἤδη τοῦτο καὶ ξηρόν, οὔτεἰ μετὰ θερμότητος σφοδρᾶς μαλακόν, εὐθέως ὑγρόν. ἀλλὅταν μετρίως θερμὸν , σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν ἐστιν σκληρόν. εἰ μὲν γὰρ μαλακόν, ὑγρόν, εἰ δὲ σκληρόν, ξηρόν. ἀλλεἴπερ ταῦθοὕτως ἔχει, τῶν ἐν ἀνθρώπου σώματι μορίων σκληρὸν οὐδὲν ἂν εἴη [ὑγρόν]. οὐ γὰρ ἐγχωρεῖ τοσαύτην· ἐν αὐτῷ γενέσθαι ψῦξιν, ὡς σκληρυνθῆναί τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν ἀφίξεταί ποτε, καθάπερ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι καὶ λιπαρόν, ῥυτὸν ὄν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ, πήγνυται, σκληρὸν μὴν οὐδοὕτω γίγνεται. Δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγρότατον μὲν πιμελή, δεύτερον δἐπαὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δαὐτοῦ πλείω· πρῶτον μὲν κυρίως ὀνομαζομένη σάρξ, ἣν οὐκ ἂν εὕροις καθἑαυτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δἑκάστου τῶν σπλάγχνων ἴδιος οὐσία. καλοῦσι δαὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος οὐκ εἰδότες, ὡς καθἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν καιρός. Ὅτι δαὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθὑγρότητα, τῇ μαλακότητι πάρεστι τεκμήρασθαι. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων ἐστὶ καὶ μυελὸς τὴν φύσιν, οὐ μὴν ὁμογενὴς καθἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους, οἱ δἄλλοι σύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα μόνον, ἀλλὰ καὶ ψυχρότερα καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυχρότερον. ἐγγυτάτω δἐστὶ δέρματος τῶν μαλακῶν νεύρων φύσις· δὲ τῶν σκληρῶν, οἷόνπερ αὐτὸ τὸ δέρμα, καθὑγρότητα δηλονότι καὶ ξηρότητα· θερμότητι γὰρ ἀπολείπεται τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος. δὲ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ ἥπατος σὰρξ ὑγροτέρα μὲν τοσούτῳ δέρματος, ὅσῳ καὶ μαλακωτέρα· θερμοτέρα δὅσῳ καὶ πολυαιμοτέρα. καὶ μὴν καὶ τῆς καρδίας σὰρξ ἁπάντων μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσονπερ καὶ σκληροτέρα· θερμοτέρα δοὐ τούτων μόνων, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν τοῦ σώματος μορίων. καί σοι καὶ τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει μαθεῖν ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ταῖς κατὰ τὸ στέρνον γιγνομέναις εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας καθέντι τοὺς δακτύλους· εὑρήσεις γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων θερμότερον. ἀλλ μὲν τοῦ ἥπατός τε καὶ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ πνεύμονος σὰρξ ἁπλῆ τὴν φύσιν ἐστὶ ταῖς καθἕκαστον σπλάγχνον ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις περιπεφυκυῖα. τῆς καρδίας δοὐχ ἁπλοῦν τὸ τῆς σαρκὸς εἶδος, ἀλλοἷαίπερ αἱ ἐν τοῖς μυσὶν ἶνές εἰσιν, αἷς σὰρξ περιπέπηγε, τοιαῦται κἀν τῇ καρδίᾳ. πλὴν οὐ ταὐτὸν γένος τῶν ἰνῶν, ἀλλαἱ μὲν ἐν τοῖς μυσὶν νεύρων εἰσὶ καὶ συνδέσμων μόρια. τῆς καρδίας δὲ τὸ τῶν ἰνῶν γένος ἴδιον ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας τε καὶ τῆς φλεβὸς χιτῶνος ἐντέρων τε καὶ γαστρὸς καὶ μήτρας καὶ τῶν κύστεων ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κἀν τούτοις ἅπασι τοῖς ὀργάνοις τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν. Αὗται μὲν οὖν αἱ σάρκες θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν, αἱ δἶνες, αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δἧττον, βραχὺ δέρματος ψυχρότεραί τεἰσὶ καὶ ξηρότεραι, τινὲς δὅμοιαι κατὰ πᾶν εἰσι τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν ἐγκέφαλόν τε καὶ τὸν νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι δέρματος, εἰς τοσοῦτον καὶ ξηρότεροι. καὶ οἱ τένοντες δέ, κἂν εἰ τῶν συνδέσμων εἰσὶ μαλακώτεροι, δέρματος γοῦν ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους εἰσὶ καὶ τι μέσον ἀμφοῖν σῶμα· καλοῦσι δαὐτὸ νευροχονδρώδη σύνδεσμον ἔνιοι τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο σύνδεσμος σκληρὸς καὶ χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων σκληρότατον, ὧν καλύπτει τὸ δέρμα, καὶ τῶν ἐξεχόντων αὐτοῦ ξηρότατον μὲν θρίξ, ἐφεξῆς δὲ κέρας, εἶτὄνυχές τε καὶ ὁπλαὶ καὶ πλῆκτρα καὶ ῥάμφη καὶ ὅσα τοιαῦτα καθἕκαστον τῶν ἀλόγων ζῴων ἐστὶ μόρια. Τῶν δὲ χυμῶν μὲν χρηστότατός τε καὶ οἰκειότατός ἐστι τὸ αἷμα. τούτου δοἷον ὑπόστασίς τις καὶ ἰλὺς μέλαινα χολὴ· ταῦτἄρα καὶ ψυχροτέρα τἐστὶ καὶ παχυτέρα τοῦ αἵματος· δέ γε ξανθὴ θερμοτέρα μακρῷ, ψυχρότατον δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζῴῳ τὸ φλέγμα. κριτήριον δὲ καὶ τῆς τούτου διαγνώσεως ἁφή, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ φύσεως ἀνθρώπου πεποίηται. ἀλλὅτι μὲν ψυχρόν, ἁφὴ μόνη διαγιγνώσκει· τὸ δὅτι καὶ ὑγρόν, ἁφή θἅμα καὶ ὄψις καὶ λογισμός, ἁφὴ μὲν καὶ ὄψις, ὅτι τοιοῦτον ἑκατέρᾳ φαίνεται, λογισμὸς δὲ διορισάμενος, ὡς οὐ πλήθει θερμότητος, ἀλλὑγρότητι συμφύτῳ τοιοῦτον ἐγένετο. περὶ μὲν οὖν τῶν κατὰ τὸ σῶμα μορίων τε καὶ χυμῶν ὧδἔχει.
§4 Περὶ δὲ τῶν ἑπομένων ταῖς κράσεσιν ἐφεξῆς χρὴ διελθεῖν. ἕπεται μὲν οὖν καὶ τὰ προειρημένα, μᾶλλον δἀχώριστα τελέως ἐστί, ξηρῷ μὲν σκληρότης, ὑγρῷ δὲ μαλακότης, ὅταν γε μετὰ χλιαρᾶς θερμότητος. ἀλλὰ καὶ παχύτητες ἕξεως καὶ λεπτότητες ἕπονται κράσεσιν, οὐ ταῖς συμφύτοις μόνον, ἀλλὰ κἂν ἐξ ἔθους μακροῦ τις ἐπίκτητος γένηται. πολλοὺς γὰρ καὶ τῶν φύσει λεπτῶν ἐθεασάμην παχυνθέντας καὶ τῶν παχέων λεπτυνθέντας τοὺς μὲν ἀργίᾳ τε καὶ τῷ ἁβροδιαίτῳ τὴν ὅλην κρᾶσιν ὑπαλλάξαντας ἐπὶ τὸ ὑγρότερον, τοὺς δἐν ταλαιπωρίαις πλείοσι καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ καταξηρανθέντας. εἰρήσεται δὲ καὶ τούτων τὰ γνωρίσματα. κάλλιον γὰρ ἡμᾶς αὐτοὺς ἔκ τινων σημείων ὁρμωμένους, πρὶν παρἑτέρου πυθέσθαι, δύνασθαι γνωρίζειν, εἰ φύσει τοιοῦτος ἦν ἄνθρωπος ἐξ ἔθους ἐγένετο. διδάσκαλος δὲ καὶ τούτων τῶν γνωρισμάτων, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, θαυμάσιος Ἱπποκράτης. Ὅσοι μὲν οὖν εὐρυτέρας ἔχουσι τὰς φλέβας, θερμότεροι φύσει, ὅσοι δὲ στενοτέρας, ψυχρότεροι. τοῦ θερμοῦ γὰρ ἔργον ἀνευρῦναί τε καὶ διαφυσῆσαι ταύτας· ὥστεὐλόγως εἰς ταὐτὸν ὡς τὸ πολὺ συντρέχει στενότης μὲν φλεβῶν ἕξει πιμελώδει τε καὶ παχυτέρᾳ, λεπτότης δἕξεως εὐρύτητι φλεβῶν. εἰ δἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς φλέβας εὐρείας ἔχοι, διἔθος οὗτος, οὐ φύσει πιμελώδης ἐγένετο· ὥσπερ εἰ καὶ στενὰς μὲν ἔχοι τὰς φλέβας, εἴη δἰσχνός, οὐδοὗτος ἐξ ἀνάγκης φύσει τοιοῦτος. κἀν τοῖσι  λιμαγχικοῖσι, φησί, τὰς μετριότητας ἀπὸ τούτων σκεπτέον, τῆς τῶν ἀγγείων εὐρύτητος δηλονότι καὶ στενότητος, οὐ τῆς ἄλλης ἕξεως ὅλου τοῦ σώματος. οἱ μὲν γὰρ στενὰς ἔχοντες τὰς φλέβας ὀλίγαιμοί τεἰσὶ καὶ μακρὰς ἀσιτίας οὐ φέρουσιν. ὅσοις δεὐρεῖαι καὶ πλῆθος αἵματος, τούτοις ἔνεστι καὶ χωρὶς βλάβης ἀσιτῆσαι. αἱ δαἰτίαι τῶν εἰρημένων ἤδη μὲν δῆλαι, κἂν ἐγὼ μὴ λέγω, τοῖς γε προσέχουσι τὸν νοῦν. ἐπεὶ δοὐ πάντες προσέχουσιν, ἀναγκαῖον ἤδη καὶ διἐκείνους εἰπεῖν, ὡς ὅσον ἐν αἵματι πῖόν τἐστὶ καὶ κοῦφον καὶ λεπτόν, ἐν μὲν τοῖς θερμοτέροις σώμασι τροφή τις γίγνεται τοῦτο τῷ θερμῷ, κατὰ δὲ τὰ ψυχρότερα διασώζεται, καὶ τῶν φλεβῶν ἔξω διηθούμενον, ἐπειδὰν μὲν ψυχροῖς περιπέσῃ μορίοις, οἷοίπερ οἱ ὑμένες εἰσίν, ἐκείνοις περιπήγνυται, κατὰ δὲ τὰ φύσει θερμότερατοιαῦτα δἐστὶ δηλονότι τὰ σαρκώδηδαπανᾶταί τε πρὸς τοῦ θερμοῦ καὶ διαφορεῖται, πλὴν εἴ ποτε πρὸς τῷ ψυχροτέρῳ τῆς κράσεως ἔτι καὶ τὸ τῆς διαίτης ἀταλαίπωρον ἐπιθρέψειέ τι καὶ αὐτοῖς τοῖς σαρκώδεσι μορίοις πιμελῆς. οὕτω τοι καὶ τὰ φωλεύοντα ζῷα πολλάκις εὑρίσκεται πιμελωδέστερα καὶ γυναῖκες ἀνδρῶν, ὅτι καὶ τῇ κράσει ψυχρότερον ἄρρενος τὸ θῆλυ καὶ οἰκουρεῖ τὰ πολλά. Ὅσαι μὲν οὖν ἕξεις σωμάτων εὔκρατοί τεἰσὶ φύσει καὶ πονοῦσι τὰ μέτρια, ταύτας ἀναγκαῖον εὐσάρκους γίγνεσθαι, τουτέστι πάντη συμμέτρους· ὅσοις δὲ τὸ μὲν ὑγρὸν αὔταρκες, ἀπολείπεται δοὐ πολλῷ τῆς ἄκρας συμμετρίας τὸ θερμόν, οὗτοι πολύσαρκοι γίγνονται. πολύσαρκοι δὲ καὶ ὅσοι φύσει μὲν εὔκρατοι, ῥᾳθύμως δὲ καὶ ἀπόνως βιοῦσιν. εἴρηται γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς τῶν παλαιῶν, ὡς ἐπίκτητοι φύσεις εἰσὶ τὰ ἔθη, καὶ οὐδὲν ἴσως δεήσει τοῦθἅπαξ εἰρηκότας νῦν μηκέτι διορίζεσθαι καθἕκαστον κεφάλαιον, εἴτε φύσει ψυχρότερος εἴτἐξ ἔθους ὅδε τις, ἀλλὰ τοῦτο μὲν ἀπολιπεῖν τοῖς ἀναγιγνώσκουσιν, αὐτὸν δὲ βραχυλογίας ἕνεκα τὰς οἰκείας ἑκάστῃ τῶν κράσεων ἕξεις τοῦ σώματος ἐπελθεῖν. εἰσὶ δή τινες ἰσχνοί θἅμα καὶ φλέβας ἔχοντες μικράς, ἀλλεἰ τέμοις ἐξ αὐτῶν ἡντινοῦν, προπίπτει πιμελή, δῆλον ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον μὲν οὖν ἐπἀνδρῶν τὸ τοιοῦτον, ἐπὶ δὲ γυναικῶν καὶ πάνυ πολλάκις εὑρισκόμενον. ἐστὶ γὰρ καὶ φύσεως ψυχροτέρας καὶ ἀργοτέρου βίου τὸ τοιοῦτον γνώρισμα. πιμελὴ μὲν γὰρ ἀεὶ διὰ ψῦξιν ἕξεως γίγνεται· πολυσαρκία δὲ πλήθους αἵματος ἔκγονος, εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως ἔχουσι πλείονα τῶν εὐσάρκων· οὐ μὴν ἀνάλογον ἀεὶ ταῖς σαρξὶν πιμελὴ συναύξεται, ἔστι γὰρ ἰδεῖν τῶν παχέων τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας, ἐνίοις δὁμοίως ἄμφω συνηυξημένα. οἷς μὲν οὖν ὁμοίως ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ τὴν εὔκρατον φύσιν, ὅσῳ καὶ ψυχρόν. οἷς δ πιμελὴ πλείων, τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν ἤπερ τὸ ὑγρόν, ὥσπερ οἷς σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος πλείων, οὐ μὴν καὶ ψῦξις. ὅταν γὰρ ἐν τοῖς οἰκείοις ὅροις μένοντος τοῦ θερμοῦ προσγένηταί τις αἵματος χρηστοῦ περιουσία, πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δὅσῳ χρὴ πλέον εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν οὐχ οἷόν τε μηνῦσαι καὶ σταθμῷ, λόγῳ δἐγχωρεῖ διελθεῖν. ὡς ἐπειδὰν μήπω νοσῶδες μηδὲν γένηται τῷ τοῦ ζῴου σώματι σύμπτωμα παχυνομένῳ, τὸ πλῆθος τῆς ὑγρότητος τηνικαῦτα τῶν τῆς ὑγιείας ὅρων ἐντός ἐστιν. ἐπιδέδεικται γὰρ ἡμῖν καὶ διἄλλων, ὡς ἀναγκαῖόν ἐστιν οὐ σμικρὸν ὑποθέσθαι πλάτος τῆς ὑγιεινῆς καταστάσεως· ἀλλὰ καὶ νῦν φαίνεται σχεδὸν ἐν ὅλῳ τῷ λόγῳ τὴν μὲν εὔκρατόν τε καὶ μέσην φύσιν οἷον κανόνα τινὰ τῶν ἄλλων ἀεὶ τιθεμένων ἡμῶν, ὅσαι δἐφἑκάτερα τῆσδε, δυσκράτους ἀποφαινόντων· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ τὸ μᾶλλόν τε καὶ ἧττον ὑγιεινὴ κατάστασις ἐδέχετο. ἄλλη μὲν γάρ ἐστιν ὑγιεινή, ἄλλη δ νοσώδης δυσκρασία· νοσώδης μὲν ἐπὶ πλεῖστον ἀποκεχωρηκυῖα τῆς εὐκράτου, ὑγιεινὴ δ ἐπὀλίγον. ὁρίσαι δοὐδἐνταῦθα μέτρῳ καὶ σταθμῷ τὸ ποσὸν ἐγχωρεῖ, ἀλλἱκανὸν γνώρισμα τῆς ὑγιεινῆς δυσκρασίας τὸ μηδέπω μηδεμίαν ἐνέργειαν τοῦ ζῴου βεβλάφθαι σαφῶς. ὅσον δοὖν μεταξὺ τοῦ τἄκρως ἐνεργεῖν καὶ τοῦ βεβλάφθαι σαφῶς ἐνέργειαν ὑπάρχει, τοσοῦτον καὶ τῆς ὑγιείας τὸ πλάτος ἐστὶ καὶ τῆς καταὐτὴν δυσκρασίας. τούτῳ δἐφεξῆς ἐστιν νοσώδης δυσκρασία, ὅταν γε διὰ δυσκρασίαν νοσῇ τὸ ζῷον· οὐ γὰρ δὴ διὰ ταύτην γε μόνην ἀλλὰ καὶ κατἄλλας διαθέσεις οὐκ ὀλίγας, ὑπὲρ ὧν ἐν τοῖς περὶ τῆς τῶν νοσημάτων διαφορᾶς λογισμοῖς ἐπὶ πλέον εἰρήσεται. Νυνὶ δὲ πάλιν ἀναληπτέον τὸν ἐξ ἀρχῆς λόγον. ὡς γὰρ τοῦ συμφύτου θερμοῦ τὴν ἀρίστην εὐκρασίαν φυλάττοντος αὐξηθὲν τὸ ὑγρὸν ἐν ὅροις ὑγιεινοῖς οὐ πιμελώδη τὸν ἄνθρωπον, ἀλλὰ πολύσαρκον ἀποδείκνυσι συναυξανομένης μὲν ἐπὀλίγον καὶ τῆς πιμελῆς, ἀλλὰ πολλῷ πλείονι μέτρῳ τῆς σαρκός, οὕτως αὖ πάλιν, εἰ καὶ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀκριβῆ τὴν πρὸς ἄλληλα φυλάττοι συμμετρίαν, ἧττον δεἴη θερμὸς ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον πολύσαρκον γενέσθαι τούτῳ τὸ σῶμα. εἰ δαὖ πάλιν αὐξηθείη τὸ θερμόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον ἀπολείπεται τούτῳ τὸ σῶμα πιμελῆς σαρκός· ὥσπερ εἰ καὶ κρατήσαι ποτὲ τὸ ξηρόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, ἰσχνότερόν θἅμα καὶ σκληρότερον ἔσται τὸ σῶμα. ταῦτεἴρηταί μοι καὶ ἤδη δῆλον, ὡς οὐ λόγῳ μόνον ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζῴων ὑπάρχουσαι σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν ἐστιν οὐκ ἐν θερμότητι καὶ ψυχρότητι καὶ μαλακότητι καὶ σκληρότητι μόνον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις τῆς ἕξεως ὅλου τοῦ σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ λεπτότητά τε καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη λεγέσθω.
§5 Δασεῖα μὲν θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν, ἀλλαὕτη μὲν ἐσχάτως· μετρίως δ θερμὴ μέν, σύμμετρος δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὥσπερ γε καὶ ξηρὰ μέν, εὔκρατος δέ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν· ἔστι γὰρ καὶ ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι κράσεις, εἴτοὖν ἀμέτρως ἔχοιεν ὑγρότητος εἴτε μετρίως. ἀλλἐσχάτως μὲν ἄτριχος ψυχρὰ καὶ ὑγρὰ κρᾶσις [ἐστίν], ἔλαττον δὲ ταύτης ψυχρά θἅμα καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, ἔτι δἔλαττον ψυχρὰ θἅμα καὶ ξηρά. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν ἐστι καὶ φῦναι καὶ τραφῆναι καὶ αὐξηθῆναι, κατὰ τὸν αὐτὸν λόγον κἀν τῷ δέρματι ταῖς θριξίν. ἔχει δοὐχ οὕτως· γῆ μὲν γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δὡς δέρμα· καὶ τοίνυν τὸ μὲν ἐν γῇ ξηρὸν ἄνικμον ἐσχάτως ἐστί, τὸ δἐν ἀνθρώπου σώματι καὶ τῶν ὁμοίων ἀνθρώπῳ ζῴων οὔτἄνικμον ἐπιτήδειόν τε καὶ μάλιστα πάντων εἰς γένεσιν τριχῶν. ἐκ μὲν γὰρ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων, οἷον ὀστρέων καὶ καράβων καὶ καρκίνων, ὅσα τε φολιδωτὰ τῶν ζῴων ἐστίν, ὥσπερ οἱ ὄφεις, λεπιδωτά, καθάπερ οἱ ἰχθύες, οὐκ ἂν δύναιτο φύεσθαι θρίξ. ὄντως γάρ ἐστι τὰ τούτων δέρματα τελέως ξηρὰ δίκην ὀστράκου τινὸς πέτρας. ἐκ μέντοι τῶν μαλακοδέρμων, οἷόνπερ καὶ ἄνθρωπός ἐστιν, ὅσῳπερ ἂν ξηρότερόν τε καὶ θερμότερον τὸ δέρμα, τοσούτῳ μᾶλλον ἐγχωρεῖ φύεσθαι τρίχας. ἵνα γάρ, ὡς ἐκεῖνοι προκαλοῦνται, τῷ τῆς γῆς ἑπώμεθα παραδείγματι, τὰς πόας οὔτἐν ξηρᾷ πάνυ καὶ αὐχμώδει φύεσθαι δυνατὸν οὔτἐν ὑγρᾷ καὶ τελματώδει, ἀλλἐπειδὰν μὲν ἄρχηται δαπανᾶσθαι τὸ περιττὸν τῆς ὑγρότητος, ἐκφύονται τῆς γῆς· αὐξάνονται δἐπὶ πλέον, ὅταν καὶ ἥδε ξηραίνηται, μετρίως μὲν ἐν τῷ ἦρι, τάχιστα δὲ καὶ μέχρι πλείστου κατὰ τὴν ἀρχὴν τοῦ θέρους, ἀποξηραίνονται δὲ τελέως αὐανθείσης τῆς γῆς ἐν μέσῳ τῷ θέρει. καί σοι πάρεστιν, εἰ βούλει, καὶ νῦν, ὥσπερ που κἀν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὸ μὲν ἔαρ, ὅτι τῶν ὡρῶν εὐκρατότατόν ἐστιν, εἰκάζειν εὐκράτου δέρματος φύσει καὶ μάλιστά γε τὰ μέσα τῆς ὥρας τῆσδε. τηνικαῦτα γὰρ οὖν καὶ γῆ μέση πως ὑγρότητός τε καὶ ξηρότητός ἐστιν. ὅσα δὲ τῷ θέρει συνάπτει τῆς ἠρινῆς ὥρας, ταῦτἤδη ξηροτέραν ἔχει τοῦ συμμέτρου τὴν γῆν, ἔτι δὲ μᾶλλον ἀρχομένου θέρους. τοίνυν λέγω δέρμα θερμὸν καὶ ξηρόν, εἰκάζοις ἂν μάλιστα τῇ τῆς γῆς διαθέσει τῇ γιγνομένῃ τελευτῶντος ἦρος ἀρχομένου θέρους. μεσοῦντος γὰρ θέρους ἄκρως ξηρὰ  γίγνεται τοῖς τῶν ὀστρακοδέρμων ὁμοίως, οὐ μὴν ἀνθρώπων γσυῶν ὄνων ἵππων ἄλλου του τῶν τριχωτῶν ζῴων. ὥστ’, εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ δέρμα, καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς ἡμῶν ἔμπροσθεν εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς ὑπὸ τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν γὰρ τῷ θερμῷ καὶ ξηρῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ζῴου τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων ποιούμενοι. διαπνεῖται μὲν γὰρ ἀεί τι καθἕκαστον δέρμα [ὑπὸ] τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος οὐκ ὀλίγον. ἀλλἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ ἀκριβῶς μαλακόν, οἷος νεωστὶ πηγνύμενος τυρός, οὐχ ὑπομένουσιν αἱ τῶν διεκπεσόντων ὁδοί, τῶν τέως διεστηκότων αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δἤδη σκληρὸν ὑπάρχει πεπηγότι παραπλήσιον τυρῷ, κατατιτρᾶται μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δὑπὸ ξηρότητος οὐ δυνάμενον ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ καὶ μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαρρεόντων. ἐὰν μὲν οὖν τὸ διαρρέον ἀτμὸς ὑγρὸν εἰλικρινὲς , τῷ μὲν ἀτμῷ ταχεῖά τἐστὶ καὶ ἀκώλυτος φορά· τὸ δὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις καί τι καὶ παλινδρομεῖν αὖθις πρὸς τὸ βάθος ἀναγκάζεται. εἰ δοἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἀναθυμίασις εἴη, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν διεξόδων σφηνωθείσῃ μήτεἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι μήτε κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν ἐκ τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω καὶ ταύτην αὖθις ἑτέρα κἀκείνην ἄλλη καὶ πολλὰς αἰθαλώδεις οὕτω μοι νόει σφηνουμένας ἐπἀλλήλαις ἀναθυμιάσεις ἐν τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι καί τι ποιεῖν ἓν σῶμα τοιοῦτον, οἷον ἐκτὸς λιγνύς ἐστι, πλὴν ὅσῳ πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ πάντα τὸ τοιοῦτον σῶμα, τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων οὐκ ἐχόντων διέξοδον ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν ἀναγκάζεται τοῦ δέρματος ἱμαντῶδες ἤδη γεγονός. ἔοικε δαὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ τινὶ πόας φυτοῦ, τὸ δἐξέχον ἤδη τοῦ δέρματος οἷόνπερ αὐτὸ τὸ φυτόν. θρὶξ δἐστὶ μέλαινα μέν, ὅταν ὑπὸ ῥώμης τοῦ θερμοῦ συγκαυθείσης τῆς ἀναθυμιάσεως ἀκριβὴς λιγνὺς γένηται τὸ περίττωμα, ξανθὴ δ’, ὅταν ἧττον κατοπτηθῇ. ξανθῆς γὰρ χολῆς τηνικαῦτἐστὶν ἰλυῶδες περίττωμα τὸ σφηνωθέν, οὐ μελαίνης. δὲ λευκὴ θρὶξ ἔκγονος φλέγματος, πυρρὰ δ’, ὥσπερ τῇ χρόᾳ μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω καὶ τῇ γενέσει μεταξὺ φλεγματώδους τε καὶ χολώδους ἰλύος. οὖλαι δὲ τρίχες διὰ τὴν ξηρότητα τῆς κράσεως διὰ τὸν πόρον, ἐν κατερρίζωνται, γίγνονται, διὰ μὲν τὴν ξηρότητα παραπλησίως ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν αὐτὰς τὰς τρίχας ὁρῶντας, εἰ πλησιάσειαν πυρί, παραχρῆμα διαστρεφομένας; οὕτω μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων ἐν οἷς ἐρρίζωνται φύσει κατὰ τάδε. πολλάκις μὲν ἀναθυμίασις εὐθυπορεῖν ὑπἀρρωστίας ἀδυνατοῦσα, καθὃν ἂν αὐτὴ τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν. ἐνίοτε δ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ τῆς τοῦ δέρματος φύσεως σκληροτέρας τοῦ προσήκοντος οὔσης εἰργομένη φέρεσθαι καθεὐθὺ πρὸς τὸ πλάγιον ἐπιστρέφεται, καθάπερ γε κἀκτὸς ἰδεῖν ἔστιν οὐ μόνον ἀτμὸν καπνὸν ἀλλὰ καὶ τὰς φλόγας αὐτάς, ὅταν ἀποκλεισθῶσι τῆς ἄνω φορᾶς, λοξὰς ἐφἑκάτερα μέρη σχιζομένας. οὕτως οὖν καὶ ἐκ τοῦ σώματος ἀναθυμίασις, ὅταν εἰρχθῇ κατά τι καὶ κωλυθῇ φέρεσθαι πρόσω, λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον ὁδοποιεῖται, μέχρι περ ἂν ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί τε καὶ ἀναπνεύσῃ πρὸς τοὐκτός. ἐνίοτε δἅμἀμφοῖν συνδραμόντων, ἀρρώστου τε τῆς πρώτης ἀναθυμιάσεως, τὸν πόρον ἐδημιούργησε, καὶ ξηροῦ τοῦ δέρματος, λοξότης γίγνεται ταῖς ῥίζαις τῶν τριχῶν. οἷαι δἂν ἐν τῇ ῥιζώσει διαπλάττωνται, τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός. οὐδὲ γὰρ οὐδἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων εὐθῦναι δυνατὸν ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν οὖν γένεσις τῶν τριχῶν. Ἐφεξῆς δἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν συμβεβηκότων ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς καθἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι μὲν οὖν καὶ Ἄραβες καὶ Ἰνδοὶ καὶ πᾶν τὸ ξηρὰν καὶ θερμὴν χώραν ἐποικοῦν ἔθνος μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δἔμπαλιν τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν ἐποικοῦσιν, Ἰλλύριοί τε καὶ Γερμανοὶ καὶ Δαλμάται καὶ Σαυρομάται καὶ σύμπαν τὸ Σκυθικὸν εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας καὶ πυρράς· ὅσοι δἐν τῷ μεταξὺ τούτων εὔκρατον νέμονται γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας καὶ μελαίνας μετρίως καὶ παχείας συμμέτρως καὶ οὔτἀκριβῶς οὔλας οὔτἀκριβῶς εὐθείας. οὕτω δὲ κἀν ταῖς ἡλικίαις βρέφεσι μέν, οἷαίπερ αἱ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ [οἷαι] τοῖς Αἰθίοψιν, ἐφήβοις δὲ καὶ παισὶ τοῖς εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν ἀνάλογον αἱ τρίχες ἔχουσιν ἰσχύος τε καὶ πάχους καὶ μεγέθους καὶ χρόας. Οὕτω δὲ καὶ καταὐτὰς τῶν σωμάτων τὰς φύσεις ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖδες μὲν οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε πόρος αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα μήτε λιγνυώδη περιττώματα. προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς καὶ ἀσθενεῖς, ἀκμάζοντες δἰσχυροτέρας καὶ πολλὰς καὶ μεγάλας καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη πόρων ἐν αὐτοῖς ἐγένετο καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν εἰσι περιττωμάτων ὑπὸ ξηρότητός τε καὶ θερμότητος· αἱ δἐν τῇ κεφαλῇ τε καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα καὶ παισὶν οὖσιν ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ ταύταις οὐχ οἵα ταῖς πόαις, ἀλλοἵα τοῖς φυτοῖς κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἀπειργασμέναις, οὐκ ἐξ ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν, ὡς κἀν τοῖς Περὶ χρείας μορίων δείκνυται. ἀλλά τοι κἀν ταῖσδε τὸ μὲν εἶναι διὰ τὴν τῆς φύσεως τέχνην, τὸ δἤτοι μελαίναις πυρραῖς τινἄλλην ἐχούσαις διαφορὰν ἐξ ἀνάγκης ἕπεται τῇ κράσει τῆς ἡλικίας. ὑπόπυρροι μὲν γάρ εἰσι τοὐπίπαν, ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις οὐδέπω μέλαν ἐστίν· τε γὰρ ὑγρότης πολλὴ καὶ διέξοδος ῥᾳδία καὶ σύγκαυσις ἀσθενής· εὐαυξεῖς δὲ καὶ παχεῖαι συμμέτρως τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων ἀφθονίᾳ. τὸ μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν γίγνονται, ξηρόν· ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ δὲ περικείμενον αὐτῷ δέρμα ξηρότερον τοσούτῳ τοῦ κατὰ τὸ λοιπὸν σῶμα δέρματος ἅπαντος, ὅσῳπερ καὶ σκληρότερον. ἀναφέρεται μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν ἐγκέφαλον, ἤδη δὲ κἀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττωμάτων, ὥσθοἷον τοῖς ἀκμάζουσιν ὅλον γίγνεται τὸ σῶμα, τοιοῦτον ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσιν. Εὐλόγως οὖν ἔνιοι φαλακροῦνται τοῦ χρόνου προϊόντος, οἷς ἐξ ἀρχῆς ἦν ξηρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμπροσθεν, ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια. γίγνεται δὲ πολλοῖς ὀστρακῶδες τὸ δέρμα πλέον δεῖ ξηρανθέν. ἐν τοιούτῳ δοὐδὲν φύεσθαι δύναται, καθότι καὶ διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ τῶν χειρῶν τὰ ἔνδον ὥσπερ γε καὶ τὰ κάτω τῶν ποδῶν ἄτριχα καὶ ψιλὰ ξηρότητί τε καὶ πυκνότητι τοῦ καταὐτὰ τένοντος, ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δεἰς τέλος ξηρότητος οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄρρωστοι τούτοις γίγνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς ὀνομάζουσιν οἱ ἄνθρωποι πολιάς, ἄρρωστοι μὲν ἐνδείᾳ τῆς οἰκείας τροφῆς, λευκαὶ δέ, διότι καὶ τὸ τρέφον αὐτὰς τοιοῦτον οἷον εὐρώς τις φλέγματος ἐν χρόνῳ διασαπέντος. ὅταν γὰρ μὲν πόρος ἔτι μένῃ, τὸ περίττωμα δὀλίγον καὶ γλίσχρον, ἀρρώστως δὑπὸ τῆς θερμασίας ὠθῆται πρόσω, πάσχει τι παραπλήσιον ἐν τῷδε σηπεδόνι καὶ δὴ φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα γηρῶντες οἱ ἄνθρωποι, πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλλον, ὅτι τὸ μὲν ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς κεφαλῆς· ἐπὶ γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι δὑγρότεροι· μύες γὰρ ἐνταῦθεἰσὶν ὑπὸ τῷ δέρματι μεγάλοι, σαρκώδης δὲ πᾶς μῦς, δὲ σὰρξ ὀστοῦ καὶ δέρματος ὑγροτέρα.
§6
§6 Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι καὶ σφαλέντες, οἷα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων ἰατρῶν εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρός, εὐθὺς τοῦτον οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν. οὐ γὰρ δὴ ἁπλῶς οὕτως εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα τῶν μὲν ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ καὶ οὐκ ὀλίγων τούτων ἀνωμάλως διάκειται. τὰ μὲν γάρ τινα τῶν μορίων αὐτοῖς ὑγρότερα τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μάλιστα τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν. εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶν ἁπάσας τε τῶν μορίων ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ πλάτει καὶ βάθει, δύναιτἂν ὅλον ὁμοίως κεκρᾶσθαι τὸ τοιοῦτον. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον καὶ ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ σμικρὰ τὰ κατὀσφὺν καὶ σκέλη λεπτά, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον ἅπασι τοῖς μορίοις; οὐ μὴν οὐδεἰ τὰ μὲν σκέλη παχέα καὶ τὰ κατὀσφὺν εὐρέα, τὸν θώρακα δἔχει στενόν, οὐδὲ τοῦτἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις. ἕτερα δὲ σώματα μεγίστην ἔχει τὴν κεφαλήν, ἕτερα δὲ σμικράν, οἵανπερ οἱ στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισά, τὰ δὲ ῥαιβά, καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνά, τὰ δὲ παχέα, καὶ θώραξ τοῖς μέν, ὡς εἴρηται πρόσθεν, εὐρύς, ἐνίοις δὲ στενὸς οὕτως ὡς σανίς, οὓς δὴ καὶ σανιδώδεις ὀνομάζουσιν. ὅταν δὲ καὶ τὰ κατὠμοπλάτας αὐτοῖς ἄσαρκα τελέως καὶ γυμνὰ καὶ προπετῆ δίκην πτερύγων, ὀνομάζονται μὲν αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις, εἰς ὅσον δἥκουσι κακίας ἀπολωλεκότος τοῦ θώρακος ὀλίγου δεῖν ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν, ἐν πνεύμων τε καὶ καρδία τέτακται, πρόδηλον παντί. μυρίαι δἄλλαι τῶν τοῦ σώματός εἰσι μορίων προδήλως αἱ διαθέσεις, ὅταν ἐκτραπόμενον τῆς φυσικῆς ἀναλογίας εἰς ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς ἐν τῷ κυΐσκεσθαι μεταπέσῃ. οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός. Οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες ἁπλῶς ἀποφαίνονται περὶ πάντων, ἀλλἐκ τῆς πείρας καὶ οἵδε διδαχθέντες. εἰ μέν τις ἱκανῶς εἴη δασὺς τὰ στέρνα, θυμικὸν ἀποφαίνονται, μηροὺς δεἴπερ εἴη τοιοῦτος, ἀφροδισιαστικόν· οὐ μὴν τήν γαἰτίαν προστιθέασιν. οὐδὲ γὰρ ὅτι λέοντι μὲν ἐμφερὴς τὰ στέρνα, τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν φῶσι, τὴν πρώτην αἰτίαν ἐξευρήκασι. διὰ τί γὰρ μὲν λέων θυμικός, δὲ τράγος ἀφροδισιαστικός, λόγος ἐξευρεῖν ἐπιζητεῖ. μέχρι γὰρ τοῦδε τὸ μὲν γιγνόμενον εἰρήκασι, τὴν δαἰτίαν αὐτοῦ παραλελοίπασιν. ἀλλ φυσικὸς ἀνὴρ ὥσπερ τῶν ἄλλων ἁπάντων οὕτω καὶ τὰς τούτων αἰτίας ἐξευρίσκειν ἐπιχειρεῖ. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ τὰς τῶν μορίων κράσεις οὐ λέων μόνον καὶ τράγος ἀλλὰ καὶ τῶν ἄλλων ζῴων πάμπολλα, διὰ τοῦτἄλλα πρὸς ἄλλας ἐνεργείας ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει καλῶς ἐπὶ πλεῖστον εἴρηται. τὸ δοὖν εἰς τὰ παρόντα χρήσιμον ἤδη φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις, ἕκαστον τῶν μορίων ἐξετάζοντα καθἑαυτό, καὶ μὴ νομίζειν, εἴ τῳ δασὺς θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα ξηρότερόν τε καὶ θερμότερον ὑπάρχειν, ἀλλἐν τῇ καρδίᾳ τὸ θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δἐνίοτε διαὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν γὰρ ὅλου τοῦ σώματος κρᾶσίς ἐστιν ὁμαλή, εὐθὺς ἂν εἴη τούτοις αὐτός τε σύμπας θώραξ εὐρύτατος αἵ τε φλέβες εὐρεῖαι καὶ αἱ ἀρτηρίαι μεγάλαι θἅμα καὶ μέγιστον καὶ σφοδρότατον σφύζουσαι καὶ τρίχες πολλαὶ καθὅλον τὸ σῶμα καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς ἔχωσι τῆς κράσεως, ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις τὸ σῶμα καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον ὥσπερ καὶ δασύτερον. οὕτω δὲ κἂν εἰ τἀναντία περὶ τὸν θώρακα συμπέσοι, τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι, τουτέστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν μορίων γενομένων, μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξὶ καὶ μάλιστἐν νεότητι καὶ οὐ φαλακροῦνται γηρῶντες, εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ σμικρὰς καὶ ἀδήλους ἔχοντες τὰς φλέβας καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν ἄρρωστοι καὶ ἀδιάρθρωτοι τὰ κῶλα καὶ βλαισοὶ γίγνονται. διαφόρου μέντοι τῆς κράσεως ἐν τοῖς μορίοις ἀπεργασθείσης, οὐκέτἐξ ἑνὸς αὐτῶν οἷόν τε περὶ τοῦ σύμπαντος ἀποφαίνεσθαι σώματος, ἀλλἄμεινον ἐφἕκαστον ἰέναι καὶ σκοπεῖσθαι, πῶς μὲν γαστὴρ ἔχει κράσεως, ὅπως δ πνεύμων, ὅπως δ ἐγκέφαλος ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθἑαυτό. Ταυτὶ μὲν οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γὰρ ἔστιν οὔθἁψάμενον οὔτὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν τὴν κρᾶσιν αὐτῶν. προσεπισκέπτεσθαι δὲ καὶ τὰς τῶν περιεχόντων αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι τὸ δέρμα, κατὰ μὲν τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν ἐνδεικνύμενον τῶν ὑποκειμένων μορίων τὴν φύσιν οὐδἐν ταύτῃ πάντων ἁπλῶς, ἀλλὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει τῷ δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται τὸ θερμὸν ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον, τῶν δεἰς τὸ δέρμα προελήλυθεν ὑπὸ τοῦ περιέχοντος θάλπους ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οἷόν τε γνῶναι σαφῶς ὑπὲρ τῆς τῶν ἐντὸς μορίων κράσεως. ἀνώμαλος γὰρ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις χώραις οὐχ ὡσαύτως ἐχόντων τῶν τἔξωθεν μορίων καὶ τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν· ὅσον δἔμφυτον θερμόν, εἰς τὰ σπλάγχνα καταπέφευγεν ἅμα τῷ αἵματι κἀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου καὶ ζέοντος αὐτοῦ θυμικοὶ καὶ θρασεῖς καὶ ὀξύρροποι ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι καὶ ὅλοις τοῖς κατὰ μεσημβρίαν μὲν τοῦ δέρματος φύσις, ὡς ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους καὶ τῆς ἐμφύτου θερμασίας ἔξω φερομένης διακεκαυμένη, σκληρὰ καὶ ξηρὰ καὶ μέλαινα. τὸ δὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος ἥκιστα μετέχει, θερμὸν δἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ. Καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους ἐπὶ πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν, εἴπερ τῳ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθἕκαστον σῶμα, πότερον οἰκείῳ θερμῷ θερμόν ἐστιν ἐπικτήτῳ. πάντα γοῦν τὰ σηπόμενα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δοἰκείῳ καὶ τὰ τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν σώματα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δοἰκείῳ, καὶ παρἡμῖν δὲ κατὰ μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλέον, τὸ δἐπίκτητον ἔλαττον, ἐν δὲ τῷ θέρει τὸ μὲν ἐπίκτητον πλέον, ἔλαττον δὲ τὸ σύμφυτον. ἅπαντοὖν ταῦτα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς διαγνώσεσθαι κρᾶσιν. οὐ γὰρ [δὴ] ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον, ἤδη θερμότερος ἄνθρωπος ὅλος, ἀλλεἰ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων. εἰ γὰρ μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπὶ πλέον, δἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ χρῶμα τῷ δὲ λευκότερον. ἀλλοὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης κράσεως ὑπάλλαξιν. αὐτὸ γὰρ τὸ δέρμα ξηρότερον μὲν ἡλιούμενον, ὑγρότερον δἔσται σκιατραφούμενον. φυσικὴ δοὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις οὔθἥπατος οὔτε καρδίας οὔτε τῶν ἄλλων σπλάγχνων. Ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν, ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως τὰ γνωρίσματα, οἷον τῆς μὲν γαστρός· εἰ πέττει καλῶς, εὔκρατος, εἰ δοὐ πέττει καλῶς, δύσκρατος. ἀλλεἰ μὲν κνισσώδεις τινὰς καπνώδεις ἐργάζοιτο τὰς ἐρυγάς, ἄμετρον αὐτῇ καὶ πυρῶδες τὸ θερμόν, εἰ δὀξείας, ἄρρωστόν τε καὶ ἀσθενές. οὕτω δὲ  καὶ τὰ μὲν βόεια κρέα καὶ πάντα τὰ δυσκατέργαστα τῶν καλῶς πεττόντων ἄμετρον τὸ θερμόν, ἀσθενὲς δὲ τῶν ταῦτα μὲν ἀπεπτούντων, ἰχθῦς δὲ πετραίους τι τοιοῦτον πεττόντων. ἐπισκέπτεσθαι δἐνταῦθα πάλιν, εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα τὸ σύμπτωμα γίγνεται τῇ γαστρί. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ τῆς κεφαλῆς, ξανθὴ δἄλλοις ἐξ ἥπατος εἰς τὴν γαστέρα καταρρεῖ χολή, σπάνιον μὲν δὴ τοῦτο καὶ ὀλιγίστοις συμβαίνει. παμπόλλοις δἐκ τῆς κεφαλῆς κατέρχεται φλέγμα καὶ μάλιστἐν Ῥώμῃ τε καὶ τοῖς ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι καὶ τὸ σπάνιον ἐπιβλέπειν χρὴ καὶ μηδὲν ἐν παρέργῳ τίθεσθαι μηδἀμελεῖν. οἶδα γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν ἀνθρώποις ἀθροιζομένην ἐν τῇ γαστρὶ χολὴν παμπόλλην ξανθήν, ἣν ἐδέοντο πρὸ τῶν σιτίων ὕδωρ πολὺ πιόντες οἶνον ἐξεμεῖν. εἰ δ’. ἥψαντό ποτε σιτίων, πρὶν ἐμέσαι, διέφθειρόν τε ταῦτα καὶ τὴν κεφαλὴν ὠδυνῶντο καὶ τούτους ᾤοντό τινες εἶναι χολώδεις φύσει. καίτοι μαλακοί τἦσαν ὅλον τὸ σῶμα καὶ λευκοὶ καὶ ἄτριχοι καὶ πιμελώδεις καὶ ἄφλεβοι καὶ ἄμυοι καὶ ἄναιμοι καὶ ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας οἶδα μηδεπώποτε μὲν ἐμέσαντας χολὴν ξανθήν, ἰσχνοὺς δὲ καὶ δασεῖς καὶ μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς ἱκανῶς, εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ φιλόσοφος Εὔδημος. Ἀλλἐνταῦθα καὶ ἀνατομικόν τι θεώρημα συνέπεσεν, μὴ γιγνώσκοντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ τῇ διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς πόρος, τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν διπλοῦς ἐστι, τοῖς δἁπλοῦς, ὡς κἀν ταῖς τῶν τετραπόδων ζῴων ἀνατομαῖς ἔνεστι θεάσασθαι. τὰ πολλὰ μὲν οὖν ἁπλοῦς ἐστιν εἰς τὸ μεταξὺ πυλωροῦ τε καὶ νήστεως ἐμφυόμενος, δὴ γαστρὸς ἔκφυσιν ὀνομάζουσιν, διπλοῦς γιγνόμενος εἰς μὲν τὴν ἔκφυσιν ἐμβάλλει θατέρῳ στόματι τῷ μείζονι, θατέρῳ δὲ τῷ μικροτέρῳ κατὰ τὸν πυθμένα μικρὸν ἄνω τοῦ πυλωροῦ. σπανιώτατα δέ ποτε τὸ μὲν ἄνω μέρος αὐτοῦ μεῖζον εὑρίσκεται, τὸ κάτω δἔλαττον. ἀλλἐφὧν γε μεῖζόν ἐστιν, ἐπὶ τούτων γαστὴρ ἐφἡμέραν ἐμπίπλαται χολῆς οὐκ ὀλίγης, ἣν ἐμεῖν τε δέονται πρὸ τῶν σιτίων καὶ βλάπτονται κατασχόντες. οἷς δὲ παντελῶς ἁπλοῦς ἐστιν πόρος, εἰς τὴν νῆστιν χολὴ τούτοις σύμπασα καταρρεῖ. πῶς οὖν χρὴ διαγιγνώσκειν αὐτούς; οὐ γὰρ δὴ ἀνατεμεῖν γε ζῶντας τοὺς ἀνθρώπους ἀξιῶ. πρῶτον μὲν ὅλῃ τοῦ σώματος τῇ κράσει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, δεύτερον δὲ τοῖς ὑπιοῦσι κάτω. χολώδη μὲν γὰρ ἄκρατα διὰ τῆς γαστρὸς ἐξεκενοῦτο συνεχῶς Εὐδήμῳ, διότι καὶ πολλὴν ἤθροιζε χολὴν καὶ οὐδὲν αὐτῆς εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖτο. τοῖς δἄλλοις, οἷς μὲν ἕξις φλεγματώδης, ἐμοῦσι δὲ χολήν, ἥκιστα διαχωρεῖται χολώδη· καὶ γὰρ ὀλίγον γεννᾶται τῆς ξανθῆς χολῆς αὐτοῖς καὶ πλεῖστον εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖται. τρίτον ἐπὶ τοῖς εἰρημένοις εἶδος γνωρισμάτων ἐν αὐτοῖς τοῖς ἐμουμένοις ἐστίν. οἷς μὲν γὰρ ἐν τῇ γαστρὶ θερμοτέρᾳ τὴν κρᾶσιν ὑπαρχούσῃ τὸ χολῶδες γεννᾶται περίττωμα, πρασοειδὲς φαίνεται· ξανθὸν δἀκριβῶς ἐστιν ὠχρόν γε πάντως, οἷς ἐξ ἥπατος ὑπέρχεται, καὶ οἷς μὲν ἐν γαστρὶ τὸ πρασοειδὲς τοῦτο γεννᾶται, χρὴ πάντως αὐτοῖς τὸ ἐδηδεσμένον σιτίον οὐκ ἄρτον οὐδὲ κρέας εἶναι χοίρειον τι τοιοῦτον παραπλήσιον, ἀλλὰ θερμότερόν τι τῶνδἐξ ἀνάγκης καὶ οὐκ εὔχυμον. οἷς δἐξ ἥπατος εἰς αὐτὴν ἀφικνεῖται, ξανθὸν ὠχρὸν ἐμεῖται, κἂν εὐχυμώτατον τὸ ληφθὲν σιτίον κἂν ἄκρως πεφθῇ, καὶ μᾶλλόν γε τοῖς ἀκριβῶς πέψασιν ἐμεῖται τὰ ξανθὰ καὶ πολλῷ μᾶλλον ἔτι τοῖς ἐπὶ πλέον αὐτῶν ἀσιτήσασι. τὰ δὲ πρασοειδῆ μόνοις τοῖς κακῶς πέψασιν ἐν τῇ κοιλίᾳ γεννᾶται. καὶ μὲν δὴ καὶ φροντίδες καὶ θυμοὶ καὶ λῦπαι καὶ πόνοι καὶ γυμνάσια καὶ ἀγρυπνίαι καὶ ἀσιτίαι καὶ ἔνδειαι πλείονα τὸν τῆς ξανθῆς χολῆς τούτοις ἀθροίζουσι χυμόν, ὅτι καὶ πλείονα γεννῶσιν ἐν ἥπατι. ταῦτα τοὖν ἀκριβῆ τὰ γνωρίσματα καὶ πρὸς τούτοις ἔτι, τῷ μὲν αὐχμηρῷ καὶ πυρώδει τοῦ κατὰ τὴν γαστέρα θερμοῦ τῆς εἰς τὸ χολῶδες τροπῆς ἑπομένης, ἄρτοι καὶ κρέα χοίρεια καὶ βόεια κάλλιον πεφθήσονται τῶν πετραίων ἰχθύων. εἰ δἐξ ἥπατος καταρρέοι, παρὰ τὴν τῶν ἐδεσμάτων ὑπάλλαξιν οὐδεμία τῆς πέψεως ἔσται διαφορά. ἐν τούτοις μὲν δὴ διώρισται τὸ διά τι ἄλλο καὶ μὴ διὰ τὴν κρᾶσιν γιγνόμενον. Κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ κἀκ τῆς κεφαλῆς εἰς τὴν γαστέρα φλέγμα καταρρέον ὀξυρεγμίας αἴτιον γίγνοιτο, χρὴ κἀνταῦθα κατὰ τὰς ὁμοίας μεθόδους ἀποχωρίζειν αὐτὸ τοῦ τῆς γαστρὸς ἰδίου παθήματος. οὕτω δὲ καὶ τὰς τῆς κεφαλῆς ὀδύνας, εἰ διὰ τὴν οἰκείαν αὐτῆς δυσκρασίαν διὰ τὰ τῆς γαστρὸς περιττώματαγίγνονται〉. καὶ μὲν δὴ καὶ τὸν ἐγκέφαλον ἐπισκέπτεσθαι καθἑαυτόν, ὁποίας ἐστὶ κράσεως, ἄμεινον, οὐκ ἐκ τῆς τοῦ παντὸς σώματος διαθέσεως. αὐτοῦ δὲ καθἑαυτὸν ὁποίας ἐστὶ κράσεως ἐπίσκεψις τε πολίωσίς ἐστιν οἵ τε κατάρροι καὶ βῆχες καὶ κόρυζαι καὶ σιέλων πλῆθος. ἅπαντα γὰρ ταῦτα ψυχρότερον αὐτὸν ἐμφαίνει καὶ ὑγρότερον ὑπάρχειν, ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ ταῖς τυχούσαις προφάσεσιν εἰς τοιαύτας ἔρχεται διαθέσεις. δέ γε φαλάκρωσις ἐπὶ ξηρότητι καὶ τῶν μελαινῶν τε καὶ πολλῶν γένεσις τριχῶν εὐκρασίας ἐγκεφάλου γνώρισμα. Κατὰ τοῦτον οὖν τὸν τρόπον ἀεὶ χρὴ σκοπεῖσθαι περὶ κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα, καὶ μὴ περὶ πάντων ἀποφαίνεσθαι τολμᾶν ἐξ ἑνός, ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν σιμοὺς ὑγροὺς εἶναι φάμενοι, τοὺς δὲ γρυποὺς ξηροὺς καὶ οἷς μὲν οἱ ὀφθαλμοὶ μικροί, ξηρούς, οἷς δὲ μεγάλοι, ὑγρούς. τοῦτο μέν γε καὶ διαπεφώνηται πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες ὑποθέμενοι τῶν ὑγρῶν εἶναι μορίων τοὺς ὀφθαλμούς, ἐν οἷς ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα κράσεως ἐν τούτοις κρατεῖν ὑπολαμβάνουσιν. ἔνιοι δὲ τῇ ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν πρώτην διάπλασιν ἀναπνεύσαντος ἀθροωτέρου τε καὶ πλείονος οὐκ ὀφθαλμοὺς μόνον ἀλλὰ καὶ στόμα καὶ τοὺς ἄλλους ἅπαντας πόρους γενέσθαι φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος, ἀλλὰ θερμότητος εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι τῆς ἀληθείας ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς τοῦ σώματος ἐξ ἑνὸς ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ δεύτερον δὲ τρόπον, ὅτι τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνάμεως οὐ μέμνηνται τεχνικῆς τοὔσης καὶ τοῖς τῆς ψυχῆς ἤθεσιν ἀκολούθως διαπλαττούσης τὰ μόρια. περὶ ταύτης γάρ τοι καὶ Ἀριστοτέλης ἠπόρησε, μή ποτἄρα θειοτέρας τινὸς ἀρχῆς εἴη καὶ οὐ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. οὔκουν ὀρθῶς μοι δοκοῦσι ποιεῖν οἱ προπετῶς οὕτως ὑπὲρ τῶν μεγίστων ἀποφαινόμενοι καὶ ταῖς ποιότησι μόναις ἀναφέροντες τὴν διάπλασιν. εὔλογον γὰρ ὄργανα μὲν εἶναι ταύτας, τὸ διαπλάττον δἕτερον. ἀλλὰ καὶ χωρὶς τῶν τηλικούτων ζητημάτων ἐνὸν ἐξευρίσκειν, ὡς ἔμπροσθεν ἐδείξαμεν, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν ἁμαρτάνουσιν οἱ τῶν οἰκείων μὲν ἀμελοῦντες γνωρισμάτων, ἐπὶ δὲ τὰ πόρρω τε καὶ ζητήσεως ἱκανῆς τετυχηκότα καὶ μέχρι τοῦ δεῦρο καὶ παραὐτοῖς τοῖς ἀρίστοις φιλοσόφοις ἀπορούμενα μεταβαίνοντες. οὐδὲ γὰρ οὐδὅτι τὰ μὲν παιδία σιμότερα, γρυπότεροι δοἱ παρακμάζοντες, εὔλογον ὑγροὺς μὲν νομίζειν τοὺς σιμοὺς ἅπαντας, ξηροὺς δὲ τοὺς γρυπούς. ἀλλἐνδέχεται μὲν καὶ τῆς διαπλαστικῆς δυνάμεως ἔργον εἶναι τὸ τοιοῦτον μᾶλλον τῆς κράσεως. εἰ δἄρα καὶ τῆς κράσεως εἴη γνώρισμα, τῆς ἐν τῇ ῥινὶ μόνης ἂν εἴη, οὐ τῆς ἐν ὅλῳ τῷ σώματι. μάτην οὖν ὑπαὐτῶν κἀκεῖνο λέγεται τὸ ῥῖνά τὀξεῖαν γίγνεσθαι καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἐν ταῖς ξηραῖς φύσει κράσεσιν, ὅτι κἀν τοῖς πάθεσιν οὕτω συμπίπτει τοῖς συντήκουσί τε καὶ κενοῦσι πέρα τοῦ μετρίου τὰ σώματα. πολλάκις μὲν γὰρ οὕτω συμπίπτει, πολλάκις δοὐχ οὕτως. ἀλλἔστιν ἰδεῖν καὶ μαλακὴν καὶ πιμελώδη καὶ λευκὴν καὶ πολύσαρκον ὅλου τοῦ σώματος τὴν ἕξιν ἐπὶ σμικροῖς ὀφθαλμοῖς ὀξείᾳ ῥινὶ καὶ ξηρὰν καὶ ἄσαρκον καὶ μέλαιναν καὶ δασεῖαν ἐπὶ μεγάλοις ὀφθαλμοῖς σιμῇ τε ῥινί. βέλτιον οὖν, εἴπερ ἄρα, τῆς ῥινὸς μόνης ὑγρότητα μὲν τῇ σιμότητι, ξηρότητα δὲ τῇ γρυπότητι τεκμαίρεσθαι καὶ μὴ περὶ τῆς ἅπαντος τοῦ ζῴου κράσεως ἐντεῦθεν ἀποφαίνεσθαι. Κατὰ ταὐτὰ δὲ καὶ τῶν ὀφθαλμῶν καὶ παντὸς οὑτινοσοῦν ἑτέρου μορίου τὴν ἰδίαν κρᾶσιν ἐκ τῶν οἰκείων ἐπισκοπεῖσθαι γνωρισμάτων ἄμεινον, οὐ περὶ τῆς ὅλου τοῦ σώματος κράσεως ἀφἑνὸς μέρους ἔνδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρότητος  εἴτε θερμότητος ἐπικρατούσης εἴτε καὶ ἀμφοτέρων ὀφθαλμοὺς γλαυκοὺς τίθεσθαι γνώρισμα χρή, τῆς οἰκείας ἂν εἶεν οὕτω γε, οὐ τῆς ἁπάντων τῶν τοῦ σώματος μορίων ἐνδεικτικοὶ κράσεως. οὐδὲ γάρ, εἰ ξηρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ πάντως καὶ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ μαλακοὶ καὶ λευκοὶ γίγνονται μετὰ τοιούτων σκελῶν. ἀλλεἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἷς μὲν ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσίν, ὑγροὶ δ’, οἷς παχέα. καὶ οἷς μὲν ῥὶς ὀξεῖα καὶ γρυπή, ξηροί, σιμῆς δοὔσης ὑγροί· κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν ὀφθαλμῶν τε καὶ τῶν κροτάφων ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς δἀνώμαλος κρᾶσις καὶ οὐχ αὐτὴ πάντων τῶν μερῶν, ἄτοπον ἐπὶ τούτων ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων ἀποφαίνεσθαι. τοιοῦτον δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν, οὐχ ὑπὲρ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ζῴων ἀποφήνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὔτε γάρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῷον, ἀλλἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτεἰ μέλαν οὔτεἰ δασύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδεἰ μαλακὸν λευκὸν ψιλὸν τριχῶν, ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῷον. ἀλλεἰ μὲν ὁμαλῶς κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόνπερ τὸ δέρμα, τοιοῦτον εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων, εἰ δἀνωμάλως, οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα, ξηρότατον δὲ τὸ δέρμα· τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς οἷόνπερ ἡμῖν τὸ δέρμα. καὶ προσηγορία δἐντεῦθεν, ὀστρακοδέρμων ἁπάντων τῶν τοιούτων ζῴων ὀνομασθέντων ἐκ τοῦ τὸ δέρμα παραπλήσιον ἔχειν ὀστράκῳ. καὶ τὰ μαλακόστρακα δέ, καθάπερ ἀστακοί τε καὶ κάραβοι καὶ καρκῖνοι, ξηρὸν μὲν ἔχει τὸ δέρμα, τὴν δἄλλην ἅπασαν κρᾶσιν ὑγράν. καὶ αὐτό γε τοῦτο πολλάκις αἴτιον ὑπάρχει τοῖς ζῴοις τῆς ἐν ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς τὸ ξηρὸν καὶ γεῶδες φύσις ἀποτίθεται πρὸς τὸ δέρμα. μὴ τοίνυν μήθὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ τὴν σάρκα νομιστέον ὑπάρχειν ξηρὰν μήθ’, ὅτι πλαδαρὰ καὶ μυξώδης ἥδε, τοιοῦτον ὑποληπτέον εἶναι καὶ τὸ δέρμα. δίκαιον γὰρ ἕκαστον τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι. Ταῦτά τοὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν ὑπομνήματα καταλελοιπότες ἔτι τε πρὸς τούτοις, ὅτι μηδὲ μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου τοῦ δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς ἐξ οἵων εἰς οἷα γίγνονται. πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι. φέρε γὰρ εἴ τις ἔτη γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ διότι νῦν ἐστι θερμὸς καὶ ξηρός, ἀλλὅτι πρόσθεν μὲν ἐγένετο τοιοῦτος, ὑπομένουσι δαἱ τότε γεννηθεῖσαι τρίχες, ὥσπερ ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι βοτάναι. τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ προϊόντι κατὰ βραχὺ συνέβη τῆς ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος ἐκπιπτουσῶν ὑπὸ ξηρότητος ἄκρας τῶν τριχῶν, ἐνίοις δἄχρι πλείστου παραμένουσιν, οἷς ἂν μήτἀποξηρανθῶσιν ἱκανῶς ἐπὶ προήκοντι τῷ χρόνῳ καὶ τὴν πρώτην ἔκφυσιν αἱ τρίχες αὐτοῖς ἰσχυρὰν ποιήσωνται δίκην φυτῶν ἀκριβῶς ἐνερριζωμένων τῇ γῇ. μὴ τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν, εὐθὺς τοῦτον οἰώμεθα μελαγχολικὸν ὑπάρχειν, ἀλλεἰ μὲν ἀκμάζων, οὔπω τοιοῦτον· εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν· εἰ δὲ γέρων, οὐκέτι. γίγνονται μὲν γὰρ αἱ μελαγχολικαὶ κράσεις ἐκ συγκαύσεως αἵματος. οὐ μήν, ἐπειδὰν ἄρξηται τοῦτο πάσχειν, εὐθὺς καὶ κατώπτηται τελέως. ἀλλἐν τάχει μὲν ἱκανῶς ἔσται δασὺς θερμὸς καὶ ξηρός, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός. γὰρ τοῦ δέρματος πύκνωσις εἴργουσα τῶν παχυτέρων περιττωμάτων τὴν διέξοδον ἀναγκάζει συγκαίεσθαι κατὰ τὰς ἄκρως θερμὰς κράσεις, ὥστε τοιοῦτον αὐτοῖς ὑπάρχειν ἤδη τὸ περίττωμα τὸ φύον τὰς τρίχας, οἷον ἐν τοῖς ἀγγείοις ἔσεσθαι μέλλει προελθόντος τοῦ χρόνου. Καὶ ταῦτοὖν ἠμέληται τοῖς ἔμπροσθεν ἔτι τε πρὸς τούτοις, ἐπειδὰν ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως ὑπὲρ τῶν κράσεων ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνάλογον ἔχειν τὰς κράσεις τῶν μορίων τῇ φύσει τῶν περιττωμάτων. τὸ δοὐχ ὅλως ἀληθές ἐστιν, ἀλλἐγχωρεῖ ποτε περίττωμα μὲν ἀθροίζεσθαι φλεγματῶδες, ὑγρὸν δοὐκ εἶναι τὸ μόριον, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, οὐ γὰρ δὴ ἄλλη γέ τις τοῦ φλέγματος γένεσις, ὑγρὸν δοὐκ ἐξ ἀνάγκης· ἐγχωρεῖ γὰρ καὶ ξηρὸν εἶναι. τὸ δἀπατῆσαν αὐτοὺς εὐφώρατον. οὐ γὰρ ἐνενόησαν, ὡς ἐκ τῶν σιτίων, οὐκ ἐξ αὐτοῦ τοῦ σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν οὖν οὐδέν, εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέντων σιτίων, ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον αὐτοῖς ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμβανέτωσαν ὥσπερ τὸ σῶμα ξηρὸν οὕτω καὶ τὸ περίττωμα δεῖν ξηρὸν εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ κράσει ψυχρότερός τε καὶ ξηρότερος, οὐ μελαγχολικὸς τοιοῦτος, ἀλλὰ φλεγματικός ἐστι τοῖς περιττώμασιν. εἰ δἐκ μεταπτώσεως ἐγένετο ψυχρὸς καὶ ξηρός, ἐξ ἀνάγκης τοιοῦτος εὐθὺς ἤδη καὶ μελαγχολικός ἐστιν, οἷον εἴ τις ἔμπροσθεν ὑπάρχων θερμὸς καὶ ξηρὸς ἐκ συγκαύσεως τοῦ αἵματος πλείστην ἐγέννησε τὴν μέλαιναν χολήν. οὗτος γάρ ἐστιν πρὸς τῷ ξηρὸς εἶναι καὶ ψυχρὸς εὐθὺς καὶ μελαγχολικὸς ὑπάρχων. εἰ δἀπἀρχῆς εἴη ψυχρὸς καὶ ξηρός, μὲν ἕξις τοῦ σώματος τούτῳ λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος καὶ ἰσχνὴ καὶ ἁπτομένοις ψυχρὰ καὶ τὸ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, οὐ μὴν μελαγχολικά γε τὰ περιττώματα. Ταῦτοὖν ἅπαντα διαμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἐκ τοῦ τῶν οἰκείων μὲν ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ τὰ συμβεβηκότα μὴ διὰ παντός, ἀλλὡς ἐπὶ τὸ πολὺ μεταβῆναι. ταύτῃ τοι καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξηραίνειν. ἔγνωκα γὰρ ἔτι τοῦτο προσθεὶς οἷον κορωνίδα τε καὶ κεφαλήν τινα τῷ λόγῳ παντὶ καταπαύειν ἤδη τὸ δεύτερον γράμμα. θερμὸν γοῦν ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε τοῖς φλεγμαίνουσι μορίοις, εἶθὁρῶντες αὐτῶν ἐκκενουμένην τὴν ὑγρότητα προφανῶς οἴονται δείκνυσθαι τὸ ξηραίνεσθαι πάντα πρὸς τῆς θερμασίας, οὐκ εἰ μετὰ ξηρότητος μόνον, ἀλλεἰ καὶ μεθὑγρότητος εἴη. ἔστι δοὐ ταὐτὸν κενῶσαί τινος ὑγρότητα παρεσπαρμένην ἔν τισι χώραις ξηροτέραν ἀπεργάσασθαι τὴν οἰκείαν κρᾶσιν. ἀνώμαλος γάρ τις ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνεται δυσκρασία, τῶν μὲν ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας ἐξεστηκότων φύσεως, ἀλλἔτι μεταβαλλομένων τε καὶ ἀλλοιουμένων, ἐμπεπλησμένων δὲ τοῦ ῥεύματος ἁπασῶν τῶν μεταξὺ χωρῶν. ἅπαντοὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσιν ἐστί, προσαγόμενα τοῖς οὕτω διακειμένοις ἐκκενοῖ μὲν τὸ περιττὸν ἐκεῖνο τὸ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν κατειληφός· αὐτὰ δὲ τὰ σώματα τοσοῦτον ἀποδεῖ τοῦ ξηραίνειν, ὥστε καὶ προσδίδωσιν τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τεἶναι νομίζων δὲ τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τεἶναι νομίζων ὥστε προσγράφεσθαι κατὰ τόνδε τὸν λόγον ἔτι τἀκροατοῦ δεομένην ἐπισταμένου περὶ φαρμάκων δυνάμεως, ἀναβάλλομαι τό γε νῦν διελθεῖν. ἀλλἐπειδὰν τὸν τρίτον λόγον περὶ κράσεων ἅπαντα διέλθω καὶ δείξω περὶ τῶν κατὰ δύναμιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν ἅπασαν τὴν μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ὅλον ὑπὲρ ἀνωμάλου δυσκρασίας ἔγνωκα γράψαι. τελειωθήσεται γὰρ ἅπας ἡμῖν περὶ κράσεων λόγος εἴς τε τὴν θεραπευτικὴν μέθοδον οὐ σμικρὰς ἀφορμὰς παρέξει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up