Galen De dignoscendis pulsibus
EN Lat Orig
Book 1
§1.1–2
§1.1 Τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας εἰς τέτταρα μέρη νενεμημένης τὸ μὲν πρῶτον ἐξαριθμεῖται τὰς κατεἴδη τε καὶ γένη διαφορὰς αὐτῶν, τὸ δὲ δεύτερον αὐτὸ δὴ τοῦτο, νῦν ἐστιν ἡμῖν προκείμενον, τὸ περὶ τῆς διαγνώσεως αὐτῶν, τὸ δὲ τρίτον τὰς αἰτίας τῆς γενέσεως ἑκάστου διδάσκει, τὸ δὲ τέταρτόν τε καὶ ἔσχατον, οἷόν τι δηλοῦν πέφυκεν ἰατροῖς μὲν ἁπάντων τὸ τιμιώτατον, ὥστε καὶ τἄλλα διὰ τοῦτο μεταχειρίζονται, φιλοσόφοις δ’, ὅσοι τὴν περὶ φύσεως ἐπιστήμην ἐζήτησαν, οὐ παντελῶς ἄτιμον· ὅθεν εἰκότως τὸ μὲν πρῶτον ἁπάντων μόριον κοινὸν ἐξ ἴσου ἰατροῖς τε καὶ φιλοσόφοις, τὸ δὲ δεύτερόν τε καὶ τέταρτον ἰατρῶν μᾶλλον ἴδιον, ὥσπερ τὸ τρίτον φιλοσόφων. ταῦτἄρα τὸ μὲν τρίτον ἱκανῶς ἀμφοτέροις ἐσπούδασται, τοῖς μὲν αὐτὸ δὴ τὸ τιμιώτατον ὑπάρχον, τοῖς δἐγγύτατα τοῦ τιμιωτάτου, τὸ δὲ τέταρτον ἧττον μὲν τούτου, μόνων ἰατρῶν ὑπὲρ αὐτοῦ γραψάντων, μᾶλλον δὲ τῶν ἄλλων. τὸ δὲ πρῶτον ὑπὸ μὲν τῶν σοφιστῶν ἀμετρότερον, ἰατροῖς δὲ, ὅσοις τῶν ἔργων τῆς τέχνης πλείων φροντὶς τοῦ ληρεῖν ἐν διατριβαῖς, αὐτάρκως ἐσπούδασται. λοιπὸν δὲ τὸ δεύτερον, οὔτε φιλοσόφων τις ἔγραψεν, οὐ γὰρ δὴ τῷ τρίτῳ γε, ἀλλὰ τῷ τετάρτῳ χρήσιμον ἦν, οὔτε ἰατρῶν, πλὴν ἐπὶ βραχὺ παντελῶς οἱ περὶ τὸν Ἀρχιγένην. δεῖται δὲ λόγου μὲν ἥκιστα συχνοῦ τοῦτο, χρόνου δὁμοῦ τῶν ἄλλων ἁπάντων μακροτέρου. πρὸς γὰρ τὸ χρῆναι τὴν ἁφὴν ἀσκῆσαι, ὥστε τῆς παρὰ μικρὸν ἀκριβῶς αἰσθάνεσθαι διαφορᾶς, οὐδἐφἡμῖν ἐστιν ἄσκησις αὐτῆς. τὴν μὲν γὰρ τῶν ἀρμένων τε καὶ ὀργάνων χρῆσιν, ἔτι τε τὰς ἀνατομὰς, καὶ τὴν περὶ τοὺς ἐπιδέσμους τε καὶ βρόχους ἐμπειρίαν, ὅσαι τἄλλαι χειρουργίαι τοῖς ἰατροῖς ἀναγκαῖαι, τάχἄν τις καὶ χωρὶς τῶν ἔργων ἐκμάθοι. καὶ τά γε πολλὰ οὕτω δρῶμεν, μιμήματα τῶν ἀληθινῶν μηχανώμενοι, διὧν εἰς μὲν τὸ τέλειον ἐλθεῖν οὐχ οἷόν τε, πλεῖστον δοὖν προελθεῖν καὶ πλησίον τοῦ τέλους ἀφικέσθαι δυνατόν. ἐν δὲ τῇ περὶ τοὺς σφυγμοὺς τριβῇ, τί ἄν τις ἐξεύροι μίμημα δορκαδίζοντος, σκωληκίζοντος, τινος τῶν σπανίως μὲν γινομένων, μέγα δέ τι δηλούντων; οὐδὲν οὐδἐγγύς· ἀλλὰ λόγῳ μὲν αὐτῶν τὴν φύσιν ἑρμηνεῦσαι δυνατώτερος ἕτερος ἑτέρου. ὥστε δἀσκῆσαι γνωρίζειν ἐντυχόντα ῥᾷστα καὶ ἀκριβέστατα, χωρὶς τῆς ἐπαὐτῶν τῶν ἔργων τριβῆς, οὐδὲν ἂν εὕροις τοιοῦτο μηχάνημα τοῖς ἰατροῖς ἐπινενοημένον, οἷα περὶ τὰς ἄλλας χειρουργίας. διά τε οὖν τοῦτο χρόνου δεῖται μακροῦ καὶ προσέτι διὰ τὴν τῆς φύσεως τῶν πραγμάτων ἀκρίβειαν. εἰ γὰρ οἱ πλαστικοὶ μὲν καὶ γραφικοὶ τὴν ὄψιν, οἰνοτροπικοὶ δὲ καὶ μαγειρικοὶ τὴν γεῦσιν, τὴν ὄσφρησιν δὲ οἱ περὶ τὴν τῶν μύρων σκευασίαν, καὶ τὴν ἀκοὴν οἱ μουσικοὶ, καίτοι τὴν ὕλην τῆς τέχνης ἄφθονον ἔχοντες, οὐχ ἡμέραις, οὐδὲ μησὶν, ἀλλἔτεσι συχνοῖς εἰς ἀκρίβειαν ἀσκοῦσιν, πόσου χρὴ δοκεῖν δεῖσθαι χρόνου τὸν ἰατρὸν εἰς τὴν τῆς ἁφῆς ἄσκησιν; ὃν καθἕνα χρόνον πάμπολλα χρὴ γνωρίσαι παθήματα τῆς ἀρτηρίας, οὐχ ὡς οἱ πλαστικοὶ τὰ σχήματα μόνον, οἱ γραφικοὶ τὰς χρόας, ἀλλὰ πρῶτον μὲν τὸ ποσὸν τῆς διαστάσεως, εἶτα τήν τε ποιότητα καὶ τὸν χρόνον τῆς κινήσεως, κᾄπειθοὕτω τὸν τόνον τῆς κινούσης αὐτὰ δυνάμεως, εἶταὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας, ὅπως ἔχει. ταῦτα γὰρ πάνθἅμα γνωρίζειν χρὴ, διαστελλομένης αὐτῆς. καὶ μὲν δὴ καὶ τὴν τῆς θερμασίας ποιότητα σαφέστερον διὰ τῆς κινήσεως προσβολὴ τῆς ἀρτηρίας γνωρίζει, καὶ εἰ ὁμαλῶς, ἀνωμάλως ἅπαντα τὰ εἰρημένα γίγνεται καθἕν τι μόριον καὶ κατὰ διαφέροντα. ταῦτα μὲν ἐν τῷ διαστέλλεσθαι χρὴ γνωρίσαι, παραπλήσια δαὐτοῖς ἐν τῷ συστέλλεσθαι καὶ τὸν μεταξὺ χρόνον ἀμφοῖν ὃν ἠρεμεῖ διττὸν ὄντα, τὸν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὸν δἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, καὶ τὸν τούτων πρὸς ἀλλήλους λόγον, τοῦ τε τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς κινήσεως καὶ τοῦ τῆς ἡσυχίας πρὸς τὸν τῆς ἡσυχίας καὶ συναμφοτέρου πρὸς συναμφότερον, σύμπαντα πρὸ τοῦ δεύτερον πλήττειν τὴν ἀρτηρίαν ἐγνῶσθαι χρὴ τοῦ πρώτου συμπληρουμένου σφυγμοῦ. τοῦ γὰρ δὴ δευτέρου ὑπαρξαμένου ταῦτά τε χρὴ σκοπεῖσθαι περὶ ὧν ἐπὶ τοῦ πρώτου δεδήλωται καὶ παραβάλλειν τὰ κατἐκεῖνον ῥηθέντα τοῖς κατὰ τοῦτον, ἵνὁμαλότητα καὶ ἀνωμαλίαν αὐτῶν γνωρίσῃς καὶ ἁπάσας τὰς διαφορὰς, εἶτα καὶ τρεῖς καὶ τέτταρας καὶ πέμπτους καὶ πολλοὺς ἑξῆς ἰδεῖν σφυγμοὺς, ἵνα σοι τάξις τε καὶ ἀταξία γνωρισθῇ. ταῦτοὖν ἅπαντα πόσης οἴει δεῖσθαι τριβῆς; ἐμοὶ μὲν γὰρ, εἰ χρὴ μὴ ψευσάμενον εἰπεῖν, ἅπαντος τοῦ ἀνθρωπίνου βίου δεῖσθαι δοκεῖ πρός γε τὴν τελειοτάτην ἐπιστήμην, εἰς δὲ τοσαύτην ὅση καὶ ἡμῖν ἤδη ἐστὶν οὐχ ἓξ μηνῶν μόνον, ἐν ὅσοις οἱ σοφώτατοι μεθοδικοὶ τὴν ἰατρικὴν ὅλην ἐπαγγέλλονται διδάξειν, ἀλλἐτῶν πάνυ πολλῶν. ἐγὼ μέν γε ἀφοὗ τὸ πρῶτον εἰς ἰατροὺς φοιτᾷν ἠρξάμην παῖς ἔτι ὢν, θαυμαστήν τινα ἐπιθυμίαν ἔσχον τῆς περὶ τοὺς σφυγμοὺς τέχνης· εἶτἐξ ἐκείνου μέχρι καὶ  εἰς τόδε μελετῶν οὐδέπω μοι δοκῶ πᾶσαν αὐτὴν ἐκμεμαθηκέναι. πολλοῖς μὲν γὰρ ἔτεσιν οὐδεἰ σαφῶς ἐστι τῇ ἁφῇ διαγνῶναι τὴν συστολὴν τῆς ἀρτηρίας ἠπιστάμην, ἀλλἦν ἄπορόν μοι πότερον οἱ περὶ τὸν Ἀρχιγένην καὶ Ἡρόφιλον, οἱ περὶ τὸν Ἀγαθῖνον καὶ σχεδὸν ἅπαντας τοὺς ἐμπειρικοὺς ἀληθεύουσι, τοσοῦτον ἀπελειπόμην τοῦ πότερον ὅλης αὐτῆς αἰσθάνεσθαι δυνατόν ἐστιν, μορίου τινὸς, καὶ πόσου τούτου, σαφές τι γινώσκειν. ἀλλὰ καὶ περὶ τῶν τῆς διαστολῆς οὐδὲν ἧττον ἠπόρουν παραπλήσια. καίτοι ταῦτά γε τὰ πρῶτα καὶ οἷον στοιχεῖα τῆς ἐν τοῖς σφυγμοῖς τέχνης ἐστὶν, ὧν ἀγνοουμένων οὐδὲ τῶν ἄλλων οὐδὲν οἷόν τἦν γνῶναι βεβαίως. τοσοῦτον δὲ μόνον ἠπιστάμην αἰσθήσει διαγινώσκειν, ὅτι διαστέλλεται ἀρτηρία καὶ οὐκ ἀνέρχεται καὶ κατέρχεται, καθάπερ οἱ ἐμπειρικοὶ καλούμενοι λέγουσιν ἐνδέχεσθαι, καὶ τοῦτἀληθὲς εἶναι. μὴ γὰρ διαστολῆς, ἀλλὰ πληγῆς μόνον αἰσθάνεσθαι τὴν ἁφήν· εἴτε δἀνιόντος τινὸς, εἴτε διαστελλομένου, μηκέτι φαίνεσθαι. μόνον δὲ σχεδὸν τοῦθἡμῖν ἐν πολλοῖς ἔτεσιν ἔγνωστο, κᾀπὶ τῶν ἐφεξῆς ἓν, τοῦ σφοδροῦ σφυγμοῦ διάγνωσις, τῶν δἄλλων οὐδὲν οὐδέπω γνώριμον ἦν, ἀλλἐν βαθείᾳ τινὶ κυλινδουμένοις ἀπορίᾳ συχνῶν ἐτῶν, οὐ μὴν ἀφισταμένοις γε τῆς ζητήσεως, ἀλλἀεὶ καὶ μᾶλλον λιπαρῶς ἐγκειμένοις ἐφαντάσθη ποτὲ συστολὴ σαφὴς τῇ ἁφῇ. τοὐντεῦθεν ἀσκοῦσιν ἐπὶ πλέον οὐ φάντασμα ἔτι ἀμυδρὸν, ἀλλἐναργὴς διάγνωσις αὐτῆς οὐδὲν ἧττον τῆς διαστολῆς ἐγίνετο. ἐπὶ ταύτῃ δεἰπεῖν οὔτἔχω τὸ τάχος τῆς τῶν ἄλλων διαγνώσεως, ἐπιῤῥεῖ γὰρ ἅπαντα, καὶ σαφῶς λοιπὸν ἐφαίνετο καθάπερ ἐν σκότῳ λαμπροῦ φωτὸς ἀθρόως ἐκλάμψαντος. εἴ τις δὲ τοῦτον τὸν λόγον ὡς ἀληθῆ λόγον καὶ μὴ μῦθον δέξαιτο, κερδανεῖ μεγάλα μὴ προαπογινώσκων τῆς τῶν ζητουμένων εὑρέσεως, μηδὲ προαφιστάμενος, κᾂν ὅτι μάλιστα παμπόλλῳ χρόνῳ ζητῶν ἔτἀγνοῇ. λεληθυῖα γάρ τις ἐν αὐτῷ τῷ ζητεῖν ἕξις ὑποτρέφεται κατὰ βραχὺ προϊοῦσα, πρὸ μὲν τοῦ τελειωθῆναι μηδεἰ ἄρχεταί πω δήλη τυγχάνουσα, τελειωθεῖσα δἀθρόως ἐκφαίνεται πάντων τῶν προπονηθέντων τὸν καρπὸν ἀποδιδοῦσα διὰ ταχέων, καὶ εἰ ἀγροικότερον φάναι, σὺν αὐτοῖς τοῖς τόκοις. προσγεγενημένης δὲ τοῖς μεθἡμᾶς ἀνθρώποις οὐ σμικρᾶς μοίρας τῆς ἐμῆς εἰς ταῦτα προθυμίας ἄχρι τοῦ καὶ λόγῳ πάντα τὰ τῆς αἰσθήσεως ἐπιχειρεῖν ἑρμηνεῦσαι πάθη, ἐν ἐλάττονι ἂν χρόνῳ καὶ ἀταλαιπωρότερον περὶ τοὺς σφυγμοὺς ἀσκοῖτο τέχνη. ἐγὼ γὰρ τά τἄλλα καὶ τὰς ὁδοὺς πειράσομαι ἐνδεῖξαι διὧν ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, μόνον εἴη τῆς ἀπλήστου περὶ πλοῦτόν τε καὶ δόξαν σπουδῆς τῆς νῦν κατεχούσης χαλάσαι τοὺς ἀνθρώπους. καὶ οὐδὲν οὐδὲ τῆσδε τῆς πραγματείας πλέον, ἔστἂν ἀπορῇ τῶν σπουδαζόντων ἀλήθειαν. ἀπορήσει δὲ μέχρις ἂν ἡδονὴ μὲν κρατῇ καὶ βασιλεύῃ, τὸ καλὸν δἀπεῤῥιμμένον τε καὶ ἄτιμον . οὐ γὰρ τρυφώντων ὅδε λόγος, ἀλλἱκανῶς συντεταμένων τε καὶ προθύμων δεῖται. τοιοῦτοι δεἰσὶ παντελῶς ὀλίγοι τῶν νῦν. ἀλλὰ κατὰ τὸν Ἡράκλειτον εἷς ἐμοὶ μύριοι, καὶ ἥδιον ἂν τοὺς λόγους πρὸς τοῦτον τὸν ἕνα ποιησαίμην πρὸς τοὺς μυρίους τοὺς ἑνὸς οὐδενὸς ἀξίους. οὐ γὰρ δὴ πλήθει τὸ ἀληθὲς, ἀλλὰ φρονήσει κρίνεται. λέγωμεν οὖν ἤδη πρὸς τοῦτον τὸν ἕνα τὸν τῆς ἀληθείας ἐραστὴν, ὅστις πότἂν νῦν τοιοῦτος αὖθις γενήσεται, πρῶτον μὲν, ὡς οὐδἀδύνατόν ἐστι λόγῳ πολλὰ τῶν τῆς αἰσθήσεως ἑρμηνεῦσαι παθῶν, ἔπειτα δ’, ὅτι κᾂν ἀδύνατον , οὐ χρὴ τούτου γἕνεκα τῆς ἡμετέρας σπουδῆς καταγινώσκειν. εἰ γὰρ καὶ μὴ κατὰ πᾶν ἀκριβῶς, ἀλλἐγγυτέρω γε τοῦ μηδόλως ἀφίκοιτἄν τις διὰ τοῦ λόγου πρὸς τὴν ἐπίγνωσιν αὐτῶν. τίς γοῦν ἀκριβῶς τὴν ἰδέαν ἑκάστου τῶν ἀνθρώπων διδάξαι λόγῳ δύναται; οὐδεἷς δήπουθεν· ἀλλὅμως καὶ τοὺς ἀποδιδράσκοντας οἰκέτας κηρύττουσιν ὁσημέραι κατὰ τὰ τῆς ἰδέας γνωρίσματα· καί τινι καὶ τοῦτο μόνον ἤρκεσεν ἀκοῦσαι,
§1.2 κᾀγὼ μηδέποτε τοῦ γλυκέος Φαλερίνου πρὶν εἰς τὴν Ῥώμην ἀφικέσθαι γευόμενος, ἡνίκα πρῶτον ἐνέτυχον οὐκ ἠγνόησα διὧν ἀνεγνώκειν αὐτοῦ γνωρισμάτων ἐξευρών. ἡμέτερος δέ τις ἑταῖρος τὸν ἐν τῇ Λυδίᾳ γεννώμενον οἶνον γλυκὺν, τὸν Καρύϊνον ὑπὸ τῶν ἐπιχωρίων καλούμενον, ἐγνώρισε ῥᾳδίως τοσοῦτον μόνον παρἡμῶν προακηκοὼς, ὡς ἔοικε τῷ τε γλυκεῖ τῷ Κρητικῷ καὶ τῷ Σκυβελλίτῃ καλουμένῳ κατά τε τὴν χρόαν καὶ γλυκύτητα καὶ πάχος, στύψιν δέ τινα θαυμαστὴν καὶ ἡδίστην παρἐκείνους εἰσφέρεται. τοιαῦτοὖν καὶ ἡμεῖς ἐρεῖν ἐπαγγελλόμεθα τῆς τῶν σφυγμῶν διαγνώσεως σημεῖα· καὶ προσέτι, πῶς ἄν τις ἐπιβάλλοι τὴν χεῖρα καθἕκαστον· ἐπὶ τινῶν μὲν γὰρ χρὴ βιαίως ἐρείδειν, ἐπὶ τινῶν δὲ μαλακῶς ἅπτεσθαι, καθάπερ ἐπὶ τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ, τὸν μὲν γὰρ οὐκ ἂν γνωρίσαις, εἰ μὴ θλίβοις τὴν ἀρτηρίαν, τὸν δοὐχ ὅπως ἂν γνοίης θλίβων, ἀλλὰ καὶ παντάπασιν ἀκίνητος εἶναί σοι δόξει τοῦτο δρῶντι. καὶ μὲν δὴ καὶ ὅσοι μεγάλοι θἅμα καὶ ἀμυδροὶ σφυγμοὶ, καθάπερ ἐπὶ τῶν ληθαργικῶν, καὶ τούτων τὸ μέγεθος οὐκ ἂν γνοίης, εἰ μὴ πάνυ μαλακῶς ἅπτοιο. ὅτι δὲ καὶ τοὺς ὑψηλοὺς τῶν ἁδρῶν καὶ μεγάλων καὶ σκληρῶν καὶ σφοδρῶν ἱκανὸς λόγος διδάξαι διακρίνειν, εἰ μέγαν εἴποιμί σοι τοῦτον ὑπάρχειν, ὃς ἂν εἰς τὰς τρεῖς διαστάσεις ἀνάλογον ηὐξημένος , εἰς μῆκος καὶ πλάτος καὶ βάθος, ἁδρὸν δὲ τὸν εἰς τὰς δύο μόνας,  πλάτος τε καὶ βάθος, ὑψηλὸν δὲ τὸν εἰς μίαν μόνην τὴν ἄνω, καὶ τὸν μὲν σκληρὸν βίαιον ποιεῖσθαι τὴν πληγὴν τῇ τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητι, τὸν δὲ σφοδρὸν τῇ ῥώμῃ τοῦ ζωτικοῦ τόνου, οὐκ ἂν εἴποις ὡς οὐκ ἀρκεῖ τινι συνετῷ καὶ μὴ ῥᾳθύμῳ παντάπασιν ἀπὸ τούτων ὁρμωμένῳ κτήσασθαί ποτε βεβαίαν ἐπιστήμην τῆς διαγνώσεως αὐτῶν, εἰ μόνον περὶ τὰ πρῶτα καὶ οἱονεὶ στοιχεῖα τῆς τέχνης ἱκανῶς εἴη τετριμμένος, ὑπὲρ ὧν καὶ ἡμεῖς πρῶτον εἰπόντες οὕτως ἐπὶ τὰ λοιπὰ κατὰ τὴν προσήκουσαν τάξιν μεταβησόμεθα.
§2 Ἔστι δὲ τέτταρα ταῦτα. τὸ μὲν πρῶτον ἁπάντων, ὅπερ ἔφαμεν ἐρίζοντας μᾶλλον ἀληθεύοντας λέγειν τοὺς ἐμπειρικοὺς, ὡς πληγῆς μόνης αἰσθάνονται, διαστολὴν δἀρτηρίας οὐ γνωρίζουσι. καὶ διὰ τοῦτο τινὲς ἐξ αὐτῶν τὸν σφυγμὸν ὁρίζονται μνήμην παθῶν ἁφῆς ἐκ κινήσεως ἀρτηριῶν· οὐ γὰρ ἐκ διαστολῆς ἀρτηριῶν, ἀλλἐκ κινήσεως ἔφασαν διοὐδὲν ἄλλο ὅτι τὰ τῆς διαστολῆς οὐχ ὁμολογοῦσιν αἰσθάνεσθαι. ἀλλὰ λόγῳ μὲν, φασὶν, ἴσως ἄν τις πιστώσαιτο αὐτὴν, οὐ μὴν τῇ γἁφῇ κατάδηλον γίγνεσθαι. τοὐναντίον δἅπαν ἐχρῆν αὐτοὺς λέγειν, εἴπερ ὅλως φιλονεικεῖν ἐσπουδάκασιν, ὡς μὲν ἁφὴ διαστελλομένης αἰσθάνεται τῆς ἀρτηρίας, εἰ δὲ καὶ κατἀλήθειαν διαστέλλεται, τοῦτοὐκέτι γινώσκειν ἀκριβῶς. τὸ δὅτι μὴ φαίνεται φάσκειν καταψευδομένων ἐστὶ τῆς αἰσθήσεως. εἰ γάρ τις αὐτοὺς ἔροιτο, ποῖός τις σπασμώδης σφυγμὸς φαίνεται, τί ἂν ἄλλο ἔχοιεν εἰπεῖν ὅτι τεταμένης ἐφἑκάτερα τῆς ἀρτηρίας οἷον χορδῆς προσβολή τις ὑπαὐτῆς γίνεται τῇ ἁφῇ, μηδὲ φυλαττούσης ἀκριβῶς τὴν ἀρχαίαν ἕδραν, ἀλλἠρέμα πως ἄνω καὶ κάτω φερομένης. εἰ δὲ δὴ καὶ περὶ τοῦ κλονώδους ἐροίμεθα, καὶ τοῦτον ὁμολογήσουσιν, εἴπερ ὅλως παρεφύλαξαν τὰ πάθη τῆς ἁφῆς, ἀπολιπούσης τῆς ἀρτηρίας τὴν ἰδίαν χώραν φαίνεσθαι γινόμενον. ἐναργῶς γὰρ ἄνω τε καὶ κάτω φερομένης αὐτῆς αἰσθανόμεθα κατὰ τοὺς τοιούτους σφυγμούς. καὶ μὲν δὴ καὶ τὴν καθἕνα σφυγμὸν ἀνωμαλίαν, τὴν παρὰ τὰ μὲν ὑψηλότερα φαίνεσθαι κείμενα τῆς ἀρτηρίας μόρια, τὰ δὲ ταπεινότερα, εἰ μὴ ὁμολογοῖεν γνωρίζειν, ἀμαθεῖς ἐξελεγχθήσονται τῆς ἐμπειρίας ἣν ἀεὶ πρεσβεύουσιν. οὐ γὰρ δὴ τῶν ἐκ λόγου δεικνυμένων ἐστὶ τὸ τοιοῦτον, ἀλλὰ φαίνεται μὲν σαφῶς τῇ ἁφῇ, τὴν δὲ αἰτίαν αὐτοῦ ζητοῦντες οἱ δογματικοὶ κληθέντες ἰατροὶ διαφέρονται πρὸς ἀλλήλους, διενεχθέντες ἂν καὶ περὶ τοῦ φαίνεσθαι, εἰ μὴ πάνυ ἐναργὲς ἦν. ἀλλὰ καὶ κατὰ μέγεθος ἀνώμαλός ποτε γίνεται σφυγμὸς ἐν τῇ μιᾷ διαστολῇ, τῶν μὲν ἐπὶ πλέον, τῶν δἐπἔλαττον αὐτοῦ μορίων διϊσταμένων, οὐκ ἂν γενόμενος, εἰ μὴ τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν ἀληθὲς ἦν. μακρολογῶν δἴσως σοφώτερον αὐτοῖς ἐναργέστερον διαλεγόμενος συνίημι. ἀρκεῖ γὰρ εἰπεῖν ὡς μακρὸς βραχὺς, καὶ ὑψηλὸς ταπεινὸς, καὶ πλατὺς στενὸς, καὶ μέγας μικρὸς, καὶ ἁδρὸς ἰσχνὸς, καὶ δηλονότι ὅτι οἱ μέσοι αὐτῶν οὐκ ἂν ἐγένοντο σφυγμοὶ μὴ κατὰ πᾶν μέρος φαινομένης διαστέλλεσθαι τῆς ἀρτηρίας, καθ δοξάζουσι μόνην κίνησιν γίνεσθαι, ἀλλὰ μόνον ἂν ὑψηλὸς, ταπεινὸς, μέσος αὐτῶν ἐγίγνετο, τῶν δἄλλων οὐδείς. οἷος οὖν σπασμώδης σφυγμός ἐστι σπανίως γιγνόμενος, τοιούτους ἀξιοῦσιν ἀεὶ φαίνεσθαι πάντας οἱ μὴ συγχωροῦντες αἰσθητὴν εἶναι τὴν διαστολήν. ὄντως γὰρ ἐπὶ τοῦ σπασμώδους οὐδόλως αἴσθησις γίγνεται τῆς διαστολῆς, ἐπὶ βραχὺ καὶ ἀμυδρῶς, οἷον χορδῆς τῆς ἀρτηρίας ἄνω τε καὶ αὖθις κάτω φερομένης. τὸ δὑπὸ τοῦ Ἀρχιγένους λεγόμενον, ὅτι καὶ τῶν ἰσχνῶν ἀνθρώπων αἱ ἐν τοῖς ἀσάρκοις μέρεσιν ἀρτηρίαι φαίνονται τῇ ὄψει διαστελλόμεναι καὶ συστελλόμεναι, πρὸς μὲν αἰδήμονας ἀνθρώπους ὀρθῶς λέγεται, πρὸς δὲ τοὺς, ὅταν αὐτοῖς δόξῃ, μηδὲ τῶν φαινομένων πεφροντικότας οὐκ ὀρθῶς. γὰρ οὐδὲ τοῦτο φαίνεσθαι φήσουσι, τῶν αὐτῶν γάρ ἐστιν ἐκείνων καὶ τοῦτἀρνεῖσθαι, εἰ καὶ ὁμολογήσαιεν, ὄψει μὲν φαίνεσθαι διαστελλομένην ἐροῦσι τὴν ἀρτηρίαν, ἁφῇ δοὐκ ἔτι, περὶ ταύτης δεἶναι τὴν ζήτησιν. ὅθεν ἡμεῖς οὐκ ἐπὶ τὴν ὄψιν τὸν λόγον ἄγομεν, ἀλλἐξ αὐτῶν τῶν κατὰ τὴν ἁφὴν φαινομένων ὑπομιμνήσκοντες αὐτοὺς πειρώμεθα δυσωπεῖν. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, οὐ τοσοῦτον ἐκείνων ἕνεκεν, ὅσον τοῦ διωρθωμένην ποιεῖσθαι τοῖς εἰς τὴν θεωρίαν ταύτην εἰσαγομένοις τὴν διάγνωσιν τῶν αἰσθητῶν παθῶν ὑπεμνήσαμεν, τῶν τε φανερὰν ἐχόντων τὴν διαστολὴν τῆς ἀρτηρίας σφυγμῶν καὶ τῶν ἀφανῆ, καθάπερ οἱ σπασμώδεις. ἔτι δὲ καὶ ὅπως τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν μὴ συγκεχυμένην ποιῶνται τὴν ἐπίσκεψιν, ἀλλἀεὶ μεμνημένοι τῶν τριῶν διαστάσεων ἔχωσι παραβάλλειν τὸν νῦν γινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρξαντι πότερον κατὰ τὰς τρεῖς διαστάσεις αὐτός ἐστι, κατά τινας αὐτῶν, τινα. τοὺς γὰρ ἑπτὰ καὶ εἴκοσι σφυγμοὺς, οὓς κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένους ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐπὶ διαγράμματος ἐξεθέμεθα, κατὰ τοῦτον ἄν τις μάλιστα γνωρίζοι τὸν τρόπον, εἰ μεμνημένος εἴη τῶν διαστάσεων ἑκάστης ἰδίᾳ τὸ ποσόν. ὅτι δαὐτῶν τούτων τῶν εἰρημένων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἑξῆς μελλόντων λέγεσθαι προηγεῖσθαι χρὴ ἐκεῖνο τὸ βιβλίον, καὶ κατἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου προειρήκαμεν, ὥσθὅστις πρὶν ἐκεῖνα ἐκμαθεῖν ἐπὶ τάδε ἥκει τοῦ παντὸς ἁμαρτάνει. τοῦτο μὲν δὴ καὶ ἡμῖν παρὰ πάντα τὸν λόγον ὑπαρχέτω· νυνὶ δὲ τὸ προκείμενον περαινέσθω, τὸ σαφῶς ὑποπίπτειν τῇ ἁφῇ τὴν διαστολὴν τῆς ἀρτηρίας, οὐ πληγὴν μόνην, ὡς οἱ πρὸς ἅπαντας φιλονεικοῦντες ἐμπειρικοὶ φασίν. ὥστε πεισθέντες ἐμοὶ, τἀναντία τοῖς ἔμπροσθεν λέγοντες, εἰ μή που σοφισταί τινες, καὶ πιθανοὶ εἶναι δοκεῖν γλίχονται, τὴν μὲν διαστολὴν τῆς ἀρτηρίας φαίνεσθαι πρός γε  τὴν ἁφὴν, οὐ μὴν εἴ γε καὶ πρὸς τὴν φύσιν οὕτως ἔχει γινώσκειν. γὰρ ἂν οἰκειότερα ταῦτεἴη τῇ αἱρέσει τῶν ἀνδρῶν, τί παθόντες ἐν μὲν τοῖς ἄλλοις ἅπασι λόγοις τὸ φαίνεσθαι τιθέντες ἀποροῦσι τὸ πρὸς τὴν φύσιν, ἐνταυθοῖ δὲ οὐκέτι ποιήσουσιν αὐτό; καὶ μὴν εἰ τοῦτο δράσουσιν, οὐκ ἐγχωρήσει λέγειν, ἴσως μὲν διαστέλλεται ἀρτηρία, οὐ μὴν καὶ φαίνεται, ἀλλἔμπαλιν, ἴσως μὲν οὐ διαστέλλεται, φαίνεται μέντοι. τοῦτο γὰρ ἀκόλουθόν ἐστι τοῖς τὸ φαινόμενον μόνον, καὶ μὴ, αὐτὸ τὸ πρὸς, τὸ δοξαζόμενον αὐτῶν τιθεῖσιν, εἴ γε τὸ φαινόμενον πάντῃ σθένει οὗ περ ἂν ἔλθῃ, κατὰ τὸν Τίμωνα. τί ποτοὖν νῦν πλασθὲν οὐ σθένει; καὶ μὴν ἐχρῆν γε, εἴπερ πάντῃ σθένει. κοινὴν οὖν ἀρχὴν λαβόντες τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν, ὅταν γὰρ μὴ σπασμωδῶς κινῆται, μετὰ τοῦτἂν ἴσως διαφεροίμεθα πρὸς ἀλλήλους, εἰ ἡμεῖς μὲν ἐκείνῳ πιστεύοιμεν, ἐκείνῳ δἀπιστοῖεν. ἴσως δὲ κᾀνταῦθα πάλιν αὐτοὺς ὑπομνήσαντες τῶν σφετέρων λόγων, εἰς ὁμολογίαν κοινὴν παρακαλέσομεν. τί γὰρ δὴ καὶ βούλονται; μὴ ἄλλο τι φαίνεσθαι μὲν ἕκαστον τῶν φαινομένων, ἀπιστεῖσθαι δὲ μάλιστα μὲν εἰ οἷον φαίνεται καὶ ἔστιν, ἔπειτα δ’, εἰ καὶ τὴν ἀρχὴν ὅλως ἔστι. λαβέτωσαν οὖν καὶ παρἡμῶν ὁμολογούμενον τοῦτο· πάντα γὰρ αὐτοῖς βούλομαι χαρίζεσθαι· καὶ μήτεἰ ἔστιν ὅλως ἥλιος, σελήνη, γῆ, μήτεἰ θάλαττα, μήτεἰ ἐγρηγόραμεν, ἀλλεἰ μηδὲ φρονοῦμεν, ζῶμεν, μηδὅλως μηδὲν ἁπάντων ὡς ἔχει φύσει γινώσκειν ἡμᾶς. οὐκ οἶδα εἰ ταύτης ἔτι μείζονος ἀπορίας ἐπιθυμοῦσιν, ἐχέτωσαν αὐτὴν παρἡμῶν ἑκόντων, μὴ καμνέτωσαν τῷ λόγῳ δεικνύναι, δαψιλῶς εὐωχείσθωσαν τῆς περὶ φύσιν ἀνοίας, μόνον ἡμῖν ἀποκρινάσθωσαν βραχύ τι, πότερον καὶ πρὸς τὴν χρῆσιν τῶν πραγμάτων τὴν κατὰ τὸν βίον ἀπορεῖν ἀξιοῦσι, καὶ μήθὅταν ἀνατέλλων ἥλιος ἐναργῶς φαίνηται, πράττειν ἡμᾶς πράττομεν ὡς ἐν ἡμέραις, ἀλλἡσυχάζειν ἐπὶ τοῦ σκίμποδος κατακειμένους, ἀποροῦντας εἴτε νύξ ἐστιν ἔτι εἴθἡμέρα, μήθὅταν ἐν πλοίῳ καὶ πελάγει τυγχάνωμεν ὄντες, οὕτω καὶ πράττειν, ἀλλἀπιστοῦντας ἐκπηδᾷν τολμᾷν εἰς τὴν θάλατταν, ὡς ἴσως μὲν οὖσαν θάλατταν, ἴσως δοὔ, μηδὅταν ἤδη καταγώμεθα καὶ ναῦς ἐν τῷ λιμένι πλησίον τῆς γῆς καταφέρηται καὶ πάντας περὶ τὴν γῆν ἐξιόντας ὁρῶμεν, πιστεύειν ταῖς αἰσθήσεσι καὶ μέχρι τῆς χρείας, ἀλλἔνδον καθέζεσθαι σκεπτομένους καὶ ἀποροῦντας καὶ λέγοντας, ἴσως γε φαίνεται μὲν ἡμῖν γῆ, οὐκ ἔστι δὲ γῆ. καὶ καταὐτοὺς ἐκείνους ἅπαντα τὰ τοιαῦτα μέχρι μὲν τῆς χρείας πιστὰ, πρὸς δὲ τὴν φύσιν ἀπορεῖται. καὶ ἡμεῖς δαὐτοὶ τοῦτο δήπου βουλόμεθα, χρῆσθαι δαὐτοῖς ὡς πιστοῖς. τὸ δἐπέκεινα τῆς χρήσεως περιττὸν εἶναί φαμεν. εἰ οὖν βουλόμεθα συγχωροῦσιν ἡμῖν, οὐκ οἶδα περὶ τίνος ἔτι διαφερόμεθα. περὶ τοῦ πρὸς τὴν φύσιν, φασί. παῦσαι ἄνθρωπε. οὐδὲ φθεγξόμεθά ποτε τοῦτο, εἰ καὶ κελεύεις. ἀλλά σε καὶ εἰς συνθήκας ἕτοιμός εἰμι προσκαλέσασθαι. καὶ τοῦ λοιποῦ προΐτω καθάπερ τοῖς ἄλλοις ἀνθρώποις, οὕτω καὶ ἡμῖν, εἰ βούλεσθε, τά τε τῶν πράξεων καὶ τὰ τῶν λόγων, ἐπειδὴ καὶ ἡμᾶς αὐτοὺς ὁρῶ περὶ πολλοῦ ποιουμένους, μηδὲν τῶν κατὰ τὸν βίον ὡμολογημένων τοῖς ἀνθρώποις ἅπασιν ἀνατρέπειν. ὡς οὖν ἐκείνοις περαίνεται τὰ κατὰ τὰς πράξεις, οὕτω καὶ ἡμῖν περαινέσθω, μὴ πολυπραγμονοῦσι περὶ τὸ φαινόμενον ἐναργῶς μηδὲν, ἀλλἐκ προχείρου πιστεύουσί τε καὶ ἑπομένοις, ὡς εἴ γέ τινος ἀπαγγέλλοντος ὑετοῦ γενομένου τὸν ποταμὸν αὐξηθέντα τὴν γέφυραν ἀνατρέψαι, παρών τις ὑμῶν κωλύει οὕτως ἁπλῶς, ὑετοῦ γενομένου, λέγειν, ἀλλὰ τοῦ φαινομένου γεγονέναι, μηδὲ ποταμὸν, ἀλλὰ τὸν φαινόμενον καὶ δοκοῦντα, μηδαὐξηθέντα, ἀλλὰ ηὐξῆσθαι δόξαντα, μηδὲ τὴν γέφυραν καταβαλεῖν, ἀλλὰ φαίνεσθαι καταβεβληκότα, πῶς οὐκ ἂν δόξειε μαίνεσθαι; τί ποτοὖν τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἑτέρως διαλεγόμενοι μόνοις ἡμῖν πράγματα παρέχετε, καίτοι ταῖς αἰσθήσεσι χρωμένοις ἐπί τε τῶν κατὰ τὴν ἰατρικὴν κᾀν τῷ λοιπῷ βίῳ; εἶτα τὸν μὲν ἀσκὸν, εἰ οὕτως ἔτυχε, καὶ τὴν κύστιν καὶ τὸν θύλακον καὶ τὰς τῶν χαλκέων φύσας τί διαστέλλεσθαι λέγοντες καὶ συστέλλεσθαι τὸ φαίνεσθαι παρελείψατε, τῇ δἀρτηρίᾳ μόνῃ, τῇ τί ποθὑμᾶς κακὸν ἐργασαμένῃ, πράγματα παρέξετε, καὶ τὴν ἀπιστίαν τῶν φαινομένων καταὐτῆς κινήσετε, καὶ οὐχ ἁπλῶς ἐρεῖτε, διέσταλται καὶ διαστέλλεται, καὶ συνέσταλται καὶ συστέλλεται, ἀλλὰ φαίνεται διαστελλομένη, εἰ δὲ καὶ ὄντως διαστέλλεται, οὐκ οἶδα; παύσασθε πρὸς τοῦ Διὸς ἤδη ποτὲ μηδὲν προσήκουσι λήροις ἐπιφορτίζοντες τὴν τέχνην, ὡς οὖσαν καθἑαυτὴν μακράν. εἰ σχολὴν ἄγετε, καὶ τὸν βίον οὐκ ἀνατρέπειν, ἀλλὠφελεῖν προῄρησθε, καὶ τὴν τέχνην οὐ κωλύειν, ἀλλαὔξειν ἐσπουδάσατε, τὴν φιλοτιμίαν ταύτην εἰς τὰ χρηστότερα τρέψατε. πολλὰ τῆς ἰατρικῆς εὑρήσετε ζητήσεως οὐ σμικρᾶς δεόμενα, περὶ ταῦτα δεινοὶ γίγνεσθε, τὴν σύνεσιν ἐν τούτοις ἐπιδείκνυσθε, τὴν δὲ τῶν ἐναργῶς· φαινομένων ἀπιστίαν ἤδη ποτὲ μισήσατε, πλέον οὐδὲν ἕξειν ἀπαὐτῆς μέλλοντες, ἀναγκασθήσεσθε γὰρ ἑκόντες τε καὶ ἄκοντες ὡς πιστοῖς χρῆσθαι τοῖς ἐναργέσιν, οὐδὲ φθέγξασθαι ὑμῖν οὐδὲ τὸ βραχύτατον ἔσται. ὅταν οὖν ζητήσαντάς γε καὶ μὴ ζητήσαντας αὐτὴ χρῆσις ἐκδέχηται, περιττὸν τὸ ζητεῖν. εἰσὶ δἕτεραι πολλαὶ τοῖς ἀνθρώποις αἱ μὲν τῶν αἰσθήσεων ἀσκήσεις, αἱ δὲ καὶ τοῦ λογισμοῦ, περὶ ταύτας σπεύσατε, τὴν σχολὴν περὶ ταῦτα διάθεσθε, τοῖς δἐναργέσι χωρὶς ζητήσεως ὡς τοιούτοις οὖσι οἷα φαίνεται πιστεύετε. συγχωρήσαντες οὖν μοι λέγειν τὴν ἀρτηρίαν εἰς μῆκος καὶ πλάτος καὶ βάθος διαστέλλεσθαι,  τὸ ἐπὶ τῷδε διασκέψασθε, πότερον αἰσθήσεσθαι δυνατόν ἐστι τῆς συστολῆς, οὔ. ἀλλὑμεῖς, ἵνα μηδὲ τοῦτο, μηδἄλλο ζητήσητε, τὴν περὶ τῆς ὑπάρξεως τῶν ἐναργῶν ἀπορίαν ἐκινήσατε, συχνὸν μέν τινα λόγων ἐσμὸν ἔχουσαν, οὐ μὴν καταβαλεῖν γε δυναμένην οὐδἀνατρέψαι τὴν χρείαν τῶν ἐναργῶν. ἡμεῖς οὖν ἔμπαλιν ὑμῖν πράξομεν· ἅπασι μὲν τοῖς φαινομένοις ἐναργῶς χωρὶς ζητήσεως χρησόμεθά τε καὶ πιστεύσομεν ὡς τοιούτοις οὖσιν οἷα καὶ φαίνεται, τὰ δἀμυδρότερα διασκεψόμεθα, τὰ μὲν τῷ λόγῳ, τὰ δὲ ταῖς αἰσθήσεσι, τὰ δἀμφοτέροις ἐπιχειροῦντες ἑλεῖν. ἥτις μὲν οὖν ὁδὸς τῆς εὑρέσεως αὐτῶν, ἐπὶ πλέον ἑτέρωθι λέγομεν, ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὰ προκείμενα λεχθήσεται μόνον.
§3–6
§3 Ἀγαθίνου τοίνυν λέγοντος ἀναίσθητον εἶναι τὴν συστολὴν τῆς ἀρτηρίας, Ἡροφίλου δὲ διὰ παντὸς ὡς ὑπὲρ αἰσθητῆς διαλεγομένου, χαλεπὸν ὄντως ἦν καὶ ἄπορον ἑτέρῳ πρὸ θατέρου πιστεῦσαι, τοσαύτην μὲν ἀμφοτέρων σπουδὴν εἰσενηνεγμένων εἴς τε τἄλλα τῆς ἰατρικῆς καὶ τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐξῆσαι, μακρῷ τε χρόνῳ τόν τε λογισμὸν καὶ τὴν αἴσθησιν ἱκανῶς γεγυμνασμένων. ἐδόκει δή μοι δίκαιον εἶναι πρῶτον μὲν ἀσκῆσαι τὴν ἁφὴν τῆς παρὰ μικρὸν αἰσθάνεσθαι διαφορᾶς, ἵνεἴπερ ἡμῖν αὐτοῖς ποτε καταφανὴς ἐναργῶς γένοιτο συστολὴ, μηκέτἄλλου δεοίμεθα μάρτυρος· δεύτερον δὲ καὶ τὴν τῶν πρεσβυτέρων ἱστορίαν ἀναλέξασθαι. τῶν πλείστων μὲν γὰρ καὶ τῶν ἀξιοπίστων αἰσθητὴν λεγόντων, μηδἂν ὅτι μάλιστα πολλῷ χρόνῳ τριβομένοις ἡμῖν ἔτἀναίσθητος φαίνηται, προαφίστασθαί τε καὶ ἀπογινώσκειν τῆς εὑρέσεως, εἰ δὲ μηδεὶς ἄλλος ὀλίγοι παντελῶς καὶ ἄπιστοι τοῦτο λέγοιεν, ἡμῖν τε περὶ αὐτὸ ἔχουσιν ἀδιάγνωστον φαίνεται, τηνικαῦτἤδη καὶ ἀπογινώσκειν τῆς εὑρέσεως αὐτοῦ καὶ ἀναίσθητον ὁμολογεῖν ὑπάρχειν. εὑρίσκοντες οὖν τοὺς μὲν Ἡροφιλείους σχεδὸν ἅπαντας αἰσθητὴν εἶναι λέγοντας, τοῦ δὲ περὶ τὸν Ἐρασίστρατον χοροῦ τοὺς μὲν ὁμολογοῦντας, τοὺς δἀρνουμένους, καὶ τρίτους τοὺς ἀπἈθηναίου τοῦ Ἀτταλέως, ὧν εἷς ἦν καὶ Ἀγαθῖνος, ὡσαύτως πρὸς ἀλλήλους διαφερομένους, ὅσον μὲν ἐπὶ τῇ τῶν πρεσβυτέρων ἱστορίᾳ πλέον οὐδὲν ἡμῖν ἔγνωμεν ἐσόμενον, ἴσων σχεδὸν ἀριθμῷ τε καὶ ἀξιώματι τῶν ὁμολογούντων τοῖς ἀρνουμένοις ὑπαρχόντων· ἐφἡμῶν δαὐτῶν ἅμα τοῖς διδασκάλοις διεσκοπούμεθα, μηδαὐτοῖς ὁμολογοῦσι σαφῆ διάγνωσιν ἐσχηκέναι ποτὲ τῆς συστολῆς. ἐν τούτῳ δ’, οἷα εἰκὸς, καὶ λόγῳ τινὲς ἐκινοῦντο, καὶ πᾶσι μὲν αὐτοῖς ἐδόκει πιθανὸν εἶναι μὴ δύνασθαι τῆς ἀποχωρούσης ἀρτηρίας αἰσθάνεσθαι τὴν ἁφήν· ἤτοι γὰρ τῆς κινήσεως αὐτῆς, τῆς ἅμαὐτῆς πληγῆς αἴσθησιν ἡμῖν γίγνεσθαι κατὰ τὴν διαστολὴν, ἀποχωρούσης δὲ καὶ συστελλομένης οὔτε πληγῆς ἔθἡμᾶς οὔτε κινήσεως αἰσθάνεσθαι· τῶν γὰρ ὁμιλούντων αὐτῇ καὶ προσιόντων καὶ ψαυόντων, οὐ τῶν ἀφισταμένων εἶναι διαγνωστικὴν, ἐπεὶ οὕτως ἂν καὶ τῶν ἐκ μακροῦ διαστήματος εἰς ἐπίγνωσιν ἐλθεῖν, εἴπερ ἅπαξ αὐτῇ συγχωρηθείη τῶν οὐχ ἁπτομένων αἰσθάνεσθαι. ταῦτα καὶ τοιαῦτα λέγοντες, ἀνέπειθόν με ῥᾳδίως, ὡς ἂν καὶ αὐτὴν τὴν ἁφὴν μάρτυρα ὧν ἔφασκον ἔχοντες. οὐ γὰρ ᾐσθανόμην τῆς συστελλομένης τῆς ἀρτηρίας καὶ ὀλίγου δεῖν ἀπέστην ὡς οὐκ αἰσθητῆς αὐτῆς, εἰ μή μοί ποτε καθάπερ ἐκ παρατρίψεως πυκνῆς πῦρ ἐξαφθὲν καὶ λάμψαν ἐναργῶς ἔδειξε τὸ ἀληθὲς, ὥστε μηκέτι ἑτέρων δεῖσθαι μαρτύρων καὶ κριτῶν, ἀλλαὐτὸν ἱκανὸν ἐμαυτῷ γενέσθαι. δηλώσω δὲ τὸ σύμπαν, ἐντεῦθεν ἀρξάμενος, ὅθεν περ καὶ αὐτὸν ἐμὲ λόγος ἐποδήγησεν. ἐπειδὴ τῶν ἁπτομένων σωμάτων τὰ μὲν ἐπιπολῆς ἀλλήλων ἅπτεται ψαύοντα μόνον, ἕτερά τε βιάζεται καὶ ὠθεῖ καὶ ἀνατρέπει, κᾀνταῦθα τὸ μὲν ἰσχυρότερόν τε καὶ σκληρότερον οἷον ἐγκαταβαίνει τῷ ἀσθενεστέρῳ τε καὶ μαλακωτέρῳ, θάτερον δεἴκει τε καὶ ἀνατρέπεται καὶ οἷον περισχίζεται τῷ βιαζομένῳ τὴν διάλυσιν αὐτῶν ἀπἀλλήλων, οὐ τὸν αὐτὸν ἐνδέχεται γίγνεσθαι τρόπον, ἀλλὰ τὰ μὲν ἐπιπολῆς ἁπτόμενα καὶ ἀποχωρεῖ ἀθρόως, ὅσα δεἴκοντος τοῦ μαλακωτέρου προσωτέρω ἰόντα οἷον ἐγκαταβαίνει αὐτῷ, ταῦτα οὐκ ἔτἀθρόως ἀφίσταται, ἀλλὅσον ἀπὸ τῆς πρώτης προσβολῆς ἐσωτέρω χωροῦντα ἐβιάσατο, τοσοῦτον ἀποχωριζομένοις αὐτοῖς αἰσθητὸν φυλάττεται. χρόνος γάρ τις ἐν τῷ μεταξὺ γενήσεται τῆς τε πρώτης ὁρμῆς τοῦ ἀφίστασθαι καὶ τῆς ἐσχάτης τελευτῆς, μεθἣν οὐκέτἀφίστασθαι, ἀλλἐφεστάναι ἤδη λεχθήσεται, ἐν χρόνῳ παντὶ κατὰ βραχὺ μὲν ἀποχωροῦντος τοῦ ἑτέρου, κατὰ βραχὺ δὲ τῆς θατέρου θλίψεως ἐκλυομένης, ἑκατέρων κίνησις αἰσθητὴ γενήσεται. εἰ δὲ δὴ καὶ τοῦτο προσείη, ὥστε τὸ μὲν κινούμενον κάτωθεν ἄνω φέρεσθαι, τὸ δἁπτόμενον ἄνωθεν ἐπικεῖσθαι, πρὸς τῷ τῆς θλίψεως ἀφαιρεῖσθαι τὸ ἐπικείμενον ἔτι καὶ οἷον καταπίπτειν αὐτῷ συμβήσεται, τοῦ πρότερον ἀντερείδοντός τε καὶ ὠθοῦντος ἄνω νῦν κάτω φερομένου.
§4 Ταῦτα διά τε κύστεων καὶ ἀσκῶν καὶ φυσῶν καὶ τῶν τοιούτων ἁπάντων ὀργάνων ἔνεστι πείρᾳ μαθεῖν, ὅτῳ μὴ πάνυ ἐναργὴς διὰ τοῦ λόγου ἔνδειξις. εὑρεθήσεται γὰρ ἐπὶ πάντων ἔνθα μὲν ἀβίαστος τῶν ἁπτομένων ὁμιλία καὶ ἀποχώρησις ἄνευ χρόνου γιγνομένη, θατέρου δὑπάρχοντος ἰσχυροτέρου, εἰς ὅσον ἂν ὠθούμενον εἴη τὸ ἀσθενέστερον, εἰς τοσοῦτο καὶ τὸ κινούμενον, ὅταν ἀφίστηται τὸ βιασάμενον. εἰ δὲ δὴ καὶ κάτωθεν ἄνω τὸ θλῖβον ἔρχοιτο, πολὺ δήπου ῥᾷόν τε καὶ θᾶττον τηνικαῦτα  τὸ ἀσθενέστερον ἀκολουθήσει τῷ ἰσχυροτέρῳ, σύμμαχον τῆς ἀκολουθήσεως προσλαβὸν τὴν εἰς τὸ κάτω ῥοπήν. δυνήσει δὲ πληρώσας ἀσκὸν κύστιν τι τοιοῦτον ἄλλο ὑγρᾶς οὐσίας ἀέρος ἐπιπολῆς μὲν ψαύειν αἴρων τε καὶ αὖθις προσφέρων μὲν δακτύλους, ἔπειτα δἤδη καὶ ὠθεῖν τε καὶ βιάζεσθαι πρόσω, κᾀνταῦθα πάλιν ἐναλλὰξ αἴρων τε καὶ προσφέρων. ὄψει γὰρ ἐναργῶς τὴν μὲν ἑτέραν τῶν ἀποχωρήσεων τὴν ἐπὶ τῇ ψαύσει χωρὶς αἰσθητοῦ χρόνου, τὴν δἑτέραν τὴν ἐπὶ τῇ θλίψει μετά τινος ἀεὶ χρόνου γιγνομένην. καὶ κατὰ μὲν τὴν προτέραν ἀκίνητον ὄψει τὸ ἀγγεῖον, εἴτε προσάγοις εἴτἀπάγοις τὸν δάκτυλον, ἐν δὲ τῇ δευτέρᾳ κινούμενον οὐ προσβάλλοντος μόνον, ἀλλὰ καὶ ἀφαιροῦντος. ἀνάλογον δή μοι τίθει τῷ μὲν δακτύλῳ ἀρτηρίαν, τῷ δἀγγείῳ τὸ ἐφαπτόμενον αὐτῆς σῶμα, καὶ μένοντος δηλονότι τοῦ ἁπτομένου καθἕνα καὶ τὸν αὐτὸν τρόπον, ἀρτηρία κινουμένη προσίτω τε καὶ ἀποχωρείτω. γιγνέσθω δὲ μέν τις προσβολὴ τῆς ἀρτηρίας τῷ ἔξωθεν ἁπτομένῳ σώματι οἷον ψαῦσίς τε καὶ ἐπαφὴ, καθάπερ ἐπὶ τῶν ἀμυδρῶν ἔχει σφυγμῶν, δέ τις οὐ ψαῦσις μόνον, ἀλλὰ καὶ εἰς τὸ βάθος ὦσις, ὡς ἐπὶ τῶν σφοδρῶν. ἀνάγκη τοίνυν ἐπὶ μὲν τῆς προτέρας, ὅταν ἀρτηρία συστέλληται, τὸ μὲν, ὅτι ἀπεχώρησε τοῦ ἔξωθεν ἁπτομένου δύνασθαι λέγειν, τὸ δ’, ὅτι νῦν ἀποχωρεῖ μὴ δύνασθαι. χρόνου γὰρ τοιαύτη χρῄζει διάγνωσις, ἀθρόως δὲ καὶ χωρὶς αἰσθητοῦ χρόνου τῶν ἐπιπολῆς ἁπτομένων σωμάτων αἱ ἀποστάσεις γίγνονται. κατὰ δὲ τὴν ἑτέραν προσβολὴν τῆς ἀρτηρίας τὴν ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, ὑφἧς ἀπωθεῖσθαι τὴν ἁφὴν ἡμῶν συμβέβηκε, πρότερον μὲν τοῦ χωρίζεσθαι αἴσθησις, ἐφεξῆς δαὐτοῦ τοῦ κεχωρίσθαι διάγνωσις, οὐκέτι τῆς αἰσθήσεως τοῦτο γνωριζούσης, ἀλλὰ τῷ παύεσθαι τὸ ταύτης πάθος τοῦ νοῦ τότε ὡς χωριζόμενον νῦν κεχωρίσθαι συλλογισαμένου, τοῦ δἐπιπολῆς ἁπτομένου τὸ μὲν χωρίζεσθαι παντάπασιν ἀδιάγνωστον, τὸ κεχωρίσθαι δὲ κᾀπὶ τούτων συλλογισμῷ ληπτέον.
§5 Ὅτι δοὐ προσιόντος, ἀπιόντος, θλίβοντος, ἁπτομένου, ἀπωθουμένου πρώτην αἴσθησιν ἔχομεν, ἄνευ τῶν κατὰ τὸ ἡμέτερον σῶμα παθημάτων, οὐδαὐτὸ οἴομαι λανθάνειν. αἰσθανόμεθα μὲν γὰρ ἀνατρεπομένης ἡμῶν τῆς σαρκὸς ἅμα τῷ περικειμένῳ δέρματι κατὰ τὴν προσβολὴν τῶν σφοδρῶν σφυγμῶν, συνεισέρχεται δὲ αὐτῷ κινουμένου τε καὶ βιαζομένου γνῶσις. καὶ μὲν δὴ καὶ ἀποχωρούσης τῆς ἀρτηρίας, μὲν αἴσθησίς ἐστι τῆς ἐν αὐτῷ τῷ ἡμετέρῳ σώματι κινήσεως. ἕπεται γὰρ τὸ εἴσω θλιβὲν τοῦ δέρματος ἡμῶν τῆς σαρκὸς μόριον ἀφισταμένῃ τῇ ἀρτηρίᾳ, τὴν ἐξ ἀρχῆς χώραν, ὅθεν ἀπεώσθη, καταλαμβανομένῃ, δὲ τοῦ χωρίζεσθαι γνῶσις συνεπινοεῖται. πρῶτα γάρ ἐστιν αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα δὲ τὰ τούτων ποιητικὰ, ἐκτὸς ὑποκείμενα. τῆς τε οὖν μετὰ τὴν θλίψιν ἀποχωρούσης τῆς ἀρτηρίας γινομένης ἡμῖν ἐν τοῖς ἁπτομένοις μορίοις κινήσεως αἰσθανόμενοι πρό τῆς ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, κατὰ τοῦτο καὶ τὴν συστολὴν τῆς ἀρτηρίας ὑποπίπτειν αἰσθήσει φαμὲν, ὡς τῶν ποιούντων δηλονότι τὰ ἐν ἡμῖν πάθη συγκεχωρημένων αἰσθητῶν καλεῖσθαι· τό τε τῆς θλίψεως ἄνισον ἐνδείκνυται τὴν τοῦ θλίβοντος ἐπάνοδον. οὐδὲ γὰρ οὐδὲ τὴν ῥώμην οὐδὲ τὴν κίνησιν αὐτοῦ διἄλλου τινὸς ἐγνωρίσαμεν διὰ τοῦ τῆς θλίψεως ἀνίσου. ἐπιβαλλόντων γὰρ ἡμῶν τοὺς δακτύλους τοῖς σφοδροῖς σφυγμοῖς, μὲν πρώτη προσβολὴ βραχὺ παντελῶς ὠθεῖ τὴν ἁφὴν, ἀπὸ ταύτης δἀεὶ καὶ μᾶλλον ἄχρι τῆς τελευτῆς ἐπιτείνεται θλίψις, ἥτις ἐνδείκνυται δηλονότι τήν τε κίνησιν καὶ τὴν ῥώμην τοῦ ἀπωθουμένου. θαυμαστὸν γὰρ δὴ, ὅπως οἱ ἀμυδροὶ σφυγμοὶ, κᾂν μέγιστοι τυγχάνωσιν ὄντες, οὐχ ὅπως μικροὶ παντελῶς φαίνονται θλιβόντων, ἀλλὰ καὶ παντάπασιν ἀφανίζονται. καί τις ἴσως ἀγνοῶν, ὡς χρὴ τῶν τοιούτων ἐπιπολῆς ψαύειν, ἄσφυκτον εἶναι φήσει τὸν ἄνθρωπον, ἐξ ὧν αὐτὸς κακῶς ἥψατο ψευδῶς ἀποφηνάμενος. οἱ σφοδροὶ δἅπαν τοὐναντίον ἐρειδόντων ἰσχυρῶς δέονται τῶν ἁπτομένων εἰς τὴν τῆς ῥώμης αὐτῶν διάγνωσιν. ἀπωθεῖσθαι γὰρ τηνικαῦτά σοι μᾶλλον δόξουσιν, ὅταν ἐπὶ πλεῖον αὐτοὺς βιάζῃ. καὶ γοῦν καὶ τὴν συστολὴν αἰσθητὴν οἱ σφοδροὶ μὲν ἅπαντες ἔχουσι, τῶν ἀμυδρῶν δοὐδεὶς, αὐτῶν δὲ τῶν σφοδρῶν ἄλλος ἄλλου μᾶλλον, παραὐτὸ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ σφοδρότητι, διὰ μέγεθος καὶ μικρότητα, διὰ σκληρότητα καὶ μαλακότητα, διὰ βραδύτητα καὶ τάχος. ὅστις γὰρ ἂν μέγιστός θἅμα καὶ σφοδρότατος καὶ σκληρὸς, καθὅσον οἷόν τε μεγέθει μιχθῆναι σκληρότητα, καὶ μὴ ταχὺς, σαφεστάτην οὗτος ἔχει τὴν συστολήν. οἱ δἄλλοι πάντες καθὅσον ἂν τούτων τινὸς ἔλαττον πλέον μετέχωσι, κατὰ τοσοῦτον ῥᾷον χαλεπώτερον γνωσθήσονται. προσεθήκαμεν δἐπὶ τῆς κατὰ τὴν σκληρότητα καὶ τὸ μέγεθος μίξεως τὸ, καθὅσον ἐνδέχεται, τοῦδε χάριν, ἵνα μή τις ὑπονοήσῃ δύνασθαί ποτε γενέσθαι τὸν αὐτὸν ἅμα σφυγμὸν ὥσπερ μέγιστόν τε καὶ σφοδρότατον, οὕτω καὶ σκληρότατον. οὐ γὰρ οἷόν τε συνελθεῖν ὥσπερ σφοδρότητι τὸ μέγεθος, οὕτω καὶ σκληρότητι, μεγίστους μὲν γὰρ καὶ σφοδροτάτους σφυγμοὺς πολλάκις ἂν εὕροις, σκληροτάτους δἅμα καὶ μεγίστους τοὺς αὐτοὺς οὐκ ἂν εὕροις, οὐ μὴν οὐδὲ σκληροὺς ἅμα καὶ μεγίστους, ἀλλ μέσος σκληροῦ καὶ μαλακοῦ σφυγμὸς, σύμμετρός τε κατὰ φύσιν, ἅμα τῷ μεγίστῳ πολλάκις εὑρίσκεται. καὶ μὲν δὴ καὶ σκληρόν θἅμα καὶ σφοδρὸν τὸν αὐτὸν εὑρήσεις πολλάκις, καὶ σκληρός θἅμα καὶ σφοδρότατος ἔστιν ὅτε φαίνεται,  σφοδρότατον δὲ καὶ σκληρότατον οὐκέτἂν εὕροις τὸν αὐτὸν, ὥσπερ οὐδὲ μέγιστόν τε ἅμα καὶ σφοδρότατον καὶ ταχύτατον, ἀλλοἱ μέγιστοι καὶ σφοδρότατοι τοὐπίπαν μὲν καὶ ταχεῖς εἰσιν, εἰ δὲ μὴ, ἀλλοὐδὲ βραδεῖς γε. εἰ μὲν οὖν ἐνεδέχετο τὸν αὐτὸν ἅμα γενέσθαι σφυγμὸν σφοδρότατόν τε καὶ μέγιστον καὶ σκληρότατον καὶ βραδύτατον, πασῶν σαφεστάτη τῶν συστολῶν ἐπὶ τῶν τοιούτων ἐφαίνετἄν. ἐπεὶ δἀδύνατος μίξις, σφοδρότατος ἔτι καὶ μέγιστος καὶ μὴ μαλακὸς καὶ μὴ ταχὺς ἐναργεστάτην ἕξει τὴν συστολήν. σαφῆ δὲ καὶ σφοδρότατός γε καὶ μέγας καὶ σκληρός· καὶ μὲν δὴ καὶ ὅσοι σφοδροί θἅμα καὶ μεγάλοι καὶ σκληροὶ, καὶ τούτων ἧττον μὲν τῶν πρόσθεν, ὅμως δἔτι σαφὴς ἱκανῶς συστολή. τούτων δἧττον, ἀλλὰ καὶ αὕτη σαφὴς τοῦ σφοδροῦ καὶ μεγάλου καὶ μαλακοῦ. σαφὴς δἔτι καὶ τοῦ σφοδροῦ τε ἅμα καὶ συμμέτρου κατὰ μέγεθος καὶ σκληρότητα· τούτου δἀσαφεστέραν ἔχει τὴν συστολὴν, οὐ μὴν ἀδιάγνωστόν γ μέγας μὲν, σύμμετρος δἐν ταῖς λοιπαῖς δύο διαφοραῖς. καὶ ὅστις δὲ κατὰ τὰς τρεῖς διαφορὰς συμμέτρως ἔχει, δήλη καὶ τοῦδε συστολή. δυσγνώριστος δ τε τοῦ σφοδροῦ τε καὶ μικροῦ. πάντως δ τοιοῦτος καὶ σκληρός ἐστι, καὶ τοῦ μικροῦ μὲν καὶ σκληροῦ, συμμέτρου δὲ κατὰ τὸν τόνον, ἔτι μᾶλλον ἀσαφής. εἰ δὲ μικρὸς καὶ μὴ σκληρὸς εἴη, καὶ σύμμετρος κατὰ τὸν τόνον, ἱκανῶς γεγυμνασμένης αἰσθήσεως τοιοῦτος δεῖται πρὸς τὴν γνῶσιν, ἔτι δὲ μᾶλλον εἰ μικρὸς καὶ μαλακὸς ὢν, μετρίως ἔχοι τοῦ τόνου. ἀμυδρὸς δὲ σφυγμὸς, εἴτε μεγάλῳ μιγνύμενος, εἴτε μικρῷ, δήλην ἔχει τὴν συστολήν. τῷ μὲν οὖν μεγίστῳ τὴν ἀρχὴν οὐδὲ μίγνυταί ποτε, καθάπερ οὐδὲ τῷ σκληροτάτῳ, μεγάλῳ δὲ μίγνυται μέν ποτε, ἀλλὰ πάντως τοιοῦτος ἐσχάτως μαλακός ἐστιν. εἰ δὲ τῷ σκληρῷ μιχθείη, μικρότατος τοιοῦτος ἐξ ἀνάγκης ἔσται. χρὴ τοίνυν τὸν βουλόμενον ἀσκῆσαι τὴν ἁφὴν, αἰσθάνεσθαι τῆς συστολῆς ἐναργῶς, αὐτό τε τοῦτο πρῶτον ἐπίστασθαι τὸ παραλειφθὲν ὑπὸ τῶν πρεσβυτέρων, ὡς οὔτε παντὸς σφυγμοῦ δυνατὸν αἰσθάνεσθαι τῆς συστολῆς, οὔθὧν αἰσθάνεσθαι δυνατὸν ὁμοίως ἐστὶν ἁπάντων σαφὴς, ἔπειτα δὲ καὶ τοὺς διορισμοὺς μεμνῆσθαι τοὺς ὑφἡμῶν ἄρτι γεγραμμένους, ἵνα μήτἐφὧν ἀδύνατον αὐτῆς αἰσθέσθαι, γλιχόμενος ἐξευρίσκειν, εἶτἀπορῶν ἀποστῇ τελευτῶν ἁπάσης ὡς ἀναισθήτου, μήτἐφὧν δυνατὸν μὲν αἰσθέσθαι, μὴ σαφῶς δὲ, πρώτοις αὐτοῖς ἐγχειρεῖν, αὐτῶν τε τούτων ἀπογνῷ τῆς εὑρέσεως, καὶ πρὸς τὴν τῶν ἄλλων ζήτησιν ἀποκνέοι παντάπασιν. ἀλλἐφὧν ἐναργεστάτην συστολὴν φαίνεσθαι συμβέβηκεν, ἀπὸ τούτων ἄρξασθαι, τήν τε τῆς χειρὸς ἐπιβολὴν, ὡς εἴρηται, ποιούμενος καὶ μεμνημένος ὧν εἴρηται σκοπῶν, ὡς χρὴ πάντως σφοδρὸν, οὐκ ἀμυδρόν γε τὸν σφυγμὸν εἶναι τὸν μέλλοντα ποιήσειν αἰσθητὴν τοῖς ἁπτομένοις τὴν συστολήν. καὶ τοῦτο μὲν ἀχώριστον ὑπάρχειν αὐτῷ δεῖ, πρὸς δὲ τὴν σαφεστέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ τὸ μέγεθος, εἶναι δέ τινα καὶ παρὰ τῆς σκληρότητος ὠφέλειαν καὶ τῆς βραδύτητος. ὥστε μήτἐν ἀμυδρῷ ποτε σφυγμῷ συστολὴν αἰσθητὴν δύνασθαι γενέσθαι μήτἀναίσθητον ἐν σφοδρῷ, μᾶλλόν τε καὶ ἧττον ἐναργῆ παρὰ ταὐτὸν τὸν ζωτικὸν καλούμενον τόνον, ἧττόν τε καὶ μᾶλλον ἐνταθέντα καὶ παρὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ παρὰ τὸ ποιὸν τοῦ τε χιτῶνος τῆς ἀρτηρίας καὶ τῆς κινήσεως.
§6 Ἵνοὖν ὁλόκληρον ἔχωσιν οἱ φιλομαθεῖς τὴν ὁδὸν τῆς ἀσκήσεως, μὴ τὸ καθόλου μόνον ἀρκεσθῶμεν αὐτῆς εἰρηκότες, ἀπὸ τίνων ἄρχεσθαι σφυγμῶν προσήκει γυμνάζειν τὴν ἁφὴν ἐν τῷ ζητεῖν τὴν συστολὴν, ἀλλὰ καὶ οἵστισιν ὑπάρχουσιν οὗτοι νοσοῦσί τε καὶ ὑγιαίνουσιν, ἐφεξῆς εἴπωμεν. εἰ γὰρ ἔτι τοῦτο μάθοιεν, ῥᾷον, οἶμαι, τοῦ προκειμένου τύχοιεν, ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ὅσοι σύμμετροί τε τὴν ἕξιν εἰσὶ καὶ τὴν φύσιν εὔκρατοι, καὶ τῆς ἡλικίας ἐν ἀκμῇ μάλιστα, καὶ τῶν ὡρῶν τοῦ ἔτους ἐν τῷ ἦρι καὶ γῆν ἐποικοῦσιν εὔκρατον, εὐρωστοῦσί τε καὶ λύπης καὶ δέους καὶ πλησμονῆς καὶ κινήσεως ἐκτός εἰσιν, οὗτοι πάντες σφοδρὸν καὶ μέγαν ἔχουσι τὸν σφυγμόν. εἰ δὲ καὶ γυμνάσαιντο σύμμετρα καὶ λουτροῖς μετρίοις θαλφθεῖεν, οἶνον μὴ πολὺν πάνυ προσενηνεγμένοι τύχοιεν, θυμοῖντο, ἀνδρίζοιντο, οὐ μεγάλους ἔτι καὶ σφοδροὺς ἁπλῶς, ἀλλεἰς ἄκρον μεγίστους τε καὶ σφοδροτάτους ἕξουσι τοὺς σφυγμούς. οἱ αὐτοὶ δὲ νοσοῦντες οὗτοι τὸν ἀκριβῆ τριταῖον, καῦσον τὸν ἐπιεικῆ καὶ ἁπλοῦν, τινα ἄλλον θερμὸν ἰσχυρῶς καὶ οἷον ζέοντα πυρετὸν, καὶ τῶν ἐφημέρων τινὰ τῶν ἐπὶ βουβῶσι καὶ ἐγκαύσεσι καὶ κόποις μετρίοις συνισταμένων, μεγίστους καὶ τόθἕξουσιν καὶ σφοδροτάτους σφυγμούς. εἰ δὲ τινὰ μὲν ὧν εἶπον παρείη αὐτοῖς, τινὰ δὲ μὴ, σφοδροὺς μὲν καὶ μεγάλους ἔτι ἔχοιεν ἂν, ἀλλἧττον, εἰ οὕτως ἔτυχεν, εἴ τινος ἀκμάζοντος καὶ ὑγιαίνοντος, οὐ μὴν συμμέτρου τὴν ἕξιν, ἀλλἤτοι πίονος, ἰσχνοῦ, χωρίον οἰκοῦντος ψυχρὸν, ἅπτοιο τῶν σφυγμῶν, σφοδροὺς μὲν εὑρήσεις αὐτοὺς καὶ μεγάλους, ἀλλοὐχ ὁμοίους τοῖς προειρημένοις. οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν τοιούτων ἁπάντων, ἐφὧν σφυγμὸς ἔτι μένει σφοδρὸς καὶ μέγας, εἰ καθὃν εἴπομεν τρόπον ἅπτοιο τῆς ἀρτηρίας, αἰσθήσῃ τῆς συστολῆς, ἐναργέστατα δἐφὧν εἴρηται μέγιστός τε καὶ σφοδρότατος. ὅτι μὲν οὖν εἰ σφοδρότατος εἴη, μᾶλλον ἐμπίπτει τῇ ἁφῇ, καὶ διὰ τοῦτο ἔφοδος αὐτοῦ σαφεστέρα γίγνεται, πρόσθεν ἐλέχθη· ὅτι δὲ καὶ εἰ μέγιστος, ᾧδἂν μάλιστα μάθοις, εἰ νοήσεις, ὅτι τοσοῦτον ἐν ταῖς συστολαῖς ἀρτηρία κάτω πέφυκε φέρεσθαι,  ὅσον ἐν ταῖς διαστολαῖς ἄνω φέρεται. εἰ δὲ τοῦτο, μετὰ μεγίστης διαστάσεως ἑκατέραν ἀνάγκη φέρεσθαι τὴν κίνησιν, ἄνω μὲν ἐν τῷ διαστέλλεσθαι, κάτω δἐν τῷ συστέλλεσθαι, ὥστε τὴν μὲν ἄνω θεῖν ἐπὶ πλεῖστον, τὴν δἀφίστασθαι. τοῦ δἀφίστασθαι τὴν αἴσθησιν ἐλέγομεν, οὐ τοῦ ἀφεστάναι γίγνεσθαι· ἐφὅσον οὖν αὐξηθῇ τὸ ἀφίστασθαι τῷ τε τῆς διαστάσεως καὶ τῷ τοῦ χρόνου μεγέθει, καὶ διάγνωσις ἐπὶ τοσοῦτον αὐτοῦ σαφεστέρα γενήσεται. διὰ τοῦτο ἔφαμεν εἶναι τὴν πρώτην ἄσκησιν τῆς ἁφῆς οὐκ ἐπὶ τῶν σφοδροτάτων μόνον, ἀλλὰ καὶ μεγίστων ἅμα ποιεῖσθαι σφυγμῶν, καὶ μηδὠκέως πάνυ κινουμένων. ἐλέχθη δὅτι καὶ σκληρότης συντελεῖ τι πρὸς τὴν τῆς συστολῆς διάγνωσιν, οὐ μὴν τὴν αἰτίαν εἴπομεν ἐκεῖ. νῦν δοὐδὲν κωλύει καὶ ταύτην ἤδη προσθεῖναι. τῷ γὰρ πληγῆς βιαίῳ μέγα συμβάλλεται καὶ τοῦ χιτῶνος τῆς ἀρτηρίας σκληρότης. εἴσῃ δαὐτὸ κᾀπὶ τῶν ἐκτὸς σαφῶς, εἰ τῇ ἴσῃ ῥώμῃ χρώμενος, λίθον σκληρότατον ἐπερείδοις ὁτῳοῦν, ξύλον, τι τῶν μαλακῶν. ἀνάγκη γὰρ, οἶμαι, πολὺ θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τοῦ λίθου θλιφθῆναί τε καὶ ἀνατραπῆναι τὸ ἐπερεῖδον πρὸς τοῦ ξύλου. τῷ δἀνάλογον ἔχειν ἀεὶ τῇ κατὰ τὸ διαστέλλεσθαι βίᾳ τὴν αἴσθησιν τοῦ συστέλλεσθαι σαφέστεραι γενήσονται τῶν συστολῶν αἱ διαγνώσεις, ὁπόσαι βιαιοτέραις ἕπονται διαστολαῖς. μέγας δὲ σφυγμὸς οὔτε ῥᾳδίως μίγνυται τῷ σκληρῷ, καὶ τὰς διαθέσεις ἐν αἷς εἰς ταὐτὸν ἥκουσιν ἔν τε τῇ περὶ τῶν κατὰ τοὺς σφυγμοὺς αἰτίων πραγματείᾳ καὶ τῇ περὶ τῆς διαὐτῶν προγνώσεως ἐροῦμεν. ἐν δὲ τῷ παρόντι τοσοῦτον ἀρκέσει τοῖς εἰσαγομένοις, παραδείγματος ἕνεκα, μαθεῖν, ὡς τοῖς ἰσχυροῖς μὲν τὴν ζωτικὴν δύναμιν, ἣν καὶ ζωτικὸν τόνον ἔνιοι τῶν ἰατρῶν καλοῦσι, πλημμελήσουσι δὲ κατὰ τὴν δίαιταν ἄλλα τέ τινα, οὐχ ἥκιστα δὲ καὶ περὶ τὰς τῶν οἴνων οὐκ ἐν καιρῷ πόσεις οἱ τοιοῦτοι συμπίπτουσι σφυγμοί. καὶ γὰρ οὖν καὶ ἐπὶ τούτων ὥσπερ κᾀπὶ τῶν ἔμπροσθεν εἰρημένων συστολὴ τῆς ἀρτηρίας ἐναργής. ὅτι δὲ καὶ βραδύτης ἐφὅσον αὔξει τὸν χρόνον τῆς ἀποχωρήσεως, ἐπὶ τοσοῦτον ἐναργεστέραν ἐνδείξεται τὴν κίνησιν, οὐδαὐτὸ χαλεπὸν συλλογίσασθαι. καὶ διὰ τοῦτο καὶ αὕτη συντελεῖ τι πρὸς τὴν διάγνωσιν. οἷον μὲν οὖν εἶναι χρὴ σφυγμὸν τὸν αἰσθητὴν μέλλοντα ποιήσειν τὴν συστολὴν, αὐτάρκως εἴρηται.
§7–8
§7 Ποίῳ δέ τινι τρόπῳ τὴν ἐπιβολὴν τῆς χειρὸς προσήκει ποιεῖσθαι, μετὰ τοῦτο ἡμῖν ζητητέον ἐστὶν, ἆρά γε διὰ παντὸς ἄνωθεν τῆς ἀρτηρίας, κάτωθεν, ποτὲ μὲν οὕτως, ποτὲ δἐκείνως, καὶ πότερα θλίβοντας, ψαύοντας, ἐπιτιθέντας ἁπλῶς, ποτὲ μὲν οὕτως, ποτὲ δἐκείνως, ὡς ἂν τοῦ σφυγμοῦ δέηται φύσις. οὐδὲ γὰρ οὐδὲ περὶ τούτων οὐδὲν διώρισται τοῖς πρὸ ἡμῶν. ἡμεῖς δὲ καὶ ταῦτα ζητήσαντες, ὅσα τῷ τε λογισμῷ καὶ τῇ πείρᾳ περὶ αὐτῶν ἐξεύρομεν, εἰς τὸ κοινὸν φέροντες καταθήσομεν, ἵν’, εἰ μὲν αὐτάρκη φαίνοιτο, πᾶν ἤδη τὸ δέον ἔχοι παρἡμῶν λόγος, εἰ δὲ μὴ, ἀλλἐπὶ πλέοσί γε τοῖς χρηστοῖς εὑρημένοις ἄλλος τις καὶ ἄλλος ῥᾷον ἐξευρίσκοι τὸ λεῖπον. εἰ μὲν δὴ μετὰ τοῦ θλίβειν ἐπιβάλλοιμεν τὴν ἁφὴν, οὐδεμίαν εὑρίσκοιμεν αἰσθητὴν διαφορὰν ἐκ τοῦ κάτωθεν, ἄνωθεν τῆς ἀρτηρίας ἐπιφέρειν τὴν χεῖρα. καὶ εἰ ψαύοντες δὲ μόνον, οἷον αἰωροῦντες τοὺς δακτύλους, οὐδοὕτως οὐδεμιᾶς αἰσθανόμεθα διαφορᾶς. δὲ τρίτος τρόπος τῆς ἐπιβολῆς, μεταξὺ τοῦ θλίβειν τε καὶ ψαύειν ἐπιπολῆς, οὐδὲ συστῆναι δύναται κάτωθεν ἁπτομένοις τῆς ἀρτηρίας. ἐκλῦσαι γὰρ ἁπασῶν τηνικαῦτα χρὴ τὴν χεῖρα τῶν κατὰ προαίρεσιν κινήσεων οἷον πάρετον ἐπιθέντα. τοῦτο δεἰ δράσαιμεν, ὑπὸ τοῦ βάρους καταφερομένης τῆς κατὰ τὴν ἀρτηρίαν ἐπαφῆς, ἀποῤῥυήσεται. κατὰ τοῦτον οὖν τὸν τρόπον τῆς ἐπιβολῆς μόνον ἄνωθεν ἔστιν ἅψασθαι, κάτωθεν δοὐδέποτε. γίνεται δἐν αὐτῷ πολλάκις μὲν καὶ πάνυ σαφὴς συστολὴ, πολλάκις δἀμαυρὰ μὲν, οὐ μὴν ἄδηλός γε τοῖς ἠσκημένοις, ἐπὶ μὲν τῶν σφοδρῶν καὶ μεγάλων καὶ μὴ ταχέων ἐναργὴς, ἐπὶ δὲ τῶν συμμέτρων ἐν ἅπασι τοῖς εἰρημένοις γένεσιν ἀμαυρά. τὸ δὅτι θλιβόντων τοὺς σφοδροὺς καὶ μεγάλους καὶ μὴ ταχεῖς σφυγμοὺς ἐναργεστάτη πασῶν ἔσται συστολὴ, πρόσθεν εἴρηται, τὰς δαἰτίας τούτων οὐ χαλεπὸν ἐξ ὧν ἐν ἐκείνοις εἶπον ἐξευρίσκειν. εἰς ὅσον γὰρ ὑπὸ τῆς ἀρτηρίας διαστελλομένης ἀνατρέπεσθαι συμβαίνει τὴν ἁφὴν, εἰς τοσοῦτον ἀποχωρούσης αὐτῆς αἰσθητὴν ἀνάγκη γίνεσθαι τὴν συστολήν. ἀνατρέπεται δἐν μὲν ταῖς θλίψεσιν ἐπὶ πλέον γἐν τοῖς προειρημένοις σφυγμοῖς, ἐν δὲ ταῖς ψαύσεσιν εἰς ἶσον τῷ μηδόλως. κατὰ δὲ τὰς μεταξὺ τούτων ἐπιβολὰς, ἃς οἷον παρειμένης τῆς χειρὸς ἔλεγον γίγνεσθαι, συμμέτρως ἀνατρέπεται. ὥστε καὶ τῆς συστολῆς μᾶλλον ἐπὶ ταῖς θλίψεσι ἤπερ ἐν ταῖς ἁπλαῖς ἐπιβολαῖς αἰσθήσεται, καὶ οὐδὲν ἧττον κάτωθεν ἁπτομένων ἄνωθεν. ὁμοίως γὰρ ἀκολουθεῖ καθἑκάτερον ἁφὴ συστελλομένῃ τῇ ἀρτηρίᾳ. χρὴ δὲ καὶ αὐτὴν εἶναι τὴν ἁπτομένην χεῖρα μὴ μόνον εὐαίσθητον, ἀλλὰ καὶ μαλακήν. οὕτω γὰρ ὑπάρξει ῥᾳδίως αὐτῇ καὶ τῶν ἐλαχίστων αἰσθάνεσθαι κινήσεων. ὅτι μὲν οὖν ὥσπερ ὁρῶμέν τε καὶ ἀκούομεν ἑτέρων ἕτεροι φύσει βέλτιόν τε καὶ χεῖρον, οὕτω καὶ διὰ τῆς ἁφῆς αἰσθανόμεθα, πρόδηλον, οἶμαι, παντὶ τοῦτό γε ὑπάρχει· ὅτι δ’, εἰ πρὸς τούτῳ καὶ μαλακή τις σύστασις εἴη τῆς ἐν τοῖς δακτύλοις σαρκώδους φύσεως, ἑτοιμότερόν τε καὶ μᾶλλον ἐν τῷ προσπίπτειν τὴν ἀρτηρίαν ἀνατρεπομένην κατὰ μείζονος ἐν τῷ συστέλλεσθαι διαστάσεως ἐνεχθήσεται, οὐδαὐτὸ νομίζω τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων ἀσαφὲς εἶναι. οὐ μὴν οὐδὅτι κατὰ μείζονος φερομένη διαστάσεως ἐναργέστερον αἰσθήσεται τῆς συστολῆς, οὐδὲ τοῦτἄδηλον. ὥστεὔλογον τὴν μαλακωτέραν  χεῖρα τῆς σκληροτέρας τῶν ἄλλων ἐπίσης ἐχόντων ἀκριβέστερον αἰσθάνεσθαι τῆς συστολῆς. κεφαλὴν οὖν ἤδη ἐπιθέντες τῷ λόγῳ μεταβαίνωμεν ἐφἕτερον. ζητήσεως οὔσης τοῖς ἰατροῖς περὶ τῆς κατὰ τὰς ἀρτηρίας συστολῆς καὶ τῶν μὲν λεγόντων αἰσθητὴν, τῶν δἀναίσθητον ὑπάρχειν αὐτὴν, ἐδείξαμεν ἡμεῖς μήτε διαπαντὸς αἰσθητὴν μήτἀναίσθητον εἶναι διαπαντός. καὶ πρῶτον μὲν τοὺς σφυγμοὺς εἴπομεν ἀφὧν ἐστιν αἰσθητὴ, δεύτερον δὲ τὰς διαθέσεις ἐν αἷς τοὺς τοιούτους ἐξευρήσομεν σφυγμοὺς, μετὰ ταῦτα δὲ πῶς μὲν ἅπτεσθαι προσήκει τὸν βουλόμενον ἀκριβῶς αἰσθάνεσθαι τῆς συστολῆς, ὁποίαν δεἶναι χρὴ τὴν ἐπιβαλλομένην χεῖρα.
§8 Τούτων δοὕτως ἐχόντων ἑξῆς ἂν εἴη σκοπεῖσθαι, πότερον ὅλης αἰσθανόμεθα τῆς τε διαστολῆς καὶ τῆς συστολῆς, μόριον ἡμᾶς ἑκατέρας διαλανθάνει, καὶ εἰ διαλανθάνει, τί τοῦτό ἐστι καὶ πόσον. ἀρχὴν δὲ καὶ τούτῳ τῷ λόγῳ τὴν περὶ τῆς διαστολῆς κίνησιν ποιησόμεθα καὶ πρῶτον μὲν ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς πολλάκις ἐπὶ πολλῶν ἀῤῥώστων μικροὺς καὶ ἀμυδροὺς ἐχόντων τοὺς σφυγμοὺς, οἷοι μάλιστα τοῖς τε συγκοπτομένοις γίνονται σχεδὸν ἅπασι τοῖς ἀποθνήσκουσι, τινὲς μὲν τῶν ἰατρῶν ἐπὶ βραχὺ τῆς κινήσεως αἰσθάνονται, τινὲς δοὐδὅλως· δεύτερον δ’, ὅτι καὶ αὐτὸς ἰατρὸς πολλάκις παρὰ τὸ προσηκόντως τε καὶ ἀκριβῶς, ῥᾳθύμως τε καὶ ἀμελῶς ἅπτεσθαι, ποτὲ μὲν αἰσθάνεται τῆς κινήσεως, ποτὲ δοὔ. ὅταν οὖν τὴν αὐτὴν ἀρτηρίαν μέν τις τῶν ἰατρῶν ἄσφυκτον ὑπάρχειν, δέ τις σφύζειν ἔτι λέγει, καὶ πολλάκις αὐτὸς ἰατρὸς ἐν ἑνὶ καιρῷ παρὰ τὰς διαφόρους ἐπιβολὰς τῆς χειρὸς ἐν μέρει τἀναντία φησὶ, δῆλον ὡς διαφεύγει μόριόν τι τῆς κινήσεως τὴν ἁφήν. ἴσως τις ἐρεῖ τὸν ἄριστα μὲν πεφυκότα, κάλλιστα δἐπιβάλλοντα τὴν χεῖρα, τετριμμένον δἀκριβῶς, ἁπάσης αἰσθάνεσθαι τῆς διαστολῆς. καὶ πῶς τοῦτον εὑρήσομεν; τίς ἡμῖν ἐγγυήσεται φύσιν ἀνθρωπίνην εἰς τοσαύτην ἀκρίβειαν αἰσθήσεως ἥκειν, ὡς μηδὲν αὐτὴν μηδὲ τοὐλάχιστον παρελθεῖν; ἐγὼ μὲν γὰρ οὐδἐπὶ τῶν ἐκτὸς τούτων σωμάτων, ὧν ἐστιν αὐτῶν ἅψασθαι μηδενὸς ἐπίπροσθεν ὄντος ἑτέρου, δυναίμην ἂν ἀλαζονεύσασθαι βεβαίαν διάγνωσιν, οὐχ ὅπως ἐπὶ σώματος, οὗ πιμελὴ καὶ ὑμένες καὶ δέρμα πρόκειται παχύτερον αὐτοῦ πολλάκις τοῦ τῆς ἀρτηρίας σώματος. εἰ δέ τις οὕτως ἐστὶ θρασὺς, ὡς ἀπαυθαδίσασθαί τε καὶ φάναι τὴν πρώτην ὁρμὴν τῆς κινήσεως γνωρίζειν ἐν ταῖς διαστολαῖς τῆς ἀρτηρίας, ἡδέως ἂν αὐτοῦ πυθοίμην, κατὰ ποίαν ἐπιβολὴν τῆς χειρὸς τοῦτο διαγιγνώσκει, πότερον ἐπιπολῆς ψαύων, θλίβων, ἀβιάστως ἐπιβάλλων. ἴσως μὲν οὖν, ἐάν τις τῶν μεγάλων σοφιστῶν, ὅσοι τὰ μὲν ἔργα τῆς τέχνης μέχρι τοσούτου τρίβοντές εἰσιν, ὥστε μηδεἰ πυρέττει τὴν ἀρχὴν ἄνθρωπος εἰδέναι, τῷ λόγῳ δὑπερφθέγγονται τὴν ἀλήθειαν, οὐδὲ εἰ πλείους εἰσὶν ἐπιβολαὶ τῆς χειρὸς, οὐδεἰ καθἑκάστην αὐτῶν διαφοράν τινα λαβεῖν ἔστιν, τοιοῦτος ἐπίσταται. καὶ λῆρος αὐτῷ μακρὸς εἶναι δόξει τὰ ἡμέτερα καὶ οὐδὑπομενεῖ τὴν ἀρχὴν ὑπακοῦσαι τῶν λόγων. ἀλλἡμεῖς ὥσπερ καὶ τἄλλα τὰ πρόσθεν, οὕτω καὶ ταῦτα πρὸς τὸν τῆς ἀληθείας ἐραστὴν, κᾂν εἷς , λέγωμεν, ὡς μὲν μέση τῶν ἐπιβολῶν, ἀβίαστος, τοσοῦτον αἰσθητὸν ἕξει τῆς κινήσεως, ἔν γε τοῖς οὐκ ἀμυδροῖς σφυγμοῖς, ὅσον καὶ ὄψις· ἐν γὰρ τοῖς ἀμυδροῖς καὶ τῆς ὄψεως αὐτῆς ἔλαττον αἰσθήσεται. δευτέρα δὲ, καθἣν θλίβομεν, ἐν μὲν τοῖς ἀμυδροῖς ἔτι καὶ μᾶλλον τῆς προτέρας ἀφανῆ τὴν κίνησιν ἐργάσεται τῆς ἀρτηρίας, ἐν δὲ τοῖς σφοδροῖς προτέρα διαγνώσεται. δὲ τρίτη, καθἣν οἷον αἰωροῦμεν τὴν χεῖρα, παντελῶς ὀλιγοχρονίου τῆς κινήσεως αἰσθήσεται. τούτων δὲ καὶ τὰς ἀποδείξεις πειραθῶμεν εἰπεῖν, ἀπαὐτῶν τῶν ἐναργῶν λαμβάνοντες τὰς ἀρχάς. τί δἂν ἐναργέστερον εἴη τοῦ πάσας τὰς ἀρτηρίας μήτὄψει μήθἁφῇ φαίνεσθαι κινουμένας, ἀλλὰ μόνας ὅσας τὸ δέρμα καλύπτει, καὶ τοῦτο μὴ πάνυ παχὺ, τὰς δὑπὸ σαρκὸς κρυπτομένας, καί τινων ἄλλων σωμάτων, ἀφανῆ τὴν κίνησιν ἔχειν, πλὴν εἴ ποτε τῶν ἐπικειμένων ἐκτακέντων ἰσχυρῶς αἰσθητὴ γένοιτο; καὶ αὐτῶν δὲ τῶν αἰσθητὴν ἀεὶ τὴν κίνησιν ἐχουσῶν ἀρτηριῶν ὅσα γυμνότερα μόρια καὶ ὑπαὐτῷ τῷ δέρματι, σαφεστέραν ὄψει τε καὶ ἁφῇ τὴν κίνησιν ἐνδείκνυται. καὶ μεγίστη τῶν ἀρτηριῶν κατὰ τὴν ῥάχιν ἀφανῆ τέως ἔχουσα τὴν κίνησιν, ἐκτακέντος τοῦ ζώου διασημαίνει κατὰ τὸ ἐπιγάστριον· δῆλον ὅτι τὰ μὲν κουφότερα σώματα ῥᾳδίως συνεξαίρουσιν αἱ ἀρτηρίαι διαστελλόμεναι, τὰ δὲ βαρύτερα δυσχερέστερον. ὅσα δἱκανῶς βαρέα, ταῦτοὐδόλως κινοῦσιν. ἔτι δἂν μᾶλλον λέγω μάθοις σαφῶς, εἰ ἐν ταῖς ἐπιφανῆ τὴν κίνησιν ἐχούσαις ἀρτηρίαις ἔξωθεν ἐπιβάλλοις τι κατὰ τοῦ δέρματος ἕτερον σῶμα λεπτὸν, οἷον φύλλον, ὑμένα, ὀθόνιον, ῥάκος, τι τοιοῦτον ἄλλο. φανεῖται γάρ σοι κινούμενον αὐτῇ διαστελλομένῃ. δεύτερον δαὖθις ἶσον ἐπιβάλλοντι τῷ προτέρῳ, πολλῷ νῦν ἧττον ἄμφω φανεῖται κινούμενα, καὶ εἰ τρίτον ἐπιβάλλοις, ἧττον ἔτι μακρῷ, καὶ εἰ τέταρτόν γε καὶ πέμπτον, ὥστε καὶ εἰ παντάπασιν ἀκίνητα εἶναί σοι δόξει τὰ ἐπικείμενα γεγονέναι. καὶ εἰ μὲν ἔτι μᾶλλον σφοδρὸς σφυγμὸς εἴη, πλειόνων ἐπίθεσιν ἀνέξεται σωμάτων, εἰ δἧττον, ἐλαττόνων, εἴ δὲ μηδόλως εἴη σφοδρὸς, ἴσως ἂν οὐδὲ τὴν ἑνὸς ἀνάσχοιτο σώματος ἐπιβολήν. εἰ δὲ καὶ ἀμυδρὸν αὐτὸν ἐπινοήσαις γινόμενον, οὐχ ὅπως τι τῶν ἔξωθεν ἐπικειμένων τῷ δέρματι οὐ κινήσει σωμάτων, ἀλλοὐδαὐτὸ πολλάκις τὸ δέρμα. καὶ γὰρ οὖν καὶ φαίνεται τοῦθοὕτως γιγνόμενον, εἰς ὅσον γὰρ ἂν εὐρωστότερος τόνος τῆς ἀρτηρίας, εἰς τοσοῦτον ὄψει τὸ δέρμα κινούμενον. ἐκλυθέντος δἱκανῶς  τοῦ τόνου, παντάπασιν ἀκίνητον φαίνεται. ὡς οὖν μὲν ἰσχυροτέρα κίνησις τῆς ἀρτηρίας οὐ τὸ δέρμα μόνον, ἀλλὰ καὶ πολλὰ τῶν ἔξωθεν ἐπιτιθεμένων σωμάτων ἠδύνατο συγκινεῖν, δἀσθενεστέρα τὸ δέρμα μόνον, δἔτι μᾶλλον ταύτης ἀῤῥωστοτέρα οὐδὲ τὸ δέρμα, τί θαυμαστὸν, εἶναι ταύτης ἑτέραν πάλιν ἀσθενεστέραν, μηδὲ τοὺς ὑποκειμένας ὑμένας ταῖς ἀρτηρίαις, μηδὲ τὴν πιμελὴν ἐξαίρειν δυνήσεται; τίς οὖν ἁφὴ τῆς τοιαύτης αἰσθήσεται κινήσεως; οὐδεμία δηλονότι. πρὸς γὰρ αὖ τοῖς εἰρημένοις οὐδὲ τοῦτἔστιν εἰπεῖν, ὡς θλῖψαι προσήκει τὸ κατὰ τῆς ἀρτηρίας δέρμα πιέσαντα τοῖς δακτύλοις, ἵνἀπαντήσωμεν ἐλλιπῶς ἀναφερομένῳ τῷ σφυγμῷ. καὶ γὰρ ἐπὶ τῶν ἐχόντων αἰσθητὴν κίνησιν, ἀμυδρῶν δὲ, θλιψάντων ἡμῶν τὸ δέρμα παντελὴς ἀσφυξία γίνεται. τί ποτοὖν οἴει πείσεσθαι τὴν μηδὲ τὸ δέρμα κινεῖν δυναμένην ἀρτηρίαν, εἰ προσέτι βαρύνοιμεν αὐτὴν τοῖς δακτύλοις; δῆλον ὅτι καὶ τὸ σωζόμενον τῆς κινήσεως προσαπολέσθαι; τὸ δὅλον ἀγνοεῖν μοι δοκοῦσι τὴν ἐκ τῆς ἀνατομῆς θέσιν τῶν ἀρτηριῶν οἱ διστάζοντες ὡς τὸ πρῶτον μέρος τῆς διαστολῆς αἰσθητόν ἐστιν. οὐδεμία γὰρ αὐτῶν τοῦ δέρματος ἅπτεται, ἀλλεἰ καὶ τὰς πάνυ δοκούσας προφανεῖς εἶναι καὶ πλησίον αὐτοῦ παραδείρας ἑκατέρωθεν ἐθέλοις ἐπισκοπεῖσθαι, πολὺ τοὐν μέσῳ φανεῖταί σοι τοῦ τε δέρματος καὶ τοῦ χιτῶνος τῶν ἀρτηριῶν. καὶ γὰρ ἂν καὶ ἀτόπως ἐπέπρακτο μόνον τοῦτο τῇ φύσει, καίτοι μηδὲν εἰκῆ δημιουργούσῃ, κατασκευάσαι μὲν ὄργανον πάντῃ διαστέλλεσθαι δυνάμενον, χώραν δαὐτῷ μηδεμίαν παρασχεῖν ἐν κινήσεται. ἀλλοὐκ ἔχει ταῦθοὕτως, πολλοῦ γε καὶ δεῖ· φαίνεται γὰρ ἐν ταῖς ἀνατομαῖς εὐρυχωρία τις ἱκανὴ περὶ τὴν ἀρτηρίαν, εἰς ἣν ἐν ταῖς ἀμετροτέραις σαρκώσεσιν σὰρξ ἀποχεομένη κωλύει διαστέλλεσθαι τὸ ἀγγεῖον εἰς ὅσον ἐπεφύκει. καὶ διὰ τοῦτο μικρός ἐστιν τῶν παχέων σφυγμός. τὸ μὲν γὰρ μῆκος αὐτοῦ βραχύτερον γίνεται, καὶ τὸ πλάτος στενότερον, τῷ πλήθει τῆς σαρκὸς θλιβόμενον· δεἰς ὕψος ἄνοδος κωλύεται τῇ τῶν ἐπικειμένων σωμάτων εὐτροφίᾳ βαρυνθεῖσα. τῶν δἰσχνῶν μὲν τὴν ἕξιν, τἄλλα δεὐρώστων, ἱκανὸν μὲν τό γε πλάτος καὶ τὸ μῆκος σφυγμὸς ἔχει, ἀξιόλογον δὲ καὶ τὴν εἰς ὕψος ἀνάβασιν. ἔτι δὲ μᾶλλον ἐφὧν χαλαρόν ἐστι τὸ δέρμα κατάδηλον γίνεται τὸ τοῦ διαστήματος αὐτοῦ τε καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. εἰ γὰρ οὕτως ἔχοντος σφοδρὸς σφυγμὸς, μὴ ἀμυδρός γεἴη, δυνήσῃ τὸ κῶλον ὑπαλλάττων καὶ ποτὲ μὲν ὕπτιον, ποτὲ δὲ πρηνὲς ποιούμενος τὰς διαφορὰς τῶν τῆς ἀρτηρίας διαστάσεων, ἃς ἐγὼ νῦν εἶπον, φωράσαι σαφῶς τῇ θλίψει. τῷ μὲν γὰρ πλάτει καὶ τῷ μήκει τὸ πρανὲς σχῆμα πλεονεκτεῖν σοι φανεῖται, τῷ δὕψει καὶ τῷ χρόνῳ τὸ ὕπτιον. αἴτιον δἀμφοῖν τὸ χαλαρὸν τοῦ δέρματος, ἐν μὲν τοῖς ὑπτίοις σχήμασι τῆς χειρὸς ὡς ἂν ἄνωθεν ἐπικείμενον καὶ καταπῖπτον ἐπὶ τὴν ἀρτηρίαν, ἐν δὲ τοῖς πρηνέσιν ὡς ἂν κάτω ῥέπον ἐκκρεμαννύμενόν τε καὶ πλεῖστον ἀφιστάμενον. διὰ τοῦτο ἐν μὲν τοῖς ὑπτίοις σχήμασιν ἐν τῷ διΐστασθαι τὴν ἀρτηρίαν ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ πλάγια περιῤῥέον, διπλοῦταί τε καὶ οἷον ῥυτιδοῦται, καὶ πλεῖστον ἀθροιζόμενον ἐνταῦθα κωλύει κατὰ ταῦτα μάλιστα τὰ μέρη, τὸ μέγεθος τοῦ σφυγμοῦ. ἐν δὲ τοῖς πρανέσιν οὐδαμοῦ βαρῦνον, οὐδὲ διακωλύον τὴν κίνησιν τῆς ἀρτηρίας, οὐδὲ τοῦ μεγέθους τοῦ κατὰ τὸν σφυγμὸν ἀφαιρεῖται. πῶς οὖν οὐ καὶ κατὰ τὸ βάθος ἐπὶ πλέον ἐνταῦθα φαίνεται διαστελλόμενος σφυγμὸς, εἰ μὴ πλέον, ἀλλὰ τό γἴσον τῇ κατὰ τὸ ὕπτιον; ὅτι τῇ τοῦ πλάτους τε καὶ τῇ τοῦ μήκους αὐξήσει κατακρύπτεται τὸ βάθος. καὶ ἄλλως, οὗπερ ἕνεκα πάντα ταῦτα λέγεται, χρόνῳ πλέονι φαινομένης ὡς πρὸς τὴν ὄψιν κινεῖσθαι τῆς ἐν τοῖς ἄνω μέρεσι τοῦ κώλου τεταμένης τῆς ἀρτηρίας, συμφαντάζεται καὶ εἰς ὕψος ἄνοδος μείζων γίνεσθαι. τὸ γὰρ ἐν χρόνῳ πλέονι φαινόμενον ἄνω φέρεσθαι ῥᾳδίως ἀναπείθει τὴν ὄψιν, ὡς κατὰ μείζονος διαστάσεως ἐνηνεγμένον, τὸ δὲ φέρεται μὲν κατὰ τῆς ἴσης, πρός γε τὴν ἀλήθειαν, ὅπως ἂν ἔχῃ θέσεως ἀρτηρία, τῷ δὲ προτέραν εἰς τὸ δέρμα διαδίδοσθαι τὴν ἐν τοῖς ὑπτίοις σχήμασι κίνησιν χρόνος αὐξανόμενος, ὡς πρὸς τὴν ὄψιν, τῆς διαστολῆς τὴν τοῦ βάθους οὕτως συναύξει φαντασίαν. ταῦτά τε οὖν τὰ φαινόμενα καὶ ἄλλα τινὰ παραπλήσια τὰ πρῶτα μέρη τῆς διαστολῆς ἐκφεύγειν ἐνδείκνυται τὴν ὄψιν. ὅσον δέ ἐστι ταύτης τῆς κινήσεως τὸ τῇ ὄψει αἰσθητὸν, τοσοῦτον καὶ τῇ ἀβιάστῳ ἁφῇ κατά γε τοὺς σφοδροὺς σφυγμοὺς, ἐπὶ τῶν γε ἀμυδρῶν, ἔλαττον πολλάκις. φανερὸν μὲν γὰρ, ὡς οὐκ ἐνδέχεται κατὰ τὸν τοιοῦτον τρόπον τῆς ἐπαφῆς αἰσθέσθαι τῶν πρώτων τῆς διαστολῆς, ἀλλοὐδεἰ ψαύοις ἐπιπολῆς, οἷον αἰωρῶν τὴν χεῖρα. λοιπὸν οὖν, εἴπερ ἄρα, ἐν ταῖς θλιβούσαις ἐπιβολαῖς τῆς χειρὸς αἰσθέσθαι δυνατὸν τῶν πρώτων τῆς διαστολῆς. ἀλλὅτι γε μὴ κατὰ πάντας τοὺς σφυγμοὺς, ἀλλεἴπερ οἷόν τε, κατὰ μόνους τοὺς σφοδροὺς, ἄντικρυς δῆλον, εἴ τι μεμνήμεθα τῶν εἰρημένων. τοῦτο μὲν δὴ ἡμῖν μέχρι τοσούτου προελήλυθε, τὸ μηκέτἄλλην τινὰ ἐπιβολὴν μήτἄλλον σφυγμὸν ὡμολογῆσθαι τὴν ἀρχὴν τῆς διαστολῆς αἰσθητὴν ἐγχωρεῖν ἐργάζεσθαι, πλὴν τῆς μετὰ θλίψεως ἐν τοῖς σφοδροῖς γινομένης, ἑξῆς δἴδωμεν, εἰ τοῦταὐτὸ τὸ ἐνδεχόμενον ὄντως ἀληθές ἐστιν, μόνον πιθανόν. ἐμοὶ μὲν γὰρ δοκεῖ κᾀν τούτοις διαφεύγειν ἔτι τὰ πρῶτα τῆς διαστολῆς, οὐ μὴν ὁμοίως γὥσπερ ἐπὶ τῶν ἄλλων σφυγμῶν, ἀλλὰ παντελῶς ἐλάχιστον εἶναι τὸ λανθάνον. μάθοις δἂν, εἰ νοήσαις, ὡς ἀναγκαῖόν ἐστι τὴν ἐκ τῆς ἀρτηρίας ἀρχομένην κίνησιν διαδοθῆναι, πρώτοις μὲν τοῖς περικειμένοις σώμασιν, εἶτα τῷ δέρματι παντὶ, καὶ τότἤδη τοῖς ἡμετέροις δακτύλοις. οὔκουν ἐνδέχεται παντάπασιν ἄχρονον εἶναι τὴν οὕτω γινομένην τῆς κινήσεως μετάληψιν. εἰ δὲ τοῦτἀληθὲς εἴρηται, λανθάνειν ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν τῆς κινήσεως. ἀλλὰ κᾀκ τοῦ πολὺ μακροτέρας αἰσθάνεσθαι τὴν ἁφὴν τῆς μετὰ τὸ συνιζῆσαι τὴν ἀρτηρίαν πρὸ τοῦ διαστέλλεσθαι γιγνομένης ἡσυχίας ἤπερ τῆς μετὰ τὸ διασταλῆναι πρὸ τοῦ συνιζάνειν οὐκ ἀλόγως ἄν τις ὑπονοήσειεν, ἐκφευγόντων ἡμᾶς μορίων τινῶν τῆς ἐντὸς κινήσεως τοῦτο γίνεσθαι. δῆλον γὰρ, ὡς εἴπερ ἄληπτον τὸ πρῶτον τῆς διαστολῆς, εἴη ἄν καὶ τὸ τῆς συστολῆς ἔσχατον ἀδιάγνωστον. οὐ γὰρ ἄν ποτε πλείονος, μείζονος αἴσθοιτο κινήσεως κατὰ τὴν συστολὴν ἁφὴ, εἴ γε ἀσμενιστέον ἐστὶ κᾂν τῆς ἴσης αἰσθέσθαι τῆς διαστολῆς. δηλοῦσι δὲ τοῦτο οἱ μηδόλως αὐτὴν αἰσθητὴν εἶναι λέγοντες, οὐκ ὀλίγοι τὸν ἀριθμὸν ὄντες, οὔτεὐκαταφρόνητοι κατὰ τὴν ἐν τῇ τέχνῃ τριβήν. ἡμεῖς δ’, ὅτι μὲν αἰσθητὴ, καὶ πότε, μάλιστα φθάνομεν ἤδη δεδιδαχότες, συναπεδείξαμεν δὲ καὶ ὡς οὐκ ἐνδέχεται πλείονος αἰσθάνεσθαι κινήσεως τὴν ἁφὴν ἐν  ταῖς συστολαῖς ἤπερ ἐν ταῖς διαστολαῖς, πλὴν εἰ μεταβολή ποτε κατὰ τὸ ποσὸν τῆς διαστολῆς τῆς συστολῆς γίγνοιτο. τοῦτο δἐν ταῖς συστηματικαῖς ἀνωμαλίαις συμβαίνει. κείσθω τοίνυν καὶ διὰ τὸ τῆς ἐντὸς ἠρεμίας μέγεθος ἐκφεύγειν τὴν αἴσθησίν ποτε τό τε τῆς συστολῆς πέρας καὶ τὴν τῆς διαστολῆς ἀρχὴν, καὶ ἡμῖν ἤδη καὶ τὸ ἕτερον τῶν ζητημάτων τὴν προσήκουσαν ἐχέτω τελευτήν. ἑξῆς γὰρ ἦν τῷ περὶ τῆς διαστολῆς, εἰ ἔστιν αἰσθητὴ πᾶσα, τὸ περὶ τῆς συστολῆς ὁμοίως ἐπισκέψασθαι. φαινόμεθα δἐξ ὧν περὶ τῆς διαστολῆς εἴπομεν ἤδη καὶ τὸν περὶ τῆς συστολῆς πεπληρωκέναι λόγον. εἰ γὰρ οὐκ ἐνδέχεται πλείονος αἰσθέσθαι κινήσεως ἐν ταῖς συστολαῖς, ἀλλἤτοι τῆς ἴσης τῇ κατὰ τὰς διαστολὰς, ὅπερ ἀληθὲς, ἐλάττονος, πάσης δοὐκ αἰσθανόμεθα τῆς ἐν ταῖς διαστολαῖς, δῆλον ὡς οὐδὲ πάσης αἰσθανόμεθα τῆς ἐν ταῖς συστολαῖς.
§9–10
§9 Λοιπῶν δὄντων δυοῖν προβλημάτων, τοῦ τε πόσον ἀναίσθητόν ἐστι τῆς διαστολῆς εἰπεῖν καὶ τοῦ πόσον τῆς συστολῆς, ἐοίκαμεν καὶ περὶ τούτων ἐξ ἇν εἰρήκαμεν ἔχειν ἤδη τὸ καθόλου. τοσοῦτο γὰρ ἀναίσθητον τῆς διαστολῆς λόγος ἀπέδειξεν, ὅσον ἐν τῷ μεταξὺ γίγνεται τῆς τε πρώτης ὁρμῆς τοῦ κινεῖσθαι τὴν ἀρτηρίαν καὶ τοῦ διαδοθῆναι τὴν πληγὴν ἄχρι τῆς ἡμετέρας ἁφῆς. κατεἴδη δὲ τέμνοντες αὐτὸ, πλεῖστον μὲν ἐν τοῖς ἀμυδροῖς τε ἅμα καὶ μεγάλοις εὑρήσομεν, ὧν ἐπιπολῆς ἐψαύομεν, ἐλάχιστον δἐν τοῖς σφοδροῖς, οὓς θλίβοντες διεγινώσκομεν, μέσον δἀμφοῖν ἐν ταῖς μέσαις ἐπιβολαῖς τῆς χειρὸς, κᾀν ταύταις δὲ παρὰ τὸ σφοδρὸν οὐ σφοδρὸν εἶναι τὸν σφυγμὸν ἄνισον. ἐπειδή τοι ἴσον αἰσθανόμεθα τῆς συστολῆς, ὅσον περ καὶ τῆς διαστολῆς, βραχεῖ τινι μεῖον, εἴη ἂν καὶ τὸ τῆς συστολῆς ἀναίσθητον ἤτοι τοσοῦτον, ὅσον καὶ τὸ τῆς διαστολῆς, βραχεῖ τινι πλέον. τὰ μὲν οὖν πρῶτα ζητήματα καὶ οἱονεὶ στοιχεῖα τοῦ λόγου
§10 τὰ περὶ τῶν κυριωτάτων μερῶν τοῦ σφυγμοῦ σχεδὸν ἤδη τέλος ἔχει. τὰ γὰρ ὑπόλοιπα δύο κατά τι συμβεβηκὸς μᾶλλον, οὐ κυρίως οὐδὲ πρώτως ἐστὶ μόρια τοῦ σφυγμοῦ, τἐντὸς καὶ ἐκτὸς ἡσυχία τῆς ἀρτηρίας. ἐπεὶ δὲ καὶ διὰ τούτων προγινώσκεταί τινα, περὶ τῆς διαγνώσεως αὐτῶν ἀναγκαῖον εἰπεῖν. τὴν μὲν οὖν ἐκτὸς ἡσυχίαν ἁπλῶς ἐπιβάλλων τὴν χεῖρα μάλιστἂν γνωρίσαις πηλίκη τίς ἐστιν, εἰ καὶ θλίβειν ἐθέλοις ἐν τοῖς σφοδροῖς δηλονότι σφυγμοῖς, εἰς τοσοῦτον βιαζόμενος, εἰς ὅσον οὐδὲν κωλῦσαι τῆς κινήσεως· τὴν δὲ ἐντὸς εἰ θλίβοις εἰς ὅσον παροῦσα σφοδρότης ἐγχωρεῖ, μάλιστἂν οὕτως διαγνοίης. καὶ τὴν μὲν ἐκτὸς ἠρεμίαν ὅλην ἀκριβᾶς διαγνώσῃ δεόντως ἁπτόμενος, τὴν δἐντὸς, ὡς καὶ πρόσθεν εἴρηται, σὺν τοῖς ἀναισθήτοις μορίοις ἑκατέρας τῶν κινήσεων, τοῦ τε τῆς συστολῆς πέρατος καὶ τῆς ἀρχῆς τοῦ διαστέλλεσθαι. τὰς δαἰτίας τούτων οὐ χαλεπὸν μὲν οὐδαὐτῷ τινι τῶν ἐντυγχανόντων ἐξευρίσκειν, εἰ μὴ μάτην τῶν ἔμπροσθεν ἤκουσεν, εἰρήσονται δὲ καὶ πρὸς ἡμῶν οὐδὲν ἧττον διὰ βραχέων. ἐπεὶ τοίνυν οὐκ ἐνδέχεται γνῶναι, εἰ τοιαύτην τινὰ τὴν ἐκτὸς ἠρεμίαν σφυγμὸς ποιεῖται, μὴ συγχωρήσαντες κινηθῆναι τὴν ἀρτηρίαν ὡς ὅσον οἷόν τε, κωλύομεν δ’, ὅταν ἀμετρότερον ἐπιθλίβωμεν, δῆλον ὡς οὐκ ἄν ποτε σαφῶς αἰσθησόμεθα τοῦ ποσοῦ τῆς ἐκτὸς ἠρεμίας, εἰ θλίβοιμεν ὑπὲρ τὴν παροῦσαν σφοδρότητα. ἀλλὰ ἴσως τις ἐρεῖ τὸ μὲν τῆς διαστολῆς μέγεθος θλιβόντων κωλύεσθαι, τὴν δὲ κίνησιν ἐμφαίνεσθαι μέχρι παντὸς, ἀπωθεῖσθαι γὰρ ὑπὸ τῆς ἀρτηρίας ἀνιούσης τὴν ἁφὴν, καὶ τότε παύεσθαι πρῶτον ὠθουμένην τε καὶ κινουμένην ὑπαὐτῆς, ὅταν κᾀκείνη παύσηται. τοῦτο δὅτι ψεῦδός ἐστιν ἐν τῷ καθόλου καὶ διορισμοῦ δεῖται, γνωσόμεθα ῥᾳδίως, ἂν τῶν ἔμπροσθεν ἀναμνησθῶμεν, ἡνίκἐλέγομεν, ὡς κινουμένην τὴν ἀρτηρίαν ἐνίοτε συμβαίνει μὴ συγκινεῖν ἑαυτῇ τὰ ἐπικείμενα, νικηθεῖσαν ὑπὸ τοῦ βάρους αὐτῶν. οὐκ οὖν οὐδὁπόταν πιέζωμεν, εὔλογόν ἐστιν ἄχρι τοσούτου χρόνου προϊέναι τὴν κίνησιν αὐτῆς αἰσθητὴν ἐν ἅπασι τοῖς σφυγμοῖς, εἰς ὅσον ἄθλιπτός τε καὶ ἀβίαστος οὖσα προΐῃ. ὥστε κινουμένης κατὰ τὸν ἑαυτῆς λόγον τῆς ἀρτηρίας ἡσυχάζειν πολλάκις ἡμῖν ἤδη δόξουσιν οἱ σφυγμοὶ, καὶ τοσούτῳ θᾶττον ἄρχεσθαι τῆς ἠρεμίας, ὅσῳ τῆς αἰσθητῆς κινήσεως ἠκολούθησαν. ἐπεὶ δὅσον ὠθεῖ τὴν ἁφὴν σφυγμὸς ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, τοσοῦτον κᾀν τῷ συστέλλεσθαι γίγνεται τὸ αἰσθητὸν, ἀνάγκη πᾶσα μηδὲ τῶν πρώτων μορίων τῆς συστολῆς αἰσθάνεσθαι, ἀναισθήτων γενομένων τῶν ἐσχάτων τῆς διαστολῆς. πῶς οὖν δυνατὸν ἀκριβῶς διαγνῶναι τὴν ἐκτὸς ἠρεμίαν τὸν οὕτως ἁπτόμενον ὡς οὐκ ἐνδέχεται; μετρεῖν γὰρ δεῖ τὸ ποσὸν τῆς θλίψεως πρὸς τὴν ῥώμην τῆς ἀρτηρίας, εἰς τοσοῦτον θλίβοντας, εἰς ὅσον μηδὲν τῶν ἐσχάτων τῆς κινήσεως μορίων ἀναίσθητον ἔσται. δῆλον οὖν ὡς οὐκ ἐνδέχεται θλίβειν ἐν ἅπασιν, ἀλλἐν τοῖς σφοδροῖς μόνοις, οὐδἐν τούτοις εἰς τοσοῦτον, ὡς κινῆσαι τῷ βιαίῳ τῆς ἐπιβολῆς τὴν ῥώμην τῆς ἀρτηρίας. ἀσφαλέστατον οὖν, ὅταν τὴν ἐκτὸς ἡσυχίαν διαγινώσκειν ἐθέλῃς, ἀβιάστως ἐπιβάλλειν τὴν ἁφήν· τὴν δἐντὸς ἐκ τῶν ἐναντίων, εἰ μὴ βιάζοιο καὶ θλίβοις, οὐκ ἂν γνωρίσαις. ἀκολουθῆσαι γὰρ δεῖ τὴν ἁφὴν μέχρι παντὸς συστελλομένῃ τῇ ἀρτηρίᾳ, θλίβειν δἐν τοῖς σφοδροῖς μόνοις ἐγχωρεῖ. δῆλον οὖν ὡς καὶ ἐν τούτοις μόνοις διαγνωρίσει τὴν ἐντὸς ἡσυχίαν, οὐ μὴν οὐδἐν τούτοις ἀκριβῶς, ἀλλὰ πολλάκις μὲν συχνῷ μείζονος ἤπερ ὄντως ἐστὶ, πολλάκις δὀλίγῳ μὲν, ὅμως δοὖν ἔτι μείζονος αὐτῆς ἐπαισθήσει. προσέρχονται γὰρ ἐξ ἀνάγκης δύο χρόνοι τῶν ἀναισθήτων μορίων ἑκατέρας τῶν κινήσεων, μὲν ἐπὶ πέρατι τῆς συστολῆς, δἐν ἀρχῇ τῆς διαστολῆς, ὧν ἄλλοτἄλλο μῆκος ἐχόντων, ὡς ἔμπροσθεν ἐδείξαμεν, οὔτἴσον ἀεὶ τὸ προσιὸν ἔσται τῷ χρόνῳ τῆς ἐντὸς ἡσυχίας οὔτἀκριβής ποθ διάγνωσις.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up