Galen De dignoscendis pulsibus
EN Lat Orig
Book 4
§1–2.1
§1 Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν ἴδιον τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα· περὶ δὲ τῶν ἄλλων, ὅσα μήτἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν διαγνωσθῆναι δύναται μήτἐστὶν αὐτῆς ἴδια, νῦν ἐροῦμεν. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν μὲν βίαιος , κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως κᾂν ἀβίαστος . περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν βίαιον προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι γὰρ οὐκ ὀλίγοις εἴδεσι σφυγμῶν δοκεῖ, σκληρῷ καὶ σφοδρῷ καὶ μεγάλῳ καὶ ταχεῖ καὶ ὑψηλῷ καὶ σπασμώδει καὶ κλονώδει. ἵνοὖν τις μὴ ἐξαπατηθεὶς τῷ κοινῷ συμπτώματι περὶ τὴν διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς δυνατόν ἐστι, ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δἀδύνατον, ἀποχρήσει γοῦν τὸ γιγνώσκειν, ὡς κοινὸν τοῦτο πλειόνων ἐστὶ σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως ἀρίστη τὸ μαθεῖν τὴν αἰτίαν διἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν κοινὸν ἕπεσθαι δοκεῖ πάθημα, τὸ βίαιον τῆς πληγῆς. ᾧδοὖν, ἐπειδὴ χρὴ μὲν ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δοὐχ ὁμοίως διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δἧττον, ποτὲ δὲ ὥστε ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν ἐπὶ πολὺ, βίαιον αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς. ἐπὶ πολὺ δὠθεῖν δύνανται κινήσεις τε τῇ σκληρότητι τῆς ἀρτηρίας οἷον θλῶσα τὴν ἁφὴν καὶ τῇ ῥώμῃ τῆς κινούσης αὐτὰ δυνάμεως οἷον ἀνατρέπουσα, καὶ τῷ μεγέθει τῆς διαστολῆς ἐπὶ πλεῖστον ἐξικνουμένη, καὶ τῷ τάχει τῆς φορᾶς ὠθοῦσα συντόμως, καὶ διὰ τὸ ὕψος οἷον ἐγκαταβαίνουσα, καὶ διὰ τὸ τετάσθαι δυσκίνητος, καὶ διὰ τὸν κλόνον ἅμα τάσεώς τε καὶ σκληρότητος καὶ ταχείας προσβολῆς ἔμφασιν ἔχουσα. ταῦτἄρα παμπόλλοις ἐστὶν ἐντυχεῖν ὁσημέραι τῶν ἰατρῶν ἅπαντας τοὺς εἰρημένους σφυγμοὺς σφοδροὺς εἶναι λέγουσιν. εἰ μὲν οὖν ᾐσθάνοντο τῆς ἐν αὐτοῖς διαφορᾶς, τοῦ καλεῖν ὅπως ἠβούλοντο κοινῇ πάντες οὐδὲν ἂν ἐφροντίσαμεν· ἐπεὶ δὥσπερ ὄνομα κοινὸν ἐπιφέρουσιν, οὕτω καὶ τὴν φύσιν ἁπάντων μίαν εἶναι νομίζουσιν, πειρατέον αὐτοῖς ἐνδείξασθαι τὴν ἀπάτην ἀπὸ τῶν προφανεστάτων ἀρξαμένους, οἷον εὐθέως ἀπὸ τοῦ ταχέος. πρόχειρον γὰρ ἐντεῦθεν τὸ σφάλμα τῷ γε δυναμένῳ συνιδεῖν τὸ τάχος τῆς προσβολῆς οὐ ταὐτὸν ὂν τῷ βιαίῳ τῆς πληγῆς. τά τε γὰρ ἄλλα καὶ μέχρι πλείονος ταχὺς ὠθεῖν οὐ δύναται τὴν ἁφὴν, ἂν μὴ καὶ μέγας . δῆλον, ὅτι μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχει τοῦτο σύμπτωμα. τὸ γὰρ ὅταν ταχὺς μόνον, οὐ διὰ τὸ μέγεθος ὑπάρχον, τῇ δὲ τοῦ μεγέθους παρουσίᾳ προσγινόμενον αὐτῷ πῶς ἄν τις ἴδιον εἶναι λέγοι; γοῦν ταχὺς ἅμα καὶ μικρὸς οὐκ ὠθεῖ μέχρι πολλοῦ τὴν ἁφὴν, ἀλλά τοι τὸ μέχρι τοῦ πολλοῦ μεγέθους ἐστὶν οἰκειότερον, καὶ τούτου κατὰ συμβεβηκός. ἂν γὰρ ἀναμνησθῶμεν ὅσα περὶ τῆς τοῦ μεγέθους διαγνώσεως εἰρήκαμεν, οὐ τῷ μέχρι πλείονος ἔσω χωρεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια μήκους θἅμα καὶ πλάτους καὶ βάθους ἅπτεσθαι τῆς ἁφῆς ἐγνωρίζετο. τὴν γὰρ κατὰ κύκλον τοῦ σφυγμοῦ περιφέρειαν ἱκανὴν τὸ μέγεθος οὖσαν αἰσθήσει διαγνόντες, ἐπαὐτῇ λοιπὸν ἤδη συνελογισάμεθα τὴν ἐκ πολλοῦ βάθους ἄνοδον, οὐκ ἀκολουθησάσης παντὶ τῷ διαστήματι τῆς ἁφῆς, ἀλλὰ τῆς ἐκτὸς τελευτῆς μόνης αἰσθομένης. εἰ γοῦν ἀπὸ τῆς πρώτης ὁρμῆς τοῦ διαστέλλεσθαι τὴν ἀρτηρίαν τῆς κινήσεως ἐθελήσαιμεν αἰσθάνεσθαι, πολὺ τοῦ μεγέθους, ὡς καὶ πρόσθεν ἐῤῥέθη, κωλύσομεν· ὥσθἡμῖν μηδὲ μέγαν ἔτι φαίνεσθαι τὸν σφυγμόν. ἀλλὰ καὶ αὐτὸ τοῦτοὐκ ἐν ἅπασιν οἷόν τε ποιεῖν τοῖς μεγάλοις, ἀλλὅσοι πρὸς τῷ μεγέθει σφοδρότητος μετέχουσι. τοῖς γὰρ μεγάλοις μόνον, οὐ μὴν καὶ σφοδροῖς, οὐδἀπαντῆσαι δυνατὸν ἀνιοῦσιν, οὐδὲ θλῖψαι τὴν ἀρτηρίαν· ἀπόλλυνται γὰρ εὐθὺς ὅλοι. δῆλον οὖν, ὡς οὐδ μέγας διαγινώσκεται τῷ πλεῖστον ἔσω τὴν ἁφὴν ὠθεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια τοῦ τε μήκους καὶ τοῦ κύκλου τῆς ἀρτηρίας προσπίπτειν. ἆροὖν ὑψηλὸς ἐπὶ πλεῖστον ἔσω βιάζεται; καὶ μὴν ὅπερ μέγας ἐν ταῖς τρισὶ διαστάσεσι, τοῦτο οὗτος ἐν μιᾷ κέκτηται. εἴπερ οὖν μηδἐκεῖνος, οὐδὲ οὗτος. ἀλλὰ μὴν μέγας ἐδείχθη χωρὶς τοῦ καὶ σφοδρὸς εἶναι μὴ δυνάμενος ἐπὶ πλέον ὠθεῖν τὴν ἁφήν. οὐκ οὖν οὐδὲ ὑψηλός. εἰ δὲ τῷ μεγάλῳ μὲν ὑπάρχει πολλάκις ἀμυδρότης, τῷ δὑψηλῷ μὲν, μὴ μεγάλῳ δὲ, τὰ πολλὰ μὲν σφοδρότης, ἀμυδρότης δὲ οὐδέποτε, τοῦθἕτερος λογος. ἕξει μὲν γὰρ, ὡς εἶπον, μέχρι πλείονος ὠθεῖν ὑψηλὸς, οὐ μὴν κατὰ τὸν ἴδιον λόγον, ἀλλὅτι πάντως σφοδρὸς, οὐκ ἀμυδρός γέ ἐστιν. ἅπαντες μὲν οὖν οἱ εἰρημένοι σφυγμοὶ φαίνονται σφοδρότητος δεόμενοι πρὸς τῷ μέχρι πολλοῦ τὴν ἁφὴν ὠθεῖν. καὶ διὰ τοῦτο ὅσοις μὲν αὐτῶν διὰ παντὸς σύνεστι σφοδρότης, ἀεὶ βιαίως πλήττουσι, ὅσοις δοὐκ ἀεὶ μὲν, ὡς τὸ πολὺ δὲ, καὶ οὗτοι τὰ πολλὰ βίαιοι φαινόμενοι τοῖς  ἀμελέστερον τὰ τοιαῦτἐπισκοποῦσιν ἐπιστεύθησαν ἀεὶ τοιοῦτοί τινες΄ ὑπάρχειν. ἄλλοι δαὖ σφυγμοὶ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα βιαίως πλήττουσιν, ὥσπερ τε κλονώδης καὶ σπασμώδης. οὐδὲ γὰρ οὗτοι διἄλλο τι βίαιον ἔχουσι τὴν πληγὴν, ἀλλὰ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα. καὶ δύο ταῦτἔοικεν εἶναι μόνα σφυγμῶν εἴδη βιαίως πλήττοντα, τό τε τῶν σφοδρῶν καὶ τὸ τῶν σκληρῶν. εἰσὶ δοἳ κᾀν τούτοις δεῖσθαι σφοδρότητος ἔφασαν πρὸς τὴν σκληρότητα· μὴ γὰρ δύνασθαι μόνην βίαιον ποιήσασθαι πληγὴν, ὥσπερ οὐδεἰ λίθον ἀτρέμα προσάγοις· δεῖ γὰρ δὴ καὶ τούτῳ τόνου τινὸς, εἰ μέλλοι πλήττειν ἰσχυρῶς. ἀλλὰ τούτους μὲν ἐρέσθαι δίκαιον, τί ποτε καὶ βούλονται, πότερον οὐδὲν ὅλως εἶναι σῶμα σκληρὸν, ἀλλὰ τοῦτο τοὔνομα τὸ σκληρὸν μάτην ὑπὸ τῶν ἀνθρώπων εἰρῆσθαι κατοὐδενὸς ὑποκειμένου πράγματος, πρᾶγμα μὲν εἶναί τι καθοὗ λέγεται, διάγνωσιν δαὐτοῦ μηδεμίαν ὑπάρχειν αἰσθήσει, διἄλλης τινὸς αἰσθήσεως, οὐ διὰ τῆς ἁφῆς γνωρίζεσθαι. πάντα γὰρ ἄτοπα τό τε μηδὲν εἶναι σῶμα σκληρὸν τό τε λόγῳ μᾶλλον αἰσθήσει διαγινώσκεσθαι τό ταἰσθήσει μὲν, ἄλλῃ δέ τινι μᾶλλον ἁφῇ. καὶ μὴν εἰ συγχωρηθείη γέ τι σκληρὸν εἶναι καὶ διὰ τῆς ἁφῆς γνωρίζεσθαι, τί λοιπὸν περὶ ὀνόματος ἐρίζοντες εὑρεθήσονται, φάσκοντες ἄνευ τόνου μὴ δύνασθαι βίαιον ἀπαὐτοῦ γενέσθαι τὴν πληγήν; εἰ γὰρ καὶ μὴ βίαιον ἐθέλοιεν καλεῖν, ἀλλοἷον θλῶσάν γε πάντως, ἀπωθουμένην, ἀνατρέπουσαν εἰπεῖν ἀναγκασθήσονται. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν τόνος ἐν τοῖς τῶν ζώων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα, εἰς ἄτομα, εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν. ὥστοὐδαἰσθήσει διαγνωστὸς τόνος, ἀλλ’, εἴπερ ἄρα, διὰ σημείου τινὸς, σημείων, ἤτοι κατἔνδειξιν, κατἀπόδειξιν πιστός. σκληρὸν δὲ καὶ μαλακὸν σῶμα πάντες ἄνθρωποι διαγινώσκομεν αἰσθήσει. καὶ δίκαιον οὐ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν, ἀλλὰ περὶ τῆς διαγνώσεως, μᾶλλον δοὐδὲ περὶ ταύτης, ἀλλὰ περὶ τοῦ πῶς ἄν τις ἑρμηνεύοι ἑτέρῳ τὸ γιγνόμενον ἑαυτῷ πάθημα κατὰ τὴν ἁφὴν ἐν τῇ προσβολῇ τῶν σκληρῶν σωμάτων, ὅπῃ τε διαφέρει τοῦτο τῶν σφοδρῶν. ἀλλἐπεὶ τοῖς ἔμπροσθεν παραλέλειπται, πειραθῶμεν ἡμεῖς αὐτὸ ποιῆσαι, ἀρχὴν τῷ λόγῳ τὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα θέμενοι. ἐπεὶ τοίνυν σφοδρά τινα καλοῦμεν οὐ ζῶα μόνον, ὥσπερ λέοντάς τε καὶ ταύρους, ἀλλὰ καὶ τῶν ἀψύχων ἔνια, καθάπερ τά τε τῶν ποταμῶν κατάντη ῥεύματα καὶ ἀνέμους τοὺς μεγάλους, ἕτερα δὲ σκληρὰ, καθάπερ χαλκὸν καὶ σίδηρον καὶ λίθους, ἀναμνησθῆναι χρὴ, τί δή ποτἐστὶν ἀφἑκατέρων αὐτῶν, ὅταν ὁμιλῶσιν ἡμῖν διάφορα ἐγγινόμενα τοῖς σώμασι παθήματα. τό τε γὰρ βίαιον τῆς προσβολῆς κοινὸν ἀμφοῖν, τῶν τε σφοδρῶν ἀνέμων καὶ τῶν σκληρῶν σωμάτων, πλεονεκτεῖ δ’, οἶμαι, κατὰ μὲν τοὺς ἀνέμους τε καὶ τὰ τῶν ποταμῶν ῥεύματα τὸ ἀνατρέπεσθαι πρὸς αὐτῶν, κατὰ δὲ τοὺς λίθους καὶ τὰ ξύλα τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι. ἐπὶ μὲν γὰρ τῶν προτέρων, εἰ καὶ πάνυ προθυμηθείημεν ἐναντίοι βαδίζειν πρὸς αὐτὰ, πάντως ἰσχόμεθά τε καὶ ἀνατρεπόμεθα καὶ εἰς τοὐπίσω βιαίως ὠθούμεθα, χωρὶς τοῦ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι τὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν δευτέρων αὐτὸ τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι πλεονεκτεῖ. μάλιστα δἂν αὐτὸ μάθοις, εἴ τινι τῶν τοῦ σώματος μορίων ἐπιθείης λίθον μὴ πάνυ βαρὺν, ἀλλὥστε βουληθέντας ἀποῤῥπῖψαι ῥᾳδίως. γνώσῃ γὰρ ὅπως ἐπικείμενος μὲν βαρύνει καὶ θλίβει καὶ θλᾷ καὶ οἷον ἐγκαταβαίνει τῷ δέρματι, ἀπολιπεὶς δὲ καταλείπει τι περὶ τὸ μόριον ἴχνος καὶ γνώρισμα τῆς θλίψεως. γὰρ κοιλότερον ἑαυτοῦ καὶ μέχρι πολλοῦ διασῶζον τὴν ἕδραν τὸ μέρος ἀπέφηνεν, πρὸς τούτῳ καὶ πελιδνόν. οὐ μὴν ἄνεμός γε, κᾂν ἰσχυρότατος ὢν τύχῃ, κᾂν ἀνατρέψῃ τινὰ, κᾂν καταβάλῃ, πιλεῖ που καὶ κοῖλον ἀπεργάζεται τὸ σῶμα. μαλακὸς γὰρ ὢν καὶ ῥᾳδίως περισχίζεταί τε καὶ περιῤῥεῖ. διὰ τοῦτο μέγιστα μὲν πλοῖα ῥᾳδίως ὠθεῖ καὶ καταβάλλει πολλάκις, οὐ μὴν κοιλότερόν γέ τι τῶν ξύλων τῶν ἐν αὐτοῖς εἰργάσατο, καθάπερ εἰ λίθος ἦν, σίδηρος τὸ προσπῖπτον. ταῦτα γὰρ θλάσαι μὲν καὶ συντρῖψαι δύναται, ἀπώσασθαι δὲ καὶ ἀνατρέψαι τοῖς ἀνέμοις παραπλησίως οὐ δύναται. μήποτοὖν οἷς μὲν ἂν ὑπείκουσαν ἔχωμεν τὴν τῆς σαρκὸς φύσιν, ταῦτα μὲν σκληρὰ καλοῦμεν, δἂν αὐτῇ ὑπείκῃ τῇ σαρκὶ, καθάπερ τὸ ὕδωρ, μαλακὰ κέκληται; καὶ, τοῦτἄρἦν τὸ πρὸς τοῦ Πλάτωνος λεγόμενον, σκληρὰ μὲν, ὅσοις ἂν ἡμῶν σὰρξ ὑπείκῃ, μαλακὰ δ’, ὅσα ἂν τῇ σαρκί. φέρε γὰρ ἡμῶν τὴν ἁφὴν ὑποπίπτειν ὑγρῷ τινι, παντί που δῆλον, ὡς ἐγκαταβήσεται μὲν αὐτὰ, τὸ δὑγρὸν εἴξει τε καὶ ὑποδέξεται. σκληρῷ δεἴ τινι προσπέσοι, δῆλον, ὡς αὐτὴ μᾶλλον εἴξει τε καὶ κοίλη γενήσεται. ἵνοὖν ἤδη συμπερανώμεθα τὸν λόγον, ἐπινοήσωμεν τὴν ἡμετέραν χεῖρα ποτὲ μὲν ὕδατος ὀξεῖ ῥεύματι, ἀνέμῳ σφοδρῷ ἐξ ἐναντίας ἀπαντῶσαν, ποτὲ δὲ λίθῳ τινὶ διὰ τῆς ἑτέρας χειρὸς ἀτρέμα προσαγομένῳ, ἆροὐ πρόδηλον, ὡς ἀπὸ μὲν τῶν προτέρων ἀνατραπήσεται μὲν μὴ θλιφθεῖσα, τὸν δὲ λίθον αὕτη μὲν ἀνατρέψει, θλιφθήσεται δὑπαὐτοῦ. τὸ μὲν γὰρ σκληρὸν, ὅσον ἐφἑαυτῷ, κωλύειν οὐχ ἱκανὸν ἡμᾶς ἰέναι πρόσω, ἀλλὰ ἤτοι διὰ βάρος, διὰ τὴν ἔξωθεν αὐτῷ προσιοῦσαν κίνησιν ἴσχειν ποτὲ δύναται· τὸ δὲ σφοδρὸν καταὐτὸ τοῦτο τὸ ἴσχειν τε καὶ κωλύειν καὶ ἀπωθεῖσθαι καὶ ἀνατρέπειν νενόηται. δῆλον οὖν, ὡς ἑτέρα μὲν αἴσθησις ἡμῖν ἐν τῇ τῶν σφοδρῶν, ἑτέρα δἐν τῇ τῶν σκληρῶν ὁμιλίᾳ γίγνεται. τὰ μὲν γὰρ θλίβει μόνον τὴν σάρκα, τὰ δἴσχει που πρόσω.  πολλάκις δεἰς ταὐτὸν ἀμφοτέρων συνιόντων, ὡς εἶναι τὸ προσπῖπτον ἅμα μὲν σκληρὸν, ἅμα δὲ σφοδρῶς κινούμενον, ἀνάγκη καὶ τὴν αἴσθησιν ἡμῖν τὴν ἀπαὐτῶν διπλῆν γίνεσθαι, τὴν μὲν ὡς θλίβοντος, τὴν δὡς ἀνατρέποντος. καὶ εἴπερ ταῦθοὕτως ἔχει, καθάπερ οὖν ἔχει, τὴν τοῦ σκληροῦ σφυγμοῦ διάγνωσιν ἐν τῷ θλίβεσθαι θετέον τὴν ἁφὴν, ὥστεἶναι τὸ μὲν τῆς πληγῆς βίαιον κοινὸν ἀμφοτέροις, τὸ δἴδιον ἑκατέρου, τὸ μὲν θλίβειν τοῦ σκληροῦ, τὸ δἀνατρέπειν τοῦ σφοδροῦ. τὰ μὲν δὴ πάθη τῆς ἁφῆς ταῦτα καὶ τὰ συνήθη τοῖς Ἕλλησιν ἐπαὐτοῖς ὀνόματα.
§2.1 Δύναιτο δἄν τις καὶ διἑτέρων ὀνομάτων ταῦτα τὰ πράγματα δηλοῦν, ὥσπερ ἀμέλει ῥᾳδίως αὐτὸ ποιήσουσιν οἱ τὸ συνεχὲς τῆς ὅλης οὐσίας διακόπτοντες τῷ κενῷ, τοῦτἔστιν ἅπαντες ὅσοι σώματα αὐτὰ σμικρὰ καὶ ἀδιαίρετα καὶ ἄτμητα καὶ ἄναρμα, ποτὲ μὲν συγκρινόμενα, ποτὲ δὲ διακρινόμενα, τάς τε γενέσεις καὶ τὰς φθορὰς ἐργάζεσθαί φασιν, οὗτοι γὰρ, ὡς ἂν οὐδένα τόνον εἰδότες ζωτικὸν, ὅταν ἀθρόα καὶ πολλὰ καὶ ταχέως φέρηται ταυτὶ τὰ σμικρὰ σώματα, τότε τὴν ἀπαὐτῶν πληγὴν σφοδρὰν φήσουσι γίνεσθαι, καθάπερ ἐπὶ τῶν ἀνέμων τε καὶ τῶν εἰς τὸ κάταντες φερομένων συμπίπτει ῥευμάτων. τὸ δὲ ἀθρόα καὶ πολλὰ καὶ πυκνὰ λέγειν ταὐτὸν εἶναι φήσουσιν τῷ βραχὺ παρεσπάρθαι κενὸν, τοῦτο δὲ τῷ πεπληρῶσθαι στερεᾶς οὐσίας τὴν εὐρυχωρίαν τῆς ἀρτηρίας ταὐτὸν ὑπάρχειν· τὴν γὰρ δὴ κένωσιν αὐτῆς, ὥσπερ καὶ αὐτὸ τοὔνομα δηλοῖ, παρὰ τὸ κενὸν ὠνομάσθαι, τοῦτο γὰρ ἐν ἅπασιν ἀεὶ τοῖς συγκρίμασι περιέχεσθαι· τῷ δἧττον, πλέον εἶναι ποτὲ μὲν σκληρὰ, ποτὲ δὲ μαλακὰ γίγνεσθαι τὰ σώματα, καὶ νῦν μὲν πλήρεις αὐτῶν τὰς ἐντὸς κοιλίας, αὖθις δ’, εἰ τύχοι, κενάς. τὸν μὲν οὖν χιτῶνα τῆς ἀρτηρίας σκληρὸν, μαλακὸν φήσουσι γίγνεσθαι διὰ τὸ ποσὸν τοῦ παραπεπλεγμένου τῷ συγκρίματι κενοῦ· τὴν δἐντὸς εὐρύτητα πλήρη καὶ διάκενον, διὰ τὸ ποσὸν πάλιν κᾀνταῦθα τῆς παρεσπαρμένης αὐτῇ κενότητος. μέγαν δέ τινα εἶναι φήσουσι σφυγμὸν, οὐ μὴν τό γἀντιβατικὸν ἔχειν τὴν προσβολὴν, ὅταν πολὺ μὲν τὸ κατὰ τὴν κοιλότητα τῆς ἀρτηρίας κενὸν, ὀλίγα δὲ τὰ πρῶτα σώματα· μέγαν δἅμα καὶ ἀνατρεπτικὸν, ὅταν ὀλίγον μὲν, τὸ κενὸν, πολλὰ δὲ τὰ σώματα. δῆλον οὖν ἤδη γέγονεν, ὡς οὐδὲν κατἐκείνους διοίσει λέγειν πλήρη σφυγμὸν σφοδροῦ. καὶ γὰρ καὶ τὸ τῆς ἁφῆς πάθος ἓν ὑπάρχειν καὶ τοῦ σφυγμοῦ τὴν φύσιν μίαν εἶναι. κενοῦ γὰρ ὀλίγου ταῖς εὐρυχωρίαις τῶν ἀρτηριῶν παρακειμένου, διὰ μὲν τὸ πλῆθος τῶν ὄγκων πλήρη λέγεσθαι τὸν σφυγμὸν, διὰ δὲ τὸ τῆς πληγῆς ἰσχυρὸν σφοδρὸν, ὥστε τῶν ὀνομάτων τὸ μὲν ἕτερον αὐτῆς τῆς οὐσίας δηλωτικὸν εἶναι τοῦ σφυγμοῦ, τὸ δἕτερον τοῦ ποιοῦ τῆς προσβολῆς. οὔκουν εἶναι σφυγμὸν ἄλλον μὲν πλήρη, σφοδρὸν δἄλλον· δυοῖν γὰρ ὀνόμασιν ἓν πρᾶγμα δηλοῦσθαι κατὰ διαφόρους ἐννοίας. ἀλλἡμεῖς γε, ὅσοι ζωτικὸν τινα τόνον εἶναί φαμεν, διττὴν μὲν ἐξ ἀνάγκης ὁμολογήσομεν ὑπάρχειν τὴν φύσιν τῶν σφυγμῶν· εἰ δὲ καὶ τὴν διάγνωσιν ἐπιμελέστερον τούτων ἐπισκεψαίμεθα. χαλεπὴ δὲ σκέψις μάλιστα γίνεται τῷ μηδένα τῶν ἔμπροσθεν ἀξιόλογον μηδὲν γράψαι περὶ διαγνώσεως σφυγμῶν, ἀλλὰ τοὺς μὲν τελέως παραλιπεῖν, τοὺς δὲ ἐπὶ μικρὸν κομιδῆ προσάψασθαι. Ἡρόφιλος μὲν οὖν, ὡς ἂν τὰ τῆς αἰσθήσεως πάθη γράφων, οὐδαμῆ πληρότητος ἐμνημόνευσεν, ἧς οὐδεπώποτε ᾔσθετο. οἱ δἀπαὐτοῦ μὲν κληθέντες Ἡροφίλειοι, πάντα μᾶλλον δόντες τοῦτο λέγεσθαι βούλονται, σοφισταὶ καὶ πολυλόγοι γενόμενοι σχεδὸν ἅπαντες, οὔτἄλλο τι τῶν Ἡροφιλείων θεωρημάτων ἐπαὐτῶν τῶν ἔργων τῆς τέχνης προὐθυμήθησαν ἀσκῆσαι. καὶ πρὸς ἄλλοις πολλοῖς οἷς ἐλυμήναντο τὴν τέχνην, ἔτι τε καὶ τὸν πλήρη σφυγμὸν ἡμῖν ἐπεισήγαγον ταῖς διαγνώσεσιν, ἵνα δηλαδὴ μικρᾶς οὔσης τῆς τέχνης ἔχωμεν ἡμεῖς νῦν πράττωμεν. οὔτε γὰρ παρελθεῖν οἷόν τε σφυγμὸν ὑπἀνδρῶν οὕτως ἐνδόξων πεπιστευμένον οὔθὃν οὐδεπώποτε εὕρομεν ἐπὶ τῶν ἔργων διαγνῶναι προχείρως ἡμῖν θετέον, ἀλλοτρίαις ἀκολουθήσασιν ἀποφάσεσιν. ἀλλἀνάγκη δεῖξαι πρῶτον μὲν ὅτι μέχρι τῆς ἐννοίας σφυγμὸς οὗτος πρόεισιν, ἔπειτα ὡς οὐδἩρόφιλος αὐτὸν αἰσθήσει διεγίνωσκεν. εἰ μὲν οὖν μὴ συγκεχύκεσαν αὐτοὶ τὸ σημαινόμενον τοῦ ὀνόματος, ἤδη εἶχόν τι κᾀγὼ λέγειν ὧν ἐπαγγέλλομαι· ἐπεὶ δὲ πολυειδῶς ἐτάραξαν αὐτὸ πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτὸν ἕκαστος οὐχ ὁμολογοῦντες, ἀναγκαῖόν ἐστιν ὑπὲρ τοῦ σημαινομένου πρότερον ἡμᾶς διασκέψασθαι, μή πῃ λάθωμεν ἡμᾶς αὐτοὺς ὡς κόρακες κολοιοὶ φωνὰς μόνας προφερόμενοι, τὰ δὲ πράγματα καθὧν αὗται λέγονται παντάπασιν ἀγνοοῦντες. ὄντων οὖν πολλῶν τῶν γραφόντων τοὔνομα τοῦ πλήρους σφυγμοῦ, τοὺς μὲν ἄλλους παραλείψειν μοι δοκῶ, πλὴν εἴ που κατὰ τὴν ἀνάγκην τοῦ λόγου μνημονεύσαιμι διὰ βραχέων. ἀποχρήσει δέ μοι τὰ πρὸς Ἀρχιγένους τε καὶ Ἀγαθίνου γεγραμμένα προχειρισαμένῳ διασκέψασθαι. λέγει δὲ μὲν Ἀρχιγένης ὑπὲρ αὐτοῦ τόνδε τὸν τρόπον· ἔστι δὲ πλήρης σφυγμὸς ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ἐν τούτῳ δὲ δὴ τῷ λόγῳ πρῶτον τί δηλοῖ τὸ ναστοτέραν οὐ πάνυ σαφῶς οἶδα, διὰ τὸ μηδὲ σύνηθες εἶναι τοῖς Ἕλλησιν ὄνομα κατὰ τοῦ τοιούτου πράγματος λέγεσθαι. ἄρτον μὲν γάρ τινα ναστὸν ἐκάλουν, οὐ μὴν ἄλλο γέ τι σῶμα πρὸς αὐτῶν οὕτως ὠνομασμένον ἐπίσταμαι. αὐτὸς δὲ Ἀρχιγένης, δικαιότατον γὰρ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ συνήθειαν παραὐτοῦ μανθάνειν, δοκεῖ μοι τὸ ναστὸν ἀντὶ τοῦ πλήρους ὀνομάζειν, ἐν γοῦν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ  διηγούμενος τὰ ὑπὸ Μάγνου εἰρημένα κατὰ λέξιν οὕτω γράφει· ὅλως γὰρ, φησὶν, σφοδρὰ πληγὴ οὐ γίγνεται, εἰ μὴ ναστοῦ ὄντος τοῦ προσπίπτοντος, μεγάλου καὶ ταχέος ἐπιφερομένου. ἐφ μετὀλίγον οὕτως ἄρα φησί· καὶ σφοδρότης σφυγμοῦ ἐκ τάχους, μεγέθους, σφοδρότητος, πληρότητός ἐστι σύνθετος. τὸ γὰρ ἀνωτέρω ναστὸν, τοῦτο νῦν πλῆρες ἐκάλεσεν, ὡς οὐδὲν διαφέρον οὕτως ἐκείνως εἰπεῖν. ἀλλὰ καὶ πανταχοῦ μοι δοκεῖ κατὰ τὸν αὐτὸν τρόπον χρῆσθαι τῇ τοῦ ναστοῦ προσηγορίᾳ. μεταλάβωμεν οὖν ἤδη τὸ ναστοτέραν εἰς τὸ πληρεστέραν, ἵνα καὶ γνῶμεν τί ποτἐστὶν λέγει. ἔστι δὲ λέξις τοιάδε· ἔστι δὲ πλήρης μὲν σφυγμὸς πληρεστέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν. ἀλλὰ τοῦτο μὲν διἑαυτοῦ δηλούμενον, οὐδὲν ἡμᾶς διδάξει πλέον. ἆροὖν ἄμεινον ὑπερβάντας ὅλον τὸ ναστοτέραν σκέψασθαι τὸ ἐπιφερόμενον ἐγχύλως. τοιοῦτον γάρ τι δηλοῦν ἔοικεν λέξις, ὡς τοῦ πλήρους σφυγμοῦ κατὰ τὴν προσβολὴν δεικνυμένου διασεσαγμένην ἐγχύλως τὴν ἀρτηρίαν. αὐτὸ δὲ πάλιν τὸ διασεσαγμένην πότερα ταὐτόν ἐστι τῷ μεμεστωμένην, ἄλλο τι δηλοῖ, σαφῶς οὐκ ἔχω συμβαλεῖν. καὶ γάρ τοι καὶ ἀντιθεὶς ἑξῆς τῷ τῇ πλήρους καὶ τοῦ ναστοτέρου τὸν ὁρισμὸν τοῦ κενοῦ, οὔτε τῷ ναστοτέραν τὸ ἐναντίον ἔλαβεν οὔτε τῷ διασεσαγμένην, δέον, οἶμαι, λαβεῖν, εἴπερ ἐναντίον πρᾶγμα ὡρίζετο. νῦν οὐδὲν ἔλαβεν, ἀλλὰ τί φησι; κενὸς δὲ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος. τοῦτο γὰρ τὸ πομφολυγώδη οὔτε τῷ ναστοτέραν οὔτε τῷ διασεσαγμένην ἐναντίον ἐστίν. ἀλλεἴπερ ἄρα, μόνῳ τῷ ἐγχύλῳ, ἵνα τὸ μὲν ἔγχυλον οἷον ὑγρότερόν πως εἴη, τὸ δὲ πομφολυγῶδες ἀερωδέστερον. πάλιν δὲ τῷ τοῦ κενοῦ λόγῳ πρόσκειται, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν· τίνι τῶν ἐκ τοῦ πλήρους ἐναντίον ἐστὶν, οὐκ ἂν εὕροις. τῷ μὲν γὰρ τῆς κενεμβατήσεως ὀνόματι τὸ τῆς ἀντιβάσεως μάλιστἀντιθείη. παραλέλειπται δὅλον τοῦτο ἐν τῷ πλήρους λόγῳ. καίτοι γἠδύνατο κατὰ τὸν αὐτὸν εἰρῆσθαι τρόπον, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων ἀντίβασιν ὑποπίπτειν. ἀλλοὐκ εἴρηται, εἰ μή τι ἄρα περὶ τὸ ναστοτέραν ἐπιδεικνύναι τὴν ἀρτηρίαν τοῦτό ἐστιν, ἵνἐν ἑκατέρῳ τῷ λόγῳ μὴ τί ποτἐστὶν πλήρης σφυγμὸς δηλούμενον, ἀλλὰ πῶς διαγινώσκεται. καὶ εἰ τοῦτο, τάχἂν ἀκολουθεῖν ἤδη δυναίμην. εἰ γὰρ τῶν ἡμετέρων κατὰ τὴν ἁφὴν παθημάτων ἐξήγησίς ἐστιν λόγος, οὐδαμοῦ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως ἁπτόμενος ἀναμνησθῆναι δύναμαι πάντων ὧν κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας ἁφὴ πάσχει. τάχα οὖν εὑρήσομεν οὕτως, τί ποτε βούλεται δηλοῦν Ἀρχιγένης. δὲ πάσχει, ταῦτἐστίν. αἰσθάνεται προσπίπτοντος αὐτῇ κινουμένου σώματος ἐν χρόνῳ τινὶ, καὶ τοῦτο ποτὲ μὲν κατὰ πολλὰ μόρια προσπίπτειν ἑαυτῇ φαντάζεται, ποτὲ δοὒ, καὶ θλίβειν τε καὶ αὖθις μὴ θλίβειν, καὶ ἡμῶν θλιβόντων ἀντιβαίνειν, νικᾶσθαι. ταῦτἐστὶ τὰ πρῶτα καὶ οἷον στοιχεῖα τοῦ παντὸς περὶ τῶν σφυγμῶν λόγου, πάθη τῆς ἁφῆς. τὰ γὰρ ἄλλα πάντα τὰ μὲν ἐκ τούτων σύγκειται, τὰ δἐν τῷ πρὸς τὶ νενόηται, ἤτοι καὶ τὰ μόρια τῶν εἰρημένων ἀλλήλοις παραβαλλόμενον, ὅλων πρὸς ὅλα. κατὰ τίνος οὖν λέγεται τούτων τὸ τοῦ πλήρους ὄνομα; πότερον κατὰ τῆς κινήσεως αὐτῆς; ἀλλἐν ἐκείνῃ τάχος ἦν καὶ βραδύτης καὶ τῶν ῥυθμῶν αἱ γενέσεις. ἀλλὅταν κατὰ πολλὰ μόρια τῆς διαστολῆς αἰσθάνηται ἁφή; ἀλλἐνταῦθα μακροὶ καὶ πλατεῖς καὶ ὑψηλοὶ καὶ μεγάλοι γίνονται σφυγμοί. ἀλλὅταν κατὀλίγα; οἱ ἐναντίοι δηλονότι τῶν εἰρημένων. ἀλλὅταν θλίβηται; σκληρός. ἀλλὅταν ἀνατρέπηται; σφοδρός. τί γὰρ δεῖ περὶ τῶν ἐναντίων αὐτοῖς, μέσων μακρολογεῖν; πότοὖν πλήρης γενήσεται; τί πάσχει πάθος ἁφὴ; πότερον, ὅταν θερμασίας πλείονος, δριμυτέρας αἰσθάνηται; ἀλλοὐκ ἔστιν ἐκ τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν τοιαύτη διάγνωσις. ἀλλὅταν ὑγρότητος, ξηρότητος; ἀλλοὐδὲ ταῦτα τῆς τῶν σφυγμῶν διαφορᾶς ἐστι τὰ παθήματα. καὶ γὰρ καὶ χωρὶς τῶν σφυγμῶν ἔνεστιν αὐτὰ διαγινώσκειν ἐπιβάλλοντα τὴν χεῖρα τῷ σώματι τοῦ νοσοῦντος. μήτι οὖν τὸ τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ ἐν τοῖς πλήρεσιν ὀνομάζουσι; τάχα γὰρ καὶ Ἀγαθῖνος τοιοῦτόν τι βούλεται. ἀλλεἰ τοῦτο, ἐχρῆν ἀποσαφῆσαι τοῦταὐτὸ ἡμῖν, καὶ μὴ Σφιγγὸς προβάλλειν αἰνίγματα. βούλονται μὴ μόνον περὶ τῶν πραγμάτων ἡμᾶς ζητεῖν οὕτω χαλεπῶν ὄντων, ἀλλἐξ ἐπιμέτρου τί ποτε λέγουσι σκοπεῖν, καὶ πολλαπλάσιόν γε χρόνον εἰς τοῦτἀναλίσκειν, εἰς αὐτῶν τῶν πραγμάτων τὴν εὕρεσιν; ἴδωμεν οὖν ἤδη καὶ τὴν τοῦ Ἀγαθίνου ῥῆσιν, καὶ ζητήσωμεν εἰ τὸ τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ ἐν τοῖς πλήρεσιν εἶναι βούλεται. γράφει οὖν καὶ αὐτὸς ᾧδε· παρακολουθεῖ γὰρ ἐν ταῖς ἐπισκέψεσι πληρότητος καὶ κενότητος σφυγμοῦ, τοῦ μὲν πλήρους τεταμένον καὶ ἐξεριστικὸν διὅλου τὸ πνεῦμα παριστάντος, τοῦ δὲ κενοῦ διαῤῥέον καὶ ταῖς ἀντιβάσεσιν ἐναφανιζόμενον, ὡς ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτῳ μὲν τό γε τοσοῦτον ἤδη χάριν ἴσμεν, ὅτι τε μὴ Σφιγγὸς αἰνίγματα προβάλλει, καθάπερ Ἀρχιγένης τε καὶ πολλοὶ τῶν ἄλλων. εἰ μὲν γὰρ ὀρθῶς, μὴ λέγει κατὰ σχολὴν ἔνεστι σκοπεῖσθαι. τὸ δοὖν λεγόμενον αὐτὸ σαφές ἐστιν ἤδη. βούλεται γὰρ τεταμένον καὶ ἐξεριστικὸν διὅλου τὸ πνεῦμα κατὰ τοὺς πλήρεις ἐμφαίνεσθαι σφυγμοὺς, ἄῤῥωστον δὲ καὶ καταπῖπτον ῥᾳδίως καὶ μηδεμίαν ἔχον ἀντίβασιν ἐν τοῖς κενοῖς. εἴτε δὲ τὸ σύμφυτον πνεῦμα καὶ ζωτικὸν τὸ διὰ τῶν σωμάτων, ὡς αὐτοὶ βούλονται, τεταμένον, εἴτε τὸ ἀερῶδές τε καὶ ὑλικὸν τὸ ἐν  ταῖς εὐρυχωρίαις, οὐ πάνυ μὲν λέξις ἀποσαφεῖ, τῇ δὅλῃ τῶν ἀνδρῶν γνώμῃ τεκμήραιτἄν τις τὸ ζωτικὸν αὐτὸν λέγειν. ἀλλεἴτε τοῦτο, ἐκεῖνο, τό γε τοσοῦτον ἐν παρόντι παρακλητέον αὐτόν τε καὶ τοὺς ἀπαὐτοῦ μηδέπω δόγματα τοῖς τῆς αἰσθήσεως ἀναμιγνύναι πάθεσιν, ἀλλὡς ἐμπειρικὸν, οὐ γὰρ ἀτιμάζει τὴν ἐμπειρίαν, διαλεχθῆναι πρότερον ἡμῖν ὑπὲρ αὐτῶν τῶν λεγομένων κατὰ τὴν ἁφὴν, εἶταὖθις, ὅπως ἐξ αὐτῶν χρὴ διὰ τοῦ λόγου μεταβαίνειν ἐπὶ τὰ δόγματα, διδάξαι. τίνα τοίνυν τὰ τῆς αἰσθήσεως πάθη καταὐτὸν, εἰ μεταθείημεν τὸ τοῦ πνεύματος ὄνομα, καὶ πληγὴν εἴποιμεν; ἔσται γὰρ λόγος τοιοῦτος· πλήρης σφυγμὸς τεταμένην καὶ ἐξεριστικὴν διὅλου τὴν πληγὴν παρίστησιν, δὲ κενὸς οἷον διαῤῥέουσαν καὶ ταῖς ἀντιβάσεσιν ἐμφανιζομένην, ὡς ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτων δὲ οὕτω καλῶς μετειλημμένων, μικρὸν ἐπελίξαντες αὐτοῦ τὸ βιβλίον, θεασώμεθα τί λέγει περὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ. ἔχει δὲ λέξις οὕτως· διότι μὲν οὖν σφοδρός ἐστιν σφυγμὸς βιαίως κρούων τὴν ἁφὴν καὶ κατὰ τὴν πρόσαλσιν ἰσχυρῶς αὐτὴν ἀνατρέπων, δῆλόν τἐστὶν αὐτόθι καὶ συμφωνεῖται τοῖς πλείστοις. εἶτἐπιφέρων φησί· τῶν ἐναντίων ἐπινενοημένων δηλονότι περὶ τὸν ἀμυδρὸν σφυγμόν. ἀμενηνῶς γὰρ καὶ ἐκλύτως πρόσεισι τῇ ἁφῇ. ταῦτὀρθῶς Ἀγαθῖνος, ἀλλοὐ μὲν διαφέρει τῶν περὶ τοῦ πλήρους τε καὶ κενοῦ. τὸ μὲν γὰρ ἐξεριστικὴν διὅλου τὴν πληγὴν εἷναι ταὐτόν ἐστι τῷ βιαίως τε κρούειν τὴν ἁφὴν καὶ ἰσχυρῶς ἀνατρέπειν, εἴρηται δαὐτῶν τὸ μὲν ἐπὶ τοῦ πλήρους, τὸ δὲ ἐπὶ τοῦ σφοδροῦ. τὸ δαὖ ταῖς ἀντιβάσεσιν ἀφανίζεσθαι ταὐτόν ἐστι τῷ ἀμενηνῶς καὶ ἐκλύτως ἐναφανίζεσθαι τῇ ἁφῇ. εἴρηται δὲ τούτων τὸ μὲν πρότερον ἐπὶ τοῦ κενοῦ, τὸ δὲ δεύτερον ἐπὶ τοῦ ἀμυδροῦ. ἆροὖν μὲν Ἀγαθῖνος οὕτως ἐξηγήσατο τὰ τῆς ἁφῆς πάθη, κατά γε τοὺς σφοδροὺς σφυγμοὺς καὶ τοὺς ἀμυδροὺς, δἈρχιγένης ἑτέρως, οὐ μὴν ἀλλὰ κᾀκεῖνος ὡδὶ γράφει· ὥστἐκ τοῦ καθἕνα χωρισμοῦ γίνεσθαι καθἑαυτήν τις οὖσα σφοδρότης, τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως. εἶθἑξῆς· φαίνεται δὲ καθὅλην τὴν διαστολὴν τὸ τελανὸν τῆς ὁρμῆς, καθ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα ὑποπίπτει πληγή. ταῦτα μὲν οὕτω φανερὰ τὰ περὶ τῶν τῆς ἁφῆς παθῶν, ἐν οἷς οὐχ ἕξομεν ἴδιον πάθος εἰπεῖν τῆς πληρότητος, εἰ μή τι ἄρα, καθάπερ τινὸς τῶν νῦν ἔλεγον, ὅταν ἐπὶ πλεῖστον σφυγμὸς ἐξαιρόμενος ἀντιβατικὸς εἴη. τοῦτο δὲ δύο ἐστὶν εἴδη σφυγμῶν, οὐχ ἕν. τὸ γὰρ ἐπιπλεῖστον ἐξαίρεσθαι κατὰ μὲν τὰς τρεῖς διαστάσεις γινόμενον μέγαν ποειεῖ τὸν σφυγμὸν, κατὰ δὲ μίαν μόνην μακρὸν, πλατὺν, ὑψηλόν. τὸ δἀντιβατικὸν εἶναι πάλιν ταὐτόν ἐστι τῷ σφοδρῷ. εἰ δέ τις τὸν μέγαν ἅμα καὶ σφοδρὸν ἑνὶ καλεῖν ὀνόματι τῷ τοῦ πλήρους βούλεται, καλείτω. περὶ γὰρ ὀνόματος οὐ διαφερόμεθα. γιγνωσκέτω δοὐδεμίαν εἰσάγων ἔξωθεν παρὰ τὰς εἰρημένας διαφορὰς κατὰ νῦν, δύο δὲ καὶ τρεῖς ἐξ αὐτῶν λαμβάνων ἰδίοις ὀνόμασι προσαγορεύειν εἰ βούλοιτο, φθόνος οὐδὲ εἷς. ἀλλἡμῖν οὐ περὶ ὀνομάτων ζήτησις, ἀλλὰ περὶ πραγμάτων, ἐν οἷς εἴ τι πλέον ἔχοι τις λέγειν, ἡδέως μαθησόμεθα. τὸ μὲν γὰρ ἐπινοεῖσθαί τινα διαφορὰν σφυγμῶν κατὰ τὸ τῆς ἀρτηρίας ἔγχυμα, καλοῦσι γὰρ οὕτως τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ, κᾀγὼ σύμφημι, καὶ δύναμαι νοῆσαι ποτὲ μὲν παχύτερον, ποτὲ δὲ λεπτότερον αὐτό. καὶ αὖθις γλισχρότερον, ὑδατῶδες, πλέον, ἔλαττον, ἀερωδέστερον, ὅπως οὖν ἄλλως ἔχον. καὶ γὰρ πνεῦμα μόνον ἐν αὐταῖς περιεχόμενον νοῶ, καὶ τοῦτο ποτὲ μὲν καθαρὸν καὶ αἰθερῶδες, ποτὲ δἀχλυῶδές τε καὶ ὁμιχλῶδες. ἀλλοὐ τοῦτο νῦν πρόκειται τῶν ἐνδεχομένων ἔννοιαν λαβεῖν, ἀλλὰ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν. τὸ μὲν γὰρ ἐπινοεῖν τἀναντία δυνατὸν, τὸ δὑπάρχειν ἅμα ἀδύνατον. αὐτίκα γέ τοι καὶ περιέχειν νοοῦμεν τὰς ἀρτηρίας αἷμα, καὶ μὴ περιέχειν. οὐκ ἂν ἐζητοῦμεν ὑπὲρ οὗ μηδόλως ἐνενοοῦμεν. ἀλλοὐ ταύτης ἐστὶν ἐν οἷς ζητοῦμεν τὸ προκείμενον, εἰς ἔννοιαν ἐλθεῖν αὐτῶν, ἀλλἀποδεῖξαι τὴν ὕπαρξιν· οὐδεὶς γάρ ἐστιν, ὃς οὐκ ἂν ἐπινοήσειεν ἐν ταῖς ἀρτηρίαις αἷμα περιεχόμενον, ἀλλεἰ κατἀλήθειαν ἐν τῷ κατὰ φύσιν ἔχειν περιέχεται, ζητοῦμεν. καὶ πολλὰ περὶ αὐτοῦ λέγοντας οἶδα τοὺς περὶ τὸν Ἀρχιγένην. καίτοι γεἴπερ αἰσθήσει διαγνωστὸν ἦν, μάτην πολλὰ ληροῦσιν, ἐνὸν εἰπεῖν ἄντικρυς ψεύδεσθαι τὸν Ἐρασίστρατον, διὰ τῶν αἰσθήσεων ἐμάθομεν, ταῦτα μεταπείθειν ἡμᾶς λόγῳ πειρώμενον. ἀλλοὐδεὶς ἐτόλμησεν εἰπεῖν αἰσθάνεσθαι τὴν ἁφὴν τῆς ἐν ταῖς ἀρτηρίαις ὑγρότητος. ὡς ἐβουλόμην ἄν μοι τοῦτο παντὸς μᾶλλον ὑπάρχειν, ἵνα μὴ πράγματα ἔχοιμι, λόγῳ ζητῶν ἐξευρεῖν τὸ ἀληθές. τί ποτοὖν ἐστιν βούλονται λέγειν, οὐ συνίημι. πλήρης ἐστὶν σφυγμὸς τὴν ὑπόπτωσιν τῆς ἀρτηρίας διασεσαγμένην ἐγχύλως ἐμφαίνων. πότερον, ὡς αὐτῆς τῆς ἁφῆς τοῦτο γνωρίσαι δυναμένης, ταύτης μὲν πασχούσης δὴ πάσχει, τοῦ πάθους δὲ ἀφορμὴν συλλογισμοῦ πρὸς ἔνδειξιν τῆς τῶν ἀρτηριῶν διαθέσεως παρασχεῖν δυναμένου; ἀλλεἰ τοῦτο λέγουσιν, ὡς ἔστιν ἐκ τῶν κατὰ τὴν ἁφὴν παθῶν συλλογίσασθαί τι περὶ τῶν κατὰ τὰς ἀρτηρίας διαθέσεων, οὐκ ἀντιλέγω. καὶ γὰρ Πραξαγόρας αὐτὸ ποιεῖ καὶ Ἡρόφιλος καὶ πάντες ὀλίγου δεῖν, οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον, καὶ οἱ μὲν χεῖρον, οἱ δὲ βέλτιον. τὸ μέν γε τοῦ Πραξαγόρου καὶ θαυμαστὸν ἴσως σοι φανεῖται. μηδὲ γὰρ περιέχεσθαι λέγων ἐν ἀρτηρίαις τοὺς χυμοὺς, ὅμως ἐκ τῶν σφυγμῶν ἰδέας τινὰς αὐτῶν ἀναλογίζεσθαι πειρᾶται. ἀλλοὐδαμῶς πάθος αἰσθήσεως ἐπεισάγει κοινόν. αἴνιγμα γὰρ ἂν οὕτως τὸν λόγον  ποιήσειεν, ἵνα τις ἀναγινώσκων, εἶτα μὴ νοῶν, οἴηταί τι βύθιον ἐγκεκρύφθαι τῷ λόγῳ καὶ θαυμαστὸν, εἶτα κατατρίβηται δηλαδὴ, ζητῶν μὲν διὰ παντὸς, εὑρίσκων δοὐδέν. πῶς γὰρ ἂν εὕροι τὸ μηδὅλως φαινόμενον; ἄνθρωπε μὴ μόνον, εἰ βούλει, χυμῶν ἰδέας διαγίνωσκε ταῖς τῶν σφυγμῶν διαφοραῖς, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς ἤθη, καθάπερ Ἱπποκράτης ἐπιχειρεῖ. μόνον μοι φύλαττε τὰ τῆς αἰσθήσεως πάθη, καὶ μήθ μηδὅλως πάσχει καταψεύδεσθαι τόλμα μήτἐξ ἑνὸς παθήματος ἄλλοτἀλλοῖον σφυγμὸν γνωρίζειν ἐπαγγέλλου. ἔστι τις σφυγμὸς πολὺ τὸ ἀντιβατικὸν ἔχων, ὥστεἰ καὶ θλίβοις τὴν ἀρτηρίαν, μὴ κινηθῆναι πρὸς τῆς χειρός. ἕνα τοῦτον φύλαττε, καλῶν τι βούλει. τὸ δὲ νῦν μὲν αὐτὸν σφοδρὸν, νῦν δὲ πλήρη καλεῖν, αὖθις δὲ ἴσως ἄλλο τι, καὶ τῷ πλήθει τῶν ὀνομάτων οἴεσθαι πολλὰ ποιεῖν πράγματα, δεινῶς ἄτοπον. ἔχω κᾀγὼ γνωρίσματα διὰ σφυγμῶν καὶ χυμῶν ἰδέας καὶ παθῶν ψυχῆς, ἀλλἀφὧν εἶπον ἔμπροσθεν αἰσθητῶν παθῶν ἅπαντα διαγινώσκειν πειρῶμαι, μηδαμοῦ μήτἀποκεκρημνισμένον σφυγμὸν λέγων, μήτε κοῦφον, μήτε βαρὺν, μήτε ὑγροφανῆ, μήτε πνευματώδη, μήτε διηγκωνισμένον, μήτε διατενῆ, μήτε μογυλὸν, στεγνὸν, κατανενυγμένον, περιλελωσμένον, ῥοπαλώδη, μήτἄλλο μηδὲν ὧν οὗτοι λογικαῖς ἐπινοίαις ἀναπλάττουσιν, οὐκ αἰσθητοῖς πάθεσι διαγινώσκουσιν. ὥστἤδη καὶ τὰ τῆς ἀκοῆς μόνης αἰσθητὰ μεταφέρει ἐπὶ τὴν ἁφήν. οὐδὲν γάρ ἐστιν ἄλλο τὸ τρίζοντας λέγειν καὶ ψοφοῦντας καὶ βομβοῦντας σφυγμοὺς, περὶ τῆς ἁφῆς ὡς ἀκοῆς διαλέγεσθαι. εἶθοὕτως ἀπιστεῖσθαι ποιοῦσιν δηλαδὴ καὶ αὐτὰ τἀληθῆ. καί τις τῶν νῦν ἀνὴρ οὐχ φαυλότατος περιλάλησιν ἔφησεν εἶναι τὴν τῶν σφυγμῶν θεωρίαν, ὀρθότατα λέγων, τῷ πολλὰς μὲν φωνὰς φθέγγεσθαι, μηδὲν δὲ χρηστὸν διδάσκειν. ἀλλεἰ μὴ κᾀν ταῖς διαλέξεσιν, ἐν γοῦν τοῖς συγγράμμασιν ἐχρῆν αἰδεῖσθαι παθεῖν ὅπερ Κωμικὸς ἔφη,
§2.2–3
§2.2 εἶτα γράφεις μοι πλήρη σφυγμὸν, μηδἄχρι τοσούτου σαφῶς ἐξειπεῖν δυνάμενος φαντάζῃ, πότερα τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητα δηλοῖς, τὸ ποσὸν τῆς ἐγκεχυμένης οὐσίας αὐταῖς, τὸ ποιὸν, τοῦ πνεύματος, καὶ τῆς θερμασίας δύναμίν τινα, ποιότητα. πάντα γὰρ ταῦτα δοκεῖς μοι λέγειν ἀδιαρθρώτως τε καὶ συγκεχυμένως. τί σοι βούλεται πληρότητος οἴνου μνημονεύειν ὡς ἐν παραδείγματι; τί δἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν λέγειν αὐτοῖς ὀνόμασιν οὕτως, ὥστε καὶ εἴ τις τὸν πλήρη μὴ κατοὐσίαν, ἀλλὰ κατὰ δύναμιν θεωρεῖν βούλοιτο. καὶ μετὀλίγον· τάχα δὲ τὸ ἐν δυνάμει Καρῶδες ἐπὶ τῶν τοιούτων τὸν πλήρη σφυγμὸν χαρακτηρίζει, ὀνόματα ὄντα τῆς δυσκρασίας τοῦ πνεύματος. καὶ ὃν τρόπον διαγευσάμενοι οἴνου τὸν πλήρη διαγινώσκουσιν οἱ οἰνογεῦσται, οὕτω καὶ οἱ σφυγμῶν ἔμπειροι τὸν πλήρη κατὰ τὸ Καρῶδες τῆς δυνάμεως, κᾂν μεσόκενος , διαθεωροῦσιν. ἐν τούτοις μὲν ἐπὶ τὴν δύναμιν ἀναφέρων, τὸν πλήρη σφυγμὸν δοκεῖ μοι νοεῖν, ἐν αὐτοῖς δὲ τοῖς περὶ τῆς πληρότητος λόγοις πάνθὁμοῦ συγχεῖ καὶ ταράττει. μάθοι δἄν τις ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης οὕτως· ὃν τρόπον δὲ καὶ ἐρίων σύστασις αὐτόθεν ἐστὶ ληπτὴ, καθἣν κενὰ καὶ πλήρη λέγεται, καὶ οἴνου ποιότης οὐ προστάττουσα, ἀλλαὐτόθι παρακειμένη τῇ γλώττῃ διαγινώσκεται, καθἣν τοὺς πλήρεις καὶ κενοὺς οἴνους διαχωρίζομεν, καὶ τοῦ σώματος δαὐτοῦ κενοῦ καὶ πλήρους ἀντιλαμβανόμεθα, ἔν τε τῷ κατὰ φύσιν τι ἔχειν ἄλλο ἔν τε ταῖς παρὰ φύσιν διαθέσεσιν, καὶ ἐπὶ φλεγμονῆς, οἰδήματος, ἐμφυσήματος, οὕτω καὶ τὰς ἀγυμνάστους σάρκας τῶν γεγυμνασμένων διακρίνομεν. ἐν ταύτῃ πάλιν τῇ ῥήσει τὰ μὲν περὶ τοῦ οἴνου λεγόμενα τῇ κατὰ τὴν δύναμιν πληρότητι δόξειεν ἂν ὁμολογεῖν, τὰ δὲ περὶ φλεγμονῆς καὶ οἰδήματος τῇ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας αὐτό· τὸ δὲ τῶν ἐρίων παράδειγμα ἐγὼ μὲν οὐδἐννοῶ τὴν ἀρχήν. οὐδὲ γὰρ ἤκουσά τινος λέγοντος πλῆρες καὶ κενὸν ἔριον, ἵνἔρωμαι πῶς λέγει. καίτοι τὰ περὶ φλεγμονῆς καὶ οἰδήματος οὐδαὐτὰ πρός τινος ἤκουσα λεγόμενα, πλὴν Ἀρχιγένους. ἀλλἐν τούτοις ἐπινοῆσαι δύναμαι, τί βούλεται δηλοῦν αὐτὸ τὸ πλῆρες ὄνομα. τὸ γὰρ ἐναντίον τῷ χαύνῳ πλῆρες καλεῖται. κενὰ δέ τινα καὶ πλήρη σώματα καὶ τὰ τῶν ἀνδραποδοκαπήλων καὶ τῶν παιδοτριβῶν ἤκουσα λεγόντων, ἀλλοὐκ ἀνάλογον οἰδήμασι καὶ φλεγμοναῖς, ἀλλὥσπερ καὶ κυριώτατα καὶ συνηθέστατα λέγεται, παραπλησίως τοῖς ἀγγείοις τοῖς πλήρεσί τε καὶ κενοῖς ὠνόμαζον, καὶ ἀπολαμβάνοντές γε τοῦ δέρματος ἐπεσπῶντο, διαγινώσκοντες, εἰ χαλαρὸν, ἐσφιγμένον εἴη, καὶ οὕτως ἐκ μὲν τοῦ χαλαροῦ τὸ κενὸν, ἐκ δὲ τοῦ περιτεταμένου τὸ πλῆρες ἐτεκμήραντο. καὶ πολλάκις γε τὸν ἰσχνότερον τοῦ ἁδροτέρου πληρέστερον ἐκάλουν ἀπὸ τῆς τοιαύτης διαγνώσεως. ταῦτα ἀναγκαζόμεθα ληρεῖν διὰ τὸ τοὺς πρώτους τὰ μηδὲν πρὸς ἔπος ληρήσαντας. ὥσπερ γὰρ ὀνομάτων ἐξήγησιν γράφων Ἀρχιγένης, οὐ πράγματα διδάσκειν ἐπιχειρῶν, συνεφόρησεν εἰς ταὐτὸ πολλὰ παραδείγματά τε καὶ ὀνόματα, μήτε πάντα καθἑνὸς πράγματος ἁρμόττειν δυνάμενα μήτε συνήθως τοῖς Ἕλλησιν ὠνομασμένα· παρά τισι γὰρ Ἑλλήνων οἶνον, ἔρια πλήρη καὶ κενὰ δυνατὸν εὑρεῖν γεγραμμένα. δεῖ τοίνυν ἡμᾶς ἐπί τε τοὺς τῶν οἴνων καπήλους καὶ τὰς γυναῖκας ἰέναι, καὶ πυνθάνεσθαι, τί βούλονται δηλοῦν, καὶ ποῦ τοῦτο χρήσιμον. ἐνῆν γὰρ, εἴπερ ὅλως ἐπεθύμει χρήσασθαι τῷ τοῦ πλήρους ὀνόματι, μηνύσαντα τὸ  πρᾶγμα σαφῶς καθοὗ τοὔνομα ἐπέφερε, μηδὲν ἔτι παραδειγμάτων δεηθῆναι. ἀλλὰ περὶ τῆς κατὰ τοὔνομα χρήσεως κᾀν τῷ τρίτῳ τῆς περὶ τῶν σφυγμῶν διαφορᾶς αὐτάρκως εἴρηται, καὶ νῦν ἐμνήσθημεν αὐτοῦ χάριν τοῦ δεῖξαι τὸ τεταραγμένον ἐν τῇ διδασκαλίᾳ τοῦ Ἀρχιγένους. οὐ γὰρ ἐχρῆν περιπλέκειν μακρὰ καὶ λαβεῖν ἀπέραντα, διὀλίγων ἐπῶν δυναμένης τῆς διδασκαλίας ῥᾳδίως προϊέναι τόνδε τὸν τρόπον. εἰρήσεται γὰρ ὑφἡμῶν διὰ βραχέων σαφῶς, διὰ πολλῶν ἐκεῖνος ἀσαφῶς ἔγραφεν.
§3 Ἔστι τι γένος σφυγμῶν αὐτὸ τὸ σῶμα τῆς ἀρτηρίας, ὡς ἔχει συστάσεως, ἐνδεικνύμενον· ἕτερον δὲ τῆς ἐν αὐτῇ περιεχομένης οὐσίας ποιότητα· καὶ τρίτον τοῦ συμφύτου πνεύματος αὐτῆς τὴν δύναμιν γνωρίζον. ὄνομα δὲ τοῖς τρισὶ τούτοις γένεσι πληρότης. ταῦτα γράψας, καὶ σαφῶς ἂν ἔγραψε καὶ ταχέως καὶ οὐκ ἂν νῦν ἡμᾶς ἐπέτριβε, ζητοῦντας πρότερον μὲν, τί λέγει, δεύτερον δὲ, εἰ κακῶς λέγει, ἀλλἄντικρυς ἂν λέγει γνόντες ἐπὶ τὸ ζητεῖν εἰ κακῶς λέγει μεταβαίνομεν, ᾧδέ πως πάλιν καὶ αὐτοὶ τὸν λόγον ποιούμενοι. τούτων τῶν τριῶν γενῶν, Ἀρχίγενες, τὸ μὲν πρῶτον ἔστι τε καὶ διαγινώσκεται τὸ κατὰ τὴν σύστασιν τῆς ἀρτηρίας, οὐ μὴν πληρότης γε πρὸς τῶν Ἑλλήνων ὀνομάζεται, καθάπερ ἐδείξαμεν ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς. ἐν ἐκείνοις γὰρ περὶ ὀνομάτων ἦν ἡμῖν λόγος, ἐνταυθοῖ δὲ, οὐ γὰρ ἔτι περὶ ὀνομάτων, ἀλλὰ περὶ διαγνώσεως αὐτῶν τῶν σφυγμῶν σκοπούμεθα, σὺ μὲν ὡς ἐθέλεις αὐτὸ κάλει, συγχωρήσεις δἡμῖν τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρῆσθαι, σκληρόν τέ τινα σφυγμὸν ὀνομάζουσι καὶ μαλακὸν ἕτερον ἐναντίον αὐτῷ, καί τινα τρίτον ἀμφοῖν μεταξὺ τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν ἐν τῇ συστάσει τοῦ τῆς ἀρτηρίας σώματος. τοῦτον οὖν ὃν σὺ μὲν πλήρη καλεῖς, ἐγὼ δὲ σκληρὸν, τίσιν αἰσθητοῖς παθήμασι τῆς ἁφῆς γνωριοῦμεν; ὅτι μὲν γὰρ ἀναγκαῖόν ἐστιν ἤτοι πεπιλημένον εἶναι τὸ σῶμα τῆς ἀρτηρίας, χαῦνον, οὐδεὶς ἀμφισβητεῖ. ἀλλοὐ τοῦτο νῦν ἐστι τὸ προκείμενον, ἀλλὰ πῶς αὐτὸ διαγνωσόμεθα. τοῦτοὖν ἡμᾶς δίδαξον σαφῶς, μὴ περιπλέκων. ἀλλοὐ ποιεῖς, οὐ μὴν ἡμεῖς γέ σοι μεμφόμεθα τούτου χάριν, οὐδὅτι σαφῶς ἐξηγησάμεθα τὸ πάθημα τῆς ἁφῆς, ἕτερον μὲν ἐπὶ τοῖς σφοδροῖς, ἕτερον δὲ ἐπὶ τούτοις τοῖς σφυγμοῖς γιγνόμενον, ἀγαλλόμεθα. διὑμᾶς γὰρ τοὺς πρεσβυτέρους, τοὺς περὶ τούτων ἐπιμελῶς ζητήσαντας, ἐξεύρηταί τι καὶ πρὸς ἡμῶν χρηστὸν, οὐκ ἂν ἄλλως εὑρεθὲν, εἰ μὴ πρὸς ὑμῶν τῶν προπονησάντων ἐν αὐτοῖς καὶ προκαμόντων ἐγυμνάσθημεν. τοῦτο μὲν δὴ καταλελείφθω τῷ θλιπτικῷ τῆς ἁφῆς παθήματι, διαγινωσκόμενόν τε καὶ διακρινόμενον τοῦ σφοδροῦ. τὸ γὰρ ἀνατρεπτικόν τε καὶ ἀντιβατικὸν ἀπεδώκαμεν ἐκείνῳ. ζητήσωμεν δἑξῆς ἐκείνῳ τὰ λοιπὰ δύο γένη τῆς πληρότητος, καὶ πρότερόν γε τὸ καταὐτὸ τὸ πνεῦμα νοούμενον, ὥς φατε, τί δή ποτἐστὶν, οὐδαὐτὸ μὲν οἷόν τε ἐννοῆσαι, καθάπερ καὶ τοῦτο ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐδείξαμεν. ἀλλἐπειδὴ νῦν συντέμνειν βούλομαι τὸν λόγον ἐν ἐκείνοις διὰ μακροτέρων εἰρημένον, ἤτοι τὸ τῆς θερμασίας πυρῶδες, τὸν τόνον αὐτοῦ λέγετε. ταῦτα γὰρ ἐκ τῶν ῥήσεων ὑμῶν ὥσπερ Λοξίου χρησμῶν ἐξευρεῖν ἠδυνήθημεν. νῦν οὖν ἤδη καιρὸς διδάσκειν αὐτῶν τὰ γνωρίσματα. τοῦ μὲν δὴ τόνου μεμαθήκαμέν τε καὶ χάριν ἴσμεν· ἀντιβαίνει μὲν γὰρ θλιβόντων, ὥς φατε, καὶ ἀνατρέπει τὴν ἁφήν· τοῦ δὲ τῆς θερμασίας, τοῦ πυρώδους τούτου, μόνου δεόμεθα μαθεῖν, ἔστἄν γε τὴν ἁφὴν αἰσθανομένην ἔχωμεν. οὐ γὰρ ἀγνοήσομεν, οἶμαι, ψαύσαντες, οὐδεμίαν ἐν θερμότητι διαφοράν. ἐκεῖνο δὲ θαυμάζομεν ἡμῶν, εἰ τὰ τοιαῦτα ἐν ταῖς τῶν σφυγμῶν διαφοραῖς, ἀλλοὐκ ἐν ταῖς τῶν πυρετῶν καταριθμεῖσθε. ἀλλἔα, τό γε νῦν περὶ τούτου μηδὲν διαφερώμεθα, τοῦ δὲ λοιποῦ γένους τῆς πληρότητος ἐπισκεψώμεθα τὴν διάγνωσιν. οὐδὲ γὰρ ἐν τούτῳ διὰ τῆς ἁφῆς οὐδὲν ἔχω συμβαλεῖν, οὔτεἰ πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις οὔτεἰ καὶ χυμοὶ περιέχονταί τινες. ἀλλοὐδὲ δύνασθε, ὡς καὶ πρόσθεν ἔφην, ἐπειδὰν πρὸς Ἐρασίστρατον, Πραξαγόραν ἀντιλέγητε περὶ τοῦ τὰς ἀρτηρίας αἷμα περιέχειν, τὴν αἴσθησιν ἐπικαλεῖσθαι μάρτυρα, πάντως ἂν αὐτὸ ποιήσοντες, εἴπερ ἐναργὲς ἦν. ἀλλοὐδαὐτῶν ἐκείνων οὐδεὶς ἐπὶ τὴν αἴσθησιν μάρτυρα κατέφυγεν, ὡς εἶεν αἱ ἀρτηρίαι χυμῶν μὲν καθαραὶ, πνεύματος δὄργανα μόνου δεόντως. ἁφὴ γὰρ οὔτεἰ πνεῦμα περιέχεται μόνον ὑπὸ τῶν ἀρτηριῶν οὔτεἰ καὶ χυμοί τινες ἐνδείξασθαι δύναται. καταλιπόντες οὖν ἤδη τὴν ματαίαν αὐτῶν φλυαρίαν αὐτοὶ κατὰ μόνας εἴπωμεν, ὡς οὐκ ἔστιν ἅμα οὐδὲν τῶν αἰσθήσεων διαγνῶναι τὸ περιεχόμενον ἐν ταῖς ἀρτηρίαις αἷμα πόσον, εἶθὁποῖόν τί ἐστι. πρῶτον μὲν γὰρ ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς οὐδὲ κατὰ τοὺς ὑδέρους ὑγρὸν, πνεῦμα περιεχόμενον ἐν τοῖς κατὰ γαστέρα χωρίοις ἁφῇ διαγνῶναι δυνάμεθα, μὴ βοθρουμένου γε πιεζόντων τοῦ δέρματος. ὥσπερ οὖν οὐδὲ φαίνεται βοθρούμενον πολλάκις ἔν τε τοῖς ἀσκίταις τοῖς ἀκριβέσι καὶ τοῖς τυμπανίταις καλουμένοις ὑδέροις, ἀλλἀναγκαζόμεθα πρὸς τὴν ἀκριβῆ διάγνωσιν πρῶτον μὲν κρούειν τὸ ἐπιγάστριον, ἵνα γνῶμεν εἰ οἷον τύμπανον ἐπηχεῖ, δεύτερον δὲ καὶ μετασχηματίζειν καὶ μεταβάλλειν ἐπὶ τὰς πλευρὰς τὸν ἄνθρωπον, ὑπὲρ τοῦ κλύδωνος αἰσθέσθαι τινός. καὶ ἡμῖν μὲν τυμπανώδης ψόφος πνεύματος σημεῖόν ἐστιν, δὲ κλύδων ὑγρότητος, τῇ δἁφῇ μόνῃ κατὰ τὴν ἐπιβολὴν τὸ τεταμένον ἐπιγάστριον οὐκ ἔστι διαγνῶναι, πότερον ἐξ ἀέρος, ὕδατος τοῦτο πέπονθε. καίτοι συντέτηκεν ἐπὶ τούτων τό τε δέρμα καὶ πᾶν εἴ τι σαρκῶδες ἐπὶ τῷ περιτοναίῳ καὶ  πολύδερμον ἦν, διά τε τὴν λεπτότητα τῶν περικειμένων καὶ τὸ πλῆθος περιεχομένης οὐσίας τεκμαίρεσθαι, διά τε ἁφῆς, εἴθὑγρὸν εἴτε πνεῦμα τὸ περιεχόμενόν ἐστιν, ἀλλὅμως οὐδἐπὶ τούτων ἀσφαλὲς ἁφῇ μόνῃ πιστεύειν. πῶς οὖν ἐπὶ τῆς ἀρτηρίας, οὕτω μὲν παχὺν ἐχούσης χιτῶνα, ὡς ἑξαπλάσιον εἶναι τοῦ περιτοναίου, δέρματος δἱκανῶς παχέος ἐπικειμένου πολλάκις, οὐ γὰρ δὴ πάντας γε τοὺς νοσοῦντας φθινώδεις ἐπισκοπούμεθα, καὶ τρίτου προσιόντος τοῦ τῆς κινήσεως, οὐ μικρὰν οὐδαὐτοῦ δύναμιν εἰς τὸ συγχέειν μὲν τὴν διάγνωσιν ἔχοντος, εἰσόμεθά τι διὰ τῆς ἁφῆς ἀκριβές; καίτοι πρὸς τὸ συγχυθῆναι περὶ τὸ ὑποκείμενον ἤρκει τὸ διὰ παντὸς ἐν κινήσει τὴν ἀρτηρίαν εἶναι. πόθεν οὖν γνῶναι δυνατὸν ποσότητα τοῦ περιεχομένου χυμοῦ κατὰ τὰς ἀρτηρίας, ποιότητα; τῷ μὲν γὰρ μεγέθει τοῦ σφυγμοῦ τὸ πλῆθος τῆς περιεχομένης οὐσίας γνωρίζομεν, ἀλλοὐ πάντως ὑγρὸν εἶναι χυμὸν αὐτὴν ἐντεῦθεν διαγινώσκομεν, τῇ δὲ σκληρότητι τὴν σύστασιν τοῦ τῆς ἀρτηρίας σώματος. τὸ δἀντιβατικὸν πληγῆς, οὐ πάχους οὐσίας σημεῖον, ἀλλὰ τῆς ῥώμης τοῦ ζωτικοῦ τόνου. καὶ γὰρ ἂν καὶ γελοῖον εἴη, παχεῖαν οὕτως ἐν ταῖς κοιλότησι τῶν ἀρτηριῶν ὑπολαμβάνειν ὑγρότητα περιέχεσθαί ποτε, ὡς θλιβόντων ἀντιβαίνειν. εἰ γὰρ καὶ βόρβορος εἴη, ῥᾳδίως εἴξει θλιβόντων, εἰ μή τι λίθους τε καὶ ψάμμον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι νομίζουσιν. οὕτω γὰρ μόνως τὸ πάχος τῆς οὐσίας ἀντιβήσεται θλίβουσιν, ἄλλως δὲ οὐδαμῶς. ἐβουλόμην δἂν ἀσκὸν πληρώσας ὑγρᾶς οὐσίας τοῖς οὕτως ἀκριβοῦν ἐπαγγελλομένοις τὴν ἁφὴν, ὡς τὴν ἀλήθειαν αὐτὴν ὑπερφθέγγεσθαι παρασχεῖν, εἰς διάγνωσιν ὁποία τίς ἐστιν περιεχομένη καταὐτὸν οὐσία. μόνον γὰρ οὐκ ἂν διακρίναιεν ὕδωρ λεπτὸν οἴνου παχέος. ἀλλοὐδεἰ τῶν ἀσκῶν μὲν εἴη πίττης ὑγρᾶς πλέων, δὲ ἀέρος, οὐδοὕτως διαγνώσονται. μόνοι γὰρ οἱ κλύδωνές τε καὶ ψόφοι δυνατοὶ διακρίνειν εἰσὶν, ὁποῖόν τι τὸ περιεχόμενόν ἐστιν, δὲ διὰ τῆς ἁφῆς αἴσθησις ὁμοία κατὰ πᾶν. οὐ μὴν οὐδοἱ κλύδωνες τὰς ποιότητας τῶν ὑγρῶν οἷοί τε δηλοῦν, ἀλλαὐτὸ τοῦτο μόνον τὸ κοινὸν, ὅτι ὑγρὸν τὸ περιεχόμενον, καὶ οὐ πνεῦμα. καίτοι πῶς ἄν τις πιστεύσειε τοῖς διἑνὸς χιτῶνος τοῦ κατὰ τὸν ἀσκὸν μὴ δυναμένοις διαγνῶναι τοῦ περιεχομένου τὴν ποιότητα δυνατοῖς εἶναι διά τε δέρματος οὐχ ἧττον κατἀσκὸν παχέος καὶ ὑμένων τοὐλάχιστον δυοῖν καὶ χιτώνων ἐξ ἀνάγκης δυοῖν τὴν ἐντὸς τῆς ἀρτηρίας διαγνῶναι ποιότητα; ταῦτοὖν αὐτοὶ μὲν λεγέτωσαν, Ἡροφίλου δὲ μὴ καταψευδέσθωσαν, μηδὲ δυσωπείτωσαν ὀνόματι σεμνῷ τοὺς ἀμαθεῖς τῶν Ἡροφίλου γραμμάτων, μηδἐκ τούτου τὴν πίστιν τῷ λόγῳ ποριζέσθωσαν. αἰσχρὸν γὰρ ἐπὶ μαρτύρων ἀγωνίζεσθαι, καθάπερ ἐν δικαστηρίῳ. εἰ λέγειν ἔχεις εἰς ἀπόδειξιν, ἡδέως ἀκουσόμεθά σου. τὸ δἩρόφιλόν τε καὶ Ἡροφιλείους καλεῖν μάρτυρας, ἀποδιδράσκοντός ἐστι τὸν ἐξ εὐθείας ἀγῶνα, καὶ λόγον καὶ διαδύσεις τε καὶ μηχανὰς ἐξευρίσκοντος ἐλέγχου φόβῳ. δῆλον, ὡς ἕνεκα τοῦ μὴ περὶ πράγματος ἔτι ζητεῖν, ἀλλἱστορίας οἱ κατεψευσμένοι μάρτυρες ἐπεισάγονται. λέγει τοῦθἩρόφιλος; οὐ μὲν οὖν. ἀλλὰ οὐδὲ ψεύσῃ; δεῖξον πῶς ψεύδομαι, δεῖξον πῶς λέγει. κᾄπειτα λέξις, εἰ οὕτως ἔτυχεν, ἀμφίβολος προβάλλεται καὶ πόλεμος ἄμφαὐτῇ συνίσταται, τί ποθ λέξις λέγει καὶ τί ποτε βούλεται, καὶ κατὰ ῥητὸν ἤδη καὶ διάνοιαν ἐπιχειρήματα ῥητορικὰ καλινδεῖται, καὶ κατἀμφιβολίαν ἕτερα καὶ κατὰ συλλογισμοὺς νὴ Δία. ἀλλὰ καὶ πᾶσαν οὕτω μεταφέρουσιν τὴν ῥητορικὴν, ὥσπερ ὑπόθεσιν μελετῶντες, οὐ τὸ προκείμενον περαίνοντες. τί γὰρ οὐκ εἴρηται τοῖς νεωτέροις ἰατροῖς εἰς τὸ πρόβλημα, τοῖς μὲν κατασκευάζουσιν ἐπίστασθαι τὸν Ἡρόφιλον καὶ ταύτην τοῦ σφυγμοῦ τὴν διαφορὰν, τοῖς δὡς οὐκ οἶδεν ἐγχειροῦσι δεικνύειν; ἀταλαίπωροι μὲν οὖν ἑκάτεροι καὶ ἐλεεῖσθαι δίκαιοι, τῆς μὲν ἀμαθείας οἱ πρότεροι, τῆς φιλονεικίας δοἱ δεύτεροι. ἀταλαίπωροι δὲ καὶ ἡμεῖς, οἷς γε οὐκ ἀρκεῖ τὴν ἰδίαν ἀσκεῖν θεωρίαν τῆς τέχνης, ἀλλὰ τί μὲν Ἡρόφιλος εἶπεν, τί δἩρακλείδης τε καὶ Χρύσερμος καὶ Ἡγήτωρ οὐκ ὀρθῶς ἐξηγήσαντο, τί δἂν εἶπεν Ἀπολλώνιός τε καὶ Βακχεῖος καὶ Ἀριστόξενος εἰδέναι βουλόμεθα. καὶ εἰ μὴ βουλόμεθα δὲ, πάντως ἀναγκαζόμεθα καὶ διττῶν ἀπολαύομεν κακῶν, ὅτι τε φλυαροῦμεν οὐδὲν δέον ὅτι τε μὴ βουλόμενοι τοῦτο δρῶμεν, ὥσπερ ἐκεῖνοι· νῦν γοῦν ἐμὲ δεῖ δυοῖν θάτερον, δοκεῖν Ἀρχιγένει τε καὶ Ἡροφίλῳ καὶ μυρίοις ἄλλοις τἀναντία λέγειν, δεικνύειν, ὅτι καθἩρόφιλον οὐδείς ἐστι πλήρης σφυγμός. εἰ μὲν οὖν ὡς ἔργον αὐτὸ προὐχειρισάμην, ἦν ἂν ὁμοίως ἐκείνοις ἄξιος μέμψεως ἐπὶ τῇ ματαίᾳ σπουδῇ· νυνὶ δὲ καταὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν ἐξελέγξας αὐτῶν τὴν δόξαν, τοὺς μὲν πρὸς αὐτὰ τὰ ἔργα τῆς τέχνης σπεύδοντας ἀπολύσω πρὸς ἐκεῖνα, συντετελεσμένης ἡμῖν ἤδη τῆς προκειμένης ζητήσεως. ὅσοι δὲ καὶ ἱστορίαν ἐκμανθάνειν παλαιὰν ἐθέλουσι, καὶ χρόνον εἰς τοῦτἔχουσιν, ἅπαντα προσθήσω, δεικνὺς ὅτι μηδαμοῦ χρῆται πρὸς μηδὲν Ἡρόφιλος τῷ πλήρει σφυγμῷ. πρῶτον δἀπαὐτῆς ἄρξομαι τῆς λέξεως ἧς ἐκεῖνοι προβάλλουσιν ἐν τῷ πρώτῳ περὶ τῶν Ἡροφίλου περὶ σφυγμῶν γεγραμμένης, ἣν καὶ μόνην ἀνεγνωκέναι μοι δοκοῦσιν. ἔχει δὲ οὕτως· καθόλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ταύτην γὰρ προβάλλοντες ἐρωτῶσι τί ποτἐστὶ τὸ  πλῆθος, ὥσπερ εἰ μὴ γιγνώσκοιμεν ὁποῖόν τι δηλοῖ τῷ πλήθει, τῆς πληρότητος ἐξ ἀνάγκης ὑπαὐτοῦ δηλουμένης. ἐγώ τοίνυν, ὡς νομίζω, χαριέντως ἀποκρίνομαι. τὸ γὰρ πλήθει πυκνότητά φημι δηλοῦν. αὖθις δἂν ἑτέροις ἀποκριναίμην, τὸ πλήθει σφοδρότητα δηλοῦν, καὶ πάντα μᾶλλον πληρότητα φήσαιμἂν, ἵνα γνῶσιν ὅση τοῖς φλυαρεῖν βουλομένοις ἐστὶν ἐξουσία. διὰ τί γὰρ πληρότητι μᾶλλον, οὐ πυκνότητι δηλώσει τὸ πλῆθος; ὅτι τὴν πρώτην συλλαβὴν ἔν τε τῇ πληρότητι καὶ πλήθει διὰ τῶν αὐτῶν στοιχείων λέγομεν; ἀλλεἰ τοῦτο, καὶ πληγὴ καὶ τὸ πλησίον καὶ πλησμονὴ καὶ τὸ πλῆκτρον καὶ μυρία ἕτερα τὴν πρώτην συλλαβὴν ἐκ τῶν αὐτῶν ἔχει στοιχείων συγκειμένην. ἀλλὰ πόῤῥω, φασὶν, ἔστι τὰ τούτων σημαινόμενα τοῦ κατὰ τὸ πλῆθος. τί δοὐ καὶ τὸ τῆς πληρότητος σημαινόμενον πάμπολυ τοῦ κατὰ τὸ πλῆθος διενήνοχεν; ἀλλεὔλογον, φασὶν, ἔστι καὶ τὴν κατὰ πληρότητα διαφορὰν ὑπάρχουσαν ἐν τοῖς σφυγμοῖς εἰρῆσθαι νῦν καὶ γινώσκεσθαι πρὸς Ἡροφίλου. τί δοὐκ εὔλογον καὶ τὴν σκληρότητα γινώσκεσθαι καὶ λέγεσθαι; καὶ γὰρ καὶ αὗται διαφοραί τέ εἰσι σφυγμῶν καὶ πάντως αὐτὰς ἐγίνωσκεν Ἡρόφιλος. πόθεν οὖν τὴν κατὰ πληρότητα λέγει, κάλλιον ἦν, οἶμαι, μακρῷ πρότερον ἀναγνῶναι πάνταὐτοῦ τὰ περὶ σφυγμῶν συγγράμματα. καὶ γάρ μοι καὶ νόμος οὗτος ἐξηγήσεως, ἕκαστον τῶν ἀνδρῶν ἐξ ἑαυτοῦ σαφηνίζεσθαι καὶ μὴ κεναῖς ὑπονοίαις καὶ φάσεσιν ἀναποδείκτοις ἀποληρεῖν, τι τις βούλεται. ποῦ τοίνυν εὗρες ἀλλαχόθι τὸ τοῦ πλήρους ὄνομα παρἩροφίλῳ; τὸ μὲν γὰρ τοῦ πυκνοῦ μυριάκις. ὅταν οὖν μὲν κατὰ πληρότητα διαφορὰ μήτεἰς διάγνωσιν ἥκει, καθότι δέδεικται, μήθἩρόφιλος αὐτῆς ἑτέρωθι μνημονεύει, δὲ κατὰ πυκνότητα καὶ πρὸς ἁπάντων ὡμολόγηται, καὶ μυριάκις αὐτὴν Ἡρόφιλος εὑρίσκεται γράφων, εὐλογώτερον ἂν εἴη, πυκνότητα νομίζειν εἰρῆσθαι μᾶλλον πληρότητα, καὶ οὐ τοῦτό φημι νῦν, ὡς τὸ πλήθει γέγραφεν Ἡρόφιλος ἀντὶ τοῦ πυκνότητι, γελοῖος γὰρ ἂν εἴην ὁμοίως ἐκείνοις ἐξηγητὴς, εἰ τοῦτο λέγοιμι, ἀλλὰ ὅτι ῥᾷόν ἐστι καὶ πυκνότητα καὶ σκληρότητα καὶ πάντα μᾶλλον τὴν πληρότητα δεῖξαι δηλούμενα. ἐγὼ δὲ τί μὲν δηλοῖ τὸ πλήθει παρἩροφίλῳ, διἑτέρων οἶμαι σαφῶς ἐξηγήσασθαι, νῦν δὲ, ὅτι οὐ δηλοῖ πληρότητα, πῶς οὖν ἀποδείκνυμεν αὐτό; πρῶτον μὲν ἐπιφέρων εὐθύς φησιν ὡδί· γράψω γὰρ τὴν ῥῆσιν ὅλην, ἵνα μᾶλλον θαυμάσης τὴν ἄνοιαν τῶν ἀνθρώπων, πληρότητι τὸ πλήθει νομιζόντων λέγεσθαι· καθὅλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ἐκ τοῦ κατὰ ταῦτα διαφέρειν φανερὸς γίνεται ἐνίοτε τε οἰκεῖος καὶ οὐκ οἰκεῖος. φαίνεται δὲ διαφέρειν καὶ ἐπιγινώσκεσθαι καθόλου μὲν ἕτερος ἑτέρου σφυγμὸς, ὡς εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι. εἰ δὲ ἐν τῷ αὐτῷ ῥυθμῷ φαίνεται διαφέρειν ἕτερος ἑτέρου σφυγμὸς σφυγμοῦ τάχει, μεγέθει, σφοδρότητι, τίνα βούλει πιστότερον Ἡροφίλου λαβεῖν μάρτυρα τῆς Ἡροφίλου γνώμης; φαίνεται, φησὶν, ἕτερος ἑτέρου διαφέρειν σφυγμὸς, ὥσπερ εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι. πῶς οὖν εἴπερ ὅλως διαφοράν τινα σφυγμῶν τὸ πλήθει δηλοῖ, παρέλιπεν αὐτὴν νῦν, ἐπαναλαμβάνων τὸν λόγον, οὐχ ἁπλῶς, οὐδἀργῶς, ἀλλὰ μετὰ τοῦ προσθεῖναι, ὡς εἴρηται. πῶς δὲ τοὺς ἐν ταὐτῷ ῥυθμῷ σφυγμούς φησι, τάχει καὶ μεγέθει καὶ σφοδρότητι διαφέρειν; πῶς δἐφεξῆς τὰς καθἡλικίαν διαφορὰς ἐκτιθέμενος, ταῖς μὲν ἄλλαις διορίζει τοὺς σφυγμοὺς, παρέλιπε δὲ τὴν πληρότητα; καὶ κατὰ τὰ πάθη δὲ καὶ τὰς ὥρας καὶ τὰ ἐπιτηδεύματα καὶ τἄλλα πάντα διορίζων τοὺς σφυγμοὺς τῶν μὲν ἄλλων πασῶν ἀεὶ μνημονεύει διαφορῶν, τῆς πληρότητος δοὐδαμοῦ. καὶ τὸ μεῖζον, αὐτὴν ταύτην τὴν λέξιν σχεδὸν καθἕκαστον αὐτῶν προσγράφων οὐδαμοῦ τὸ πλήθει προσέθηκεν, ἀλλἐν τῷ α΄ βιβλίῳ μόνον, οὐκ ἐν τοῖς ἅπασι λόγοις, οὐκ ἂν παραλιπὼν, εἴπερ ὄνομα διαφορᾶς ἦν σφυγμῶν. ταῦθὥσπερ ἐπιτομὴ τῶν εἰρημένων ἡμῖν ἐν τοῖς περὶ τῆς καθἩρόφιλον ἐν τοῖς σφυγμοῖς διαφορᾶς ἔστω λελεγμένα. διἐκείνων γὰρ ἐπὶ πλέον ἐξηγησάμεθα τὴν Ἡροφίλου τῶν κατὰ σφυγμοὺς ὀνομάτων συνήθειαν. ἤδη τοιγαροῦν καταπαύσω τὸν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν λόγον. ὅσα γὰρ περὶ τῆς διαστρόφου θέσεως τῶν ἀρτηριῶν, περί τινος ἄλλου τῶν κατὰ μέρος εἰς τόνδε τὸν λόγον ἀνεβαλλόμην, ταῦτἐν ταῖς ἐχομέναις δύο πραγματείαις εἰρήσεται, τῇ τε περὶ τῶν ἐν σφυγμοῖς αἰτίων κᾀν τῇ διαὐτῶν προγνώσει, τεττάρων ἑκατέρᾳ βιβλίων ἐσομένῃ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up