Galen De differentiis pulsuum
EN Lat Orig
Book 3
§1.1–3.1
§1.1 Τὸ μὲν δὴ περὶ τῶν πραγμάτων ἡμᾶς διαφέρεσθαι, τῷ μὲν ἴσως ἀναγκαῖον εἶναι δόξει, τῷ δεὔλογον, τῷ δέ τινι καὶ συγνώμης ἄξιον. κατὰ μὲν γὰρ τὸν τραγικὸν ποιητὴν,
§1.2 νυνὶ δἐπεὶ οὐδὲ δοκεῖ πᾶσι ταὐτὸν οὔτε καλὸν οὔτε σοφὸν οὔτε ἀληθὲς εἶναι, ἀναγκαῖον, οἶμαι, διαφέρεσθαι. κατὰ δὲ τὸν φιλόσοφον τὸν εἰπόντα· ἢν γὰρ καὶ τὰ μέγιστα τύχῃ τετελεσμένα, εἰπὼν αὐτὸς, ὅμως οὐκ οἶδε, δοκὸς δἐπὶ πᾶσι τέτυκται. διὰ τὸν δοκὸν τοῦτον εὔλογον διαφέρεσθαι. κατὰ δὲ τοὺς ἡγουμένους εἶναι βεβαίως τε καὶ ἀραρότως γνωστὸν, ἀλλὰ χαλεπὸν εὑρεθῆναι τοῖς πολλοῖς, συγγνωστὸς μὴ τυγχάνων αὐτοῦ. τὸ δὲ καὶ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, καὶ μηδὲ μετρίως τοῦτο, μηδὡς ἔτυχε, ποιεῖν, ἀλλὰ βίβλους ὅλας μεγίστας ἀναπιμπλάναι τῆς περὶ ταῦτα τερθρείας, οὔτἀναγκαῖον οὔτεὔλογον οὔτε συγγνώμης ἄξιον ἐμοὶ γοῦν εἶναι δοκεῖ. τοσαύτης γὰρ οὔσης τῆς ἐν τοῖς πράγμασιν ἀσαφείας, ὥστε εἰ καὶ τριπλασίονα βίον ζήσαιμεν οὗ νῦν ζῶμεν, οὐδὲ τότἂν ἴσως ἁπάντων ἡμῖν ἀκριβῶς γνωσθέντων, καὶ διὰ τοῦτεἰπόντος Ἱπποκράτους, βίος βραχὺς, δὲ τέχνη μακρὴ, πῶς οὐκ ἄτοπος περὶ τὰ μηδὲν προσήκοντα τρίβων τὸν χρόνον; ὥσπερ οὕτω πολὺν ἔχων, ὥστε καὶ τοῦτἐκ περιττοῦ μανθάνειν, καὶ τἀναγκαῖα κατὰ σχολὴν ζητεῖν. ἆροὖν οὐ τοῦτο δρῶσιν οἱ τὰ τοιαῦτα γράφοντες, οἷά περ καὶ Ἀρχιγένης ἐν τῷ περὶ σφοδροῦ σφυγμοῦ λόγῳ; ἔστι δὲ ῥῆσις μακρὰ καὶ πᾶσαν παραγράφειν ἐνταῦθα αὐτὴν ἄτοπον, ἀλλὅμως βουλόμενος ἐκ τοῦ περὶ τῶν σφυγμῶν συγγράμματος ἀναγινωσκέτω. τέταρτον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς κεφάλαιον. ἄρχεται δαὐτοῦ τοῦτον τὸν τρόπον· τὴν σφοδρότητα τοῦ σφυγμοῦ οὐκ εἶναι ἁπλῶν ποιοτήτων φησὶ Μάγνος. ὡς οὖν ἀνεγνωκότι σοι τοῦτον ἅπαντα τὸν λόγον τὸν περὶ τῆς σφοδρότητος, ἤδη πειράσομαι λέγειν γινώσκω. θαυμάζω γὰρ οὐ τοῦτο μόνον ὅτι περὶ ὀνόματος ἐρίζει· τοῦτο μὲν γὰρ τὸ ἁμάρτημα σχεδὸν ἤδη τοῖς πλείστοις οὐκ ἰατροῖς μόνον, ἀλλὰ καὶ φιλοσόφοις σύνηθες· ἀλλὅτι μηδαὐτὸ τοῦταἰσθάνεται, ὅτι περὶ ὀνομάτων ἐρίζει, καὶ διὰ τοῦτο, οἶμαι, νομίζων περὶ πράγματος διαλέγεσθαι, μακροὺς ἀποτείνει λόγους. οἳ πρὸς τοῖς ἄλλοις ἀτόποις, ἔτι καὶ ἀσαφῶς κειμένοις, βίβλου τινὸς ἑτέρας ἐξηγουμένης αὐτοὺς οὐ μικρᾶς δέονται, ἵνἀεὶ κατατριβώμεθα δηλαδὴ περὶ ὄνου σκιᾶς ἀμφισβητοῦντες, μηδὲ τοσοῦτον ἄρα πρὸς τῆς διαλεκτικῆς ὠφεληθέντες, ὡς γνωρίζειν δύνασθαι, τίς μὲν ὑπὲρ ὀνόματός ἐστι, τίς δὲ ὑπὲρ αὐτοῦ ζήτησις τοῦ πράγματος. ὄντος γάρ τινος σφυγμοῦ βιαίου κατὰ τὴν προσβολὴν, ὡς ὠθεῖν τε καὶ ἀνατρέπειν τὴν ἁφὴν, τὸ μὲν ὅπως ἄν τις αὐτὸν ἀκριβῶς διαγινώσκοι ζητεῖν, καὶ προσέτι τὰς αἰτίας ὑφὧν γίνεται, καὶ τί δηλοῦν πέφυκεν τοιοῦτος σφυγμὸς, περὶ πράγματός ἐστι σκοπεῖσθαι· τὸ δὲ τί κλητέον αὐτὸν, ὑπὲρ ὀνόματος. ἵνοὖν σαφῶς ἐπιγνῶμεν, ὅτι τὸ μὲν ὑπὲρ ὀνομάτων ἐστὶ, τὸ μηδὲν ζητεῖν, τὸ δὑπὲρ αὐτῶν τῶν πραγμάτων σκοπεῖσθαι τὰς τέχνας αὔξει, καλέσωμεν τὸν προειρημένον σφυγμὸν Δίωνα. κᾄπειτα λέγωμεν, ὅπως μὲν ἀκριβῶς διαγινώσκεται, τουτέστι ὅτι θλιβόντων τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς ψαυόντων, ἔπειθ’, ὅτι γίνεται τῇ ῥώμῃ τῆς ζωτικῆς δυνάμεως, ὡς ἐν τοῖς περὶ σφυγμῶν αἰτίας ἐνδείκνυμεν. εἶθὅτι σημεῖόν ἐστιν ἐν νόσοις ἀγαθὸν, καὶ ἄλλα τέ τινα καὶ κρίσεις οἵας πέφυκε δηλοῦν. εἰς τέτταρα γάρ τοι μέρη νενεμημένης ἁπάσης τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας, εἴς τε τὸ περὶ τῆς διαφορᾶς αὐτῶν καὶ τὸ περὶ διαγνώσεως καὶ τὸ περὶ τῶν αἰτίων καὶ τέταρτον τὸ περὶ τῆς διαὐτῶν προγνώσεως, οὐδὲν αὐτῶν παραβλάπτεται, καλεσάντων ἡμῶν τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν Δίωνα. καὶ γὰρ ὅπη τῶν ἄλλων διαφέρει μεμαθήκαμεν, ἄν τε Θέων, ἄν τε Δίων, ἄν τἄλλό τι καλῆται, καὶ ὅπως διαγνωσθήσεται, καὶ ὑπὸ τίνος αἰτίας γίγνεται, καὶ τί δηλοῖ. φιλονεικείτω δὴ λοιπὸν ὑπὲρ αὐτοῦ πρὸς Μάγνον Ἀρχιγένης, τάχα μὲν παρανομοῦντα καὶ αὐτὸν εἰς τὸ τῶν Ἑλλήνων ἔθος τὸ περὶ τὰς προσηγορίας, ὅμως δὲ συνιέντα τό γε τοσοῦτον, ὡς τὸ πλεῖστον αὐτῷ τῆς πρὸς τοὺς πρεσβυτέρους ἀμφισβητήσεως ὑπὲρ ὀνόματος ἐστί. τί γὰρ δὴ καί φησιν Μάγνος αὐτῇ λέξει; χρὴ τοίνυν καὶ μέγεθος ἀξιόλογον εἶναι τοῖς σφυγμοῖς καὶ πληρότητα καὶ μετὰ τάχους προσπίπτειν τοῖς δακτύλοις, εἰ μέλλει τις κυριολογεῖν σφοδρὸν σφυγμὸν ὀνομάζων. οἶδεν οὖν σαφῶς Μάγνος ὅτι μὴ περὶ πράγματος, ἀλλὰ τοῦ κυρίως ὀνομάζειν, μὴ κυρίως, πρὸς τοὺς ἄλλους ἰατροὺς ἀμφισβητεῖ. σαφέστατον δἔτι ποιεῖ τοῦτο διὰ τῶν ἐφεξῆς· ἀξιοῖ γὰρ τὸν Δημήτριον, ταῦτα τὰ βιβλία τὰ περὶ τῶν ἐφευρημένων μετὰ τοὺς Θεμίσωνος χρόνους ἀνέθηκε, συνεπισκέψασθαι καὶ αὐτὸν, ὡς ἂν φιλόσοφόν τε ὄντα καὶ τί τὸ κύριον ὄνομα καὶ τί τὸ μὴ τοιοῦτον ἀκριβέστερον εἰδότα. λέγει δοὕτως, οὐδὲν γὰρ χεῖρον κᾀνταῦθα παραγράψαι τὴν ῥῆσιν αὐτὴν τοῦ Μάγνου· πῶς οὖν τοῦτον καλῶς ἐν ταῖς ἁπλαῖς διαφοραῖς κατέταξαν,  σύ μοι διαίτησον. σοὶ γὰρ ἐπιβάλλει μᾶλλον τὰς κυριολογίας κρίνειν καὶ ἀπὸ τῶν ὀνομάτων τεκμήρασθαι τὴν ὑπόστασιν τῶν σημαινομένων. εἶθἑξῆς μᾶλλον σαφέστερον ποιεῖ λέγων ὡδί· ἐγὼ δοὐκ ἀλλάσσω τὴν ἐμαυτοῦ γνώμην μέχρι τοῦδε. φημὶ δὲ τὸ τῆς σφοδρότητος ὄνομα σημαίνειν οὐχ ἁπλῆν διαφορὰν σφυγμῶν, σύμμετρον δὲ ἐκ μεγέθους καὶ τάχους καὶ πληρότητος. οὐκοῦν κᾀνταῦθα περὶ τοῦ τί σημαίνει τὸ ὄνομα τὸ τῆς σφοδρότητος ἀμφισβητεῖν ὁμολογεῖ. καὶ ὅλως εἴ τις βούλεται τὸν πάντα λόγον ἀναλέξασθαι, γέγραπται δὲ ἐν τῷ τρίτῳ τῶν ἐφευρημένων μετὰ τοὺς Θεμίσωνος χρόνους, εὕροι αὐτὸν αἰσθανόμενον ὅτι περὶ ὀνόματος ζήτησίς ἐστι. τάχοὖν τινι θαυμάζειν ἔπεισι τῆς καινοτομίας τοῦ Μάγνου. τί γὰρ ἔδει μετατιθέναι τὰ σημαινόμενα τῶν ὀνομάτων, εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς οἱ πρόσθεν ἰατροὶ κατεχρήσαντο αὐτοῖς; θεωρίαν μὲν γάρ τινα ἐφευρίσκειν εἰς τὰ τῆς τέχνης ἔργα διαφέρουσαν ἀνεμέσητον οὐ Μάγνῳ μόνον, ἀλλὰ καὶ παντὶ τῷ δυναμένῳ, κᾂν τήμερόν τις τοιοῦτος, κᾂν μετὰ μυριάδας ἐτῶν παμπόλλας γίνηται· τὸ δὑπὲρ ὀνομάτων ἐρίζειν οἷς τοσούτων πέρι σκέψις, οὐκ ὀρθόν. ἀλλεἴ τις ταῦτα θαυμάζει τε καὶ μέμφεται, καλῶς μὲν ἴσως ποιεῖ, δοκεῖ δὲ ἀγνοεῖν τὴν προαίρεσιν τῶν ἀνδρῶν. ἀρέσκονται γὰρ οὗτοι πάντες οἱ Πνευματικοὶ καλούμενοι τοῖς ἀπὸ τῆς στοᾶς δόγμασιν. ὥστἐπεὶ Χρύσιππος αὐτοὺς εἴθισεν ἀμφισβητεῖν περὶ τῶν κατὰ τὴν φιλοσοφίαν ὀνομάτων, οὐδαὐτοὶ περὶ τῶν κατὰ τὴν ἰατρικὴν ταῦτα ποιεῖν ὀκνοῦσι. καὶ Ζήνων δὲ Κιττιεὺς ἔτι πρότερον ἐτόλμησε καινοτομεῖν τε καὶ ὑπερβαίνειν τὸ τῶν Ἑλλήνων ἔθος ἐν τοῖς ὀνόμασιν. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰς τοσοῦτον ἐκπεπτωκέναι τῆς ἐν αὐτοῖς φιλονεικείας τοὺς νεωτέρους ἰατρούς τε καὶ φιλοσόφους. ἀλλὰ τί θαυμάζειν αὐτῶν ἄξιον, εἰ μηδὅτι περὶ ὀνόματος ἐρίζουσι συνιᾶσιν; ὥσπερ οὖν οὐδ Ἀρχιγένης, καί τοι τἄλλα συνετὸς ὢν, οὐκ ἠξίωσεν, αὐτὸ τοῦτἐπισημηνάμενος, ὅτι καινοτομεῖ περὶ τοὔνομα τῆς σφοδρότητος Μάγνος, οὕτω παρελθεῖν ἐπί τι τῶν χρησιμωτέρων, ἀλλἄνω καὶ κάτω στρέφεται κατὰ τὸν τόπον, τά τἄλλα διαμαρτάνων καὶ ὅτι μηδαὐτὴν τὴν ῥῆσιν ἑκάστοτε τοῦ Μάγνου παρατίθεται, πολὺ σαφεστέραν οὖσαν ὧν αὐτὸς γράφει, μεταλαμβάνων. ἄλλο δέ τι μεῖζον ἁμάρτημα τῆς ἐν τοῖς ὀνόμασι μικρολογίας ἁμαρτάνουσι σχεδὸν ἅπαντες οἱ μεθἩρόφιλον περὶ τῶν σφυγμῶν γεγραφότες. δέον γὰρ, ὡς ὀλίγῳ πρόσθεν ἡμεῖς διειλόμεθα, καὶ αὐτοὺς οὕτω διελομένους, ἰδίᾳ μὲν περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν, ἰδίᾳ δὲ περὶ τῆς διαγνώσεως αὐτῶν, ἰδίᾳ δἔτι περὶ τῶν ἐν αὐτοῖς αἰτίων, κᾄπειθἑξῆς ἰδίᾳ περὶ τῆς διαὐτῶν προγνώσεως διδάσκειν, οὐκ οἶδὅπως ἅπανθὁμοῦ συγχέουσί τε καὶ ταράττουσι, τὰ μὲν παραλιπόντες ὅλως, τῶν δἐπὶ σμικρὸν κομιδῆ μνημονεύοντες, τὰ δἀχρήστως τε καὶ περιττῶς ἀπομηκύνοντες, τὰ δἀλόγως εἰς ταὐτὸ συναγαγόντες, ὥσπερ ἓν ὄντα, καί τοι πάμπολυ διαφέροντα. κατά γοὖν τοῦτον αὐτὸν λόγον τὸν περὶ τῆς σφοδρότητος Ἀρχιγένης ὅταν μὲν γράφῃ ὡς ἐκ τοῦ καθἕνα χωρισμοῦ φανερὰ γίγνεται καθαὑτὴν σφοδρότης οὖσα τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως, τὸ τῆς σφοδρότητος αἴτιον εἰπὼν αὐτὴν οἴεται δεδηλωκέναι τὴν σφοδρότητα. εἰ γὰρ δὴ τοῦτό ἐστιν, Ἀρχίγενες, σφοδρότης, ἀπόκριναι τὴν αἰτίαν ἡμῖν αὐτῆς. ἀλλοὐχ ἕξεις. πάλιν ταὐτὸν ἀναγκασθήσῃ λέγειν τὸν τόνον. καὶ ἔσται σοι τόνος τῆς τῶν ἀρτηριῶν κινήσεως ἅμα μὲν αἰτία τῆς σφοδρότηρος, ἅμα δὲ σφοδρότης αὐτή. πολλῷ τοίνυν ἄμεινον οἱ πρὸ Ἀρχιγένους περὶ σφυγμῶν γράψαντες, οἱ μὲν τὸ ἀντιβατικὸν, οἱ δὲ τὸ βίαιον, οἱ δὲ τὸ ἰσχυρὸν, οἱ δὲ τὸ ἀνατρεπτικὸν τῆς προσβολῆς τῶν ἀρτηριῶν ἐκάλεσαν σφοδρότητα. καὶ τοῦτο καὶ αὐτὸς Ἀρχιγένης ἐπίσταται. τί γοῦν φησι; δοκεῖ δέ τισι ἐν τῇ τῆς ἁφῆς πληγῇ κεῖσθαι, καθ καὶ πληγὴν ἀπἀρτηρίας φασὶν αὐτήν τινες. εἶτοὐκ οἶδὅπως οἴεται διαβάλλειν αὐτῶν τὴν δόξαν, ὡδί πως γράφων· φαίνεται δὲ καθὅλην τὴν διαστολὴν τὸ στεγανὸν τῆς ὁρμῆς, καθ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα ὑποπίπτει πληγὴ, οὐ κατὰ τὸ πέρας τῆς διαστολῆς, ἀλλὰ κατωτέρω τότε γινομένη. μὲν λέξις αὕτη. πάρεστι δὲ ἐπισκοπεῖσθαι, ὡς οὐδὲν ἀντιλογία περαίνει. τί γὰρ πρὸς ἔπος, εἰ καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς τῆς πληγῆς ποιότης δήλη γίγνεται, τὸ μὴ οὐκ εἶναι πληγὴν ἀπἀρτηρίας, τὴν σφοδρότητα; εἰ μὲν γὰρ τοῦτἔλεγον οἱ πρὸ Ἀρχιγένους, ὡς ἔστιν σφοδρότης ἀντιβατικὴ πληγὴ κατὰ τὸ πέρας τῆς διαστολῆς γινομένη, καλῶς ἀντέλεγεν αὐτὸς ὑπομιμνήσκων ὅτι καὶ πρὸ τοῦ πέρατος ἤδη φαίνεται τὸ βίαιον τῆς προσβολῆς, ἐπεὶ δἁπλῶς ἔφασαν ἀντιβατικὴν εἶναι πληγὴν τὴν σφοδρότητα, τὸ δεικνύειν ὅτι καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς ἤδη φαίνεται τοιαύτη, μάταιον.
§2.1 Ἀλλἔστω τοῦθὅπερ Ἀρχιγένης βούλεται, τόνος μέν τις σφοδρότης, τὸ δἰσχυρὸν τῆς πληγῆς, οὐκ εἶναι σφοδρότης. ἐρωτήσωμεν αὐτὸν, τίς αἰτία σφοδρότητος σφυγμῶν; οὐ γὰρ δή που ταυτόν ἐστι σφοδρότης τε καὶ σφοδρότητος αἰτία. τὸ μὲν γὰρ φαίνεται καὶ πᾶς ἰατρὸς ζητεῖ ἐπὶ νοσοῦντος· γε μὴν παντάπασιν ἀγύμναστος εὐθὺς γνωρίζει τὸν σφυγμὸν σφοδρὸν ἀμυδρὸν εἶναι, οὐ μὴν γε αἰτία φαίνεται. καὶ διὰ τοῦτο οὐδὲν ὑπὲρ αὐτῆς ὡμολόγηται. Ἡρόφιλος μὲν γάρ φησι ῥώμην τῆς κατὰ τῆς ἀρτηρίας ζωτικῆς δυνάμεως αἰτίαν εἶναι σφοδροῦ σφυγμοῦ·  Ἀθήναιος δὲ τοῦ ζωτικοῦ τόνου τὴν ἰσχύν· Ἀσκληπιάδης δὲ ἀμφοῖν καταγελάσεται, καὶ τόνους καὶ δυνάμεις καὶ πάντα τὰ τοιαῦτα καινὰ φάσκων ὑπάρχειν ὀνόματα, τὴν δαἰτίαν τῆς σφοδρότητος εἰς πλῆθος καὶ λεπτότητα πνεύματος ἀνοίσει, καθάπερ, οἶμαι, καὶ Ἐρασίστρατος. οὐδὲ γὰρ οὗτος τοῖς χιτῶσιν αὐτοῖς τῶν ἀρτηριῶν μεταδίδωσι τῆς τονικῆς δυνάμεως, ἀλλὰ τῆς καρδίας ἰσχυρῶς ἐκθλιβούσης τὸ πνεῦμα, τῇ τούτου διὰ τῶν ἀρτηριῶν φορᾷ τὸ ἀντιβατικὸν ἐν τῇ πληγῇ φησι γεννᾶσθαι. καὶ τί δεῖ τούτων μνημονεύειν; γάρ τοι Μάγνος, καὶ αὐτὸς ἀπὸ τῆς πνευματικῆς αἱρέσεως εἶναι προσποιούμενος, ἑτέρως τὸ ἰσχυρὸν τῆς πληγῆς γίνεσθαί φησιν ὡς Ἀρχιγένης. ἀλλὰ περὶ μὲν τῆς τοιαύτης διαφωνίας οὐ νῦν καιρός. ὑπομεμνήσθω δοὖν εἰς τὰ παρόντα τό γε τοσοῦτον, ὡς τὸ μὲν ἰσχυρὸν τῆς πληγῆς ἐν τῷ τὴν ἁφὴν ὠθεῖν καὶ ἀντιβαίνειν καὶ ἀνατρέπειν κείμενον ἅπασιν ὡμολόγηται, τὸ δὑπὸ τίνος αἰτίας γίγνεται διαφωνεῖται. γελοῖον δἐστὶν ἐν τῇ διαφωνίᾳ τοῦ τί ποτἐστὶν ὅδε τις σφυγμὸς μὴ τοῦτο διδάσκειν, ἀλλὑπὸ τίνος γίγνεται γράφειν. τὸ μὲν γὰρ τί ποτἐστὶ φαίνεσθαι δεῖ, τὸ δὑπὸ τίνος γίγνεται λόγῳ φωρᾶσθαι. δῆλον οὖν ὡς οὐδὅπῃ διήνεγκεν σφοδρὸς σφυγμὸς τῆς αἰτίας ὑφἧς γίγνεται, διηρθρωμένως ἐγίγνωσκεν Ἀρχιγένης. καὶ διὰ τοῦτο ἐν τῷ τόνῳ τῆς κινήσεως τῶν ἀρτηριῶν τὴν σφοδρότητα τίθεται, δέον τοῦτο μὲν αἴτιον εἰπεῖν σφοδρότητος, αὐτὴν δὲ κατὰ τὸ ποιὸν τῆς πληγῆς φάναι συνίστασθαι βίαιόν τινα οὖσαν καὶ ἀντιβατικὴν προσβολήν. ὅτι δὲ συγκέχυται περὶ τὰ πράγματα καὶ διηρθρωμένως οὐδὲν λέγει, δῆλον ἐξ ὧν ἐπιφέρει, προελόμενος ὁρίζεσθαι τοὺς σφυγμούς. τί γάρ φησι; σφοδρὸς μὲν οὖν σφυγμὸς μείζονα τόνον ἔχων τῆς κινήσεως καὶ ῥοιζώδης ὤν· ἀμυδρὸς δὲ ἐκλελυμένον τὸν τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. οὐ γὰρ ἁπλῶς εἶπε, σφοδρὸς μὲν οὖν ἐστι σφυγμὸς μείζονα τὸν τόνον ἔχων τῆς κινήσεως, ἀλλὰ προσέθηκε, καὶ ῥοιζώδης ὤν· τί ποταὐτῷ βούλεται, μὰ τοὺς θεοὺς, οὐκ ἀκριβῶς συνίημι. ποιητικὸν γὰρ τοὔνομά ἐστιν ῥοῖζος, οὐ πολιτικὸν, οὔτε συνεχῶς λεγόμενον οὐδὲν, οὐδὲ τί ποτε σημαίνει, προδηλοῦν. ἀλλεἰ μέν τι χρὴ τοῖς γραμματικοῖς πιστεύειν ἐξηγουμένοις τὸ παρὰ τῷ ποιητῇ λεγόμενον ἐπὶ τοῦ Κύκλωπος,
§2.2 τάχος κινήσεως ῥοῖζος δηλοῖ. οὐ μὴν ἐβούλετό γε τοῦτο Ἀρχιγένης αὐτὸς, ὁπότἀντέλεγε τῷ Μάγνῳ, πλὴν εἰ παραπλήσιόν τι τοῖς ῥήτορσι ποιεῖ, κατηγορεῖ πολλάκις ὧν οὐκ ἔγνωκεν. ἀλλοὐκ ᾤμην ἔγωγε. τί ποτοὖν ἐστιν βούλεται δηλοῦν ῥοῖζος, εἰ μὴ τὸ τάχος; ἀλλἆρά γε τὸ ἰσχυρὸν τῆς πληγῆς; ἀλλοὕτως πάλιν ἅμα δυοῖν ἔσται τὸν ὁρισμὸν πεποιημένος, αἰτίου τε τοῦ ποιοῦντος καὶ γιγνομένου πρὸς αὐτοῦ, καὶ μείζων ἀπορία. πότερον ἑκάτερον αὐτῶν βούλεται τὸν σφοδρὸν εἶναι σφυγμὸν, τό τε τοῦ τόνου μέγεθος καὶ τὸ βίαιον τῆς πληγῆς, τὸ συναμφότερον, ἄν τε γὰρ ἑκάτερον ἄν τε συναμφότερον, οὐ καλῶς, ὅτι μὴ δυνατὸν, ὡς ἐλέχθη, τὴν αἰτίαν τῷ γιγνομένῳ πρὸς αὐτῆς ταὐτὸν εἶναι. καὶ γὰρ δὴ τὸ φάναι, μείζονα τόνον ἔχειν τῆς κινήσεως τὸν σφοδρὸν σφυγμὸν, ἀσαφές. οὐδὲ γὰρ οὐδἐνταῦθα συνίημι τί λέγει, πότερον ὑπὸ μείζονος τόνου γίγνεσθαι τὸν σφοδρὸν σφυγμὸν, τὸν μείζονα τόνον σφοδρὸν εἶναι σφυγμόν. κατὰ μὲν γὰρ τὸ πρότερον τῶν σημαινομένων, οὐ τί ποτἐστὶν σφοδρὸς σφυγμὸς, ἀλλὑπὸ τίνος γίνεται, δεδηλωμένον ἂν εἴη· κατὰ δὲ τὸ δεύτερον, ἀδήλου τε καὶ ἀμφισβητουμένου κατὰ τὰς αἱρέσεις διδασκαλία. χρὴ δεἴπερ τι καὶ ἄλλο, καὶ τὸν σφοδρὸν σφυγμὸν ἕν τι τῶν αἰσθητῶν εἶναι πραγμάτων. ἀλλ τόνος οὐκ αἰσθητὸς, πάντως ἂν ἅπασιν ὡμολόγητο. τινὲς μὲν γὰρ οὐδὲ συνιέναι φασὶν ὅλως, τί ποτε σημαίνεται πρὸς τοῦ τόνος ὀνόματος, καί τοι συνιέντες τε καὶ αἰσθανόμενοι σφοδροῦ σφυγμοῦ. τινὲς μὲν ὁμολογοῦσι τὸ λεγόμενον, ὑπάρχειν δοὐ συγχωροῦσιν. οὕτως οὐ ταὐτόν ἐστι τόνος κινήσεως καὶ σφοδρὸς σφυγμὸς, εἴγε τὸ μὲν αὐτῶν αἰσθήσει φαίνεται, τὸ δὲ οὐ μόνον ἄδηλον ταῖς αἰσθήσεσιν, ἀλλὰ καὶ διαμφισβητούμενον καὶ ἀσαφὲς ὅλως ἐστίν.
§3.1 Ἆροὖν μὲν τοῦ σφοδροῦ σφυγμοῦ διδασκαλία καὶ ἀσαφὴς καὶ ψευδὴς κατὰ πάντα τὰ σημαινόμενα, σαφεστέρα δὲ καὶ ἀληθεστέρα τοῦ ἐναντίου αὐτοῦ τοῦ ἀμυδροῦ; τάχα γὰρ ἐκ τῆς ἀντιθέσεως συνιέναι τινὸς τῶν ἐν τῷ προτέρῳ λόγῳ δυνησόμεθα. τί δή φησιν; ἀμυδρὸς δὲ ἐκλελυμένον τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. ἐνταῦθα δὴ φανερῶς τῷ μὲν μεγάλῳ τόνῳ τὸν ἐκλελυμένον ἀντέθηκε, δέον οὐ τοῦτον, ἀλλὰ τὸν μικρὸν ἀντιθεῖναι. κακῶς ἐν τῷ σφοδρῷ τὸν μέγαν εἶπε, τῷ δὲ ῥοιζώδει ἀσύστροφον τῆς πληγῆς. εἰ μὲν οὖν ἐνόουν τί ποτἐστὶν τὸ ἀσύστροφον, ἴσως ἂν συνῆκα τοῦ ῥοιζώδους. νυνὶ δαὐτὸ τοῦτο πάλιν ἀσαφέστερόν ἐστι πολλῷ τοῦ ῥοιζώδους. ὥστοὐδέτερον αὐτῶν ἐξηγητικὸν γίνεται θατέρου. πότερον γὰρ τὸ βραδὺ νομίσομεν λέγειν αὐτὸν ἀσύστροφον, τὸ ἄῤῥωστον, τὸ μαλακὸν, τὸ εὐανάτρεπτον, τὸ διαλελυμένον, οὐκ ἔχω συμβαλεῖν. ἓν δὲ μόνον ἐν τούτῳ τῷ τρόπῳ πλέον μοι νομίζω γεγονέναι, τὸ καὶ τὴν ποιότητα τῆς πληγῆς αὐτὸν εἰς τὴν ἔννοιαν τῆς σφοδρότητος παραλαμβάνειν, καί τοι κατἀρχὰς, ὁπότἀντέλεγε τῷ Μάγνῳ, μόνον τόνον εἰπόντι τῆς τῶν ἀρτηριῶν κινήσεως. ἀλλὰ νῦν καὶ ἀσύστροφον ἔφη τὴν πληγήν· καὶ μὴν ἀντεῖπεν ὀλίγῳ πρόσθεν τοῖς ἐν τῇ τῆς ἁφῆς πληγῇ κεῖσθαι νομίζουσιν αὐτόν. ἐμοὶ μὲν δὴ καὶ ταῦτα  πάντη τεταραγμένου καὶ μηδὲν ἀκριβὲς ἔχοντος εἰπεῖν εἶναι δοκεῖ. σοὶ δεἴπερ μὴ ταῦτα, τὰ δοὖν ἐφεξῆς αὐτῶν οἶδὅτι λῆρος εἶναι δόξει μακρὸς, ἄν γε μὴ σοφιστής τις ᾖς καὶ αὐτὸς, ἀλλὰ τῶν τῆς ἰατρικῆς ἔργων ἐραστής. μὲν οὖν ῥῆσις αὕτη τοῦ Ἀρχιγένους τόνδε τὸν τρόπον ἔχει· ἔστι δὲ κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς, ἐν αἷς ἐκλελυμένη ἐμπίπτει πληγὴ καὶ ἀβαρὴς, ὃν ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. ἄλλη δὲ βαρεῖα μὲν ἔκλυτος ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἂν, δοὐκ ἔκλυτος μὲν, ἀλλοἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον τὸ βάρος ἔχουσα, πεπιεσμένη καὶ δεδυκυῖα. διαφορὰ κατὰ σφοδρότητα εἴη ἂν σφυγμοῦ καὶ κατὰ τὸν σφοδρὸν, μέν τις πληγὴ εἴη ἂν ἐξεριστικὴ, ὑγρότερον ἐξωθοῦσα τὴν ἁφὴν, οἷα ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται. δὲ δύσθραυστός ἐστι μᾶλλον, οἷον διηγκωνισμένου τοῦ κινοῦντος. δἐν πείσεσί τισι καὶ ἐπὶ τοῖς ἐν σαρκὶ πλεονασμοῖς φαίνεται. ταῦτ’, πρὸς θεῶν, πότερον θαυμαστά τις, ληρήματα φήσει; τὸν γοῦν βίον βραχὺν ὡς πρὸς τὸ τῆς τέχνης ὄντα μέγεθος οὐ βραχὺν οὗτός γε, ἀλλὰ τὸ μηδὲν ποιεῖ, τοσοῦτον ὄχλον ἐπεισάγων αὐτῇ ψευδοῦς θεωρίας. πόθεν γοῦν οὗτοι πάλιν ἥκουσιν ἡμῖν οἱ σφυγμοὶ, βαρὺς καὶ ἀβαρής; τί δοὐ καὶ ταύτην ἐν ἀρχῇ τὴν διαφορὰν ἐδήλωσεν, ἡνίκὀκτὼ ποιότητας ἔλεγεν ὑπάρχειν τοῖς σφυγμοῖς; ὡς γὰρ μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ τἄλλα, τί τὸ κωλύον ἦν καὶ βαρύτητα προσγράψαι; πόθεν αὕτη πάλιν καινὴ τραγῳδία, βαρὺς σφυγμός ἐστί τις; πόσων μνῶν, Ἀρχίγενες, ἑρμήνευσον ἡμῖν, εἴ γε μὴ μόνον ὀνόματα γεγραφὼς ἔσῃ, πρᾶγμα δοὐδὲν εἰρηκώς. ἔστι τις σφοδρὸς σφυγμὸς, ὡς οἱ μὴ τραγῳδοῦντες ἔγραψαν, ἀντιβατικὸς κατὰ τὴν πληγὴν, διάγνωσις δαὐτοῦ, θλιβόντων τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς ψαυόντων. αἰτία δἄλλη μὲν κατἄλλον, ἄλλη δὲ κατὰ τοὺς πνευματικοὺς ὑμᾶς, ῥώμη τοῦ τόνου. λέξον μοι καὶ περὶ τοῦ βαρέος ὡσαύτως, τήν τε φύσιν αὐτοῦ καὶ τὴν διάγνωσιν καὶ τὴν αἰτίαν. γελοιότατος ἂν εἴης τίς μέν ἐστι σφοδρὸς σφυγμὸς καὶ ταχὺς καὶ μέγας, ἐξηγούμενός τε καὶ ὁριζόμενος, οὓς καὶ χωρὶς ὁρισμῶν ἐνοήσαμεν ἂν, εἴ γε μὴ παντάπασιν ἀήθεις ἦμεν Ἑλληνικῆς λέξεως, τίς δἐστὶν σφυγμὸς βαρὺς οὗτος, ὃν ἐπεισάγεις ἡμῖν καινὸν, οὐκ ἐξηγούμενος, ἀλλὑπολαμβάνων, εἰ τοὔνομα μόνον γράψειας, εἰρηκέναι τι πλέον. τοῦτο δὲ οὐ λέγειν, ἀλλὰ λαλεῖν ἐστί. εἰ μὲν οὖν βούλει κατὰ τὸν Κωμικὸν,
§3.2–4
§3.2 ἕτερος ἂν εἴη λόγος· εἰ δοὐ λαλεῖν, ἀλλὰ λέγειν, τί καὶ διδάσκειν ἐθέλεις, δήλωσον ἡμῖν, τίνι τῶν αἰσθήσεων, καὶ πῶς διαγνωσόμεθα τόν βαρὺν τοῦτον σφυγμόν; ἐγὼ μὲν γὰρ οὐδὲ λίθου βάρος, οὐδὲ ξύλου δύναμαι διαγνῶναι, μὴ ταῖς χερσὶν ἀράμενος, ἀναθέμενος τοῖς ὤμοις, ἐξαρτησάμενος τοῦ πραχήλου. πότερον οὖν καὶ τὴν ἀρτηρίαν τοῦ νοσοῦντος ἐν ταῖς χερσὶ βαστάζοντας ἡμᾶς, ἀναθεμένους, δεήσει διαγιγνώσκειν οὕτως τὸ βάρος τῶν σφυγμῶν, τί κελεύεις Ἀρχίγενες; πρὸς δὲ ταῦτα τῶν ἀπαὐτοῦ τις, γέρων σεμνὸς, ἐννενηκοντούτης, τὰν, τέκνον ἔφη, ἐκλελυμένος καὶ νωχελὴς καὶ βραδὺς καὶ μέλλων σφυγμὸς ἂν εἴη. πάλιν οὖν ἡμεῖς ἔφαμεν, πάτερ, ἐκλελυμένον τίνα λέγεις; ἆρά γε τὸν βραδὺν, τὸν ἀραιόν; οὐ γὰρ συνίεμεν. ὀλίγον οὖν διασιωπήσας, τὸν βραδὺν ἀπεκρίνατο. καὶ μὴν περί γε τοῦ νωχελοῦς, ἔφην, οὐκ ἂν ἐροίμην σε. δῆλον γὰρ ὅτι καὶ τοῦτον βραδὺν εἶναι φήσειας. ἀλλὰ καὶ μέλλων, ἔφην, οἶμαι, βραδύς ἐστι. ἐκ τούτων συνεὶς γέρων, ὡς ἐξ ἁπάντων τῶν τεττάρων ὀνομάτων ἓν ἐδείκνυτο δηλούμενον πρᾶγμα, βραδύτης σφυγμοῦ, ταράττεσθαί τε καὶ φιλονεικεῖν ὑπήρξατο. καὶ πρῶτον μὲν τὸν μέλλοντα πρὸς αὐτοῦ κληθέντα σφυγμὸν οὐ κατὰ τὸ βραδὺ τῆς κινήσεως, ἀλλὰ κατὰ τὸ τῆς ἡσυχίας ἔφασκε μῆκος κεῖσθαι. τοῦτο γὰρ εἶναι τὸ μέλλειν, ὀκνεῖν ἄρξασθαι· μετὰ δὲ ταῦτα καὶ τὸν ἐκλελυμένον καὶ τὸν νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔλεγεν. ἐκλελύσθαι γὰρ καὶ ἀδυνατεῖν καὶ ἀσθενεῖν ταὐτὸν δηλοῦν. ἐγὼ τοίνυν πρὸς αὐτὸν ὑπολαβὼν, οὐδὲν, ἔφην, πρᾶγμα. καὶ γὰρ εἰ δεύτερον καὶ τρίτον ἀναθέσθαι περὶ τῶν αὐτῶν ἐθέλεις, συγχωρήσομέν σοι. ζητοῦμεν γὰρ ἐξευρεῖν τἀληθὲς, οὐκ ἀμφισβητοῦμεν φιλονεικοῦντες. ἔστωσαν δὴ, ἔφην, μὲν μέλλων κατὰ τὸ τῆς ἡσυχίας μῆκος νενοημένος δὲ ἐκλελυμένος καὶ νωχελὴς κατὰ τὴν ἀῤῥωστίαν. ἀναμνήσθητι τοίνυν, ὡς βαρὺν ἔφησθα σφυγμὸν εἶναι τὸν ἐκλελυμένον καὶ νωχελῆ καὶ βραδὺν καὶ μέλλοντα. σαφέστερον δέ μου περὶ τῶν σημαινομένων ἀξιώσαντος μαθεῖν, ἐν ἀρχῇ μὲν οὐδὲν πλέον ἅπαντος τοῦ βραδέος ἐφαίνετο δηλοῦν, νυνὶ δὲ τὸν μὲν ἐκλελυμένον καὶ νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔφαμεν εἶναι, τὸν μέλλοντα δὲ κατὰ τὸ μῆκος τῆς ἡσυχίας νενοῆσθαι, τὸν βραδὺν δὲ βραδὺν καὶ νῦν ἔτι μένειν. αὖθις οὖν ἀπόκριναί μοι, τὸν ἀραιὸν, εἰ μὴ τὸν ἀμυδρὸν λέγεις; ἀλλὰ λέγω, φησί. τί δὲ τὸ τὸν ἡσυχάζοντα μέχρι πολλοῦ; ἆροὐ καὶ τοῦτον ἀραιὸν ἐρεῖς; ὡμολόγει. περαίνοιτἂν οὖν, ἔφην, ἐκ τῶν ὡμολογημένων βαρὺς σφυγμὸς ἀμυδρός τις ἅμα καὶ βραδὺς εἶναι καὶ ἀραιός. ἐσιώπησεν ἐπὶ τούτοις πρεσβύτης μάλα σεμνῶς. ἀλλεἰ καὶ τοῦτ’, ἔφην, οὐκ ἂν εἴη ποιότης ἑτέρα τις παρἃς ἅπαντες λέγουσιν τοῦ βαρέος, ἀλλὄνομα κατὰ τριῶν ποιοτήτων συνόδου κείμενον. τὸν γὰρ ἀμυδρὸν ἅμα καὶ βραδὺν καὶ ἀραιὸν βαρὺν εἶναι φήσομεν. οὐκ οἶδ’, ἔφη, τί λέγεις, καὶ φιλονεικεῖς μάτην, καὶ τοῦτεἰπὼν ἀπηλλάττετο, προσβλέψας ἡμῖν ἐπιτιμητικόν τι καὶ  καταγνωστικόν. ἀλλἡμεῖς μετὀλίγας ἡμέρας ἐπὶ νοσοῦντός τινος αὐτοῦ τε παρόντος ἐκείνου τοῦ γέροντος καὶ ἄλλων πολλῶν εὐδοκίμων ἰατρῶν, καὶ πάντων ταραττομένων ἐπὶ τοῖς ὑπάρχουσι τῷ κάμνοντι συμπτώμασι, κοιλίαν ἐκταραχθήσεσθαι προειπόντες, εἶτἐρωτώμενοι πρὸς αὐτῶν, ὁπόθεν αὐτὸ προειρήκαμεν, πόκον, εἴπομεν, εἰς γναφεῖον οὐδεὶς ἀποφέρει, δηλοῦντες αὐτοῖς, ὡς πολλοῦ δέουσι τὰ τηλικαῦτα μανθάνειν, μηδὲ τὰ βραχύτατα γινώσκοντες. ὀλίγων δὕστερον ἡμερῶν ἐξ ἀριστεροῦ μυκτῆρος αἱμοῤῥαγίαν προειπόντες, εἶταὖθις παρωτίδας ἐσομένας, εἶτα ἄλλο τι καὶ ἄλλο, τὸ μὲν προγνόντες, τὸ δὲ θεραπεύσαντες, ὧν ἠδυνάτουν ἐκεῖνοι, δεομένοις αὐτοῖς εἰπεῖν, ἐκ τίνος τὰς τοιαύτας θεωρίας προλέγετε καὶ πράττετε, διὰ παντὸς ἐσιωπῶμεν, ἐκείνοις μὲν οὐδὲν ἀποκρινόμενοι, πρὸς δὲ ὑμᾶς αὐτοὺς λέγοντες τὸ τοῦ Κωμικοῦ,
§3.3 θᾶττον γὰρ ἄν τις τοὺς ἀπὸ Μωϋσοῦ καὶ Χριστοῦ μεταδιδάξειεν τοὺς ταῖς αἱρέσεσι προστετηκότας ἰατρούς τε καὶ φιλοσόφους. ὥστἐγὼ τελευτῶν ἔγνων κερδαίνειν μακρὰν ἀδολεσχίαν περὶ μηδενὸς αὐτοῖς ὅλως διαλεγόμενος· καί μοι τοῦτο πράττεται καὶ πραχθήσεται. καὶ τάδε τὰ γράμματα σαφῶς εἰδὼς ἀνωφελῆ πᾶσιν ὀλίγου δεῖν ἐσόμενα, πλὴν ἑνὸς ἴσως τινὸς, δυοῖν, οἳ ἂν καὶ φύσει θαυμαστῇ καὶ διδασκαλίᾳ καὶ μελέτῃ χρήσωνται, καὶ πρὸ τούτων ἁπάντων ἔξω τῆς περὶ τὰς αἱρέσεις καταστῶσι μανίας, ὅμως γράφω, ἅμα μὲν παιδιὰν οὐκ ἄμουσον παίζων, ἅμα δὲ εἰς τὸ τῆς λήθης γῆρας, ὡς Πλάτων φησὶν, ὑπομνήματα ἑαυτῷ παρασκευαζόμενος, ἅμα δὲ καί τισι τῶν ἑταίρων δεηθεῖσι χαριζόμενος. ἀλλὰ περὶ μὲν τῆς ἐπιπολαζούσης ἀμαθίας ἅμα καὶ φιλονεικίας ἀρκεῖ καὶ ταῦτα.
§4 Περὶ δὲ ὧν προὐθέμεθα λέγειν ἐπάνιμεν αὖθις, ἐπιδεικνύντες τοῖς ἕπεσθαι δυναμένοις, ὡς βαρὺς σφυγμὸς ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐδὲ ἕν. εἰ γὰρ ὡς σοφώτατος τῶν καθἡμᾶς Ἀρχιγενείων ἀναγκαζόμενος αὐτὸν ἐξηγεῖσθαι, μετελάμβανεν, ἀμυδρὸς ἔσται καὶ βραδὺς καὶ ἀραιός. εἰ δὲ τὸν τοιοῦτον σφυγμὸν ἐνδείκνυσθαι φαῖεν ὑπὸ πλήθους βαρύνεσθαι τὴν φύσιν, καὶ διὰ τοῦτο καλεῖσθαι δεῖν βαρὺν σφυγμὸν, ὥρα καλεῖν αὐτοὺς οὐ βαρὺν μόνον, ἀλλὰ καὶ ὠμὸν αὐτὸν καὶ ψυχρὸν, ὃς οὐδὲν ἧττον πλήθους ὠμότητα χυμῶν καὶ κατάψυξιν ἐνδείκνυσθαι δύναιτἄν. οὕτω δ’, οἶμαι, καὶ χολώδη τινὰ καὶ φλεγματώδη σφυγμὸν ὀνομάζειν οὐκ ὀκνήσομεν, ἂν ἅπαξ τῶν ποιούντων αὐτοὺς αἰτίων τὰς προσηγορίας αὐτοῖς τοῖς σφυγμοῖς ἐπιφέρειν ἐθίσωμεν. ὅπερ οὖν ἀεὶ λέγεται, τὸ μὴ διωρίσθαι παραὐτοῖς ἰδίᾳ μὲν τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἰδίᾳ δὲ τὴν περὶ διαγνώσεως, ἰδίᾳ δὲ τὴν περὶ τῶν ἐν αὐτοῖς αἰτίων, ἰδίᾳ δὲ τὴν περὶ προγνώσεως, εἰς τὰς τοιαύτας ἀδολεσχίας ἐμβάλλει. γοὖν Ἀρχιγένης περὶ πρώτου πάντων γράφων τοῦ κατὰ τὸ μέγεθος γένους τῶν σφυγμῶν, οὔτε τῶν ποιούντων αὐτοὺς αἰτίων οὔτε τῆς ἐξ αὐτῶν προγνώσεως ἐμνημόνευσεν, ἀλλὰ τὰς διαφορὰς τῶν κατὰ τὸ γένος τοῦτο συνισταμένων σφυγμῶν καὶ τοὔνομα ἑκάστης αὐτῶν ἐδίδαξε, βραχέα μέν που παρεμβάλλων αὐτοῖς τῆς διαγνώσεως, ἀλλοὐδὲ αὐτὸ τοῦτο γινώσκων, ὡς ἐν τοῖς ἑξῆς ἀποδειχθήσεται. δευτέρου δὲ τοῦ κατὰ τὴν σφοδρότητα γένους μνημονεύων, τὰς τρεῖς ὁμοῦ διδασκαλίας συνέχεεν, οὐ περὶ διαφορᾶς μόνον καὶ διαγνώσεως, ἀλλὰ καὶ περὶ τῶν ποιούντων αὐτῶν αἰτίων διαλεχθείς. κᾀν τῇ περὶ πληρότητος ἔτι μᾶλλον ταραχθεὶς, ἑξῆς ἐν τῇ περὶ ῥυθμῶν ὀλίγα μὲν προσήψατο τῆς διαγνωστικῆς θεωρίας, τὰ πλεῖστα δὲ ἐν τῇ πρώτῃ κατέμεινεν· ἐν μόνῃ δὲ τῇ περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας τὸ πρῶτον μέρος τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας ἠδυνήθη φυλάξαι καθαρὸν, μήτε περὶ διαγνώσεως καὶ προγνώσεως τῆς ἐξ αὐτῶν, ἀλλοὐδὲ περὶ τῶν αἰτίων οὐδὲν εἰπὼν ἐνταυθοῖ. ἐν δὲ τῷ περὶ τοῦ βαρέος τε καὶ ἀβαροῦς, ὡς αὐτὸς ὀνομάζει, λόγῳ, πρὸς τοῖς ἄλλοις ἔτι καὶ τοῦτο θαυμαστῶς οὕτως ἔγραψεν· ὃν ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. τίνες, οὗτος, ἐχρῆν εἰπεῖν· ἐκ ποίας Σκυθίας ἥκοντες; ἵνα γνῶσιν ὡς οὐδὲν πλέον δηλοῖ τὸ ἀμαυρὸν ὄνομα τοῦ ἀμυδροῦ, ἄμφω γὰρ κατὰ τοῦ αὐτοῦ λέγουσιν οἱ Ἕλληνες, ἀλλὰ συνηθέστερον αὐτοῖς τὸ ἀμυδρόν. οὗτοι μὲν δὴ δύο σφυγμοὶ, βαρύς τε καὶ ἀβαρὴς, Ἀρχιγένεια δῶρα, μέχρι τοῦ λαληθῆναι προελθόντες, οὐδεμίαν ἔχουσι διάγνωσιν· οἱ δἐφεξῆς αὐτῶν ἔτἀλλοκοτώτερον σύγκεινται. τίς γάρ ἐστιν ἔσω ῥέπον τὸ βάρος ἔχουσα διαφορὰ σφυγμῶν, ἐγὼ μὲν οὐκ οἶδα. καὶ διὰ τοῦτο πάλιν ἠναγκάσθην ἐρωτᾷν τοὺς ἀπαὐτοῦ, τί ποτε εἴη τὸ αἴνιγμα. τῶν δαἰνιγματωδέστερόν τε καὶ ἀλλοκοτώτερον ἔταὐτοῦ τοῦ συγγράψαντος ἀποκριναμένων, ἔγνων βεβαίως, ὡς εἰσὶν ἄρα τινὲς ἄνθρωποι θαυμάζοντες μὴ νοοῦσι. καί μοι δοκεῖ τοῦταὐτὸ κατανοήσας Ἀρχιγένης ἑκὼν εἶναι πολλαχόθι γράφων ἀσαφῶς. ἐγὼ μὲν οὖν οὐδὲ χωρὶς τοῦ γελᾷν δύναμαι μνημονεῦσαί ποτε τοῦ ῥέποντος ἔσω βάρους. δῆλον γὰρ ὡς ἕτερόν τι βάρος ἔξω ῥέπον ἐστί. καὶ τοῦτο μὲν, ὡς οἶμαι, τῷ δέρματι τοῦ ἀνθρώπου βαρὺ, τὸ δἕτερον τοῖς ὀστοῖς ἐστι· πῶς γὰρ ἂν ἄλλως τὸ μὲν ἔξω, τὸ δεἴσω ῥέπειν λέγοιτο; τὸ δὲ παραπεποδισμένην καὶ πεπιεσμένην καὶ δεδυκυῖαν ὀνομάζειν τινὰ διαφορὰν σφυγμοῦ, ἆροὐ καὶ αὐτὰ τῶν ἐξηγησομένων δεῖται; τίς γάρ ἐστιν παραπεποδισμένη;  καὶ γὰρ βραδύτερα χρῆν κινουμένη παραπεπόδισται, καὶ ἀραιοτέρα προσήκει καὶ διαλείπουσα καὶ ἐκλείπουσα καὶ ἀνώμαλος πᾶσα καὶ ἄτακτος καὶ ἄρυθμος, ἀλλὰ καὶ μικροτέρα τοῦ δέοντος καὶ ἀμυδροτέρα, πάντως δή που καὶ αὗται τῶν παραπεποδισμένων εἰσίν. ὅλως γὰρ τὸ παραπεποδίσθαι μᾶλλον αἰτίας ἐστὶν διαφορᾶς σφυγμοῦ δηλωτικόν. δαὖ πεπιεσμένη, καὶ αὕτη πότερον ἀμυδρά τίς ἐστιν σμικρά; τί μέντοι βούλεται κᾀπὶ τῆς δεδυκυίας διαφέρειν; δόξειε γὰρ ἂν δεδυκυῖα μικρά τις ὑπάρχειν. ἀλλἴσως μὲν ἡμεῖς σκαιοὶ παντάπασίν ἐσμεν, Ἀρχιγένης δὲ μονονοὺ αὐτὸς Ἑρμῆς, ἕνεκα συνέσεως· ἐχρῆν οὖν αὐτὸν ὡς θεὸν ἀνθρώπους διδάσκειν ἐπιχειροῦντα, μὴ μόνον ὀνόματα γράφειν, ἀλλὰ καὶ διαγνώσεις, ὡς ἐπὶ τῶν σαφεστέρων ἐποίησεν. ἀλλεἴπερ ὅλως ἐπεχείρησεν αἰσθητοῖς γνωρίσμασι διακρίνειν αὐτοὺς, οὐκ ἂν οὕτως μάταια λέγων ἐλάνθανεν, ὥσπερ οὖν καὶ ἡμῶν ἑτέρους πλείονας ἄχρι λόγου συνθεῖναι δυναμένων. καὶ δὴ λέγω πρῶτον μὲν τὸν ἀναπεπτάμενον σφυγμόν. οὐ γὰρ δήπου δεδυκότα μὲν ἐκείνῳ λέγειν ἔξεστιν, ἀναπεπτάμενον δἡμῖν οὔ; καὶ νὴ Δίἄλλον νηχόμενον. ἤδη δὲ καὶ γλίσχρον καὶ κραῦρον ἐρῶ καὶ μέλανα καὶ λαμπρὸν καὶ καθαρὸν καὶ θολερὸν καὶ δεινὸν καὶ ἱλαρόν. καί που καὶ βλιτυριζόμενον ἐρῶ σφυγμὸν καὶ σκινδαψιζόμενον, εἰ χρὴ λέγειν ὀνόματα μόνον. ἀλλὰ καὶ τὸ βλίτυρι, φασὶ, καὶ τὸ σκινδαψὸς ἄσημα παντελῶς ἐστι, τὰ δἈρχιγένους δῆλα. τί ληρεῖς ἄνθρωπε ἑκὼν, καὶ γὰρ τὸ βλίτυρι κροῦμά τι δηλοῖ καὶ τὸ σκινδαψὸς οὐκ οἰκέτου μόνον, ἀλλὰ καὶ ὀργάνου τινός ἐστιν ὄνομα. τί δὴ τοῦτο φήσει τις, οἶμαι, πρὸς τοὺς σφυγμούς; τί δὲ σὺ λέγεις ὀνόματα πρὸς αὐτοὺς ἐστὶ, τά τε μικρῷ πρόσθεν εἰρημένα καὶ ἀποκεκρημνισμένος καὶ τρύζων καὶ ὑγροφανὴς καὶ καρώδης καὶ βομβῶν καὶ ἐκτεθαμβημένος καὶ ἀναλυθεὶς καὶ ἀτενὴς καὶ ἀδρανὴς καὶ ἀποπεπηγὼς καὶ διαπεφυσημένος καὶ διηγκωνισμένος καὶ ἐγκαλυπτόμενος καὶ ἐξώστης καὶ ἐμβριθὴς καὶ ἐγκρέκων καὶ νότυλος καὶ κατανεναγμένος καὶ διανεναγμένος καὶ λαγαρίζων καὶ ὑποκλεπτόμενος καὶ ῥακώδης καὶ σεσοβημένος καὶ σκυθρωπῶς ἀποχωρῶν, τε τῆς ἀρτηρίας ὁλκίμου προσπιπτούσης, ἄλλων τε τοιούτων ὀνομάτων πάμπολυ πλῆθος, ἅπερ ἰδίᾳ μέν τι καὶ καθαὑτὰ δηλοῖ, κοινὸν δὲ αὐτοῖς πρὸς τοὺς σφυγμοὺς οὐδέν ἐστιν, ὥσπερ οὐδὲ τὸ ὑγρότερον ἐξωθεῖν λέγεσθαί τινα σφυγμόν; ἐνταῦθα γὰρ πάλιν ἀποπλανᾶται τῆς τῶν σφυγμῶν διδασκαλίας Ἀρχιγένης, ὑγρότητος μνημονεύων, εἰς μὲν τὰς προγνώσεις χρησίμου πράγματος, ἀλλοὐκ ἐκ τῆς περὶ σφυγμῶν θεωρίας. μίξας οὖν αὐτῇ τῇ ἐξεριστικῇ πρὸς αὐτοῦ κληθείσῃ μηδὲν διαφερούσῃ τοῦ σφοδροῦ σφυγμοῦ, διαφοράν τινα προσποιεῖται ἑτέραν ταύτην διδάσκειν, οὖσαν οὐχ ἑτέραν, ἀλλὰ σφοδρὸν σφυγμὸν μεθὑγρότητος. εἶτα ἐξαπατᾷ τὸν ἰδιώτην τῆς θεωρίας, ὡς μέγα τι προσγράψας, τὸ οἷα ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται· γὰρ ἐξεριστικὴ πληγὴ, φησὶν, αὐτὴ μεθὑγρότητος ἀπὸ τροφῆς μάλιστα νεαρᾶς γίγνεται. τίς λόγος καί φησιν, Ἀρχίγενες, ἀληθὲς τοῦτο λέγεις, ἀλλὰ ἀδιαρθρώτως τε καὶ συγκεχυμένως, καὶ διὰ τοῦτο ἀσαφῶς. ἐχρῆν γὰρ οὕτως εἰπεῖν, ἐπὶ τροφαῖς προσφάτοις σφοδρὸς γίνεται σφυγμὸς μεθὑγρότητος. τοῦτον δοὐκ ἔστιν ἄλλον τινὰ παρὰ τὸν σφοδρὸν σφυγμὸν εἰπεῖν, ἀλλὰ σφοδρὸν σφυγμὸν, καὶ ἄλλο τι, οὐκ ἔστιν ὅλως σφυγμὸς, πρὸς τῷ καὶ ἀκαίρως ἅπτεσθαι κοινῆς θεωρίας, τοῦ τε περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων τόπου καὶ τοῦ περὶ τῆς διαὐτῶν προγνώσεως. ἐν ἐκείνοις γὰρ ἄμεινον ἦν εἰπεῖν, ἐπὶ τροφῇ ποῖός τις σφυγμὸς γίνεται. καὶ ἡμεῖς λέγομεν, Ἀρχίγενες, οὐχ οὕτως ῥᾳθύμως, ὡς σὺ νῦν, ἀλλὰ μετὰ τῶν οἰκείων διορισμῶν. οὐ γὰρ ἁπλῶς ἐπὶ τροφῇ πάσῃ σφοδρὸς μεθὑγρότητος γίνεται σφυγμὸς, ἀλλὰ καὶ ἐπὶ τῇ συμμέτρῳ μὲν κατὰ ποσὸν, ὑγρᾷ δὲ κατὰ τὸ ποιόν. οὔτε γὰρ πλείων τροφὴ σφοδρὸν τὸν σφυγμὸν, ἀλλἀνώμαλον ἐξ ἀμυδρῶν καὶ σφοδρῶν καὶ μέσων, οὔτε ξηρὰ τὸν ὑγρὸν ἐργάζεται. ὥστε τῇ μὲν ὑγρότητι τῆς τροφῆς, ὑγροτέρου ποτὲ γενομένου τοῦ δέρματος, οὐδὲ γὰρ διὰ τοῦτο διαπαντὸς, ἀλλὰ δεῖταί τινος διορισμοῦ, τῇ συμμέτρῳ δαὖ κατὰ τὸ ποσὸν τροφῇ πάντως ἑπομένης σφοδρότητος, ἄμεινόν ἐστιν, ὑγρότητος μὲν μηδόλως μνημονεύειν, γε οὐδὲ τρέπει ποτὲ κατὰ τὸν ἑαυτῆς λόγον τοὺς σφυγμοὺς, τροφῆς δὲ συμμέτρου μνημονεύσοντας σφοδρὸν ὑπαὐτῆς λέγειν γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ τοῦτο, κᾄν ἀληθὲς , πρώτης μὲν τῆς τῶν ἐν σφυγμοῖς αἰτίων ἐστὶ διδασκαλίας, ἐφεξῆς δὲ τῆς προγνωστικῆς. οὐ μὴν προὔκειτό σοι περὶ τούτων λέγειν. εἰ δἀδιορίστως ἅμα καὶ οὐκ ἐν καιρῷ γράφειν συγχωρεῖται, μὴ μόνον ἐπὶ νέᾳ τροφῇ τὸν τοιοῦτον ἴσθι γινόμενον σφυγμὸν, ἀλλὰ κᾀν τοῖς βαλανείοις ποτὲ, κᾀν τοῖς γυμνασίοις, καὶ τοῖς θυμοῖς. γίνεται γὰρ κᾀν τούτοις ἔσθὅτε. καὶ πῶς καὶ τίνι τρόπω γίνεται, εἰ μὲν μόνον εἰπόντες ἀρκεσθείημεν, οὐδὲν δήπου πλέον ἐδιδάξαμεν, εἰ δὲ διοριζόμεθα, τῆς προκειμένης ἀποστησόμεθα πραγματείας. μὴ τοίνυν παραφλυαρῶμεν, ἀλλεἴ τινα ἔχεις ἡμᾶς διδάξαι διαφορὰν σφυγμῶν ἑτέραν ὧν ἴσμεν, δίδασκε, μὴ μόνον ὀνόματα λέγων, ἀλλὰ καὶ τὸ σημαινόμενον αὐτῶν καὶ τὴν διάγνωσιν ὅλου τοῦ πράγματος. ἐπεί τοι πάλιν, ἵνα ταῦτά τις παραλίπῃ, συνάπτεις αὐτοῖς ἑξῆς τὸν διηγκωνισμένον σφυγμὸν, παραλιπὼν τὸν διεζωσμένον τε καὶ ἀποπεπλεγμένον καὶ προβεβηκότα καὶ ἀποβεβηκότα καὶ λακτίζοντα καὶ γονατίζοντα καὶ γαστρίζοντα.  τίς γὰρ νομοθεσία διηγκωνισμένον μέν τινα καλεῖν, τοὺς δἄλλους παραλιπεῖν; ἀλλὰ διηγκωνισμένον μὲν, φησὶ, λέγομεν τὸν οἷον τεθυμωμένον. οὐκοῦν πάλιν κακῶς παραλείπεις τὸν οἷον λυπούμενον καὶ ὀργιζόμενον καὶ μηνιῶντα. μὴ παῖζε, φησὶ, τὸν γὰρ ἰσχυρὸν οὕτως καλοῦμεν. οὐ παίζω, βέλτιστε. σὺ δἐπιτρέπεις ἡμᾶς, ἐνὸν ἰσχυρὸν εἰπεῖν, διηγκωνισμένον λέγειν. εἰ γὰρ ἰσχυρὸν εἰρήκεις, ἐπυθόμην ἄν σου, τίς ποτέ ἐστιν οὗτος ἰσχυρὸς, καὶ πῶς αὐτὸν διαγνωσόμεθα. τὸν μὲν γὰρ σφοδρὸν, ὅταν ἐν τῷ θλίβειν ἡμᾶς τὴν ἀρτηρίαν ἀντιβαίνῃ, καὶ τὸν ἐναντίον αὐτῷ τὸν ἀμυδρὸν, ὅταν ἀφανίζηται, θλιβόντων διαγιγνώσκομεν, τὸν δἰσχυρὸν ἐὰν εἴπῃς, καὶ τοῦτον ὅπως διαγνωσόμεθα, διδάξεις τι πλέον. εἰ δὲ μὴ, κᾀνταῦθα ὄνομα μόνον, οὐ πρᾶγμα προσθήσεις. ὅταν βιαίως, φησὶν, ἀνατρέπῃ, καὶ ὠθῇ τὴν ἁφήν. ἀλλὰ καὶ σφοδρὸς ἀνέτρεπεν, ἀλλἧττον, φησὶ, τούτου βιαίως, οὐκοῦν ἐπιτεταγμένον σφοδρότητι λέγεις τὸν ἰσχυρὸν δὴ τοῦτον καὶ διηγκωνισμένον σφυγμόν; ναὶ, φησὶν, οὕτω λέγομεν. ὥρα τοίνυν ἡμῖν καὶ τὸν ἐπιτεταμένον τῷ τάχει μὴ τάχιστον, ἀλλἄλλο τι καλεῖν, καὶ τὸν ἐπιτεταμένον μεγέθει μὴ μέγιστον, ἀλλἕτερόν τι, καὶ τοὺς ἄλλους ὡσαύτως. εἰ δἐκείνοις ἀρκεῖ τάχιστον εἰπεῖν καὶ μέγιστον καὶ βραδύτατον καὶ ἀραιότατον καὶ πυκνότατον, ἀρκεῖ κᾀνταῦθα σφοδρότατον εἰπεῖν, καὶ μὴ νομίζειν, παρακειμένης τινὸς τῇ σφοδρότητι μνημονεύειν ἑτέρας διαφορᾶς. αἱ γὰρ ἐν ἑκάστῳ τῶν γενῶν ἐπιτάσεις οὐκ εἰσὶν ἔξω τοῦ γένους. οὔτε γὰρ τὸ λίαν λευκὸν ἄλλό τι καὶ οὐ λευκόν ἐστι οὔτε τὸ λίαν μέλαν ἄλλό τι καὶ οὐ μέλαν. οὐκοῦν οὐδὲ τὸ λίαν σφοδρὸν ἄλλό τι καὶ οὐ σφοδρόν. ἅπαντοὖν τὰ τοιαῦτα λῆρός ἐστι μακρὸς, ἐξ ἀνάγκης ἑπόμενα τῷ μὴ διηρθρῶσθαι καλῶς ἀπαὐτῶν μήτε τὴν ἔννοιαν ἑκάστου τῶν σφυγμῶν μήτε τὴν οὐσίαν μήτε τὴν διάγνωσιν μήτε τὰς αἰτίας ὑφὧν γίγνονται. χρὴ γὰρ, ὡς ἤδη πολλάκις εἴρηταί μοι, τὸν ἀληθείας ἐφιέμενον ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀρξάμενον ὁπόσα τε ταῦτά ἐστι καὶ ὁποῖα διορίσασθαι, κᾄπειθἑξῆς αὐτοῖς ὀνόματα θέσθαι, καὶ μετὰ ταῦτα περὶ τῆς διαγνώσεως εἰπεῖν, εἶτἐπὶ τοῖσδε τῆς αἰτίας, εἶτα τῆς προγνώσεως, ὅπερ ἡμεῖς πεποιήκαμεν, ἐν μὲν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ τὰς διαφορὰς ἁπάσας ἐπελθόντες τῶν σφυγμῶν, ἐν δὲ τῇ περὶ διαγνώσεως, ὅπως χρὴ τοὺς δακτύλους ἐπιβάλλοντα, καθἑκάστην αὐτῶν ἀκριβῶς αἰσθάνεσθαι, καὶ μετὰ ταῦτα τὴν περὶ τῶν αἰτίων πραγματείαν συνθέντες, εἶτα τὴν προγνωστικήν. ἀλλὰ νῦν γε περὶ μὲν τῆς πρώτης λόγος ἡμῖν ἐστι, ἧς τὸ χρήσιμον αὐτὸ πρὸς τὰ τῆς τέχνης ἔργα διὰ τοῦ πρώτου βιβλίου δεδήλωται, κεφαλὴν ἐπιθῶμεν ἤδη τῷ περὶ σφοδρότητος λόγῳ.
§5–6.2
§5 Ἔστι δέ τις σφυγμὸς ἀνατρέπων τὴν ἁφὴν, τουτέστιν ἰσχυρῶς τε καὶ ἀντιβατικῶς πλήττων. τοῦτον εἴτε σφοδρὸν εἴτεὔτονον εἴθ τι βούλεται καλεῖν τις, οὕτω θέμενος ἴστω διαγιγνωσκόμενον αὐτὸν, ἐρειδόντων ἐπὶ πλεῖον τοὺς δακτύλους, οὐκ ἐπιπολῆς ψαυόντων. αἰτία δαὐτοῦ ῥώμη τῆς τοὺς σφυγμοὺς ἐπιτελούσης δυνάμεως. εἰ μὲν οὖν ἡμεῖς πρῶτοι τὴν ὅλην ἐξουσίαν εἴχομεν τῆς θέσεως τῶν κατὰ τὴν ἰατρικὴν ὀνομάτων, εὔτονον ἂν, οὐ σφοδρὸν ἐκαλέσαμεν τὸν τοιοῦτον σφυγμόν. ἐπεὶ δἔφθασεν ὑπὸ τῶν πλείστων ὀνομάζεσθαι σφοδρὸς, οὐ μετατίθεμεν τοὔνομα, καί τοι γινώσκοντες παρὰ τοῖς Ἕλλησι τὸ τῆς σφοδρότητος ὄνομα κατἐνεργείας ἀεὶ λεγόμενον ἰσχυρᾶς τε ἅμα καὶ ταχείας· παλαίσματά τε γὰρ ὀνομάζεται σφοδρὰ τὰ μετὰ συντονίας τε ἅμα καὶ τάχους γινόμενα καὶ ἄνθρωποι κατὰ τὸν αὐτὸν τρόπον, ὅταν εὐτόνως τε ἅμα καὶ ταχέως ἐνεργῶσι, σφοδροὶ προσαγορεύονται. καὶ δὴ καὶ τὸ τῶν λεόντων γένος ἅπαντες ὀνομάζουσι σφοδρὸν, ὅτι καὶ τοῦτο μετὰ συντονίας τε ἅμα καὶ τάχους ἐνεργοῦν ὁρῶσιν, ὥστεἴπερ ἦν ἐπἐμοὶ θέσθαι τοὔνομα, τὴν μὲν ἁπλῆν ποιότητα τῶν ἀντιβατικῶν τε καὶ ἀνατρεπτικῶν τῆς ἁφῆς τῶν σφυγμῶν ἰσχὺν ἂν, ῥώμην, εὐτονίαν, τι τοιοῦτον ἕτερον ὠνόμασα, τὴν δἐκ ταύτης ἅμα καὶ τάχους σύνθετον οὐκ ἐκάλεσα σφοδρότητα. νυνὶ δἐπειδὴ τὸ τῆς σφοδρότητος ὄνομα διἔθους ἐγένετο τοῖς πλείστοις τῶν ἰατρῶν ἐπὶ μιᾶς τῶν πρώτων λέγεσθαι διαφορῶν, ἔγνων χρῆναι μὴ φεύγειν αὐτό· καὶ διὰ τοῦτο τὸν μὲν εὐρώστως πλήττοντα σφυγμὸν ὠνόμασα σφοδρὸν, τὸν δἀῤῥώστως ἀμυδρὸν, οὐδὲν διαφέρον, εὐρώστως, ἰσχυρῶς, βιαίως, εὐτόνως εἰπεῖν. αἰτίαν δαὐτοῦ ῥώμην τῆς κινούσης τὰς ἀρτηρίας δυνάμεως εἶναί φησι, διάγνωσιν δὲ τῶν δακτύλων εἰς βάθος ἐρειδομένων. ἐν γὰρ τῷ τοιούτῳ τρόπῳ τῆς ἐπαφῆς μὲν ἰσχυρὸς σφυγμὸς ἰσχυρότερος φαίνεται, βιαιότερον ἀνθιστάμενος τοῖς θλίβουσι δακτύλοις, δἀσθενὴς οὗτος ἐνίοτε καταπίπτει τε καὶ νικᾶται πρὸς αὐτῶν, ὡς ἄσφυκτον δοκεῖν εἶναι τὸν ἄνθρωπον. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἐχομέναις πραγματείαις ἐροῦμεν· δὲ νῦν ἐνεστηκὼς λόγος ἤδη μοι πέρας ἐχέτω.
§6.1 Βούλομαι γὰρ ἑξῆς ἐπὶ τὴν πολυθρύλλητον ἀφικέσθαι πληρότητα, πολλὰ πράγματα παρεσχηκυῖαν ἅπασι τοῖς ἰατροῖς τοῖς νεωτέροις, μέλλουσάν γε δή που καὶ ἡμῖν οὐκ ὀλίγα παρέξειν, οὐκ ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ μόνον, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ πολὺ δὴ μᾶλλον ἐν τῇ διαγνωστικῇ. τὴν μὲν γὰρ ἔννοιαν αὐτῆς ὁμολογοῦμεν ὑπάρχειν ἐναργῆ, διάγνωσιν δὲ οὐδεμίαν αἰσθητὴν εἶναί φαμεν. ἀλλὰ περὶ μὲν τῆς διαγνώσεως αὖθις εἰρήσεται, περὶ δὲ τῆς ἐννοίας, ἐπειδὴ καὶ ταύτην ἔνιοι συγχέουσιν,  ἤδη λέγωμεν. ἀπὸ μὲν οὖν τῶν πραγμάτων ἀρχομένοις, ἤτοι τοῦ τῆς ἀρτηρίας σώματος ἔσται τις ποιότης πληρότης, τῆς ἐγκεχυμένης οὐσίας· ἀπὸ δὲ τῶν ὀνομάτων, ἐνθένδἂν μάλιστά τις ὑπάρξαιτο. πλῆρές φαμεν εἶναι τὸ κεράμιον οἴνου, καὶ πλήρη τὸν θύλακα ἀλφίτων. οὕτω δὲ καὶ τὸ θέατρον, τὸ στάδιον, τὸ βουλευτήριον, ἀνθρώπων πλήρη λέγομεν ὑπάρχειν, ὥσπερ αὖ καὶ κενά. οὕτω δὲ καὶ τὴν γαστέρα καὶ τὸ στόμα ποτὲ μέν φαμεν πλήρη εἶναι, ποτὲ δὲ κενά.
§6.2 καὶ ὅλως ἅπαν ἀγγεῖον ἐντὸς αὐτοῦ περιέχων εὐρυχωρίαν ἤτοι πλῆρες, κενὸν εἶναί φαμεν· ἐπειδὰν μὲν ὑφἑτέρου τινὸς σώματος, εἴθἑνὸς, καὶ πλειόνων, εὐρύτης αὐτοῦ καταλαμβάνηται, πλῆρες· ἐπειδὰν δὲ μόνον ἀέρα περιέχῃ, κενόν. οὕτω μὲν ἅπαντες ἄνθρωποι κυρίως τε καὶ πρώτως ὀνομάζουσι. μεταφέροντες δἐντεῦθεν ἤδη τινὲς ἐπὶ τὰς ἑαυτῶν τέχνας, οὐκέτι δηλονότι κυρίως, οὐδὲ πρώτως, ἀλλὰ δευτέρως τε καὶ τροπικῶς μὲν ἔριον ὠνόμασε πλῆρες, δὲ οἶνον, δὲ ἄλλο τι τῇ χρείᾳ κρίνων ἕκαστος τὸ πρᾶγμα. τὸ μὲν γὰρ διαρκῆ τε καὶ μόνιμον ἔχον αὐτὴν ὀνομάζουσι πλῆρες, ὥσπερ τὸν οἶνον οἱ γευσάμενοι μέχρι πλείστου παραμενούσης αἰσθάνονται τῆς ποιότητος, εἰ δἂν ἐν τάχει παύηταί τε καὶ ἀπολύηται ποιότης, δύναμις, χρεία, κενὸν ἐκεῖνον προσαγορεύουσι. οὕτως οὖν καὶ τοὺς λόγους ἐνίοτε ψευδεῖς ὀνομάζουσι κενοὺς, οὐ μήν γε ὅταν κενὸν εἶναί τινα λέγουσιν νοῦ μεταφορᾷ χρῶνται τηνικαῦτα, καθάπερ οὐδὅταν τοὺς μὲν ἰσχνοὺς ἀνθρώπους κενὸν ἔχειν τὸ σῶμα σαρκῶν φάσκωσι, τοὺς δὲ παχεῖς πλῆρες. ἀλλἐν τούτοις φυλάττουσι τὴν ἀγγείου τε καὶ περιεχομένου νόησιν. ἐφὧν, ὡς ἐῤῥέθη, κυρίως τε καὶ πρώτως εἴθισται λέγεσθαι τὸ πλῆρές τε καὶ τὸ κενόν. ἕτερα δαὖ σώματα διάκενα λέγουσιν, οὐ κενὰ, καθάπερ σπόγγον τε καὶ κίσσηριν. οὐδὲ γὰρ σῶμα νομίζουσι εἶναι τὸν ἀέρα, χώραν δέ τινα καὶ τόπον κενὸν, ἐπιτήδειον ὑποδέχεσθαι σώματα. οὐ μὴν οἱ τῷ λόγῳ διασκεψάμενοί τι περὶ τοῦ ἀέρος, ἰατροί τε καὶ φιλόσοφοι, κενὸν εἶναι παντάπασιν ὑπολαμβάνουσιν αὐτὸν, ἀλλοἱ μέν τινες, ὧν τῆς δόξης καὶ ἡμεῖς μετέχομεν, ἓν ὑπάρχειν σῶμα συνεχὲς ἑαυτῷ πάντῃ, μηδαμόθι κενοῦ παραπλοκὴν ἔχον· οἱ δέ τινες ἐν κενῷ πολλὰ σώματα, τὰ σμικρὰ, τὰ πρῶτα προσφερόμενα, προσκρούοντά τε καὶ ἀποπαλλόμενα, μὴ μέντοι περιπλεκόμενά τε καὶ συγκρινόμενα. καὶ τοίνυν καὶ τὸν κενὸν σφυγμὸν οὕτω μὲν ἡμῖν ἀδύνατον ὀνομάζειν, ὡς οἱ πολλοὶ λέγουσι τὸν ὄντως κενὸν, οὐδὲν γάρ ἐστιν ἐν κόσμῳ τοιοῦτον, ἀλλοὐδὲ κατἐπικράτειαν. οὐδενὸς γὰρ ὑπάρχοντος ὅλως ἐν κόσμῳ κενοῦ, πῶς ἂν εἴη τι κατἐπικράτειαν κενόν; ὑπόλοιπον δὴ, κενὸν ἡμᾶς λέγειν σφυγμὸν ὥσπερ θύλακον, ἀσκὸν, τάλαρον, σάκκον, ὅλως ἀγγεῖον ὁτιοῦν. ἀλλεἴπερ οὕτω λέγοιτο, διχῶς ἐπινοηθήσεται τοιοῦτος γινόμενος, ἕνα μὲν τρόπον ὥσπερ πίθος, ὅταν ἀέρα μόνον ἐν αὐτῷ ἔχῃ, ἕτερον δὲ καθάπερ ἀσκὸς, θύλακος, τι τοιοῦτον ἕτερον, οὗ δυνατόν ἐστι συμπίπτειν ἐπἀλλήλους τοὺς χιτῶνας, ὥσπερ τὸν πεφυσημένον ἀσκὸν οἴνου μένειν ἀεὶ κενὸν, ἀέρος δὲ μεστόν· εἰ δὲ καὶ τοῦτον ἐκκενώσεις, ὡς συμπεσεῖν πανταχόθεν ἀκριβῶς, τηνικαῦτα ἀκριβῶς γίνεσθαι κενόν. καὶ τοίνυν καὶ τὴν ἀρτηρίαν οὕτως ἐροῦμεν ὑπάρχειν κενὴν, ὡς ἀέρα περιέχουσαν, ὥστε κᾂν ἐπιπλεῖστον διαπεφυσημένη τε καὶ διεστῶσα, κενὴν ὀνομάζεσθαι, οὐχ οὕτως΄, ἀλλὥσπερ ἐλέγομεν ἐπὶ τῶν ἀσκῶν, ἐπειδὰν καὶ τὸν ἀέρα τις ἐξ αὐτῶν ἐκκενώσῃ. κατὰ μὲν δὴ τὸ πρότερον τῶν σημαινομένων κενὸς σφυγμὸς ἔσται τοιοῦτος, οἷόν περ Ἐρασίστρατος ἀεὶ βούλεται κατὰ φύσιν ὑπάρχειν αὐτόν· κατὰ δὲ τὸ δεύτερον οὐδὲν διοίσει τοῦ μικροῦ. τὸ γὰρ δὴ τρίτον τῶν σημαινομένων οὔτε Ἀρχιγένης οὔτε Ἀγαθῖνος οὔτε Μάγνος οὔτἈθήναιος οὔτε ἄλλος οὐδεὶς τῶν πνευματικῶν ἰατρῶν ἀληθὲς ὁμολογήσει. λέγω δὲ ὅταν ὀλίγα μὲν σώματα περιέχῃ ἐν αὐτῇ ἀρτηρία, πλείστην δὲ τὴν κενὴν χώραν. οὐ γὰρ εἶναι τοιαύτην οὐδεμίαν ἐν κόσμῳ νομίζουσιν, ἀλλἡνῶσθαι τὴν ὅλην οὐσίαν ἑαυτῇ. λοιπὸν οὖν, ὡς ἔφαμεν, ἤτοι τὸν μικρὸν σφυγμὸν, τὸν ἀερώδη κενὸν ὀνομάσομεν. οὕτω δὲ καὶ τοὺς ἐναντίους αὐτοὺς πλήρεις, τόν τε μέγαν καὶ τὸν οἷον ὑγροφανῆ. ἀλλὰ τούτους μὲν κατὰ τὴν ἐγκεχυμένην οὐσίαν, καθἣν δὴ καὶ μάλιστἄν τις ὀνομάσειε κυρίως πλῆρες κενὸν ἀγγεῖον· ἑτέρως δὲ καθαὑτὸ τῆς ἀρτηρίας τὸ σῶμα, τουτέστι τοὺς χιτῶνας αὐτῆς, οὕς ἄμεινον ἦν, οἶμαι, σκληροὺς καὶ μαλακοὺς, οὐ πλήρεις κενοὺς ὀνομάζειν. οὐδὲν γὰρ ὁμοιομερὲς σῶμα κενὸν πλῆρες καλεῖται, πλὴν εἰ μὴ κατὰ μεταφορὰν, ἧς οὐ χρὴ προσάπτεσθαι κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας. ἀλλεἰ μὲν ἔχοιμεν ὀνόματα κύρια, τούτοις χρῆσθαι προσῆκεν· εἰ δὲ μὴ, λόγῳ μᾶλλον ἑρμηνεύειν ἕκαστον τῶν πραγμάτων, οὐκ ἐκ μεταφορᾶς ὀνομάζειν, ὅταν γε διδάσκειν τις βούληται καὶ μὴ περιλαλεῖν, ἐπεὶ τῷ γε μεμαθηκότι τὸ πρᾶγμα συντόμου δηλώσεως ἕνεκεν ἐγχωρεῖ καὶ διὰ τῶν ἐκ μεταφορᾶς ὀνομάτων καὶ διὰ τῶν ἐκ καταχρήσεως ἐνδείκνυσθαι τὸ λεγόμενον. πρώτη μέντοι διδασκαλία τῶν τεχνικῶν ἁπάντων πραγμάτων ὑπὲρ τοῦ σαφής τε εἶναι καὶ διηρθρωμένη κυρίων ὀνομάτων δεῖται. τὸ τοίνυν σῶμα τῆς ἀρτηρίας, τουτέστιν χιτὼν αὐτοῦ, ἤτοι σκληρότερός ἐστι τοῦ δέοντος, μαλακώτερος, δηλονότι σύμμετρός τε καὶ κατὰ φύσιν ἔχων. οὐ γὰρ δὴ καταὐτό γε τοῦτο πάλιν ἀερώδη τινὰ φήσομεν περιέχεσθαι οὐσίαν, ὑγράν. ἓν γάρ ἐστι τὸ συνεχὲς ἑαυτῷ πανταχόθι, πλὴν εἴ που τρήματά τινα πάνυ  σμικρὰ κέκτηται. ἀλλὰ καὶ ταῦτα ἀερώδη τινὰ περιέχειν οὐσίαν, ὑγρὰν, ἀτμώδη πάντως ἀναγκαῖόν ἐστιν, συμπεπτωκέναι παντάπασιν. ἀλλὰ συμπεπτωκότα μὲν εἰς ἴσον τοῖς οὐδὅλως ἔχουσι καθίσταται· περιέχοντα δὲ ὑγρὸν ἀτμὸν, ἀέρα, μαλακώτερον ἐργάσεται τὸ τῆς ἀρτηρίας σῶμα ὥστε ἐκ περιόδου πάλιν εἰς τοῦθἥκειν ἡμᾶς, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὡς ἤτοι σκληρός ἐστιν μαλακὸς τῆς ἀρτηρίας χιτὼν, γὰρ ἐν τῷ μεταξὺ λόγος οὐκ ἄλλην τινὰ τρίτην ἐδήλωσε φύσιν, ἀλλὰ τῶν εἰρημένων δυοῖν διαφόρους τῆς γενέσεως αἰτίας. ἦν δὲ οὐ τοῦτο τὸ προκείμενον, οὐδὲ χρήσιμον ὅλως εἰς τὰ παρόντα, ὡς ἔγωγε καὶ πάσας εἰπεῖν ἕτοιμός εἰμι τὰς τῶν σκληρῶν τε καὶ μαλακῶν γενέσεις, εἰ μέλλοιμί τινος ἐντεῦθεν ἀπολαύειν εἰς τὰ παρόντα χρηστοῦ. πειράσομαι δὡς ἔνι μάλιστα διὰ βραχυτάτων αὐτὸ πρᾶξαι. πάντων τῶν σωμάτων ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς συνεστώτων, ἐν οἷς μὲν ἂν ὑπάρχῃ πλεῖστον, ἤτοι τὸ γεῶδες στοιχεῖον, τὸ ὑδατῶδες ὑπὸ ψύξεως πεπηγὸς, ἀναγκαῖον εἶναι τὰ τοιαῦτα σκληρά· ἐν οἷς δἂν τὸ πυρῶδες, τὸ ἀερῶδες, τὸ ὑγρὸν στοιχεῖον ἀπαγὲς ἐπικρατῇ, μαλακὰ ταῦτεἶναι πάντα. οὕτω δὲ καὶ εἰ τρήματά τινα καὶ πόρους ἔχοιεν, εἰ μὲν ἤτοι γεώδους οὐσίας ὑδατώδους πεπηγυίας ἐπικρατούσης ἐν αὐτοῖς, ἀναγκαῖον εἰς σκληρότητα τοῦ παντὸς σώματος συντελεῖν· εἰ δἤτοι λεπτομεροῦς τινος ὑγρᾶς ἀπαγοῦς, εἰς μαλακότητα. τούτων οὕτως ἐχόντων, ἤδη δίκαιον ἐρέσθαι τοὺς ἄνδρας, ἐπὶ τί μάλιστα φέρουσιν ὑποκείμενον πρᾶγμα τὸ τῆς πληρότητος ὄνομα. πάντως γὰρ τὴν σκληρότητα καλοῦσιν πληρότητα ἁπλῶς, τινα τῶν εἰρημένων αὐτῆς διαφορῶν. αἱ διαφοραὶ δἦσαν, ὅταν ἤτοι ξηρότης ἐπικρατῇ γεώδης, πῆξις ὑδατώδης. εἴτοὖν ἔχει πόρους τινὰς τὸ ὑποκείμενον ἐν ἑαυτῷ εἴτε μή. κατὰ ταῦτα δὲ καὶ τὴν κενότητα πότερον τὴν μαλακότητα λέγουσιν, τινα τῶν διαφορῶν αὐτῆς. ἦσαν δ’, οἶμαι, καὶ αἱ ταύτης διαφοραὶ κατἐπικράτειαν ἤτοι λεπτομεροῦς οὐσίας ὑδατώδους ἀπαγοῦς. ἀλλοὐδεμίαν ἀποκρίνασθαι τούτων τολμῶσιν. εἶεν γὰρ ἂν οὕτως δήπου μήτε τῆς σκληρότητος ἕτερόν τι τὴν πληρότητα μήτε τῆς μαλακότητος τὴν κενότητα τιθέμενοι. φεύγουσι δἀπὸ τοῦ λόγου πάντα τρόπον, ἔνιοι μὲν αὐτῶν ἀναισχυντότερον, εἰσὶ δοἳ καὶ μεταἰδοῦς τινος. δἀπόδρασις γοῦν εὐσχήμων εἰς τὴν τοῦ πνεύματος καταφεύγει δύναμιν. ὡς γὰρ οἴνου, φασὶ, ποιότης λέγεται πληρότης, οὕτω καὶ τοῦ πνεύματός ἐστί τις πληρότης. ἀλλἐνταῦθα πάλιν ἡμῶν ἀξιούντων, οἴνου πληρότητα καλοῦσιν, ἀποσαφεῖν αὐτοὺς, ἄῤῥητον εἶναί φασι τὸ πρᾶγμα. πῶς οὖν, πρὸς Διὸς, ὀνομάζειν ἐπιχειρεῖτε τὸ ἄῤῥητον, διδάξειν ἡμᾶς ἐλπίζετε; εἰ γὰρ μήτε διδάξαι δύνασθε τὸ πρᾶγμα μήθἑρμηνεῦσαι λόγῳ, πῶς ἂν μάθοιμέν τι τῶν γραφομένων ὑφὑμῶν, κρίναιμεν; καὶ μὴν ἰδοὺ, φασὶν, ἐπαὐτῶν τῶν νοσούντων δείκνυμί σοι τὸν πλήρη σφυγμόν. καλῶς τοίνυν ποιήσεις, οὗτος, εἴπερ ἐστὶν ἄῤῥητος μὲν, δεικτὸς δὲ, μηδὲν μὲν γράφων ὑπὲρ αὐτοῦ, δεικνὺς δὲ μόνον ἡμῖν τὸ πρᾶγμα. καὶ μὴν καὶ γράφεις, ὡς ἑρμηνεῦσαι δυνάμενος, καὶ δεικνύειν ἀδυνατεῖς. οὐδὲ γὰρ συστῆναι δύναται κατὰ δεῖξιν οὐδεμία διδασκαλία χωρὶς ἐξηγήσεως. ἐπιβάλλειν οὖν με κελεύεις τοὺς δακτύλους, ὡς οἶμαι, ἐπὶ τὴν ἀρτηρίαν, εἶτἐρεῖς, ἰδοὺ πλήρης σφυγμὸς τοιοῦτός ἐστιν, οὗ νῦν αἰσθάνῃ. τοῦτο δὲ εἰ μὲν ἁπλῆ τις ὑπῆρχε καὶ μία ποιότης τοῖς σφυγμοῖς, ἀληθῶς ἂν ἐλέγετο. νυνὶ δὲ ἐπειδὴ πολλαὶ μὲν αὗται καὶ καθὑμᾶς εἰσιν, ἅπασαι δὑποπίπτουσιν ἀθρόως, οὐκ ἔθοἷόν τε χωρὶς ἐξηγήσεως οὐδεμίαν αὐτῶν ἐκμαθεῖν. ἰδοὺ γοῦν ἅπτομαι τῆς ἀρτηρίας, ὡς κελεύεις, ἀλλοὐκ εἰδὼς τί ποτε τῶν συμβεβηκότων αὐτῇ πληρότητα καλεῖς, οὐδὲ μᾶλλον ἐπὶ τῇ δείξει σου συνίημι τοῦ πράγματος πρόσθεν, ὅτοὐκ ἐδείκνυες. ἔστω γὰρ, ὁπότἐπιβάλλω τοὺς δακτύλους τῷ σφυγμῷ, διαίρεσθαι μὲν ἐπὶ πλεῖστον αὐτὸν εἰς μῆκός τε καὶ κύκλον· εἰ δὲ καὶ θλίψαιμι καὶ πιέσαιμι, βιαιότερον ἐμπίπτειν τῇ ἁφῇ, φαίνεσθαι δὲ καὶ σκληρὸν ταχύν. εἶτά με τὴν βίαιον αὐτοῦ προσβολὴν ὑπονοῆσαι λέγεσθαι πληρότητα, πῶς οὐκ ἄτοπόν τι συμβαίη κατὰ τὴν δεῖξιν; ὃν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐμάθομεν ὀνομάζειν σφοδρὸν σφυγμὸν, τοῦτον νῦν μεταδιδασκόμεθα πλήρη καλεῖν. τοίνυν ἕτερόν τι σύμπτωμα τῆς διαστελλομένης ἀρτηρίας εἰπὲ, καθοὗ κελεύεις με τὸ τοῦ πλήρους ὄνομα φέρειν, εἴπερ παρὰ ταῦτα οὐδὲν ἄλλο ἐστὶν, ὄνομα μὲν ἐπεισάγεις τοῖς σφυγμοῖς, πρᾶγμα δοὐδὲν διδάσκεις. εἰ δἀρκεῖ σοι λέγειν ἄῤῥητον εἶναι τὸ πρᾶγμα, συγχωρήσεις δήπου κᾀμοὶ λέγειν ἄλλας ἐπὶ ταῖς εἰρημέναις ὑφἡμῶν ποιότητας ἐν τοῖς σφυγμοῖς ὑπάρχειν, κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας φαινομένας, τρεῖς τὸν ἀριθμὸν, οὐκ ὀρθῶς ὑφἡμῶν παραλελειμμένας. εἰ δἐρωτήσετέ με, τίνας ταύτας, ἀῤῥήτους εἶναι φήσω κυρίοις ὀνόμασιν. ἐκ μεταφορᾶς δεἰ βούλοισθε, διδάξειν ὑφέξομαι. καθάπερ γὰρ φωνὴν τὴν μὲν λευκὴν εἶναι, τὴν δὲ μέλαινάν φαμεν, οὕτω καὶ τῶν σφυγμῶν τὸν μέν τινα λευκὸν ὑπάρχειν ἐρῶ, τὸν δὲ μέλανα, καὶ ταύτην πρώτην εὐθέως τὴν ποιότητα παραλελεῖφθαι πρὸς ὑμῶν, ἑτέραν δὲ δευτέραν, καθἣν ἤτοι γλυκύτης τις, πικρότης αὐτῶν ὁρᾶται, χρῆναι δὲ καὶ τούτων τῶν ὀνομάτων ἀκούειν ἐκ μεταφορᾶς, ἄῤῥητον γὰρ εἶναι τὸ πρᾶγμα, δειχθῆναι μέντοι δυνάμενον. ἰδού γέ τοι δείκνυμί σοι τὸν σφυγμὸν τοῦτον τὸν πικρόν. ἀλλὰ καὶ τρίτη ποιότης ἄῤῥητος μέν ἐστι, δειχθῆναι μέντοι δυναμένη. καλῶ δαὐτὴν ὑπογραφῆς ἕνεκα στρυφνότητα. καθάπερ γὰρ ἐν τῇ γεύσει τὸν στρυφνὸν χυμὸν διαγινώσκομεν, οὕτω κᾀν τῇ ἁφῇ τὴν  οἷον στρυφνὴν τῆς ἀρτηρίας προσβολήν. τούτῳ τῷ τρόπῳ τις χρώμενος οὐ τρεῖς μόνον, ἀλλὰ καὶ τριάκοντα φήσει παραλελεῖφθαι διαφορὰς σφυγμῶν. καὶ πρὸ πάντων ἐκείνῳ μοι πρόσεχε τὸν νοῦν, ὅτι στρυφνὸς μέν τις χυμὸς κυρίως ὀνομάζεται, πλήρης δοἶνος οὐδεὶς κυρίως· ἀλλεἴ τις οὕτω προσαγορεύει, μεταφορᾷ χρῆται καθὃν ὀλίγον ἔμπροσθεν ἐξηγησάμεθα τρόπον. ἀπὸ μὲν δὴ τῶν κυρίως ὠνομασμένων ἅπασιν ἀνθρώποις ἐγχωρεῖ μεταφέρειν, οὐ μὴν ἀπὸ τῶν μετενηνεγμένων αὖθις ἑτέρας ποιεῖσθαι μεταφοράς. οὐδὲ γὰρ ποιηταῖς τοῦτό γε συγχωρητέον ἐστὶν, μή τί γε τοῖς ἐπιστημονικόν τι καὶ τεχνικὸν ἐπαγγελλομένοις διδάξειν. ὥσθ μὲν ἀπὸ τῶν χυμῶν ἐπὶ τὴν ἁφὴν μεταφέρων τὸ στρυφνὸν ὄνομα συγγνωστὸς ἀπὸ τῶν χυμῶν κυρίως ἀρχόμενος, δἀπὸ τοῦ κατὰ γεῦσιν πλήρους ἐπὶ τὸ κατὰ τὴν ἁφὴν πλῆρες ἀξιῶν μεταβαίνειν, οὐδὲ κατὰ νόμον οὗτός γε ποιεῖται τὴν μετάβασιν, ἀλλὰ καὶ τῆς τῶν ποιητῶν ἐξουσίας ἐπέκεινα πρόεισιν, ἀπὸ τῆς προτέρας μεταφορᾶς ἑτέραν ποιῶν δευτέραν μεταφοράν. εἰ γὰρ ἅπαξ τοῦτο συγχωρηθείη, καὶ τρίτην ἀπὸ τῆς δευτέρας, οἶμαι, τολμήσει καὶ τετάρτην ἀπὸ τῆς τρίτης καὶ πέμπτην ἀπὸ τῆς τετάρτης ποιήσασθαι μεταφορὰν, ὥστε εἰς ἐκφορὰν ὄντως ἐμβάλλειν τοὺς ἐπιτριβομένους ὑπαὐτῶν. καίτοι γε οὐδἀπὸ τῶν κυρίων ὡς ἔτυχε μεταφέρειν ἔξεστιν οὐδὲ τοῖς ποιηταῖς, ἀλλὰ κᾂν Πίνδαρος εἴη τις, Ὠκεανοῦ τὰ πέταλα τὰς κρήνας λέγων, οὐκ ἐπαινεῖται, καὶ πολὺ μᾶλλον ἐπειδὰν ἀψευδῆ πρὸς ἄκμονι χαλκεύειν γλῶσσαν, τι τοιοῦτον ἕτερον εἴπῃ. ἀλλὰ γὰρ, ὡς ἔοικεν. οὐδὲν οὕτω πολυλογίας ἐστὶ ποιητικὸν ὡς ἐπιτολμῶν ἀνὴρ οἷς ἀγνοεῖ. διαφορὰς γοῦν ἑκάστου τῶν πραγμάτων ἐξευρεῖν, ὅσαι τεἰσὶ τὸν ἀριθμὸν καὶ ὁποῖαι τὸ εἶδος, ἀνδρὸς ἔργων ἐστὶ θεωρίαν λογικὴν ἠκριβωκότος· ἐφεξῆς δὀνόματα καταὐτῶν θέσθαι, ῥητορικοῦ τινος, τἀληθέστερον φάναι, διαλεκτικοῦ. ὅταν οὖν ἄνθρωποι μήτε λογικὴν θεωρίαν ἠκριβωκότες μήθἑρμηνεύειν ἱκανοὶ τολμῶσιν ἅπτεσθαι πολὺ μειζόνων καθἑαυτοὺς πραγμάτων, αὐτοί τε πολυλογοῦσι καὶ τοὺς ἐξελέγχοντας ἀναγκάζουσι, κᾂν ὅτι μάλιστα βραχυλογίαν ἀσκοῦσιν, εἰς τὴν αὐτὴν ἐκείνοις ἐμπίπτειν μακρολογίαν, ὅπερ, οἶμαι, κᾀγὼ νῦν πάσχω. διὰ γάρ τοι τὸ πλῆθος ὧν ἡμαρτήκασιν ἐξίσταμαι τῆς συνήθους ἐμαυτῷ βραχυλογίας. ἀλλὰ κᾀνταῦθα καθὅσον οἷόν τε συντέμνειν πειράσομαι. γένοιτο δἂν τοῦτο τὰ μὲν καθόλου καὶ κοινὰ πάντων ἁμαρτήματα διελέγχοντός μου, τὰ δὲ κατὰ μέρος ἑκάστου παραλείποντος. ἔστι δὲ κοινὰ καὶ καθόλου ταυτὶ, πότερα ποιότητά τινα τοῦ τῆς ἀρτηρίας χιτῶνος πλήρης σημαίνει σφυγμὸς, τῆς ἐγκεχυμένης οὐσίας τὸ ποσὸν, τὸ ποιὸν, τοῦ συμφύτου πνεύματος· ὡς καὶ τοῦτό τινες ἐτόλμησαν εἰπεῖν, ἤτοι δύναμίν τινα, ποιότητα. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τῆς ἀρτηρίας αἱ ποιότητες, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυμεν, οὐ πληρότης ἂν οὐδὲ κενότης, ἀλλὰ σκληρότης τε καὶ μαλακότης ὠνομάζοντο δικαιότερον· τῆς δἐγκεχυμένης οὐσίας αὐτῆς τὸ ποσὸν ὀρθῶς μὲν ἄν τις ὀνομάσειε πληρότητα καὶ κενότητα. διαφέρουσι δοὐδὲν αὗται μεγέθους τε καὶ σμικρότητος. εἰ δὲ μὴ τὸ ποσὸν, ἀλλὰ τὸ ποιὸν τῆς περιεχομένης ἐν αὐτοῖς οὐσίας ὑπὸ τῶν ὀνομάτων φάσκοιεν δηλοῦσθαι, κυρίως μὲν οὐκ ἂν ὀνομάζοιεν, ὑπάρχουσαν μέντοι τινὰ ἐροῦσι διαφορὰν, οὐ μὴν αἰσθήσει γε διαγνωστὴν, ὡς ἐν τοῖς περὶ διαγνώσεως ἐπιδείξομεν. δὲ τοῦ πνεύματος πληρότης τε καὶ κενότης ἔτι δὴ καὶ μᾶλλον ἀναίσθητός ἐστιν αὐτὴ καθαὑτὴν, εἰ δὡς αἴτιόν τις αὐτὴν ἐνδείξει λαμβάνοι, τῆς μὲν ῥώμης αὐτοῦ τὸν σφοδρὸν σφυγμὸν θήσεται σημεῖον, τῆς δἀῤῥωστίας τὸν ἀμυδρόν. εἴη δἂν ταῦτα τιθέμενος ἐκ τῆς πνευματικῆς αἱρέσεως. ὥστε κᾂν νῦν δῆλον, ὡς οὐ κοινὴν ἔννοιαν, οὐδαἰσθήσεως πάθος εἰς διάγνωσιν ἧκον ἐρεῖ τις, ἀλλἑαυτοῦ δόγμα πρεσβεύσει. χρὴ δὲ οὔτἐν ταῖς τῆς ἐννοίας τοῦ πράγματος ἀποδώσεσιν οὔτε ἐν ταῖς διαγνώσεσι περιέχεσθαι δόγμα, κοινὰ γὰρ ἁπάντων ἐστὶν, ἀλλἐν μόναις ταῖς αἰτίαις λέγεσθαι, καθάπερ ἡμεῖς ποιήσομεν ἐν τοῖς περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ὑπομνήμασιν. ἐν ἐκείνοις μὲν γὰρ ἁπάσας διεξιόντες τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας, ἀναγκασθησόμεθα δογμάτων ἐφάπτεσθαι· κατὰ μέντοι τὴν νῦν ἐνεστῶσαν αὐτὸ τοὐναντίον, οὐδενὸς χρὴ ψαῦσαι τὸν λόγον, οὐδἐπἐλάχιστον δόγματος. ἀρκεῖν ἡγοῦμαι ταῦτα καὶ περὶ πληρότητός τε καὶ κενότητος εἴς γε τὰ παρόντα. λεχθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ διαγνώσεως. καὶ μὲν δὴ καὶ ὅσα περὶ αὐτῶν ἐπὶ πλεῖστον Ἀρχιγένης περιλαλεῖ, καὶ ταῦτἐν τῷ κρίνειν αὐτοῦ τὸ περὶ τῶν σφυγμῶν βιβλίον εἰρήσεται. διεγνώκειν μὲν γὰρ ἐγὼ τό τε κατἀρχὰς ἀρκεσθῆναι ταῖς τέτρασι ταύταις πραγματείαις, ὑπὲρ ὧν ἤδη πολλάκις ἐμνημόνευσα, πρώτης μὲν τῆς ἐνεστώσης, δευτέρας δὲ τῆς διαγνωστικῆς, καὶ τρίτης τῆς αἰτιολογικῆς, καὶ τετάρτης τῆς προγνωστικῆς, ἀλλἕτεροι πολλοὶ βιαζόμενοί τε καὶ καταναγκάζοντες ὑπὲρ τοῦ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίου γράψαι με, καὶ δεικνύντες, τίνα μὲν ὀρθῶς αὐτῷ, τίνα δὲ οὐκ ὀρθῶς εἴρηται, συντομωτέραν εἰργάσαντο τὴν νῦν ἐνεστῶσαν ἡμῖν διέξοδον. ἀποχωρήσας γὰρ ἐν αὐτῇ τῶν κατὰ μέρος ἁπάντων, αὐτὰ τὰ καθόλου δίειμι κατὰ τὸν ἑξῆς λόγον, οὐχ ὥσπερ ἔν τε τῷ δευτέρῳ τῷ πρὸ τοῦδε. καὶ καταὐτὸ δὲ τοῦτο τὸ βιβλίον ἐν τῷ περὶ τῆς σφοδρότητος λόγῳ τὰς ῥήσεις παρέγραψα τοῦ Ἀρχιγένους, ὑπὲρ τοῦ δεῖξαι τὰ κακῶς εἰρημένα.
§7
§7 Μεταβὰς οὖν ἤδη πρὸς τὸν περὶ τῆς σκληρότητός τε καὶ μαλακότητος λόγον, ἐπιδεῖξαι πειράσομαι κᾀνταῦθα τὴν περὶ τὰ ὀνόματα πλημμέλειαν τῶν ἀνδρῶν, διἣν ἀναγκαίως καὶ περὶ τὴν διάγνωσίν τε καὶ  πρόγνωσιν ἐσφάλησαν. ἓν γὰρ κυρίως σημαίνοντος ἑκατέρου τῶν ὀνομάτων, οὐκ οἶδὅπως ἐκ μεταφορῶν οὗτοι μεταφορὰς ποιοῦσι. τίς γοῦν οὐκ οἶδεν ὡς τὸν μὲν σίδηρον καὶ τὸν λίθον καὶ τὸ ξύλον σκληρὰ σώματα εἶναί φαμεν, ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ ὕδωρ μαλακά; κριτήριον γὰρ, οἶμαι, πάντες ἄνθρωποι σκληροῦ καὶ μαλακοῦ σώματος ἔχομεν τὴν ἁφήν. ταύτην οὖν ἐπιβάλλοντες τοῖς ἐντὸς ὑποκειμένοις, ὅσα μὲν ἂν αὐτὴν εὑρίσκωμεν ὑποδεχόμενα καὶ οἷον ἐγκαταβαινούσῃ πως ὑπείκοντα, μαλακὰ προσαγορεύομεν· ὅσα δἔμπαλιν αὐτὰ τὸ ἡμέτερον δέρμα βιάζηταί τε καὶ ὠθῇ, τὸ δὑπεῖκον εἰς ἑαυτὸ δέχηται τὰ βιαζόμενα, σκληρὰ ταῦτα προσαγορεύομεν. εἰ μὲν γὰρ ἁπλῶς εἴκοι τε καὶ ἀνατρέποιτο πρὸς τοῦ βιαζομένου, τὸ μὲν ἀνατρεπόμενον ἀσθενέστερον ἅπαντες ὀνομάζουσι, τὸ δἀνατρέπον ἰσχυρότερον· οὕτω γὰρ καὶ ἄνεμος ἰσχυρὸς οὐχ ἡμᾶς μόνον ἀνατρέπειν τε καὶ καταβάλλειν πέφυκεν, ἀλλὰ καὶ δένδρα μέγιστα καὶ πλοῖα. καὶ ἡμεῖς δαὐτοὶ καὶ χαλκὸν καὶ σίδηρον καὶ λίθους καὶ ξύλα, καὶ εἴ τι τούτων ἔτι σκληρότερον ἀνατρέπομεν, ἐπειδὰν τοῖς ὄγκοις μέτρια. καὶ ταύτῃ διήνεγκε τὸ ἰσχυρὸν τοῦ σκληροῦ· τὸ μὲν γὰρ, ὡς εἴρηται νῦν ἤδη, τῆς ἀρχαίας ἕδρας ἐξίστησί τε καὶ ἀνατρέπει τὸ πλησιάζον, τὸ δὲ σκληρὸν μὲν, οὐ μὴν καὶ ἰσχυρὸν, οὐκ ἐξίστησι μὲν, ἐγκαταβαίνει δὲ τῷ μαλακωτέρῳ, κοιλαῖνόν τε καὶ βοθροῦν καὶ πιλοῦν αὐτό. ταῦτά τοι καὶ Πλάτων ἔλεγε, σκληρὰ μὲν οἷς ἂν ἡμῶν σὰρξ ὑπείκοι, μαλακὰ δὲ ὅσα ἂν τῇ σαρκί. πολὺ δἀκριβέστερον Ἀριστοτέλης, οὐ τὸ ὑποκείμενον ὀνομάζων μαλακὸν, ἀλλὰ προστιθεὶς αὐτῷ ποτὲ μὲν τὸ εἰς ἑαυτὸ, ποτὲ δὲ τὸ μὴ μεθιστάμενον. ἄν τε γὰρ οὕτως εἴπωμεν, μαλακόν ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτό· ἄν θοὕτω, μαλακόν ἐστι τὸ ὑπεῖκον ἄνευ τοῦ μεθίστασθαι, καλῶς ὁριούμεθα. καὶ μέντοι καὶ εἰ τὸ συναμφότερον ἅμα προσθέντες, ὡς ἐν τῷ δευτέρῳ περὶ γενέσεώς τε καὶ φθορᾶς Ἀριστοτέλης ἐποίησε, μαλακὸν εἶναι φαίημεν τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον, ἔτι σαφέστερον ὁριούμεθα, διὰ δυοῖν οἰκείων συμπτωμάτων ἐνδειξάμενοι τὸ μαλακόν. εἰς ἑαυτό τε γὰρ ὑπείκει καὶ οὐ μεθίσταται. ἑκάτερον δἐστὶν αὐτῷ μόνῳ συμβεβηκός· ὡς τό γε ὑπείκειν κοινὸν ὑπάρχει σύμπτωμα μαλακοῦ τε καὶ ἀσθενοῦς, τὸ δὲ εἰς ἑαυτὸ, μόνου τοῦ μαλακοῦ, καθάπερ τὸ μὴ εἰς ἑαυτὸ, μόνου τοῦ ἀσθενοῦς. καὶ μὲν δὴ καὶ ὥσπερ εἰς τὸ περιέχον μεθίστασθαι τοῦ ἀσθενοῦς ἴδιον, οὕτω τὸ μὴ μεθίστασθαι μόνου τοῦ μαλακοῦ. τὸ μὲν οὖν ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον ἅπαντες Ἕλληνες ὀνομάζουσί μαλακὸν, τὸ δοὕτως αὐτὸ διατιθὲν σκληρόν. οὐδὲ ἔστιν ὥσπερ ἄλλων τινῶν ὀνομάτων πλείω τὰ σημαινόμενα κυρίως ὀνομάζοντι καὶ μὴ τροπικῶς, οὕτως καὶ μαλακοῦ καὶ σκληροῦ. γὰρ ἂν αὐτὰ καὶ πάντων δεινότατος εἰς σημαινομένου διαίρεσιν εἶπεν Ἀριστοτέλης, ὥσπερ ἀμέλει τούτων ἐφεξῆς ἐν ταὐτῷ βιβλίῳ τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς ὑπὲρ ὑγροῦ τε καὶ ξηροῦ διαλεγόμενος, ἑκάτερον αὐτῶν ἐδίδαξε πλεοναχῶς λεγόμενον, ἀλλοὐ σκληρόν τε καὶ μαλακὸν οὐδἐν ἐκείνῳ τῷ συγγράμματι πολλαχῶς ὀνομάζεσθαί φησιν, ὥσπερ οὐδὲ ἐν ἄλλῳ τινὶ, καθάπερ οὐδὲ Πλάτων. ἀλλἓν ἑκατέρου τῶν ὀνομάτων ἄμφω τὼ ἄνδρε εὑρίσκετον σημαινόμενον, ὅταν γ’, ὡς εἴρηται, κυρίως τις ὀνομάζῃ καὶ μὴ τροπικῶς, ἐπεὶ κατά γε τὰς μεταφορὰς ἀναρίθμητον ἔσται τι πλῆθος σημαινομένων, οὐ τούτων μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ἄλλων σημαινομένων ἁπάντων. αὐτίκα γέ τοι Πλάτων αὐτός φησιν ἐν Σοφιστῇ, σκληροὺς λέγεις καὶ ἀντιτύπους ἀνθρώπους, οὐ κατὰ τοῦ σώματος δή που φέρων ἑκάτερον τῶν ὀνομάτων, οὔτοὖν τὸ σκληρὸν οὔτε τὸ ἀντίτυπον, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ταύτης μάλιστα τοῦ ἤθους τε καὶ τοῦ τρόπου. οὕτω δὲ καὶ οἶνον ἔφη σκληρόν τις ἐκ μεταφορᾶς ὀνομάζων, καὶ φωνὴν σκληρὰν, ἐπιτήδευμά τε καὶ βίον, ἔθος ταὖ καὶ νόμον, ἄνεμόν τε καὶ ὕδωρ, ἤτοι τὸ ἀπηνὲς, τὸ δύσμικτον, τὸ δυσξύμβολον, τὸ ἀηδὲς, τὸ δυσκατέργαστον, τὸ δυσκαταγώνιστον, τι τοιοῦτον ἕτερον ἐκ μεταφορᾶς ὀνομάζων. τὸ δὲ σκληρὸν σῶμα τὸ κυρίως τε καὶ πρώτως λεγόμενον ἀντίτυπόν τέ ἐστι καὶ κατοὐδὲν εἴκει τῷ πλησιάζοντι. τὸν αὐτὸν, οἶμαι, τρόπον ἄνθρωπον μὲν σκληρὸν λέγουσι τὸν μονότροπον καὶ δυσπειθῆ καὶ πρὸς ἅπαν ἀντιτείνοντα· νόμον τε σκληρὸν καὶ δικαστὴν οἷς μηδὲν μέτεστι συγγνώμης· οἶνον μέντοι σκληρὸν, ὅταν ἰσχυρὸς τῇ ποιότητι καὶ πλήττων βιαίως ἤτοι τὴν κεφαλὴν τὴν αἴσθησιν τὴν γευστικὴν, ὕδωρ δαὖ σκληρὸν τὸ δυσκατέργαστόν τε καὶ βραδύπορον, ὡς ἐπιπλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένον, ἕκαστόν τε τῶν ἄλλων ὅσα σκληρὰ λέγομεν οὐ κυρίως οὐδὲ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μεταφέροντες ἀπό τινος ὁμοιότητος οὕτως ὀνομάζομεν. ἐπειδὴ δὲ πολλὰ συμβέβηκε τῷ σκληρῷ σώματι, καθἕκαστον αὐτῶν αἱ μεταφοραὶ γίγνονται· οὐ μὴν τούτου γε ἕνεκεν ἐπιλαθέσθαι προσήκει τοῦ πρώτου τε καὶ κυρίου τῶν σημαινομένων. ἁπτὸν γάρ τοι τὸ σκληρόν ἐστι καὶ σκληρότης ἁπτὴ ποιότης. ὅταν οὖν ἐπὶ γεῦσιν, ὄσφρησιν, ὄψιν, ἀκοὴν, λέγων μεταφέρῃ τοὔνομα, τηνικαῦτα χρὴ τὸν ἀκούοντα τῆς πρὸς τὸ κύριον ὁμοιότητος ἀναμιμνήσκεσθαι. καὶ γὰρ καὶ κρίσις αὕτη τῶν μεταφορῶν ἐστιν εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς εἰσιν εἰρημέναι. τὰς μὲν γὰρ ἐναργῆ τὴν ὁμοιότητα καὶ πρόδηλον ἐχούσας ἐπαινοῦμεν, ὅσαι δὲ ἀμυδραί τέ εἰσι καὶ ἄδηλοι, ἀπολείπομεν ἅπαντες. ἀλλοὔτἄλλο τι τοῖς νεωτέροις ἰατροῖς  ἀγαθὸν ἑρμηνείας ἔγνωσται, διόπερ ἀσαφεῖς ἐσχάτως εἰσὶν, οὔθὡς ἐν καιρῷ χρηστέον ἐστὶ ταῖς μεταφοραῖς. εἰ μὲν οὖν ἀσαφῆ μόνον ἦν αὐτῶν τὰ συγγράμματα, τάχἄν τις ἧττον ἐμέμψατο· νυνὶ δἐπεὶ καὶ τὴν ἀλήθειαν αὐτὴν τῶν πραγμάτων ὧν διδάσκειν ἐπιχειροῦσι διαφθείρουσι ταῖς ἀκαίροις μεταφοραῖς, δίκαιον ἤδη μέμψασθαι μειζόνως αὐτοῖς. ὅταν δἔτι πρὸς τούτῳ τις εἰς τοσοῦτον ἐμπληξίας ἥκῃ, ὥστε αὐτὰ τὰ πρῶτά τε καὶ κυριώτατα τῶν ὀνομάτων ἐπιφέρων τοῖς οἰκείοις πράγμασιν ἐκ μεταφορῶν λαμβάνει τὰ σημαινόμενα, πῶς ἄν τις ἀνάσχοιτο; φωνὴν μὲν γὰρ λευκὴν ἐκ μεταφορᾶς νοήσειεν ἄν τις, οὐ μὴν χρῶμά γε λευκὸν ἔθὁμοίως ἐκ μεταφορᾶς ἀκούειν ἐγχωρεῖ· εἰ μὴ γὰρ τοῦτο λέγεται κυρίως λευκὸν, οὐδἄλλο τῶν κυρίως οὐδέν. οὕτω καὶ ἄνθρωπον μὲν στρυφνὸν ἐκ μεταφορᾶς, οἶνον δὲ στρυφνὸν οὐκέτἐκ μεταφορᾶς, ἀλλὰ δηλονότι πρώτως τε καὶ κυρίως. ὥσπερ οὖν εἴ τις τὸν Θηραῖον οἶνον ὀνομάσας στρυφνὸν, εἶτἐξελεγχόμενος ὡς ψευδῶς δοξάζει, γλυκὺν οἶνον, μηδὲ βραχὺ μέτεστι στρυφνότητος, οὕτω προσαγορεύων, ἀπίθανος ἂν εἶναι δόξειεν, εἰ κατἐκεῖνο τὸ σημαινόμενον φαίη εἰρῆσθαί οἱ στρυφνὸν τὸν οἶνον, ὥσπερ καὶ ἀνθρώπους ἐνίοτε λέγομεν εἶναι στρυφνοὺς, ἐν ἴσῳ τῷ ἀηδεῖς, οὕτω καὶ ὅστις ἁπτὸν ὁτιοῦν σῶμα σκληρὸν εἰπὼν οὕτω κελεύσειεν ἀκούειν τῆς προσηγορίας, ὡς οἶνος λέγεται σκληρὸς, οὐκ ἂν, οἶμαι, δόξειε σώφρων εἶναι. πασῶν γὰρ τῶν ἁπτῶν ποιοτήτων ἐχουσῶν ὀνόματα, λῆρος μακρός ἐστιν ἐκ μεταφορῶν αὐταῖς ἕτερα ἐπεισάγειν. κατὰ μὲν τὰς ὀσμὰς ὄντως οὐκ ἔστιν ἁπασῶν τῶν ποιοτήτων ὀνόματα, καὶ συγχωρήσειεν ἄν τις ἀλλοτρίοις χρήσασθαι μεταφέροντα. κατὰ μέντοι τὴν ἁφὴν ἅπαντα ὠνόμασται, καθάπερ που καὶ τοῦτἈριστοτέλης ἐδίδαξεν, ἁπάσας ἐκθέμενος ἐφεξῆς αὐτῶν τὰς προσηγορίας, ἃς κᾀγὼ νῦν ἐρῶ· θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης, βαρύτης, κουφότης, σκληρότης, μαλακότης, γλισχρότης, κραυρότης, τραχύτης, λειότης, παχύτης, λεπτότης. οὕτω μὲν οὖν αἱ ἁπταὶ ποιότητες ἅπασαι ῥηταί. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μετέχοντα αὐτῶν σώματα. καὶ γὰρ καὶ τούτων ἑπτὰ μὲν αἱ κατἐναντίωσίν εἰσι συζυγίαι, τεσσαρεσκαίδεκα δὲ τὰ ὀνόματα. πρώτη μὲν οὖν ἐναντίωσις θερμοῦ καὶ ψυχροῦ, δευτέρα δὲ ξηροῦ καὶ ὑγροῦ, τρίτη δὲ βαρέος τε καὶ κούφου, τετάρτη σκληροῦ τε καὶ μαλακοῦ, πέμπτη γλίσχρου καὶ κραύρου, ἕκτη τραχέος καὶ λείου, ἑβδόμη παχέος καὶ λεπτοῦ. μὴ τοίνυν, οὗτος, ἔμπληκτα λήρει μηδὀνόμασιν Ἑλληνικοῖς τε καὶ κοινοῖς ἁπάντων οἴκοθεν ἐπίφερε καὶ παρὰ σαυτοῦ τὰ σημαινόμενα, ἀλλὰ τὸ μὲν σῶμα τῆς ἀρτηρίας σκληρὸν, μαλακὸν εἰπὲ πρώτως καὶ μάλιστα· τὸν δὅπως ἔχει τοῦτο δεικνύντα σφυγμὸν οὐ κυρίως μὲν, οὐδὲ πρώτως ἔτι, κατὰ συμβεβηκὸς δἐξέσται σοι καλεῖν σκληρὸν, μαλακόν. εἴτε γὰρ κίνησις αὐτὴ τῶν ἀρτηριῶν σφυγμός ἐστιν, οὐκ ἄν τις εἴποι κυρίως ὀνομάζων σκληρὰν κίνησιν, εἴθ ἀπαὐτῆς πληγὴ κατὰ τὴν ἡμετέραν ἁφὴν, εἴτε τῆς πληγῆς αἴσθησις, οὐδὲν οὐδὲ τοῦτο λέγεται κυρίως οὐδὲ πρώτως σκληρὸν, ἀλλὰ παρονομάζεται δηλονότι τοῦ σκληροῦ σώματος σκληρὸς σφυγμός· ἐκεῖνο δὲ μόνον, οὐκ ἄλλῳ τινὶ παρονομάζοντες, οὔτε κατὰ συμβεβηκὸς οὔτε μεταφέροντες, καταχρώμενοι, προσαγορεύομεν σκληρὸν, ἀλλὰ κυρίως τε καὶ πρώτως. ὅταν οὖν τις σκληρὸν σφυγμὸν κατὰ τὴν τοῦ πνεύματος λέγῃ ποιότητα φαίνεσθαι τοιοῦτον, καὶ κατὰ τὴν ἰδιότητα τῆς θερμότητος, κατὰ ἄλλο τι τῶν λαληθῆναι μὲν δυναμένων, διδαχθῆναι δὲ ἀδυνάτων, οὐκ ἀνεξόμεθα τοῦ τὰ τοιαῦτα δηλονότι ληροῦντός τε καὶ περιλαλοῦντος, ὥσπερ οὐδἈρχιγένης ἔν τε τῷ περὶ σφυγμῶν αὐτοῦ γράμματι κᾀν τῷ δευτέρῳ τῆς τοῦ πυρετοῦ σημειώσεως.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up