Galen De differentiis pulsuum
EN Lat Orig
Book 1
§1–5
§1 Εὐξαίμην μὲν ἂν καὶ μαθεῖν καὶ διδάξαι δύνασθαι τὰ πράγματα, χωρὶς τῶν ἐπαὐτοῖς ὀνομάτων, ἵνα μὴ πρὸς τῷ μακρὰν εἶναι τὴν τέχνην διὰ τὴν οἰκείαν θεωρίαν, ἐξ ἐπιμέτρου γένοιθἡμῖν περὶ τὴν λέξιν ἀσχολία. ἐπεὶ δὲ ἀνάγκη διὰ τῶν ὀνομάτων δηλοῦν βουλόμεθα, τοῖς μὲν σοφισταῖς ἀφθονία κᾀνθάδε σοφισμάτων, καὶ διατριβῆς ἀχρήστου, τοῖς δὲ ἄλλοις ὅσοι πραγμάτων ἐπιστήμην, οὐκ ὀνομάτων ἐμπειρίαν ἐζηλώκαμεν ἄκουσι μὲν, ἐξ ἀνάγκης δὲ ὅμως, προσγίνεται διὰ τὰς τῶν σοφιστῶν ἐπηρείας περὶ τὴν λέξιν ἀσχολία. κάλλιστον μὲν γὰρ ἦν ὁπωσοῦν περὶ τῶν ὀνομάτων συνθέμενον ἐπὶ τὴν θεωρίαν σπεύδειν, ὡς ἐπὶ τοῦ προγραφέντος ἡμῖν περὶ σφυγμῶν τοῖς εἰσαγομένοις ἐποιήσαμεν, τῶν δὲ ἐν ὀνόμασι μόνων δεινῶν, ἐπαὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης ἀμαθεστάτων ἐνοχλούντων ἀεὶ, καὶ μηδὲ ἀναπνεῦσαι χωρὶς ἐπηρείας ἐπιτρεπόντων, ἀναγκαία σχεδὸν ἤδη καὶ περὶ τὴν λέξιν ἀσχολία. τοὺς μὲν οὖν παλαιοὺς ἁπλῶς ἔστιν εὑρεῖν χρωμένους τοῖς ὀνόμασιν, ἑνὸς μόνου φροντίζοντας ἀεὶ τοῦ δηλῶσαι τὸ νοούμενον. οἱ δὲ νεώτεροι μόνον καθἑκάστην συλλαβὴν σοφίζονταί τε καὶ φιλονεικοῦσι, καὶ οὐδὲ παύονται περὶ τῶν ὀνομάτων ἐρίζοντες, οἷον εὐθέως, ἵνἐξ ἑνὸς μορίου τῆς προκειμένης πραγματείας τὸ πᾶν ἐπιγνῶμεν, μέν τίς φησι τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν σφοδρὸν εἶναι. παρελθὼν δὲ ἕτερος οὐ τοῦτον, ἀλλὃς ἂν καὶ μέγας καὶ πλήρης καὶ ταχὺς, ἐκεῖνον εἶναί φησι τὸν σφοδρόν. ἄλλος δέ τις τὸν ἰσχυρὸν ἅμα καὶ ταχύν· καί τις μάλα σεμνῶς ἐπιτιμήσας τούτοις τὸν μέγαν ἅμα καὶ ταχὺν σφοδρὸν εἶναί φησιν. οὐκ ἀνασχόμενος δὲ τούτου πέμπτος τις ἄλλος ἔτι σεμνότερον ἐπιπλήξας, τὸν πλήρη τε ἅμα καὶ παχὺν σφοδρὸν εἶναί φησι. καὶ ναὶ μὰ Δία γε ἕκτος τις ἄλλος ἐπαὐτοῖς τὸν μέγαν ἅμα καὶ πλήρη, τοῦτον εἶναί φησι τὸν σφοδρόν. εἰ δὲ καὶ ἕβδομός τις καὶ ὄγδοος παρεῖεν ἐν τούτοις, μὲν μηδὲν διαφέρειν λέγων τοῦ πλήρους αὐτὸν, δὲ τῷ σκληρῷ τὸν αὐτὸν εἶναι, πηλίκην οἴει μάχην ἔσεσθαι; δηλονότι τηλικαύτην, οἵαν πολλάκις ὁρῶμεν ἔν τε τῷ τῆς εἰρήνης τεμένει καὶ ἐπαὐτῶν τῶν ἀῤῥώστων; ὥστε τινὰς μηδὲ τὼ χεῖρε κατέχειν ἔτι· τοσοῦτον ἀποδέουσιν αἰσχροῦ ῥήματος ἀποσχέσθαι. καὶ τὰ μὲν τούτων τῶν νῦν ἡμῖν ὀχλούντων ἧττον δεινὰ, καί περ ὄντα δεινότατα. τὰ δὲ τῶν συγγράφειν ἐπιχειρησάντων οὐκ ἀνασχετά. πρόχειρος μὲν γὰρ τῆς ἀχρηστίας τοῦ ζητήματος ἔλεγχος. οἱ δὲ οὐχ ὁρῶσιν αὐτὸν, ἀλλὰ πάντες ὡδί πως γράφουσιν· τοιόσδε σφυγμὸς σφοδρός ἐστι, καὶ τοιόσδε πλήρης ἐστὶ, καὶ τοιόσδε πυκνός ἐστι, δέον ἀφελεῖν μὲν τὸ ἐστὶ, προσθεῖναι δὲ μάλιστα μὲν, εἰ οἷόν τε, τὸ καλεῖται. τούτου δἀποροῦντας τὸ καλείσθω, καὶ οὕτως ἤδη διδάσκειν, οἷόν τι δηλοῦν πέφυκεν σφυγμὸς τοιοῦτος, ὃν ἐκάλεσαν, εἰ τύχοι, σφοδρόν. οὐ γὰρ δὴ τοῦ καλέσαι γε χάριν, οὐδὲ τοῦ θέσθαι τοὔνομα κυρίως, τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐτοὶ μετεχειρισάμεθα, ἑτέρους διδάσκειν ἐπιχειροῦμεν, ἀλλὅπως ἡμῖν γνωρίζοιτό τε τὰ παρόντα καὶ προγιγνώσκοιτο τὰ μέλλοντα συμβήσεσθαι τοῖς ἀῤῥωστοῦσι. ταῦτα δὲ ἐκ τῶν πραγμάτων, οὐκ ἐκ τῶν ἐπαὐτοῖς ὀνομάτων εὑρίσκεται. καθόλου γὰρ πρὸς μὲν τὴν τῶν πραγμάτων ἐπιστήμην οὐδὲν ἡμᾶς ὠφελεῖ τὰ ὀνόματα, πρὸς δὲ τὴν διδασκαλίαν μόνον, ἣν καὶ κατὰ τὴν συνθήκην περαίνεσθαι δυνατόν. εἴτε γὰρ μηδόλως τις ὀνόματα θέμενος τοῖς πράγμασιν, γνωρίζειν τε αὐτὰ ἱκανὸς εἴη καὶ τι δηλοῦν πέφυκεν ἀκριβῶς ἐπίσταιτο, τῶν ὀνομαζόντων οὐδὲν ἂν ἧττον φαίνοιτο τούτου γἕνεκα· εἴ τε διδάσκειν ἐπιχειρήσας ὀνόματα τίθεται τὰ δόξαντα αὐτῷ, καὶ οὕτως οὐδὲν ἂν ἔχοι μεῖον. ἐμοὶ μὲν οὖν οὐδεἰ Δίωνα, Θέωνά τις καλεῖν σφοδρὸν σφυγμὸν ἐθέλοι, μὴ σφάλλοιτο δἐν τῷ διδάσκειν τίνες αἰτίαι γεννῶσιν αὐτὸν, καὶ τίνος διαθέσεώς ἐστι γνώρισμα, καὶ ἐς τι τελευτήσει, οὐδὲν οὐδὲ οὗτος δοκεῖ σφαλήσεσθαι. τῷ μὲν δὴ οὕτω μέλλοντι διδάσκειν ὁτιοῦν ἀρκεῖ νομοθετεῖν ὀνόματα, τῷ δἐπὶ τοὺς παλαιοὺς ἀναπέμποντι τὸ ἐκείνων ἔθος διδακτέον, οὐδὲν πάλιν οὐδἐνταῦθα πολυπραγμονοῦντα πότερον κυρίως, ἀκύρως ὠνόμασαν, ὑπαλλάττειν τολμῶντα, καταμεμφόμενον, οἷα δὴ δρῶσιν οἱ σοφισταί. περιττὰ γὰρ ταῦτα ἅπαντα καὶ ἔξω τῆς ἡμετέρας τέχνης. οὐ γὰρ ὀνομάτων αὕτη γε ὀρθότητος ἐπιστήμη ἐστὶν, ἀλλὰ πραγμάτων, οὐδὲ τοὺς μὴ καλῶς ὀνομάζοντας εἰς ἰατροὺς πέμπουσιν οἱ ἄνθρωποι, ἀλλὰ τοὺς ὑγείας δεομένους. οὐκοῦν οὐδὲ λόγος ὅδε πλέον τῶν εἰθισμένων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἰατροῖς ὀνομάτων ἐπαγγέλλεται διδάξειν, ἀλλἀγαπῴη ἂν, εἰ τούτου μετρίως τυγχάνοι.
§2 Πρῶτος μὲν οὖν ἁπάντων ὧν ἴσμεν Ἱπποκράτης τό τε ὄνομα τοῦ σφυγμοῦ γράφει καὶ τὴν ἐν αὐτῷ τέχνην οὐκ ἀγνοεῖν ἔοικεν, οὐ μὴν οὔτἐπὶ πλέον ἐξειργάσατο τοῦτο τὸ μέρος τῆς τέχνης οὔτἐπὶ πάσης ἀρτηριῶν κινήσεως τοὔνομα φέρει. παραπλήσιον δέ τι φαίνεται ποιεῖν αὐτῷ καὶ Ἐρασίστρατος. ἀλλἐνταῦθα μὲν τοῖς ἰδίοις  περὶ τῶν ἀνδρῶν λόγοις εἰρήσεται, καθὅτου τε μάλιστα τοὔνομα τίθενται καὶ ὅπῃ διαφέρουσι πρὸς ἀλλήλους, ὁμολογοῦσιν. δὲ τὸ περὶ παλμῶν ἐπιγεγραμμένον Αἰγιμίου βιβλίον συνθεὶς, εἴταὐτὸς ἦν Ἠλεῖος Αἰγίμιος εἴτἄλλος τις, ἰδίως κέχρηται τῷ ὀνόματι, καὶ πολὺ παρὰ τὸ τῶν ἄλλων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ ἰδιωτῶν ἔθος ἅπασαν ἀρτηριῶν κίνησιν παλμὸν ὀνομάζει. δὲ Πραξαγόρου τε καὶ Ἡροφίλου χρῆσις ἔτι καὶ εἰς τάδε κρατεῖ. σφυγμὸν γὰρ οὗτοι πᾶσαν ἀρτηριῶν κίνησιν τὴν αἰσθητὴν καλοῦσιν. οὕτως δὲ καὶ οἱ μεταὐτοὺς ἅπαντες, εἰ καὶ τοῖς ὁρισμοῖς διαφέρονται. δειχθήσεται δὲ τοῦτο ἑτέρωθι. ὥστε καὶ ἡμεῖς ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ σκοπῶμεν ἤδη, πόσαι μὲν αἱ πᾶσαι τῶν σφυγμῶν διαφοραὶ, τί δἑκάστης αὐτῶν τοὔνομα. καίτοι καὶ καταὐτὴν τὴν εἰρημένην ῥῆσιν φιλονεικοῦσιν, οἱ μὲν ᾧδέ πως ἀξιοῦντες προβάλλειν, πόσα γένη τῶν σφυγμῶν, οἱ δὲ οὐ γένη φασὶ χρῆναι καλεῖν, ἀλλεἴδη, ποιότητας δἄλλοι, καὶ διαφορὰς ἄλλοι. καὶ τι ἂν ἑκάστῳ δόξῃ, τοῦτὄνομα θέμενος, ἐρίζει μακρὰ καὶ ἀπέραντα περὶ τῆς ὀρθότητος αὐτοῦ. καὶ ὡς περὶ γενῶν, οὕτω καὶ εἰδῶν καὶ διαφορῶν καὶ ποιοτήτων οὐκ ἀναγκαίαν ἐπεισάγουσι ζήτησιν, ἐπιλαθόμενοι τῆς χρείας τοῦ τοιούτου προβλήματος. ἧκον μὲν γὰρ ἐπαὐτὸ πάντες, ὡς οἶμαι, τοὺς σφυγμοὺς ἐρευνῆσαι βουλόμενοι, τί δηλοῦν πεφύκασι. τυχεῖν δὲ οὗ προὔθεντο καὶ χωρὶς τῆς περὶ γενῶν καὶ εἰδῶν ζητήσεως δυνάμενοι, πάντα μᾶλλον τοῦτο δρῶσιν. ἀλλἡμεῖς κᾀνταῦθα τὴν φλυαρίαν αὐτῶν φυγόντες, καὶ προβάλλειν ὅπως ἂν ἐθέλωσιν ἐπιτρέψαντες, ἐχώμεθα τοῦ χρησίμου, τοσοῦτον ἔτι προειπόντες, ὡς τοῖς βουλομένοις περὶ τῶν κατὰ τοὺς σφυγμοὺς ὅρων, καὶ περὶ τῶν ὀνομάτων αὐτῶν τῆς ὀρθότητος ἐκμαθεῖν, ἐν τοῖς μετὰ τοῦτο τὸ πρῶτον βιβλίον ἅπαντα γέγραπται. τουτὶ γὰρ αὐτὸ μόνον ἔχει τὸ χρήσιμον, οὐδενὸς τῶν σοφιστικῶν ζητημάτων ἐφαπτόμενον, ὥστεἰ καὶ τελέως τις ἐθέλοι παραλιπεῖν ἐκεῖνα, δύναιτἄν. εἰς γὰρ τὰς ἄλλας πραγματείας, τήν τε περὶ διαγνώσεως τῶν σφυγμῶν καὶ τὴν περὶ τῶν αἰτίων, καὶ ἔτι τὴν περὶ τῆς διαὐτῶν προγνώσεως, τοῦτο μόνον ἀναγκαῖόν ἐστι τὸ βιβλίον. ἐκεῖνα δὲ πρός τε τὰς τῶν σοφιστῶν ἐνοχλήσεις γέγραπται καὶ πρὸς τὸ παρακολουθεῖν τοῖς τῶν ἄλλων συγγράμμασιν, εἰδότας καθὅτου σημαινομένου φέρουσιν ἕκαστον τῶν ὀνομάτων. λέγωμεν οὖν ἤδη πόσα μὲν τὰ πρῶτα γένη τῶν σφυγμῶν, ἐφεξῆς δὲ τὰς διαφορὰς αὐτῶν, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι.
§3 Τῆς ἀρτηρίας σώματος οὔσης κοίλου καὶ μακροῦ καὶ περιφεροῦς, κινουμένης τε διὰ παντὸς διπλῆν κίνησιν ἐξ ἐναντίων σύνθετον μορίων, γὰρ εἰς ἑαυτὴν συνιζάνει πανταχόθεν, διαστέλλεται πανταχόσε, καὶ ταύτης τῆς διπλῆς κινήσεως ὀνομαζομένης σφυγμοῦ, διττὰς ἀναγκαῖον αὐτῇ συμπίπτειν ἠρεμίας ἐφἑκατέρᾳ· ἑτέραν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, δευτέραν δὲ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, καὶ ταύτας τὰς δύο ἡσυχίας τε τῶν γεγυμνασμένων ἁφὴ γνωρίζει καὶ λόγος οὐδὲν ἧττον ἀποδείκνυσι. πρὶν γὰρ καταπαῦσαι τὴν προτέραν κίνησιν, οὐκ ἂν ὑπάρξαιτο τῆς ἐναντίας ἀρτηρία. ἀλλὰ μὴν τὸ καταπαῦσαι στῆναί τε καὶ ἡσυχάσαι ἐστίν. ὥστε ἡσυχία μεταξύ ἐστι τῶν κινήσεων. ἀνάγκη οὖν πᾶσα τὸν μέν τινα χρόνον αὐτῶν εἶναι τῶν κινήσεων ἴδιον ἑκατέρας, τὸν δέ τινα τῶν ἡσυχιῶν, καὶ τούτων πάλιν ἑκατέρας ἴδιον. ἐπεὶ δὲ καὶ τρεῖς διαστάσεις ἀρτηρία κέκτηται, καθάπερ πᾶν ἄλλο τι σῶμα, μῆκος καὶ πλάτος καὶ βάθος, ἀνάγκη πᾶσα καθἑκάστην τῶν διαστάσεων γίγνεσθαί τινα ποσότητα τῆς διαστολῆς καὶ τῆς συστολῆς. καὶ μὲν δὴ καὶ τόνου πὼς αὐτὴν ἔχειν ἀναγκαῖον, ὥστε μόγις καὶ ἀῤῥώστως, ἑτοίμως τε καὶ εὐρώστως ἐνεργεῖν, εἶναι δὲ καὶ αὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας μαλακὸν, σκληρὸν, ἀλλὰ καὶ τὴν εὐρύτητα τὴν ἐντὸς διάκενόν πως, πλήρη, καὶ κατὰ ταῦτα πάντα ποτὲ μὲν ὁμαλότητα, ποτὲ δὲ ἀνωμαλίαν συνίστασθαι, καί τινα λόγον τοῦ χρόνου τῆς διαστολῆς πρὸς τὸν τῆς συστολῆς, καὶ παρὰ ταύτας μηδεμίαν ἄλλην δύνασθαι συστῆναι καθἕνα σφυγμὸν διαφοράν. εἴτε γὰρ ἐξετάσαι χρὴ τὸν χρόνον τῶν κινήσεων τῶν ἡσυχιῶν, εἴτε τῶν διαστάσεων, καθὧν κινοῦνται, τὸ ποσὸν, εἴτε τῆς ἐνεργείας τὸ ποιὸν, τοῦ χιτῶνος τῶν ἀρτηριῶν, τῆς κοιλότητος, τοῦ πὼς ἔχειν πρὸς ἄλληλα τὰ δυνάμενα παραβάλλεσθαι, δύναται δὲ δηλονότι τὰ ὁμογενῆ, πάντεἴρηται ταῦτα, καὶ οὐδὲν ἔτι λείπει τῷ λόγῳ κατοὐδένα τρόπον, ἀλλεἰσὶν αἱ πᾶσαι καθἕνα σφυγμὸν συνιστάμεναι διαφοραὶ γενῶν αἱ νῦν εἰρημέναι. δύο δὲ ἄλλαι προσέρχονται συστηματικαὶ καλούμεναι, καθἃς ἐπὶ πλειόνων σφυγμῶν ἀλλήλοις παραβαλλομένων, ὁμαλότητά τε καὶ ἀνωμαλίαν, καὶ τάξιν, ἀταξίαν σκοποῦμεν.
§4.1 Ἑκάστου δὲ τούτων τῶν γενῶν αἱ κατεἶδος διαφοραὶ πλείους εἰσὶν, ἃς ἤδη διέξιμεν, ἀπὸ τοῦ καταὐτὴν τὴν κίνησιν ἀρξάμενοι γένους. ἀνάγκη γὰρ ταύτην σύμμετρόν τε καὶ κατὰ φύσιν ὑπάρχειν, ὠκυτέραν πως, βραδυτέραν γεγονέναι, ὡς εἶναι κατὰ τοῦτο τὸ γένος τρεῖς τὰς πάσας διαφορὰς σφυγμῶν, ταχὺν μὲν τὸν ἐν ὀλίγῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γενόμενον, βραδὺν δὲ τὸν ἐν πολλῷ, σύμμετρον δὲ τὸν ἐν συμμέτρῳ. αἱ δὲ κατὰ τὸ ποσὸν τῆς διαστολῆς διαφοραὶ σφυγμῶν, αἱ μὲν κατὰ μίαν νοούμεναι διάστασιν ἐννέα τὸν ἀριθμόν εἰσι, καθἑκάστην τῶν τριῶν διαστάσεων τρεῖς, κατὰ μὲν τὸ μῆκος τῆς ἀρτηρίας, ὅστις σύμμετρος ἐν αὐτῷ, καὶ ὅστις ἂν ὑπερβάλλῃ τοῦδε, ἐλλείπῃ·  καλεῖται δὲ μὲν ὑπερβάλλων μακρὸς, δὲ ἐλλείπων βραχύς. κατὰ δὲ τὸ πλάτος τε σύμμετρος ἐν αὐτῷ καὶ οἱ ἄμετροι δύο, πλατὺς μὲν ὑπὲρ τὸ σύμμετρον, δἐναντίος αὐτῷ στενός. κατὰ ταῦτα δὲ κᾀν τῇ κατὰ βάθος διαστάσει τῆς ἀρτηρίας μὲν ἔσται σύμμετρος, δὲ ὑψηλὸς, δὲ ταπεινός. αὗται μὲν ἐννέα διαφοραὶ σφυγμῶν τῶν κατὰ μίαν διάστασιν νενοημένων, αἱ δὲ κατὰ τρεῖς ἅμα διαστάσεις διαφοραὶ σφυγμῶν ἑπτὰ καὶ εἴκοσίν εἰσιν. γνώσῃ δαὐτὰ σαφῶς ἐπὶ διαγράμματος, εἷς μὲν γὰρ ἔσται μακρὸς ἅμα καὶ πλατὺς καὶ ὑψηλὸς καὶ γεγράφθω πρῶτος ἁπάντων. ἕτερος δὲ μακρὸς ἅμα καὶ πλατὺς καὶ κατὰ βάθος σύμμετρος καὶ γεγράφθω δεύτερος. ἄλλος δὲ μακρὸς καὶ πλατὺς καὶ ταπεινὸς καὶ γεγράφθω τρίτος. ἑξῆς δὲ τούτοις οἱ λοιποὶ πάντες ὁμοίᾳ μεθόδῳ γνωριοῦνται, τῶν δύο μὲν τῶν πρώτων διαστάσεων τῶν αὐτῶν μενουσῶν, τρὶς δὲ τῆς ἐσχάτης ὑπαλλαττομένης, οἷον οὕτως, μὲν τέταρτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ὑψηλός· δὲ πέμπτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ σύμμετρος τῷ βάθει. δὲ ἕκτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ταπεινὸς, εἶτἄλλοι πάλιν τρεῖς ἐφεξῆς, τῆς μὲν πρώτης διαστάσεως τὸ μακρὸν φυλαττούσης, τῆς δὲ δευτέρας τὸ στενὸν, τῆς δὲ τρίτης ὑπαλλαττομένης τριχῶς. οὗτοι μὲν ἐννέα, τῆς μιᾶς διαστάσεως τῆς κατὰ τὸ μῆκος μακρᾶς μενούσης, τῶν δὲ ἄλλων δυοῖν παντοίως ὑπαλλαττομένων. ἕτεροι δὲ ἑξῆς ἐννέα, τῆς μὲν κατὰ τὸ μῆκος διαστάσεως συμμέτρου μενούσης, τῶν λοιπῶν δὑπαλλαττομένων. καὶ αὖθις ἐννέα, τῆς μὲν κατὰ μῆκος διαστάσεως βραχείας μενούσης, τῶν δἄλλων ὑπαλλαττομένων.
§4.2 Ὄντων δὴ τούτων ἑπτὰ καὶ εἴκοσι σφυγμῶν, τῶν κατὰ τὸ ποσὸν, ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων, δύο μὲν ἔχουσιν ἐξ αὐτῶν ὀνόματα πρὸς ἁπάντων ὁμολογούμενα, τε πρῶτος ἐν αὐτοῖς γεγραμμένος καὶ ἔσχατος. μὲν γὰρ μέγας, δὲ μικρὸς καλεῖται, τὸ δἄλλο πᾶν πλῆθος οὐκ ἔχει. οὐδὲ γὰρ οἱ ἰσχνοί τε καὶ οἱ ἁδροὶ λεγόμενοι σφυγμοὶ ἕνα τινὰ τῶν ἐκ τοῦ διαγράμματος δηλοῦσι, ἀλλὰ κατὰ πολλῶν ἅμα γενικῶς κατηγοροῦνται. ἐφὧν γὰρ ἂν κατὰ τὸ μῆκος διάστασις πλεονεκτῇ πως τῶν λοιπῶν δυοῖν, τούτους πάντας ἰσχνοὺς καλοῦσιν· ἐφὧν δἂν αἱ λοιπαὶ δύο ταύτης, ἅπαντας αὖ πάλιν ἐκείνους ἁδρούς. ὥστε καὶ τὸν πέμπτον ἐν τῷ διαγράμματι καὶ τὸν ἕκτον, ἔτι δὲ πρὸς αὐτοῖς τὸν ὄγδοόν τε καὶ ἔννατον καὶ ιη΄ ἰσχνοὺς καλεῖσθαι, ἔμπαλιν δὲ τούτοις ἁδροὺς τόν τε δέκατον ἐν τῷ διαγράμματι καὶ τὸν ἐννεαδέκατον καὶ τὸν εἰκοστὸν καὶ προσέτι τὸν δεύτερον καὶ εἰκοστὸν καὶ τὸν τρίτον καὶ εἰκοστόν. ὥστε γενικώτερα ταῦτἐστὶ τὰ ὀνόματα καὶ πλειόνων κοινά. καλοῦσι δὲ ἤδη τοὺς αὐτοὺς τούτους σφυγμοὺς καὶ ἑτέρως, λεπτὸν μὲν ἰσχνὸν, παχὺν δὲ τὸν ἁδρόν. ἀλλοὐδὲ τοῦ συμμέτρου κατὰ τὰς τρεῖς διαστάσεις, ὅσπερ μόνος ἐστὶν κατὰ φύσιν ἐν τοῖς ἑπτὰ καὶ εἴκοσιν, ἴδιον ἔχομεν ὄνομα. λόγῳ δὲ καὶ τοῦτον δηλοῦμεν, ἤτοι σύμμετρον εἶναι λέγοντες ἐν ταῖς τρισὶ διαστάσεσιν, μέσον μεγάλου τε καὶ μικροῦ, κατὰ φύσιν ἐν τῷ ποσῷ τῆς διαστολῆς, σύμμετρον ἐν τῷ ποσῷ τῆς διαστολῆς, ὅπως ἂν μάλιστα ἄλλως σαφὲς ἐλπίσωμεν ἔσεσθαι τὸ λεγόμενον. διό μοι καὶ θαυμάζειν ἐπέρχεται τῶν ἐν ὀνόμασι μόνον δεινῶν, καὶ τί χρὴ καλέσαι τὸν τοιοῦτον σφυγμὸν ἀεὶ ζητούντων, εἰ μὴ κᾂν διὰ τοῦτο τῆς ἔριδος παύσαιντο, πολλοὺς ὁρῶντες σφυγμοὺς ὄνομα μὲν ἴδιον οὐκ ἔχοντας, οὐδὲν δἐκ τούτου τὴν διδασκαλίαν βλάπτοντας, ὅταν γε λόγῳ δηλοῦσθαι δύνωνται. τὸ γοῦν σφυγμὸν ὀνομάζειν τινὰς βραχὺν καὶ στενὸν καὶ ταπεινὸν ὅμοιόν ἐστι τῷ λέγειν ζῶον πεζὸν δίπουν. ὡς γὰρ ἐνταῦθα λόγος μὲν τὸ ζῶον πεζὸν δίπουν, τὸ δὲ ὄνομα τοῦ πράγματος, οὗ  λόγος, ἄνθρωπος, οὕτω κᾀν τοῖς σφυγμοῖς ὄνομα μὲν μέγας, λόγος δαὐτοῦ μακρὸς καὶ πλατὺς καὶ ὑψηλός. καὶ αὖθις ἑτέρου σφυγμοῦ λόγος μὲν, βραχὺς, πλατὺς, ταπεινὸς, ὄνομα δὲ οὐδέν ἐστιν ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις ἐροῦμεν.
§5 Νυνὶ δὲ μεταβάντες ἐπὶ τὸ τρίτον γένος τῶν σφυγμῶν τὸ κατὰ τὸν τόνον, εἴπωμεν καὶ τὰς τούτου διαφοράς. εἰσὶ δὲ τρεῖς, μέν τις εὔρωστος τῷ τόνῳ. καλεῖται δὲ σφοδρός. δέ τις ἄῤῥωστος, ὃν ἀμυδρὸν ὀνομάζουσι. τοῦ μέσου δαὐτῶν οὐκ ἔστιν ἴδιον ὄνομα, ἀλλὰ καὶ τοῦτον τῷ λόγῳ δηλοῦμεν. τὸ δὲ τέταρτον τῶν γενῶν τὸ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας συνιστάμενον εἰς τρεῖς τέμνεται καὶ αὐτὸ διαφορὰς καὶ καλεῖται παρὰ μὲν τοῖς πλείστοις τῶν ἰατρῶν, καὶ μάλιστα τοῖς νεωτέροις, τῷ τοῦ πλήρους ὀνόματι καὶ τῷ τοῦ κενοῦ. τὸ γὰρ μέσον ἀμφοῖν ἀνώνυμον κᾀνταῦθα. παρἡμὶν δοὐχ οὕτως. ἀλλ μὲν ἕτερος αὐτῶν σκληρὸς, δὲ ἕτερος μαλακὸς ὀνομάζεται, καὶ δηλοῦσιν ἀμφότεροι τῆς ἀρτηρίας τὴν σύστασιν. εἰ δὀρθότερον οὕτως, ἐκείνως ὀνομάζειν, ὅτῳ καὶ τούτων μέλει, διὰ τῶν ἑξῆς μαθήσεται. νυνὶ δὲ τὸ προκείμενον περαντέον. ἄλλο γένος ἦν σφυγμῶν, ἐμφαῖνον, ὥς φασι, τὸ τῆς ἀρτηρίας ἔγχυμα, μακροῦ δεόμενον, ὡς ἐμοὶ δοκεῖ, εἰς διάγνωσιν ἀκριβῆ λόγου. τὸ δοὖν εἴς τε τὰ παρόντα χρηστὸν καὶ τοῖς εἰσαγομένοις ἱκανὸν εἰρήσεται κᾀνταῦθα, τρεῖς νοεῖσθαι τούτου τοῦ γένους διαφορὰς σφυγμῶν, ὀνομάζεσθαι δὲ τὸν μέν τινα πλήρη, τὸν δὲ κενόν. γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον ὄνομα κέκτηται. πλήρης μὲν οὖν ἐστι σφυγμὸς, ὡς Ἀρχιγένης ὁρίζεται, ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ταῦτα μὲν οὖν τὰ πέντε γένη τῶν σφυγμῶν κατὰ μίαν κίνησιν τῆς ἀρτηρίας συνίσταται, καὶ καθἕκαστον ὁμαλότης αὐτῶν τε καὶ ἀνωμαλία, ἧς τὰς διαφορὰς ἐροῦμεν, ὅταν καὶ περὶ τῆς ἑτέρας ἀνωμαλίας τῆς ἐν πλείοσι συνισταμένης σφυγμοῖς λέγωμεν.
§6–10
§6 Αἱ δἄλλαι διαφοραὶ τῶν σφυγμῶν τοῖς μὲν μηδὅλως αἰσθάνεσθαι λέγουσι τῆς συστολῆς, ἔν τε τῷ χρόνῳ συνίστανται τῶν διαλειμμάτων, οὕτω γὰρ ὀνομάζουσι τὸν μεταξὺ χρόνον τῶν αἰσθητῶν κινήσεων, καὶ προσέτι τῷ λόγῳ τοῦ τε τῆς κινήσεως αὐτῆς χρόνου καὶ τοῦ τῆς ἡσυχίας. καλοῦσι γὰρ καὶ οὕτως τὸ διάλειμμα. τοῖς δὲ καὶ τῆς συστολῆς αἰσθάνεσθαι λέγουσι, καὶ δηλονότι τῶν μεταξὺ δυοῖν ἠρεμήσεων, ἃς ἡσυχίας τε καὶ ἠρεμίας καὶ ἀκινησίας καλοῦσιν, ἕτεραί τε συνίστανται καὶ πολλῷ πλείους γίνονται. δίκαιον οὖν ὑπὲρ ἑκατέρων ἰδίᾳ σαφέστερον εἰπεῖν, καὶ περὶ προτέρου γε τῶν μόνης τῆς διαστολῆς αἰσθάνεσθαι φασκόντων· ἵνἐν τοῖς ἑτοιμοτέροις γνωσθῆναι γυμνασάμενοι ῥᾷον ἑπώμεθα τοῖς χαλεπωτέροις. πληττομένης δὴ τῆς ἁφῆς κατὰ τὴν προσβολὴν τῆς ἀρτηρίας, τῶν τε ἄλλων ὧν εἶπον ἔμπροσθεν αἰσθανόμεθα καὶ χρόνου τοῦ παρεκτεινομένου τῇ κινήσει. δευτέρας δαὖ κινήσεως ὑπαρξαμένης, ἄλλος ἡμῖν χρόνος ἐφωράθη μεταξὺ τοῦ τε τῆς προτέρας κινήσεως τέλους καὶ ἀρχῆς τῆς δευτέρας, ὥστε εἶναι δύο χρόνων διάγνωσιν ἐν τῇ τοῦ σφυγμοῦ συμπληρώσει, προτέρου μὲν τοῦ τῆς κινήσεως, ἣν καὶ πληγὴν καὶ διαστολὴν ὀνομάζουσι, δευτέρου δὲ τοῦ τῆς ἡσυχίας, ἣν καὶ διάλειμμα καὶ συστολὴν καλοῦσιν, γίγνεσθαι δὲ κατὰ μὲν τὸ τοῦ προτέρου χρόνου ποσὸν ταχὺν, βραδὺν, τὸν μέσον αὐτῶν σφυγμὸν, κατὰ δὲ τοῦ δευτέρου πυκνὸν, ἀραιὸν, τὸν μέσον αὐτῶν, ὥστεἶναι ταχὺν μὲν σφυγμὸν τὸν ἐν ὀλίγῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, πυκνὸν δὲ τὸν διὀλίγου, καὶ βραδὺν μὲν τὸν ἐν πολλῷ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γινόμενον, ἀραιὸν δὲ τὸν διὰ πολλοῦ, καὶ μέσον μὲν ὠκέος καὶ βραδέος τὸν ἐν συμμέτρῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, μέσον δὲ πυκνοῦ καὶ ἀραιοῦ τὸν διὰ συμμέτρου χρόνου τῆς ἀρτηρίας διαστελλομένης ἀποτελούμενον. εἴτε δὲ διαστελλομένης, εἴτε διϊσταμένης εἴποιμεν, εἴτε ἐξαιρουμένης, εἴτε κινουμένης, οὐδὲν διαφέρειν ἡγοῦμαι. δῆλον οὖν ἤδη τίς τε πυκνὸς σφυγμὸς καταὐτοὺς καὶ ὅπη τοῦ ταχέος ἕτερος, ὅς τίς τε ἀραιὸς καὶ ὅπῃ βραδέος διαφέρει. παραβαλλομένου δὲ τοῦ τῆς πληγῆς χρόνου τῷ τῆς ἡσυχίας, ῥυθμὸς γεννᾶται, λόγος ὢν τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τῆς ἡσυχίας. εἴπομεν δὲ ὅτι μηδὲν κατὰ τούτους διαφέρει πληγὴν λέγειν, διαστολὴν, κίνησιν. καὶ ἡσυχίαν, διάλειμμα, συστολήν. καὶ μὲν δὴ καὶ ἀντὶ τοῦ λόγον φάναι τοῦ χρόνου τῆς διαστολῆς πρὸς τὸν τῆς συστολῆς τὸν ῥυθμὸν εἶναι, τάξιν τινὲς ἔφασαν, ἕτεροι δὲ σχέσιν εἶναι δυοῖν χρόνοιν πρὸς ἀλλήλους, τοῦ τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. αὕτη μὲν κατὰ τοὺς προτέρους διδασκαλία.
§7 Μεταβῶμεν δἐπὶ τοὺς αἰσθάνεσθαι φάσκοντας τῆς συστολῆς, βραδύτητα μὲν καὶ τάχος ὁμοίως ἐκείνοις ἐν τῷ τῆς διαστολῆς χρόνῳ τιθεμένους, ἤδη δὲ κᾀν τῷ τῆς συστολῆς, οὐ μὴν τήν γε πυκνότητα καὶ τὴν ἀραιότητα καὶ τὸν ῥυθμὸν ἔθὡσαύτως ἐκείνοις, ἀλλὰ τὴν μὲν πυκνότητα καὶ τὴν ἀραιότητα κατὰ τὰς ἠρεμίας ἑκατέρας, τὸν ῥυθμὸν δὲ κατὰ τὸν τῆς διαστολῆς χρόνον ἅμα τῷ τῆς μεταὐτὴν ἡσυχίας παραβαλλόμενον τῷ τῆς συστολῆς ἅμα τῷ τῆς μεταὐτὴν ἠρεμίας. ἔσθὅτε δὲ καὶ τὸν τῆς διαστολῆς μόνης χρόνον τῷ τῆς συστολῆς μόνης παραβάλλοντες, οὕτω τὸν ῥυθμὸν γεννᾶσθαι λέγουσι. καὶ γὰρ περὶ τῆς πυκνότητος ἔνιοι μὲν αὐτῶν, ὡς εἴρηται, τινὲς δὲ τοῖς πρόσθεν  παραπλησίως ἐν τῷ τῆς διαστολῆς χρόνῳ τὸ τάχος καὶ τὴν βραδύτητα γεννᾶσθαι φήσαντες, ἐν τῷ λοιπῷ παντὶ τῷ συγκειμένῳ ἔκ τε τῶν δυοῖν ἡσυχιῶν καὶ τῆς συστολῆς τὴν πυκνότητα καὶ τὴν ἀραιότητά φασι συνίστασθαι. τινὲς δὲ καὶ τὸν ῥυθμὸν ὁμοίως τοῖς πρόσθεν οὐκ ὤκνησαν ἐν τῷ λόγῳ τοῦ τῆς διαστολῆς χρόνου πρὸς τὸν λοιπὸν ἅπαντα συνίστασθαι φάσκειν. οὐ μὴν οὐδἐν τῷ πάσης αἰσθάνεσθαι τῆς διαστολῆς τῆς συστολῆς ὁμολογοῦσιν ἀλλήλοις, ἀλλεἰσὶ μὲν οἳ πάσης ἑκατέρας, εἰσὶ δὲ οἳ μήτε τῶν πρώτων τῆς διαστολῆς μήτε τῶν ἐσχάτων τῆς συστολῆς, εἶτα καὶ περὶ τῶν ὀνομάτων ἐρίζουσιν ἀλλήλοις. ἵνοὖν ἡμεῖς μήτε τι τῶν πραγμάτων αὐτῶν παραλείπωμεν μήτἐν τοῖς ἀχρήστοις ἐπὶ πλέον διατρίβωμεν, εἰπόντες τὸ ἀληθές τε ἅμα καὶ χρήσιμον, ἐπιτρέψωμεν ὀνόματα θέσθαι τοῖς τοῦτο ἔργον πεποιημένοις, τῶν δὲ ὄντως ἔργων τῆς τέχνης ἀμελοῦσιν, οὔτε τῆς διαστολῆς τῶν πρώτων οὔτε τῆς συστολῆς τῶν ἐσχάτων δυνατοῖς αἰσθάνεσθαι. πόσον δἑκατέρου τὸ αἰσθητὸν καὶ διὰ τί, δείκνυμεν ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔστι δὲ δηλονότι χρήσιμον ἰατρῷ τὸ ὑπὸ τὴν αἴσθησιν ἐρχόμενον· ὥστε καὶ χρόνον διαστολῆς συστολῆς τὸν αἰσθητὸν ἀναγκαῖον γνωρίζειν αὐτῷ. τὴν μὲν οὖν ἠρεμίαν τὴν ἄνω καλουμένην, τὴν ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, ἀκριβῶς δυνατὸν ἡλίκη τίς ἐστι γνῶναι διὰ τῆς ἁφῆς, τὴν κάτω δὲ οὐκ ἔτι ἀκριβῶς, διὰ τὸ προσλαμβάνειν ἑκατέρωθεν μόρια, κατὰ μὲν τὴν ἀρχὴν τὸ τῆς συστολῆς πέρας, κατὰ δὲ τὴν τελευτὴν τὰ πρῶτα τῆς διαστολῆς. μεμνῆσθαι δὲ χρὴ τῶν χρόνων τούτων τό τε κατὰ φύσιν ἑκάστου μέγεθος καὶ τὸν πρὸς ἀλλήλους λόγον, καὶ γνωρίζειν δύνασθαι πόσον ἐν τῷ νοσεῖν ἀλλοιοῦνται, καὶ τί δηλοῦν ἑκάστη τροπὴ πέφυκεν, τῇ τε τῆς αἰτίας εὑρέσει καὶ τῇ μακρᾷ πείρᾳ λαμβάνεται, καὶ ἡμεῖς περὶ αὐτῶν ἑτέρωθι λέγομεν.
§8 Ἐν δὲ τῷ παρόντι τὰς διαφορὰς ἔτι προσθέντες τῶν δύο τούτων γενῶν τῶν νῦν εἰρημένων, τοῦ τε κατὰ τὴν ἠρεμίαν καὶ τοῦ κατὰ τὸν ῥυθμὸν, ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβαίνωμεν. ἐν μὲν δὴ τῷ κατὰ τὴν ἡσυχίαν τῆς ἀρτηρίας γένει τρεῖς διαφοραὶ συνίστανται σφυγμῶν, ἀραιὸς, πυκνὸς, μέσος, ὧν καὶ τοὺς λόγους ὀλίγῳ πρόσθεν ἐμάθομεν. ἐν δὲ τῷ κατὰ τὸν ῥυθμὸν οὐχ ἁπλῶς οὕτως ἐγχωρεῖ εἰπεῖν τὰς συνισταμένας διαφορὰς, ἀλλὰ πρῶτον, ὅτι πᾶς σφυγμὸς ῥυθμὸν ἔχει, δηλωτέον, ἵνα μή τινα τὸ τῶν ἀρύθμων καλουμένων σφυγμῶν ἐξαπατῆσαν ὄνομα ψευδῶς ὑπολαμβάνειν ποιήσῃ, παντὸς ἐστερῆσθαι ῥυθμοῦ τοὺς τοιούτους σφυγμούς. ὡς γὰρ ἀτράχηλος ἄνθρωπος καὶ κιθαρῳδὸς ἄφωνος, οὕτω καὶ σφυγμὸς ἄρυθμος καλεῖται, κάκωσιν τοῦ κατὰ φύσιν ῥυθμοῦ δηλούσης τῆς προσηγορίας, οὐ στέρησιν παντελῆ. καὶ ἔστιν ἐναντίος τῷ ἀρύθμῳ οὐχ ἔνρυθμος, πᾶς γὰρ σφυγμὸς ἔν τινι ῥυθμῷ, ἀλλ εὔρυθμος καλούμενος. ἀμφοτέρων δὴ τούτων, ἀρύθμου λέγω καὶ εὐρύθμου, καινὸν γένος ἐστὶν ἔνρυθμος σφυγμός. μὲν οὖν εὔρυθμος εἷς μένει καὶ ἄτμητος. τοῦ δὲ ἀρύθμου τρεῖς εἰσι διαφοραὶ, παράρυθμος, ἑτερόρυθμος, ἔκρυθμος. οἷος δἐστὶν ἕκαστος, ἐπὶ παραδείγματος μάθοις ἄν. ἑκάστῃ τῶν ἡλικιῶν ἐστί τις κατὰ φύσιν σφυγμός. τούτων οὖν μὲν σώζων τὸν ῥυθμὸν εὔρυθμος καλεῖται, δὲ διαφθείρων ἄρυθμος. καὶ τοῦ διαφθείροντος μὲν τὸν τῆς πλησίον ἡλικίας ῥυθμὸν μεταλαμβάνων παράρυθμος, δὲ τὸν τῆς ἑτέρας ἡστινοσοῦν ἑτερόρυθμος, δὲ μηδεμιᾶς ὅλως ἡλικίας ἀποσώζων ῥυθμὸν ἔκρυθμος ὀνομάζεται. οὕτω δὲ καὶ περὶ φύσεων καὶ ὡρῶν καὶ χωρῶν καὶ τῶν ἄλλων ἁπάντων χρὴ νοεῖν. ἑκάστου γὰρ αὐτῶν ἐστί τις οἰκεῖος ῥυθμὸς, οὗ διαφθειρομένου τό τἄρυθμον χρὴ νοεῖν καὶ τὰς εἰρημένας ἐν αὐτῷ διαφοράς. ἁπάντων δὲ τῶν ῥυθμῶν οἱ μὲν ἐν ἴσῳ λόγῳ συνίστανται, οἱ δὲ ἐν ἀνίσῳ· ἐν ἴσῳ μὲν, ὅταν τῆς διαστολῆς χρόνος ἴσος ὑπάρχῃ τῷ τῆς συστολῆς· ἐν ἀνίσῳ δὲ, ὅταν θάτερος αὐτῶν ὑπερέχῃ. γίνεται δὲ τοῦτὸ ποτὲ μὲν ἐν ῥηταῖς, ποτὲ δὲ ἐν ἀῤῥήτοις ταῖς ὑπεροχαῖς· καὶ ἐν ῥηταῖς μὲν διχῶς, ὡς ἐν πολλαπλασίῳ λόγῳ, ὡς ἀριθμοῦ πρὸς ἀριθμὸν, ὅσπερ καὶ ἐπιμόριος ὀνομάζεται. πολλαπλάσιος μὲν οὖν λόγος ἐστὶν διπλάσιος, τριπλάσιος, τετραπλάσιος, τις τῶν ἑξῆς. ὡς ἀριθμοῦ δὲ πρὸς ἀριθμὸν, ὅταν ἡλίκων διαστολὴ δυοῖν χρόνων, τηλικούτων συστολὴ, πέντε, ἑπτὰ, ἐννέα, ἕνδεκα· ἀῤῥήτοις δὲ τριχῶς μὲν καθόλου· γὰρ τῆς διαστολῆς χρόνος ἄῤῥητός ἐστιν, τῆς συστολῆς, ἀμφότεροι. κατὰ μέρος δὲ τούτων ἕκαστος ποτὲ μὲν ἐπὀλίγον παρηυξημένους ἔχει τοὺς ἀῤῥήτους χρόνους, εἴτε πλείους εἶεν, εἴθεἷς πρῶτος, ποτὲ δὲ ἐπὶ πλέον, ποτὲ δὲ ἐπὶ πλεῖστον. ὅτι δὲ πρῶτον χρόνον οὐ πρὸς τὴν φύσιν αὐτὴν, ἀλλὰ πρὸς αἴσθησιν ἀκούειν χρὴ, πρόδηλον. οὕτω γὰρ ἔχει καὶ παρὰ τοῖς μουσικοῖς. ταῦτἀρκεῖ τὸ νῦν περὶ ῥυθμῶν. ὅσον γὰρ ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν, τὸ δυνατόν τε καὶ χρήσιμον, ἀδύνατόν τε καὶ ἄχρηστον, ἔν τε τοῖς περὶ διαγνώσεως αὐτῶν καὶ ἐν τοῖς περὶ προγνώσεως εἰρήσεται.
§9 Ἀλλἐπὶ τὰ λοιπὰ δύο γένη μεταβαίνωμεν ἤδη· τὸ μὲν ἕτερον ἐν τήν τε ὁμαλότητα καὶ τὴν ἀνωμαλίαν ἐπισκοπούμεθα, τὸ δἕτερον ἐν τάξιν τε καὶ ἀταξίαν. ὁμαλότης μὲν οὖν καὶ ἀνωμαλία καθἕνα τε σφυγμὸν καὶ  περὶ πλείονας γίνεται. τάξις δὲ καὶ ἀταξία περὶ πλείονας μόνον. ἐπεὶ δὲ χαλεπὴ καὶ δυσθεώρητός ἐστιν καθἕνα σφυγμὸν ἀνωμαλία, περὶ τῆς ἐν πλείοσι συνισταμένης πρότερον εἴπωμεν συναποδόντες αὐτῇ καὶ τὸν περὶ τάξεως καὶ ἀταξίας λόγον, ἐπειδὴ παράκειταί τε καὶ οἰκεῖός ἐστιν, οὕτω καὶ ἐπὶ τὴν καθἕνα σφυγμὸν ἀνωμαλίαν ἐπανελθόντες, ἁπάσας αὐτῆς εἰπεῖν πειρασόμεθα τὰς διαφοράς. τοίνυν ἐν πλείοσιν σφυγμοῖς θεωρουμένη ὁμαλότης τε καὶ ἀνωμαλία, ἃς καὶ συστηματικὰς καλοῦσιν, ἐν τῷ παραβάλλειν τὰς ἐν τῷ πρώτῳ σφυγμῷ διαφορὰς τὰς ἁπάσας ταῖς ἐν τοῖς ἐφεξῆς νοοῦνται. εἰ μὲν γὰρ ἴσαι φυλάττοιντο κατὰ πάντα, ὁμαλὸς ἁπλῶς τοιοῦτος καλεῖται σφυγμός· εἰ δὲ ἄνισοι κατὰ πάντα, ἀνώμαλος ἁπλῶς. εἰ δὲ κατὰ τινὰ μὲν, τινὰς ἴσαι, κατὰ τινὰ δὲ, τινὰς ἄνισοι, καθἃς μὲν ἴσαι, κατὰ ταύτας ὁμαλὸς σφυγμὸς ῥηθήσεται, καθἃς δἄνισοι, κατἐκείνας ἀνώμαλος, πολὺ διαφέροντος, ἁπλῶς ὁμαλὸν καὶ ἀνώμαλον εἰπεῖν, καθἓν ὁτιοῦν γένος. μὲν γὰρ ἁπλῶς ὁμαλὸς οὔτε μέγεθος οὔτε τάχος οὔτἄλλο οὐδὲν ἄνισον ἔχει. δὲ καθἓν ὁτιοῦν ἅμα τῇ ἐκείνου προσηγορίᾳ λέγεσθαι βούλεται κατὰ μέγεθος ὁμαλὸς, κατὰ τάχος, κατὰ σφοδρότητα, καθἓν ὁτιοῦν ἄλλο. καὶ μέντοι καὶ ἀνώμαλος, ἤτοι κατὰ μέγεθος, τάχος, τι τῶν ἄλλων, ἔσθὅτε δὲ καὶ κατὰ δύο τούτων, τρία, πλείω, καὶ πάνθὁμοῦ πολλάκις, ὅταν ἁπλῶς ὁμαλὸς, ἀνώμαλος λέγηται. τοιοῦτοι μὲν τε ὁμαλὸς καὶ ἀνώμαλος. δὲ τεταγμένος καὶ ἄτακτος, τμηθέντος τοῦ ἀνωμάλου εἴς τε τὸ κατὰ περιόδους ἴσον καὶ εἰς τὸ παντοίως ἄνισον, καθἑκάτερον τῶν τμημάτων τὴν γένεσιν ἴσχουσι· κατὰ μὲν τὸ τῶν περιόδων ἴσον τεταγμένος, κατὰ δαὖ τὸ παντοίως ἄνισον ἄτακτος. ᾧδε γὰρ δὴ τὸ πᾶν αὖθις ἀναλαβόντες εἴπωμεν, ὑπὲρ τοῦ μηδὲν ἔτι διαφεύγειν ἀσαφές. αἱ καθἕνα σφυγμὸν ἅπασαι διαφοραὶ ταῖς ἐν τοῖς ἐξῆς ἴσαι καθἕκαστον γένος ἔστωσαν, ὁμαλὸς ἁπλῶς τοιοῦτος λεχθήσεται σφυγμός. ἀλλὰ πᾶσαι πάσαις ἄνισοι τυγχανέτωσαν οὖσαι, ἀνώμαλος ἁπλῶς τοιοῦτος. ἀλλὰ τὶς μὲν, τινὲς ἴσαι, τὶς δ’, τινὲς ἄνισοι, κατὰ τινὰ μὲν, τινὰς, σφυγμὸς ὁμαλὸς ἔσται, κατὰ τινὰ δ’, τινὰς ἀνώμαλος. μὲν οὖν ἁπλῶς ὁμαλὸς, κατὰ τινὰ διαφορὰν μίαν, καὶ πλείους, οὐ δέχεται τομήν. τὸν δἁπλῶς ἀνώμαλον, κατὰ τινὰς ἰδέας, τινὰ τέμνοντες, τῷ κατὰ περιόδους ἴσῳ τε καὶ ἀνίσῳ τὸν τεταγμένον τε καὶ ἄτακτον εὑρήσομεν, ἁπλῶς, κατὰ τινὰς διαφορὰς, τινά. τὸ δὲ κατὰ περιόδους ἴσον οἶμαι μὲν ἤδη σαφὲς ὑπάρχειν, ἀπὸ τῶν ἐφεξῆς ἴσων διωρισμένον, οὐ μὴν ἀλλὰ ὑπὲρ τοῦ μηδὲν ἐλλείπειν τῷ λόγῳ καὶ τοῦτο προσκείσθω παραδείγματος ἕνεκα, προχειρισαμένοις ἓν γένος σφυγμοῦ τὸ κατὰ τὸ μέγεθος. ἔστωσαν γὰρ μὲν πρῶτος σφυγμὸς καὶ δεύτερος καὶ τρίτος ἴσοι κατὰ τὸ μέγεθος, ἄνισος δαὖ τοῖς ἐφεξῆς ἑπέσθω τέταρτος. δῆλον ὡς ἀνώμαλος κατὰ μέγεθος τοιοῦτός ἐστι σφυγμὸς, οὐ μὴν ἤδη πω δῆλον, εἰ καὶ ἄτακτος, ἀλλὰ χρὴ περιμένειν ἄλλους τέτταρας, ἵνεἰ μὲν οἱ τρεῖς οἱ δεύτεροι καὶ ἀλλήλοις καὶ τοῖς ἐκ τῆς προτέρας περιόδου γεννηθεῖεν ἴσοι, καὶ μεταὐτοὺς τέταρτος τῷ τετάρτῳ, τεταγμένος τοιοῦτος λέγοιτο σφυγμὸς κατὰ μέγεθος, εἴ γε ὡσαύτως τὰς πρώτας δύο περιόδους καὶ τὰς ἑξῆς ἁπάσας ἴσας διαφυλάττει. εἰ δὲ μὴ πάντες οἱ ἐκ τῆς δευτέρας περιόδου τοῖς ἐκ τῆς προτέρας ἴσοι γίγνοιντο, τηνικαῦτα ἤδη καὶ σφυγμὸς ἄτακτος λέγοιτο κατὰ μέγεθος. οὕτω δὲ καὶ κατὰ τάχος καὶ πυκνότητα καὶ τὰς ἄλλας διαφοράς. ἔσθὅτε δὲ δύο μὲν τρεῖς περίοδοι σφυγμῶν ἄνισοι κατὰ πᾶν ἀλλήλαις εἰσὶν, αἱ δὲ ἑξῆς οὐκ ἔτι· τὸν τοιοῦτον σφυγμὸν ὅτι μὲν οὐ χρὴ καλεῖν τεταγμένον ἁπλῶς, ἄντικρυς δῆλον, οὐ μὴν οὐδὲ ἁπλῶς ἄτακτον, ἀλλἐπισκοπεῖσθαι χρὴ καὶ διορίζεσθαι μή τις τῶν κατὰ περιόδους ἐστὶ τεταγμένων. ἔσθὅτε γὰρ τρεῖς, τέτταρες περίοδοι ἀλλήλαις ἄνισοι γενόμεναι τὰς ἑξῆς ἴσας ἀνάλογον ἴσχουσιν. ὥστεἰ τύχοι τὴν μὲν τετάρτην τῇ πρώτῃ, τὴν δὲ πέμπτην τῇ δευτέρᾳ, τὴν δἕκτην τῇ τρίτῃ κατὰ πᾶν ἐξισοῦσθαι, τοιοῦτον τὸν σφυγμὸν εἰώθαμεν τεταγμένον κατὰ περίοδον καλεῖν, μέσον ὄντα τῶν ἁπλῶς λεγομένων τεταγμένων τε καὶ ἀτάκτων. τούτων μὲν γὰρ ἑκάτερος οὐδαμῇ τοῦ ἐναντίου μετέχει, οὔτοὖν τεταγμένος ἀταξίας οὔθ ἄτακτος τῆς τάξεως. δὲ κατὰ περίοδον τεταγμένος ἔστιν τάξεως, ἔστι δὲ ἀταξίας μετέχει, τάξεως μὲν τῆς ἐν ἁπάσαις ταῖς περιόδοις, ἀταξίας δὲ τῆς καθἑκάστην αὐτῶν. μὲν γὰρ ἁπλῶς τεταγμένος ἴσας ἁπάσας ἔχει τὰς περιόδους, δὲ κατὰ περιόδους τεταγμένος οὐχ ἁπάσας ἴσας, ἀλλὰ διά τινος ἀριθμοῦ. πάλιν δὲ μὲν ἄτακτος οὔτε πάσας ἐφεξῆς ἴσας ἔχει τὰς περιόδους οὔτε διά τινος ἀριθμοῦ. δὲ κατὰ περίοδον τεταγμένος ἑκάτερον μὲν αὐτῶν οὐκ ἔχει, θάτερον δἔχει. καὶ οὕτω μέσος τε ἀμφοῖν γίνεται, τεταγμένου τε καὶ ἀτάκτου, καὶ τὸ μὲν ἔχει κοινὸν ἑκατέρου, τὸ δοὔ. δύναιτο δἄν τις καὶ ἁπλῶς τεταγμένους τοὺς τοιούτους ἡγεῖσθαι σφυγμοὺς, εἰ τὰς κατὰ μέρος περιόδους τὰς διά τινος ἀριθμοῦ ταῖς ἑξῆς ἴσας εἰς μίαν ἁπάσας μεγάλην συναριθμοίη περίοδον. ὅση δὲ καὶ οἵα ποικιλία καὶ πλοκὴ γένοιτἂν τῶν περιόδων, ἐν διαφέρουσιν ἀριθμοῖς συνισταμένων, οὐ χαλεπὸν συνιδεῖν, καὶ μάλιστα τοῖς γεγυμνασμένοις τὰς ἐν τοῖς πυρετοῖς περιόδους ἐπιπλέκειν ἀλλήλαις. οὔκουν ἐπὶ πλέον ἡμᾶς δεήσει ἔτι τὰς διαφορὰς αὐτῶν ἐπεξιέναι, ἀλλἐπὶ τὰς κατὰ τὴν ἀνωμαλίαν ἐλθόντας εἰπεῖν προτέρας μὲν τὰς συστηματικὰς, ἑξῆς δὲ τὰς καθἕνα σφυγμόν.
§10 Αἱ μέντοι συστηματικαὶ τῶν ἀνωμαλιῶν, ἐν ἀθροίσματι δαὗται πλειόνων, ὡς ἔφαμεν, σφυγμῶν συνίστανται, πρώτην μὲν ἔχουσι διαφορὰν, καθἣν ὁτὲ μὲν ὁμαλῶς, ὁτὲ δὲ ἀνωμάλως γίγνονται, καὶ οὐ χρὴ θαυμάζειν εἰ ὁμαλήν τινα καλοῦμεν ἀνωμαλίαν. ἔχει γὰρ οὕτως οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις σχεδὸν ἅπασιν, ὅσα τρέποντα τὴν ἐξ ἀρχῆς φύσιν, εἴτε κατὰ μέγεθος εἴτε κατὰ ποιότητα, ὁμαλὰς ποιεῖ τὰς αὐξήσεις, ἀνωμάλους. καθόσον μὲν γὰρ τρέπει διαφθείροντα τὴν ἰσότητα, λέγοιτἂν ἀνώμαλα, καθόσον δὲ τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνει, λέγοιτἂν ὁμαλῶς τρέπεσθαι. τὰ δὲ μήτε ἐν τῷ πρόσθεν μένοντα μήτε τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνοντα τελέως ἀνώμαλα λέγεται. τοιοῦτον δή τι καὶ κατὰ τούσδε τοὺς σφυγμοὺς συμβέβηκεν, ἤτοι κατὰ βραχὺ καὶ ὁμαλῶς ἐκλυομένης αὐτῶν τῆς ἰσότητος, ἀθρόως καὶ κατὰ μεγάλα. γένοιτο δἂν ἐφἑνὸς γένους, ὡς ἐπὶ παραδείγματος, λόγος σαφής. ἔστω τοίνυν μὲν δεύτερος σφυγμὸς τοῦ πρώτου βραχὺ μικρότερος, δὲ τρίτος τοῦ δευτέρου τοσούτῳ πάλιν, ἀλλὰ καὶ τέταρτος τοῦ τρίτου τῷ ἴσῳ, καὶ τοῦτ’. ἄχρι πλείονος ἐφεξῆς γενέσθω, τοὺς τοιούτους σφυγμοὺς μειουρίζοντάς τε καὶ μειούρους καλοῦσιν, ἀπὸ τῶν εἰς ὀξὺ τελευτώντων σχημάτων τοὔνομα μεταφέροντες. ὅσοι μὲν διὰ παντὸς αὐτῶν μειοῦνται καὶ οὐδέποτε παύονται τοῦδε τοῦ παθήματος, εἰς ἀκινησίαν παντελῆ τελευτῶσιν, καὶ καλοῦμεν αὐτοὺς ἐκλείποντας μυούρους· ὅσοι δὲ παύονται, διττὴν ἔχουσι τὴν διαφοράν. τινὲς μὲν γὰρ αὐτῶν ἐν περ πρῶτον ἐπαύσαντο μειούμενοι σμικρότητι, ταύτην διὰ παντὸς φυλάττουσιν, τινὲς δαὐξάνονται πάλιν, οὓς μυούρους παλινδρομοῦντας καλοῦσι. τούτων δαὐτῶν οἱ μὲν εἰς ἴσον τῷ καταρχὰς ἐπανέρχονται μέγεθος, οἱ δεἰς ἔλαττον· καὶ τινὲς μὲν ἐν αἷς ἔμπροσθεν ἐμειώθησαν ὑπεροχαῖς, ἐν ταύταις αὖθις αὐξάνονται· τινὲς δἐλάττοσιν μείζοσι προσθέσεσι χρῶνται. τοιαῦται μέν τινες αἱ ὁμαλαὶ τῶν ἀνωμαλιῶν εἰσι διαφοραί.
§11–16
§11 Τῶν δἀνωμάλων ἀνωμαλιῶν τινὲς μὲν οὐδεμίαν ὅλως φυλάττουσιν ἰσότητα, τινὲς δὲ μέχρι μὲν τριῶν, τεττάρων, πέντε σφυγμῶν φυλάττουσι, διαφθείρουσι δὕστερον. ἐν ἑκατέραις δαὐτῶν ἤτοι τάξις, ἀταξία συνίσταται· τάξις μὲν, εἰ περιόδους τινὰς ἴσας φυλάττοιεν· ἀταξία δὲ, εἰ καὶ ταύτας διαφθείροιεν. ἐκλείπουσι δὲ κᾀπὶ τούτων πολλάκις αἱ κινήσεις, ὥσπερ κᾀπὶ τῶν ὁμαλῶς κινουμένων, ἀλλἐκείνους μὲν μυούρους ἐκλείποντας ὀνομάζομεν, τούτους δὲ ἀνωμάλους ἐκλείποντας. ἐν μὲν δὴ τῇ κατὰ τὸ μέγεθος καὶ σμικρότητα ἀνωμαλίᾳ πάνυ σύνηθες τοῖς ἰατροῖς ὄνομα τὸ μύουρον. ἐν δὲ τῇ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ τοῖς ἄλλοις γένεσιν οὐκ ἔθὁμοίως ἐν ἔθει. μέντοι τῶν πραγμάτων ἀναλογία καθἕκαστον γένος αὐτή. ἤτοι γὰρ ὁμαλῶς διαφθείρουσι τὴν ἰσότητα, ἀνωμάλως. καὶ τὰς ἄλλας τὰς ἐν μέρει διαφορὰς, τὰς αὐτὰς ἴσχουσιν ἀνωνύμους τὰς πλείστας αὐτῶν. πλὴν γὰρ τοῦ παρεμπίπτοντός τε καὶ διαλείποντος οὐδενὸς τῶν ἄλλων ἐστὶν ἴδιον ὄνομα. τούτων δὲ μὲν παρεμπίπτων ἐκ τῆς κατὰ πυκνότητα μόνης ἐστὶν ἀνωμαλίας, δὲ διαλείπων ἔν τε τῇ κατὰ ἀραιότητα καὶ μικρότητα συνίσταται, καθἕτερον ἐν ἑκατέρᾳ τρόπον, ἐν μὲν τῇ κατὰ τὴν ἀραιότητα τῷ τὴν ἡσυχίαν ἐπὶ μήκιστον ἐκτετάσθαι, ἐν δὲ τῇ κατὰ σμικρότητα τῷ τὴν διαστολὴν ἐπἐλάχιστον διεστάλθαι. μᾶλλον δέ πως ἐπὶ μὲν ταῖς σμικρότησι τῶν σφυγμῶν οἱ ἐκλείποντες, ἐπὶ δὲ ταῖς ἀραιότησιν οἱ διαλείποντες γίνονται. παράκεινται δὲ τοῖς διαλείπουσι σφυγμοῖς οἱ καλούμενοι παλινδρομοῦντες ἐκλείποντες, ὅταν δύο, καὶ τριῶν, καὶ πλειόνων ἔτι σφυγμῶν χρόνον ἀκίνητος εἶναι δόξασα παντάπασιν ἀρτηρία πάλιν ὑπάρξηται κινεῖσθαι. ταυτὶ μὲν καὶ τὰ τῆς συστηματικῆς ἀνωμαλίας εἴδη.
§12 Ὑπόλοιπον δἂν εἴη τῆς καθἕνα σφυγμὸν ἀνωμαλίας εἰπεῖν τὰς διαφοράς. ἔστι δὲ κᾀνταῦθα παραπλήσιος λόγος ἐφἑκάστου τε τῶν γενῶν καὶ πάντων ὁμοῦ. τὸν μὲν γὰρ ἁπλῶς ὁμαλὸν καλέσομεν, τὸν δὲ ἁπλῶς ἀνώμαλον, τὸν δὲ καθἓν ὁτιοῦν γένος, ἐν διαφθείρεσθαι συμβαίνει τὴν ἰσότητα. λέγωμεν οὖν ἐπὶ τοῦ κατὰ τὴν κίνησιν γένους πρώτως τὰς διαφοράς. εἰ γὰρ ἐπὶ τούτῳ γυμνασαίμεθα, ῥᾳδίως ἤδη καὶ περὶ τῶν λοιπῶν συνείσομεν. τῆς οὖν κατὰ τὴν κίνησιν ἀνωμαλίας δύο μὲν χρὴ τὰς πρώτας διαφορὰς τίθεσθαι, τὴν μὲν ἐν ἑνὶ μορίῳ τῆς ἀρτηρίας τὴν γένεσιν ἴσχουσαν, ἐν πλείοσι δὲ τὴν ἑτέραν. ἑκατέρα δαὐτῶν αὖθις εἰς πλείους τέμνεσθαι πέφυκεν, ἃς δίκαιον ἂν εἴη πάσας εἰπεῖν ἀρξαμένους ἀπὸ τῆς καθἓν μόριον συνισταμένης, οὐ κατὰ τὸν αὐτὸν δηλονότι χρόνον. ἀμήχανον γὰρ ἓν καὶ ταὐτὸ μόριον ἐν ἑνὶ καὶ ταὐτῷ χρόνῳ μὴ ὡσαύτως φαίνεσθαι κινούμενον, ἀλλἐν διαφέρουσι καιροῖς τοῦ ἑνὸς μορίου κίνησις οὐχ αὐτὴ φαίνεται πολλάκις, ὅταν ἀρχομένη μὲν βραδυτέρα, τελευτῶσα δὲ ὠκυτέρα, καὶ ἀνάπαλιν ἀρχομένη μὲν ὠκυτέρα, τελευτῶσα δὲ βραδυτέρα, πάνυ πολλῆς τοιαύτης ἀνωμαλίας καὶ πολλάκις ἐν τοῖς σφυγμοῖς εὑρισκομένης καὶ πολλὰ δηλοῦν πεφυκυίας, ὡς ἑτέρωθι λέγεται. δείξομεν δὲ νῦν αὐτῆς ἁπάσας τὰς κατὰ μέρος διαφοράς. εἰσὶ δὲ τρεῖς μὲν αἱ πρῶται, ποτὲ μὲν ἡσυχίας διακοπτούσης τὴν κίνησιν τοῦ μορίου, ποτὲ συνεχοῦς μὲν φαινομένης αὐτῆς, οὐ μὴν ἰσοταχοῦς, ποτὲ δὲ ἐπανερχομένης. ἐν ἑκάστῃ δαὐτῶν κατὰ μέρος ἕτεραι.
§13 Περὶ πρώτης οὖν εἴπωμεν τῆς πρῶτον ῥηθείσης, ἐν διακόπτεσθαι τὴν κίνησιν ὑπὸ τῆς ἠρεμίας συμβέβηκεν. εὑρίσκονται δὲ ἐν αὐτῇ διαφοραὶ σφυγμῶν ἐννέα, τρόπῳ τῷδε συνιστάμεναι. τῆς προτέρας κινήσεως ὠκείας  οὔσης, δευτέρα τὰς τρεῖς τρεπέσθω τροπὰς, ὠκεῖα, βραδεῖα, σύμμετρος γινομένη. τρεῖς μὲν αὗται διαφοραὶ σφυγμῶν. αὖθις δἄλλαι τρεῖς, τῆς προτέρας ΄βραδείας μενούσης, ὑπαλλαττομένης δὲ τῆς δευτέρας τριχῶς, καὶ αὖθις δἄλλαι τρεῖς, τῆς προτέρας μενούσης συμμέτρου, τῆς δὲ δευτέρας τριχῶς τρεπομένης.
§14 Τῶν δὲ μὴ διαλειπόντων κατὰ τὴν διαστολὴν ἀνωμάλων σφυγμῶν ἐν τῇ κινήσει, ἀλλἑξῆς ἀεὶ μίαν τὴν ἀνωμαλίαν ἐχόντων μηδαμοῦ σχιζομένην ἀκινησίᾳ, τινὲς μὲν ὠκέως ἀρχόμενοι κινήσεως, βραδύνουσι τελευτῶντες, ἄλλοι δἔμπαλιν ἄρχονται μὲν βραδεῖς, ταχύνονται δὲ ἀεὶ καὶ μᾶλλον, ἑκατέροις δαὐτῶν ὁμαλῶς ἀνωμάλως τὸ τοιοῦτο γίνεται. προείρηται γὰρ ὅπως ὁμαλή τις ἀνωμαλία γίγνεται. τῶν μὲν οὖν ὁμαλῶς ἐκλυόντων τὴν κίνησιν ἐπιτεινόντων οἱ μὲν ἀπὸ τῆς ἐσχάτης βραδύτητος ἐπὶ τὴν σύμμετρον κίνησιν ἔρχονται, τινὲς δὲ ἀπὸ τῆς συμμέτρου κινήσεως ἐπὶ τὴν ἐσχάτην βραδύτητα, καὶ τινὲς μὲν ἀπὸ τοῦ πρώτου τάχους τῆς συμμέτρου κινήσεως ἐπὶ τὴν ἐσχάτην βραδύτητα, τινὲς δὲ ἀπὸ ταύτης ἐπὶ τὸ ἔσχατον τάχος. ἄλλοι δέ τινες ἐφἑκάτερα τῆς συμμέτρου κινήσεως βραχὺ ἀποχωροῦσι διχῶς καὶ οὗτοι, ποτὲ μὲν ὠκύτεροι, ποτὲ δὲ βραδύτεροι γιγνόμενοι. ὥστεἶναι τὰς πάσας αὐτῶν ἓξ διαφορὰς, καίτοι πλέονες ἐπινοεῖσθαι δύνανται. ἀλλἡμεῖς τὰς φαινομένας εἴπωμεν. οὐ γὰρ εὕρομεν οὔτἀπὸ τῆς ἐσχάτης βραδύτητος εἰς ἔσχατον τάχος ἀφικνούμενον οὐδένα σφυγμὸν τῶν ὁμαλὴν τὴν ἀνωμαλίαν ἐχόντων οὔτἔμπαλιν ἀπὸ τῆς ταχίστης κινήσεως εἰς τὴν βραδυτάτην. ἀλλἐν τοῖς ἀνώμαλον τὴν τροπὴν ποιουμένοις σπανίως γίνεται τοῦτο. οὐ γὰρ ἐπὶ τῇ τυχούσῃ διαθέσει τηλικαύτη μεταβολὴ γίνεσθαι πέφυκεν, ὥστε ἀρξαμένην βραδύτατα κινεῖσθαι τὴν ἀρτηρίαν τελευτῶσαν εἰς ἔσχατον ἀφικέσθαι τάχος, τάχιστα κατὰ τὴν ἀρχὴν κινηθεῖσαν εἰς ἐσχάτην βραδύτητα μεταστρέψαι. καὶ ὅταν τοῦτο γίνηται, καὶ τροπὴ τηνικαῦτα ἐξ ἀνάγκης ἀνώμαλός τέ ἐστι καὶ ἀθρόα κατὰ μεγάλας μεταβολὰς, καὶ οὐ κατὰ βραχὺ γενομένη, καθάπερ ἐξαλλομένης τῆς ἀρτηρίας, ὅταν ἐκ τῆς βραδύτητος εἰς τὸ τάχος μεταπίπτῃ, καὶ αὖθις οἷον εἰργομένης καὶ δεσμουμένης καὶ κατεχομένης ὑπό τινος, ὅταν ἐκ τοῦ ταχέως κινεῖσθαι μεταπίπτῃ ποτὲ ἀθρόως εἰς βραδύτητα, τὴν ἐν μέσῳ συμμετρίαν ὑπερβᾶσα. τίνες μὲν οὖν αἱ διαθέσεις καὶ τίνες αὐτῶν αἱ αἰτίαι καὶ εἰς τι τελευτῶσιν οἱ τοιοῦτοι σφυγμοὶ, τηνικαῦτα λεχθήσεται, ὅταν καὶ περὶ τῶν ἄλλων ἁπάντων τὰς αἰτίας τι δηλοῦν πεφύκασιν ἐπισκεπτώμεθα. νυνὶ δὲ τὰς διαφορὰς μόνον ἐπέξιμεν.
§15.1 Εἰρηκότες οὖν ἱκανῶς, ὅτι τῶν ἀνωμάλων καθἓν μόριον σφυγμῶν, ὅταν ὁμαλὴν ποιῶνται τὴν ἀνωμαλίαν, ἕξ εἰσιν αἱ πᾶσαι διαφοραὶ, καὶ ὡς οὐχ εὑρήκαμεν οὐδένα τῶν τοιούτων οὔτἀπὸ τῆς βραδυτάτης κινήσεως εἰς τὴν ταχίστην οὔτἀπἐκείνης εἰς τὴν βραδυτάτην τελευτήσαντα, περὶ τῶν ἀνώμαλον τὴν τροπὴν ποιουμένων ἤδη λέγωμεν, ἐν οἷς ποτὲ μὲν δύο, ποτὲ δὲ τρεῖς σαφῶς φαίνονται διαφοραὶ τῆς κινήσεως. ἡμῖν δὲ καὶ τετάρτη ποτὲ ἀμυδρῶς ἐφαντάσθη. τάχα δἄν τις ἐπὶ πλέον τριβόμενος καὶ προσεδρεύων τῷ πράγματι καὶ ἀσκῶν τὴν ἁφὴν καὶ τέτταρας γνωρίσαι σαφῶς δυνηθείη. ἀλλὰ νῦν περὶ τῶν ἐναργῶς φανεισῶν πολλάκις καὶ ἡμῖν καὶ τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην μεταχειρισαμένοις πολλάκις ἐροῦμεν, ὅταν ἤτοι δύο διαφορὰς αἰσθητὰς κίνησις τῆς ἀρτηρίας, τρεῖς ποιῆται. δύο μὲν γὰρ οὐσῶν ἓξ ἔσται συμπλοκῶν σχήματα, τριῶν δὲ τέτταρα καὶ εἴκοσι. τί δή ποτε δὲ τριῶν ὄντων σφυγμῶν ἐν ἑκατέρᾳ τῶν διαφερουσῶν κινήσεων, ὠκέος τε καὶ βραδέος καὶ συμμέτρου, τὰς ἐκ τῆς συμπλοκῆς αὐτῶν οὐκ ἐννέα φαμὲν, ἀλλἓξ γίνεσθαι διαφορὰς, ᾧδἂν μάθοις, εἰ γνοίης ὅτι τὸν αὐτὸν σφυγμὸν ἐφεξῆς δὶς ὑποθέμενος γίνεσθαι, μηδεμιᾶς ἡσυχίας μέσης αὐτοῖς ὑπαρχούσης, ἕνα τὸν ὅλον ὁμαλὸν ἀπεργάσῃ, καὶ κατὰ τοῦτο τῶν ἐννέα συμπλοκῶν τρεῖς ἀποχωροῦσιν, ἐν αἷς οὐκ ἔτἀνώμαλος σφυγμὸς, ἀλλὁμαλὸς γίνεται, ἤτοι ταχὺς, βραδὺς, σύμμετρος, ὡς ἐπὶ τοῦ διαγράμματός ἐστι δῆλον. δεύτερος γὰρ ἐν αὐτῷ καὶ τέταρτος καὶ ἔννατος ὁμαλοὶ γίνονται, ταχὺς μὲν δεύτερος, βραδὺς δὲ τέταρτος, σύμμετρος δὲ ἔννατος. εἰ δέ τις καὶ αὐτῶν τούτων πρὸς ἀλλήλους ἐστὶ διαφορὰ, τοῦ ταχέος πρὸς τὸν ταχὺν, τοῦ βραδέος πρὸς τὸν βραδὺν, τοῦτο νῦν παρείσθω. πλέονα γὰρ ἀσάφειαν παρέξει. ἀλλὡς τῶν αὐτῶν καὶ ἴσων ἀλλήλοις ὑπαρχόντων παρὼν λόγος περαινέσθω.
§15.2 Οὕτω δὲ καὶ εἰ τρεῖς ὑποθέμενος διαφερούσας ἀλλήλων κινήσεις, καθἑκάστην αὐτῶν τοὺς τρεῖς σφυγμοὺς ὑπαλλάττων  συμπλέκοις, ἑπτὰ μὲν καὶ εἴκοσιν ἔσται τὰ πάντα σχήματα, τρία δἐξ αὐτῶν εἰς ὁμαλότητα μεταπεσεῖν ἀναγκαῖον. ἔστι δὲ καὶ τοῦτο δῆλον ἐπὶ διαγράμματος.
§15.3 Ὁμαλῶν οὖν ἐν τούτοις τριῶν γενομένων, τοῦ δευτέρου κατὰ τὸ διάγραμμα, καὶ τοῦ τρισκαιδεκάτου καὶ ἑβδόμου καὶ εἰκοστοῦ, ταχὺς μὲν δεύτερος ἔσται, βραδὺς δὲ τρισκαιδέκατος, μέσος δὲ ὕστατος. ἤδη δὲ καὶ ἄλλοι δέκα δύο σφυγμοὶ μεταπίπτουσιν εἰς τὸ πρῶτον διάγραμμα. τῷ μὲν γὰρ ἐκ τοῦ πρώτου διαγράμματος πρώτῳ δύο ἂν γενηθεῖεν οἱ αὐτοὶ, τῶν ἐκ τοῦ δευτέρου πρῶτός τε καὶ τέταρτος, μὲν τάχους τὸ πλέον, δὲ βραδύτητος ἔχων. τῷ τρίτῳ δὲ τρίτος καὶ ἔννατος, μὲν τάχους τὸ πλέον, δὲ συμμετρίας ἔχων. τῷ πέμπτῳ δὲ τε ἑνδέκατος καὶ τεσσαρεσκαιδέκατος, μὲν τάχους τὸ πλέον, δὲ βραδύτητος ἔχων. τῷ ἕκτῳ δὲ τε πεντεκαιδέκατος καὶ ὀκτωκαιδέκατος, μὲν βραδύτητος τὸ πλέον, δὲ συμμετρίας κεκτημένος. τῷ ἑβδόμῳ δὲ τε εἰκοστὸς δεύτερος καὶ εἰκοστὸς πέμπτος, μὲν τῇ βραδύτητι πλεονεκτῶν, δὲ τῇ συμμετρίᾳ. λοιποὶ δὲ δύο τῶν ἐκ τοῦ δευτέρου διαγράμματος οἱ αὐτοί εἰσιν τῷ ἐκ τοῦ πρώτου διαγράμματος ὀγδόῳ, εἰκοστός τε καὶ εἰκοστὸς ἕκτος, μὲν τῷ τάχει πλεονεκτῶν, δὲ τῇ συμμετρίᾳ. καὶ γένοιτἂν διαίρεσις ἐνταῦθα τῶν μὲν, εἰ δύο μόνον εἶεν ἐν τῇ διαστολῇ διάφοροι κινήσεις, εἰς τὸ πρότερον διάγραμμα, τοὺς τοιούτους σφυγμοὺς ἅπαντας τιθέντων, τῶν δὲ τὰ μεγέθη προσλογιζομένων, καὶ οὕτως, ἴσων μὲν αὐτῶν ὄντων, εἰς τὸ πρότερον τιθέντων, θατέρου δὲ διπλασίονος, εἰς τὸ δεύτερον. ἐπεχείρησα δἂν κρῖναι τὴν μάχην, εἴ τι μέγα κερδαίνειν ἤλπιζον· ἐπεὶ δἀρκεῖ τοσοῦτο διορίσασθαι, τὸ ποτὲ μὲν τὴν ἑτέραν τῶν κινήσεων κατὰ μείζονος ἐνηνέχθαι διαστάσεως, ποτὲ δὲ τὴν ἑτέραν, καὶ ἀμφοτέρας ἐξ ἴσου, τούτου τις μεμνημένος, ἵναὖθις μάθῃ τί δηλοῦν ἑκάστη πέφυκεν, εἰς ὁπότερον βούλεται τῶν διαγραμμάτων τιθέσθω τοὺς εἰρημένους σφυγμούς. ὅτι δὲ οἱ λοιποὶ δώδεκα, οἱ ἐκ τοῦ δευτέρου διαγράμματος, οἱ κατὰ πᾶν ἀνώμαλοι, κατοὐδὲν τοῖς ἐν τῷ προτέρῳ κοινωνοῦσιν, ἄντικρυς δῆλον, ἐφὧν αὐτό γε τοῦτο προσγέγραπται τὸ τῆς ἀνωμαλίας, οὐχ ὡς τῶν ἄλλων τῶν δέκα δύο τῶν κοινωνούντων τῷ πρώτῳ διαγράμματι μὴ ὄντων ἀνωμάλων, εἰσὶ γὰρ, ἀλλὅτι κατὰ τὰς τρεῖς διαφορὰς τῶν κινήσεων οὗτοι τὴν ἀνωμαλίαν ἔχουσι σαφῆ, τῶν ἄλλων κατὰ τὰς δύο διαφορὰς ἐχόντων, καί εἰσιν ἀπὸ τοῦ πρώτου κατὰ τὴν τάξιν ἀριθμοῦντι πέμπτος τε καὶ στ΄ καὶ ζ΄ καὶ η΄ καὶ ι΄ καὶ ιστ΄ καὶ ιθ΄ καὶ κα΄ καὶ κγ΄ καὶ κδ΄.
§16 Ἀρκεῖν μοι δοκεῖ καὶ περὶ τούτων τὰ τοσαῦτα. ἐπὶ γὰρ τὴν ἔτι λοιπὴν καὶ τρίτην διαφορὰν τῶν καθἓν μόριον ἀνωμάλων σφυγμῶν ἐπάνιμεν αὖθις, οὓς Ἀρχιγένης μὲν ὡς ἕνα γράφει καὶ καλεῖ δίκροτον. εἰσὶ δὲ πλείους. ὅσοι δέ τινες καὶ οἷοι, μετὀλίγον ἐροῦμεν, ἂν πρότερον ἐπισκεψώμεθα, πότερον τῶν κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας συνισταμένων ἐστὶν, δύο εἰσὶν ἐφεξῆς ἀλλήλων ἄνισοι σφυγμοί. τοῦτο δοὐχ οἷόν τε κρῖναι καλῶς, εἰ μὴ πρότερον ἀκριβῶς μάθωμεν, οἷός ἐστιν σφυγμὸς οὗτος, πρὸς Ἀρχιγένους δίκροτος κεκλημένος. ὅτι μὲν γὰρ τῶν δὶς παιόντων τὴν ἁφὴν, ἄντικρυς. δῆλον. ἀλλὰ τοῦτο μὲν καὶ τοῖς διαλείπουσι κατὰ μίαν πληγὴν ὑπάρχει, καὶ εἴ τις μόνῳ τῷ πλήττεσθαι προέχων, δύο σφυγμοὺς τὸν δὶς παίοντα νομίζει, φανερῶς ἁμαρτάνει. τοὺς γὰρ ἐν μιᾷ διαστολῇ διαλείποντας οὐκ ἂν φαίη δύο σφυγμοὺς εἶναι, καί τοι δὶς πλήττουσιν. ἐναργῶς γὰρ ἐπαὐτῶν κίνησις ἀπολλῦσα  τὸ συνεχὲς ἀκινησίᾳ μέσῃ διακόπτεται. τὸ δὲ γένος τὸ τῶν δικρότων οὐχ οὕτως, ἀλλἐπειδὰν πληρώσῃ τὴν διαστολὴν ἅπασαν, εὐθὺς ἀποχωρεῖ πρὸς βραχὺ, καὶ αὖθις παίει τὸ δεύτερον, ὥστε τῶν μὲν διαλειπόντων ἡσυχίαν μέσην εἶναι τῶν πληγῶν, τοῦ δὲ δικρότου συστολὴν σύνοδον, ὑπονόστησιν, ὡς ἄν τις ἐθέλῃ καλεῖν. διὰ τοῦτό τινες δύο σφυγμοὺς εἶναί φασι, οὐχ ἕνα, τὸν δίκροτον. ἐροῦσι δὲ αὐτὸ μάλιστα οἱ μὴ παρακολουθοῦντες τῇ συστολῇ τῆς ἀρτηρίας, ἀλλἐκ πληγῆς καὶ διαλείμματος τὸν σφυγμὸν συνεστάναι φάσκοντες. οὗτοι γὰρ μετὰ τὴν προτέραν προσβολὴν τῆς ἀρτηρίας ἀκινησίαν βραχεῖαν ἐροῦσι γίγνεσθαι, καὶ μεταὐτὴν ἑτέραν προσβολὴν, καὶ φήσουσιν ἀνώμαλον εἶναι τὸν τοιοῦτον σφυγμὸν κατὰ πυκνότητα. τούτους γὰρ ἀνωμάλους κατὰ πυκνότητα νομίζουσιν, ὑφὧν ἄνισον τὸ μεταξὺ τῶν πληγῶν διάλειμμα, καθάπερ καὶ μετὀλίγον ἐροῦμεν, ἀλλὰ νῦν γε, ὅτι καὶ κατὰ τούτους διοίσουσιν οἱ δίκροτοι σφυγμοὶ τῶν ἐν μιᾷ διαστολῇ διαλειπόντων, πειραθῶμεν πρότερον ἀποδεῖξαι, συγχωρήσαντες αὐτοῖς τὴν ὑπόθεσιν, καθἣν οὔ φασιν αἰσθητὴν εἶναι τὴν συστολήν. εἰ γὰρ καὶ τοῦτο δοθείη, τὸ γοῦν οὐκ ἀπὸ τῶν ἴσων διαστημάτων ἀνιοῦσαν φαίνεσθαι τὴν ἀρτηρίαν οὐκ ἄν τις ἀρνήσαιτο. τοῦτο δἐπὶ τῶν διαλειπόντων ἐναργῶς φαίνεται. κάτωθεν γάρ ποθεν ἀρξαμένη τῆς κινήσεως ἀρτηρία, κᾄπειτα παυσαμένη, τὴν ἀρχὴν αὖθις τῆς δευτέρας κινήσεως, ἵνα περ ἐτελεύτησεν προτέρα, ποιεῖται, τῶν δικρότων οὐχ οὕτως πληττόντων, ἀλλὰ φανερῶς ἐκ βάθους πλέονος καὶ κατὰ μείζονος διαστάσεως προτέρα κίνησις ἐνηνέχθαι φαίνεται, αὐτόθεν δήπουθεν ἐγγύθεν δευτέρα. τούτους μὲν οὖν τοσοῦτον ὁμολογοῦντας ἕξομεν, ὡς οὐ ταὐτόν ἐστι διαλείπειν ἐν μιᾷ διαστολῇ σφυγμὸν, δὶς παίειν, ὡς δίκροτος. οὐ μὴν ἀναγκάσαι γε αὐτοὺς ἄκοντας οἷόν τε, κατὰ μίαν πληγὴν ἀνωμάλους ὀνομάζειν τοὺς δικρότους. ἐροῦσι γὰρ ἀπομαχόμενοι δύο πληγῶν φανερῶς αἰσθάνεσθαι, μήτε τὸ μέγεθος ἴσον μήτε τὸν χρόνον, ἀλλὰ μηδὲ τὸν τόνον. καὶ διὀλίγου φήσουσι χρόνου τὴν δευτέραν ἐπὶ τῇ προτέρᾳ γίγνεσθαι. καὶ ἀνώμαλον μὲν συγχωρήσουσιν εἶναι τὸν τοιοῦτον σφυγμὸν, οὐ μὴν τὸν κατὰ μίαν πληγήν· ἀλλὰ τὰς ἐν πυκνότητι καὶ σμικρότητι καὶ τόνῳ τῆς ἀνωμαλίας διαφορὰς αὐτῷ προσάψουσιν. τοῖς δὲ καὶ τῆς συστολῆς αἰσθανομένοις φανερῶς δίκροτος ἐκπίπτει τῆς συστηματικῆς καλουμένης ἀνωμαλίας. ἔοικε γὰρ τὸ ἐπαὐτοῦ γιγνόμενον ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς, τῆς μὲν προτέρας ἐκ πολλοῦ μὲν διαστήματος καταφερομένης καὶ σφοδρῶς παιούσης, τῆς δευτέρας δὲ οἷον ἀναπαλλομένης τῆς σφυρᾶς ἀπὸ τοῦ ἄκμονος οὐκ ἐπὶ πολὺ, καὶ αὖθις αὐτῷ προσπιπτούσης ἀῤῥωστότερόν τε πρόσθεν καὶ ἐξ ὀλίγης διαστάσεως. τοιοῦτον γάρ τοι καὶ οἱ δίκροτοι τυγχάνουσιν ἔχοντες τὸ εἶδος, οἷον ὠθουμένης τῆς ἀρτηρίας εἰς τοὐπίσω κατὰ τὴν προσβολὴν, εἶταὖθις ἐπανερχομένης. δἂν μάλιστα σαφέστατα τὴν τῶν δικρότων σφυγμῶν φύσιν ἐνδείξαιτο καὶ χωρίσειε τῆς συστηματικῆς ἀνωμαλίας, τὸ τῆς ἀποχωρήσεώς ἐστιν εἶδος. οὐδὲ γὰρ συστέλλεται τότε ἀρτηρία, ἀλλά πως οἷον κλονουμένη καταφέρεται, καὶ τὴν καταφορὰν αὐτῆς ἀπὸ τοῦ πέρατος τῆς πρώτης διαστολῆς, οὐδεμία σαφὴς ἡσυχία διαιρεῖ, καθάπερ ἐπὶ τῆς συστολῆς φαίνεται, ἀλλεὐθὺς ἅμα τῷ παύσασθαι τῆς ἄνω φορᾶς ὑποχώρησις γίνεται, πρὸς ὀλίγον κλονουμένης αὐτῆς, εἶταὖθις ἐμπιπτούσης· οἷόν τι καὶ τοῖς πρὸς βίαν ἑλχθεῖσι κλάδοις, εἶτἀφεθεῖσι γίγνεται. καὶ γὰρ ἐκεῖνοι φέρονται μὲν ἐπὶ τὸν ἐξ ἀρχῆς τόπον, οὐ μὴν εὐθὺς ἐν αὐτῷ μένουσιν, ἀλλαὖθις ἀναχωροῦσιν ἐπὶ ταὐτὸ, ὅθεν ἠνέχθησαν, καὶ οὐδὲ ἴσην γε διάστασιν ἐπιλαμβάνουσι τῇ πρόσθεν, ἀλλἐλάττονα μικρῷ· καὶ πάλιν ἀπὸ τούτου τοῦ πέρατος ἐπὶ τὸν οἰκεῖον ἀναφέρονται τόπον, καὶ δεύτερόν γε ὑποχωροῦσιν αὖθις· καὶ ἐπανέρχονται πάλιν, καὶ τρίτον τε καὶ τέταρτον καὶ πολλάκις, ἔστἂν κατὰ βραχὺ μειοῦντες τὴν ἐπάνοδον, εἰς ἡσυχίαν παντελῆ τελευτήσωσι. τοιοῦτόν τι καὶ τῆς ἀρτηρίας κινήσει συμβέβηκεν ἐν τοῖς δικρότοις σφυγμοῖς. ὥστἔγωγε οὐ μόνον ἅπαξ ἐπανιοῦσαν, ἀλλὰ καὶ δεύτερον εἶδόν ποτε. καὶ τὸ σύμπαν φάναι, κλονώδη πάντως δεῖ τὴν κίνησιν εἶναι τοῦ δικρότου σφυγμοῦ, ὥστε καὶ καταὐτὴν τὴν προτέραν πληγὴν οἷον ἐπαιρομένην καὶ τὸν τόπον ὅλον ἀλλάττουσαν τὴν ἀρτηρίαν ἄνω φέρεσθαι μᾶλλον διαστελλομένην· τοιοῦτοι γὰρ οἱ κλονώδεις. καὶ ὅταν γε σφοδρῶς αὐτοῖς τοῦτο τὸ πάθημα συμπίπτῃ, καὶ τὰ μόρια τῆς ἀρτηρίας διαφερόντως κινῶνται, τοῦ μὲν εἰ τύχοι πρώτου, τοῦ δὲ δευτέρου, τοῦ δὲ τρίτου καὶ πολλάκις τετάρτου καὶ πέμπτου μέρους αὐτῆς ἀναφερομένου τε καὶ αὖθις καταφερομένου. ὥστε ἔστιν ὅτε καθἕνα καὶ τὸν αὐτὸν χρόνον τὰ μὲν ἀναφέρεσθαί σοι δόξει μόρια, τὰ δὲ καταφέρεσθαι. τοιαύτης οὖν οὔσης τῆς τῶν δικρότων σφυγμῶν ἰδέας, αἱ διαφοραὶ γενήσονται κατὰ πάντα τὰ προγεγραμμένα γένη, πληρότητος, σκληρότητος, μεγέθους, σφοδρότητος, τάχους, καὶ τῶν ἐναντίων, ἐν αὐτῇ τε τῇ πρώτῃ κινήσει καὶ τῇ κατὰ τὴν ὑποχώρησιν ἐπανόδῳ. δύναται γὰρ μεγάλη καὶ οὐ μεγάλη, καὶ σφοδρὰ καὶ οὐ σφοδρὰ, καὶ ταχεῖα καὶ οὐ ταχεῖα, καὶ τῶν ἄλλων ἕκαστον εἰδῶν γίνεσθαι, καὶ ἤτοι ὁμαλὴ, ἀνώμαλος, ὥστε τὰς τοιαύτας ἐπαλλάξεις πολλὰ ποιεῖν εἴδη τῶν δικρότων σφυγμῶν. αὗται μὲν αἱ κατὰ διαστολὴν τῶν δικρότων σφυγμῶν τῆς ἐν ἑνὶ μορίῳ συνισταμένης ἀνωμαλίας διαφοραί.
§17–28
§17 Μεταβάντες δἐπὶ τὴν ἐν διαφέρουσι μορίοις, εἴπωμεν ἤδη καὶ τὰς ἐκείνης ἁπάσας διαφορὰς, πρώτας μὲν δύο, καθἃς συνεχής ἐστιν κίνησις, διαλείπουσα κατά τι, τὰς δἄλλας τὰς κατὰ μέρος ἐκ τῆς τούτων τομῆς συνισταμένας. μὲν γὰρ συνεχὴς ἤτοι ὁμαλής ἐστιν,  ἀνώμαλος. ἐμάθομεν γὰρ ὅπως ὁμαλὴς καὶ ἀνώμαλος ἀνωμαλία γίγνεται. τῆς μὲν οὖν ὁμαλοῦς, ἐκλύεσθαι τὸ τάχος, ἐπιτείνεσθαι ἀναγκαῖον ἑξαχῇ, καθάπερ μικρῷ πρόσθεν ἐλέχθη, τῆς δἀνωμάλου πλείους εἰσὶν αἱ διαφοραὶ παρὰ τὸ μακρὸν, βραχὺν, σύμμετρον κατὰ τὸ μῆκος εἶναι τὸν σφυγμόν. τοῖς μὲν γὰρ δύο δακτύλοις ὑποπιπτούσης τῆς κινήσεως ἕξ ἔσονται διαφοραὶ, τοῖς δὲ τρισὶ τέσσαρες καὶ εἴκοσι, τοῖς δὲ τέσσαρσιν ὀκτὼ καὶ ἑβδομήκοντα. ὅπως μὲν οὖν εἰ τοῖς δύο δακτύλοις κίνησις ὑποπίπτοι, τὰς διαφορὰς ἓξ ἀναγκαῖον γενέσθαι, καὶ εἰ τοῖς τρισὶ, τέσσαρας καὶ εἴκοσι, τὰ προγεγραμμένα δύο διαγράμματα διδάσκει. πῶς δὲ καὶ εἰ τοῖς τέσσαρσιν, ὀκτὼ καὶ ἑβδομήκοντα, μάθοις ἂν, εἰ πρότερον γνοίης ὅτι τεττάρων πραγμάτων ὡντινωνοῦν τρεῖς ἑκάστου διαφορὰς ἔχοντος ἀνάγκη τὰς πάσας συζυγίας γενέσθαι μίαν καὶ ὀγδοήκοντα. τοῦτο δοὐ χαλεπὸν εὑρεῖν ἐκ τοῦ γιγνώσκειν, ὅτι τῶν τρεῖς ἐχόντων διαφορὰς ἑπτὰ καὶ εἴκοσι συζυγίαι γίνονται. προσελθόντος γὰρ τοῦ τετάρτου τρεῖς ἔχοντος διαφορὰς, εὔλογόν ἐστι μίαν καὶ ὀγδοήκοντα γενέσθαι τὰς πάσας, ὧν εἰ ἀφέλοιμεν τρεῖς τὰς ὁμαλοὺς ποιούσας τοὺς σφυγμοὺς, οἱ λοιποὶ δηλονότι ὀκτὼ καὶ ἑβδομήκοντα γενήσονται. κατὰ ταὐτὰ δὲ τοῖς προγεγραμμένοις δύο διαγράμμασι δῆλον, ὡς καὶ τούτων τῶν εἴκοσι μὲν καὶ τεττάρων τινὲς τοῖς ἓξ τοῖς πρώτοις οἱ αὐτοὶ γενήσονται, τῶν δὲ ὀκτὼ καὶ ἑβδομήκοντα τοῖς τέσσαρσι καὶ εἴκοσιν, ὅτι τε καθάπερ ἐπἐκείνων, οὕτω καὶ ἐπὶ τούτων αἱρέσεις δύο γενήσονται, τῶν μὲν οἰομένων κοινωνεῖν ἀλλήλοις τὰ διαγράμματα, τῶν δὲ μή.
§18 Λοιπὸν δἂν εἴη τὰς διαλειπούσης τῆς κινήσεως γιγνομένης διαφορὰς ἐξαριθμῆσαι. γενήσονται δὲ τέτταρες μὲν αἱ πρῶται, κατὰ μέρος δἑκάστης αὐτῶν πλείους, αἱ μὲν τέσσαρες ᾧδέ πως. γὰρ πρῶτος καὶ τρίτος δάκτυλος αἰσθάνονται τῆς κινήσεως, οὐ μὴν δεύτερος καὶ τέταρτος, πρῶτος καὶ τρίτος καὶ τέταρτος, οὐ μὴν δεύτερος, πρῶτος καὶ δεύτερος καὶ τέταρτος, οὐ μὴν τρίτος, πρῶτος καὶ τέταρτος, οὐ μὴν οὔθ δεύτερος οὔθ τρίτος. ὅταν μὲν οὖν πρῶτος καὶ τρίτος αἰσθάνωνται μόνον, ἐννέα γίνονται διαφοραὶ σφυγμῶν καθἕκαστον γένος, ὅταν δ πρῶτος καὶ τρίτος καὶ τέταρτος, ἑπτὰ καὶ εἴκοσιν. ἴσαι δὲ τὸν ἀριθμὸν ταῖσδε καὶ ὅταν πρῶτος καὶ δεύτερος καὶ τέταρτος. ὅταν δ πρῶτος καὶ τέταρτος, ἐννέα. σαφὴς δὲ καθἑκάστην ἀριθμὸς ἐκ τῶν προγεγραμμένων μεθόδων. αὕτη καὶ τῆς κατὰ τὰ διαφέροντα μόρια γινομένης ἀνωμαλίας τομή. γίνονται δὲ καὶ μίξεις ἀμφοτέρων τῶν πρώτων διαφορῶν πρὸς ἀλλήλας πολυειδῶς, ὥστε μὴ μόνον ἐν διαφέρουσι μορίοις εἶναι τὴν ἀνωμαλίαν, ἀλλὰ καὶ καθἕν ὁτιοῦν. εἰ δή τις τῶν ἐκ θατέρου γένους διαφορῶν τὰς ἐνδεχομένας μιγνύναι βούλοιτο ταῖς ἐκ θατέρου, καὶ τοῦτο ποιῶν μὴ κάμνοι πρὶν ἁπάσας συμπλέξαι, γυμνάσαιτἂν οὐκ ἀχρήστως. ἡγοῦμαι δὲ οὐδἂν χαλεπῶς δρᾶσαί τινα αὐτὸ, εἰ μὴ ἀργῶς τὰ μέχρι τοῦδε ὑφἡμῶν γεγραμμένα παρέδραμεν. οὕτως μὲν ἄν τις ἁπάσας μάθοι τὰς κατὰ τὴν κίνησιν ἐν μιᾷ διαστολῇ γινομένας ἀνωμαλίας.
§19 δὲ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἀνωμαλία περὶ μὲν τοῖς διαφέρουσι μορίοις τῆς ἀρτηρίας καὶ φαίνεται γιγνομένη πολλάκις καὶ νοηθῆναι ῥᾴστη διαλείπουσά τε καὶ συνεχὴς, ὁμαλῶς τε καὶ οὐχ ὁμαλῶς, ἐξ οὗ γένους εἰσὶν οἵ τε μύουροι καλούμενοι κατὰ μίαν διαστολὴν, οἵ τε πρός τινων ἐπινενευκότες τε καὶ περινενευκότες ὀνομασθέντες. ἐν ἑνὶ δὲ μορίῳ τῆς ἀρτηρίας οὐκ ἂν συσταίη κατὰ τοῦτο τὸ μέρος ἀνωμαλία καθἕνα σφυγμόν. πρὶν γὰρ ἐπὶ τὸ τέλος ἐξικέσθαι τὴν κίνησιν, οὐδέπω τὸ μέγεθος δῆλον, ἀλλὰ μόνον τοῦτο τὸ γένος τῶν σφυγμῶν εἰς τὴν ἐπίγνωσιν τοῦ τέλους προσδεῖται. σφοδρότητα μὲν γὰρ καὶ τάχος καὶ σκληρότητα καὶ τἀναντία τούτων καὶ τὰ μέσα δυνατόν ἐστι κινουμένης τῆς ἀρτηρίας γνωρίσαι, τὴν δὲ κατὰ τὸ μέγεθος καὶ σμικρότητα διαφορὰν οὐχ οἷόν τε πρὸ τοῦ παύσασθαι κινουμένην. ἅμα μὲν γὰρ τῷ παύσασθαι πηλίκος ἐστὶν σφυγμὸς ἐγνώσθη, πρὸ τούτου δἔτι ἄδηλον ἦν, μέχρι πόσου κινήσεται. πῶς οὖν οἶόν τε καθἓν μόριον ἀνώμαλον ἐν τούτῳ γένει συστῆναι σφυγμόν; ὃς γὰρ, ἵνοἷός τίς ἐστι γνωσθῇ, δεῖται συμπεπερασμένης τῆς κινήσεως, οὗτος πῶς ἂν γνωσθείη γιγνομένης ἔτι;
§20 δὲ κατὰ τὸν ζωτικὸν τόνον ἀνωμαλία τὴν αὐτὴν ἐπιδέχεται τομὴν τῇ κατὰ τὴν κίνησιν. γὰρ περὶ τὸ αὐτὸ μόριον, ἐν διαφέρουσι συνίσταται. περὶ μὲν τὸ αὐτὸ, τριχῶς, διαλειπούσης τῆς κινήσεως, συνεχοῦς μενούσης, δικρότου γινομένης, περὶ δὲ τὰ διαφέροντα διχῶς, συνεχοῦς μενούσης, διακοπτομένης. ἴσαι δὲ καθἕκαστον τούτων τῶν γενῶν αἱ κατὰ μέρος διαφοραὶ ταῖς ἐπὶ τῆς κινήσεως εἰρημέναις. καὶ μὲν δὴ καὶ μίγνυσθαι τὰς περὶ ἓν μόριον συνισταμένας ἀνωμαλίας ταῖς ἐν διαφέρουσι γιγνομέναις ὡσαύτως, ἀναγκαῖον.
§21 δὲ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας ἀνωμαλία, καθἣν μαλακὸς, σκληρὸς σφυγμὸς γίνεται, καθἓν μὲν οὐχ οἷον τε μόριον γενέσθαι, κατὰ δὲ διαφέροντα φαίνεται συνισταμένη δισσῶς, ὥσπερ τε κατὰ τὴν κίνησιν καὶ κατὰ τὸν τόνον, ἤτοι συνεχοῦς μενούσης τῆς κινήσεως, διακοπτομένης. ὥστε καὶ τὰς διαφορὰς εἶναι τὰς αὐτὰς κατὰ τοῦτο τὸ γένος ταῖς ἐπἐκείνων προειρημέναις. ἓν δὲ μόριον ἀρτηρίας οὐχ οἷόν τε κατὰ μὲν τὴν ἀρχὴν τῆς διαστολῆς μαλακὸν φαίνεσθαι, κατὰ δὲ τὴν τελευτὴν σκληρὸν, ἀνάπαλιν ἀρχομένης μὲν σκληρὸν, τελευτώτης δὲ μαλακόν.  ὥστε κατά γε τοῦτο διαφόρως ἔχει τούτῳ τῷ γένει τῶν σφυγμῶν, τῷ κατὰ σκληρότητα καὶ μαλακότητα, τὰ πρόσθεν δύο, τό τε κατὰ τὴν κίνησιν καὶ τὸ κατὰ τὸν τόνον.
§22 Τὸ δὲ κατὰ τὴν ἐγκεχυμένην οὐσίαν τῇ κοιλότητι τῆς ἀρτηρίας γιγνόμενον γένος σφυγμῶν, ἐν καὶ πλήρης καὶ κενὸς συνίσταται, τὰς αὐτὰς ἐπιδέχεται ζητήσεις τῷ προειρημένῳ, τῷ κατὰ τὸ ποσὸν τῆς διαστολῆς. δόξει γὰρ κᾀνταῦθα περὶ μὲν τὰ διαφέροντα μόρια δύνασθαι συστῆναι καθἕνα σφυγμὸν ἀνωμαλίαν, περὶ δὲ τὸ αὐτὸ μὴ δύνασθαι. μακροῦ δὲ ὅλον τὸ γένος τοῦτο τῶν σφυγμῶν δεῖται λόγου, καὶ οὐ τοῦ παρόντος καιροῦ. ῥηθήσεται γὰρ ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔτι δὲ πλείονος δεῖται λόγου τὸ κατὰ τὸ τρίτον σημαινόμενον τῆς πληρότητος, ὑπό τε ἄλλων τινῶν καὶ τῶν περὶ τὸν Ἀρχιγένην λεγόμενον. ὥστε καὶ αὐτὸ εἰς αὖθις ἀναβεβλήσθω. τοσοῦτον δἔτι τοῖς εἰρημένοις προσθέντες ἐπὶ τὰ ἑξῆς ἴωμεν.
§23 Ὅτι κατὰ τὸν τῆς ἀρτηρίας τόπον, ἐναργέστερον γνωριζομένης τῆς τοῦ πυρετοῦ θερμότητος οἵα τίς ἐστιν, εἰ κατἄλλο τι μόριον ἅπτοιο, πιθανὸν ἔδοξεν εἶναί τισι καὶ τοιοῦτον γένος σφυγμῶν συναριθμῆσαι τοῖς ἄλλοις, διοὗ τὴν ποιότητα τῆς θερμότητος γνωρίζομεν, οὗ δηλονότι γένους ὁμαλότης τε καὶ ἀνωμαλία συστήσονται κατὰ μίαν διαστολήν. καὶ διαφοραὶ τῆς ἀνωμαλίας γενήσονται πρώτη μὲν τε ἐν διαφέρουσι μορίοις καὶ περὶ ἓν ὁτιοῦν συνισταμένη, τούτων δαὖθις τεμνομένων κατὰ τὰς προγεγραμμένας μεθόδους, ἕτεραι πλείους κατὰ μέρος.
§24 Ἄλλο γένος ἀνωμαλίας τῆς καθἕνα σφυγμὸν, οὐδενὶ τῶν εἰρημένων ὑποπῖπτον σφυγμῶν, τὸ παρὰ τὴν θέσιν τῆς ἀρτηρίας. φαίνεται γὰρ ἔσθὅτε τὸ μέν τι μέρος αὐτῆς εἰς τὰ δεξιὰ παρῆσθαι, τὸ δὲ εἰς τὰ ἀριστερὰ, καὶ τὸ μὲν ὑψηλότερον εἶναι, τὸ δὲ ταπεινότερον, ἤτοι κατὰ δύο τόπους, πλείονας, τοῦ τοιούτου πάθους συνισταμένου. παράκειται δὲ τοῦτο κατὰ τὴν φαντασίαν τῇ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἀνωμαλίᾳ, καὶ ὡς χρὴ διορίζειν αὐτὸ, ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται.
§25 Ἄλλο γένος ἀνωμαλίας τῆς καθἕνα σφυγμὸν τὸ κυματῶδες καλούμενον, οὗ τὴν ἰδέαν δηλοῖ μὲν ἱκανῶς καὶ αὐτὸ τὸ ὄνομα, χεῖρον δοὐδὲν ὑπὲρ σαφηνείας εἰπεῖν τι καὶ ἡμᾶς. οὐχ ἅμα φαίνεται κατὰ τὴν τοιαύτην ἀνωμαλίαν ἀρτηρία πᾶσα διαστελλομένη, ἀλλὰ τὸ μέν τι πρῶτον αὐτῆς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον. καὶ οὐδὲ ταῦτα ὡς ἔτυχεν, ἀλλὰ σὺν τῷ τὴν ἔπαρσιν κυματώδη γενέσθαι, τοῦ δευτέρου κύματος ἀεὶ τὸ πρότερον ἐκδεχομένου, καὶ ὅπῃ διαφέρει τῆς διακεκομμένης κινήσεως τὸ τοιοῦτον εἶδος τῆς ἀνωμαλίας, οὐ χαλεπὸν φωρᾶσαι. τὴν γὰρ τοῦ προτέρου μέρους τῆς ἀρτηρίας διαστολὴν τοῦ δευτέρου διαδέχεται, μηδενὸς ἀκινήτου μορίου μεταξὺ πίπτοντος, ἀλλἐγγὺς μὲν ἀκινησίας ἔχεται τῶν κυμάτων τὸ πέρας, οὐ μὴν παντελῆ γε φωράσαις ἂν ἡσυχίαν οὐδενὸς μορίου, τὰ γὰρ συνάπτοντα τὰς κινήσεις εἰς ὕψος, οἷον κυματώδεις ἀναστάσεις, οὐκ ἔστιν ἀκίνητα παντελῶς, ἀλλὰ βραχεῖαν γοῦν τινα διασώζει κίνησιν. διαφέρει δὲ τοῦ σκωληκίζοντος σφυγμὸς οὗτος μεγέθει. τὸν γοῦν μέγιστον τῶν κυματωδῶν ἐπινοῶν ἀεὶ μειούμενον εἰς οὕτω ποτὲ μικρὸν ἀφίξῃ, ὥστε ἀπορεῖν εἴτε κυματώδης, εἴτε σκωληκίζων ἐστὶν ἤδη. οὐ γὰρ κατὰ τὸ ποιὸν ἐοίκασιν ἀλλήλων διαφέρειν, ἀλλὰ κατὰ τὸ ποσόν. ἔστι δὲ τὸ μέν τι κοινὸν ἀμφοτέροις τε αὐτοῖς καὶ τοῖς εἴδεσιν ἅπασιν αὐτῶν, τὸ δὲ ἴδιον ἑκατέρων. κοινὸν μὲν ἀφοὗ καὶ τοὔνομα ἑκατέροις, τῷ μὲν κυματώδει τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν, ἕτερον ἐφἑτέρῳ, τῷ δὲ σκωληκίζοντι σκώληκος ἐοικέναι πορείᾳ, καὶ αὐτοῦ τοῦ ζώου κυματωδῶς κινουμένου, καθάπερ καὶ Δημόκριτος λέγει που περὶ τῶν τοιούτων διαλεγόμενος, τῶν ὅσα κυματοειδῶς ἀνὰ τὴν πορείαν πλάζεται. καὶ δῆλον ὅτι ἀρχὴ τῆς ἐπιῤῥοῆς ἄνωθέν ἐστιν ἀεὶ καὶ τελευτᾷ πρὸς τὰ πέρατα τῆς ἀρτηρίας. τοῦτο μὲν οὖν τὸ κοινόν. διαφοραὶ δαὐτῶν αἱ κατεἶδος ᾧδέ πως συνίστανται. τινὲς μὲν εἰς εὐθὺ τὸ κῦμα φερόμενον ἔχουσι, τινὲς δὲ καὶ εἰς τὸ πλάγιον ἐκκλῖνον, καὶ τινὲς μὲν ἐν βραχείᾳ τῇ κατὰ τὸ μῆκος διαστάσει τὸ ὕψος ἱκανὸν, τινὲς δἔμπαλιν ἐν μακροτέρᾳ τῇ διαστάσει τὸ ὕψος ταπεινὸν, καὶ οἱ μὲν πλατὺ, οἱ δὲ στενὸν, καὶ οἱ μὲν ἰσοταχεῖς, οἱ δοὔ. οὕτω δὲ καὶ τόνου τῷ μὲν μᾶλλον, τῷ δὲ ἧττον μέτεστι τῶν κυμάτων. ἐνίοτε δὲ καὶ κατὰ πάσας ἅμα τὰς εἰρημένας διαφορὰς ἀνωμαλία συνίσταται. ἀλλοὐδὲ διὰ μίαν ἄλλην τῶν εἰρημένων ἀνωμαλιῶν οὕτως ὀνομάζονται, οὐδἔστιν οὐδἑτέροις αὐτῶν, οὔτε τοῖς κυματώδεσιν οὔτε τοῖς σκωληκίζουσι, τὸ εἶναι τοιούτοις διἄλλην τινὰ πλὴν τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς. αὕτη γὰρ μόνη ἀνωμαλία προσλαβοῦσα τὴν κατὰ τὸ πρότερον καὶ ὕστερον τῶν μορίων κίνησιν τοὺς τοιούτους συνίστησι σφυγμοὺς, ὥστεἶναι σύνθετον τὴν γένεσιν αὐτῶν ἔκ τε τῶν ἀνωμάλων, κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν διαφέρουσι μορίοις, καὶ τῶν μὴ ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἐχόντων κινούμενα· οὐ μὴν εὕρηταί γέ πω καθἑαυτὴν τοιαύτη ἀνωμαλία, ὥστε τὸ πρότερον μόριον τῆς ἀρτηρίας πρότερον φαίνεσθαι κινούμενον, ἀλλὅταν γίγνηται, πάντως τις αὐτῇ καὶ τῶν ἄλλων τῶν προειρημένων μίγνυται. τὸ γὰρ ὑπἘρασιστράτου λεγόμενον, ὡς ἀεὶ τὸ πρότερον φαίνεται κινούμενον, οὐ τὸ τῆς αἰσθήσεως πάθος διδάσκει. πᾶν γὰρ τοὐναντίον καὶ καταψεύδεται τοῦ φαινομένου, δόγματος δὲ ἕνεκα λέγεται, καθάπερ καὶ ἄλλα πολλὰ πολλοὶ τῶν δόγμασι συναγορευόντων ἀναπλάσαντες ἔγραψαν ὡς φαινόμενα μηδὄναρ πώποτε πεφηνότα.
§26 Ὥσπερ δὲ τὸν κυματώδη σφυγμὸν σκωληκίζων διαδέχεται μικρότερον γενόμενον, οὕτω τὸν σκωληκίζοντα μυρμηκίζων, ὅταν ἀπολλυμένων τῶν κινήσεων τῶν πολλῶν εἰς μίαν, καὶ ταύτην παντελῶς μικρὰν τελευτήσῃ, καὶ διὰ τοῦτο οὐδἀνώμαλος παντελῶς φαίνεται, καίτοι πιθανόν ἐστιν ἐκ τοῦ γένους αὐτῶν εἶναι τῶν ἀνωμάλων, ἀλλὰ διὰ τὴν μικρότητα λανθάνει ἀνωμαλία. κέκληται δοὗτος μυρμηκίζων ἀπὸ τῆς πρὸς τὸ ζῶον τὸν μύρμηκα ὁμοιότητος, ὡς μέν τινές φασι κατὰ σμικρότητα, ὡς ἕτεροι δὲ διὰ τὸν τρόπον τῆς κινήσεως, ἵνὁμοίως τῷ σκωληκίζοντι καὶ δορκαδίζοντι, καὶ οὗτος κεκλημένος. ἐκεῖνοί τε γὰρ ὁμοιότητι κινήσεως τῆς πρὸς τὰ ζῶα ὧν τὴν ἐπωνυμίαν ἔχουσιν ἐκλήθησαν, οὗτός τε αὐτὸς μυρμηκίζων οὕτως. τινὲς δὲ καὶ διἄμφω φασὶν αὐτὸν οὕτως ὀνομάζεσθαι, διά τε τὴν μικρότητα καὶ τῆς κινήσεως τὸ εἶδος. ἡμῖν δὲ περὶ μὲν τούτων οὐ φιλοτιμητέον, οἷος δἐστὶν μυρμηκίζων, λεκτέον. ἔστι δὲ μικρὸς ἄγαν, οὗ μικρότερος ἄλλος οὐκ ἔστιν, ὡσαύτως δὲ καὶ ἀμυδρότατος πάντως καὶ πυκνότατος, οὐ μὴν ταχύς γε, ὥς τισι δοκεῖ. δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ σφυγμῶν διαγνώσεως. ἀλλὰ νῦν γε τὸ λεῖπον ἔτι προσθέντες τῆς περὶ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων σφυγμῶν διαφορᾶς, ἐπὶ τοὺς ἄλλους μεταβῶμεν.
§27 Εἰσὶ δὲ οἵ τε κλονώδεις ἔτι καὶ οἱ σπασμώδεις, ἐοικότες μὲν ἀλλήλοις τῷ μὴ φυλάττειν ἕνα τόπον τὴν ἀρτηρίαν, ἀλλἄνω τε καὶ κάτω φέρεσθαι, τῆς κατὰ φύσιν θέσεως ἐξισταμένης, διαφέροντες δὲ καὶ κατὰ τοῦτο μὲν αὐτὸ, βραχὺ γὰρ τοῦ τοιούτου παθήματος οἱ σπασμώδεις μετέχουσι, μέγα δὲ καὶ σαφὲς ἱκανῶς τοῖς κλονώδεσιν ὑπάρχει, καὶ καθὅσον δὲ οἱ μὲν σπασμώδεις ἑκατέρωθεν ἐκ τῶν περάτων ἀνθέλκεσθαι καὶ τείνεσθαι καὶ σπᾶσθαι φαίνονται, τοῖς κλονώδεσι δὲ οὐδὲν τοιοῦτον ὑπάρχει. καὶ προσέτι μεγάλη μὲν πολλάκις διαστολὴ τοῖς κλονώδεσι, μικρὰ δἀεὶ τοῖς σπασμώδεσι. καὶ τῶν μορίων τῆς ἀρτηρίας τὰ μὲν ἀναφέρεσθαι, τὰ δὲ καταφέρεσθαι καθἕνα καὶ τὸν αὐτὸν χρόνον ἐν τοῖς κλονώδεσι φαίνεται ἐναργῶς, τῶν σπασμωδῶν παντελῶς ὀλίγοις καὶ ἀμυδρῶς τοῦ τοιούτου συμπίπτοντος. καθὅλου δὲ φάναι οἷον χορδῆς τινος τεταμένης αἴσθησίς ἐστιν ἐπὶ τοῦ σπασμώδους σφυγμοῦ, καθ καὶ οὐδενὶ τῶν ἄλλων ἔοικεν· ἐπὶ τῶν κλονωδῶν οὐδὲν τοιοῦτον φαίνεται. μάλιστα γὰρ ἄν τις αὐτῶν τὴν κίνησιν εἰκάσειε τοῖς ἀκοντίοις, ὅσα σφοδρῶς ἀφεθέντα ταχέως φέρεται κραδαινόμενα. καλοῦσι γὰρ οὕτως τὸν πυκνὸν αὐτὸν καὶ ἀνώμαλον σεισμὸν, ὅπερ οὐχ ὑπάρχει τοῖς σπασμώδεσι. τούτους δὲ πάντας τοὺς σφυγμοὺς, τοὺς ἔξω τῶν πέντε γενῶν τῶν πρώτων, κατὰ μίαν διαστολὴν ἀνωμάλους γενομένους, δύο ταῦτα προσιόντα συνίστησι, τό τε παρὰ τὴν θέσιν τῆς ἀρτηρίας εἶδος τῆς ἀνωμαλίας καὶ τὸ πρωϊαίτερον ὀψιαίτερον ἄρχεσθαι τῆς κινήσεως τὰ μόρια, τὸν μὲν πρῶτον ἐν αὐτοῖς ῥηθέντα, τὸν παρὰ τὴν θέσιν τῶν μορίων ἀνώμαλον, αὐτὸ τοῦτο μόνον, τοὺς δὲ ἄλλους καὶ τοῦτο μὲν, καὶ ἄλλαι δέ τινες ἀνωμαλιῶν προσιοῦσαι διαφοραὶ τῶν πρώτων πέντε γενῶν. σύνθετοι γὰρ αἴ τε νοήσεις καὶ αἱ γενέσεις αὐτῶν, τοῦ τε κυματώδους καὶ τοῦ σκωληκίζονος καὶ τοῦ κλονώδους καὶ τοῦ σπασμώδους. δὲ μυρμηκίζων, ὡς ἔφαμεν, ἀνώμαλος μέν ἐστιν, οὐ μὴν καὶ φαίνεταί γε
§28 Καὶ δορκαδίζων δὲ κληθεὶς ὑπὸ Ἡροφίλου σφυγμὸς ἔστι μὲν ἐκ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων, σύνθετος δὲ καὶ αὐτός ἐστιν, οὐδετέρας ἐφαπτόμενος τῶν προσιουσῶν τοῖς πρώτοις πέντε γένεσιν ἀνωμαλιῶν, ἀλλὅταν καθἓν μόριον ὁτιοῦν διακόπτηται τὴν κίνησιν ἀρτηρία, τηνικαῦτα μάλιστα γενόμενος, οὐχ ἁπλῶς. οὐ γὰρ ὅλον τοῦτο τὸ γένος δορκαδίζων ἐστὶ σφυγμὸς, ἀλλὅταν μετὰ τὴν ἡσυχίαν δευτέρα κίνησις ὠκυτέρα τε καὶ σφοδροτέρα τῆς προτέρας . τῷ γὰρ τοιούτῳ μόνῳ τοῦτο ἐπίκειται τὸ ὄνομα, κατὰ τὴν πρὸς τὰ ζῶα τὰς δορκάδας ὁμοιότητα. καὶ γὰρ ἐκεῖνα τοῦτον φαίνεται πηδῶντα τὸν τρόπον, οἷον διπλῆν τινα κίνησιν ποιούμενα. πρὸς βραχὺ γὰρ ὑψώσαντα ἑαυτὰ, καί τινα δόκησιν, ὡς αὐτοῦ που τὴν κίνησιν καταπαύσαντα παρασχόντα, δευτέραν ἀδόκητον ὁρμὴν κινήσεως ποιεῖται, πολὺ τῆς πρόσθεν ὠκυτέραν, ὡς οἷον ἐπεμπηδῶντα ἑαυτοῖς. αὗται αἱ πᾶσαι κατὰ μίαν διαστολὴν ἀνωμαλίαι.
§29–30
§29 Περὶ δὲ τῆς κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ ῥυθμὸν νῦν ἐροῦμεν. οἴονται δὲ συστηματικὰς μόνον γίνεσθαι τὰς τοιαύτας ἀνωμαλίας. οὕτω δὲ καλοῦσι τὰς ἐν πλείοσι σφυγμοῖς συνισταμένας. εἴπωμεν δὲ πρότερον περὶ τῶν ἐν ἀθροίσματι γινομένων, εἶθοὕτως ἐπὶ τὰς καθἕνα μεταβησόμεθα, προχειρισάμενοι παραδείγματος ἕνεκα μίαν αἵρεσιν τῶν περὶ πυκνότητος γεγενημένων, ἥπερ δὴ καὶ σαφεστάτη ἐστὶ, περὶ τὰ διαλείμματα τῶν πληγῶν συνίστασθαι νομίζουσα τὸ γένος τοῦτο τῶν σφυγμῶν. ὅταν οὖν ἑξῆς πάντα τὰ διαλείμματα ἴσα κατὰ πάντας τοὺς σφυγμοὺς, ὁμαλὸν τοῦτον εἶναί φασι, εἰ δὲ τὰ μὲν μείζω, τὰ δἐλάττω, δηλονότι ἀνώμαλον, ἐν πυκνότητι καὶ ἀραιότητι. καὶ τὸν ῥυθμὸν δὡσαύτως ἐν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος συνιστάμενον, ὅταν ἐφεξῆς αὐτὸς μένῃ, τότε εἶναί φασιν ὁμαλὸν, εἰ δὲ μεταβάλλει τὸν ἐξ ἀρχῆς λόγον, ἀνώμαλον γίγνεσθαι, καθάπερ εἰ καὶ τῶν διαλειμμάτων, καὶ ἡσυχίας καλοῦσιν, μεταπέσῃ τὰ μεγέθη, τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα γίγνεσθαι ἀνωμαλίαν. ταῦτα μὲν οὖν ὀρθῶς λέγουσιν, καὶ ἔστιν ἀπὸ τῆς εἰρημένης αἱρέσεως ἐπὶ τὰς ἄλλας μετιόντα γνωρίζειν ὁμαλότητά τε καὶ ἀνωμαλίαν ἐν ἀμφοτέροις τοῖς γένεσι, τὴν ἐν πλείοσι,  ὡς ἔφαμεν, σφυγμοῖς συνισταμένην, ἣν καὶ συστηματικὴν καλοῦσιν.
§30 Περὶ δὲ τῆς καθἕνα σφυγμὸν ἀνωμαλίας αὐτῶν, ἣν ἅπαντες παραλελοίπασιν, οὐκ ἔθὁμοίως σαφὲς, ἀλλὑπὲρ τοῦ μηδὲν λείπειν τῇ προκειμένῃ πραγματείᾳ καὶ περὶ τούτων πειράσομαι καθὅσον οἷόν τε σαφῶς εἰπεῖν ἀρχὴν τοῦ λόγου τήνδε ποιησάμενος. τὰ μόρια τῆς ἀρτηρίας ἤτοι πάνθἅμα τῆς κινήσεως ἄρχεται, τὰ μὲν αὐτῶν πρωϊαίτερον, τὰ δὲ ὀψιαίτερον. εἰ μὲν οὖν πάνθἅμα κινεῖσθαι ὑπάρξαιτο, εἶτα καὶ κινηθέντα μὴ ἐν ἴσοις χρόνοις αὖθις τῆς δευτέρας διαστολῆς ἅμα πάλιν ἄρξαιτο, τῶν δύο γενῶν ἀνωμαλία καθἕνα σφυγμὸν συστήσεται, ὅτι μὲν ἐγένετο, γνωρισθεῖσα, τῆς δευτέρας διαστολῆς ἀρξαμένης, οὐ μὴν ἐν τῇ γε δευτέρᾳ τὴν ὕπαρξιν ἔχουσα, ὥσπερ οὐδὲ ῥυθμὸς αὐτὸς, οὐδὲ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα γένος. καὶ γὰρ καὶ ταῦτα καθἕνα μὲν σφυγμὸν γίγνεται, δεῖται δὲ πάντως εἰς τὸ γνωσθῆναι τοῦ δευτέρου. πρὶν γὰρ ἄρξασθαι τοῦτον, οὐχ οἷόν τε τοῦ προτέρου τὸ πέρας γνωρίσαι. ἔτι δἀγνώστου μένοντος τοῦ πέρατος, οὔτε τὴν πυκνότητα δυνατὸν, τὴν ἀραιότητα, οὔτε τὸν ῥυθμὸν ἐπιγνῶναι. ὥστε καὶ περὶ τὴν τῆς ἀνωμαλίας γένεσιν, ἣν εἰρήκαμεν, οὐδὲν θαυμαστὸν ἀναμένειν τῆς δευτέρας διαστολῆς τὴν ἀρχήν. οὐ μὴν τούτου γε ἕνεκα συστηματικὴν αὐτὴν χρὴ νομίζειν. ἀμέλει πρὶν συμπεραθῆναι τὴν δευτέραν διαστολὴν, εὐθὺς ἀρχομένης αὐτῆς γνωρίζεται, μηδὲν μήτε τοῦ δευτέρου σφυγμοῦ δεηθέντων ἡμῶν μήτε τοῦ τρίτου μήτε τῶν ἑξῆς. οὕτως ἐν τῷ πρώτῳ μόνῳ γίγνεται. διὰ τοῦτοὖν ἔφαμεν, ὅταν ἅμα πάντων τῶν μορίων ἀρξαμένων κινεῖσθαι κατά τε τὴν προτέραν καὶ τὴν δευτέραν διαστολὴν, μὴ ἴσος αὐτοῖς τῆς κινήσεως γένηται χρόνος, τῶν δύο γενῶν ἀνωμαλίαν συνίστασθαι, τὴν μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα τῷ τῶν διαλειμμάτων ἀνίσῳ, τὴν δὲ κατὰ ῥυθμὸν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. μὲν γὰρ τοῦ πρώτου πάντων παυσαμένου τῆς κινήσεως μορίου χρόνος ἐλάχιστος ἔσται, μέγιστος δὲ τοῦ ὑστάτου. οἱ δἐν τῷ μέσῳ ἀνάλογον, ἐφὅσον ἂν τοῦ πρώτου τοῦ ἐσχάτου ἀφεστηκότες ὦσιν. ἔμπαλιν δὲ τοῖς τῶν κινήσεων χρόνοις οἱ τῶν ἡσυχιῶν μείζους μὲν ἔσονται περὶ τὰ πρῶτα παυσάμενοι, ἐλάττους δὲ περὶ τὰ ὕστατα. ὥστε μὲν κατὰ τὸ πρῶτον παυσάμενον μόριον χρόνος τῆς κινήσεως ἐλάχιστος ὢν μεγίστῳ παραβάλλεται χρόνῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας, δὲ κατὰ τὸ ὕστατον μέγιστος ὢν ἁπάντων τῶν τῆς κινήσεως χρόνων ἐλαχίστῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας παραβάλλεται, καὶ οὕτως ῥυθμὸς ὑπαλλάττεται καθἑκάστην, εἰς ὅσον λόγος τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας οὐχ αὐτὸς ἐν ἅπασι μένει. ἂν μέντοι τῆς προτέρας διαστολῆς, ἅμα μὲν ἁπάντων τῶν μορίων τὴν ἀρχὴν τῆς κινήσεως ποιησαμένης, οὐκ ἰσόχρονον δὲ πᾶσιν δευτέρα διαστολὴ μὴ ἅμα πάντων ποιήσηται τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλὰ προτέρου μὲν τοῦ προτέρου παυσαμένου, καὶ τοσούτῳ γε προτέρου, ὅσῳ πρότερον ἐπαύσατο, δευτέρου δὲ τοῦ δευτέρου, καὶ οὕτως ἑξῆς μὲν κατὰ τὸν ῥυθμὸν ἀνωμαλία γένοιτἂν οὕτως, δὲ κατὰ πυκνότητα καὶ ἀραιότητα οὐκ ἔτι. τὸ μὲν γὰρ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γενόμενον οὐδεμίαν ἐργάσεται κατὰ πυκνότητα καὶ ἀραιότητα διαφοράν· οὐ μὴν γε λόγος αὐτὸς ἔσται τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας, εἴ γε μὲν τῆς κινήσεως οὐκ ἴσος ἦν ἅπασιν, δὲ τῆς ἡσυχίας ἴσος, ὥστοὐδὲ ῥυθμὸς ἅπασιν αὐτός. εἰ δἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἀρξάμενα κινεῖσθαι, μήθἅμα πάλιν ἄρξαιτο τῆς δευτέρας διαστολῆς μήθἅμα παύσαιτο τῆς προτέρας, ἀλλὰ μηδὲ τὸ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γένοιτο, διττὴν ἐν τῷ τοιούτῳ διαφορὰν ἀνάγκη συστῆναι, τῆς μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα καθἑτέραν τῶν διαφορῶν ἀνωμαλίας συνισταμένης, οὐ μὴν τῆς γε κατὰ τὸν ῥυθμὸν ἐξ ἀνάγκης. ἐνδέχεται γὰρ ἐν τῷ αὐτῷ λόγῳ πάντων τῶν μορίων τοὺς τῆς κινήσεως χρόνους πρὸς τοὺς τῶν ἡσυχιῶν γενέσθαι. καὶ εἰ τοῦτο συμβαίνει, καὶ ῥυθμὸς ὁμαλὸς ἂν εἴη, μὴ σωζομένου δὲ τοῦ αὐτοῦ κατὰ πάντα τὰ μόρια λόγου, καὶ γὰρ καὶ τοῦτο ἐνδέχεται γενέσθαι, διαφθαρείη ἂν οὕτω καὶ ῥυθμός. εἰ δαὖ πάλιν ἅμα πάντων ἀρξαμένων τῶν μορίων κινεῖσθαι, καὶ κινηθέντων ἐν ἴσῳ χρόνῳ τῆς δευτέρας διαστολῆς, μὴ ἅμα πάντα τὰ μόρια τὴν αὐτὴν ἀρχὴν ποιήσαιτο, ἀλλὰ τὰ μὲν πρωϊαίτερον αὐτῶν ἄρξαιτο, τὰ δὲ ὀψιαίτερον, οὔτε ῥυθμὸς ἔτι ὁμαλὸς οὔτε κατὰ πυκνότητα καὶ ἀραιότητα διαφορά. ταύτην μὲν γὰρ ἀνώμαλον ποιεῖ τῶν ἡσυχιῶν τὸ ἄνισον, τὸν δὲ ῥυθμὸν τῶν λόγων ἑτερότης, ἁπάντων μὲν τῶν μορίων ἐν ἴσῳ χρόνῳ κινηθέντων, οὐ μὴν καὶ ἡσυχασάντων ἐν ἴσῳ χρόνῳ. τοσαῦται μὲν ἀνωμαλίας αἱ διαφοραὶ, τῆς καθἕνα σφυγμὸν ἀμφοῖν τοῖν γενοῖν, ὅταν ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἄρξηται διαστέλλεσθαι· ὅταν δὲ τὸ μὲν πρότερον αὐτῶν, τὸ δὲ δεύτερον ἄρξηται τοῦ διαστέλλεσθαι, παυσαμένων μὲν ἁπάντων ἅμα, καὶ αὖθις τῆς δευτέρας διαστολῆς ἀρξαμένων ἅμα, κατὰ θάτερον γένος τὸ τοῦ ῥυθμοῦ μόνον, τὴν ἀνωμαλίαν ἀνάγκη γίνεσθαι. τὰ μὲν γὰρ διαλείμματα τῶν κινήσεων ἴσα πᾶσιν ἔσται τοῖς μορίοις, ὥστε οὐδεμία κατά γε τοῦτο τὸ γένος ἀνωμαλία συστήσεται. ἴσῳ δὲ ὄντι τῷ χρόνῳ τῷ τῆς ἡσυχίας ἐν ἅπασι τοῖς μορίοις ἄνισος παραβαλλόμενος, τῆς καθἕκαστον αὐτῶν κινήσεως ἐν διαφέρουσι λόγοις τὸν ἑκάστου μορίου ῥυθμὸν ἀποτελέσει. εἰ δὲ κατὰ τὸν αὐτὸν τρόπον ἄρξαιτο τῆς δευτέρας διαστολῆς ἀρτηρία, καθὃν καὶ τῆς προτέρας, ὥστε καθἑκατέραν τῶν διαστολῶν ταὐτὸ μόριον ἄρχεσθαι πρωϊαίτερον ἑτέρου τῷ ἴσῳ, καὶ τοῦτἐν ἅπασι τοῖς μορίοις φυλάττοιτο, παυσαμένων αὐτῶν ἅμα τῆς προτέρας διαστολῆς,  ἀνάγκη καθἑκάτερον τῶν γενῶν γενέσθαι τὴν ἀνωμαλίαν. μὲν γὰρ πᾶς χρόνος συγκείμενος ἔκ τε τῆς κινήσεως καὶ τοῦ διαλείμματος ἴσος ἔσται πᾶσι τοῖς μορίοις τῆς ἀρτηρίας. ἄνισοι δὲ οἱ τῶν κινήσεων λόγοι πρὸς τοὺς τῶν ἡσυχιῶν, τῷ τὸν ὅλον χρόνον μὴ εἰς ἴσα τέμνεσθαι. τῶν μὲν γὰρ πρότερον ἀρξαμένων μορίων κινεῖσθαι μὲν τῆς κινήσεως χρόνος μείζων ἔσται τοῦ τῶν ὕστερον ἀρξαμένων, δὲ τοῦ διαλείμματος ἐλάττων. τῶν δὕστερον ἀρξαμένων ἔμπαλιν μὲν τῆς κινήσεως χρόνος ἐλάττων, δὲ τῆς ἡσυχίας μείζων. ὥστε ἀνάγκη καὶ τὸν ῥυθμὸν ἄνισον εἶναι καθἕκαστον τῶν μορίων, καὶ τὴν κατὰ πυκνότητα δὲ καὶ ἀραιότητα συνίστασθαι περὶ αὐτοὺς ἀνωμαλίαν, ἀναγκαῖον, εἰς ὅσον οἱ τῶν διαλειμμάτων χρόνοι διαφέρουσι. εἰ δὁμοίως τῆς δευτέρας διαστολῆς τὴν ἀρχὴν τῆς τῶν μορίων κινήσεως ποιησαμένης, ἥν περ προτέρα ἐπεποίητο, τουτέστιν ἵνα καθἑκατέραν τὸ αὐτὸ μόριον ἄρχηται, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον τῆς κινήσεως, τελευτὴ τῆς προτέρας διαστολῆς, μὴ ἴση πᾶσι γένοιτο, δύο ἔσονται διαφοραί. δύναται γὰρ καὶ πολλῷ πρότερον παύσασθαι τὸ πρότερον τῆς κινήσεως ἀρξάμενον μόριον, δύναται δὲ καὶ ὕστερον. εἰ μὲν γὰρ ἐν ἴσῳ παύσαιτο τὸ πρότερον, ὅσῳ πρότερον ἤρξατο, κατἄμφω τὰ γένη, γένοιτἂν οὕτως ὁμαλὸς σφυγμός. εἰ δὲ πολλῷ παύσαιτο πρότερον, ἤπερ ἤρξατο, τὴν ἀνωμαλίαν οὕτω γεννήσει τῶν δύο γενῶν. παυσάμενον δὕστερον τὸ πρότερον ἀρξάμενον πάντως ἐργάσεται τῶν δύο γενῶν τὴν ἀνωμαλίαν, ἄν τε πολλῷ τύχῃ παυσάμενον ὕστερον ἄν τε ὀλίγῳ. εἰ δὲ μήτε τῆς προτέρας διαστολῆς ἀρχὴ πᾶσιν ἅμα τοῖς μορίοις γένοιτο μήτε τῆς δευτέρας, ἐνδέχεται ποτὲ μὲν τὸν ῥυθμὸν ὁμαλὸν γίνεσθαι, ἐνδέχεται δὲ καὶ τὸ τῆς πυκνότητος καὶ ἀραιότητος γένος, εἰ μὲν οὕτω μερισθεῖεν οἱ τῶν κινήσεων χρόνοι πρὸς τοὺς τῶν ἡσυχιῶν. ὥστε τὸν αὐτὸν ἐν ἅπασιν εἶναι λόγον, ὁμαλοῦ τοῦ ῥυθμοῦ γιγνομένου. εἰ δοἱ τῶν ἡσυχιῶν χρόνοι μόνοι ἴσοι γενηθεῖεν, ὁμαλότης ἐν θατέρῳ γένει. ταῦτα μὲν οὖν σπάνια, τὰ δὲ τῶν ἀνωμαλιῶν ἱκανῶς πολλά. καὶ γὰρ ἅμα πάντα δύναται τῆς κινήσεως παύσασθαι τὰ μόρια καὶ οὐχ ἅμα, κᾀν τῷ μὴ ἅμα παύσασθαι τὰ μὲν πρότερον, τὰ δὕστερον, καὶ ἤτοι πολλῷ πρότερον, πολλῷ ὕστερον. οἷαι δὲ καὶ ὅσαι γένοιντἂν αἱ ἀνωμαλίαι, κατὰ ταῦτα τοῖς προειρημένοις ἂν εὑρίσκοις. ὥστε οὐδὲν δεῖ μηκύνειν ἔτι. μόνον δὲ ὑπομνήσαντας, ὡς τὸ προτεθὲν ἀποδέδεικται, τὸ γίνεσθαί τινας καὶ καθἕνα σφυγμὸν ἀνωμαλίας, ἔν τε τῷ κατὰ πυκνότητα καὶ ἀραιότητα γένει, κᾀν τῷ κατὰ τὸν ῥυθμὸν, ἐνταῦθά που καταπαῦσαι καιρὸς ἤδη τὸν πρῶτον λόγον. γὰρ ἐπὶ μιᾶς αἱρέσεως, τῆς μεριζούσης εἰς πληγὴν καὶ διάλειμμα τὸν σφυγμὸν, ὡς ἐπὶ παραδείγματος εἰρήκαμεν, οὐδὲν χαλεπὸν καὶ ἐπὶ τὰς ἄλλας μεταφέρειν, ὁμοίως ἡμῶν καὶ κατἐκείνας ἁπάσας ἀποδεῖξαι δυναμένων ἐν τοῖς δύο γένεσι τούτοις, ὑπὲρ ὧν δὴ πέπαυμαι λέγων, τὰς καθἕνα σφυγμὸν ἀνωμαλίας συνισταμένας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up