Galen De temperamentis
EN Lat Orig
Book 1
§1–4
§1 Ὅτι μὲν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα κέκραται καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα διἑτέρου γράμματος, ἐν περὶ τῶν καθἹπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δ’, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, ἁπάσας ἐξευρεῖν τῶν κράσεων τὰς διαφοράς, ὁπόσαι τεἰσὶ καὶ ὁποῖαι κατεἴδη τε καὶ γένη διαιρουμένοις, ἐν τῷδε τῷ γράμματι δίειμι τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τουτέστι τῶν στοιχείων αὐτῶν, ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς· ἐπειδὰν δὲ ζῷον φυτὸν ἤτοι θερμὸν ψυχρὸν ξηρὸν ὑγρὸν εἶναι λέγωσιν, οὐκέθὡσαύτως. οὐδὲ γὰρ δύνασθαι ζῷον οὐδὲν οὔτἄκρως θερμὸν ὑπάρχειν ὡς πῦρ οὔτἄκρως ὑγρὸν ὡς ὕδωρ. ὡσαύτως δοὐδὲ ψυχρὸν ξηρὸν ἐσχάτως, ἀλλἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίγνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν πλείων ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δ’, ἐν ξηρότητος· οὕτω δὲ καὶ θερμὸν μέν, ἐν τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δ’, ἐν τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν τῶν ὀνομάτων χρῆσις.
§2 Ὥρα δἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων ἰατρῶν τε καὶ φιλοσόφων, ὑγράν τεἶναι καὶ θερμὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς τε καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηράν τε καὶ ψυχράν, ἑτέραν τῆς ξηρᾶς θἅμα καὶ θερμῆς. ἔνιοι δἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ καὶ θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν, οὐ μὴν οὔτε τὴν θερμὴν ἅμα καὶ ὑγρὰν οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐδὲ γὰρ ἐγχωρεῖν οὔθὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα καὶ οὕτω θερμὸν ἅμα καὶ ξηρὸν γίγνεσθαι τὸ σῶμα, μένειν δἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἷς ἂν σώμασιν ἀρρωστῇ τὸ θερμόν, ὥστἀναγκαῖον εἶναι θερμότητος μὲν ἐπικρατούσης ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν δὴ κατὰ τάδε πεπείκασι σφᾶς αὐτούς, ὡς δύο εἰσὶν αἱ πᾶσαι διαφοραὶ τῶν κράσεων. Ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν, ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες, ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν, ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦντες, ἀμφισβητοῦντες δἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν ὥσπερ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δαὖ τὸ ξηραίνειν ὥσπερ τοῦ ὑγροῦ τὸ ὑγραίνειν. καὶ διὰ τοῦθὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ καθάπερ τὸ πῦρ, μὲν θερμά, θερμαίνειν, δὲ ξηρά, ξηραίνειν. ὅσα δὑγρὰ καὶ θερμὰ καθάπερ ὕδωρ θερμόν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν [πέφυκεν ἀεὶ], ἓν ἑκατέρας κἀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὔκουν συγχωροῦσιν, εἴ τι θερμόν [ἐστιν], εὐθὺς τοῦτο καὶ ξηραίνειν, ἀλλεἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων. εἰ δὥσπερ θερμὸν οὕτω καὶ ξηρὸν εἴη καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθύς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβόν, ἀλλἐκ τῆς συνούσης αὐτῷ ξηρότητος. ὑπομιμνήσκουσι δἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπὶ πλέον, εἶθ’, ὡς εἰκός, αὐανθέντων ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλεἰ καὶ λούσαιντο θερμοῖς ὕδασι γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς ἀεὶ δρᾶν δυναμένης, ὑγραίνειν τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βορρᾶν ξηρὸν καὶ ψυχρὸν ἄνεμον ὑπάρχοντα ξηραίνειν ἅπαντα. καὶ τοῦτεἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον Ὡς δὅτὀπωρινὸς Βορέης νεοαρδέἀλωὴν Αἶψα ξηραίνει. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τῆς μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστοὐκ ἀναγκαῖον, οὔτ’, εἴ τι ψυχρόν, εὐθὺς τοῦτο καὶ ὑγρὸν ὑπάρχειν, οὔτ’, εἴ τι θερμόν, εὐθὺς καὶ ξηρόν. οὔκουν οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηράν, ἀλλὰ δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν τῇ κράσει τοῦ ζῴου, τὸ δὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν καὶ τὴν ἀλλοίωσιν καὶ τὴν μεταβολὴν ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίγνεσθαι. τίς γοῦν εἰπών, ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμόν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ λόγος οὐ τὴν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ τὸ χρῶμα· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν, ὥσπερ γε καὶ τὸ μέλαν εἰς τὸ λευκόν, τὸ δὲ θερμὸν εἰς τὸ ψυχρόν, ὥσπερ αὖ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν· οὕτω δὲ καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρόν, τὸ δαὖ ξηρὸν εἰς τὸ ὑγρόν. εἰ γὰρ δὴ φάσκοι τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν ὑπάρχον εἶναι τανῦν λευκὸν τῷ τέως ξηρὸν ὂν τανῦν φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ τέως ὑγρὸν νῦν ξηρὸν φαίη γεγονέναι τὸ πρότερον ὑπάρχον μέλαν νῦν εἶναι λευκὸν ἐκ θερμοῦ ψυχρὸν ἐκ ψυχροῦ θερμὸν γεγονέναι, σωφρονεῖν τἂν δόξειεν τοιοῦτος καὶ λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, μεταβάλλει, ταύτῃ μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν γίγνεται μουσικὸς ὅδε, φαμέν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς ἐξ οὐ γραμματικοῦ καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ· τὸ δἐκ μουσικοῦ γραμματικὸν ἐκ γραμματικοῦ μουσικὸν ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίγνεσθαί τι λέγειν ἄτοπον. ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν εἶναι προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικήν, οὐκ ἀποβαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι παραμένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη κατὰ τὸ μένον· ὥστοὐκ ἐκ γραμματικοῦ μουσικὸς ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλἐξ ἀμούσου μουσικός· οὐ γὰρ ἔτἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον μουσικὸν ἤδη γεγονότα. πασῶν οὖν τῶν μεταβολῶν ὑπὸ τῶν ἐναντίων τε κἀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γιγνομένων δηλονότι καὶ τὸ ὑγρόν, εἰ μεταβάλλοι ποτέ, καθὅσον ὑγρόν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον αὐτὸ ξηρὸν λεχθήσεται. Μὴ τοίνυν λεγέτωσαν, φασίν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ ψυχρὰν εἶναι τὴν αὐτὴν ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ· συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθἓν καὶ ταὐτὸν σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δὑγρόν τι καὶ θερμὸν καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατόν, ὡς τε λόγος ἀπέδειξε καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα παραδείγματα. τοιοῦτος μὲν τῶν προτέρων λόγος. δὲ τῶν δευτέρων οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν ἀλλὰ καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ὅταν εἰς ταὐτὸν ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου. δέ γἐκείνων λόγος οὐχ ὡς οὐκ ἄν ποτε γένοιτο καθἓν καὶ ταὐτὸν σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ δείκνυσιν, ἀλλὡς οὐκ ἂν διαμείναι τοιοῦτον ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ  ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρόν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν· αὐτὸ δαὖ πάλιν τοῦτο τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐπὶ προήκοντι τῷ χρόνῳ ψυχρὸν ἔσται καὶ ξηρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμόν, ἄρχεσθαι τοὐντεῦθεν ἤδη φασὶ καὶ αὐτὸ μαραίνεσθαι μηκέτεὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι καὶ κατἀρχὰς εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου συνδραμεῖν εἰς ταὐτὸν τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κἀν τῷ χρόνῳ προϊόντι γενέσθαι τὴν τέως ὑγρὰν καὶ θερμὴν κρᾶσιν αὖθις ξηρὰν καὶ θερμήν, ὥσπερ αὖ πάλιν τὴν ξηρὰν καὶ θερμὴν ἀποσβεννυμένου τοῦ θερμοῦ ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι. Ὅτι μὲν οὖν ἐγχωρεῖ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἐπιδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γάρ, φασί, τεττάρων ποιοτήτων εἰς ἀλλήλας τὸ δρᾶν τε καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίγνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δἑτέραν, ἐν τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίγνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν οὔτε θερμὸν ἅμα καὶ ψυχρὸν δύναται γενέσθαι σῶμα. λείπεται δὴ τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς μὲν δύο, ξηρὰς δὲ δύο θερμότητι καὶ ψυχρότητι διῃρημένας.
§3 μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτἐστίν. δἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός. ἓν μὲν δὴ καὶ πρῶτον, ὅτι τὴν εὔκρατον, ὥσπερ οὐχ ἁπασῶν τῶν εἰρημένων ἀρετῇ θἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντό τε καὶ τελέως παρέλιπον, ὥσπερ οὐδὅλως οὖσαν, καίτοι μηδὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν ἔν τε τῇ ψυχρᾷ τὸ ψυχρὸν οὐδἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ προτέραν ὑποθέσθαι τὴν εὔκρατον. οὐδὲ γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν εἰς τὴν εὔκρατον ἐκείνην φύσιν, τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δαὖ ψυχρότερον θερμαίνειν, ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσι καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρώτην λέγεσθαι πρὸς αὐτῶν. οἱ δἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι πρώτης, ὥσθὅλως παραλείπουσιν αὐτήν. ἀλλοὐ παραλέλειπται, φασί τινες ἐξ αὐτῶν, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ ξηρὰν ψυχρὰν καὶ ὑγρὰν τινἄλλην λέγωσι κρᾶσιν, οὐ τῶν ἄκρων ἡμᾶς ἀκούειν χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ τὴν πλεονεκτοῦσαν ἀεὶ γίγνεσθαι τὴν προσηγορίαν. Εἰ δοὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν καὶ θερμήν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλαὐτή, φασίν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν ἅμα καὶ μὴ πλεονεκτεῖν τὸ θερμὸν καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλαὐτὸ τοῦτο, φασίν, ἴδιόν ἐστι τῆς εὐκράτου τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δὑγρὸν τοῦ ξηροῦ. κρατήσαντος γὰρ δὴ τοῦ ψυχροῦ μετρίως μέν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον, νόσον ἤδη γίγνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε, θάνατον. οὕτω δὲ κἀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος θάνατον, ὥσπερ οὐχὶ κἀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν, ἐπειδὰν μὲν ἐπὀλίγον τὸ θερμὸν τοῦ ψυχροῦ τύχῃ πλεονεκτῆσαν τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτω γιγνομένην, ἐπειδὰν δἐπὶ πλέον, νόσον, ἐπειδὰν δἐπὶ πλεῖστον, θάνατον; γὰρ αὐτὸς ἐπἀμφοῖν λόγος. μηδὲ τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα μηδὅσα μεθὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμά, μηδὲ ταῦθὁμολογῶμεν εἶναι νοσήματα. Πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν ἀπἈθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν οὔτε κατάστασιν ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες οὔθεὑρεθῆναί τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμόν, ἀλλὰ πάντως θερμὸν καὶ ξηρὸν ὑπάρχειν ὡς τὸν πυρετόν, ψυχρὸν καὶ ὑγρὸν ὡς τὸν ὕδερον, ψυχρὸν καὶ ξηρὸν ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται δἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον δἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν εἶναί φασι τὸ ἔαρ. οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατον θἅμα καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασιν. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κἀκ τῶν ἐνεργειῶν τῆς φύσεως ἐρρωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψῦξιν ἄγειν τὰ τῶν ζῴων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς νεκροὺς ὡς ἂν οὐκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας θἅμα διὰ τὴν ἀποχώρησιν τοῦ θερμοῦ καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλεἴπερ θάνατος, φασί, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν οὖσαν αὐτῷ, θερμὴν τεἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ζωή, φασί, θερμόν τι χρῆμα καὶ ὑγρόν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν· εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστεἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ καὶ μηδὲν ἄλλεἶναι τὴν εὐκρασίαν τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μεταὐτὸν καὶ τῶν Στωϊκῶν, ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίγνωσκεν ὑπὲρ θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἄν, εἰ δεηθείην, ἐπὶ προήκοντι τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.
§4 Τὸ δέ γε νῦν ἔχον πειράσομαι πρῶτον ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῇ ποτε σοφίζονται σφᾶς αὐτούς, εἶτἐφεξῆς ἀποδεῖξαι τὸν ἅπαντα λόγον εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐνταῦθα σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς χειμὼν οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστοὐδέτερον ἀμέτρως. ἀμετρίας δἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων καὶ καταὐτοὺς ἐκείνους δηλωτικόν. ἐσφάλησαν δὲ διχῶς, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δἐκ τοῦ θερμότερον κατὰ τὸν χειμῶνα καὶ ὑγρότερον κατὰ τὸ θέρος ὑπολαμβάνειν ὑπάρχειν τὸ ἔαρ. ἀλλοὔτἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ξηρὸν ἀποδείξει καὶ ψυχρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ θερμὸν καὶ τὸ ὑγρόν, οὐκ ἀληθεύεται καταὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. εἰ δὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμόν, οὐδὲν ἧττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέροις γὰρ ἀμφοτέρων διαφέρον οὐκ ἐξ ἡμίσεος ὀφείλει τὴν παραβολὴν ἀλλὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτω γίγνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτό.  θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρόν, εἰ τῷ χειμῶνι, ψυχρὸν δαὖ καὶ ὑγρόν, εἰ τῷ θέρει παραβάλλοιτο. κατοὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γιγνομένην ὑγρὸν ἔσται καὶ θερμόν. εἰ δἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμόν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσι ξηρὸν καὶ ψυχρὸν ἀποφῆναι, ξηρὸν μὲν ὡς πρὸς τὸν χειμῶνα, ψυχρὸν δὡς πρὸς τὸ θέρος. ἅπαντοὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν. Ἀλλοὐδὲ καταὐτοὺς ἐκείνους οἷόν τἐστὶν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας. οὔκουν οὔτε θέρει παραβάλλειν οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλαὐτὸ καθἑαυτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρόν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατός τε καὶ ψυχρότατος, ἀλλὰ τοῦτο μὲν ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ καταὐτὸν μὲν ὑγρότης τῆς ξηρότητος, δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦθὑγρὸς καὶ ψυχρὸς εἶναι λέγεται. κατὰ ταὐτὰ δὲ καὶ τὸ θέρος, ὅτι κἀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ καὶ δίκαιον ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, ἀλλὰ μὴ πρὸς ἄλλην τινὰ παραβαλλομένην θερμὴν ψυχρὰν ξηρὰν ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσον ἁπασῶν τῶν ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ οὔθὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ μήθὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ μήθὡς ἐν χειμῶνι τοῦ ὑγροῦ καὶ διὰ τοῦτὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους· "ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες". Ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν τὸ θέρος θερμόν, ἧττον δ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς οὔτε ψυχρόν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακόν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν Ἀφορισμοῖς εἰπών· "ὁκόταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή". καὶ τοῦτό γἐστὶ τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρόν, οὐ γάρ ἐστι ψυχρόν αὐτὸ καθαὑτὸ θεωρούμενον, ὥσπερ χειμών, ἀλλὰ τῷ θέρει παραβαλλόμενον ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλἐν τούτῳ δὴ καὶ μάλιστα διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητος δὲ καὶ ξηρότητος οὐκ ἀκριβῶς μέν ἐστι μέσον, ὡς τὸ ἔαρ, ἀλλἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κἀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτω ῥητέον, ὡς ἐκεῖνοι λέγουσι, ψυχρόν τεἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρόν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. Ὥστεἴπερ τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι σπουδάζουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. καίτοι γ’, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρόν, οὐκ ἦν ἀναγκαῖον εὐθέως ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι κράσεών εἰσιν ἀμέτρων, ἤδη καὶ πάσας ἀναγκαῖον εἰς τὰς τέτταρας ὥρας νενεμῆσθαι. ἀλλεἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ καὶ κατὰ τὸ βέλτιον, οὐ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γίγνεσθαι, μίαν δἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον· οἱ δὲ τοὐναντίον ἐπιδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ ψυχρόν, αὖθις δὲ τὸ θερμόν, καὶ νῦν μέν, εἰ τύχοι, τὸ ξηρόν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω θερμὸν καὶ ὑγρὸν ἀποφαίνειν τὸ ἔαρ, τί περ ἂν εὔκρατον , θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὴν θερμὴν καὶ ὑγράν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσι καὶ λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ Ἱπποκράτης ἐμνημόνευσε λέγων· "ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διὅλου". τοῦτο γὰρ ἴδιόν ἐστιν ὑγρᾶς καὶ θερμῆς καταστάσεως ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ὕοι μὲν ἀλλἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἷόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆροὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν , φησίν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διὅλου; καὶ μὴν ἄνθρακας ἐν τούτῳ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν· "ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες. ἐγκαταλαμβανόμενοι δἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον". Ἀλλἐνταῦθα μὲν ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης ἧττον τὸ κακόν. εἰ δὲ δύο τρεῖς ὑπαλλαχθεῖεν καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμόν, οἷον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτα μὲν περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγενομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δαὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι πρῶτον μέν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν Ἱπποκράτης τῆς διηγήσεως ὧδε· "ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος". εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶταὖθις ἐπὶ τέλει τὸν σύμπαντα λόγον εἰς ἓν κεφάλαιον ἀγαγὼν οὕτω φησί· "γενομένου δὲ τοῦ ἔτεος ὅλου νοτίου καὶ ὑγροῦ καὶ μαλακοῦ" τάδε καὶ τάδε συνέπεσεν, σύμπαντα μὲν γράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν. ἔνεστι δὲ τῷ βουλομένῳ λαβόντι τὸ τρίτον τῶν Ἐπιδημιῶν ἀναγιγνώσκειν τὰ κατὰ μέρος εἰς ἓν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδίπως λέγων· "ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον"· ποτὲ δὲ πάλιν ὡδί· "καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος καὶ ἄλλα, σῆψις καλέεται", καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖς μὲν βραχίων καὶ πῆχυς ὅλος ἀπερρύη, πολλοῖς δὲ μηρὸς τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἀλλὰ καὶ σαρκῶν καὶ ὀστῶν καὶ νεύρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, μὴ σηπεδόνος ἔκγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ ξηροῦ τι σήπεσθαι πέφυκεν οὔθὑπὸ ψυχροῦ. μάθοις δἄν, εἰ θεάσαιο τά τε κρέα καὶ τἆλλα σύμπαντα τὰ πρὸς τῶν ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσί, τὰ δἅλμῃ, τὰ δὄξει, τὰ δἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δἂν καὶ ὡς ἐν τῷ βορρᾷ, ξηρῷ καὶ ψυχρῷ  τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλείστου διαμένει πάντα· σήπεται δἑτοίμως ἐν νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ἄνεμος ὑγρὸς καὶ θερμός. Ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτόν ἐστιν οὔθὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτον. οἱ δὲ καὶ τοιοῦτον εἶναί φασιν αὐτὸ καὶ διὰ τοῦθὑπάρχειν ὑγιεινόν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτό, τῷ λόγῳ δἐξευρεῖν, ὡς διὰ τοῦτἐστὶν ὑγιεινόν, διότι μηδὲν ἐπικρατεῖ τῶν τεττάρων. εἰ δέ γἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν νοσωδέστατον. ἀλλ τῆς τῶν τεττάρων κράσεως ἰσομοιρία τῆς τεὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφήνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δαὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων καὶ φαρμάκων ἁπάντων τε τῶν ὄντων εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.
§5–6
§5 Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως λογισμοὶ σφαλέντες τῆς ἀληθείας εἰς τὰς ἰάσεις βλάπτουσι καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, μηδὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ τοῦ τὸν λογισμόν, μέλλοιμεν εὑρίσκειν αὐτήν, ἀσκῆσαι πρεπόντως εἰς τὰ τοιαῦτἀναγκαῖον ἀπάγειν σοφίσματα, καὶ περί τε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι μάρτυρά τε καλεῖν Ἀριστοτέλην παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν· οἱ δοὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς ἀλλὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτόν ἐστιν οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν ἐπικτήτῳ τε καὶ ἀλλοτρίῳ διῆλθεν Ἀριστοτέλης· οἱ δὲ καὶ τούτου παρακούουσιν. ἔτι δὲ πρὸς τούτοις μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ Θεόφραστος, εἰς τι χρὴ βλέποντας εὔκρατον δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν· οἱ δοὐδὲ τοῦτο γιγνώσκουσιν, ἀλλὅταν ἀκούσωσί που λεγόντων αὐτῶν ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῷον τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμήν, οὔθὅπως εἴρηται ταῦτα συνιᾶσιν ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας ὥσπερ ταὐτὸν ὂν ἀλλοὐ μακρῷ διαφέρον τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτόν ἐστιν οὔθὁμοίως ὑγρὰ καὶ θερμὴ ζῴου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. Τί δὴ τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίγνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν ἤδη καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς, ἀλλοἰηθῆναι τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δὡς ἐν τῇ πρὸς τοὐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν ἐν ἴσῳ τῷ θερμοτέραν, ἐπιλανθάνονται τοῦδε. καὶ μὴν οὕτω τὰ ζῷα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς τε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων τὰ ζῷα καὶ τῶν φυτῶν ἐστιν ὑγρότερα καὶ θερμότερα. καὶ μὲν δὴ καὶ τῶν ζῴων αὐτῶν ἀλλήλοις κατεἴδη παραβαλλομένων, ξηρότερον μὲν κύων, ὑγρότερον δἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸν ζῷον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχει, ὑγρὸν δὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δὡς πρὸς λέοντα· καὶ θαυμαστὸν οὐδέν, εἰ τὰ πρὸς ἕτερόν τι λεγόμενα τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτἄτοπον, εἰ ταὐτὸν σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρόν, ἀλλεἰ καὶ πρὸς ταὐτόν· οὐδὲ γὰρ ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς αὐτὸς ἄνθρωπος, ἄτοπον, ἀλλεἰ πρὸς τὸν αὐτόν· εἰ δὲ πρὸς ἄλλον μὲν δεξιός, πρὸς ἄλλον δἀριστερός, οὐδέν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς καὶ ψυχρὸς ἅμα καὶ θερμός, ἀλλοὐ πρὸς ταὐτό. πρὸς μὲν γὰρ ἄνθρωπον ξηρός, ὑγρὸς δὲ πρὸς μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμός, ψυχρὸς δὲ πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δὡς ἐν ζῴων γένει καθἕτερον τρόπον, ὥσπερ αὖ καὶ ὅσα κατεἶδος ζῴου. κύων γὰρ ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν ὑγρός, ὡς δἐν ζῴων γένει ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατεἶδος ὁδὶ μὲν ξηρός, ὁδὶ δὑγρός, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.
§6 Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν τῷ δευτέρῳ Περὶ διαγνώσεως σφυγμῶν· ἀνάγκη δ’, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρόν, πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ, καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν· οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἀλλ τὰ στοιχεῖα μόνα. τι δἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται καὶ διὰ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον οὐκέθἁπλῶς θερμὸν ψυχρὸν ὡς ἄμικτόν τε καὶ εἰλικρινές, ἀλλὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δἐλάττονος, τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον ἕκαστον τῶν ἄλλων θερμὸν ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, τὸ μὲν ἁπλῶς λεγόντων ἡμῶν ἄμικτόν τε καὶ εἰλικρινές, ἕτερον δὲ μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτω μὲν οὖν ὑγρὸν αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ οἶνος ἔλαιόν τε καὶ μέλι καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ καὶ κέρατα καὶ τρίχες καὶ λίθοι καὶ ξύλα καὶ ψάμμος καὶ κέραμος ἐλάττονα μὲν ὑγροῦ μοῖραν ἔχει, πλείονα δὲ ξηροῦ καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν καὶ σκώληξ ὑγρὸν ὡς ζῷα καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δὑγρότερος ἁπλῶς ὡς σκώληξ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. Αὐτὸ δὲ δὴ τοῦτο τί ποτἐστίν, ὅταν οὕτω λέγωμεν, ὡς σκώληξ ὑγρός, ὡς ἄνθρωπος θερμός, ὡς κύων ψυχρός, εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειεν, ἅπαντα συγκεχύσθαι τὸν λόγον ἀνάγκη. τὸ δἀκριβῶς ἐστιν, κἀν τῷ δευτέρῳ Περὶ διαγνώσεως τῶν σφυγμῶν λέγεται, τὸ κατὰ γένος εἶδος ὀνομάζεσθαι τηνικαῦθἕκαστον οὐ θερμὸν μόνον ψυχρὸν ξηρὸν ὑγρόν, ἀλλὰ καὶ μέγα καὶ μικρὸν καὶ ταχὺ καὶ βραδὺ καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον , οἷον ζῷον θερμόν, ὅταν ὑπὲρ τὸ μέσον τῇ κράσει ζῷον, ἵππος θερμός, ὅταν ὑπὲρ τὸν μέσον ἵππον . τὰ μέσα δἐν ἑκάστῳ γένει τε καὶ εἴδει τὰ σύμμετρά ἐστιν· ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῷον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθὅλον τὸ γένος τῶν ζῴων ἄνθρωπος· ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δὡς ἐν ἀνθρώποις κατεἶδος καλούμενος εὔσαρκος· οὗτος δἐστίν, ὃν οὔτε παχὺν οὔτε λεπτὸν ἔχομεν εἰπεῖν οὔτε θερμὸν οὔτε ψυχρὸν οὔτἄλλῳ τινὶ τῶν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δἂν ὑπὲρ τοῦτον , πάντως οὗτος θερμότερός ἐστιν ψυχρότερος ξηρότερος ὑγρότερος.  ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς τοιοῦτος, πῇ δοὐχ ἁπλῶς· ἁπλῶς μέν, ὅτι θερμὸς ψυχρὸς ξηρὸς ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῷον ξηρὸν ἁπλῶς μέν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχοι, μύρμηκι, καθἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει τῶν ζῴων ἁπάντων, τί ποτἂν τοῦτο, παραβάλλεται. Πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἓν ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ψυχρὸν ξηρὸν ὑγρὸν ὡς πρὸς ἐκεῖνο λέγομεν τῷ μέσῳ, καθὅπερ ἂν εἶδος γένος τὸ λεγόμενον, οἷον εἶδος μὲν ἵππον καὶ βοῦν καὶ κύνα καὶ πλάτανον καὶ κυπάριττον καὶ συκῆν, γένος δὲ ζῷον φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας ὀνομάζεσθαί τε στοιχεῖα· καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτων μετὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδὲς παραβάλλων ὡς πρὸς τὸ τυχὸν ὁτιοῦν· οἷον ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ψυχρὸν ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας ἄνευ τοῦ προσθεῖναι λέοντος κυνὸς ἀνθρώπου, δῆλον, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, παραβάλλων αὐτὸ ξηρὸν εἶναί φησιν. ἂν δέ γεἴπῃ τὸ τοῦ λέοντος ὀστοῦν [ τοῦ ἀνθρώπου τοῦ κυνὸς] ξηρὸν εἶναι, δῆλον, ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζῴων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κἀνταῦθά τι νοῆσαι, πάντων τῶν ζῴων τῶν μὲν μᾶλλον τῶν δἧττον ἐχόντων ὀστᾶ ξηρά, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζῴων, οἷον ἀνθρώπων, εἰ τύχοι, καὶ τούτῳ τἆλλα παραβαλλόμενα τὰ μὲν ξηρά, τὰ δοὐ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κἀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν μέν τις ξηρόν, δὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις. Ὅτι δἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστί τὸ σύμμετρόν τε καὶ κατἐκεῖνο τὸ γένος εἶδος εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κἂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτό, καὶ δὴ καὶ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν θερμήν, ἐρωτᾶν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνί, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, κατὰ γένος ὁτιοῦν εἶδος· [ γὰρ ὡς ἄνθρωπον ὡς ζῷον ὡς οὐσίαν ἁπλῶς]. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστου τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλἐν αὐτοῖς τοῖς πρώτοις, δὴ καὶ στοιχεῖα προσαγορεύομεν, ὥστε τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου τῶν δύο μόνων ἡμᾶς χρῄζειν εἰς τὴν περὶ κράσεων πραγματείαν πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας πρὸς τὸ σύμμετρον ὁμογενές. Ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸν σῶμα καὶ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι κατὰ πολλοὺς τρόπους. ἀλλὅταν μὲν ἑνὶ τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτόν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδές, ἐνταῦθἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. γὰρ αὐτὸς ἄνθρωπος ὑγρὸς ἅμα καὶ θερμὸς εἶναι δύναται καὶ ξηρὸς καὶ ψυχρός, ξηρὸς μὲν καὶ ψυχρὸς ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς ὡς πρὸς ἄλλο τι ζῷον φυτὸν οὐσίαν ἡντινοῦν, οἷον ὡς πρὸς μὲν ζῷον, εἰ τύχοι, μέλιττάν τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν ἐλαίαν συκῆν δάφνην, πρὸς οὐσίαν δέ τινἑτέραν, μήτε ζῷόν ἐστι μήτε φυτόν, οἷον λίθον σίδηρον χαλκόν. ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν πρὸς ὁμοειδές ἐστι παραβάλλειν, τὸ δὲ πρὸς μέλιτταν μύρμηκα πρὸς ὁμογενές, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω τοῦ ζῴου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦνπρὸςὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας τοιαύτη σύμπασα παραβολή, τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὰν μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέγηται καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δἤτοι φυτὸν εὔκρατον ζῷον ὁτιοῦν εἴπωμεν, οὐκέθἁπλῶς ἀλλήλοις ἐν τῇ τοιαύτῃ λέξει τἀναντία παραβάλλομεν, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν τὴν τοῦ ζῴου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν μὲν εὔκρατον. εἰ τύχοι, λέγοντες, ὅταν, οἵᾳ μάλιστα πρέπει τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις , κύνα δαὖ καὶ σῦν καὶ ἵππον καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὲ δὴ τοῦτο τὸ τῆς οἰκείας φύσεως ἔχειν ἄριστα ταῖς ἐνεργείαις κρίνεται. καὶ γὰρ καὶ φυτὸν καὶ ζῷον ὁτιοῦν ἄριστα διακεῖσθαι τηνικαῦτά φαμεν, ὅταν ἐνεργῄσῃ κάλλιστα. συκῆς μὲν γὰρ ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ ταὐτὰ δὲ καὶ τῆς ἀμπέλου τὸ πλείστας τε καὶ καλλίστας ἐκφέρειν σταφυλάς, ἵππου δὲ τὸ θεῖν ὠκύτατα καὶ κυνὸς εἰς μὲν θήρας τε καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς οἰκείους πρᾳότατον. Ἅπαντοὖν ταῦτα, τά τε ζῷα λέγω καὶ τὰ φυτά, τὴν ἀρίστην τε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβὴς τῶν ἐναντίων, ἀλλὅταν κατὰ δύναμιν αὐτοῖς ὑπάρχῃ συμμετρία. τοιοῦτον δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατἀξίαν ἐξετάζουσαν. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις ζῴοις τε καὶ φυτοῖς ἐστιν, οὐχ κατὰ τὸν τῶν κερασθέντων στοιχείων ὄγκον, ἀλλ τῇ φύσει τοῦ τε ζῴου καὶ τοῦ φυτοῦ πρέπουσα. πρέπει δἔσθὅτε τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον καὶ λέοντα καὶ μέλιτταν καὶ κύνα. πρὸς δὴ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος ἵππος βοῦς κύων ὁτιοῦν ἄλλο τῶν πάντων, οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά τε καὶ κρινόμενα καθἕνα τρόπον ἀποκρινάμενον ἀνέγκλητον εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, πάσας ἐπέρχεσθαι τὰς διαφορὰς περὶ τίνος ἤρετο πυθόμενον ἐκείνην μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζῴοις πυνθάνοιτο, τίνος εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων τῶν ζῴων τῇ κράσει βλέποντα τὴν ἀπόκρισιν ποιητέον· εἰ δἁπλῶς τε καὶ ὡς πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τἀναντία τῶν ἐν αὐτῷ πρὸς ἄλληλα καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν στοιχείων. εἰ δἀφωρισμένως τῷδέ τινι παραβάλλων ἤρετο, πρὸς ἐκεῖνο μόνον αὐτὸ παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος τοῦδέ τινος τοῦ κυνὸς ἐρωτηθείημεν ὁποία τις κρᾶσίς ἐστιν, οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις ξηρᾶς καὶ θερμῆς κράσεως εἶναι τὸν Δίωνα, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ τοῦτο μὲν τῶν θερμοτέρων τε καὶ ξηροτέρων ἐκείνου τὴν κρᾶσιν ἀνθρώπων ὁντινοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς ἐκεῖνον ἀποφῆναι τὸν Δίωνα, τοῦτο δἄλλο τι φυτὸν ζῷον, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων ὑγρότερόν τινα καὶ ψυχρότερον ἀποδεῖξαι τὸν Δίωνα. Χρὴ τοίνυν, ὅστις μήθἑαυτὸν ἐξαπατῆσαι βούλεται  μήθὑπἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι καὶ πρῶτον μὲν αὐτὸ δὴ τοῦτἐπαὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, δὴ καὶ πρῶτα πάντων ἐστὶ στοιχεῖα. ἴσον δἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν ἐλλείπουσαν τῆσδε θερμὴν ψυχρὰν ξηρὰν ὑγρὰν εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπαὐτῆς ποιούμενοι. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν θερμὴν ψυχρὰν ξηρὰν ὑγρὰν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει. γένος δἦν αὐτῶν οὐσία. πάντα γὰρ ὑπὸ ταύτην πέπτωκεν ὡς ἀνωτάτω τι γένος, ἔμψυχά τε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε καὶ ἀνθρώπου καὶ κυνὸς καὶ πλατάνου καὶ συκῆς καὶ λίθου καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπαὐτῇ δἐστὶν ἕτερα γένη πολλά, τὸ μὲν ζῷον ὄρνιθός τε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρου τε καὶ βοτάνης, ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ φυκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίας τε καὶ συκῆς γένος, βοτάνη δἀναγαλλίδος τε καὶ παιωνίας. ἔσχατα δὲ γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ καὶ φυκὶς καὶ συκῆ καὶ ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος καὶ βοῦς καὶ κύων. ἄνωθεν μὲν κατιόντων ἔσχατα γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κάτωθεν δἀνιόντων ἀπὸ τῶν ἀτόμων οὐσιῶν πρῶτα. καὶ δέδεικται διἑτέρου γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα σύμπαντα τὰ μεταξὺ τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη θἅμα καὶ γένη προσαγορεύουσιν.
§7–9
§7 Ὁπότοὖν διῄρηται τὰ σημαινόμενα καὶ ὧς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τι καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἐπιδέδεικται, ζητητέον ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κἀνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν μελλόντων ἐξ ἀνάγκης εἰς τὸν ἐφεξῆς λόγον ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἀναγιγνώσκουσι τόδε τὸ γράμμα νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπόντες οὕτως ἐπανίωμεν ἐπὶ τὸ πρᾶγμα. Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ὅτι μὲν οὐχ ἕν τι σημαίνει παρὰ τοῖς Ἕλλησιν, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δαὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ λευκὸν ὄνομα κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ θερμὸν ὄνομα κατά τε τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον,ἀλλὰ καὶ κατὰ τοῦ σώματος, τὴν θερμότητα δέδεκται. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς Περὶ τῶν στοιχείων λόγοις δέδεικται. θερμότης μὲν οὖν ποιότης, δαὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ τὸ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται τὸ θερμόν, ὥσπερ τὸ λευκόν. οὐ μὴν οὔτε θερμότης οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν ὀνομάζεται τό τε σῶμα αὐτὸ καὶ ποιότης· οὐ μὴν καὶ ψυχρότης ξηρότης ὑγρότης ἔτι καλεῖται τὸ σῶμα καθάπερ ἐν αὐτῷ ποιότης. Τούτων οὖν οὕτως ἐχόντων εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίγνεσθαι σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται· θερμὸν δεἰπόντος ψυχρόν, ἐπειδὴ καὶ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον αὐτὴν ὀνομάζεται, πρόχειρον γίγνεσθαι τῷ κακουργεῖν ἐθέλοντι τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵνἔχῃ σοφίζεσθαι. τοιοῦτον γάρ τι δρῶσι καὶ οἱ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν φησιν Ἱπποκράτης· "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν". οὐ γὰρ σῶμά τι θερμὸν ἔμφυτον τῷ ζῴῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες οὐδὲ ζητήσαντες, τί ποτἐστὶ τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καὶ φαίνεται καίτοι σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.
§8 Ἀλλἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ὅσα ταύτας ἐδέξατο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἐστι. ταυτὶ μὲν οὖν μοι νόει τὰ τῶν γιγνομένων τε καὶ φθειρομένων ἁπάντων στοιχεῖα, τὰ δἄλλα σώματα τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ καὶ σιδήρου καὶ λίθων καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτἄκρως θερμὸν οὔτἄκρως ψυχρὸν οὔτἄκρως ξηρὸν οὔτἄκρως ὑγρόν ἐστιν, ἀλλἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ψυχρὸν ξηρὸν ὑγρόν, θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ψυχρὸν μᾶλλον ξηρὸν ὑγρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθἑκατέραν τῶν ἀντιθέσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ψυχρὸν ξηρὸν ὑγρόν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται· θατέρου δὲ πλεονεκτήσαντος ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν κατἀμφοτέρας, οὐκέτεὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον ψυχρόν, μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται. κατὰ ταὐτὰ δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν, ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν θερμὸν ἅμα καὶ ξηρὸν ψυχρὸν ἅμα καὶ ξηρὸν ψυχρὸν ἅμα καὶ ὑγρὸν ὀνομασθήσεται τὸ σῶμα. Ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γιγνώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι. τὰς δἄλλας τέτταρας τὰς ἐξ ἡμίσεος τούτων γιγνομένας οὐκ οἶδὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλὅτι γε δυνατὸν ἐπικρατοῦντος τοῦ θερμοῦ μηδὲν μᾶλλον ὑγρὰν ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι κἀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δέ, κἂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι, συγχωρησάντων γἅπαξ αὐτῶν ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμήν, ἀλλἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτήν, ἐγχωρήσει δηλονότι καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν μέση τῆς ξηρᾶς κράσεως ἤπερ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν· οὐ μὴν οὔθὑγρὰν οὔτε ξηρὰν ἀναγκαῖον εἶναι τὴν αὐτήν, ἀλλἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ κἀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχράν, ἀλλἐγχωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει· ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς ἤπερ ξηρά. ὡς οὖν αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, μὲν θερμὴ μόνον, δὲ ψυχρά, κατὰ τὸν αὐτὸν  τρόπον ἄλλαι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, μὲν ξηρὰ μόνον, δὑγρά, συμμέτρως ἐχόντων πρὸς ἄλληλα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κἀνταῦθα φήσομεν, ὡς, εἴπερ οὐκ ἔστιν ἀναγκαῖον, εἴ τίς ἐστι ξηρὰ κρᾶσις, εὐθὺς ταύτην εἶναι καὶ θερμήν, ἀλλἐνδέχεται καὶ ψυχρὰν ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί τινα μήτε θερμήν, ἀλλεὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν οὔτε ψυχρὰν ὑπάρχειν, ἀλλἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν. Εἰ τοίνυν οὐκ ἀναγκαῖον οὔτε τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι οὔτἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ὑγρὰν γενέσθαι καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι θερμὴν ψυχράν. ὥστεἶναι καὶ ταύτας τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων ἕξεων καὶ τῶν κατἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων. μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, δἐξ ὑπεναντίου τῇδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δἑκατέρων ἐστὶν κατὰ μὲν τὴν ἑτέραν εὔκρατος ὑπάρχουσα, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος, ἥτις ἐξ ἡμίσεος μὲν εὔκρατος, ἐξ ἡμίσεος δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε καὶ δυσκράτου. καὶ εἴπερ ἔχει ταῦθοὕτως, ὥσπερ οὖν ἔχει, θαρρούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφοράς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ τὰς ὀκτώ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμήν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν καὶ ξηρὰν ἅμα καὶ θερμὴν καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν καὶ ψυχρὰν ἅμα καὶ ξηράν.
§9 Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ κατά τε τὰς ἁπλῶς λεγομένας κράσεις ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθἓν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων ῥᾳδίως ἐξευρήσει τὸ πλεονάζον λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων, ἃς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζῴων μόνον φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κἀνταῦθα τό γε τοσοῦτον χρὴ διαστείλασθαι περὶ τῶν ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δἄλλη, καὶ ὡς δυνάμει ταῦτεἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν λέγεται, ῥᾷστον δαὐτοῖς γενέσθαι φυσικήν τινἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι κἄπειτα μεταβῶμεν ἐπὶ τὰ φυτὰ καὶ τὰ ζῷα. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. Ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας ἐκ τῆς τῶν ἄκρων μίξεως γίγνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾷστον. ἀπὸ γὰρ τοῦ θερμοτάτου πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον καταντῶντες ἁπάντων ὧν ἴσμεν, οἷον ἤτοι κρύσταλλον χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει τοῦ τε καίοντος καὶ τοῦ νεκροῦντος διὰ ψῦξιν. οὔκουν οὐδὲ χαλεπὸν ἔτι τοῦ κραθέντος οὕτως ἁψαμένους ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἀντιθέσει καὶ μεμνῆσθαι τούτου καὶ κρίνειν ἅπαντα τἆλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν τέφραν τι τοιοῦτον ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν ἀντιθέσεως. οὔκουν οὐδἐνταῦθα χαλεπὸν οὐδὲν ὄψει θἅμα καὶ ἁφῇ τὸ τοιοῦτον σῶμα διαγνόντα παραθέσθαι τῇ μνήμῃ καὶ τούτῳ κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων πλεοναζόντων ὑγρῶν τε καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ψύξεως ἄγοιτο τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα, φαντασίαν ἐνίοτε παρέξει ψευδῆ καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον δεῖ, τηκόμενόν τε καὶ ῥέον ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει· ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος ἵσταταί τε καὶ πήγνυται καὶ ἀκίνητον γίγνεται καὶ σκληρὸν ἁπτομένῳ φαίνεται κἀκ τούτου φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δὥσπερ ἴσον ὑγροῦ καὶ ξηροῦ μετέσχεν, οὕτω καὶ θερμότητος καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν οὔτε μαλακὸν ἁπτομένῳ φανεῖται τὸ τοιοῦτον σῶμα. Τὸ μὲν οὖν ὅλα διὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ φυραθεῖσα μέμικται μέν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντί, παράθεσις μήν ἐστι τὸ τοιοῦτον κατὰ σμικρὰ καὶ οὐ διὅλων κρᾶσις, ἀλλὰ τὸ διὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα διὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης θεοῦ τοὖργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐδὲν γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως, ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ, καί σοι φανεῖται τὸ τοιοῦτον σῶμα καὶ τῇ θερμότητι μὲν εὔκρατον, ἀλλὰ καὶ σκληρότητος καὶ μαλακότητος ἐν τῷ μέσῳ. Τοιοῦτον δἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζῴων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ διὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκέτοὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τοὖργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ καὶ χόνδροι καὶ κέρατα καὶ τρίχες ὄνυχές τε καὶ σύνδεσμοι καὶ ὁπλαὶ καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ στέαρ καὶ μυελὸς ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν ξηροῦ· καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει σκληρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐ ζῴων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν ἄνθρωπος, ἅμα δὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς. Ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα κέκραται πάντων ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας θερμοὺς καὶ ψυχροὺς καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον χρὴ φαίνεσθαι τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπους τε καὶ ζῷα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας κοινὰ γνωρίσματα προείρηται· τὰ δὡς ἐν ζῴων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δἀνθρώπῳ μὲν  εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ θἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτῳ. καὶ μέν γε καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι προσήκει τῷ τῆς ψυχῆς ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζῴων μορίων, δέδεικται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἧττον. μὲν δὴ μέθοδος αὕτη. Τὸ δἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζῴου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλἐσχάτως ἐστὶ φιλοπόνου καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται καὶ γραφεῖς ἀνδριαντοποιοί τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσι καὶ πλάττουσι καθἕκαστον εἶδος, οἷον ἄνθρωπον εὐμορφότατον ἵππον βοῦν λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται Πολυκλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών. ἐστὶ μὲν οὖν ἐπὶ πλέον, ὃν νῦν ἡμεῖς ζητοῦμεν, κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν οὕτως εὔσαρκος ἄνθρωπος, ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης τῇ τῶν τεττάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔκγονον. εὐθὺς δὑπάρχει τῷ τοιούτῳ σώματι καὶ ταῖς ἐνεργείαις ἄριστα διακεῖσθαι καὶ σκληρότητός τε καὶ μαλακότητος ἔχειν μετρίως θερμότητός τε καὶ ψυχρότητος. καὶ ταῦθὑπάρχει [ἅπαντα] τῷ δέρματι καὶ τούτου μάλιστα τῷ τῆς χειρὸς ἐντός, ὅταν γε μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷος τοῖς ἐρέττουσί τε καὶ σκάπτουσι γίγνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δεἰς τὴν τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. Καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων τῶν τοῦ ἀνθρώπου μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας ἁπάντων τῶν ἐν γενέσει τε καὶ φθορᾷ σωμάτων οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων τῶν μορίων, ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότητός τε καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρου τε καὶ σαρκός, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ ψυχρόν, σὰρξ δὲ πολύαιμός τε καὶ θερμή· μέσον δἀμφοῖν τὸ δέρμα μήτἄναιμον τὸ πάμπαν ὡς τὸ νεῦρον, ἀλλὰ μηδὲ πολύαιμον ὡς σὰρξ γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζῴου μορίων προστησάμενος ἐξετάζοις τε καὶ παραβάλλοις αὐτῷ τἆλλα, τὰς ὀκτὼ διαφορὰς εὑρήσεις τῶν δυσκρασιῶν ἐν αὐτοῖς. Καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἐφεξῆς. φλέγμα μέν ἐστιν ὑγρότατον καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλοὐχ οὕτως ὑγρὸν ὡς τὸ φλέγμα. θρὶξ δὲ ψυχρότατον καὶ ξηρότατον· ἧττον δαὐτῆς ὀστοῦν ψυχρόν τἐστὶ καὶ ξηρὸν καὶ τοῦδε χόνδρος ἧττον ξηρός, ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος, ἔπειτα τένων, εἶθὑμὴν καὶ ἀρτηρία καὶ φλέψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθὑγρότητά τε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔστι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον τὸ μαλακόν, ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ τἆλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα δέρματος ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβός, ἄναιμοί τεἰσὶ καὶ ψυχροὶ φύσει. τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερμαίνονταί τε καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως. τὸ δαἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζῴου μορίων ἐναιμότατόν θἅμα καὶ θερμότατον, ἐφεξῆς δαὐτῷ τὸ ἧπαρ. ἀλλ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ δἧπαρ πολύ. καὶ τοίνυν καὶ ὑγροτέρα τοσούτῳ δέρματός ἐστιν ὅσῳ μαλακωτέρα. καὶ μὲν δὴ καὶ σὰρξ ὑγροτέρα δέρματος, ἀλλαὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δὑγρότερος μέν, ἀλλὰ καὶ ψυχρότερος, καὶ τοῦδε μᾶλλον ἐγκέφαλος ὑγρότερος, ἔτι δὲ τοῦδε μᾶλλον πιμελή, καὶ πῆξις αὐτῆς διὰ τὴν τῶν ὑμένων γειτνίασιν· ἐλαίῳ γὰρ ἔοικε παχεῖ καὶ διὰ τοῦτο πήγνυται ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δἥπατι περιπήγνυσθαι πιμελὴν οὔτἀρτηρίαις καὶ φλεψὶν οὔτε καρδίᾳ δυνατόν, ἀλλοὐδἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως τοῖς πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται καὶ διὰ τοῦθἧττον ὑγρός ἐστι πιμελῆς. ἧττον δὑγρὰ πιμελῆς ἐστι καὶ τοῦ πνεύμονος σάρξ, οὐδὲ γὰρ αὕτη χεῖται θερμαινομένη. πολὺ δἔτι μᾶλλον τοῦ σπληνός τε καὶ τῶν νεφρῶν σὰρξ ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μετὰ ταῦτα λόγῳ διέξειμι καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up