Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον [στιγμα].
The Temple under siege
§1 Τὰ μὲν οὖν τῶν Ἱεροσολύμων πάθη προύκοπτεν καθʼ ἡμέραν ἐπὶ τὸ χεῖρον τῶν τε στασιαστῶν μᾶλλον παροξυνομένων ἐν ταῖς συμφοραῖς καὶ τοῦ λιμοῦ μετὰ τὸν δῆμον ἤδη κἀκείνους νεμομένου.
§2 τό γε μὴν πλῆθος τῶν σεσωρευμένων ἀνὰ τὴν πόλιν πτωμάτων ὄψει τε φρικῶδες ἦν καὶ λοιμώδη προσέβαλλεν ὀσμὴν πρός τε τὰς ἐκδρομὰς ἐμπόδιον τοῖς μαχομένοις· ὥσπερ γὰρ διὰ παρατάξεως φόνῳ μυρίῳ γεγυμνασμένης χωροῦντας ἔδει τὰ σώματα πατεῖν.
§3 οἱ δʼ ἐπιβαίνοντες οὔτʼ ἔφριττον οὔτʼ ἠλέουν οὔτε κλῃδόνα κακὴν σφῶν αὐτῶν ὑπελάμβανον τὴν εἰς τοὺς κατοιχομένους ὕβριν,
§4 πεφυρμένοι δʼ ὁμοφύλῳ φόνῳ τὰς δεξιὰς ἐπὶ τὸν πρὸς τοὺς ἀλλοφύλους πόλεμον ἐξέθεον, ὀνειδίζοντες, ἔμοιγε δοκεῖν, τὸ θεῖον εἰς βραδυτῆτα τῆς ἐπʼ αὐτῶν κολάσεως· οὐ γὰρ ἐλπίδι νίκης πόλεμος, ἤδη δὲ ἀπογνώσει σωτηρίας ἐθρασύνετο.
§5 Ῥωμαῖοι δὲ καίτοι πολλὰ περὶ τὴν τῆς ὕλης συγκομιδὴν ταλαιπωρούμενοι τὰ χώματα διήγειραν μιᾷ καὶ εἴκοσιν ἡμέραις, κείραντες, ὡς προείρηται, τὴν περὶ τὸ ἄστυ χώραν ἐπʼ ἐνενήκοντα σταδίους ἐν κύκλῳ πᾶσαν.
§6 ἦν δʼ ἐλεεινὴ καὶ τῆς γῆς θέα· τὰ γὰρ πάλαι δένδρεσι καὶ παραδείσοις κεκοσμημένα τότε πανταχόθεν ἠρήμωτο καὶ περικέκοπτο τὴν ὕλην,
§7 οὐδείς τε τὴν πάλαι Ἰουδαίαν καὶ τὰ περικαλλῆ προάστεια τῆς πόλεως ἑωρακὼς ἀλλόφυλος, ἔπειτα τὴν τότε βλέπων ἐρημίαν οὐκ ὠλοφύρατο καὶ κατεστέναξεν τὴν μεταβολὴν παρʼ ὅσον γένοιτο·
§8 πάντα γὰρ ἐλυμήνατο τὰ σημεῖα τοῦ κάλλους πόλεμος, καὶ οὐκ ἄν τις ἐξαπίνης ἐπιστὰς τῶν προεγνωκότων ἐγνώρισε τὸν τόπον, ἀλλὰ παρὼν ἐζήτει τὴν πόλιν.
§9 Ῥωμαίοις δὲ καὶ Ἰουδαίοις τὸ τέλος τῶν χωμάτων ἴσην ἐνεποίει δέους ἀρχήν·
§10 οἱ μὲν γάρ, εἰ μὴ καὶ ταῦτα καύσειαν, ἁλώσεσθαι τὴν πόλιν προσεδόκων, Ῥωμαῖοι δʼ οὐκ [ἂν] ἔθʼ αἱρήσειν κἀκείνων διαφθαρέντων.
§11 ὕλης τε γὰρ ἦν ἀπορία, καὶ τῶν μὲν πόνων ἤδη τὸ σῶμα, τῶν δὲ ἐπαλλήλων πταισμάτων αἱ ψυχαὶ τοῖς στρατιώταις ἐλείποντο.
§12 τάς γε μὴν κατὰ τὴν πόλιν συμφορὰς Ῥωμαίοις πλέον εἶναι συνέβαινε πρὸς ἀθυμίας τοῖς ἐν αὐτῇ· παρὰ γὰρ τὰ τηλικαῦτα πάθη τοῖς μαχομένοις οὐδὲν ἐχρῶντο μαλακωτέροις,
§13 ἀλλʼ ἐθραύοντο πάντοτε τὰς ἐλπίδας, τῶν μὲν χωμάτων ταῖς ἐπιβουλαῖς, τῶν δʼ ὀργάνων στερρότητι τοῦ τείχους, τῆς δὲ κατὰ χεῖρα μάχης ταῖς τῶν συμπλεκομένων τόλμαις πλεονεκτούμενοι, τὸ δὲ μέγιστον, στάσεώς τε καὶ λιμοῦ καὶ πολέμου καὶ τοσούτων κακῶν εὑρίσκοντες ἐπάνω τὸ παράστημα τῆς ψυχῆς Ἰουδαίους ἔχοντας.
§14 ὑπελάμβανόν τε τῶν ἀνδρῶν ἀμάχους μὲν τὰς ὁρμάς, ἀνάλωτον δὲ τὴν ἐπὶ συμφοραῖς εὐθυμίαν εἶναι· τί γὰρ ἂν μὴ ὑποστῆναι δεξιᾷ τύχῃ χρωμένους τοὺς ὑπὸ κακῶν πρὸς ἀλκὴν τρεπομένους; οἱ μὲν οὖν ἐρρωμενεστέρας διὰ ταῦτα τῶν χωμάτων ἐποιοῦντο τὰς φυλακάς.
§15 Οἱ δὲ περὶ τὸν Ἰωάννην κατὰ τὴν Ἀντωνίαν ἅμα καὶ πρὸς τὸ μέλλον, εἰ καταρριφθείη τὸ τεῖχος, ἠσφαλίζοντο καὶ πρὶν ἐπιστῆναι τοὺς κριοὺς ἐπέθεντο τοῖς ἔργοις.
§16 οὐ μὴν ἐκράτησάν γε τῆς ἐπιχειρήσεως, ἀλλὰ προελθόντες μετὰ λαμπάδων πρὶν ἐγγίσαι τοῖς χώμασι ψυχρότεροι τῆς ἐλπίδος ὑπέστρεψαν.
§17 πρῶτον μὲν γὰρ οὐδʼ ὁμονοεῖν σκέψις αὐτῶν ἐῴκει κατὰ μέρος ἐκπηδώντων κἀκ διαλειμμάτων καὶ μεμελλημένως μετὰ δέους καθόλου τε εἰπεῖν οὐκ Ἰουδαϊκῶς· τὰ γὰρ ἴδια τοῦ ἔθνους ὑστέρητο ἅμα τόλμα καὶ ὁρμὴ καὶ δρόμος ὁμοῦ πάντων καὶ τὸ μηδὲ πταίοντας ἀναστρέφειν.
§18 ἀτονώτεροι δʼ ἑαυτῶν προελθόντες καὶ τοὺς Ῥωμαίους εὗρον ἐρρωμενέστερον τοῦ συνήθους παρατεταγμένους·
§19 τοῖς μέν γε σώμασι καὶ ταῖς πανοπλίαις οὕτως ἐφράξαντο τὰ χώματα πάντοθεν ὡς τῷ πυρὶ μηδαμόθεν καταλιπεῖν παράδυσιν, τὴν δὲ ψυχὴν ἐτόνωσαν ἕκαστος μὴ μετακινηθῆναι τῆς τάξεως πρὸ θανάτου.
§20 πρὸς γὰρ τῷ πάσας αὐτῶν ὑποκόπτεσθαι τὰς ἐλπίδας, εἰ κἀκεῖνα καταφλεγείη τὰ ἔργα, δεινὴ τοὺς στρατιώτας εἶχεν αἰδώς, εἰ πάντα κρατήσειαν πανουργία μὲν ἀρετῆς, ἀπόνοια δʼ ὅπλων, πλῆθος δʼ ἐμπειρίας, Ἰουδαῖοι δὲ Ῥωμαίων.
§21 ἅμα δὲ τἀφετήρια συνήργει τῶν προπηδώντων ἐφικνούμενα, καὶ πεσών τις τῷ μεθʼ αὑτὸν ἐμπόδιον ἦν, τε κίνδυνος τοῦ πρόσω χωρεῖν ἐποίει μαλακωτέρους.
§22 τῶν δʼ ἐνδοτέρω βέλους ὑποδραμόντων οἱ μὲν πρὶν εἰς χεῖρας ἐλθεῖν τὴν εὐταξίαν καὶ τὸ πύκνωμα τῶν πολεμίων καταπλαγέντες, οἱ δὲ νυττόμενοι τοῖς ξυστοῖς ἐπαλινδρόμουν· καὶ τέλος ἀλλήλους κακίζοντες εἰς δειλίαν ἀνεχώρουν ἄπρακτοι. νουμηνίᾳ Πανέμου μηνὸς ἐπιχείρησις ἦν.
§23 ἀναχωρησάντων δὲ τῶν Ἰουδαίων προσῆγον οἱ Ῥωμαῖοι τὰς ἑλεπόλεις, βαλλόμενοι πέτραις τε ἀπὸ τῆς Ἀντωνίας καὶ πυρὶ καὶ σιδήρῳ καὶ παντὶ τῷ χορηγουμένῳ Ἰουδαίοις ὑπὸ τῆς ἀνάγκης βέλει·
§24 καίπερ γὰρ πολὺ τῷ τείχει πεποιθότες καὶ τῶν ὀργάνων καταφρονοῦντες ὅμως ἐκώλυον τοὺς Ῥωμαίους προσάγειν.
§25 οἱ δὲ τὴν σπουδὴν τῶν Ἰουδαίων τοῦ μὴ πληγῆναι τὴν Ἀντωνίαν ὑπολαμβάνοντες γίνεσθαι διʼ ἀσθένειαν τοῦ τείχους καὶ σαθροὺς ἐλπίσαντες εἶναι τοὺς θεμελίους ἀντεφιλονείκουν.
§26 οὐ μὴν ὑπήκουε τὸ τυπτόμενον, ἀλλʼ οἱ μὲν συνεχῶς βαλλόμενοι καὶ πρὸς μηδένα τῶν καθύπερθεν κινδύνων ἐνδιδόντες ἐνεργοὺς παρεῖχον τὰς ἑλεπόλεις·
§27 ὡς δʼ ἦσαν ἐλάττους καὶ περιεθραύοντο ταῖς πέτραις, ἕτεροι τοὺς θυρεοὺς ὀροφώσαντες ὑπὲρ τῶν σωμάτων χερσὶ καὶ μοχλοῖς ὑπώρυττον τοὺς θεμελίους, καὶ τέσσαράς γε λίθους προσκαρτερήσαντες ἐξέσεισαν.
§28 ἀνέπαυσε δὲ νὺξ ἑκατέρους, κἀν ταύτῃ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σεσαλευμένον, καὶ καθʼ τοῖς προτέροις ἐπιβουλεύων χώμασιν Ἰωάννης ὑπώρυξεν ἐνδούσης τῆς διώρυχος, ἐξαπίνης κατερείπεται.
§29 Τούτου συμβάντος παραδόξως ἑκατέροις διετέθη τὰ φρονήματα·
§30 Ἰουδαίους μὲν γάρ, οὓς ἀθυμεῖν εἰκὸς ἦν, τῷ μὴ παρʼ ἐλπίδα γενέσθαι τὸ πτῶμα καὶ προησφαλίσθαι πρὸς αὐτὸ θαρρεῖν ὡς μενούσης συνέβαινε τῆς Ἀντωνίας·
§31 Ῥωμαίων δέ γε τὴν παρʼ ἐλπίδα χαρὰν ἐπὶ τῷ καταρριφθέντι ταχέως ἔσβεσεν ὄψις ἑτέρου τείχους, ὅπερ ἔνδοθεν οἱ περὶ τὸν Ἰωάννην ἀντῳκοδομήκεσαν.
§32 εὐμαρεστέρα γε μὴν τῆς πρότερον προσβολὴ κατεφαίνετο· τό τε γὰρ ἀναβῆναι διὰ τῶν καταρριφθέντων ῥᾷον ἐδόκει, καὶ τὸ τεῖχος ἀσθενέστερόν τε πολλῷ τῆς Ἀντωνίας καὶ ταχέως τῷ πρόσκαιρον εἶναι λύειν ὑπελάμβανον. οὐ μὴν ἐτόλμα τις ἀναβῆναι· προῦπτος γὰρ τοῖς ἀρξαμένοις ἦν ἀπώλεια.
§33 Νομίζων δὲ Τίτος ἐγείρεσθαι μάλιστα τὰς τῶν πολεμούντων προθυμίας ἐλπίδι καὶ λόγῳ, τάς τε προτροπὰς καὶ τὰς ὑποσχέσεις πολλάκις μὲν λήθην ἐνεργάζεσθαι τῶν κινδύνων, ἔστι δʼ ὅτε καὶ θανάτου καταφρόνησιν, συναγαγὼν ἐπὶ ταὐτὸ τοὺς ἀλκίμους ἐπειρᾶτο τῶν ἀνδρῶν,
§34 συστρατιῶται, λέγων, τὸ μὲν παρακελεύειν ἐπὶ τὰ μὴ φέροντα κίνδυνον αὐτόθεν τοῖς παρακελευομένοις ἀκλεές, ἀμέλει δὲ καὶ τῷ παρακελεύοντι φέρει κατάγνωσιν ἀνανδρίας.
§35 δεῖ δέ, οἶμαι, προτροπῆς εἰς μόνα τὰ σφαλερὰ τῶν πραγμάτων, ὡς ἐκεῖνά γε καθʼ αὑτοὺς πράττειν ἄξιον.
§36 ὥστʼ ἔγωγε τὸ μὲν ὑπάρχειν χαλεπὴν τὴν ἐπὶ τὸ τεῖχος ἄνοδον αὐτὸς ὑμῖν προτίθημι· τὸ δʼ ὅτι μάλιστα προσήκει μάχεσθαι τοῖς δυσκόλοις τοὺς ἀρετῆς ἐφιεμένους καὶ ὅτι καλὸν ἐν εὐκλείᾳ τελευτὴ καὶ ὡς οὐκ ἄκαρπον ἔσται τοῖς καταρξαμένοις τὸ γενναῖον, διέξειμι.
§37 πρῶτον μὲν οὖν ὑμῶν γενέσθω προτροπὴ τό τινας ἴσως ἀποτρέπον, Ἰουδαίων μακροθυμία καὶ τὸ καρτερικὸν ἐν οἷς κακοπαθοῦσιν·
§38 αἰσχρὸν γὰρ Ῥωμαίους τε ὄντας καὶ στρατιώτας ἐμούς, καὶ διδακτὸν μὲν ἐν εἰρήνῃ τὸ πολεμεῖν, ἔθιμον δὲ ἐν πολέμῳ τὸ κρατεῖν ἔχοντας, ἡττᾶσθαι κατὰ χεῖρα Ἰουδαίων κατὰ ψυχήν, καὶ ταῦτα πρὸς τῷ τέλει τῆς νίκης καὶ συνεργουμένους ὑπὸ τοῦ θεοῦ.
§39 τὰ γὰρ ἡμέτερα πταίσματα τῆς Ἰουδαίων ἐστὶν ἀπονοίας, τὰ δʼ ἐκείνων πάθη ταῖς τε ὑμετέραις ἀρεταῖς καὶ ταῖς τοῦ θεοῦ συνεργίαις αὔξεται·
§40 στάσις γὰρ καὶ λιμὸς καὶ πολιορκία καὶ δίχα μηχανημάτων πίπτοντα τείχη τί ἂν ἀλλʼ θεοῦ μὲν εἴη μῆνις ἐκείνοις, βοήθεια δὲ ἡμετέρα;
§41 τὸ τοίνυν μὴ μόνον ἐλαττοῦσθαι χειρόνων, ἀλλὰ καὶ τὴν θείαν συμμαχίαν προδιδόναι πρὸς ἡμῶν οὐκ ἂν εἴη.
§42 πῶς δʼ οὐκ αἰσχρὸν Ἰουδαίους μέν, οἷς οὐ πολλὴν αἰσχύνην φέρει τὸ λείπεσθαι μαθοῦσι δουλεύειν, ὑπὲρ τοῦ μηκέτι τοῦτο πάσχειν θανάτου καταφρονεῖν καὶ πολλάκις εἰς μέσους ἡμᾶς ἐκτρέχειν, οὐκ ἐλπίδι τοῦ κρατήσειν ἀλλὰ διὰ ψιλὴν ἐπίδειξιν ἀνδρείας·
§43 ὑμᾶς δὲ τοὺς γῆς ὀλίγου δεῖν ἁπάσης καὶ θαλάσσης κρατοῦντας, οἷς καὶ τὸ μὴ νικᾶν ὄνειδος, μηδʼ ἅπαξ εἰς τοὺς πολεμίους παραβάλλεσθαι,
§44 περιμένειν δὲ τὸν λιμὸν κατʼ αὐτῶν καὶ τὴν τύχην ἀργοὺς καθεζομένους μετὰ τοιούτων ὅπλων, καὶ ταῦτα διʼ ὀλίγου τοῦ παραβόλου τὸ πᾶν κατορθῶσαι δυναμένους;
§45 ἀναβάντες γοῦν ἐπὶ τὴν Ἀντωνίαν ἔχομεν τὴν πόλιν· καὶ γὰρ ἂν γίνηταί τις ἔτι πρὸς τοὺς ἔνδον, ὅπερ οὐκ οἶμαι, μάχη, τό γε κατὰ κορυφὴν εἶναι καὶ ταῖς ἀναπνοαῖς ἐπικαθῆσθαι τῶν πολεμίων ταχέως τὴν ὁλοσχερῆ νίκην ἐγγυᾶται.
§46 καὶ ἔγωγε τὸ μὲν ὑμνεῖν ἄρτι τὴν ἐν πολέμῳ τελευτὴν καὶ τὴν ἐπὶ τοῖς ἀρειμανίοις πεσοῦσιν ἀθανασίαν παραλιπὼν ἐπαρασαίμην ἂν τοῖς ἄλλως ἔχουσι τὸν κατʼ εἰρήνην ἐκ νόσου θάνατον, οἷς μετὰ τοῦ σώματος καὶ ψυχὴ τάφῳ κατακρίνεται.
§47 τίς γὰρ οὐκ οἶδε τῶν ἀγαθῶν ἀνδρῶν ὅτι τὰς μὲν ἐν παρατάξει ψυχὰς σιδήρῳ τῶν σαρκῶν ἀπολυθείσας τὸ καθαρώτατον στοιχεῖον αἰθὴρ ξενοδοχῶν ἄστροις ἐγκαθιδρύει, δαίμονες δʼ ἀγαθοὶ καὶ ἥρωες εὐμενεῖς ἰδίοις ἐγγόνοις ἐμφανίζονται, τὰς δὲ ἐν νοσοῦσι τοῖς σώμασι συντακείσας,
§48 κἂν τὰ μάλιστα κηλίδων μιασμάτων ὦσι καθαραί, νὺξ ὑπόγειος ἀφανίζει καὶ λήθη βαθεῖα δέχεται, λαμβανούσας ἅμα τοῦ τε βίου καὶ τῶν σωμάτων ἔτι δὲ τῆς μνήμης περιγραφήν;
§49 εἰ δὲ κέκλωσται μὲν ἀνθρώποις ἀναγκαία τελευτή, κουφότερον δὲ εἰς αὐτὴν νόσου πάσης σίδηρος ὑπηρέτης, πῶς οὐκ ἀγεννὲς μὴ διδόναι ταῖς χρείαις τῷ χρεὼν ἀποδώσομεν;
§50 καὶ ταῦτα μὲν ὡς οὐ δυναμένων σωθῆναι τῶν ἐπιχειρησόντων διεξῆλθον· ἔνεστι δὲ σώζεσθαι τοῖς ἀνδριζομένοις κἀκ τῶν σφαλερωτάτων.
§51 πρῶτον μὲν γὰρ τὸ καταρριφθὲν εὐεπίβατον, ἔπειτα πᾶν τὸ οἰκοδομηθὲν εὐδιάλυτον, ὑμεῖς τε πλείους θαρσήσαντες ἐπὶ τὴν πρᾶξιν ἀλλήλοις προτροπὴ καὶ βοήθεια γίνεσθε, καὶ τοῖς πολεμίοις τὸ ὑμέτερον παράστημα ταχέως κλάσει τὰ φρονήματα.
§52 καὶ τάχα ἂν ὑμῖν ἀναίμακτον τὸ κατόρθωμα γένοιτο μόνον καταρξαμένοις· ἀναβαίνοντας μὲν γὰρ κωλύειν πειράσονται κατὰ τὸ εἰκός, λαθόντας δὲ καὶ βιασαμένους ἅπαξ οὐκ ἂν ὑποσταῖεν ἔτι, κἂν ὀλίγοι φθάσητε.
§53 τὸν δὲ καταρξάμενον αἰσχυνοίμην ἂν εἰ μὴ ποιήσαιμι ζηλωτὸν ἐν ταῖς ἐπικαρπίαις, καὶ μὲν ζῶν ἄρξει τῶν νῦν ὁμοίων, μακαριστὰ δʼ ἀκολουθήσει καὶ τοῖς πεσοῦσι τὰ ἀριστεῖα.
Titus' council of war
§54 Τοιαῦτα τοῦ Τίτου διεξιόντος τὸ μὲν ἄλλο πλῆθος ἔδεισε τοῦ κινδύνου τὸ μέγεθος, τῶν δʼ ἐν ταῖς σπείραις στρατευομένων Σαβῖνος τοὔνομα, γένος ἀπὸ Συρίας, ἀνὴρ καὶ κατὰ χεῖρα καὶ κατὰ ψυχὴν ἄριστος ἐφάνη.
§55 καίτοι προϊδὼν ἄν τις αὐτὸν ἀπό γε τῆς σωματικῆς ἕξεως οὐδʼ εἰκαῖον εἶναι στρατιώτην ἔδοξε· μέλας μὲν γὰρ ἦν τὴν χροίαν, ἰσχνός, τὴν σάρκα πεπιλημένος, ἀλλʼ ἐνῴκει τις ἡρωικὴ ψυχὴ λεπτῷ σώματι καὶ πολὺ τῆς ἰδίας ἀλκῆς στενοτέρῳ.
§56 πρῶτος γοῦν ἀναστάς ἐπιδίδωμί σοι, Καῖσαρ, ἔφη, προθύμως ἐμαυτόν.
§57 πρῶτος ἀναβαίνω τὸ τεῖχος. καὶ εὔχομαι μέν μου τῇ τε ἰσχύι καὶ τῇ γνώμῃ τὴν σὴν ἀκολουθῆσαι τύχην, εἰ δὲ νεμεσηθείην τῆς ἐπιβολῆς, ἴσθι μή με πταίσαντα παρʼ ἐλπίδας, ἀλλʼ ὑπὲρ σοῦ κρίσει τὸν θάνατον ᾑρημένον.
§58 ταῦτα εἰπὼν καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ τὸν θυρεὸν ὑπὲρ τῆς κεφαλῆς ἀνατείνας, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος ἐχώρει πρὸς τὸ τεῖχος περὶ ὥραν μάλιστα τῆς ἡμέρας ἕκτην.
§59 εἵποντο δʼ αὐτῷ καὶ τῶν ἄλλων ἕνδεκα μόνοι ζηλωταὶ τῆς ἀνδρείας γενόμενοι· προῆγε δὲ πολὺ πάντων ἀνὴρ ὁρμῇ τινι δαιμονίῳ χρώμενος.
§60 οἱ φρουροὶ δὲ ἀπὸ τοῦ τείχους κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσι πάντοθεν ἀπείροις ἔβαλλον καὶ πέτρας ἐξαισίους κατεκύλιον,
§61 αἳ ἐκ τῶν μὲν ἕνδεκα παρέσυραν ἐνίους, δὲ Σαβῖνος ἀπαντῶν τοῖς ἀφιεμένοις καὶ καταχωννύμενος ὑπὸ τῶν βελῶν οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν γενέσθαι τε ἐπʼ ἄκρῳ καὶ τρέψασθαι τοὺς πολεμίους·
§62 καταπλαγέντες γὰρ αὐτοῦ τήν τε δύναμιν οἱ Ἰουδαῖοι καὶ τὸ παράστημα τῆς ψυχῆς, ἅμα δὲ καὶ πλείους ἀναβεβηκέναι δόξαντες ἐτράπησαν.
§63 ἔνθα δὴ καταμέμψαιτʼ ἄν τις ὡς φθονερὰν ἐπὶ ταῖς ἀρεταῖς τὴν τύχην καὶ κωλύουσαν ἀεὶ τὰ παράδοξα τῶν κατορθωμάτων.
§64 γοῦν ἀνὴρ οὗτος ὅτʼ ἐκράτησε τῆς ἐπιβολῆς, ἐσφάλη καὶ πταίσας πρός τινι πέτρᾳ πρηνὴς ἐπʼ αὐτὴν μετὰ μεγίστου ψόφου κατέπεσεν· ἐπιστραφέντες δὲ οἱ Ἰουδαῖοι καὶ κατιδόντες μόνον τε αὐτὸν καὶ πεπτωκότα, πάντοθεν ἔβαλλον.
§65 δʼ ἐς γόνυ διαναστὰς καὶ προκαλυψάμενος τὸν θυρεὸν τὸ μὲν πρῶτον ἠμύνετο καὶ πολλοὺς τῶν πλησιασάντων ἔτρωσεν·
§66 αὖθις δʼ ὑπὸ πλήθους τραυμάτων παρῆκε τὴν δεξιὰν καὶ τέλος πρὶν ἀποδοῦναι τὴν ψυχὴν κατεχώσθη τοῖς βέλεσιν, ἀνὴρ ἄξιος μὲν ἀμείνονι χρῆσθαι διʼ ἀνδρείαν καὶ τύχῃ, πεσὼν δὲ τῆς ἐπιβολῆς ἀναλόγως.
§67 τῶν δὲ ἄλλων τρεῖς μὲν τοὺς ἤδη πρὸς τοῖς ἄκροις ὄντας συντρίψαντες ἀπέκτειναν τοῖς λίθοις, οἱ δὲ ὀκτὼ τραυματίαι κατασυρέντες ἀνεκομίσθησαν εἰς τὸ στρατόπεδον. ταῦτα μὲν οὖν τρίτῃ μηνὸς Πανέμου ἐπράχθη.
§68 Μετὰ δʼ ἡμέρας δύο τῶν προκοιτούντων τινὲς ἐπὶ τοῖς χώμασι φυλάκων εἴκοσι συνελθόντες προσποιοῦνται μὲν τὸν τοῦ πέμπτου τάγματος σημαιαφόρον καὶ δύο τινὰς τῶν ἐν ταῖς ἴλαις ἱππέων καὶ σαλπικτὴν ἕνα, κατὰ δὲ ὥραν τῆς νυκτὸς ἐνάτην προσβαίνουσι μὲν ἡσυχῆ διὰ τῶν ἐρειπίων ἐπὶ τὴν Ἀντωνίαν, ἀποσφάξαντες δὲ τοὺς πρώτους τῶν φρουρῶν κοιμωμένους κρατοῦσι τοῦ τείχους καὶ τῷ σαλπικτῇ σημαίνειν ἐκέλευσαν.
§69 πρὸς τῶν μὲν ἄλλων φυλάκων ἐξανάστασις αἰφνίδιος ἦν καὶ φυγὴ πρίν τινα τὸ πλῆθος ἐπιδεῖν τῶν ἐπιβεβηκότων· τε γὰρ φόβος καὶ σάλπιγξ φαντασίαν αὐτοῖς τοῦ πλῆθος ἀναβεβηκέναι πολεμίων παρεῖχε.
§70 Καῖσαρ δὲ τοῦ σημείου κατακούσας ἐξοπλίζει τήν τε δύναμιν διὰ τάχους καὶ μετὰ τῶν ἡγεμόνων πρῶτος ἀναβαίνει τοὺς ἐπιλέκτους ἔχων.
§71 καταπεφευγότων δὲ Ἰουδαίων εἰς τὸ ἱερὸν καὶ αὐτοὶ διὰ τῆς διώρυγος εἰσέπιπτον, ἣν Ἰωάννης ἐπὶ τὰ χώματα τῶν Ῥωμαίων ὑπώρυξε.
§72 καὶ διαστάντες ἀπʼ ἀμφοτέρων οἱ στασιασταὶ τῶν ταγμάτων, τοῦ τε Ἰωάννου καὶ τοῦ Σίμωνος, εἶργον αὐτοὺς οὐδεμίαν οὔτε ἰσχύος οὔτε προθυμίας ἐλλείποντες ὑπερβολήν·
§73 πέρας γὰρ ἁλώσεως ὑπελάμβανον τὸ Ῥωμαίους παρελθεῖν εἰς τὸ ἅγιον, δὴ κἀκεῖνοι τοῦ κρατεῖν ἀρχήν.
§74 συρρήγνυται δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, τῶν μὲν καταλαβέσθαι καὶ τὸ ἱερὸν εἰσβιαζομένων, τῶν δὲ Ἰουδαίων ἐξωθούντων αὐτοὺς ἐπὶ τὴν Ἀντωνίαν.
§75 καὶ τὰ βέλη μὲν ἦν ἀμφοτέροις ἄχρηστα καὶ τὰ δόρατα, σπασάμενοι δὲ τὰ ξίφη συνεπλέκοντο, καὶ περὶ τὴν συμβολὴν ἄκριτον ἦν ὁποτέρωθεν ἕκαστοι μάχοιντο, πεφυρμένων μὲν τῶν ἀνδρῶν καὶ περὶ τὴν στενοχωρίαν διηλλαγμένων, τῆς δὲ βοῆς ἀσημάντου προσπιπτούσης διὰ τὸ μέγεθος.
§76 φόνος τε ἦν ἑκατέρωθεν πολύς, καὶ τῶν πεσόντων τά τε σώματα καὶ τὰς πανοπλίας πατοῦντες ἔθραυον οἱ μαχόμενοι.
§77 ἀεὶ δʼ ἐφʼ ὁπότερον βρίσειεν ῥέων πόλεμος, παρακέλευσις μὲν ἦν τῶν πλεονεκτούντων, οἰμωγαὶ δὲ τῶν τρεπομένων. οὔτε δὲ αἱ φυγαὶ τόπον εἶχον οὔτε αἱ διώξεις, ἀλλʼ ἀγχώμαλοι ῥοπαὶ καὶ μετακλίσεις μεμιγμένης ἐγίνοντο τῆς παρατάξεως.
§78 τοῖς δʼ ἔμπροσθεν γινομένοις τοῦ θνήσκειν τοῦ κτείνειν ἀνάγκη παρῆν οὐκ οὔσης ἀναφυγῆς· οἱ γὰρ κατὰ νώτου πρόσω βιαζόμενοι τοὺς σφετέρους παρʼ ἀμφοῖν οὐδὲ τῇ μάχῃ μεταίχμιον κατέλειπον.
§79 πλεονεκτούντων δὲ τῶν Ἰουδαίων τοῖς θυμοῖς τὴν Ῥωμαίων ἐμπειρίαν καὶ κλινομένης καθάπαν ἤδη τῆς παρατάξεως, ἀπὸ γὰρ ἐνάτης ὥρας τῆς νυκτὸς εἰς ἑβδόμην τῆς ἡμέρας ἐπολέμουν,
§80 οἱ μὲν ἀθρόοι καὶ τὸν τῆς ἁλώσεως κίνδυνον ἔχοντες ἀνδρείας ἐφόδιον Ῥωμαῖοι δὲ μέρει τῆς δυνάμεως, οὔπω γὰρ ἐπαναβεβήκει τὰ τάγματα, κἀκείνοις ἐπανεῖχον οἱ μαχόμενοι τότε, κρατεῖν τῆς Ἀντωνίας ἀποχρῆν ἐπὶ τοῦ παρόντος ἐδόκει.
§81 Ἰουλιανὸς δέ τις ἑκατοντάρχης τῶν ἀπὸ τῆς Βιθυνίας, οὐκ ἄσημος ὢν ἀνήρ, ὧν ἐγὼ κατʼ ἐκεῖνον ἱστόρησα τὸν πόλεμον ὅπλων τε ἐμπειρίᾳ καὶ ἀλκῇ σώματος καὶ ψυχῆς παραστήματι πάντων ἄριστος,
§82 ὁρῶν τοὺς Ῥωμαίους ἐνδιδόντας ἤδη καὶ κακῶς ἀμυνομένους, παρειστήκει δὲ Τίτῳ κατὰ τὴν Ἀντωνίαν, προπηδᾷ καὶ νικῶντας ἤδη τοὺς Ἰουδαίους τρέπεται μόνος μέχρι τῆς τοῦ ἐνδοτέρω ἱεροῦ γωνίας. ἔφευγε δὲ τὸ πλῆθος ἄθρουν, οὔτε τὴν ἰσχὺν οὔτε τὴν τόλμαν ἀνθρωπίνην ὑπολαμβάνοντες.
§83 δὲ διὰ μέσων τῶν σκεδαννυμένων ἄλλοτε ἄλλῃ διᾴττων ἐφόνευε τοὺς καταλαμβανομένους, καὶ τῆς ὄψεως ἐκείνης οὐδὲν οὔτε τῷ Καίσαρι θαυμασιώτερον οὔτε τοῖς ἄλλοις παρέστη φρικωδέστερον.
§84 ἐδιώκετο δὲ ἄρα καὶ αὐτὸς ὑπὸ τῆς εἱμαρμένης, ἣν ἀμήχανον διαφυγεῖν θνητὸν ὄντα.
§85 τὰ γὰρ ὑποδήματα πεπαρμένα πυκνοῖς καὶ ὀξέσιν ἥλοις ἔχων, ὥσπερ τῶν ἄλλων στρατιωτῶν ἕκαστος, καὶ κατὰ λιθοστρώτου τρέχων ὑπολισθάνει, πεσὼν δὲ ὕπτιος μετὰ μεγίστου τῆς πανοπλίας ἤχου τοὺς φεύγοντας ἐπιστρέφει.
§86 καὶ τῶν μὲν ἀπὸ τῆς Ἀντωνίας Ῥωμαίων ἤρθη βοὴ περὶ τἀνδρὶ δεισάντων, οἱ δὲ Ἰουδαῖοι περιστάντες αὐτὸν ἀθρόοι τοῖς τε ξυστοῖς καὶ ταῖς ῥομφαίαις πάντοθεν ἔπαιον.
§87 δὲ πολὺν μὲν τῷ θυρεῷ σίδηρον ἐξεδέχετο, πολλάκις δὲ ἀναστῆναι πειράσας ὑπὸ τοῦ πλήθους τῶν τυπτόντων ἀνετράπη, καὶ κείμενος δʼ ὅμως ἔνυττε τῷ ξίφει πολλούς·
§88 οὐδὲ γὰρ ἀνῃρέθη ταχέως τῷ τε κράνει καὶ τῷ θώρακι πεφραγμένος πάντα τὰ καίρια πρὸς σφαγὴν καὶ τὸν αὐχένα συνέλκων· μέχρι κοπτομένων αὐτῷ τῶν ἄλλων μελῶν καὶ μηδενὸς προσαμῦναι τολμῶντος ἐνέδωκε.
§89 δεινὸν δὲ πάθος εἰσῄει Καίσαρα ἀνδρὸς οὕτως ἐναρέτου καὶ ἐν ὄψει τοσούτων φονευομένου· καὶ αὐτὸν μὲν τόπος διέκλειε βοηθεῖν θέλοντα, τοὺς δυναμένους δὲ κατάπληξις.
§90 Ἰουλιανὸς μὲν οὖν πολλὰ δυσθανατήσας καὶ τῶν κτεινόντων ὀλίγους ἀπλῆγας καταλιπὼν μόλις ἀποσφάττεται, μέγιστον οὐ παρὰ Ῥωμαίοις καὶ Καίσαρι μόνον ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις κλέος καταλιπών·
§91 Ἰουδαῖοι δὲ καὶ τὸν νεκρὸν ἁρπασάμενοι πάλιν τοὺς Ῥωμαίους τρέπονται καὶ κατακλείουσιν εἰς τὴν Ἀντωνίαν.
§92 ἠγωνίσαντο δὲ ἐξ αὐτῶν ἐπισήμως κατὰ ταύτην τὴν μάχην Ἀλεξᾶς μέν τις καὶ Γυφθέος τοῦ Ἰωάννου τάγματος, ἐκ δὲ τῶν περὶ Σίμωνα Μαλαχίας τε καὶ τοῦ Μέρτωνος Ἰούδας, καὶ Σωσᾶ υἱὸς Ἰάκωβος τῶν Ἰδουμαίων ἡγεμών, τῶν δὲ ζηλωτῶν ἀδελφοὶ δύο, παῖδες Ἀρί, Σίμων τε καὶ Ἰούδης.
Portents of destruction
§93 Τίτος δὲ τοῖς μὲν σὺν αὐτῷ στρατιώταις κατασκάπτειν προσέταξε τοὺς θεμελίους τῆς Ἀντωνίας καὶ τῇ δυνάμει πάσῃ ῥᾳδίαν τὴν ἄνοδον εὐτρεπίζειν,
§94 αὐτὸς δὲ τὸν Ἰώσηπον παραστησάμενος· ἐπέπυστο γὰρ ἐπʼ ἐκείνης τῆς ἡμέρας, Πανέμου δʼ ἦν ἑπτακαιδεκάτη, τὸν ἐνδελεχισμὸν καλούμενον ἀνδρῶν ἀπορίᾳ διαλελοιπέναι τῷ θεῷ καὶ τὸν δῆμον ἐπὶ τούτῳ δεινῶς ἀθυμεῖν·
§95 λέγειν τῷ Ἰωάννῃ πάλιν ἐκέλευσεν καὶ πρότερον, ὡς εἰ καί τις αὐτὸν ἔρως κακὸς ἔχοι τοῦ μάχεσθαι, προελθόντι μεθʼ ὅσων βούλεται πολεμεῖν ἐξείη δίχα τοῦ συναπολέσθαι τήν τε πόλιν καὶ τὸν ναὸν αὐτῷ, μηκέτι μέντοι μιαίνειν τὸ ἅγιον μηδὲ εἰς τὸν θεὸν πλημμελεῖν, παρεῖναι δʼ αὐτῷ τὰς ἐπιλελοιπυίας θυσίας ἐκτελεῖν διʼ ὧν ἂν ἐπιλέξηται Ἰουδαίων.
§96 καὶ Ἰώσηπος, ὡς ἂν εἴη μὴ τῷ Ἰωάννῃ μόνον ἀλλὰ καὶ τοῖς πολλοῖς ἐν ἐπηκόῳ, τά τε τοῦ Καίσαρος διήγγελλεν ἑβραΐζων,
§97 καὶ πολλὰ προσηντιβόλει φείσασθαι τῆς πατρίδος καὶ διασκεδάσαι τοῦ ναοῦ γευόμενον ἤδη τὸ πῦρ, τούς τʼ ἐναγισμοὺς ἀποδοῦναι τῷ θεῷ.
§98 πρὸς ταῦτα τοῦ δήμου μὲν ἦν κατήφεια καὶ σιγή, πολλὰ δʼ τύραννος λοιδορηθείς τε τῷ Ἰωσήπῳ καὶ καταρασάμενος τὸ τελευταῖον προσέθηκεν, ὡς οὐκ ἄν ποτε δείσειεν ἅλωσιν· θεοῦ γὰρ ὑπάρχειν τὴν πόλιν.
§99 καὶ Ἰώσηπος πρὸς ταῦτα ἀνέκραγεν πάνυ γοῦν καθαρὰν τῷ θεῷ τετήρηκας αὐτήν, ἀμίαντον δὲ μένει τὸ ἅγιον, εἰς ὅν τʼ ἐλπίζεις σύμμαχον οὐδὲν ἠσέβησας, τὰς δʼ ἐθίμους θυσίας ἀπολαμβάνει.
§100 κἂν μὲν σοῦ τις ἀφέλῃ τὴν καθʼ ἡμέραν τροφήν, ἀσεβέστατε, τοῦτον ἥγησαι πολέμιον, αὐτὸν δʼ ὃν τῆς αἰωνίου θρησκείας ἐστέρησας θεὸν ἐλπίζεις σύμμαχον ἔχειν ἐν τῷ πολέμῳ;
§101 καὶ Ῥωμαίοις τὰς ἁμαρτίας ἀνατίθης, οἳ μέχρι νῦν κήδονται τῶν ἡμετέρων νόμων καὶ τὰς ὑπὸ σοῦ διακοπείσας θυσίας ἀποδίδοσθαι τῷ θεῷ βιάζονται;
§102 τίς οὐκ ἂν στενάξειε καὶ κατολοφύραιτο τῆς παραδόξου μεταβολῆς τὴν πόλιν, εἴ γε ἀλλόφυλοι μὲν καὶ πολέμιοι τὴν σὴν ἀσέβειαν ἐπανορθοῦνται, σὺ δʼ Ἰουδαῖος, τοῖς νόμοις ἐντραφείς, κἀκείνων πρὸς αὐτοὺς γίνῃ χαλεπώτερος;
§103 ἀλλά τοι, Ἰωάννη, καὶ μετανοῆσαι μὲν ἐκ κακῶν οὐκ αἰσχρὸν ἐν ἐσχάτοις καὶ καλὸν ὑπόδειγμα βουλομένῳ σώζειν τὴν πατρίδα σοι πρόκειται βασιλεὺς Ἰουδαίων Ἰεχονίας,
§104 ὅς ποτε στρατεύσαντι τῷ Βαβυλωνίῳ διʼ αὐτὸν ἑκὼν ἐξέστη πρὶν ἁλῶναι τῆς πόλεως καὶ μετὰ γενεᾶς αἰχμαλωσίαν ὑπέμεινεν ἐθελούσιον ὑπὲρ τοῦ μὴ παραδοῦναι ταῦτα πολεμίοις τὰ ἅγια καὶ τὸν οἶκον τοῦ θεοῦ περιιδεῖν φλεγόμενον.
§105 διὰ τοῦτο λόγος τε αὐτὸν πρὸς ἁπάντων Ἰουδαίων ἱερὸς ὑμνεῖ καὶ μνήμη ῥέουσα διʼ αἰῶνος ἀεὶ νέα τοῖς ἐπιγινομένοις παραδίδωσιν ἀθάνατον.
§106 καλόν, Ἰωάννη, ὑπόδειγμα, κἂν προσῇ κίνδυνος· ἐγὼ δέ σοι καὶ τὴν ἀπὸ Ῥωμαίων συγγνώμην ἐγγυῶμαι.
§107 μέμνησο δʼ ὡς ὁμόφυλος ὢν παραινῶ καὶ Ἰουδαῖος ὢν ἐπαγγέλλομαι, καὶ χρὴ σκοπεῖν τίς συμβουλεύων καὶ πόθεν. μὴ γὰρ ἔγωγέ ποτε γενοίμην ζῶν οὕτως αἰχμάλωτος, ἵνα παύσωμαι τοῦ γένους τῶν πατρίων ἐπιλάθωμαι.
§108 πάλιν ἀγανακτεῖς καὶ κέκραγάς μοι λοιδορούμενος, ἀξίῳ γε καὶ χαλεπωτέρων, ὃς ἀντικρὺς εἱμαρμένης τι παραινῶ καὶ τοὺς ὑπὸ τοῦ θεοῦ βιάζομαι κατακρίτους σώζειν.
§109 τίς οὐκ οἶδεν τὰς τῶν παλαιῶν προφητῶν ἀναγραφὰς καὶ τὸν ἐπιρρέποντα τῇ τλήμονι πόλει χρησμὸν ἤδη ἐνεστῶτα; τότε γὰρ ἅλωσιν αὐτῆς προεῖπον, ὅταν ὁμοφύλου τις ἄρξῃ φόνου.
§110 τῶν ὑμετέρων δὲ πτωμάτων οὐχ πόλις καὶ τὸ ἱερὸν δὲ πᾶν πεπλήρωται; θεὸς ἄρα, θεὸς αὐτὸς ἐπάγει μετὰ Ῥωμαίων κάθαρσιν αὐτῷ πῦρ καὶ τὴν τοσούτων μιασμάτων γέμουσαν πόλιν ἀναρπάζει.
§111 Ταῦτα λέγων Ἰώσηπος μετʼ ὀδυρμοῦ καὶ δακρύων λυγμῷ τὴν φωνὴν ἐνεκόπη.
§112 καὶ Ῥωμαῖοι μὲν ᾤκτειράν τε τοῦ πάθους καὶ τῆς προαιρέσεως αὐτὸν ἐθαύμασαν, οἱ δὲ περὶ τὸν Ἰωάννην παρωξύνοντο μᾶλλον ἐπὶ τοὺς Ῥωμαίους ἐπιθυμοῦντες ἐγκρατεῖς γενέσθαι κἀκείνου.
§113 τῶν γε μὴν εὐγενῶν πολλοὺς ἐκίνησεν λόγος, καὶ τινὲς μὲν ὀρρωδοῦντες τὰς φυλακὰς τῶν στασιαστῶν κατὰ χώραν ἔμενον, ἀπώλειαν μέντοι σφῶν τε αὐτῶν καὶ τῆς πόλεως κατεγνώκεσαν, εἰσὶ δὲ οἳ καιροφυλακήσαντες ἄδειαν ἀναχωρήσεως πρὸς τοὺς Ῥωμαίους κατέφυγον.
§114 ὧν ἦσαν ἀρχιερεῖς μὲν Ἰώσηπός τε καὶ Ἰησοῦς, υἱοὶ δὲ ἀρχιερέων τρεῖς μὲν Ἰσμαήλου τοῦ καρατομηθέντος ἐν Κυρήνῃ, καὶ τέσσαρες Ματθίου καὶ εἷς ἑτέρου Ματθίου, διαδρὰς μετὰ τὴν τοῦ πατρὸς ἀπώλειαν, ὃν τοῦ Γιώρα Σίμων ἀπέκτεινεν σὺν τρισὶν υἱοῖς, ὡς προείρηται. πολλοὶ δὲ καὶ τῶν ἄλλων εὐγενῶν τοῖς ἀρχιερεῦσι συμμετεβάλοντο.
§115 Καῖσαρ δὲ αὐτοὺς τά τε ἄλλα φιλοφρόνως ἐδέξατο καὶ γινώσκων ἀλλοφύλοις ἤθεσιν ἀηδῆ τὴν διατριβὴν ἕξειν ἀπέπεμψεν αὐτοὺς εἰς Γόφναν, τέως ἐκεῖ παραινῶν μένειν· ἀποδώσειν γὰρ ἑκάστῳ τὰς κτήσεις κατὰ σχολὴν ἀπὸ τοῦ πολέμου γενόμενος.
§116 οἱ μὲν οὖν εἰς τὸ δοθὲν πολίχνιον μετὰ πάσης ἀσφαλείας ἀνεχώρουν ἄσμενοι· μὴ φαινομένων δὲ αὐτῶν διεφήμισαν οἱ στασιασταὶ πάλιν ὡς ἀποσφαγεῖεν ὑπὸ Ῥωμαίων οἱ αὐτόμολοι, δηλονότι τοὺς λοιποὺς ἀποτρέποντες τῷ φόβῳ διαδιδράσκειν.
§117 ἤνυστο δʼ ὡς καὶ πρότερον αὐτοῖς τὸ πανοῦργον πρὸς καιρόν· ἐπεσχέθησαν γὰρ ὑπὸ τοῦ δέους αὐτομολεῖν.
§118 Αὖθις δέ, ὡς ἀνακαλέσας τοὺς ἄνδρας ἀπὸ τῆς Γοφνὰ Τίτος ἐκέλευσε μετὰ τοῦ Ἰωσήπου περιελθόντας τὸ τεῖχος ὀφθῆναι τῷ δήμῳ, πλεῖστοι πρὸς τοὺς Ῥωμαίους ἔφευγον.
§119 γενόμενοι δὲ ἀθρόοι καὶ πρὸ τῶν Ῥωμαίων ἱστάμενοι μετʼ οἰμωγῆς καὶ δακρύων ἱκέτευον τοὺς στασιαστὰς τὸ μὲν πρῶτον ὅλῃ τοὺς Ῥωμαίους δέξασθαι τῇ πόλει καὶ τὴν πατρίδα σῶσαι πάλιν,
§120 εἰ δὲ μή, τοῦ γε ἱεροῦ πάντως ὑπεξελθεῖν καὶ ῥύσασθαι τὸν ναὸν αὐτοῖς· οὐ γὰρ ἂν τολμῆσαι Ῥωμαίους μὴ μετὰ μεγίστης ἀνάγκης καταφλέξαι τὰ ἅγια.
§121 τούτοις μᾶλλον ἀντεφιλονείκουν, καὶ πολλὰ βλάσφημα τοῖς αὐτομόλοις ἀντικεκραγότες ἐπὶ τῶν ἱερῶν πυλῶν τούς τε ὀξυβελεῖς καὶ καταπέλτας καὶ λιθοβόλους μηχανὰς διέστησαν, ὡς τὸ κύκλῳ μὲν ἱερὸν ὑπὸ πλήθους νεκρῶν προσεοικέναι πολυανδρίῳ, τὸν δὲ ναὸν αὐτὸν φρουρίῳ.
§122 τοῖς δὲ ἁγίοις καὶ ἀβάτοις μετὰ τῶν ὅπλων εἰσεπήδων θερμὰς ἔτι τὰς χεῖρας ἐξ ὁμοφύλων ἔχοντες φόνων, καὶ προύκοψαν εἰς τοσοῦτον παρανομίας, ὥσθʼ ἣν ἂν εἰκὸς ἀγανάκτησιν γενέσθαι Ἰουδαίων, εἰ Ῥωμαῖοι ταῦτʼ ἐξύβριζον εἰς αὐτούς, ταύτην εἶναι παρὰ Ῥωμαίων τότε πρὸς Ἰουδαίους ἀσεβοῦντας εἰς τὰ ἴδια.
§123 τῶν μέν γε στρατιωτῶν οὐκ ἔστιν ὅστις οὐ μετὰ φρίκης εἰς τὸν ναὸν ἀφεώρα καὶ προσεκύνει τούς τε λῃστὰς ηὔχετο πρὶν ἀνηκέστου πάθους μετανοῆσαι.
§124 Τίτος δὲ ὑπερπαθήσας πάλιν ἐξωνείδιζε τοὺς περὶ τὸν Ἰωάννην, λέγων ἆρʼ οὐχ ὑμεῖς, μιαρώτατοι, τὸν δρύφακτον τοῦτον προεβάλεσθε τῶν ἁγίων;
§125 οὐχ ὑμεῖς δὲ τὰς ἐν αὐτῷ στήλας διεστήσατε, γράμμασιν Ἑλληνικοῖς καὶ ἡμετέροις κεχαραγμένας, μηδένα τὸ γείσιον ὑπερβαίνειν παραγγέλλειν;
§126 οὐχ ἡμεῖς δὲ τοὺς ὑπερβάντας ὑμῖν ἀναιρεῖν ἐπετρέψαμεν, κἂν Ῥωμαῖός τις ; τί οὖν νῦν, ἀλιτήριοι, καὶ νεκροὺς ἐν αὐτῷ καταπατεῖτε; τί δὲ τὸν ναὸν αἵματι ξένῳ καὶ ἐγχωρίῳ φύρετε;
§127 μαρτύρομαι θεοὺς ἐγὼ πατρίους καὶ εἴ τις ἐφεώρα ποτὲ τόνδε τὸν χῶρον, νῦν μὲν γὰρ οὐκ οἴομαι, μαρτύρομαι δὲ καὶ στρατιὰν τὴν ἐμὴν καὶ τοὺς παρʼ ἐμοὶ Ἰουδαίους καὶ ὑμᾶς αὐτούς, ὡς οὐκ ἐγὼ ταῦθʼ ὑμᾶς ἀναγκάζω μιαίνειν.
§128 κἂν ἀλλάξητε τῆς παρατάξεως τὸν τόπον, οὔτε προσελεύσεταί τις Ῥωμαίων τοῖς ἁγίοις οὔτε ἐνυβρίσει, τηρήσω δὲ τὸν ναὸν ὑμῖν καὶ μὴ θέλουσι.
§129 Ταῦτα τοῦ Ἰωσήπου διαγγέλλοντος ἐκ τοῦ Καίσαρος, οἱ λῃσταὶ καὶ τύραννος οὐκ ἀπʼ εὐνοίας ἀλλὰ κατὰ δειλίαν γίνεσθαι τὰς παρακλήσεις δοκοῦντες ὑπερηφάνουν.
§130 Τίτος δὲ ὡς οὔτε οἶκτον ἑαυτῶν τοὺς ἄνδρας οὔτε φειδὼ τοῦ ναοῦ ποιουμένους ἑώρα, πάλιν πρὸς πόλεμον ἄκων ἐχώρει.
§131 πᾶσαν μὲν οὖν τὴν δύναμιν ἐπάγειν αὐτοῖς οὐχ οἷόν τε ἦν μὴ χωρουμένην τῷ τόπῳ, τριάκοντα δʼ ἐπιλέξας ἀφʼ ἑκάστης ἑκατονταρχίας τοὺς ἀρίστους καὶ τοῖς χιλιάρχοις ἀνὰ χιλίους παραδούς, τούτων δʼ ἐπιτάξας ἡγεμόνα Κερεάλιον, ἐπιθέσθαι προσέταξε ταῖς φυλακαῖς περὶ ὥραν τῆς νυκτὸς ἐνάτην.
§132 ὄντα δὲ καὶ αὐτὸν ἐν τοῖς ὅπλοις καὶ συγκαταβαίνειν παρεσκευασμένον οἵ τε φίλοι διὰ τὸ μέγεθος τοῦ κινδύνου κατέσχον καὶ τὰ παρὰ τῶν ἡγεμόνων λεγόμενα·
§133 πλεῖον γὰρ αὐτὸν ἀνύσειν ἔφασαν ἐπὶ τῆς Ἀντωνίας καθεζόμενον καὶ τὴν μάχην ἀγωνοθετοῦντα τοῖς στρατιώταις εἰ καταβὰς προκινδυνεύοι· πάντας γὰρ ὁρῶντος Καίσαρος ἀγαθοὺς πολεμιστὰς ἔσεσθαι.
§134 τούτοις πεισθεὶς Καῖσαρ καὶ διʼ ἓν τοῦτο τοῖς στρατιώταις ὑπομένειν εἰπών, ἵνα κρίνῃ τὰς ἀρετὰς αὐτῶν καὶ μήτε τῶν ἀγαθῶν τις ἀγέραστος μήτε τῶν ἐναντίων ἀτιμώρητος διαλάθῃ, γένηται δὲ αὐτόπτης καὶ μάρτυς ἁπάντων καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾶν κύριος,
§135 τοὺς μὲν ἐπὶ τὴν πρᾶξιν ἔπεμπε καθʼ ἣν ὥραν προείρηται, προελθὼν δὲ αὐτὸς εἰς τὸ εὐκάτοπτον ἀπὸ τῆς Ἀντωνίας ἐκαραδόκει τὸ μέλλον.
§136 Οὐ μὴν οἵ γε πεμφθέντες τοὺς φύλακας εὗρον κοιμωμένους, ὡς ἤλπισαν, ἀλλʼ ἀναπηδήσασι μετὰ κραυγῆς εὐθέως συνεπλέκοντο· πρὸς δὲ τὴν βοὴν τῶν ἐκκοιτούντων ἔνδοθεν οἱ λοιποὶ κατὰ στῖφος ἐξέθεον.
§137 τῶν μὲν δὴ πρώτων τὰς ὁρμὰς ἐξεδέχοντο Ῥωμαῖοι· περιέπιπτον δʼ οἱ μετʼ ἐκείνους τῷ σφετέρῳ τάγματι, καὶ πολλοὶ τοῖς οἰκείοις ὡς πολεμίοις ἐχρῶντο.
§138 τὴν μὲν γὰρ διὰ βοῆς ἐπίγνωσιν κραυγὴ συγχυθεῖσα παρʼ ἀμφοῖν, τὴν δὲ διʼ ὀμμάτων νὺξ ἕκαστον ἀφείλετο, καὶ τυφλώττειν ἄλλως οὓς μὲν οἱ θυμοὶ παρεσκεύαζον οὓς δʼ οἱ φόβοι· διὰ τοῦτο τὸν προστυχόντα πλήττειν ἦν ἄκριτον.
§139 Ῥωμαίους μὲν οὖν συνησπικότας καὶ κατὰ συντάξεις προπηδῶντας ἧττον ἔβλαπτεν ἄγνοια· καὶ γὰρ ἦν παρʼ ἑκάστῳ μνήμη τοῦ συνθήματος·
§140 Ἰουδαῖοι δʼ ἀεὶ σκεδαννύμενοι καὶ τάς τε προσβολὰς καὶ τὰς ὑποχωρήσεις ἀνέδην ποιούμενοι πολλάκις φαντασίαν παρεῖχον ἀλλήλοις πολεμίων· τὸν ὑποστρέφοντα γὰρ ἕκαστος οἰκεῖον διὰ σκότους ὡς ἐπιόντα Ῥωμαῖον ἐξεδέχετο.
§141 πλείους γοῦν ὑπὸ τῶν ἰδίων τῶν πολεμίων ἐτρώθησαν, ἕως ἡμέρας γενομένης ὄψει τὸ λοιπὸν μάχη διεκρίνετο, καὶ κατὰ φάλαγγα διαστάντες τοῖς τε βέλεσιν εὐτάκτοις ἐχρῶντο καὶ ταῖς ἀμύναις.
§142 οὐδέτεροι δὲ οὔτʼ εἶκον οὔτʼ ἐκοπίων, ἀλλʼ οἱ μὲν ὡς ἐφορῶντος Καίσαρος κατʼ ἄνδρα καὶ κατὰ συντάξεις ἤριζον ἀλλήλοις, καὶ προκοπῆς ἕκαστος ἐκείνην αὐτῷ τὴν ἡμέραν ἄρξειν ὑπελάμβανεν, εἰ γενναίως ἀγωνίσαιτο·
§143 Ἰουδαίοις δʼ ἐβράβευε τὰς τόλμας τε περὶ σφῶν αὐτῶν καὶ τοῦ ἱεροῦ φόβος καὶ τύραννος ἐφεστὼς καὶ τοὺς μὲν παρακαλῶν, τοὺς δὲ μαστιγῶν καὶ διεγείρων ἀπειλαῖς.
§144 συνέβαινε δὲ τὸ μὲν πλεῖστον σταδιαίαν εἶναι τὴν μάχην, ἐν ὀλίγῳ δὲ καὶ ταχέως ἀντιστρέφεσθαι τὰς ῥοπάς· οὐδέτεροι γὰρ οὔτε φυγῆς οὔτε διώξεως μῆκος εἶχον.
§145 ἀεὶ δὲ πρὸς τὸ συμβαῖνον οἰκεῖος ἀπὸ τῆς Ἀντωνίας θόρυβος ἦν, θαρρεῖν δὲ καὶ κρατοῦσι τοῖς σφετέροις ἐπεβόων καὶ μένειν τρεπομένοις.
§146 ἦν δὲ ὥσπερ τι πολέμου θέατρον· οὐδὲν γὰρ οὔτε Τίτον οὔτε τοὺς περὶ αὐτὸν ἐλάνθανε τῶν κατὰ τὴν μάχην.
§147 τὸ δὲ πέρας ἀρξάμενοι τῆς νυκτὸς ἐνάτης ὥρας ὑπὲρ πέμπτην τῆς ἡμέρας διελύθησαν ἀφʼ οὗπερ ἤρξαντο τόπου τῆς συμβολῆς, μηδέτεροι βεβαίως κλίναντες τοὺς ἑτέρους, ἀλλὰ τὴν νίκην μέσην ἐν ἀγχωμάλῳ καταλιπόντες.
§148 καὶ Ῥωμαίων μὲν ἐπισήμως ἠγωνίσαντο πολλοί, Ἰουδαίων δʼ ἐκ μὲν τῶν περὶ Σίμωνα Ἰούδης τοῦ Μαρεώτου καὶ Σίμων τοῦ Ὁσαΐα, τῶν δὲ Ἰδουμαίων Ἰάκωβος καὶ Σίμων, Ἀκατελᾶ μὲν οὗτος παῖς, Σωσᾶ δὲ Ἰάκωβος, τῶν δὲ μετὰ Ἰωάννου Γεφθέος καὶ Ἀλεξᾶς, τῶν δὲ ζηλωτῶν Σίμων υἱὸς Ἀρί.
The Temple burns
§149 Ἐν τούτῳ δʼ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἡμέραις ἑπτὰ καταστρεψαμένη τοὺς τῆς Ἀντωνίας θεμελίους μέχρι τοῦ ἱεροῦ πλατεῖαν ὁδὸν εὐτρεπίσαντο.
§150 πλησιάσαντα δὲ τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα κατήρχετο χωμάτων, τὸ μὲν ἀντικρὺς τῆς τοῦ εἴσω ἱεροῦ γωνίας, ἥτις ἦν κατʼ ἄρκτον καὶ δύσιν, τὸ δὲ κατὰ τὴν βόρειον ἐξέδραν, μεταξὺ τῶν δύο πυλῶν ἦν·
§151 τῶν δὲ λοιπῶν δύο θάτερον μὲν κατὰ τὴν ἑσπέριον στοὰν τοῦ ἔξωθεν ἱεροῦ, τὸ δʼ ἕτερον ἔξω κατὰ τὴν βόρειον. προύκοπτεν μέντοι μετὰ πολλοῦ καμάτου καὶ ταλαιπωρίας αὐτοῖς τὰ ἔργα [καὶ] τὴν ὕλην ἀφʼ ἑκατὸν σταδίων συγκομίζουσιν,
§152 ἐκακοῦντο δʼ ἔσθʼ ὅπη καὶ κατʼ ἐπιβουλάς, αὐτοὶ διὰ περιουσίαν τοῦ κρατεῖν ὄντες ἀδεέστεροι καὶ διʼ ἀπόγνωσιν ἤδη σωτηρίας χρώμενοι τολμηροτέροις τοῖς Ἰουδαίοις.
§153 τῶν γὰρ ἱππέων τινὲς ὁπότε προέλθοιεν ἐπὶ ξυλείαν χόρτου συλλογήν, τὸν τῆς συγκομιδῆς χρόνον ἀνίεσαν βόσκεσθαι τοὺς ἵππους ἀποχαλινοῦντες, οὓς οἱ Ἰουδαῖοι κατὰ στῖφος ἐκπηδῶντες ἥρπαζον.
§154 καὶ τούτου συνεχῶς γινομένου νομίσας Καῖσαρ, ὅπερ ἦν, ἀμελείᾳ τῶν σφετέρων πλέον τῇ Ἰουδαίων ἀνδρείᾳ γίνεσθαι τὰς ἁρπαγάς, ἔγνω σκυθρωπότερον τοὺς λοιποὺς πρὸς φυλακὴν τῶν ἵππων ἐπιστρέψαι.
§155 καὶ κελεύσας ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ τῶν ἀπολεσάντων στρατιωτῶν ἕνα, φόβῳ τοῖς ἄλλοις ἐτήρησε τοὺς ἵππους· οὐκέτι γὰρ εἴων νέμεσθαι, καθάπερ δὲ συμπεφυκότες αὐτοῖς ἐπὶ τὰς χρείας ἐξῄεσαν.
§156 οἱ μὲν οὖν προσεπολέμουν τῷ ἱερῷ καὶ τὰ χώματα διήγειρον.
§157 Μετὰ δὲ μίαν ἡμέραν αὐτῶν τῆς ἀνόδου πολλοὶ τῶν στασιαστῶν, οἷς ἁρπαγαί τε ἐπέλειπον ἤδη καὶ λιμὸς ἤπειγε, συνελθόντες ταῖς κατὰ τὸ Ἐλαιῶν ὄρος Ῥωμαίων φυλακαῖς ἐπιτίθενται περὶ ὥραν ἑνδεκάτην τῆς ἡμέρας, οἰόμενοι πρῶτον μὲν ἀδοκήτων, ἔπειτα πρὸς θεραπείαις ἤδη τοῦ σώματος ὄντων ῥᾳδίως διεκπαίσειν.
§158 προαισθόμενοι δὲ τὴν ἔφοδον αὐτῶν οἱ Ῥωμαῖοι καὶ ταχέως ἐκ τῶν πλησίον φρουρίων συνδραμόντες εἶργον ὑπερπηδᾶν καὶ διακόπτειν τὸ περιτείχισμα βιαζομένους.
§159 γενομένης δὲ καρτερᾶς τῆς συμβολῆς ἄλλα τε πολλὰ παρʼ ἑκατέρων γενναίως ἐπράχθη, Ῥωμαίων μὲν μετὰ τῆς ἰσχύος ἐμπειρίᾳ τοῦ πολεμεῖν χρωμένων, Ἰουδαίων δὲ ἀφειδέσι ταῖς ὁρμαῖς καὶ τοῖς θυμοῖς ἀκατασχέτοις·
§160 ἐστρατήγει δὲ τῶν μὲν αἰδώς, τῶν δὲ ἀνάγκη· τό τε γὰρ ἐξαφεῖναι Ἰουδαίους ὥσπερ ἄρκυσιν ἐνειλημμένους Ῥωμαίοις αἴσχιστον ἐδόκει, κἀκεῖνοι μίαν ἐλπίδα σωτηρίας εἶχον, εἰ βιασάμενοι ῥήξειαν τὸ τεῖχος·
§161 καὶ τῶν ἀπὸ σπείρας τις ἱππέων, Πεδάνιος τοὔνομα, τρεπομένων ἤδη τῶν Ἰουδαίων καὶ κατὰ τῆς φάραγγος συνωθουμένων ῥόθιον ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων, νεανίαν στιβαρόν τε ἄλλως τὸ σῶμα καὶ καθωπλισμένον, δραξάμενος ἐκ τοῦ σφυροῦ·
§162 τοσοῦτον μὲν ἑαυτὸν ἐκ τρέχοντος ἐπέκλινε τοῦ ἵππου, τοσοῦτον δὲ ἐπεδείξατο τῆς δεξιᾶς τὸν τόνον καὶ τοῦ λοιποῦ σώματος ἔτι δʼ ἐμπειρίας ἱππικῆς.
§163 μὲν οὖν ὥσπερ τι κειμήλιον ἁρπασάμενος ἧκε φέρων Καίσαρι τὸν αἰχμάλωτον· Τίτος δὲ τὸν μὲν λαβόντα τῆς δυνάμεως θαυμάσας, τὸν δὲ ληφθέντα τῆς περὶ τὸ τεῖχος ἐπιχειρήσεως κολάσαι κελεύσας, αὐτὸς ἐν ταῖς περὶ τὸ ἱερὸν διαμάχαις ἦν καὶ τὰ χώματα κατήπειγεν.
§164 Ἐν Ἰουδαῖοι κακούμενοι ταῖς συμβολαῖς ἀεὶ κατʼ ὀλίγον κορυφουμένου τοῦ πολέμου καὶ τῷ ναῷ προσέρποντος, καθάπερ σηπομένου σώματος ἀπέκοπτον τὰ προειλημμένα μέλη φθάνοντες τὴν εἰς τὸ πρόσω νομήν.
§165 τῆς γὰρ βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν ἐμπρήσαντες ἔπειτα ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἰδίαις χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια.
§166 μετὰ δʼ ἡμέρας δύο, τετράδι καὶ εἰκάδι τοῦ προειρημένου μηνός, τὴν πλησίον στοὰν ὑποπιμπρᾶσι Ῥωμαῖοι, καὶ μέχρι πεντεκαίδεκα πηχῶν προκόψαντος τοῦ πυρὸς ἀποκόπτουσιν ὁμοίως Ἰουδαῖοι τὴν ὀροφήν, μήτε καθάπαξ ἐξιστάμενοι τῶν ἔργων καὶ τὸ πρὸς τὴν Ἀντωνίαν συναφὲς αὐτῶν διαιροῦντες·
§167 διὸ καὶ παρὸν κωλύειν ὑποπιμπράντας, οἱ δὲ πρὸς τὴν ἐμβολὴν τοῦ πυρὸς ἠρεμήσαντες τὴν νομὴν ἐμέτρησαν αὐτῷ σφίσι χρησίμως.
§168 περὶ μὲν δὴ τὸ ἱερὸν οὐ διέλειπον αἱ συμβολαί, συνεχὴς δʼ ἦν κατὰ μέρος ἐκθεόντων ἐπʼ ἀλλήλους πόλεμος.
§169 Τῶν Ἰουδαίων δέ τις κατὰ ταύτας τὰς ἡμέρας ἀνὴρ τό τε σῶμα βραχὺς καὶ τὴν ὄψιν εὐκαταφρόνητος γένους θʼ ἕνεκα καὶ τῶν ἄλλων ἄσημος, Ἰωνάθης ἐκαλεῖτο, προελθὼν κατὰ τὸ τοῦ ἀρχιερέως Ἰωάννου μνημεῖον ἄλλα τε πολλὰ πρὸς τοὺς Ῥωμαίους ὑπερηφάνως ἐφθέγγετο καὶ τὸν ἄριστον αὐτῶν εἰς μονομαχίαν προυκαλεῖτο.
§170 τῶν δὲ ταύτῃ παρατεταγμένων οἱ πολλοὶ μὲν ὑπερηφάνουν, ἦσαν δʼ οἳ κατὰ τὸ εἰκὸς ἐδεδοίκεσαν, ἥπτετό γε μὴν τινῶν καὶ λογισμὸς οὐκ ἀσύνετος θανατῶντι μὴ συμπλέκεσθαι·
§171 τοὺς γὰρ ἀπεγνωκότας τὴν σωτηρίαν ἅμα καὶ τὰς ὁρμὰς ἀταμιεύτους ἔχειν καὶ τὸ θεῖον εὐδυσώπητον, τό τε παραβάλλεσθαι πρὸς οὓς καὶ τὸ νικᾶν οὐ μέγα καὶ μετʼ αἰσχύνης τὸ λειφθῆναι σφαλερόν, οὐκ ἀνδρείας ἀλλὰ θρασύτητος εἶναι.
§172 μηδενὸς δʼ ἐπὶ πολὺ προϊόντος καὶ τοῦ Ἰουδαίου πολλὰ κατακερτομοῦντος αὐτοὺς εἰς δειλίαν, ἀλαζὼν γάρ τις ἦν αὑτῷ σφόδρα καὶ τῶν Ῥωμαίων ὑπερήφανος, Πούδης τις ὄνομα τῶν ἐξ ἴλης ἱππέων βδελυξάμενος αὐτοῦ τά τε ῥήματα καὶ τὸ αὔθαδες,
§173 εἰκὸς δὲ καὶ πρὸς τὴν βραχύτητα τοῦ σώματος αὐτὸν ἀσκέπτως ἐπαρθῆναι, προπηδᾷ, καὶ τὰ μὲν ἄλλα περιῆν συμβαλών, προεδόθη δὲ ὑπὸ τῆς τύχης· πεσόντα γὰρ αὐτὸν Ἰωνάθης ἀποσφάττει προσδραμών.
§174 ἔπειτα ἐπιβὰς τῷ νεκρῷ τό τε ξίφος ᾑμαγμένον ἀνέσειε καὶ τῇ λαιᾷ τὸν θυρεὸν ἐπηλάλαξέ τε τῇ στρατιᾷ πολλὰ καὶ πρὸς τὸν πεσόντα κομπάζων καὶ τοὺς ὁρῶντας Ῥωμαίους ἐπισκώπτων,
§175 ἕως αὐτὸν ἀνασκιρτῶντα καὶ ματαΐζοντα Πρῖσκός τις ἑκατοντάρχης τοξεύσας διήλασε βέλει· πρὸς τῶν τε Ἰουδαίων καὶ τῶν Ῥωμαίων κραυγὴ συνεξήρθη διάφορος.
§176 δὲ δινηθεὶς ἐκ τῶν ἀλγηδόνων ἐπὶ τὸ σῶμα τοῦ πολεμίου κατέπεσεν, ὠκυτάτην ἀποφήνας ἐν πολέμῳ τὴν ἐπὶ τῷ ἀλόγως εὐτυχοῦντι νέμεσιν.
§177 Οἱ δὲ ἀνὰ τὸ ἱερὸν στασιασταὶ φανερῶς τε οὐκ ἀνίεσαν τοὺς ἐπὶ τῶν χωμάτων στρατιώτας ἀμυνόμενοι καθʼ ἑκάστην ἡμέραν, καὶ τοῦ προειρημένου μηνὸς ἑβδόμῃ καὶ εἰκάδι δόλον ἐνσκευάζονται τοιόνδε.
§178 τῆς ἑσπερίου στοᾶς τὸ μεταξὺ τῶν δοκῶν καὶ τῆς ὑπʼ αὐτῆς ὀροφῆς ὕλης ἀναπιμπλᾶσιν αὔης, πρὸς δὲ ἀσφάλτου τε καὶ πίσσης· ἔπειθʼ ὡς καταπονούμενοι δῆθεν ὑπεχώρουν.
§179 πρὸς τῶν μὲν ἀσκέπτων πολλοὶ ταῖς ὁρμαῖς φερόμενοι προσέκειντο τοῖς ὑποχωροῦσιν ἐπί τε τὴν στοὰν ἀνεπήδων προσθέμενοι κλίμακας, οἱ δὲ συνετώτεροι τὴν ἄλογον τροπὴν τῶν Ἰουδαίων ὑπονοήσαντες ἔμενον.
§180 κατεπλήσθη μέντοι τῶν ἀναπηδησάντων στοά, κἀν τούτῳ Ἰουδαῖοι πᾶσαν ὑποπιμπρᾶσιν αὐτήν. αἰρομένης δʼ αἰφνιδίως πάντοθεν τῆς φλογὸς τούς τε ἔξω τοῦ κινδύνου Ῥωμαίους ἔκπληξις ἐπέσχε δεινὴ καὶ τοὺς περισχεθέντας ἀμηχανία.
§181 κυκλούμενοι δὲ ὑπὸ τῆς φλογὸς οἱ μὲν εἰς τὴν πόλιν ὀπίσω κατεκρήμνιζον ἑαυτούς, οἱ δʼ εἰς τοὺς πολεμίους, πολλοὶ δʼ ἐλπίδι σωτηρίας εἰς τοὺς σφετέρους καταπηδῶντες ἐκλῶντο τὰ μέλη, πλείστων δʼ ἔφθανε τὰς ὁρμὰς τὸ πῦρ καί τινες τὴν φλόγα σιδήρῳ.
§182 περιεῖχε δʼ εὐθέως καὶ τοὺς ἄλλως φθειρομένους τὸ πῦρ ἐπὶ πλεῖστον ἐκφερόμενον. Καίσαρα δὲ καίπερ χαλεπαίνοντα τοῖς ἀπολλυμένοις, ἐπειδὴ δίχα παραγγέλματος ἀναβεβήκεσαν, ὅμως οἶκτος εἰσῄει τῶν ἀνδρῶν·
§183 καὶ μηδενὸς προσαμύνειν δυναμένου, τοῦτο γοῦν παραμύθιον ἦν τοῖς φθειρομένοις τὸ βλέπειν ὑπὲρ οὗ τις ἠφίει τὴν ψυχὴν ὀδυνώμενον· βοῶν τε γὰρ αὐτοῖς καὶ προπηδῶν καὶ τοῖς περὶ αὐτὸν ἐκ τῶν ἐνόντων ἐπαμύνειν παρακαλῶν δῆλος ἦν.
§184 τὰς δὲ φωνὰς ἕκαστος καὶ τὴν διάθεσιν ὥσπερ τι λαμπρὸν ἀποφέρων ἐντάφιον εὔθυμος ἀπέθνησκεν.
§185 ἔνιοί γε μὴν ἐπὶ τὸν τοῖχον τῆς στοᾶς ὄντα πλατὺν ἀναχωρήσαντες ἐκ μὲν τοῦ πυρὸς διεσώθησαν, ὑπὸ δὲ τῶν Ἰουδαίων περισχεθέντες ἐπὶ πολὺ μὲν ἀντέσχον διατιτρωσκόμενοι, τέλος δὲ πάντες ἔπεσον,
§186 καὶ τελευταῖός τις αὐτῶν νεανίας, ὀνόματι Λόγγος, ὅλον ἐπικοσμήσας τὸ πάθος καὶ κατʼ ἄνδρα μνήμης ἀξίων ὄντων πάντων τῶν ἀπολωλότων ἄριστος φανείς.
§187 ὃν οἱ μὲν Ἰουδαῖοι τῆς τε ἀλκῆς ἀγάμενοι καὶ ἄλλως ἀνελεῖν ἀσθενοῦντες καταβῆναι πρὸς αὐτοὺς ἐπὶ δεξιᾷ παρεκάλουν, δὲ ἀδελφὸς Κορνήλιος ἐκ θατέρου μὴ καταισχῦναι τὸ σφέτερον κλέος καὶ τὴν Ῥωμαίων στρατιάν. τούτῳ πεισθεὶς καὶ διαράμενος φανερὸν ἑκατέροις τοῖς τάγμασι τὸ ξίφος αὑτὸν ἀναιρεῖ.
§188 τῶν δὲ τῷ πυρὶ περισχεθέντων Ἀρτώριός τις πανουργίᾳ διασώζεται· προσκαλεσάμενος γάρ τινα τῶν στρατιωτῶν Λούκιον, συνεσκήνει, μεγάλῃ τῇ φωνῇ κληρονόμον, ἔφη, καταλείπω σε τῶν ἐμαυτοῦ κτημάτων, εἰ προσελθών με δέξαιο.
§189 τοῦ δὲ ἑτοίμως προσδραμόντος μὲν ἐπʼ αὐτὸν κατενεχθεὶς ἔζησεν, δὲ δεξάμενος ὑπὸ τοῦ βάρους τῷ λιθοστρώτῳ προσαραχθεὶς παραχρῆμα θνήσκει.
§190 τοῦτο τὸ πάθος πρὸς καιρὸν μὲν Ῥωμαίοις ἐνεποίησεν ἀθυμίαν, πρὸς δὲ τὸ μέλλον ὅμως ἀπαρακλήτους κατεσκεύασεν φυλακτικωτέρους τε πρὸς τὰς Ἰουδαίων ἀπάτας ὠφέλησεν, ἐν αἷς τὰ πολλὰ διʼ ἄγνοιαν τῶν τόπων καὶ τὸ ἦθος τῶν ἀνδρῶν ἐβλάπτοντο.
§191 κατεκάη δʼ στοὰ μέχρι τοῦ Ἰωάννου πύργου, ὃν ἐκεῖνος ἐν τῷ πρὸς Σίμωνα πολέμῳ κατεσκεύασεν ὑπὲρ τὰς ἐξαγούσας ὑπὲρ τὸν ξυστὸν πύλας· τὸ δὲ λοιπὸν ἐπὶ διεφθαρμένοις ἤδη Ἰουδαῖοι τοῖς ἀναβᾶσιν ἀπέκοψαν.
§192 τῇ δʼ ὑστεραίᾳ καὶ Ῥωμαῖοι τὴν βόρειον στοὰν ἐνέπρησαν μέχρι τῆς ἀνατολικῆς ὅλην, ὧν συνάπτουσα γωνία τῆς Κεδρῶνος καλουμένης φάραγγος ὑπερδεδόμητο, παρʼ καὶ φοβερὸν ἦν τὸ βάθος. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν ἐν τούτοις ἦν.
§193 Τῶν δὲ ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη.
§194 καθʼ ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιά, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια.
§195 πίστις δʼ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐκπνέοντας οἱ λῃσταὶ διηρεύνων, μή τις ὑπὸ κόλπον ἔχων τροφὴν σκήπτοιτο τὸν θάνατον αὑτῷ.
§196 οἱ δʼ ὑπʼ ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐσφάλλοντο, καὶ παρεφέροντο ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον καὶ ὑπʼ ἀμηχανίας εἰς τοὺς αὐτοὺς οἴκους εἰσπηδῶντες δὶς τρὶς ὥρᾳ μιᾷ.
§197 πάντα δὲ ὑπʼ ὀδόντας ἦγεν ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζῴων πρόσφορα συλλέγοντες ἐσθίειν ὑπέφερον· ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπέσχοντο καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασῶντο.
§198 τροφὴ δʼ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπάραγμα· τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες ἐλάχιστον σταθμὸν ἐπώλουν Ἀττικῶν τεσσάρων.
§199 καὶ τί δεῖ τὴν ἐπʼ ἀψύχοις ἀναίδειαν τοῦ λιμοῦ λέγειν; εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον οἷον μήτε παρʼ Ἕλλησιν μήτε παρὰ βαρβάροις ἱστόρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δὲ ἀκοῦσαι.
§200 καὶ ἔγωγε μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλειπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ τῶν κατʼ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας. ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν καθυφέμενος τὸν λόγον ὧν πέπονθεν τὰ ἔργα.
§201 Γυνή τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζουβᾶ, σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο.
§202 ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν πόλιν, τὰ δὲ λείψανα τῶν κειμηλίων καὶ εἴ τι τροφῆς ἐπινοηθείη καθʼ ἡμέραν εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι.
§203 δεινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφʼ αὑτὴν ἠρέθιζεν.
§204 ὡς δʼ οὔτε παροξυνόμενός τις οὔτʼ ἐλεῶν αὐτὴν ἀνῄρει, καὶ τὸ μὲν εὑρεῖν τι σιτίον ἄλλοις ἐκοπία, πανταχόθεν δὲ ἄπορον ἦν ἤδη καὶ τὸ εὑρεῖν, λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει καὶ τοῦ λιμοῦ μᾶλλον ἐξέκαιον οἱ θυμοί, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς ἀνάγκης ἐπὶ τὴν φύσιν ἐχώρει,
§205 καὶ τὸ τέκνον, ἦν δὲ αὐτῇ παῖς ὑπομάστιος, ἁρπασαμένη βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει τίνι σε τηρήσω;
§206 τὰ μὲν παρὰ Ῥωμαίοις δουλεία, κἂν ζήσωμεν ἐπʼ αὐτούς, φθάνει δὲ καὶ δουλείαν λιμός, οἱ στασιασταὶ δὲ ἀμφοτέρων χαλεπώτεροι.
§207 ἴθι, γενοῦ μοι τροφὴ καὶ τοῖς στασιασταῖς ἐρινὺς καὶ τῷ βίῳ μῦθος μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς.
§208 καὶ ταῦθʼ ἅμα λέγουσα κτείνει τὸν υἱόν, ἔπειτʼ ὀπτήσασα τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν.
§209 εὐθέως δʼ οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσης σπάσαντες ἠπείλουν, εἰ μὴ δείξειεν τὸ παρασκευασθέν, ἀποσφάξειν αὐτὴν εὐθέως. δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι τὰ λείψανα τοῦ τέκνου διεκάλυψεν.
§210 τοὺς δʼ εὐθέως φρίκη καὶ παρέκστασις ᾕρει καὶ παρὰ τὴν ὄψιν ἐπεπήγεσαν. δʼ ἐμόν, ἔφη, τοῦτο τέκνον γνήσιον καὶ τὸ ἔργον ἐμόν.
§211 φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα. μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς μήτε συμπαθέστεροι μητρός. εἰ δʼ ὑμεῖς εὐσεβεῖς καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ὑμῖν βέβρωκα, καὶ τὸ λοιπὸν δὲ ἐμοὶ μεινάτω.
§212 μετὰ ταῦθʼ οἱ μὲν τρέμοντες ἐξῄεσαν, πρὸς ἓν τοῦτο δειλοὶ καὶ μόλις ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες, ἀνεπλήσθη δʼ εὐθέως ὅλη τοῦ μύσους πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττε.
§213 σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων πρὶν ἀκοῦσαι καὶ θεάσασθαι κακὰ τηλικαῦτα.
§214 Ταχέως δὲ καὶ Ῥωμαίοις διηγγέλθη τὸ πάθος. τῶν δʼ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφοδρότερον συνέβη προελθεῖν.
§215 Καῖσαρ δὲ ἀπελογεῖτο καὶ περὶ τούτου τῷ θεῷ, φάσκων παρὰ μὲν αὐτοῦ Ἰουδαίοις εἰρήνην καὶ αὐτονομίαν προτείνεσθαι καὶ πάντων ἀμνηστίαν τῶν τετολμημένων, τοὺς δὲ ἀντὶ μὲν ὁμονοίας στάσιν,
§216 ἀντὶ δὲ εἰρήνης πόλεμον, πρὸ κόρου δὲ καὶ εὐθηνίας λιμὸν αἱρουμένους, ἰδίαις δὲ χερσὶν ἀρξαμένους καίειν τὸ συντηρούμενον ὑφʼ ἡμῶν ἱερὸν αὐτοῖς, εἶναι καὶ τοιαύτης τροφῆς ἀξίους.
§217 καλύψειν μέντοι τὸ τῆς τεκνοφαγίας μύσος αὐτῷ τῷ τῆς πατρίδος πτώματι καὶ οὐ καταλείψειν ἐπὶ τῆς οἰκουμένης ἡλίῳ καθορᾶν πόλιν, ἐν μητέρες οὕτω τρέφονται.
§218 προσήκειν μέντοι πρὸ μητέρων πατράσιν τὴν τοιαύτην τροφήν, οἳ καὶ μετὰ τηλικαῦτα πάθη μένουσιν ἐν τοῖς ὅπλοις.
§219 ταῦθʼ ἅμα διεξιὼν ἐνενόει καὶ τὴν ἀπόγνωσιν τῶν ἀνδρῶν· οὐ γὰρ ἂν ἔτι σωφρονῆσαι τοὺς πάντα προπεπονθότας ἐφʼ οἷς εἰκὸς ἦν μεταβαλέσθαι μὴ παθοῦσιν.
The slaughter
§220 Ἤδη δὲ τῶν δύο ταγμάτων συντετελεκότων τὰ χώματα Λώου μηνὸς ὀγδόῃ προσάγειν ἐκέλευσε τοὺς κριοὺς κατὰ τὴν ἑσπέριον ἐξέδραν τοῦ ἔξωθεν ἱεροῦ.
§221 πρὸ δὲ τούτων ἓξ ἡμέρας ἀδιαλείπτως στερροτάτη πασῶν ἑλέπολις τύπτουσα τὸν τοῖχον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ ταύτης καὶ τῶν ἄλλων τὸ μέγεθος καὶ ἁρμονία τῶν λίθων ἦν ἀμείνων.
§222 τῆς δὲ βορείου πύλης ὑπώρυττον ἕτεροι τοὺς θεμελίους καὶ πολλὰ ταλαιπωρήσαντες τοὺς ἔμπροσθεν λίθους ἐξεκύλισαν. ἀνείχοντο δʼ ὑπὸ τῶν ἐνδοτέρω καὶ διέμεινεν πύλη, μέχρι τὰς διʼ ὀργάνων καὶ τῶν μοχλῶν ἐπιχειρήσεις ἀπογνόντες κλίμακας ταῖς στοαῖς προσέφερον.
§223 οἱ δὲ Ἰουδαῖοι κωλῦσαι μὲν οὐκ ἔφθασαν, ἀναβᾶσι δὲ συμπεσόντες ἐμάχοντο, καὶ τοὺς μὲν ἀνωθοῦντες εἰς τοὐπίσω κατεκρήμνιζον, τοὺς δʼ ὑπαντιάζοντας ἀνῄρουν·
§224 πολλοὺς δὲ τῶν κλιμάκων ἀποβαίνοντας πρὶν φράξασθαι τοῖς θυρεοῖς παίοντες ταῖς ῥομφαίαις ἔφθανον, ἐνίας δὲ γεμούσας ὁπλιτῶν κλίμακας παρακλίνοντες ἄνωθεν κατέσειον·
§225 ἦν δʼ οὐκ ὀλίγος καὶ αὐτῶν φόνος. οἱ δὲ ἀνενεγκόντες τὰς σημαίας περὶ αὐτῶν ἐπολέμουν, δεινὴν ἡγούμενοι καὶ πρὸς αἰσχύνης τούτων τὴν ἁρπαγήν.
§226 τέλος δὲ καὶ τῶν σημαιῶν οἱ Ἰουδαῖοι κρατοῦσιν καὶ τοὺς ἀναβάντας διαφθείρουσιν· οἱ δὲ λοιποὶ πρὸς τὸ τῶν ἀπολωλότων πάθος ὀρρωδοῦντες ἀνεχώρουν.
§227 τῶν μὲν οὖν Ῥωμαίων ἄπρακτος οὐδεὶς ἀπέθανεν, τῶν δὲ στασιαστῶν οἳ κατὰ τὰς προτέρας μάχας ἠγωνίσαντο γενναίως καὶ τότε καὶ Ἐλεάζαρος ἀδελφιδοῦς τοῦ τυράννου Σίμωνος.
§228 δὲ Τίτος ὡς ἑώρα τὴν ἐπὶ τοῖς ἀλλοτρίοις ἱεροῖς φειδὼ πρὸς βλάβης τοῖς στρατιώταις γινομένην καὶ φόνου, τὰς πύλας προσέταξεν ὑφάπτειν.
§229 Ἐν δὲ τούτῳ πρὸς αὐτὸν αὐτομολοῦσιν Ἄνανός τε ἀφαμμαούς, τῶν Σίμωνος δορυφόρων φονικώτατος, καὶ Ἀρχέλαος υἱὸς Μαγαδδάτου, συγγνώμην ἐλπίσαντες ἐπειδὴ κρατούντων Ἰουδαίων ἀπεχώρουν.
§230 Τίτος δὲ καὶ τοῦτο τὸ πανούργημα προβάλλεται τῶν ἀνδρῶν, καὶ τὴν ἄλλην περὶ τοὺς ἰδίους ὠμότητα πεπυσμένος ὥρμητο κτείνειν ἑκατέρους, ὑπʼ ἀνάγκης ἦχθαι λέγων αὐτούς, οὐκ ἐκ προαιρέσεως παρεῖναι, καὶ σωτηρίας οὐκ ἀξίους εἶναι τοὺς φλεγομένης ἤδη διʼ αὐτοὺς τῆς πατρίδος ἐξαλλομένους.
§231 ἐκράτει δʼ ὅμως τοῦ θυμοῦ πίστις, καὶ ἀφίησι τοὺς ἄνδρας, οὐ μὴν ἐν ἴσῃ μοίρᾳ κατέτασσε τοῖς ἄλλοις.
§232 ἤδη δὲ ταῖς πύλαις οἱ στρατιῶται προσῆγον τὸ πῦρ, καὶ περιτηκόμενος ἄργυρος διεδίδου ταχέως εἰς τὴν ξυλείαν τὴν φλόγα, ἔνθεν ἀθρόως ἐκφερομένη τῶν στοῶν ἐπελαμβάνετο.
§233 τοῖς δὲ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί, καὶ διὰ τὴν κατάπληξιν ἀμύνειν μὲν σβεννύειν ὥρμησεν οὐδείς, αὖοι δʼ ἑστῶτες ἀφεώρων.
§234 οὐ μὴν πρὸς τὸ δαπανώμενον ἀθυμοῦντες εἰς γοῦν τὸ λοιπὸν ἐσωφρόνουν, ἀλλʼ ὡς ἤδη καὶ τοῦ ναοῦ καιομένου τοὺς θυμοὺς ἐπὶ Ῥωμαίους ἔθηγον.
§235 ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· κατὰ μέρος γάρ, οὐχ ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς.
§236 Τῇ δʼ ἐπιούσῃ Τίτος μέρει τῆς δυνάμεως σβεννύειν τε καὶ τὰ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον κελεύσας αὐτὸς συνῆγε τοὺς ἡγεμόνας.
§237 καὶ συνελθόντων ἓξ τῶν κορυφαιοτάτων, Τιβερίου τε Ἀλεξάνδρου τοῦ πάντων τῶν στρατευμάτων ἐπάρχοντος, καὶ Σέξτου Κερεαλίου τοῦ τὸ πέμπτον ἄγοντος τάγμα, καὶ Λαρκίου Λεπίδου τὸ δέκατον, καὶ Τίτου Φρυγίου τὸ πεντεκαιδέκατον,
§238 πρὸς οἷς Φρόντων ἦν Ἑτέριος στρατοπεδάρχης τῶν ἀπὸ Ἀλεξανδρείας δύο ταγμάτων, καὶ Μᾶρκος Ἀντώνιος Ἰουλιανὸς τῆς Ἰουδαίας ἐπίτροπος, καὶ μετὰ τούτους ἐπιτρόπων καὶ χιλιάρχων ἀθροισθέντων, βουλὴν περὶ τοῦ ναοῦ προυτίθει.
§239 τοῖς μὲν οὖν ἐδόκει χρῆσθαι τῷ τοῦ πολέμου νόμῳ· μὴ γὰρ ἄν ποτε Ἰουδαίους παύσασθαι νεωτερίζοντας τοῦ ναοῦ μένοντος, ἐφʼ ὃν οἱ πανταχόθεν συλλέγονται.
§240 τινὲς δὲ παρῄνουν, εἰ μὲν καταλίποιεν αὐτὸν Ἰουδαῖοι καὶ μηδεὶς ἐπʼ αὐτοῦ τὰ ὅπλα θείη, σώζειν, εἰ δὲ πολεμοῖεν ἐπιβάντες, καταφλέγειν· φρούριον γάρ, οὐκέτι ναὸν εἶναι, καὶ τὸ λοιπὸν ἔσεσθαι τῶν ἀναγκασάντων τὴν ἀσέβειαν, οὐκ αὐτῶν.
§241 δὲ Τίτος οὐδʼ ἂν ἐπιβάντες ἐπʼ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι φήσας ἀντὶ τῶν ἀνδρῶν ἀμυνεῖσθαι τὰ ἄψυχα οὐδὲ καταφλέξειν ποτὲ τηλικοῦτον ἔργον· Ῥωμαίων γὰρ ἔσεσθαι τὴν βλάβην, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας αὐτοῦ μένοντος·
§242 θαρροῦντες δὲ ἤδη προσετίθεντο τῇ γνώμῃ Φρόντων τε καὶ Ἀλέξανδρος καὶ Κερεάλιος.
§243 τότε μὲν οὖν διαλύει τὸ συνέδριον καὶ τὰς ἄλλας δυνάμεις διαναπαῦσαι κελεύσας τοῖς ἡγεμόσιν, ὅπως ἐρρωμενεστέροις ἐν τῇ παρατάξει χρήσαιτο, τοῖς ἀπὸ τῶν σπειρῶν ἐπιλέκτοις ὁδοποιεῖν διὰ τῶν ἐρειπίων προσέταξε καὶ τὸ πῦρ σβεννύειν.
§244 Κατʼ ἐκείνην μὲν δὴ τὴν ἡμέραν τῶν Ἰουδαίων κάματός τε καὶ κατάπληξις ἐκράτησε τὰς ὁρμάς· τῇ δʼ ἐπιούσῃ συλλεξάμενοί τε τὴν ἰσχὺν καὶ ἀναθαρσήσαντες ἐπεκθέουσι διὰ τῆς ἀνατολικῆς πύλης τοῖς φύλαξι τοῦ ἔξωθεν ἱεροῦ περὶ δευτέραν ὥραν.
§245 οἱ δὲ καρτερῶς μὲν ἐδέξαντο αὐτῶν τὴν ἐμβολὴν καὶ φραξάμενοι τοῖς θυρεοῖς κατὰ μέτωπον ὥσπερ τεῖχος ἐπύκνωσαν τὴν φάλαγγα, δῆλοι δʼ ἦσαν οὐκ ἐπὶ πολὺ συμμενοῦντες πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι.
§246 φθάσας δὲ τῆς παρατάξεως τὴν ῥοπὴν Καῖσαρ, καθεώρα γὰρ ἀπὸ τῆς Ἀντωνίας, ἐπήμυνε μετὰ τῶν ἐπιλέκτων ἱππέων.
§247 Ἰουδαῖοι δὲ τὴν ἔφοδον οὐχ ὑπέμειναν, ἀλλὰ τῶν πρώτων πεσόντων ἐτράπησαν οἱ πολλοί·
§248 καὶ ὑποχωροῦσι μὲν τοῖς Ῥωμαίοις ἐπιστρεφόμενοι προσέκειντο, μεταβαλλομένων δὲ ἀνέφευγον πάλιν, ἕως περὶ πέμπτην τῆς ἡμέρας ὥραν οἱ μὲν βιασθέντες εἰς τὸ ἔνδον συνεκλείσθησαν ἱερόν.
§249 Τίτος δὲ ἀνεχώρησεν εἰς τὴν Ἀντωνίαν διεγνωκὼς τῆς ἐπιούσης ἡμέρας ὑπὸ τὴν ἕω μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν.
§250 τοῦ δʼ ἄρα κατεψήφιστο μὲν τὸ πῦρ θεὸς πάλαι, παρῆν δʼ εἱμαρμένη χρόνων περιόδοις ἡμέρα δεκάτη Λώου μηνός, καθʼ ἣν καὶ πρότερον ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως ἐνεπρήσθη.
§251 λαμβάνουσι δʼ αἱ φλόγες ἐκ τῶν οἰκείων τὴν ἀρχὴν καὶ τὴν αἰτίαν· ὑποχωρήσαντος γὰρ τοῦ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν τοῖς Ῥωμαίοις ἐπιτίθενται, καὶ τῶν τοῦ ναοῦ φρουρῶν γίνεται συμβολὴ πρὸς τοὺς σβεννύντας τὸ πῦρ τοῦ ἔνδοθεν ἱεροῦ, οἳ τρεψάμενοι τοὺς Ἰουδαίους μέχρι τοῦ ναοῦ παρηκολούθουν.
§252 ἔνθα δὴ τῶν στρατιωτῶν τις οὔτε παράγγελμα περιμείνας οὔτʼ ἐπὶ τηλικούτῳ δείσας ἐγχειρήματι, δαιμονίῳ ὁρμῇ τινι χρώμενος ἁρπάζει μὲν ἐκ τῆς φλεγομένηςφλογός, ἀνακουφισθεὶς δὲ ὑπὸ συστρατιώτου τὸ πῦρ ἐνίησι θυρίδι χρυσῇ, καθʼ ἣν εἰς τοὺς περὶ τὸν ναὸν οἴκους εἰσιτὸν ἦν ἐκ τοῦ βορείου κλίματος.
§253 αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγὴ τοῦ πάθους ἀξία, καὶ πρὸς τὴν ἄμυναν συνέθεον, οὔτε τοῦ ζῆν ἔτι φειδὼ λαμβάνοντες οὔτε ταμιευόμενοι τὴν ἰσχύν, διʼ φυλακτικοὶ πρότερον ἦσαν οἰχομένου.
§254 Δραμὼν δέ τις ἀγγέλλει Τίτῳ· κἀκεῖνος, ἔτυχεν δὲ κατὰ σκηνὴν ἀναπαυόμενος ἐκ τῆς μάχης, ὡς εἶχεν ἀναπηδήσας ἔθει πρὸς τὸν ναὸν εἴρξων τὸ πῦρ.
§255 κατόπιν δὲ οἵ τε ἡγεμόνες εἵποντο πάντες, καὶ πτοηθέντα τούτοις ἠκολούθει τὰ τάγματα· βοὴ δὲ ἦν καὶ θόρυβος ἅτε τηλικαύτης δυνάμεως ἀτάκτως κεκινημένης.
§256 μὲν οὖν Καῖσαρ τῇ τε φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν, οὔτε δὲ βοῶντος ἤκουον μείζονι κραυγῇ τὰς ἀκοὰς προκατειλημμένοι καὶ τοῖς νεύμασι τῆς χειρὸς οὐ προσεῖχον, οἱ μὲν τῷ πολεμεῖν, οἱ δὲ ὀργῇ περισπώμενοι.
§257 τῶν δὲ ταγμάτων εἰσθεόντων οὔτε παραίνεσις οὔτʼ ἀπειλὴ κατεῖχεν τὰς ὁρμάς, ἀλλʼ θυμὸς ἁπάντων ἐστρατήγει· καὶ περὶ τὰς εἰσόδους συνωθούμενοι πολλοὶ μὲν ὑπʼ ἀλλήλων κατεπατοῦντο, πολλοὶ δὲ θερμοῖς ἔτι καὶ τυφομένοις τοῖς ἐρειπίοις τῶν στοῶν ἐμπίπτοντες ἡττωμένων συμφοραῖς ἐχρῶντο.
§258 πλησίον δὲ τοῦ ναοῦ γινόμενοι τῶν μὲν τοῦ Καίσαρος παραγγελμάτων προσεποιοῦντο μηδὲ κατακούειν, τοῖς πρὸ αὐτῶν δὲ τὸ πῦρ ἐνιέναι παρεκελεύοντο.
§259 τῶν δὲ στασιαστῶν ἀμηχανία μὲν ἦν ἤδη τοῦ βοηθεῖν, φόνος δὲ πανταχοῦ καὶ τροπή. τὸ δὲ πλέον ἀπὸ τοῦ δήμου λαὸς ἀσθενὴς καὶ ἄνοπλος ὅπου καταληφθείη τις ἀπεσφάττετο, καὶ περὶ μὲν τὸν βωμὸν πλῆθος ἐσωρεύετο νεκρῶν, κατὰ δὲ τῶν τοῦ ναοῦ βάθρων αἷμά τʼ ἔρρει πολὺ καὶ τὰ τῶν ἄνω φονευομένων σώματα κατωλίσθανε.
§260 Καῖσαρ δʼ ὡς οὔτε τὰς ὁρμὰς ἐνθουσιώντων τῶν στρατιωτῶν κατασχεῖν οἷός τε ἦν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἔνδον ἐθεάσατο τοῦ ναοῦ τὸ ἅγιον καὶ τὰ ἐν αὐτῷ, πολὺ μὲν τῆς παρὰ τοῖς ἀλλοφύλοις φήμης ἀμείνω, τοῦ δὲ κόμπου καὶ τῆς παρὰ τοῖς οἰκείοις δόξης οὐκ ἐλάττω.
§261 τῆς φλογὸς δὲ οὐδέπω διικνουμένης οὐδαμόθεν εἴσω, τοὺς δὲ περὶ τὸν ναὸν οἴκους νεμομένης, νομίσας, ὅπερ ἦν, ἔτι σώζεσθαι τὸ ἔργον δύνασθαι προπηδᾷ,
§262 καὶ αὐτός τε παρακαλεῖν τοὺς στρατιώτας ἐπειρᾶτο τὸ πῦρ σβεννύειν καὶ Λιβεράλιον ἑκατοντάρχην τῶν περὶ αὐτὸν λογχοφόρων ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν εἴργειν.
§263 τῶν δὲ καὶ τὴν πρὸς τὸν Καίσαρα αἰδῶ καὶ τὸν ἀπὸ τοῦ κωλύοντος φόβον ἐνίκων οἱ θυμοὶ καὶ τὸ πρὸς Ἰουδαίους μῖσος, καὶ πολεμική τις ὁρμὴ λαβροτέρα·
§264 τοὺς δὲ πολλοὺς ἐνῆγεν ἁρπαγῆς ἐλπίς, δόξαν τε ἔχοντας ὡς τὰ ἔνδον ἅπαντα χρημάτων μεστὰ εἴη, καὶ τὰ πέριξ ὁρῶντας χρυσοῦ πεποιημένα.
§265 φθάνει δέ τις καὶ τῶν εἴσω παρεληλυθότων ἐκπηδήσαντος τοῦ Καίσαρος πρὸς ἐποχὴν τῶν στρατιωτῶν πῦρ εἰς τοὺς στροφέας ἐμβαλὼν τῆς πύληςἐν σκότῳ·
§266 τότε γὰρ ἐξαπίνης ἔνδοθεν ἐκφανείσης φλογὸς οἵ τε ἡγεμόνες μετὰ τοῦ Καίσαρος ἀνεχώρουν, καὶ τοὺς ἔξωθεν οὐδεὶς ὑφάπτειν ἐκώλυεν. μὲν οὖν ναὸς οὕτως ἄκοντος Καίσαρος ἐμπίπραται.
§267 Πολλὰ δʼ ἄν τις ἐπολοφυράμενος ἔργῳ πάντων ὧν ὄψει καὶ ἀκοῇ παρειλήφαμεν θαυμασιωτάτῳ κατασκευῆς τε ἕνεκα καὶ μεγέθους ἔτι τε τῆς καθʼ ἕκαστον πολυτελείας καὶ τῆς περὶ τὰ ἅγια δόξης, μεγίστην λάβοι παραμυθίαν τὴν εἱμαρμένην ἄφυκτον οὖσαν ὥσπερ ἐμψύχοις οὕτω καὶ ἔργοις καὶ τόποις.
§268 θαυμάσαι δʼ ἄν τις ἐν αὐτῇ τῆς περιόδου τὴν ἀκρίβειαν· καὶ μῆνα γοῦν, ὡς ἔφην, καὶ ἡμέραν ἐτήρησεν τὴν αὐτήν, ἐν πρότερον ὑπὸ Βαβυλωνίων ναὸς ἐνεπρήσθη.
§269 καὶ ἀπὸ μὲν τῆς πρώτης αὐτοῦ κτίσεως, ἣν κατεβάλετο Σολομὼν βασιλεύς; μέχρι τῆς νῦν ἀναιρέσεως, γέγονεν ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας, ἔτη συνάγεται χίλια ἑκατὸν τριάκοντα, πρὸς δὲ μῆνες ἑπτὰ καὶ πεντεκαίδεκα ἡμέραι·
§270 ἀπὸ δὲ τῆς ὕστερον, ἣν ἔτει δευτέρῳ Κύρου βασιλεύοντος ἐποιήσατο Ἀγγαῖος, ἔτη μέχρι τῆς ὑπὸ Οὐεσπασιανοῦ ἁλώσεως τριακονταεννέα πρὸς ἑξακοσίοις καὶ ἡμέραι τεσσαρακονταπέντε.
§271 Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἦν ἁρπαγή, φόνος δὲ τῶν καταλαμβανομένων μυρίος καὶ οὔτε ἡλικίας ἦν ἔλεος οὔτʼ ἐντροπὴ σεμνότητος, ἀλλὰ καὶ παιδία καὶ γέροντες καὶ βέβηλοι καὶ ἱερεῖς ὁμοίως ἀνῃροῦντο, καὶ πᾶν γένος ἐπεξῄει περισχὼν πόλεμος, ὁμοῦ τούς τε ἱκετεύοντας καὶ τοὺς ἀμυνομένους.
§272 συνήχει δὲ φλὸξ ἐπὶ πλεῖστον ἐκφερομένη τοῖς τῶν πιπτόντων στεναγμοῖς, καὶ διὰ μὲν τὸ ὕψος τοῦ λόφου καὶ τὸ τοῦ φλεγομένου μέγεθος ἔργου πᾶσαν ἄν τις ἔδοξε καίεσθαι τὴν πόλιν, τῆς δὲ βοῆς ἐκείνης οὐδὲν ἐπινοηθῆναι δύναιτʼ ἂν μεῖζον φοβερώτερον.
§273 τῶν τε γὰρ Ῥωμαϊκῶν ταγμάτων ἀλαλαγμὸς ἦν συμφερομένων, καὶ τῶν στασιαστῶν πυρὶ καὶ σιδήρῳ κεκυκλωμένων κραυγή, τοῦ τε ἀποληφθέντος ἄνω λαοῦ τροπή τε μετʼ ἐκπλήξεως εἰς τοὺς πολεμίους καὶ πρὸς τὸ πάθος οἰμωγαί.
§274 συνεβόα δὲ τοῖς ἐπὶ τοῦ λόφου τὸ κατὰ τὴν πόλιν πλῆθος· ἤδη δὲ πολλοὶ τῷ λιμῷ μαραινόμενοι καὶ μεμυκότες ὡς εἶδον τὸ τοῦ ναοῦ πῦρ, εἰς ὀδυρμοὺς πάλιν καὶ κραυγὴν εὐτόνησαν· συνήχει δὲ τε Περαία καὶ τὰ πέριξ ὄρη βαρυτέραν ποιοῦντα τὴν βοήν.
§275 ἦν δὲ τοῦ θορύβου τὰ πάθη φοβερώτερα· τὸν μέν γε τοῦ ἱεροῦ λόφον ἐκ ῥιζῶν ἄν τις ἔδοξε βράττεσθαι πάντοθεν τοῦ πυρὸς καταγέμοντα, δαψιλέστερον δὲ τὸ αἷμα τοῦ πυρὸς εἶναι καὶ τῶν φονευόντων πλείους τοὺς φονευομένους·
§276 οὐδαμοῦ γὰρ γῆ διεφαίνετο τῶν νεκρῶν, ἀλλὰ σωροῖς ἐπιβαίνοντες οἱ στρατιῶται σωμάτων ἐπὶ τοὺς διαφεύγοντας ἔθεον.
§277 τὸ μὲν οὖν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους μόλις εἰς τὸ ἔξω διεκπίπτουσιν ἱερὸν κἀκεῖθεν εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ λειφθὲν ἐπὶ τὴν ἔξω στοὰν κατέφυγε.
§278 τῶν δὲ ἱερέων τινὲς τὸ μὲν πρῶτον ἀπὸ τοῦ ναοῦ τούς τε ὀβελοὺς καὶ τὰς ἕδρας αὐτῶν μολίβου πεποιημένας ἀνασπῶντες εἰς τοὺς Ῥωμαίους ἠφίεσαν,
§279 αὖθις δὲ ὡς οὔτε ἤνυόν τι καὶ τὸ πῦρ ἐπʼ αὐτοὺς ἀνερρήγνυτο, ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες ὄντα ὀκτάπηχυν τὸ εὖρος ἔμενον.
§280 δύο γε μὴν τῶν ἐπισήμων, παρὸν σωθῆναι πρὸς Ῥωμαίους μεταστᾶσιν διακαρτερεῖν πρὸς τὴν μετὰ τῶν ἄλλων τύχην, ἑαυτοὺς ἔρριψαν εἰς τὸ πῦρ καὶ τῷ ναῷ συγκατεφλέγησαν, Μηϊρός τε υἱὸς Βελγᾶ καὶ Ἰώσηπος Δαλαίου.
§281 Ῥωμαῖοι δὲ μάταιον τὴν ἐπὶ τοῖς πέριξ φειδὼ κρίναντες τοῦ ναοῦ φλεγομένου πάντα συνεπίμπρασαν, τά τε λείψανα τῶν στοῶν καὶ τὰς πύλας πλὴν δύο, τῆς μὲν ἐκ τῶν ἀνατολικῶν τῆς δὲ μεσημβρινῆς· καὶ ταύτας ὕστερον κατέσκαψαν.
§282 ἔκαιον δὲ καὶ τὰ γαζοφυλάκια, ἐν οἷς ἄπειρον μὲν χρημάτων πλῆθος ἄπειροι δʼ ἐσθῆτες καὶ ἄλλα κειμήλια, συνελόντι δʼ εἰπεῖν, πᾶς Ἰουδαίων σεσώρευτο πλοῦτος, ἀνεσκευασμένων ἐκεῖ τοὺς οἴκους τῶν εὐπόρων.
§283 ἧκον δὲ καὶ ἐπὶ τὴν λοιπὴν στοὰν τοῦ ἔξωθεν ἱεροῦ· καταφεύγει δʼ ἐπʼ αὐτὴν ἀπὸ τοῦ δήμου γύναια καὶ παιδία καὶ σύμμικτος ὄχλος εἰς ἑξακισχιλίους.
§284 πρὶν δὲ Καίσαρα κρῖναί τι περὶ αὐτῶν κελεῦσαι τοὺς ἡγεμόνας, φερόμενοι τοῖς θυμοῖς οἱ στρατιῶται τὴν στοὰν ὑφάπτουσι, καὶ συνέβη τοὺς μὲν ῥιπτοῦντας αὑτοὺς ἐκ τῆς φλογὸς διαφθαρῆναι, τοὺς δὲ ἐν αὐτῇ· περιεσώθη δὲ ἐκ τοσούτων οὐδείς.
§285 τούτοις αἴτιος τῆς ἀπωλείας ψευδοπροφήτης τις κατέστη κατʼ ἐκείνην κηρύξας τὴν ἡμέραν τοῖς ἐπὶ τῆς πόλεως, ὡς θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει δεξομένους τὰ σημεῖα τῆς σωτηρίας.
§286 πολλοὶ δʼ ἦσαν ἐγκάθετοι παρὰ τῶν τυράννων τότε πρὸς τὸν δῆμον προφῆται προσμένειν τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν καταγγέλλοντες, ὡς ἧττον αὐτομολοῖεν καὶ τοὺς ἐπάνω δέους καὶ φυλακῆς γενομένους ἐλπὶς παρακροτοίη.
§287 πείθεται δὲ ταχέως ἄνθρωπος ἐν συμφοραῖς, ὅταν δʼ ἤδη καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλαγὴν ἐξαπατῶν ὑπογράφῃ, τόθʼ πάσχων ὅλος γίνεται τῆς ἐλπίδος.
§288 Τὸν γοῦν ἄθλιον δῆμον οἱ μὲν ἀπατεῶνες καὶ καταψευδόμενοι τοῦ θεοῦ τηνικαῦτα παρέπειθον, τοῖς δʼ ἐναργέσι καὶ προσημαίνουσι τὴν μέλλουσαν ἐρημίαν τέρασιν οὔτε προσεῖχον οὔτʼ ἐπίστευον, ἀλλʼ ὡς ἐμβεβροντημένοι καὶ μήτε ὄμματα μήτε ψυχὴν ἔχοντες τῶν τοῦ θεοῦ κηρυγμάτων παρήκουσαν,
§289 τοῦτο μὲν ὅτε ὑπὲρ τὴν πόλιν ἄστρον ἔστη ῥομφαίᾳ παραπλήσιον καὶ παρατείνας ἐπʼ ἐνιαυτὸν κομήτης,
§290 τοῦτο δʼ ἡνίκα πρὸ τῆς ἀποστάσεως καὶ τοῦ πρὸς τὸν πόλεμον κινήματος ἀθροιζομένου τοῦ λαοῦ πρὸς τὴν τῶν ἀζύμων ἑορτήν, ὀγδόη δʼ ἦν Ξανθικοῦ μηνός, κατὰ νυκτὸς ἐνάτην ὥραν τοσοῦτο φῶς περιέλαμψε τὸν βωμὸν καὶ τὸν ναόν, ὡς δοκεῖν ἡμέραν εἶναι λαμπράν, καὶ τοῦτο παρέτεινεν ἐφʼ ἡμίσειαν ὥραν·
§291 τοῖς μὲν ἀπείροις ἀγαθὸν ἐδόκει, τοῖς δὲ ἱερογραμματεῦσι πρὸς τῶν ἀποβεβηκότων εὐθέως ἐκρίθη.
§292 καὶ κατὰ τὴν αὐτὴν ἑορτὴν βοῦς μὲν ἀχθεῖσα ὑπό του πρὸς τὴν θυσίαν ἔτεκεν ἄρνα ἐν τῷ ἱερῷ μέσῳ,
§293 δʼ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ μὲν οὖσα καὶ στιβαρωτάτη, κλειομένη δὲ περὶ δείλην μόλις ὑπʼ ἀνθρώπων εἴκοσι, καὶ μοχλοῖς μὲν ἐπερειδομένη σιδηροδέτοις, κατάπηγας δὲ ἔχουσα βαθυτάτους εἰς τὸν οὐδὸν ὄντα διηνεκοῦς λίθου καθιεμένους, ὤφθη κατὰ νυκτὸς ὥραν ἕκτην αὐτομάτως ἠνοιγμένη.
§294 δραμόντες δὲ οἱ τοῦ ἱεροῦ φύλακες ἤγγειλαν τῷ στρατηγῷ, κἀκεῖνος ἀναβὰς μόλις αὐτὴν ἴσχυσεν κλεῖσαι.
§295 πάλιν τοῦτο τοῖς μὲν ἰδιώταις κάλλιστον ἐδόκει τέρας· ἀνοῖξαι γὰρ τὸν θεὸν αὐτοῖς τὴν τῶν ἀγαθῶν πύλην· οἱ λόγιοι δὲ λυομένην αὐτομάτως τοῦ ναοῦ τὴν ἀσφάλειαν ἐνενόουν, καὶ πολεμίοις δῶρον ἀνοίγεσθαι τὴν πύλην, δηλωτικόν τε ἐρημίας ἀπέφαινον ἐν αὑτοῖς τὸ σημεῖον.
§296 μετὰ δὲ τὴν ἑορτὴν οὐ πολλαῖς ἡμέραις ὕστερον, μιᾷ καὶ εἰκάδι Ἀρτεμισίου μηνός, φάσμα τι δαιμόνιον ὤφθη μεῖζον πίστεως·
§297 τερατεία δὲ ἂν ἔδοξεν οἶμαι τὸ ῥηθησόμενον, εἰ μὴ καὶ παρὰ τοῖς θεασαμένοις ἱστόρητο καὶ τὰ ἐπακολουθήσαντα πάθη τῶν σημείων ἦν ἄξια·
§298 πρὸ γὰρ ἡλίου δύσεως ὤφθη μετέωρα περὶ πᾶσαν τὴν χώραν ἅρματα καὶ φάλαγγες ἔνοπλοι διᾴττουσαι τῶν νεφῶν καὶ κυκλούμεναι τὰς πόλεις.
§299 κατὰ δὲ τὴν ἑορτήν, πεντηκοστὴ καλεῖται, νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἔνδον ἱερόν, ὥσπερ αὐτοῖς ἔθος πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαβέσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας μεταβαίνομεν ἐντεῦθεν.
§300 τὸ δὲ τούτων φοβερώτερον, Ἰησοῦς γάρ τις υἱὸς Ἀνανίου τῶν ἰδιωτῶν ἄγροικος πρὸ τεσσάρων ἐτῶν τοῦ πολέμου τὰ μάλιστα τῆς πόλεως εἰρηνευομένης καὶ εὐθηνούσης, ἐλθὼν εἰς τὴν ἑορτήν, ἐν σκηνοποιεῖσθαι πάντας ἔθος τῷ θεῷ, κατὰ τὸ ἱερὸν ἐξαπίνης ἀναβοᾶν ἤρξατο
§301 φωνὴ ἀπὸ ἀνατολῆς, φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ τὸν λαὸν πάντα. τοῦτο μεθʼ ἡμέραν καὶ νύκτωρ κατὰ πάντας τοὺς στενωποὺς περιῄει κεκραγώς.
§302 τῶν δὲ ἐπισήμων τινὲς δημοτῶν ἀγανακτήσαντες πρὸς τὸ κακόφημον συλλαμβάνουσι τὸν ἄνθρωπον καὶ πολλαῖς αἰκίζονται πληγαῖς. δὲ οὔθʼ ὑπὲρ αὑτοῦ φθεγξάμενος οὔτε ἰδίᾳ πρὸς τοὺς παίοντας, ἃς καὶ πρότερον φωνὰς βοῶν διετέλει.
§303 νομίσαντες δὲ οἱ ἄρχοντες, ὅπερ ἦν, δαιμονιώτερον τὸ κίνημα τἀνδρὸς ἀνάγουσιν αὐτὸν ἐπὶ τὸν παρὰ Ῥωμαίοις ἔπαρχον.
§304 ἔνθα μάστιξι μέχρι ὀστέων ξαινόμενος οὔθʼ ἱκέτευσεν οὔτʼ ἐδάκρυσεν, ἀλλʼ ὡς ἐνῆν μάλιστα τὴν φωνὴν ὀλοφυρτικῶς παρεγκλίνων πρὸς ἑκάστην
§305 ἀπεκρίνατο πληγήν αἰαὶ Ἱεροσολύμοις. τοῦ δʼ Ἀλβίνου διερωτῶντος, οὗτος γὰρ ἔπαρχος ἦν, τίς εἴη καὶ πόθεν, καὶ διὰ τί ταῦτα φθέγγοιτο, πρὸς ταῦτα μὲν οὐδʼ ὁτιοῦν ἀπεκρίνατο, τὸν δὲ ἐπὶ τῇ πόλει θρῆνον εἴρων οὐ διέλειπεν, μέχρι καταγνοὺς μανίαν Ἀλβῖνος ἀπέλυσεν αὐτόν.
§306 δὲ τὸν μέχρι τοῦ πολέμου χρόνον οὔτε προσῄει τινὶ τῶν πολιτῶν οὔτε ὤφθη λαλῶν, ἀλλὰ καθʼ ἡμέραν ὥσπερ εὐχὴν μεμελετηκώς αἰαὶ Ἱεροσολύμοις ἐθρήνει.
§307 οὔτε δέ τινι τῶν τυπτόντων αὐτὸν ὁσημέραι κατηρᾶτο οὔτε τοὺς τροφῆς μεταδιδόντας εὐλόγει, μία δὲ πρὸς πάντας ἦν σκυθρωπὴ κλῃδὼν ἀπόκρισις.
§308 μάλιστα δʼ ἐν ταῖς ἑορταῖς ἐκεκράγει· καὶ τοῦτʼ ἐφʼ ἑπτὰ ἔτη καὶ μῆνας πέντε εἴρων οὔτʼ ἤμβλυνεν τὴν φωνὴν οὔτʼ ἔκαμεν, μέχρις οὗ κατὰ τὴν πολιορκίαν ἔργα τῆς κλῃδόνος ἰδὼν ἀνεπαύσατο.
§309 περιιὼν γὰρ ἀπὸ τοῦ τείχους αἰαὶ πάλιν τῇ πόλει καὶ τῷ λαῷ καὶ τῷ ναῷ διαπρύσιον ἐβόα, ὡς δὲ τελευταῖον προσέθηκεν αἰαὶ δὲ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου σχασθεὶς καὶ πλήξας αὐτὸν παραχρῆμα κτείνει, φθεγγομένην δʼ ἔτι τὰς κλῃδόνας ἐκείνας τὴν ψυχὴν ἀφῆκε.
§310 Ταῦτά τις ἐννοῶν εὑρήσει τὸν μὲν θεὸν ἀνθρώπων κηδόμενον καὶ παντοίως προσημαίνοντα τῷ σφετέρῳ γένει τὰ σωτήρια, τοὺς δʼ ὑπʼ ἀνοίας καὶ κακῶν αὐθαιρέτων ἀπολλυμένους,
§311 ὅπου γε Ἰουδαῖοι καὶ τὸ ἱερὸν μετὰ τὴν καθαίρεσιν τῆς Ἀντωνίας τετράγωνον ἐποίησαν, ἀναγεγραμμένον ἐν τοῖς λογίοις ἔχοντες ἁλώσεσθαι τὴν πόλιν καὶ τὸν ναόν, ἐπειδὰν τὸ ἱερὸν γένηται τετράγωνον.
§312 τὸ δʼ ἐπᾶραν αὐτοὺς μάλιστα πρὸς τὸν πόλεμον ἦν χρησμὸς ἀμφίβολος ὁμοίως ἐν τοῖς ἱεροῖς εὑρημένος γράμμασιν, ὡς κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπὸ τῆς χώρας αὐτῶν τις ἄρξει τῆς οἰκουμένης.
§313 τοῦθʼ οἱ μὲν ὡς οἰκεῖον ἐξέλαβον καὶ πολλοὶ τῶν σοφῶν ἐπλανήθησαν περὶ τὴν κρίσιν, ἐδήλου δʼ ἄρα τὴν Οὐεσπασιανοῦ τὸ λόγιον ἡγεμονίαν ἀποδειχθέντος ἐπὶ Ἰουδαίας αὐτοκράτορος.
§314 ἀλλὰ γὰρ οὐ δυνατὸν ἀνθρώποις τὸ χρεὼν διαφυγεῖν οὐδὲ προορωμένοις.
§315 οἱ δὲ καὶ τῶν σημείων μὲν ἔκριναν πρὸς ἡδονὴν δὲ ἐξουθένησαν, μέχρις οὗ τῇ τε ἁλώσει τῆς πατρίδος καὶ τῷ σφῶν αὐτῶν ὀλέθρῳ διηλέγχθησαν τὴν ἄνοιαν.
The Upper City falls
§316 Ῥωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν, καιομένου δὲ αὐτοῦ τε τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν καὶ θέμενοι τῆς ἀνατολικῆς πύλης ἄντικρυς ἔθυσάν τε αὐταῖς αὐτόθι καὶ τὸν Τίτον μετὰ μεγίστων εὐφημιῶν ἀπέφηναν αὐτοκράτορα.
§317 ταῖς δὲ ἁρπαγαῖς οὕτως ἐνεπλήσθησαν οἱ στρατιῶται πάντες, ὥστε κατὰ τὴν Συρίαν πρὸς ἥμισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι.
§318 τῶν δʼ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ ἱερέων διακαρτερούντων παῖς διψήσας ἱκέτευε τοὺς φύλακας τῶν Ῥωμαίων δοῦναι δεξιὰν αὐτῷ καὶ τὸ δίψος ἐξωμολογεῖτο.
§319 τῶν δὲ τῆς ἡλικίας καὶ τῆς ἀνάγκης οἶκτον λαβόντων καὶ δόντων δεξιὰς καταβὰς αὐτός τε πίνει καὶ φέρων ἧκεν ἀγγεῖον πλήσας ὕδατος ᾤχετο φεύγων ἄνω πρὸς τοὺς σφετέρους.
§320 τῶν δὲ φυλάκων καταλαβεῖν μὲν οὐδεὶς ἴσχυσε, πρὸς δὲ τὴν ἀπιστίαν ἐβλασφήμουν. κἀκεῖνος οὐδὲν ἔφη παραβεβηκέναι τῶν συνθηκῶν· λαβεῖν γὰρ δεξιὰν οὐ τοῦ μένειν παρʼ αὐτοῖς ἀλλὰ τοῦ καταβῆναι μόνον καὶ λαβεῖν ὕδωρ, ἅπερ ἀμφότερα πεποιηκὼς πιστὸς ἔδοξεν εἶναι.
§321 τὸ μὲν δὴ πανούργημα διὰ τὴν ἡλικίαν μάλιστα τοῦ παιδὸς ἀπεθαύμαζον οἱ πλανηθέντες· πέμπτῃ δʼ ἡμέρᾳ λιμώττοντες οἱ ἱερεῖς καταβαίνουσι καὶ πρὸς Τίτον ἀναχθέντες ὑπὸ τῶν φυλάκων ἱκέτευον τυχεῖν σωτηρίας.
§322 δὲ τὸν μὲν τῆς συγγνώμης καιρὸν αὐτοῖς παρῳχηκέναι φήσας, οἴχεσθαι δὲ διʼ ὃν εὐλόγως ἂν αὐτοὺς ἔσωζε, πρέπειν δὲ τοῖς ἱερεῦσι τῷ ναῷ συναπολέσθαι, κελεύει κολάσαι τοὺς ἄνδρας.
§323 Οἱ δὲ περὶ τοὺς τυράννους ὡς τῷ τε πολέμῳ πάντοθεν ἐκρατοῦντο καὶ περιτετειχισμένοις διαφυγεῖν οὐδαμόθεν ἦν, προκαλοῦνται τὸν Τίτον εἰς λόγους.
§324 δὲ καὶ διὰ τὸ φιλάνθρωπον φύσει τὸ γοῦν ἄστυ περισῶσαι προαιρούμενος καὶ τῶν φίλων ἐναγόντων, ἤδη γὰρ μετριάζειν τοὺς λῃστὰς ὑπελάμβανεν, ἵσταται κατὰ τὸ πρὸς δύσιν μέρος τοῦ ἔξωθεν ἱεροῦ·
§325 ταύτῃ γὰρ ὑπὲρ τὸν ξυστὸν ἦσαν πύλαι, καὶ γέφυρα συνάπτουσα τῷ ἱερῷ τὴν ἄνω πόλιν·
§326 αὕτη τότε μέση τῶν τυράννων ἦν καὶ τοῦ Καίσαρος. τὸ δὲ πλῆθος ἑκατέροις βύζην ἐφεστήκει, Ἰουδαῖοι μὲν περὶ Σίμωνα καὶ Ἰωάννην μετέωροι συγγνώμης ἐλπίδι, Ῥωμαῖοι δὲ Καίσαρι καραδοκοῦντες αὐτῶν τὴν ἀξίωσιν.
§327 παραγγείλας δὲ τοῖς στρατιώταις Τίτος θυμοῦ τε καὶ βελῶν μένειν ἐγκρατεῖς, καὶ τὸν ἑρμηνέα παραστησάμενος, ὅπερ ἦν τεκμήριον τοῦ κρατεῖν, πρῶτος ἤρξατο λέγειν·
§328 ἆρά γε ἤδη κεκόρεσθε τῶν τῆς πατρίδος κακῶν, ἄνδρες, οἱ μήτε τῆς ἡμετέρας δυνάμεως μήτε τῆς ἑαυτῶν ἀσθενείας ἔννοιαν λαβόντες, ὁρμῇ δὲ ἀσκέπτῳ καὶ μανίᾳ τόν τε δῆμον καὶ τὴν πόλιν καὶ τὸν ναὸν ἀπολωλεκότες,
§329 ἀπολούμενοι δὲ καὶ αὐτοὶ δικαίως, οἳ πρῶτον μὲν ἀφʼ οὗ Πομπήιος εἷλεν ὑμᾶς κατὰ κράτος οὐκ ἐπαύσασθε νεωτεροποιίας, ἔπειτα καὶ φανερὸν ἐξηνέγκατε πρὸς Ῥωμαίους πόλεμον;
§330 ἆρά γε πλήθει πεποιθότες; καὶ μὴν ἐλάχιστον ὑμῖν μέρος ἀντήρκεσεν τοῦ Ῥωμαίων στρατιωτικοῦ. πίστει τοιγαροῦν συμμάχων; καὶ τί τῶν ἔξω τῆς ἡμετέρας ἡγεμονίας ἐθνῶν ἔμελλεν αἱρήσεσθαι Ἰουδαίους πρὸ Ῥωμαίων;
§331 ἀλλʼ ἀλκῇ σωμάτων; καὶ μὴν ἴστε Γερμανοὺς δουλεύοντας ἡμῖν. ὀχυρότητι δὲ τειχῶν; καὶ τί μεῖζον ὠκεανοῦ τεῖχος κώλυμα, ὃν περιβεβλημένοι Βρεττανοὶ τὰ Ῥωμαίων ὅπλα προσκυνοῦσιν;
§332 καρτερίᾳ ψυχῆς καὶ πανουργίᾳ στρατηγῶν; ἀλλὰ μὴν ᾔδειτε καὶ Καρχηδονίους ἁλόντας.
§333 τοιγαροῦν ὑμᾶς ἐπήγειρε κατὰ Ῥωμαίων Ῥωμαίων φιλανθρωπία, οἳ πρῶτον μὲν ὑμῖν τήν τε χώραν ἔδομεν νέμεσθαι καὶ βασιλεῖς ὁμοφύλους ἐπεστήσαμεν,
§334 ἔπειτα τοὺς πατρίους νόμους ἐτηρήσαμεν, καὶ ζῆν οὐ μόνον καθʼ ἑαυτοὺς ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἐπετρέψαμεν ὡς ἐβούλεσθε·
§335 τὸ δὲ μέγιστον, δασμολογεῖν τε ὑμῖν ἐπὶ τῷ θεῷ καὶ ἀναθήματα συλλέγειν ἐπετρέψαμεν, καὶ τοὺς ταῦτα φέροντας οὔτε ἐνουθετήσαμεν οὔτε ἐκωλύσαμεν, ἵνʼ ἡμῖν γένησθε πλουσιώτεροι καὶ παρασκευάσησθε τοῖς ἡμετέροις χρήμασιν καθʼ ἡμῶν.
§336 ἔπειτα τηλικούτων ἀγαθῶν ἀπολαύοντες ἐπὶ τοὺς παρασχόντας ἠνέγκατε τὸν κόρον καὶ δίκην τῶν ἀτιθασεύτων ἑρπετῶν τοῖς σαίνουσι τὸν ἰὸν ἐναφήκατε.
§337 ἔστω γοῦν, κατεφρονήσατε τῆς Νέρωνος ῥᾳθυμίας, καὶ καθάπερ ῥήγματα σπάσματα τὸν ἄλλον χρόνον κακοήθως ἠρεμοῦντες ἐν τῇ μείζονι νόσῳ διεφάνητε καὶ πρὸς ἐλπίδας ἀναιδεῖς ἀμέτρους ἐξετείνατε τὰς ἐπιθυμίας.
§338 ἧκεν πατὴρ οὑμὸς εἰς τὴν χώραν, οὐ τιμωρησόμενος ὑμᾶς τῶν κατὰ Κέστιον, ἀλλὰ νουθετήσων·
§339 δέον γοῦν, εἴπερ ἐπʼ ἀναστάσει τοῦ ἔθνους παρῆν, ἐπὶ τὴν ῥίζαν ὑμῶν δραμεῖν καὶ ταύτην ἐκπορθεῖν τὴν πόλιν εὐθέως, δὲ Γαλιλαίαν ἐδῄου καὶ τὰ πέριξ ἐπιδιδοὺς ὑμῖν χρόνον εἰς μεταμέλειαν.
§340 ἀλλʼ ὑμῖν ἀσθένεια τὸ φιλάνθρωπον ἐδόκει κἀκ τῆς ἡμετέρας πρᾳότητος τὴν τόλμαν ἐπεθρέψατε.
§341 Νέρωνος οἰχομένου τοῦθʼ ὅπερ ἐχρῆν τοὺς πονηροτάτους ἐποιήσατε, ταῖς ἐμφυλίοις ἡμῶν ταραχαῖς ἐπεθαρρήσατε καὶ χωρισθέντων εἰς τὴν Αἴγυπτον ἐμοῦ τε καὶ τοῦ πατρὸς εἰς παρασκευὰς τοῦ πολέμου κατεχρήσασθε τοῖς καιροῖς, καὶ οὐκ ᾐδέσθητε ταράσσειν αὐτοκράτορας γεγενημένους οὓς καὶ στρατηγοὺς φιλανθρώπους ἐπειράσατε.
§342 προσφυγούσης γοῦν ἡμῖν τῆς ἡγεμονίας, καὶ τῶν μὲν κατὰ ταύτην ἠρεμούντων πάντων, πρεσβευομένων δὲ καὶ συνηδομένων τῶν ἔξωθεν ἐθνῶν, πάλιν οἱ Ἰουδαῖοι πολέμιοι,
§343 καὶ πρεσβεῖαι μὲν ὑμῶν πρὸς τοὺς ὑπὲρ Εὐφράτην ἐπὶ νεωτερισμῷ, περίβολοι δὲ τειχῶν ἀνοικοδομούμενοι καινοί, στάσεις δὲ καὶ τυράννων φιλονεικίαι καὶ πόλεμος ἐμφύλιος, μόνα τοῖς οὕτω πονηροῖς πρέποντα.
§344 ἧκον ἐπὶ τὴν πόλιν ἐγὼ παρὰ τοῦ πατρὸς ἄκοντος λαβὼν σκυθρωπὰ παραγγέλματα. τὸν δῆμον ἀκούσας εἰρηνικὰ φρονεῖν ἥσθην.
§345 ὑμᾶς παύσασθαι πρὸ πολέμου παρεκάλουν, μέχρι πολλοῦ πολεμούντων ἐφειδόμην, δεξιὰς αὐτομόλοις ἔδωκα, καταφυγοῦσι πίστεις ἐτήρησα, πολλοὺς αἰχμαλώτους ἠλέησα, τοὺς ἐπείγοντας βασανίσας ἐκόλασα; τείχεσιν ὑμετέροις μηχανὰς ἄκων προσήγαγον, ἀεὶ φονῶντας τοὺς στρατιώτας ἐφʼ ὑμῖν κατέσχον, καθʼ ἑκάστην νίκην ὡς ἡττώμενος ὑμᾶς εἰς εἰρήνην προυκαλεσάμην.
§346 τοῦ ἱεροῦ πλησίον γενόμενος πάλιν ἑκὼν ἐξελαθόμην τῶν τοῦ πολέμου νόμων, φείσασθαι δὲ παρεκάλουν τῶν ἰδίων ὑμᾶς ἁγίων καὶ σῶσαι τὸν ναὸν ἑαυτοῖς, διδοὺς ἄδειάν τε ἐξόδου καὶ πίστιν σωτηρίας, εἰ δʼ ἐβούλεσθε, καὶ μάχης καιρὸν ἐν ἄλλῳ τόπῳ·
§347 πάντων ὑπερείδετε καὶ τὸν ναὸν ἰδίαις χερσὶν ἐνεπρήσατε. ἔπειτα, μιαρώτατοι, προκαλεῖσθέ με πρὸς λόγους νῦν; ἵνα τί σώσητε τοιοῦτον οἷον ἀπόλωλεν; ποίας ὑμᾶς αὐτοὺς ἀξιοῦτε μετὰ τὸν ναὸν σωτηρίας;
§348 ἀλλὰ καὶ νῦν μετὰ τῶν ὅπλων ἑστήκατε καὶ οὐδʼ ἐν ἐσχάτοις ὑποκρίνεσθε γοῦν ἱκέτας, ταλαίπωροι, τίνι πεποιθότες;
§349 οὐ νεκρὸς μὲν ὑμῶν δῆμος, οἴχεται δʼ ναός, ὑπʼ ἐμοὶ δὲ πόλις, ἐν χερσὶ δὲ ταῖς ἐμαῖς ἔχετε τὰς ψυχάς; εἶτα ὑπολαμβάνετε δόξαν ἀνδρείας τὸ δυσθανατᾶν;
§350 οὐ μὴν ἐγὼ φιλονεικήσω πρὸς τὴν ἀπόνοιαν ὑμῶν, ῥίψασι δὲ τὰ ὅπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζομαι τὸ ζῆν, ὥσπερ ἐν οἰκίᾳ πρᾷος δεσπότης τὰ μὲν ἀνήκεστα κολάσας, τὰ δὲ λοιπὰ σώζων ἐμαυτῷ.
§351 Πρὸς ταῦτα ἀποκρίνονται δεξιὰν μὲν μὴ δύνασθαι παρʼ αὐτοῦ λαβεῖν, ὀμωμοκέναι γὰρ μήποτε τοῦτο ποιήσειν, ἔξοδον δʼ ᾐτοῦντο διὰ τοῦ περιτειχίσματος μετὰ γυναικῶν καὶ τέκνων· ἀπελεύσεσθαι γὰρ εἰς τὴν ἔρημον καὶ καταλείψειν αὐτῷ τὴν πόλιν.
§352 πρὸς ταῦτα ἀγανακτήσας Τίτος, εἰ τύχην ἑαλωκότων ἔχοντες αἱρέσεις αὐτῷ προτείνουσι νενικηκότων, κηρῦξαι μὲν ἐκέλευσεν εἰς αὐτοὺς μήτε αὐτομολεῖν ἔτι μήτε δεξιὰν ἐλπίζειν, φείσεσθαι γὰρ οὐδενός,
§353 ἀλλὰ πάσῃ δυνάμει μάχεσθαι καὶ σώζειν ἑαυτοὺς ὅπως ἂν δύνωνται· πάντα γὰρ αὐτὸς ἤδη πράξειν πολέμου νόμῳ· τοῖς δὲ στρατιώταις ἐμπιπράναι καὶ διαρπάζειν ἐπέτρεψεν τὴν πόλιν.
§354 οἱ δὲ ἐκείνην μὲν ἐπέσχον τὴν ἡμέραν, τῇ δὲ ὑστεραίᾳ τό τε ἀρχεῖον καὶ τὴν ἄκραν καὶ τὸ βουλευτήριον καὶ τὸν Ὀφλᾶν καλούμενον ὑφῆψαν·
§355 καὶ προύκοψε τὸ πῦρ μέχρι τῶν Ἑλένης βασιλείων, δὴ κατὰ μέσην τὴν ἄκραν ἦν, ἐκαίοντο δὲ οἱ στενωποὶ καὶ αἱ οἰκίαι νεκρῶν ὑπὸ τοῦ λιμοῦ διεφθαρμένων πλήρεις.
§356 Κατὰ ταύτην τὴν ἡμέραν οἵ τε Ἰζάτου βασιλέως υἱοὶ καὶ ἀδελφοί, πρὸς οἷς πολλοὶ τῶν ἐπισήμων δημοτῶν ἐκεῖ συνελθόντες, ἱκέτευσαν Καίσαρα δοῦναι δεξιὰν αὐτοῖς. δὲ καίτοι πρὸς πάντας τοὺς ὑπολοίπους διωργισμένος οὐκ ἤλλαξε τὸ ἦθος, δέχεται δὲ τοὺς ἄνδρας.
§357 καὶ τότε μὲν ἐν φρουρᾷ πάντας εἶχε, τοὺς δὲ τοῦ βασιλέως παῖδας καὶ συγγενεῖς δήσας ὕστερον εἰς Ῥώμην ἀνήγαγεν πίστιν ὁμήρων παρέξοντας.
§358 Οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν ὁρμήσαντες αὐλήν, εἰς ἣν διʼ ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε Ῥωμαίους ἀπʼ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, ὄντας εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους, τὰ χρήματα διήρπασαν.
§359 ἐζώγρησαν δὲ καὶ Ῥωμαίων δύο, τὸν μὲν ἱππέα τὸν δὲ πεζόν, καὶ τὸν μὲν πεζὸν ἀποσφάξαντες εὐθέως ἔσυραν περὶ τὴν πόλιν, ὥσπερ ἑνὶ σώματι πάντας Ῥωμαίους ἀμυνόμενοι,
§360 δὲ ἱππεὺς ὠφέλιμόν τι αὐτοῖς πρὸς σωτηρίαν ὑποθήσεσθαι λέγων ἀνάγεται πρὸς Σίμωνα· παρʼ μηδὲν εἰπεῖν ἔχων Ἀρδάλᾳ τινὶ τῶν ἡγεμόνων παραδίδοται κολασθησόμενος.
§361 δὲ αὐτοῦ ὀπίσω τὼ χεῖρε δήσας καὶ ταινίᾳ τοὺς ὀφθαλμοὺς ἀντικρὺ τῶν Ῥωμαίων προήγαγεν ὡς καρατομήσων· φθάνει δʼ ἐκεῖνος εἰς τοὺς Ῥωμαίους διαφυγὼν ἐν ὅσῳ τὸ ξίφος ἐσπάσατο Ἰουδαῖος.
§362 τοῦτον διαφυγόντα ἐκ τῶν πολεμίων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν Τίτος, ἀνάξιον δὲ Ῥωμαίων εἶναι στρατιώτην κρίνας, ὅτι ζῶν ἐλήφθη, τά τε ὅπλα ἀφείλετο καὶ τοῦ τάγματος ἐξέβαλεν, ἅπερ ἦν αἰσχυνομένῳ θανάτου χαλεπώτερα.
§363 Τῇ δʼ ἑξῆς Ῥωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως τὰ μέχρι τοῦ Σιλωᾶ [πάντα] ἐνέπρησαν, καὶ τοῦ μὲν ἄστεος ἥδοντο δαπανωμένου, τῶν δʼ ἁρπαγῶν διημάρτανον, ἐπειδὴ πάνθʼ οἱ στασιασταὶ προκενοῦντες ἀνεχώρουν εἰς τὴν ἄνω πόλιν.
§364 ἦν γὰρ αὐτοῖς μετάνοια μὲν οὐδεμία τῶν κακῶν, ἀλαζονεία δὲ ὡς ἐπʼ ἀγαθοῖς· καιομένην γοῦν ἀφορῶντες τὴν πόλιν ἱλαροῖς τοῖς προσώποις εὔθυμοι προσδέχεσθαι τὴν τελευτὴν ἔλεγον, πεφονευμένου μὲν τοῦ δήμου, κεκαυμένου δὲ τοῦ ναοῦ, φλεγομένου δὲ τοῦ ἄστεος μηδὲν καταλιπόντες τοῖς πολεμίοις.
§365 οὐ μὴν γε Ἰώσηπος ἐν ἐσχάτοις ἱκετεύων αὐτοὺς ὑπὲρ τῶν λειψάνων τῆς πόλεως ἔκαμνεν, ἀλλὰ πολλὰ μὲν πρὸς τὴν ὠμότητα καὶ τὴν ἀσέβειαν εἰπών, πολλὰ δὲ συμβουλεύσας πρὸς σωτηρίαν οὐδὲν τοῦ χλευασθῆναι πλέον ἀπηνέγκατο.
§366 ἐπεὶ δὲ οὔτε παραδοῦναι διὰ τὸν ὅρκον ἑαυτοὺς ὑπέμενον οὔτε πολεμεῖν ἐξ ἴσου Ῥωμαίοις ἔθʼ οἷοί τε ἦσαν ὥσπερ εἱρκτῇ περιειλημμένοι, τό τε τοῦ φονεύειν ἔθος ἐκίνει τὰς δεξιάς, σκιδνάμενοι κατὰ τὰ ἔμπροσθεν τῆς πόλεως τοῖς ἐρειπίοις ὑπελόχων τοὺς αὐτομολεῖν ὡρμημένους.
§367 ἡλίσκοντο δὲ πολλοί, καὶ πάντας ἀποσφάττοντες, ὑπὸ γὰρ ἐνδείας οὐδὲ φεύγειν ἴσχυον, ἐρρίπτουν αὐτῶν κυσὶ τοὺς νεκρούς.
§368 ἐδόκει δὲ πᾶς τρόπος ἀπωλείας τοῦ λιμοῦ κουφότερος, ὥστε καὶ Ῥωμαίοις ἀπηλπικότες ἤδη τὸν ἔλεον ὅμως προσέφευγον καὶ φονεύουσι τοῖς στασιασταῖς ἑκόντες ἐνέπιπτον.
§369 τόπος τʼ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν στάσεως [καὶ πεπλήρωτο νεκρῶν διὰ στάσιν διὰ λιμὸν ἀπολωλότων].
§370 Ἔθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη περὶ τῶν ὑπονόμων, εἰς οὓς καταφεύγοντες οὐ προσεδόκων ἐρευνηθήσεσθαι, μετὰ δὲ τὴν παντελῆ τῆς πόλεως ἅλωσιν ἀναζευξάντων Ῥωμαίων προελθόντες ἀποδράσεσθαι ἐπεχείρουν.
§371 τὸ δὲ ἦν ἄρα ὄνειρος αὐτοῖς· οὔτε γὰρ τὸν θεὸν οὔτε Ῥωμαίους λήσειν ἔμελλον.
§372 τηνικαῦτά γε μὴν τοῖς ὑπογείοις πεποιθότες αὐτοὶ πλείονα τῶν Ῥωμαίων ἐνεπίμπρασαν, καὶ τοὺς ἐκ τῶν καιομένων καταφεύγοντας εἰς τὰς διώρυχας ἔκτεινόν τε ἀνέδην καὶ ἐσύλων καὶ εἴ τινος εὕροιεν τροφὴν ἁρπάζοντες αἵματι πεφυρμένην κατέπινον.
§373 ἦν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς ἤδη πόλεμος αὐτοῖς, δοκοῦσί τε ἄν μοι μὴ φθασθέντες ὑπὸ τῆς ἁλώσεως διʼ ὑπερβολὴν ὠμότητος γεύσασθαι καὶ τῶν νεκρῶν.
§374 Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν ἐξελεῖν δίχα χωμάτων τὴν ἄνω πόλιν περίκρημνον οὖσαν, διανέμει τοῖς ἔργοις τὴν δύναμιν Λώου μηνὸς εἰκάδι.
§375 χαλεπὴ δὲ ἦν τῆς ὕλης κομιδὴ πάντων, ὡς ἔφην, τῶν περὶ τὴν πόλιν ἐφʼ ἑκατὸν σταδίους ἐψιλωμένων εἰς τὰ πρότερον χώματα.
§376 τῶν μὲν οὖν τεσσάρων ταγμάτων ἠγείρετο τὰ ἔργα κατὰ τὸ πρὸς δύσιν κλίμα τῆς πόλεως ἀντικρὺ τῆς βασιλικῆς αὐλῆς,
§377 τὸ δὲ συμμαχικὸν πλῆθος καὶ λοιπὸς ὄχλος κατὰ τὸν ξυστὸν ἔχου καὶ τὴν γέφυραν καὶ τὸν Σίμωνος πύργον, ὃν ᾠκοδόμησε πρὸς Ἰωάννην πολεμῶν ἑαυτῷ φρούριον.
§378 Κατὰ ταύτας τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες κρύφα συνελθόντες ἐβουλεύσαντο περὶ παραδόσεως σφῶν αὐτῶν, καὶ πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι δεξιὰν αὐτοῖς.
§379 δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἰδουμαίων, οἳ πολὺ τοῦ πολέμου μέρος ἦσαν, βραδέως μέν, ἀλλʼ οὖν κατανεύει τε τὴν σωτηρίαν αὐτοῖς καὶ τοὺς ἄνδρας ἀνέπεμψε.
§380 παρασκευαζομένων δὲ ἀποχωρεῖν αἰσθάνεται Σίμων, καὶ πέντε μὲν τοὺς ἀπελθόντας πρὸς Τίτον εὐθέως ἀναιρεῖ, τοὺς δὲ ἡγεμόνας, ὧν ἐπισημότατος ἦν τοῦ Σωσᾶ Ἰάκωβος, συλλαβὼν εἵργνυσι·
§381 τὸ δὲ πλῆθος τῶν Ἰδουμαίων ἀμηχανοῦν διὰ τὴν ἀφαίρεσιν τῶν ἡγεμόνων οὐκ ἀφύλακτον εἶχε καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανεν.
§382 οὐ μὴν ἀντέχειν οἱ φρουροὶ πρὸς τὰς αὐτομολίας ἴσχυον, ἀλλὰ καίτοι πλείστων φονευομένων πολὺ πλείους οἱ διαφεύγοντες ἦσαν.
§383 ἐδέχοντο δὲ Ῥωμαῖοι πάντας, τοῦ τε Τίτου διὰ πρᾳότητα τῶν προτέρων ἀμελήσαντος παραγγελμάτων, καὶ αὐτοὶ κόρῳ τοῦ κτείνειν ἀπεχόμενοι καὶ κέρδους ἐλπίδι·
§384 τοὺς γὰρ δημοτικοὺς καταλιπόντες μόνους τὸν ἄλλον ὄχλον ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον πλήθει τε τῶν πιπρασκομένων καὶ ὀλιγότητι τῶν ὠνουμένων.
§385 καίπερ δὲ προκηρύξας μηδένα μόνον αὐτομολεῖν, ὅπως καὶ τὰς γενεὰς ἐξαγάγοιεν, ὅμως καὶ τούτους ἐδέχετο· ἐπέστησε μέντοι τοὺς διακρινοῦντας ἀπʼ αὐτῶν, εἴ τις εἴη κολάσεως ἄξιος.
§386 καὶ τῶν μὲν ἀπεμποληθέντων ἄπειρον ἦν τὸ πλῆθος, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους, οὓς διαφῆκεν Καῖσαρ φίλον ἦν ἑκάστῳ.
§387 Ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ τῶν ἱερέων τις Θεβουθεῖ παῖς, Ἰησοῦς ὄνομα, λαβὼν περὶ σωτηρίας ὅρκους παρὰ Καίσαρος ἐφʼ παραδώσει τινὰ τῶν ἱερῶν κειμηλίων,
§388 ἔξεισι καὶ παραδίδωσιν ἀπὸ τοῦ τοίχου τοῦ ναοῦ λυχνίας δύο τῶν κατὰ τὸν ναὸν κειμένων παραπλησίας τραπέζας τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα καὶ στιβαρώτατα,
§389 παραδίδωσι δὲ καὶ τὰ καταπετάσματα καὶ τὰ ἐνδύματα τῶν ἀρχιερέων σὺν τοῖς λίθοις καὶ πολλὰ τῶν πρὸς τὰς ἱερουργίας σκευῶν ἄλλα.
§390 συλληφθεὶς δὲ καὶ γαζοφύλαξ τοῦ ἱεροῦ Φινέας ὄνομα τούς τε χιτῶνας καὶ τὰς ζώνας ὑπέδειξε τῶν ἱερέων πορφύραν τε πολλὴν καὶ κόκκον, πρὸς τὰς χρείας ἀπέκειτο τοῦ καταπετάσματος, σὺν οἷς κιννάμωμόν τε πολὺ καὶ κασσίαν καὶ πλῆθος ἑτέρων ἀρωμάτων, συμμίσγοντες ἐθυμίων ὁσημέραι τῷ θεῷ.
§391 παρεδόθη δὲ ὑπʼ αὐτοῦ πολλὰ καὶ τῶν ἄλλων κειμηλίων κόσμος τε ἱερὸς οὐκ ὀλίγος, ἅπερ αὐτῷ βίᾳ ληφθέντι τὴν τῶν αὐτομόλων συγγνώμην ἔδωκε.
§392 Συντετελεσμένων δʼ ἤδη καὶ τῶν χωμάτων ἐν ὀκτωκαίδεκα ἡμέραις ἑβδόμῃ Γορπιαίου μηνὸς Ῥωμαῖοι μὲν προσῆγον τὰς μηχανάς, τῶν δὲ στασιαστῶν οἱ μὲν ἀπεγνωκότες ἤδη τὴν πόλιν ἀνεχώρουν τοῦ τείχους εἰς τὴν ἄκραν, οἱ δὲ ἐγκατεδύοντο τοῖς ὑπονόμοις·
§393 πολλοὶ δὲ διαστάντες ἠμύνοντο τοὺς προσάγοντας τὰς ἑλεπόλεις. ἐκράτουν δὲ καὶ τούτων Ῥωμαῖοι πλήθει τε καὶ βίᾳ καὶ τὸ μέγιστον, εὐθυμοῦντες ἀθύμων ἤδη καὶ παρειμένων.
§394 ὡς δὲ παρερράγη μέρος τι τοῦ τείχους, καί τινες τῶν πύργων τυπτόμενοι τοῖς κριοῖς ἐνέδοσαν, φυγὴ μὲν ἦν εὐθέως τῶν ἀμυνομένων, δέος δὲ καὶ τοῖς τυράννοις ἐμπίπτει σφοδρότερον τῆς ἀνάγκης·
§395 πρὶν γὰρ ὑπερβῆναι τοὺς πολεμίους ἐνάρκων τε καὶ μετέωροι πρὸς φυγὴν ἦσαν, ἦν δὲ ἰδεῖν τοὺς πάλαι σοβαροὺς καὶ τοῖς ἀσεβήμασιν ἀλαζόνας τότε ταπεινοὺς καὶ τρέμοντας, ὡς ἐλεεινὴν εἶναι καίπερ ἐν πονηροτάτοις τὴν μεταβολήν.
§396 ὥρμησαν μὲν οὖν ἐπὶ τὸ περιτείχισμα δραμόντες ὤσασθαί τε τοὺς φρουροὺς καὶ διακόψαντες ἐξελθεῖν·
§397 ὡς δὲ τοὺς μὲν πάλαι πιστοὺς ἑώρων οὐδαμοῦ, διέφυγον γὰρ ὅπῃ τινὶ συνεβούλευεν ἀνάγκη, προσθέοντες δὲ οἱ μὲν ὅλον ἀνατετράφθαι τὸ πρὸς δύσιν τεῖχος ἤγγελλον, οἱ δʼ ἐμβεβληκέναι τοὺς Ῥωμαίους ἤδη τε πλησίον εἶναι ζητοῦντας αὐτούς,
§398 ἕτεροι δὲ καὶ ἀφορᾶν ἀπὸ τῶν πύργων πολεμίους ἔλεγον πλάζοντος τὰς ὄψεις τοῦ δέους, ἐπὶ στόμα πεσόντες ἀνῴμωζον τὴν ἑαυτῶν φρενοβλάβειαν καὶ καθάπερ ὑποκεκομμένοι τὰ νεῦρα τῆς φυγῆς ἠπόρουν.
The destruction complete
§399 ἔνθα δὴ μάλιστʼ ἄν τις καταμάθοι τήν τε τοῦ θεοῦ δύναμιν ἐπὶ τοῖς ἀνοσίοις καὶ τὴν Ῥωμαίων τύχην· οἱ μέν γε τύραννοι τῆς ἀσφαλείας ἐγύμνωσαν αὑτοὺς κἀκ τῶν πύργων κατέβησαν ἑκόντες, ἐφʼ ὧν βίᾳ μὲν οὐδέποθʼ ἁλῶναι, μόνῳ δʼ ἐδύναντο λιμῷ.
§400 Ῥωμαῖοι δὲ τοσαῦτα περὶ τοῖς ἀσθενεστέροις τείχεσι καμόντες παρέλαβον τύχῃ τὰ μὴ δυνατὰ τοῖς ὀργάνοις· παντὸς γὰρ ἰσχυρότεροι μηχανήματος ἦσαν οἱ τρεῖς πύργοι, περὶ ὧν ἀνωτέρω δεδηλώκαμεν.
§401 Καταλιπόντες δὴ τούτους, μᾶλλον δὲ ὑπὸ τοῦ θεοῦ καταβληθέντες ἀπʼ αὐτῶν, παραχρῆμα μὲν εἰς τὴν ὑπὸ τῇ Σιλωᾶ φάραγγα καταφεύγουσιν, αὖθις δὲ ὀλίγον ἀνακύψαντες ἐκ τοῦ δέους ὥρμησαν ἐπὶ τὸ τῇδε περιτείχισμα.
§402 χρησάμενοι δὲ ταῖς τόλμαις ἀγενεστέραις τῆς ἀνάγκης, κατεάγησαν γὰρ ἤδη τὴν ἰσχὺν ἅμα τῷ δέει καὶ ταῖς συμφοραῖς, ὑπὸ τῶν φρουρῶν ἀνωθοῦνται καὶ σκεδασθέντες ὑπʼ ἀλλήλων κατέδυσαν εἰς τοὺς ὑπονόμους.
§403 Ῥωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες τάς τε σημαίας ἔστησαν ἐπὶ τῶν πύργων καὶ μετὰ κρότου καὶ χαρᾶς ἐπαιάνιζον ἐπὶ τῇ νίκῃ, πολὺ τῆς ἀρχῆς κουφότερον τοῦ πολέμου τὸ τέλος εὑρηκότες· ἀναιμωτὶ γοῦν τοῦ τελευταίου τείχους ἐπιβάντες ἠπίστουν, καὶ μηδένα βλέποντες ἀντίπαλον ἀληθῶς ἠπόρηντο.
§404 εἰσχυθέντες δὲ τοῖς στενωποῖς ξιφήρεις τούς τε καταλαμβανομένους ἐφόνευον ἀνέδην καὶ τῶν συμφευγόντων τὰς οἰκίας αὐτάνδρους ὑπεπίμπρασαν.
§405 πολλὰς δὲ κεραΐζοντες ὁπότʼ ἔνδον παρέλθοιεν ἐφʼ ἁρπαγήν, γενεὰς ὅλας νεκρῶν κατελάμβανον καὶ τὰ δωμάτια πλήρη τῶν τοῦ λιμοῦ πτωμάτων, ἔπειτα πρὸς τὴν ὄψιν πεφρικότες κεναῖς χερσὶν ἐξῄεσαν.
§406 οὐ μὴν οἰκτείροντες τοὺς οὕτως ἀπολωλότας ταὐτὸ καὶ πρὸς τοὺς ζῶντας ἔπασχον, ἀλλὰ τὸν ἐντυγχάνοντα διελαύνοντες ἀπέφραξαν μὲν τοὺς στενωποὺς νεκροῖς, αἵματι δὲ ὅλην τὴν πόλιν κατέκλυσαν, ὡς πολλὰ καὶ τῶν φλεγομένων σβεσθῆναι τῷ φόνῳ.
§407 καὶ οἱ μὲν κτείνοντες ἐπαύσαντο πρὸς ἑσπέραν, ἐν δὲ τῇ νυκτὶ τὸ πῦρ ἐπεκράτει, φλεγομένοις δʼ ἐπανέτειλεν Ἱεροσολύμοις ἡμέρα Γορπιαίου μηνὸς ὀγδόη,
§408 πόλει τοσαύταις χρησαμένῃ συμφοραῖς κατὰ τὴν πολιορκίαν, ὅσοις ἀπὸ κτίσεως ἀγαθοῖς κεχρημένη πάντως ἂν ἐπίφθονος ἔδοξεν, οὐ μὴν ἀξίᾳ κατʼ ἄλλο τι τῶν τηλικούτων ἀτυχημάτων τὸ γενεὰν τοιαύτην ἐνεγκεῖν, ὑφʼ ἧς ἀνετράπη.
§409 Παρελθὼν δὲ Τίτος εἴσω τά τε ἄλλα τῆς ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἀπεθαύμασεν, οὓς οἱ τύραννοι κατὰ φρενοβλάβειαν ἀπέλιπον.
§410 κατιδὼν γοῦν τό τε ναστὸν αὐτῶν ὕψος καὶ τὸ μέγεθος ἑκάστης πέτρας τήν τε ἀκρίβειαν τῆς ἁρμονίας, καὶ ὅσοι μὲν εὖρος ἡλίκοι δὲ ἦσαν τὴν ἀνάστασιν,
§411 σὺν θεῷ γε ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἦν τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών, ἐπεὶ χεῖρες ἀνθρώπων μηχαναὶ τί πρὸς τούτους τοὺς πύργους δύνανται;
§412 τότε μὲν οὖν πολλὰ τοιαῦτα διελέχθη πρὸς τοὺς φίλους, τοὺς δὲ τῶν τυράννων δεσμώτας, ὅσοι κατελήφθησαν ἐν τοῖς φρουρίοις, ἀνῆκεν.
§413 αὖθις δὲ τὴν ἄλλην ἀφανίζων πόλιν καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς αὐτοῦ τύχης, συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων.
§414 Ἐπεὶ δʼ οἱ στρατιῶται μὲν ἔκαμνον ἤδη φονεύοντες, πολὺ δέ τι πλῆθος τῶν περιόντων ἀνεφαίνετο, κελεύει Καῖσαρ μόνους μὲν τοὺς ἐνόπλους καὶ χεῖρας ἀντίσχοντας κτείνειν, τὸ δὲ λοιπὸν πλῆθος ζωγρεῖν.
§415 οἱ δὲ μετὰ τῶν παρηγγελμένων τό τε γηραιὸν καὶ τοὺς ἀσθενεῖς ἀνῄρουν, τὸ δʼ ἀκμάζον καὶ χρήσιμον εἰς τὸ ἱερὸν συνελάσαντες ἐγκατέκλεισαν τῷ τῶν γυναικῶν περιτειχίσματι.
§416 καὶ φρουρὸν μὲν ἐπέστησε Καῖσαρ ἕνα τῶν ἀπελευθέρων, Φρόντωνα δὲ τῶν φίλων ἐπικρινοῦντα τὴν ἀξίαν ἑκάστῳ τύχην.
§417 δὲ τοὺς μὲν στασιώδεις καὶ λῃστρικοὺς πάντας ὑπʼ ἀλλήλων ἐνδεικνυμένους ἀπέκτεινε, τῶν δὲ νέων τοὺς ὑψηλοτάτους καὶ καλοὺς ἐπιλέξας ἐτήρει τῷ θριάμβῳ.
§418 τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ἑπτακαίδεκα ἔτη δήσας ἔπεμψεν εἰς τὰ κατʼ Αἴγυπτον ἔργα, πλείστους δʼ εἰς τὰς ἐπαρχίας διεδωρήσατο Τίτος φθαρησομένους ἐν τοῖς θεάτροις σιδήρῳ καὶ θηρίοις· οἱ δʼ ἐντὸς ἑπτακαίδεκα ἐτῶν ἐπράθησαν.
§419 ἐφθάρησαν δὲ αὐτῶν ἐν αἷς διέκρινεν Φρόντων ἡμέραις ὑπʼ ἐνδείας χίλιοι πρὸς τοῖς μυρίοις, οἱ μὲν ὑπὸ μίσους τῶν φυλάκων μὴ μεταλαμβάνοντες τροφῆς, οἱ δʼ οὐ προσιέμενοι διδομένην· πρὸς δὲ τὸ πλῆθος ἦν ἔνδεια καὶ σίτου.
§420 Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, ὅσα καθʼ ὅλον ἐλήφθη τὸν πόλεμον, ἀριθμὸς ἐννέα μυριάδες καὶ ἑπτακισχίλιοι συνήχθη, τῶν δὲ ἀπολομένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα.
§421 τούτων τὸ πλέον ὁμόφυλον μὲν ἀλλʼ οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, ὥστε τὸ μὲν πρῶτον αὐτοῖς τὴν στενοχωρίαν γενέσθαι λοιμώδη φθοράν, αὖθις δὲ καὶ λιμὸν ὠκύτερον.
§422 ὅτι δʼ ἐχώρει τοσούτους πόλις, δῆλον ἐκ τῶν ἐπὶ Κεστίου συναριθμηθέντων, ὃς τὴν ἀκμὴν τῆς πόλεως διαδηλῶσαι Νέρωνι βουλόμενος καταφρονοῦντι τοῦ ἔθνους παρεκάλεσεν τοὺς ἀρχιερεῖς, εἴ πως δυνατὸν εἴη τὴν πληθὺν ἐξαριθμήσασθαι·
§423 οἱ δʼ ἐνστάσης ἑορτῆς, πάσχα καλεῖται, καθʼ ἣν θύουσιν μὲν ἀπὸ ἐνάτης ὥρας μέχρις ἑνδεκάτης, ὥσπερ δὲ φατρία περὶ ἑκάστην γίνεται θυσίαν οὐκ ἐλάσσων ἀνδρῶν δέκα, μόνον γὰρ οὐκ ἔξεστιν δαίνυσθαι, πολλοὶ δὲ καὶ συνείκοσιν ἀθροίζονται,
§424 τῶν μὲν θυμάτων εἰκοσιπέντε μυριάδας ἠρίθμησαν, πρὸς δὲ πεντακισχίλια ἑξακόσια.
§425 γίνονται ἀνδρῶν, ἵνʼ ἑκάστου δέκα δαιτυμόνας θῶμεν, μυριάδες ἑβδομήκοντα καὶ διακόσιαι καθαρῶν ἁπάντων καὶ ἁγίων·
§426 οὔτε γὰρ λεπροῖς οὔτε γονορροιϊκοῖς οὔτε γυναιξὶν ἐπεμμήνοις οὔτε τοῖς ἄλλως μεμιασμένοις ἐξὸν ἦν τῆσδε τῆς θυσίας μεταλαμβάνειν,
§427 ἀλλʼ οὐδὲ τοῖς ἀλλοφύλοις, ὅσοι κατὰ θρησκείαν παρῆσαν, πολὺ δὲ τούτων πλῆθος ἔξωθεν συλλέγεται.
§428 τότε γε μὴν ὥσπερ εἰς εἱρκτὴν ὑπὸ τῆς εἱμαρμένης πᾶν συνεκλείσθη τὸ ἔθνος, καὶ ναστὴν πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο.
§429 πᾶσαν γοῦν ἀνθρωπίνην καὶ δαιμονίαν φθορὰν ὑπερβάλλει τὸ πλῆθος τῶν ἀπολωλότων· ἐπεὶ γοῦν τῶν φανερῶν οὓς μὲν ἀνεῖλον οὓς δʼ ᾐχμαλωτίσαντο Ῥωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων καὶ τοὔδαφος ἀναῤῥηγνύντες ὅσοις μὲν ἐνετύγχανον ἔκτεινον,
§430 εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ πλείους δισχιλίων, οἱ μὲν ὑπὸ σφῶν αὐτῶν οἱ δὲ ὑπʼ ἀλλήλων, τὸ πλέον δʼ ὑπὸ τοῦ λιμοῦ διεφθαρμένοι.
§431 δεινὴ δʼ ὑπήντα τοῖς ἐπεισπίπτουσιν ὀδμὴ τῶν σωμάτων, ὡς πολλοὺς μὲν ἀναχωρεῖν εὐθέως, τοὺς δὲ ὑπὸ πλεονεξίας εἰσδύεσθαι νεκροὺς σεσωρευμένους ἐμπατοῦντας·
§432 πολλὰ γὰρ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν εὑρίσκετο, καὶ πᾶσαν θεμιτὴν ὁδὸν ἐποίει τὸ κέρδος· ἀνήγοντο δὲ καὶ δεσμῶται πολλοὶ τῶν τυράννων· οὐδὲ γὰρ ἐν ἐσχάτοις ἐπαύσαντο τῆς ὠμότητος.
§433 ἀπετίσατό γε μὴν θεὸς ἀμφοτέρους ἀξίως, καὶ Ἰωάννης μὲν λιμώττων μετὰ τῶν ἀδελφῶν ἐν τοῖς ὑπονόμοις ἣν πολλάκις ὑπερηφάνησε παρὰ Ῥωμαίων δεξιὰν λαβεῖν ἱκέτευσε, Σίμων δὲ πολλὰ διαμαχήσας πρὸς τὴν ἀνάγκην, ὡς διὰ τῶν ἑξῆς δηλώσομεν, αὑτὸν παραδίδωσιν.
§434 ἐφυλάχθη δὲ μὲν τῷ θριάμβῳ σφάγιον, δʼ Ἰωάννης δεσμοῖς αἰωνίοις. Ῥωμαῖοι δὲ τάς τʼ ἐσχατιὰς τοῦ ἄστεος ἐνέπρησαν καὶ τὰ τείχη κατέσκαψαν.
§435 Ἑάλω μὲν οὕτως Ἱεροσόλυμα ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας Γορπιαίου μηνὸς ὀγδόῃ, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις τοῦτο δεύτερον ἠρημώθη.
§436 Ἀσωχαῖος μὲν γὰρ τῶν Αἰγυπτίων βασιλεὺς καὶ μετʼ αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήιος καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐτήρησαν τὴν πόλιν.
§437 πρὸ δὲ τούτων τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας ἠρήμωσεν αὐτὴν μετὰ ἔτη τῆς κτίσεως χίλια τετρακόσια ἑξηκονταοκτὼ μῆνας ἕξ.
§438 δὲ πρῶτος κτίσας ἦν Χαναναίων δυνάστης τῇ πατρίῳ γλώσσῃ κληθεὶς βασιλεὺς δίκαιος· ἦν γὰρ δὴ τοιοῦτος. διὰ τοῦτο ἱεράσατό τε τῷ θεῷ πρῶτος καὶ τὸ ἱερὸν πρῶτος δειμάμενος Ἱεροσόλυμα τὴν πόλιν προσηγόρευσεν Σόλυμα καλουμένην πρότερον.
§439 τὸν μὲν δὴ τῶν Χαναναίων λαὸν ἐκβαλὼν τῶν Ἰουδαίων βασιλεὺς Δαυίδης κατοικίζει τὸν ἴδιον, καὶ μετὰ τοῦτον ἔτεσι τετρακοσίοις ἑβδομήκοντα καὶ ἑπτὰ μησὶν ἓξ ὑπὸ Βαβυλωνίων κατασκάπτεται.
§440 ἀπὸ δὲ Δαυίδου τοῦ βασιλέως, ὃς πρῶτος αὐτῆς ἐβασίλευσεν Ἰουδαῖος, μέχρι τῆς ὑπὸ Τίτου γενομένης κατασκαφῆς ἔτη χίλια καὶ ἑκατὸν ἑβδομήκοντα καὶ ἐννέα.
§441 ἀπὸ δὲ τῆς πρώτης κτίσεως ἔτη μέχρι τῆς ἐσχάτης ἁλώσεως δισχίλια ἑκατὸν ἑβδομήκοντα καὶ ἑπτά.
§442 ἀλλὰ γὰρ οὔθʼ ἀρχαιότης οὔθʼ πλοῦτος βαθὺς οὔτε τὸ διαπεφοιτηκὸς ὅλης τῆς οἰκουμένης ἔθνος οὔθʼ μεγάλη δόξα τῆς θρησκείας ἤρκεσέ τι πρὸς ἀπώλειαν αὐτῇ. τοιοῦτο μὲν δὴ τὸ τέλος τῆς Ἱεροσολύμων πολιορκίας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up