Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ε.
Jerusalem's three factions
§1
Ὁ μὲν Τίτος ὃν προειρήκαμεν τρόπον διοδεύσας τὴν ὑπὲρ Αἰγύπτου μέχρι Συρίας ἐρημίαν εἰς Καισάρειαν παρῆν ταύτῃ διεγνωκὼς προσυντάξασθαι τὰς δυνάμεις.
§2
ἔτι δʼ αὐτοῦ κατὰ τὴν Ἀλεξάνδρειαν συγκαθισταμένου τῷ πατρὶ τὴν ἡγεμονίαν νέον αὐτοῖς ἐγκεχειρισμένην ὑπὸ τοῦ θεοῦ συνέβη καὶ τὴν ἐν [τοῖς] Ἱεροσολύμοις στάσιν ἀνακμάσασαν τριμερῆ γενέσθαι καὶ καθʼ αὑτοῦ θάτερον ἐπιστρέψαι μέρος, ὅπερ ἄν τις ὡς ἐν κακοῖς ἀγαθὸν εἴποι καὶ δίκης ἔργον.
§3
ἡ μὲν γὰρ κατὰ τοῦ δήμου τῶν ζηλωτῶν ἐπίθεσις, ἥπερ κατῆρξεν ἁλώσεως τῇ πόλει, προδεδήλωται μετὰ ἀκριβείας ὅθεν τε ἔφυ καὶ πρὸς ὅσον κακῶν ηὐξήθη·
§4
ταύτην δʼ οὐκ ἂν ἁμάρτοι τις εἰπὼν στάσει στάσιν ἐγγενέσθαι, καὶ καθάπερ θηρίον λυσσῆσαν ἐνδείᾳ τῶν ἔξωθεν ἐπὶ τὰς ἰδίας ἤδη σάρκας ὁρμᾷ,
§5
οὕτως Ἐλεάζαρος ὁ τοῦ Σίμωνος, ὃς δὴ καὶ τὰ πρῶτα τοῦ δήμου τοὺς ζηλωτὰς ἀπέστησεν εἰς τὸ τέμενος ὡς ἀγανακτῶν δῆθεν ἐπὶ τοῖς ὁσημέραι τῷ Ἰωάννῃ τολμωμένοις, οὐ γὰρ ἀνεπαύετο φονῶν οὗτος, τὸ δʼ ἀληθὲς αὑτοῦ μεταγενεστέρῳ τυράννῳ μὴ φέρων ὑποτετάχθαι, πόθῳ τῶν ὅλων καὶ δυναστείας ἰδίας ἐπιθυμίᾳ διίσταται,
§6
παραλαβὼν Ἰούδην τε τὸν Χέλικα καὶ Σίμωνα τὸν Ἐσρῶνος τῶν δυνατῶν, πρὸς οἷς Ἐζεκίας Χωβαρεῖ παῖς οὐκ ἄσημος.
§7
καθʼ ἕκαστον δὲ οὐκ ὀλίγοι τῶν ζηλωτῶν ἠκολούθησαν, καὶ καταλαβόμενοι τὸν ἐνδότερον τοῦ νεὼ περίβολον ὑπὲρ τὰς ἱερὰς πύλας ἐπὶ τῶν ἁγίων μετώπων τίθενται τὰ ὅπλα.
§8
πλήρεις μὲν οὖν ἐπιτηδείων ὄντες ἐθάρρουν, καὶ γὰρ ἀφθονία τῶν ἱερῶν ἐγίνετο πραγμάτων τοῖς γε μηδὲν ἀσεβὲς ἡγουμένοις, ὀλιγότητι δὲ τῇ κατὰ σφᾶς ὀρρωδοῦντες ἐγκαθήμενοι τὰ πολλὰ κατὰ χώραν ἔμενον.
§9
ὁ δὲ Ἰωάννης ὅσον ἀνδρῶν ὑπερεῖχε πλήθει, τοσοῦτον ἐλείπετο τῷ τόπῳ καὶ κατὰ κορυφὴν ἔχων τοὺς πολεμίους οὔτʼ ἀδεεῖς ἐποιεῖτο τὰς προσβολὰς οὔτε διʼ ὀργὴν ἠρέμει,
§10
κακούμενος δὲ πλέον ἤπερ διατιθεὶς τοὺς περὶ τὸν Ἐλεάζαρον ὅμως οὐκ ἀνίει, συνεχεῖς δʼ ἐκδρομαὶ καὶ βελῶν ἀφέσεις ἐγίνοντο, καὶ φόνοις ἐμιαίνετο πανταχοῦ τὸ ἱερόν.
§11
Ὁ δὲ τοῦ Γιώρα Σίμων, ὃν ἐν ταῖς ἀμηχανίαις ἐπίκλητον αὑτῷ τύραννον ὁ δῆμος ἐλπίδι βοηθείας προσεισήγαγε, τήν τε ἄνω πόλιν ἔχων καὶ τῆς κάτω πολὺ μέρος ἐρρωμενέστερον ἤδη τοῖς περὶ τὸν Ἰωάννην προσέβαλλεν ὡς ἂν καὶ καθύπερθεν πολεμουμένοις·
§12
ἦν δʼ ὑπὸ χεῖρα προσιὼν αὐτοῖς, ὥσπερ ἐκεῖνοι τοῖς ἄνωθεν. καὶ τῷ Ἰωάννῃ διχόθεν πολεμουμένῳ συνέβαινε βλάπτεσθαί τε καὶ βλάπτειν εὐκόλως, καὶ καθʼ ὅσον ἡττᾶτο τῶν ἀμφὶ τὸν Ἐλεάζαρον ὢν ταπεινότερος, τοσοῦτον ἐπλεονέκτει τῷ ὑψηλῷ τοῦ Σίμωνος.
§13
παρὸ καὶ χειρὶ μὲν τὰς κάτωθεν προσβολὰς ἰσχυρῶς εἶργε, τοὺς δὲ ἄνωθεν ἀπὸ τοῦ ἱεροῦ κατακοντίζοντας ἀνέστελλε τοῖς ὀργάνοις·
§14
ὀξυβελεῖς τε γὰρ αὐτῷ καὶ καταπέλται παρῆσαν οὐκ ὀλίγοι καὶ λιθοβόλοι, διʼ ὧν οὐ μόνον ἠμύνετο τοὺς πολεμοῦντας, ἀλλὰ καὶ πολλοὺς τῶν ἱερουργούντων ἀνῄρει.
§15
καίπερ γὰρ πρὸς πᾶσαν ἀσέβειαν ἐκλελυσσηκότες, ὅμως τοὺς θύειν ἐθέλοντας εἰσηφίεσαν, μεθʼ ὑποψιῶν μὲν καὶ φυλακῆς τοὺς ἐπιχωρίους, διερευνώμενοι δὲ τοὺς ξένους· οἳ καίπερ περὶ τὰς εἰσόδους δυσωπήσαντες αὐτῶν τὴν ὠμότητα παρανάλωμα τῆς στάσεως ἐγίνοντο.
§16
τὰ γὰρ ἀπὸ τῶν ὀργάνων βέλη μέχρι τοῦ βωμοῦ καὶ τοῦ νεὼ διὰ τὴν βίαν ὑπερφερόμενα τοῖς τε ἱερεῦσι καὶ τοῖς ἱερουργοῦσιν ἐνέπιπτε,
§17
καὶ πολλοὶ σπεύσαντες ἀπὸ γῆς περάτων περὶ τὸν διώνυμον καὶ πᾶσιν ἀνθρώποις χῶρον ἅγιον πρὸ τῶν θυμάτων ἔπεσον αὐτοὶ καὶ τὸν Ἕλλησι πᾶσι καὶ βαρβάροις σεβάσμιον βωμὸν κατέσπεισαν ἰδίῳ φόνῳ,
§18
νεκροῖς δʼ ἐπιχωρίοις ἀλλόφυλοι καὶ ἱερεῦσι βέβηλοι συνεφύροντο, καὶ παντοδαπῶν αἷμα πτωμάτων ἐν τοῖς θείοις περιβόλοις ἐλιμνάζετο.
§19
τί τηλικοῦτον, ὦ τλημονεστάτη πόλις, πέπονθας ὑπὸ Ῥωμαίων, οἵ σου τὰ ἐμφύλια μύση πυρὶ καθαροῦντες εἰσῆλθον· θεοῦ μὲν γὰρ οὔτε ἦς ἔτι χῶρος οὔτε μένειν ἐδύνασο, τάφος οἰκείων γενομένη σωμάτων καὶ πολέμου τὸν ναὸν ἐμφυλίου ποιήσασα πολυάνδριον· δύναιο δʼ ἂν γενέσθαι πάλιν ἀμείνων, εἴγε ποτὲ τὸν πορθήσαντα θεὸν ἐξιλάσῃ.
§20
ἀλλὰ καθεκτέον γὰρ καὶ τὰ πάθη τῷ νόμῳ τῆς γραφῆς, ὡς οὐκ ὀλοφυρμῶν οἰκείων ὁ καιρός, ἀλλʼ ἀφηγήσεως πραγμάτων. δίειμι δὲ τὰ ἑξῆς ἔργα τῆς στάσεως.
§21
Τριχῇ τῶν ἐπιβούλων τῆς πόλεως διῃρημένων οἱ μὲν περὶ τὸν Ἐλεάζαρον τὰς ἱερὰς ἀπαρχὰς διαφυλάσσοντες κατὰ τοῦ Ἰωάννου τὴν μέθην ἔφερον, οἱ δὲ σὺν τούτῳ διαρπάζοντες τοὺς δημότας ἠγείροντο κατὰ τοῦ Σίμωνος· ἦν δὲ κἀκείνῳ τροφὴ κατὰ τῶν ἀντιστασιαστῶν ἡ πόλις.
§22
ὁπότε μὲν οὖν ἀμφοτέρωθεν ἐπιχειροῖτο, τοὺς συνόντας ὁ Ἰωάννης ἀντέστρεφε, καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας ἀπὸ τῶν στοῶν βάλλων, τοὺς δʼ ἀπὸ τοῦ ἱεροῦ κατακοντίζοντας ἠμύνετο τοῖς ὀργάνοις·
§23
εἰ δʼ ἐλευθερωθείη ποτὲ τῶν καθύπερθεν ἐπικειμένων, διανέπαυε δʼ αὐτοὺς πολλάκις μέθη καὶ κάματος, ἀδεέστερον τοῖς περὶ τὸν Σίμωνα μετὰ πλειόνων ἐπεξέθεεν.
§24
ἀεὶ δʼ ἐφʼ ὅσον τρέψαιτο τῆς πόλεως ὑπεπίμπρη τὰς οἰκίας σίτου μεστὰς καὶ παντοδαπῶν ἐπιτηδείων· τὸ δʼ αὐτὸ πάλιν ὑποχωροῦντος ἐπιὼν ὁ Σίμων ἔπραττεν, ὥσπερ ἐπίτηδες Ῥωμαίοις διαφθείροντες ἃ παρεσκευάσατο πρὸς πολιορκίαν ἡ πόλις, καὶ τὰ νεῦρα τῆς αὐτῶν ὑποκόπτοντες δυνάμεως.
§25
συνέβη γοῦν τὰ μὲν περὶ τὸ ἱερὸν πάντα συμφλεγῆναι καὶ μεταίχμιον ἐρημίας γενέσθαι παρατάξεως οἰκείας τὴν πόλιν, κατακαῆναι δὲ πλὴν ὀλίγου πάντα τὸν σῖτον, ὃς ἂν αὐτοῖς οὐκ ἐπʼ ὀλίγα διήρκεσεν ἔτη πολιορκουμένοις.
§26
λιμῷ γοῦν ἑάλωσαν, ὅπερ ἥκιστα δυνατὸν ἦν, εἰ μὴ τοῦτον αὑτοῖς προπαρεσκεύασαν.
§27
Πανταχόθεν δὲ τῆς πόλεως πολεμουμένης ὑπὸ τῶν ἐπιβούλων καὶ συγκλύδων μέσος ὁ δῆμος ὥσπερ μέγα σῶμα διεσπαράσσετο.
§28
γηραιοὶ δὲ καὶ γυναῖκες ὑπʼ ἀμηχανίας τῶν εἴσω κακῶν ηὔχοντο Ῥωμαίοις καὶ τὸν ἔξωθεν πόλεμον ἐπʼ ἐλευθερίᾳ τῶν εἴσω κακῶν ἐκαραδόκουν.
§29
κατάπληξις δὲ δεινὴ καὶ δέος ἦν τοῖς γνησίοις, καὶ οὔτε βουλῆς καιρὸς εἰς μεταβολὴν οὔτε συμβάσεως ἐλπὶς οὔτε φυγὴ τοῖς ἐθέλουσιν·
§30
ἐφρουρεῖτο γὰρ πάντα, καὶ τὰ λοιπὰ στασιάζοντες οἱ ἀρχιλῃσταὶ τοὺς εἰρηνικὰ Ῥωμαίοις φρονοῦντας ἢ πρὸς αὐτομολίαν ὑπόπτους ὡς κοινοὺς πολεμίους ἀνῄρουν καὶ μόνον ὡμονόουν τὸ φονεύειν τοὺς σωτηρίας ἀξίους.
§31
καὶ τῶν μὲν μαχομένων ἀδιάλειπτος ἦν κραυγὴ μεθʼ ἡμέραν τε καὶ νύκτωρ, δεινότεροι δὲ οἱ τῶν πενθούντων ὀδυρμοὶ δέει.
§32
καὶ θρήνων μὲν αἰτίας ἐπαλλήλους αἱ συμφοραὶ προσέφερον, τὰς δʼ οἰμωγὰς ἐνέκλειεν ἡ κατάπληξις αὐτῶν, φιμούμενοι δὲ τά γε πάθη τῷ φόβῳ μεμυκόσι τοῖς στεναγμοῖς ἐβασανίζοντο.
§33
καὶ οὔτε πρὸς τοὺς ζῶντας ἦν αἰδὼς ἔτι τοῖς προσήκουσιν οὔτε πρόνοια τῶν ἀπολωλότων ταφῆς. αἴτιον δὲ ἀμφοτέρων ἡ καθʼ ἑαυτὸν ἀπόγνωσις ἑκάστου· παρεῖσαν γὰρ εἰς πάντα τὰς προθυμίας οἱ μὴ στασιάζοντες ὡς ἀπολούμενοι πάντως ὅσον οὐδέπω.
§34
πατοῦντες δὴ τοὺς νεκροὺς ἐπʼ ἀλλήλοις σεσωρευμένους οἱ στασιασταὶ συνεπλέκοντο καὶ τὴν ἀπόνοιαν ἀπὸ τῶν ἐν ποσὶ πτωμάτων σπῶντες ἦσαν ἀγριώτεροι.
§35
προσεξευρίσκοντες δʼ ἀεί τι καθʼ αὑτῶν ὀλέθριον καὶ πᾶν τὸ δοχθὲν ἀφειδῶς δρῶντες οὐδεμίαν οὔτʼ αἰκίας ὁδὸν οὔτε ὠμότητος παρέλειπον.
The topography of Jerusalem
§36
ἀμέλει Ἰωάννης τὴν ἱερὰν ὕλην εἰς πολεμιστηρίων κατασκευὴν ὀργάνων ἀπεχρήσατο· δόξαν γάρ ποτε τῷ λαῷ καὶ τοῖς ἀρχιερεῦσιν ὑποστηρίξαντας τὸν ναὸν εἴκοσι πήχεις προσυψῶσαι, κατάγει μὲν ἀπὸ τοῦ Λιβάνου μεγίστοις ἀναλώμασι καὶ πόνοις τὴν χρήσιμον ὕλην ὁ βασιλεὺς Ἀγρίππας, ξύλα θέας ἄξια τήν τε εὐθύτητα καὶ τὸ μέγεθος·
§37
μεσολαβήσαντος δὲ τοῦ πολέμου τὸ ἔργον Ἰωάννης τεμὼν αὐτὰ πύργους κατεσκεύασεν ἐξαρκοῦν τὸ μῆκος εὑρὼν πρὸς τοὺς ἀπὸ τοῦ καθύπερθεν ἱεροῦ μαχομένους,
§38
ἵστησί τε προσαγαγὼν κατόπιν τοῦ περιβόλου τῆς πρὸς δύσιν ἐξέδρας ἄντικρυς, ᾗπερ καὶ μόνῃ δυνατὸν ἦν τῶν ἄλλων μερῶν βαθμοῖς πόρρωθεν διειλημμένων.
§39
Καὶ ὁ μὲν τοῖς κατασκευασθεῖσιν ἐξ ἀσεβείας ὀργάνοις κρατήσειν ἤλπισε τῶν ἐχθρῶν, ὁ δὲ θεὸς ἄχρηστον αὐτῷ τὸν πόνον ἀπέδειξε πρὶν ἐπιστῆσαί τινα τῶν πύργων Ῥωμαίους ἐπαγαγών.
§40
ὁ γὰρ δὴ Τίτος ἐπειδὴ τὰ μὲν συνήγαγε τῆς δυνάμεως πρὸς αὑτόν, τοῖς δὲ ἐπὶ Ἱεροσολύμων συναντᾶν ἐπέστειλεν, ἐξήλαυνε τῆς Καισαρείας.
§41
ἦν δὲ τρία μὲν τὰ πρότερον αὐτοῦ τῷ πατρὶ συνδῃώσαντα τὴν Ἰουδαίαν τάγματα καὶ τὸ πάλαι σὺν Κεστίῳ πταῖσαν δωδέκατον, ὅπερ καὶ ἄλλως ἐπίσημον διʼ ἀνδρείαν ὑπάρχον τότε κατὰ μνήμην ὧν ἔπαθεν εἰς ἄμυναν ᾔει προθυμότερον.
§42
τούτων μὲν οὖν τὸ πέμπτον διʼ Ἀμμαοῦς ἐκέλευσεν αὐτῷ συναντᾶν καὶ διὰ Ἱεριχοῦντος τὸ δέκατον ἀναβαίνειν, αὐτὸς δʼ ἀνέζευξε μετὰ τῶν λοιπῶν, πρὸς οἷς αἵ τε τῶν βασιλέων συμμαχίαι πολὺ πλείους καὶ συχνοὶ τῶν ἀπὸ τῆς Συρίας ἐπίκουροι συνῆλθον.
§43
ἀνεπληρώθη δὲ καὶ τῶν τεσσάρων ταγμάτων ὅσον Οὐεσπασιανὸς ἐπιλέξας Μουκιανῷ συνέπεμψεν εἰς Ἰταλίαν ἐκ τῶν ἐπελθόντων μετὰ Τίτου.
§44
δισχίλιοι μὲν γὰρ αὐτῷ τῶν ἀπʼ Ἀλεξανδρείας στρατευμάτων ἐπίλεκτοι, τρισχίλιοι δὲ συνείποντο τῶν ἀπʼ Εὐφράτου φυλάκων.
§45
φίλων δὲ δοκιμώτατος εὔνοιάν τε καὶ σύνεσιν Τιβέριος Ἀλέξανδρος, πρότερον μὲν αὐτοῖς τὴν Αἴγυπτον διέπων,
§46
τότε δὲ τῶν στρατευμάτων ἄρχων, κριθεὶς ἄξιος ἐξ ὧν ἐδεξιώσατο πρῶτος ἐγειρομένην ἄρτι τὴν ἡγεμονίαν καὶ μετὰ πίστεως λαμπρᾶς ἐξ ἀδήλου τῇ τύχῃ προσέθετο, σύμβουλός γε μὴν ταῖς τοῦ πολέμου χρείαις ἡλικίᾳ τε προύχων καὶ κατʼ ἐμπειρίαν εἵπετο.
§47
Προϊόντι δὲ εἰς τὴν πολεμίαν Τίτῳ προῆγον μὲν οἱ βασιλικοὶ καὶ πᾶν τὸ συμμαχικόν, ἐφʼ οἷς ὁδοποιοὶ καὶ μετρηταὶ στρατοπέδων, ἔπειτα τὰ τῶν ἡγεμόνων σκευοφόρα καὶ μετὰ τοὺς τούτων ὁπλίτας αὐτὸς τούς τε ἄλλους ἐπιλέκτους καὶ τοὺς λογχοφόρους ἔχων, κατόπιν δʼ αὐτῷ τοῦ τάγματος τὸ ἱππικόν·
§48
οὗτοι δὲ πρὸ τῶν μηχανημάτων, κἀπʼ ἐκείνοις μετʼ ἐπιλέκτων χιλίαρχοι καὶ σπειρῶν ἔπαρχοι, μετὰ δὲ τούτους περὶ τὸν αἰετὸν αἱ σημαῖαι, καὶ ἔμπροσθεν οἱ σαλπικταὶ τῶν σημαιῶν, ἐπὶ δὲ τούτοις ἡ φάλαγξ τὸ στῖφος εἰς ἓξ πλατύνασα.
§49
τὸ δʼ οἰκετικὸν ἑκάστου τάγματος ὀπίσω καὶ πρὸ τούτων τὰ σκευοφόρα, τελευταῖοι δὲ πάντων οἱ μίσθιοι καὶ τούτων φύλακες οὐραγοί.
§50
προάγων δὲ τὴν δύναμιν ἐν κόσμῳ, καθὰ Ῥωμαίοις σύνηθες, ἐμβάλλει διὰ τῆς Σαμαρείτιδος εἰς Γόφνα κατειλημμένην τε πρότερον ὑπὸ τοῦ πατρὸς καὶ τότε φρουρουμένην·
§51
ἔνθα μίαν ἑσπέραν αὐλισάμενος ὑπὸ τὴν ἕω πρόεισι, καὶ διανύσας ἡμέρας σταθμὸν στρατοπεδεύεται κατὰ τὸν ὑπὸ Ἰουδαίων πατρίως Ἀκανθῶν αὐλῶνα καλούμενον πρός τινι κώμῃ Γαβὰθ Σαοὺλ λεγομένῃ, σημαίνει δὲ τοῦτο λόφον Σαούλου, διέχων ἀπὸ τῶν Ἱεροσολύμων ὅσον ἀπὸ τριάκοντα σταδίων.
§52
ἀναλαβὼν δʼ ἐντεῦθεν ὅσον εἰς ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων ᾔει τήν τε πόλιν περισκεψόμενος, ὅπως ὀχυρότητος ἔχοι, καὶ τὰ φρονήματα τῶν Ἰουδαίων, εἰ πρὸς τὴν ὄψιν αὐτοῦ πρὶν εἰς χεῖρας ἐλθεῖν ὑποδείσαντες ἐνδοῖεν·
§53
πέπυστο γάρ, ὅπερ ἦν ἀληθές, τοῖς στασιώδεσι καὶ λῃστρικοῖς τὸν δῆμον ὑποπεπτηχότα ποθεῖν μὲν εἰρήνην, ἀσθενέστερον δὲ ὄντα τῆς ἐπαναστάσεως ἠρεμεῖν.
§54
Ἕως μὲν οὖν ὄρθιον ἱππάζετο τὴν λεωφόρον κατατείνουσαν πρὸς τὸ τεῖχος οὐδεὶς προυφαίνετο τῶν πυλῶν,
§55
ἐπεὶ δʼ ἐκ τῆς ὁδοῦ πρὸς τὸν Ψήφινον πύργον ἀποκλίνας πλάγιον ἦγε τὸ τῶν ἱππέων στῖφος, προπηδήσαντες ἐξαίφνης ἄπειροι κατὰ τοὺς Γυναικείους καλουμένους πύργους διὰ τῆς ἀντικρὺ τῶν Ἑλένης μνημείων πύλης διεκπαίουσι τῆς ἵππου,
§56
καὶ τοὺς μὲν ἔτι κατὰ τὴν ὁδὸν θέοντας ἀντιμέτωποι στάντες ἐκώλυσαν συνάψαι τοῖς ἐκκλίνασι, τὸν δὲ Τίτον ἀποτέμνονται σὺν ὀλίγοις.
§57
τῷ δὲ πρόσω μὲν ἦν χωρεῖν ἀδύνατον· ἐκτετάφρευτο γὰρ ἀπὸ τοῦ τείχους περὶ τὰς κηπείας ἅπαντα τοίχοις τε ἐπικαρσίοις καὶ πολλοῖς ἕρκεσι διειλημμένα·
§58
τὴν δὲ πρὸς τοὺς σφετέρους ἀναδρομὴν πλήθει τῶν ἐν μέσῳ πολεμίων ἀμήχανον ἑώρα καὶ τραπέντας τοὺς ἀνὰ τὴν λεωφόρον, ὧν οἱ πολλοὶ μηδὲ γινώσκοντες τὸν τοῦ βασιλέως κίνδυνον, ἀλλʼ οἰόμενοι συναναστραφῆναι κἀκεῖνον ἀνέφευγον.
§59
ὁ δὲ κατιδὼν ὡς ἐν μόνῃ τῇ καθʼ αὑτὸν ἀλκῇ κεῖται τὸ σώζεσθαι τόν τε ἵππον ἐπιστρέφει καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ἕπεσθαι μέσοις ἐμπηδᾷ τοῖς πολεμίοις διεκπαῖσαι πρὸς τοὺς σφετέρους βιαζόμενος.
§60
ἔνθα δὴ μάλιστα παρέστη νοεῖν, ὅτι καὶ πολέμων ῥοπαὶ καὶ βασιλέων κίνδυνοι μέλονται θεῷ·
§61
τοσούτων γὰρ ἐπὶ τὸν Τίτον ἀφιεμένων βελῶν μήτε κράνος ἔχοντα μήτε θώρακα, προῆλθε γὰρ ὡς ἔφην οὐ πολεμιστὴς ἀλλὰ κατάσκοπος, οὐδὲν ἥψατο τοῦ σώματος, κενὰ δʼ ὥσπερ ἐπίτηδες ἀστοχούντων παρερροιζεῖτο πάντα.
§62
ὁ δὲ ξίφει τοὺς κατὰ πλευρὸν ἀεὶ διαστέλλων καὶ πολλοὺς τῶν ἀντιπροσώπων ἀνατρέπων ἤλαυνεν ὑπὲρ τοὺς ἐρειπομένους τὸν ἵππον.
§63
τῶν δὲ κραυγή τε ἦν πρὸς τὸ παράστημα τοῦ Καίσαρος καὶ παρακέλευσις ὁρμᾶν ἐπʼ αὐτόν, φυγὴ δὲ καὶ χωρισμὸς ἄθρους καθʼ οὓς ἐπελαύνων γένοιτο.
§64
συνῆπτον δὲ οἱ τοῦ κινδύνου μετέχοντες κατὰ νῶτα καὶ κατὰ πλευρὰν νυσσόμενοι· μία γὰρ ἐλπὶς ἦν σωτηρίας ἑκάστῳ τὸ συνεξανύτειν τῷ Τίτῳ καὶ μὴ φθάσαντα κυκλωθῆναι.
§65
δύο γοῦν τῶν ἀπωτέρω τὸν μὲν σὺν τῷ ἵππῳ περισχόντες κατηκόντισαν, θάτερον δὲ καταπηδήσαντα διαφθείραντες τὸν ἵππον ἀπήγαγον, μετὰ δὲ τῶν λοιπῶν Τίτος ἐπὶ τὸ στρατόπεδον διασώζεται.
§66
τοῖς μὲν οὖν Ἰουδαίοις πλεονεκτήσασι κατὰ τὴν πρώτην ἐπίθεσιν ἐπήγειρε τὰς διανοίας ἄσκεπτος ἐλπίς, καὶ πολὺ θάρσος αὐτοῖς εἰς τὸ μέλλον ἡ πρόσκαιρος ῥοπὴ προυξένει.
§67
Καῖσαρ δʼ ὡς αὐτῷ συνέμιξε διὰ νυκτὸς τὸ ἀπὸ τῆς Ἀμμαοῦς τάγμα, μεθʼ ἡμέραν ἐκεῖθεν ἄρας ἐπὶ τὸν Σκοπὸν καλούμενον πρόεισιν, ἔνθεν ἥ τε πόλις ἤδη κατεφαίνετο καὶ τὸ τοῦ ναοῦ μέγεθος ἐκλάμπον, καθὰ τῷ βορείῳ κλίματι τῆς πόλεως χθαμαλὸς συνάπτων ὁ χῶρος ἐτύμως Σκοπὸς ὠνόμασται.
§68
τῆς δὲ πόλεως σταδίους ἑπτὰ διέχων ἐκέλευσε περιβαλέσθαι στρατόπεδον τοῖς δύο τάγμασιν ὁμοῦ, τὸ δὲ πέμπτον τούτων ὀπίσω τρισὶ σταδίοις· κόπῳ γὰρ τῆς διὰ νυκτὸς πορείας τετρυμένους ἐδόκει σκέπης ἀξίους εἶναι, ὡς ἂν ἀδεέστερον τειχίσαιντο.
§69
καταρχομένων δʼ ἄρτι τῆς δομήσεως καὶ τὸ δέκατον τάγμα διὰ Ἱεριχοῦντος ἤδη παρῆν, ἔνθα καθῆστό τις ὁπλιτικὴ μοῖρα φρουροῦσα τὴν ἐμβολὴν ὑπὸ Οὐεσπασιανοῦ προκατειλημμένην.
§70
προσετέτακτο δʼ αὐτοῖς ἓξ ἀπέχοντας τῶν Ἱεροσολύμων σταδίους στρατοπεδεύσασθαι κατὰ τὸ Ἐλαιῶν καλούμενον ὄρος, ὃ τῇ πόλει πρὸς ἀνατολὴν ἀντίκειται μέσῃ φάραγγι βαθείᾳ διειργόμενον, ἣ Κεδρὼν ὠνόμασται.
§71
Τῶν δʼ ἀνὰ τὸ ἄστυ συρρηγνυμένων ἀδιαλείπτως τότε πρῶτον ἀνέπαυσεν τὴν ἐπʼ ἀλλήλοις ἔριν ὁ ἔξωθεν πόλεμος ἐξαίφνης πολὺς ἐπελθών·
§72
καὶ μετʼ ἐκπλήξεως οἱ στασιασταὶ τοὺς Ῥωμαίους ἀφορῶντες στρατοπεδευομένους τριχῆ κακῆς ὁμονοίας κατήρχοντο καὶ λόγον ἀλλήλοις ἐδίδοσαν,
§73
τί μένοιεν ἢ τί παθόντες ἀνέχοιντο τρία ταῖς ἀναπνοαῖς αὐτῶν ἐπιφρασσόμενα τείχη, καὶ τοῦ πολέμου μετʼ ἀδείας ἀντιπολίζοντος ἑαυτόν, οἱ δʼ ὥσπερ θεαταὶ καλῶν καὶ συμφόρων ἔργων καθέζοιντο τειχήρεις τὼ χεῖρε καὶ τὰς πανοπλίας παρέντες;
§74
καθʼ αὑτῶν ἄρα γενναῖοι μόνον ἡμεῖς, ἐξεβόησαν, Ῥωμαῖοι δὲ ἐκ τῆς ἡμετέρας στάσεως κερδήσουσιν ἀναιμωτὶ τὴν πόλιν. τούτοις ἀθροίζοντες ἀλλήλους παρεκρότουν,
§75
καὶ τὰς πανοπλίας ἁρπάσαντες αἰφνιδίως ἐπεκθέουσι τῷ δεκάτῳ τάγματι καὶ διὰ τῆς φάραγγος ᾄξαντες μετὰ κραυγῆς ἐξαισίου τειχιζομένοις προσπίπτουσι τοῖς πολεμίοις.
§76
οἱ δὲ πρὸς τὸ ἔργον διῃρημένοι καὶ διὰ τοῦτο τὰ πολλὰ τεθεικότες τῶν ὅπλων, οὔτε γὰρ θαρρήσειν τοὺς Ἰουδαίους πρὸς ἐκδρομὴν ὑπελάμβανον καὶ προθυμουμένων περισπασθήσεσθαι τὰς ὁρμὰς τῇ στάσει,
§77
συνεταράχθησαν ἀδοκήτως, καὶ τῶν ἔργων ἀφέμενοι τινὲς μὲν ἀνεχώρουν εὐθέως, πολλοὶ δʼ ἐπὶ τὰ ὅπλα θέοντες πρὶν ἐπιστραφῆναι πρὸς τοὺς ἐχθροὺς ἐφθάνοντο παιόμενοι.
§78
προσεγίνοντο δὲ τοῖς Ἰουδαίοις ἀεὶ πλείους ἐπὶ τῷ κρατεῖν τοὺς πρώτους τεθαρρηκότες, καὶ τῶν ὄντων πολλαπλασίους ἐδόκουν σφίσι τε καὶ τοῖς πολεμίοις δεξιᾷ χρώμενοι τῇ τύχῃ.
§79
μάλιστα δὲ τοὺς ἐν ἔθει συντάξεως ὄντας καὶ μετὰ κόσμου καὶ παραγγελμάτων πολεμεῖν εἰδότας ἀταξία φθάσασα θορυβεῖ. διὸ καὶ τότε προληφθέντες οἱ Ῥωμαῖοι ταῖς ἐμβολαῖς εἶκον.
§80
καὶ ὁπότε μὲν ἐπιστραφεῖεν οἱ καταλαμβανόμενοι, τοῦ τε δρόμου τοὺς Ἰουδαίους ἐπεῖχον καὶ διὰ τὴν ὁρμὴν ἧττον φυλαττομένους ἐτίτρωσκον, ἀεὶ δὲ πληθυούσης τῆς ἐκδρομῆς μᾶλλον ταραττόμενοι τελευταῖον ἀπὸ τοῦ στρατοπέδου τρέπονται.
§81
καὶ δοκεῖ τότε ἂν κινδυνεῦσαι τὸ τάγμα πᾶν, εἰ μὴ Τίτος ἀγγελθὲν αὐτῷ τάχος ἐπεβοήθησε, καὶ πολλὰ ὀνειδίσας εἰς ἀνανδρίαν ἐπιστρέφει μὲν τοὺς φεύγοντας,
§82
αὐτὸς δὲ πλαγίοις τοῖς Ἰουδαίοις προσπεσὼν μεθʼ ὧν ἧκεν ἐπιλέκτων συχνοὺς μὲν ἀναιρεῖ, τιτρώσκει δὲ πλείους, τρέπεται δὲ πάντας καὶ συνωθεῖ κατὰ τῆς φάραγγος.
§83
οἱ δʼ ἐν τῷ κατάντει πολλὰ κακωθέντες ὡς διεξέπεσον, ἄντικρυς ἐπιστρέφονται καὶ μέσην ἔχοντες τὴν χαράδραν τοῖς Ῥωμαίοις διεμάχοντο.
§84
μέχρι μὲν δὴ μέσης ἡμέρας οὕτως ἐπολέμουν, ὀλίγον δʼ ἀπὸ μεσημβρίας ἐκκλίνοντος ἤδη, Τίτος τοὺς μεθʼ αὑτοῦ προσβοηθήσαντας καὶ τοὺς ἀπὸ τῶν σπειρῶν τοῖς ἐκτρέχουσιν ἀντιπαρατάξας τὸ λοιπὸν τάγμα πρὸς τὸν τειχισμὸν ἀνέπεμπεν εἰς τὴν ἀκρώρειαν.
§85
Ἰουδαίοις δὲ τοῦτʼ ἐδόκει φυγή, καὶ τοῦ σκοποῦ κατασείσαντος θοιμάτιον, ὃς αὐτοῖς ἐπὶ τοῦ τείχους καθῆστο, προπηδῶσι πλῆθος ἀκραιφνέστερον μετὰ τοσαύτης ὁρμῆς, ὡς τὸν δρόμον αὐτῶν τοῖς ἀγριωτάτοις εἰκάζειν θηρίοις.
§86
ἀμέλει τῶν ἀντιπαραταχθέντων οὐδεὶς ἔμεινεν τὴν συμβολήν, ἀλλʼ ὥσπερ ἐξ ὀργάνου παιόμενοι διέρρηξαν τὴν τάξιν καὶ πρὸς τὸ ὄρος τραπέντες ἀνέφευγον.
§87
λείπεται δʼ ἐν μέσῳ τῷ προσάντει Τίτος μετʼ ὀλίγων, καὶ πολλὰ τῶν φίλων παραινούντων, ὅσοι διʼ αἰδῶ τὴν πρὸς τὸν ἡγεμόνα τοῦ κινδύνου καταφρονήσαντες ἔστησαν,
§88
εἶξαι θανατῶσιν Ἰουδαίοις καὶ μὴ προκινδυνεύειν τούτων, οὓς ἐχρῆν πρὸ αὐτοῦ μένειν, λαμβάνειν δὲ ἔννοιαν τῆς καθʼ αὑτὸν τύχης καὶ μὴ στρατιώτου τάξιν ἀποπληροῦν ὄντα καὶ τοῦ πολέμου καὶ τῆς οἰκουμένης δεσπότην, μηδʼ ὀξεῖαν οὕτως ὑφίστασθαι ῥοπὴν ἐν ᾧ σαλεύει τὰ πάντα,
§89
τούτων οὐδʼ ἀκούειν ἔδοξε, τοῖς δὲ καθʼ αὑτὸν ἀνατρέχουσιν ἀνθίσταται καὶ κατὰ στόμα παίων βιαζομένους ἀνῄρει κατά τε τοῦ πρανοῦς ἀθρόοις ἐμπίπτων ἀνεώθει τὸ πλῆθος.
§90
οἱ δὲ πρός τε τὸ παράστημα καὶ τὴν ἰσχὺν καταπλαγέντες οὐδʼ οὕτως μὲν ἀνέφευγον εἰς τὴν πόλιν, καθʼ ἕτερον δʼ ἐκκλίνοντες ἀπʼ αὐτοῦ τοῖς ἀνωτέρω φεύγουσι προσέκειντο. καὶ τούτοις δὲ κατὰ πλευρὰν προσβάλλων τὰς ὁρμὰς ὑπετέμνετο.
§91
κἀν τούτῳ καὶ τοῖς ἄνω τειχίζουσι τὸ στρατόπεδον, ὡς ἐθεάσαντο τοὺς κάτω φεύγοντας,
§92
πάλιν ἐμπίπτει ταραχὴ καὶ δέος, καὶ διασκίδναται πᾶν τὸ τάγμα, δοκούντων ἀνυπόστατον μὲν εἶναι τὴν τῶν Ἰουδαίων ἐκδρομήν, τετράφθαι δʼ αὐτὸν Τίτον· οὐ γὰρ ἄν ποτε τοὺς ἄλλους φεύγειν ἐκείνου μένοντος.
§93
καὶ καθάπερ πανικῷ δείματι κυκλωθέντες ἄλλος ἀλλαχῆ διεφέροντο, μέχρι τινὲς κατιδόντες ἐν μέσῳ τοῦ πολέμου τὸν ἡγεμόνα στρεφόμενον καὶ μέγα δείσαντες ἀμφʼ αὐτῷ διαβοῶσι τὸν κίνδυνον ὅλῳ τῷ τάγματι.
§94
τοὺς δʼ αἰδὼς ἐπέστρεφε, καὶ πλεῖόν τι φυγῆς κακίζοντες ἀλλήλους ἐπὶ τῷ καταλιπεῖν Καίσαρα πάσῃ βίᾳ κατὰ τῶν Ἰουδαίων ἐχρῶντο καὶ κλίναντες ἅπαξ ἀπὸ τοῦ κατάντους συνώθουν αὐτοὺς εἰς τὸ κοῖλον.
§95
οἱ δʼ ὑπὸ πόδα χωροῦντες ἐμάχοντο, καὶ πλεονεκτοῦντες οἱ Ῥωμαῖοι τῷ καθύπερθεν εἶναι συνελαύνουσι πάντας εἰς τὴν φάραγγα.
§96
προσέκειτο δὲ τοῖς καθʼ αὑτὸν ὁ Τίτος καὶ τὸ μὲν τάγμα πάλιν ἐπὶ τὴν τειχοποιίαν ἔπεμψεν, αὐτὸς δὲ σὺν οἷς πρότερον ἀντιστὰς εἶργε τοὺς πολεμίους·
§97
ὥστʼ, εἰ χρὴ μήτε θεραπείᾳ τι προστιθέντα μήθʼ ὑφελόντα φθόνῳ τἀληθὲς εἰπεῖν, αὐτὸς Καῖσαρ δὶς μὲν ἐρρύσατο κινδυνεῦσαν ὅλον τὸ τάγμα καὶ τοῦ περιβαλέσθαι τὸ στρατόπεδον αὐτοῖς ἄδειαν παρέσχε.
§98
Λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραζε πολέμου πάλιν τὸν ἔνδον ἡ στάσις ἐπήγειρεν.
Titus encamps
§99
καὶ τῆς τῶν ἀζύμων ἐνστάσης ἡμέρας τεσσαρεσκαιδεκάτῃ Ξανθικοῦ μηνός, ἐν ᾗ δοκοῦσιν Ἰουδαῖοι τὸν πρῶτον ἀπαλλαγῆναι καιρὸν Αἰγυπτίων, οἱ μὲν περὶ τὸν Ἐλεάζαρον παρανοίγοντες τὰς πύλας ἐδέχοντο ἐκ τοῦ δήμου τοὺς προσκυνεῖν ἐθέλοντας εἴσω,
§100
Ἰωάννης δὲ προκάλυμμα τῆς ἐπιβουλῆς ποιησάμενος τὴν ἑορτὴν τῶν σὺν αὐτῷ κρυπτοῖς ὅπλοις ἐνσκευάσας τοὺς ἀσημοτέρους, ὧν οἱ πλείους ἦσαν ἄναγνοι, διὰ σπουδῆς παρεισπέμπει προκαταληψομένους τὸ ἱερόν. οἱ δʼ ὡς ἔνδον ἐγένοντο, τὰς ἐσθῆτας ἀπορρίψαντες ἐφάνησαν ἐξαπίνης ὁπλῖται.
§101
ταραχὴ δὲ μεγίστη περὶ τὸν ναὸν αὐτίκα καὶ θόρυβος ἦν, τοῦ μὲν ἔξω τῆς στάσεως λαοῦ κατὰ πάντων ἄκριτον οἰομένων εἶναι τὴν ἐπίθεσιν, τῶν δὲ ζηλωτῶν ἐπὶ σφίσι μόνοις.
§102
ἀλλʼ οἱ μὲν ἀφέμενοι τὸ φρουρεῖν ἔτι τὰς πύλας καὶ τῶν ἐπάλξεων καταπηδήσαντες πρὶν εἰς χεῖρας ἐλθεῖν εἰς τοὺς ὑπονόμους τοῦ ἱεροῦ κατέφυγον· οἱ δʼ ἀπὸ τοῦ δήμου πρὸς τῷ βωμῷ καταπτήσσοντες καὶ περὶ τὸν ναὸν συνειλούμενοι κατεπατοῦντο ξύλοις τε ἀνέδην παιόμενοι καὶ σιδήρῳ.
§103
πολλοὺς δὲ τῶν ἡσυχίων κατʼ ἔχθραν καὶ μῖσος ἴδιον ὡς ἀντιστασιαστὰς ἀνῄρουν οἱ διάφοροι, καὶ πᾶς ὁ προσκρούσας τῳ τῶν ἐπιβούλων πάλαι τηνικαῦτα ἐπιγνωσθεὶς ὡς ζηλωτὴς πρὸς αἰκίαν ἀνήγετο.
§104
πολλὰ δὲ δεινὰ τοὺς ἀναιτίους διαθέντες ἐκεχειρίαν τοῖς αἰτίοις ἔδοσαν, καὶ προελθόντας ἐκ τῶν ὑπονόμων διίεσαν. αὐτοὶ δὲ καὶ τὸ ἐνδότερον ἱερὸν κατασχόντες καὶ τὰς ἐν αὐτῷ παρασκευὰς πάσας κατεθάρρουν ἤδη τοῦ Σίμωνος.
§105
ἡ μὲν οὖν στάσις οὕτω τριμερὴς οὖσα πρότερον εἰς δύο μοίρας περιίσταται.
§106
Ὁ δὲ Τίτος ἔγγιον ἀπὸ τοῦ Σκοποῦ τῇ πόλει παραστρατοπεδεύσασθαι προαιρούμενος πρὸς μὲν τοὺς ἐκτρέχοντας ἔστησεν ἐπιλέξας ἱππέων τε καὶ πεζῶν ὅσους ἀρκέσειν ὑπελάμβανεν, τῇ δʼ ὅλῃ δυνάμει προσέταξεν ἐξομαλίζειν τὸ μέχρι τοῦ τείχους διάστημα. καταβληθέντος δὲ παντὸς ἕρκους καὶ περιφράγματος,
§107
ὅσα κήπων προανεστήσαντο καὶ δένδρων οἱ οἰκήτορες, ὕλης τε ἡμέρου τῆς μεταξὺ πάσης ἐκκοπείσης ἀνεπλήσθη μὲν τὰ κοῖλα καὶ χαραδρώδη τοῦ τόπου,
§108
τὰς δὲ πετρώδεις ἐξοχὰς σιδήρῳ κατεργαζόμενοι χθαμαλὸν ἐποίουν πάντα τὸν τόπον ἀπὸ τοῦ Σκοποῦ μέχρι τῶν Ἡρώδου μνημείων, ἃ προσέχει τῇ τῶν ὄφεων ἐπικαλουμένῃ κολυμβήθρᾳ.
§109
Καὶ κατὰ ταύτας τὰς ἡμέρας ἐνέδραν οἱ Ἰουδαῖοι κατὰ τῶν Ῥωμαίων συσκευάζονται τοιάνδε.
§110
τῶν στασιαστῶν οἱ τολμηροὶ προελθόντες ἔξω τῶν Γυναικείων καλουμένων πύργων, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν εἰρηνικὰ φρονούντων καὶ δεδοικότες τὴν τῶν Ῥωμαίων ἔφοδον ἀνειλοῦντο καὶ παρʼ ἀλλήλους ὑπέπτησσον.
§111
οἱ δὲ διαστάντες ἐπὶ τοῦ τείχους δῆμος εἶναι δοκῶν εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο καὶ τοὺς Ῥωμαίους ἐκάλουν ἀνοίξειν ὑπισχνούμενοι τὰς πύλας· ἅμα δὲ ταῦτα κεκραγότες καὶ τοὺς σφετέρους ἔβαλλον λίθοις ὡς ἀπελαύνοντες τῶν πυλῶν.
§112
κἀκεῖνοι βιάζεσθαι τὰς εἰσόδους ὑπεκρίνοντο καὶ τοὺς ἔνδον ἱκετεύειν, συνεχῶς τε πρὸς τοὺς Ῥωμαίους ὁρμήσαντας ἐπιστρεφόμενοι ταραττομένοις προσεῴκεισαν.
§113
παρὰ μὲν οὖν τοῖς στρατιώταις τὸ πανοῦργον αὐτῶν οὐκ ἐλείπετο πίστεως, ἀλλʼ ὡς τοὺς μὲν ἐν χερσὶν ἔχοντες ἑτοίμους πρὸς τιμωρίαν, τοὺς δὲ ἀνοίξειν τὴν πόλιν ἐλπίζοντες ἐχώρουν ἐπὶ τὴν πρᾶξιν.
§114
Τίτῳ δὲ διʼ ὑποψίας ἦν τὸ τῆς ἐπικλήσεως παράλογον· καὶ γὰρ πρὸ μιᾶς ἡμέρας προκαλούμενος αὐτοὺς ἐπὶ συμβάσεις διὰ τοῦ Ἰωσήπου μέτριον οὐδὲν εὕρισκε· καὶ τότε τοὺς στρατιώτας κατὰ χώραν μένειν ἐκέλευσεν.
§115
ἔφθασαν δέ τινες τῶν ἐπὶ τοῖς ἔργοις προτεταγμένων ἁρπάσαντες τὰ ὅπλα πρὸς τὰς πύλας ἐκδραμεῖν.
§116
τούτοις οἱ μὲν ἐκβεβλῆσθαι δοκοῦντες τὸ πρῶτον ὑπεχώρουν, ἐπεὶ δὲ μεταξὺ τῶν τῆς πύλης ἐγίνοντο πύργων, ἐκθέοντες ἐκυκλοῦντό σφας καὶ προσέκειντο κατόπιν·
§117
οἱ δʼ ἀπὸ τοῦ τείχους πλῆθος χερμάδων καὶ βελῶν παντοίων ἄθρουν κατέχεαν, ὡς συχνοὺς μὲν ἀνελεῖν, τρῶσαι δὲ πλείστους.
§118
ἦν γὰρ οὐ ῥᾴδιον τοῦ τείχους διαφυγεῖν τῶν κατόπιν βιαζομένων, καὶ ἄλλως αἰδὼς τῆς διαμαρτίας καὶ τῶν ἡγεμόνων δέος παρεκελεύετο τῷ πταίσματι προσλιπαρεῖν.
§119
διὸ δὴ μέχρι πλείστου διαδορατιζόμενοι καὶ πολλὰς ὑπὸ τῶν Ἰουδαίων λαμβάνοντες πληγάς, ἀμέλει δʼ οὐκ ἐλάττους ἀντιδιδόντες, τέλος ἀνωθοῦσι τοὺς κυκλωσαμένους· ὑποχωροῦσι δʼ αὐτοῖς οἱ Ἰουδαῖοι καὶ μέχρι τῶν Ἑλένης μνημείων εἵποντο βάλλοντες.
§120
Ἔπειθʼ οἱ μὲν ἀπειροκάλως ἐξυβρίζοντες εἰς τὴν τύχην ἔσκωπτόν τε τοὺς Ῥωμαίους δελεασθέντας ἀπάτῃ καὶ τοὺς θυρεοὺς ἀνασείοντες ἐσκίρτων καὶ μετὰ χαρᾶς ἀνεβόων.
§121
τοὺς δὲ στρατιώτας ἀπειλή τε τῶν ταξιάρχων καὶ χαλεπαίνων Καῖσαρ τούτοις ἐξεδέχετο, φάσκων ὡς Ἰουδαῖοι μέν, οἷς ἀπόνοια μόνη στρατηγεῖ, πάντα μετὰ προνοίας πράττουσι καὶ σκέψεως ἐπιβουλάς τε συντάσσοντες καὶ λόχους, ἕπεται δʼ αὐτῶν ταῖς ἐνέδραις καὶ τύχη διὰ τὸ πειθήνιον καὶ τὴν πρὸς ἀλλήλους εὔνοιάν τε καὶ πίστιν·
§122
Ῥωμαῖοι δέ, οἷς διʼ εὐταξίαν καὶ τὸ πρὸς τοὺς ἡγεμόνας εὐπειθὲς ἀεὶ δουλεύει καὶ τύχη, νῦν ὑπὸ τῶν ἐναντίων πταίουσι καὶ διὰ χειρῶν ἀκρασίαν ἁλίσκονται, τὸ πάντων αἴσχιστον, ἀστρατήγητοι μαχόμενοι παρόντος Καίσαρος.
§123
ἦ μεγάλα μὲν στενάξειν ἔφη τοὺς τῆς στρατείας νόμους, μεγάλα δὲ αὐτοῦ τὸν πατέρα τήνδε τὴν πληγὴν πυθόμενον,
§124
εἴ γε ὁ μὲν ἐν πολέμοις γηράσας οὐδέποτʼ ἔπταισεν οὕτως, οἱ νόμοι δʼ ἀεὶ καὶ τοὺς βραχύ τι τῆς τάξεως παρακινήσαντας θανάτῳ κολάζουσιν, νῦν δʼ ὅλην στρατιὰν ἑωράκασι λιποτάκτην.
§125
γνώσεσθαί γε μὴν αὐτίκα τοὺς ἀπαυθαδισαμένους, ὅτι καὶ τὸ νικᾶν παρὰ Ῥωμαίοις δίχα παραγγέλματος ἀδοξεῖται.
§126
τοιαῦτα διατεινάμενος πρὸς τοὺς ἡγεμόνας δῆλος ἦν κατὰ πάντων χρήσεσθαι τῷ νόμῳ. καὶ οἱ μὲν παρεῖσαν τὰς ψυχὰς ὡς ὅσον οὔπω τεθνηξόμενοι δικαίως,
§127
περιχυθέντα δὲ τὰ τάγματα τῷ Τίτῳ περὶ τῶν συστρατιωτῶν ἱκέτευε καὶ τὴν ὀλίγων προπέτειαν χαρίσασθαι τῇ πάντων εὐπειθείᾳ κατηντιβόλουν· ἀναλήψεσθαι γὰρ τὸ παρὸν πταῖσμα ταῖς εἰς τὸ μέλλον ἀρεταῖς.
§128
Πείθεται Καῖσαρ ἅμα ταῖς τε ἱκεσίαις καὶ τῷ συμφέροντι· τὴν μὲν γὰρ καθʼ ἑνὸς τιμωρίαν ᾤετο χρῆναι μέχρις ἔργου προκόπτειν, τὴν δʼ ἐπὶ πλήθους μέχρι λόγου.
§129
τοῖς μὲν οὖν στρατιώταις διηλλάττετο πολλὰ νουθετήσας αὖθις εἶναι φρονιμωτέρους, αὐτὸς δʼ ὅπως ἀμυνεῖται τὴν Ἰουδαίων ἐπιβουλὴν ἐσκόπει.
The Roman assault begins
§130
τέσσαρσι δʼ ἡμέραις ἐξισωθέντος τοῦ μέχρι τῶν τειχῶν διαστήματος, βουλόμενος μετὰ ἀσφαλείας τάς τε ἀποσκευὰς καὶ τὸ λοιπὸν πλῆθος παράγειν τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινεν τῷ τείχει κατὰ τὸ βόρειον κλίμα καὶ πρὸς ἑσπέραν ἐφʼ ἑπτὰ βαθύνας τὴν φάλαγγα, τῶν τε πεζῶν προτεταγμένων καὶ κατόπιν τῶν ἱππέων,
§131
τριστοίχων ἑκατέρων, ἕβδομοι κατὰ μέσον εἱστήκεσαν οἱ τοξόται.
§132
τοσούτῳ δὲ στίφει πεφραγμένων Ἰουδαίοις τῶν ἐκδρομῶν τά τε ὑποζύγια τῶν τριῶν ταγμάτων καὶ ἡ πληθὺς ἀδεῶς παρώδευσεν.
§133
αὐτὸς μὲν οὖν Τίτος ἀπέχων ὅσον εἰς σταδίους δύο τοῦ τείχους κατὰ τὸ γωνιαῖον αὐτοῦ μέρος ἀντικρὺ τοῦ καλουμένου Ψηφίνου πύργου στρατοπεδεύεται, πρὸς ὃν ὁ κύκλος τοῦ τείχους ἀπʼ ἄρκτων καθήκων ἀνακάμπτει πρὸς δύσιν·
§134
ἡ δʼ ἑτέρα μοῖρα τῆς στρατιᾶς κατὰ τὸν Ἱππικὸν προσαγορευθέντα πύργον τειχίζεται διεστῶσα τῆς πόλεως ὁμοίως δύο σταδίους.
§135
τὸ μέντοι δέκατον τάγμα κατὰ χώραν ἐπὶ τοῦ Ἐλαιῶν ὄρους ἔμενε.
§136
Τρισὶ δʼ ὠχυρωμένη τείχεσιν ἡ πόλις καθʼ ἣν μὴ ταῖς ἀβάτοις φάραγξι κεκύκλωτο, ταύτῃ γὰρ εἷς ἦν περίβολος, αὐτὴ μὲν ὑπὲρ δύο λόφων ἀντιπρόσωπος ἔκτιστο μέσῃ φάραγγι διῃρημένων, εἰς ἣν ἐπάλληλοι κατέληγον αἱ οἰκίαι.
§137
τῶν δὲ λόφων ὁ μὲν τὴν ἄνω πόλιν ἔχων ὑψηλότερός τε πολλῷ καὶ τὸ μῆκος ἰθύτερος ἦν· διὰ γοῦν τὴν ὀχυρότητα φρούριον μὲν ὑπὸ Δαυίδου τοῦ βασιλέως ἐκαλεῖτο, πατὴρ Σολομῶνος ἦν οὗτος τοῦ τὸν πρῶτον ναὸν κτίσαντος, ἡ ἄνω δὲ ἀγορὰ πρὸς ἡμῶν· ἅτερος δὲ ὁ καλούμενος Ἄκρα καὶ τὴν κάτω πόλιν ὑφεστὼς ἀμφίκυρτος.
§138
τούτου δʼ ἄντικρυς τρίτος ἦν λόφος, ταπεινότερός τε φύσει τῆς Ἄκρας καὶ πλατείᾳ φάραγγι διειργόμενος ἄλλῃ πρότερον.
§139
αὖθίς γε μὴν καθʼ οὓς οἱ Ἀσαμωναῖοι χρόνους ἐβασίλευον τήν τε φάραγγα ἔχωσαν συνάψαι βουλόμενοι τῷ ἱερῷ τὴν πόλιν καὶ τῆς Ἄκρας κατεργασάμενοι τὸ ὕψος ἐποίησαν χθαμαλώτερον, ὡς ὑπερφαίνοιτο καὶ ταύτῃ τὸ ἱερόν.
§140
ἡ δὲ τῶν τυροποιῶν προσαγορευομένη φάραγξ, ἣν ἔφαμεν τόν τε τῆς ἄνω πόλεως καὶ τὸν κάτω λόφον διαστέλλειν, καθήκει μέχρι Σιλωᾶς· οὕτω γὰρ τὴν πηγὴν γλυκεῖάν τε καὶ πολλὴν οὖσαν ἐκαλοῦμεν.
§141
ἔξωθεν δʼ οἱ τῆς πόλεως δύο λόφοι βαθείαις φάραγξιν περιείχοντο, καὶ διὰ τοὺς ἑκατέρωθεν κρημνοὺς προσιτὸν οὐδαμόθεν ἦν.
§142
Τῶν δὲ τριῶν τειχῶν τὸ μὲν ἀρχαῖον διά τε τὰς φάραγγας καὶ τὸν ὑπὲρ τούτων λόφον, ἐφʼ οὗ κατεσκεύαστο, δυσάλωτον ἦν·
§143
πρὸς δὲ τῷ πλεονεκτήματι τοῦ τόπου καὶ καρτερῶς ἐδεδόμητο, Δαυίδου τε καὶ Σολομῶνος, ἔτι δὲ τῶν μεταξὺ τούτων βασιλέων φιλοτιμηθέντων περὶ τὸ ἔργον.
§144
ἀρχόμενον δὲ κατὰ βορρᾶν ἀπὸ τοῦ Ἱππικοῦ καλουμένου πύργου καὶ διατεῖνον ἐπὶ τὸν ξυστόν, ἔπειτα τῇ βουλῇ συνάπτον ἐπὶ τὴν ἑσπέριον τοῦ ἱεροῦ στοὰν ἀπηρτίζετο.
§145
κατὰ θάτερα δὲ πρὸς δύσιν, ἀπὸ ταὐτοῦ μὲν ἀρχόμενον, διὰ δὲ τοῦ Βησοῦ καλουμένου χώρου κατατεῖνον ἐπὶ τὴν Ἐσσηνῶν πύλην, κἄπειτα πρὸς νότον ὑπὲρ τὴν Σιλωὰν ἐπιστρέφον πηγήν, ἔνθεν τε πάλιν ἐκκλίνον πρὸς ἀνατολὴν ἐπὶ τὴν Σολομῶνος κολυμβήθραν καὶ διῆκον μέχρι χώρου τινός, ὃν καλοῦσιν Ὀφλάς, τῇ πρὸς ἀνατολὴν στοᾷ τοῦ ἱεροῦ συνῆπτε.
§146
τὸ δὲ δεύτερον τὴν μὲν ἀρχὴν ἀπὸ πύλης εἶχεν, ἣν Γενὰθ ἐκάλουν τοῦ πρώτου τείχους οὖσαν, κυκλούμενον δὲ τὸ προσάρκτιον κλίμα μόνον ἀνῄει μέχρι τῆς Ἀντωνίας.
§147
τῷ τρίτῳ δʼ ἀρχὴ ἦν ὁ Ἱππικὸς πύργος, ὅθεν μέχρι τοῦ βορείου κλίματος κατατεῖνον ἐπὶ τὸν Ψήφινον πύργον, ἔπειτα καθῆκον ἀντικρὺ τῶν Ἑλένης μνημείων, Ἀδιαβηνὴ βασιλὶς ἦν αὕτη Ἰζάτου βασιλέως θυγάτηρ, καὶ διὰ σπηλαίων βασιλικῶν μηκυνόμενον ἐκάμπτετο μὲν γωνιαίῳ πύργῳ κατὰ τὸ τοῦ Γναφέως προσαγορευόμενον μνῆμα, τῷ δʼ ἀρχαίῳ περιβόλῳ συνάπτον εἰς τὴν Κεδρῶνα καλουμένην φάραγγα κατέληγεν.
§148
τοῦτο τῇ προσκτισθείσῃ πόλει περιέθηκεν Ἀγρίππας, ἥπερ ἦν πᾶσα γυμνή· πλήθει γὰρ ὑπερχεομένη κατὰ μικρὸν ἐξεῖρπε τῶν περιβόλων.
§149
καὶ τοῦ ἱεροῦ τὰ προσάρκτια πρὸς τῷ λόφῳ συμπολίζοντες ἐπʼ οὐκ ὀλίγον προῆλθον καὶ τέταρτον περιοικηθῆναι λόφον, ὃς καλεῖται Βεζεθά, κείμενος μὲν ἀντικρὺ τῆς Ἀντωνίας, ἀποτεμνόμενος δὲ ὀρύγματι βαθεῖ·
§150
διεταφρεύθη γὰρ ἐπίτηδες, ὡς μὴ τῷ λόφῳ συνάπτοντες οἱ θεμέλιοι τῆς Ἀντωνίας εὐπρόσιτοί τε εἶεν καὶ ἧττον ὑψηλοί·
§151
διὸ δὴ καὶ πλεῖστον ὕψος τοῖς πύργοις προσεδίδου τὸ βάθος τῆς τάφρου. ἐκλήθη δʼ ἐπιχωρίως Βεζεθὰ τὸ νεόκτιστον μέρος, ὃ μεθερμηνευόμενον Ἑλλάδι γλώσσῃ καινὴ λέγοιτʼ ἂν πόλις.
§152
δεομένων οὖν τῶν ταύτῃ σκέπης ὁ πατὴρ τοῦ νῦν βασιλέως καὶ ὁμώνυμος Ἀγρίππας ἄρχεται μὲν οὗ προείπομεν τείχους, δείσας δὲ Κλαύδιον Καίσαρα, μὴ τὸ μέγεθος τῆς κατασκευῆς ἐπὶ νεωτερισμῷ πραγμάτων ὑπονοήσῃ καὶ στάσεως, παύεται θεμελίους μόνον βαλόμενος.
§153
καὶ γὰρ οὐδʼ ἂν ἦν ἁλώσιμος ἡ πόλις, εἰ προύκοπτε τὸ τεῖχος ὡς ἤρξατο· λίθοις μὲν γὰρ εἰκοσαπήχεσι τὸ μῆκος καὶ τὸ εὖρος δεκαπήχεσι συνηρμόζετο μήθʼ ὑπορυγῆναι σιδήρῳ ῥᾳδίως μήθʼ ὑπʼ ὀργάνοις διασεισθῆναι δυνάμενον,
§154
δέκα δὲ πήχεις αὐτῷ καὶ τὸ τεῖχος ἐπλατύνετο, καὶ τὸ ὕψος πλεῖον μὲν ἄν, ὡς εἰκός, ἔσχε μὴ διακωλυθείσης τῆς τοῦ καταρξαμένου φιλοτιμίας.
§155
αὖθις δὲ καίτοι μετὰ σπουδῆς ἐγειρόμενον ὑπὸ Ἰουδαίων εἰς εἴκοσι πήχεις ἀνέστη, καὶ διπήχεις μὲν τὰς ἐπάλξεις, τριπήχεις δὲ τοὺς προμαχῶνας εἶχεν, ὡς τὸ πᾶν ὕψος εἰς εἰκοσιπέντε πήχεις ἀνατετάσθαι.
§156
Τοῦ δὲ τείχους ὑπερεῖχον οἱ πύργοι πήχεις εἴκοσι μὲν εἰς εὖρος, εἴκοσι δὲ εἰς ὕψος, τετράγωνοί τε καὶ πλήρεις ὥσπερ αὐτὸ τὸ τεῖχος ὄντες· ἥ γε μὴν ἁρμονία καὶ τὸ κάλλος τῶν λίθων οὐδὲν ἀπέδει ναοῦ.
§157
μετὰ δὲ τὸ ναστὸν ὕψος τῶν πύργων, ὅπερ ἦν εἰκοσάπηχυ, πολυτελεῖς ἦσαν οἶκοι, καὶ καθύπερθεν ὑπερῷα, δεξαμεναί τε πρὸς τὰς τῶν ὑετῶν ὑποδοχάς, ἕλικές τε καὶ πλατεῖαι καθʼ ἕκαστον ἄνοδοι.
§158
τοιούτους μὲν οὖν πύργους τὸ τρίτον τεῖχος εἶχεν ἐνενήκοντα, τὰ μεταπύργια δὲ τούτων ἀνὰ πήχεις διακοσίους· τὸ δʼ αὖ μέσον εἰς τέσσαρας καὶ δέκα πύργους, τὸ δʼ ἀρχαῖον εἰς ἑξήκοντα μεμέριστο.
§159
τῆς πόλεως δʼ ὁ πᾶς κύκλος σταδίων ἦν τριακοντατριῶν. θαυμασίου δʼ ὄντος ὅλου τοῦ τρίτου τείχους θαυμασιώτερος ἀνεῖχε κατὰ γωνίαν βόρειός τε καὶ πρὸς δύσιν ὁ Ψήφινος πύργος, καθʼ ὃν ἐστρατοπεδεύσατο Τίτος.
§160
ἐπὶ γὰρ ἑβδομήκοντα πήχεις ὑψηλὸς ὢν Ἀραβίαν τε ἀνίσχοντος ἡλίου παρεῖχεν ἀφορᾶν καὶ μέχρι θαλάττης τὰ τῆς Ἑβραίων κληρουχίας ἔσχατα·
§161
ὀκτάγωνος δὲ ἦν. τούτου δʼ ἄντικρυς ὁ Ἱππικὸς καὶ παρʼ αὐτὸν δύο κατεσκευάσθησαν μὲν ὑφʼ Ἡρώδου βασιλέως ἐν τῷ ἀρχαίῳ τείχει, μέγεθος δὲ καὶ κάλλος ἦσαν καὶ ὀχυρότητα τῶν κατὰ τὴν οἰκουμένην διάφοροι·
§162
πρὸς γὰρ τῷ φύσει μεγαλοψύχῳ καὶ τῇ περὶ τὴν πόλιν φιλοτιμίᾳ τὴν ὑπεροχὴν τῶν ἔργων ὁ βασιλεὺς πάθεσιν οἰκείοις ἐχαρίζετο καὶ τρισὶ τοῖς ἡδίστοις προσώποις, ἀφʼ ὧν ὠνόμασε τοὺς πύργους, ἀδελφῷ καὶ φίλῳ καὶ γυναικί, τὴν μνήμην ἀνέθηκε, τὴν μὲν ὡς προειρήκαμεν κτείνας διʼ ἔρωτα, τοὺς δὲ ἀποβαλὼν ἐν πολέμῳ γενναίως ἀγωνισαμένους.
§163
ὁ μὲν οὖν Ἱππικὸς ἀπὸ τοῦ φίλου προσαγορευθεὶς τετράγωνος μὲν ἦν, εὖρος δὲ καὶ μῆκος εἰκοσιπέντε πηχῶν ἕκαστον καὶ ὕψος τριάκοντα, οὐδαμοῦ διάκενος.
§164
ὑπὲρ δὲ τὸ πλῆρες καὶ ταῖς πέτραις συνηνωμένον εἰς ἐκδοχὴν ὄμβρων εἰκοσάπηχυς λάκκος ἦν τὸ βάθος,
§165
ἐπάνω δὲ τούτου δίστεγος οἶκος ἦν εἴκοσι καὶ πέντε πηχῶν τὸ ὕψος εἰς ποικίλα τέγη διῃρημένος, ὑπὲρ ὃν τύρσεις μὲν διπήχεις προμαχῶνες δὲ περιβέβληντο τριπήχεις, ὡς τὸ πᾶν ὕψος εἰς ὀγδοήκοντα πήχεις συναριθμεῖσθαι.
§166
ὁ δὲ δεύτερος πύργος, ὃν ὠνόμασεν ἀπὸ τἀδελφοῦ Φασάηλον, τὸ μὲν πλάτος καὶ τὸ μῆκος ἴσον εἶχεν, τεσσαράκοντα πηχῶν ἕκαστον, ἐπὶ τεσσαράκοντα δʼ αὐτοῦ τὸ ναστὸν ἦν ὕψος.
§167
ἐπάνω δὲ αὐτοῦ περιῄει στοὰ δεκάπηχυς τὸ ὕψος θωρακίοις τε καὶ προβόλοις σκεπομένη.
§168
μέσην δὲ ὑπερῳκοδόμητο τὴν στοὰν πύργος ἕτερος εἴς τε οἴκους πολυτελεῖς καὶ δὴ καὶ βαλανεῖον διῃρημένος, ὡς μηδὲν ἐνδέοι τῷ πύργῳ βασίλειον δοκεῖν. τὰ δʼ ἄκρα τοῖς προμαχῶσι καὶ ταῖς τύρσεσιν † ἡ περιαυτοῦ κεκόσμητο.
§169
πηχῶν δʼ ἦν τὸ πᾶν ὕψος ὡς ἐνενήκοντα, καὶ τὸ μὲν σχῆμα παρεῴκει τῷ κατὰ τὴν Φάρον ἐκπυρσεύοντι τοῖς ἐπὶ Ἀλεξανδρείας πλέουσι, τῇ περιοχῇ δὲ πολὺ μείζων ἦν· τηνικαῦτά γε μὴν τυραννεῖον ἀπεδείχθη τοῦ Σίμωνος.
§170
ὁ δὲ τρίτος πύργος ἡ Μαριάμμη, τοῦτο γὰρ ἡ βασιλὶς ἐκαλεῖτο, μέχρι μὲν εἴκοσι πηχῶν ναστὸς ἦν, εἴκοσι δὲ πήχεις εἰς εὖρος διέβαινε καὶ μῆκος ἴσον,
§171
πολυτελεστέραν δὲ καὶ ποικιλωτέραν τῶν ἄλλων τὴν οἴκησιν εἶχεν ἐπάνω, τοῦ βασιλέως οἰκεῖον ὑπολαβόντος τὸν ἀπὸ γυναικὸς ὀνομασθέντα κεκοσμῆσθαι πλέον ἢ τοὺς ἀπʼ ἀνδρῶν, ὥσπερ ἐκείνους τοῦ τῆς γυναικὸς ἰσχυροτέρους. τούτου τὸ πᾶν ὕψος πεντήκοντα καὶ πέντε πηχῶν ἦν.
§172
Τηλικοῦτοι δʼ ὄντες οἱ τρεῖς τὸ μέγεθος πολὺ μείζονες ἐφαίνοντο διὰ τὸν τόπον·
§173
αὐτό τε γὰρ τὸ ἀρχαῖον τεῖχος, ἐν ᾧ ἦσαν, ἐφʼ ὑψηλῷ λόφῳ δεδόμητο, καὶ τοῦ λόφου καθάπερ κορυφή τις ὑψηλοτέρα προανεῖχεν εἰς τριάκοντα πήχεις, ὑπὲρ ἣν οἱ πύργοι κείμενοι πολὺ δή τι τοῦ μετεώρου προσελάμβανον.
§174
θαυμάσιον δὲ καὶ τῶν λίθων ἦν τὸ μέγεθος· οὐ γὰρ ἐξ εἰκαίας χερμάδος οὐδὲ φορητῶν ἀνθρώποις πετρῶν συνειστήκεσαν, λευκὴ δὲ μάρμαρος ἐτμήθη·
§175
καὶ τὸ μὲν μῆκος ἑκάστης πηχῶν ἦν εἴκοσι, δέκα δὲ εὖρος καὶ βάθος πέντε, συνήνωντο δʼ ἐπʼ ἀλλήλοις ὡς δοκεῖν ἕκαστον πύργον μίαν εἶναι πέτραν ἀναπεφυκυῖαν, ἔπειτα δὲ περιεξέσθαι χερσὶ τεχνιτῶν εἰς σχῆμα καὶ γωνίας· οὕτως οὐδαμόθεν ἡ συνάφεια τῆς ἁρμονίας διεφαίνετο.
§176
κειμένοις δὲ πρὸς ἄρκτον αὐτοῖς ἔνδοθεν ἡ τοῦ βασιλέως αὐλὴ προσέζευκτο, παντὸς λόγου κρείσσων·
§177
οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν, ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατʼ ἴσον διάστημα, κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους·
§178
ἐν οἷς ἀδιήγητος μὲν ἡ ποικιλία τῶν λίθων ἦν, συνῆκτο γὰρ πολὺς ὁ πανταχοῦ σπάνιος, θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων,
§179
οἴκων δὲ πλῆθος καὶ διαφοραὶ σχημάτων περὶ τούτους μυρίαι, πᾶσίν γε μὴν ἀποσκευαὶ πλήρεις, καὶ τὰ πλείω τῶν ἐν ἑκάστοις κειμένων ἐξ ἀργύρου τε καὶ χρυσοῦ.
§180
περίστοα δὲ διʼ ἀλλήλων ἐν κύκλῳ πολλά, καὶ στῦλοι πρὸς ἑκάστῳ διάφοροι, τά γε μὴν τούτων ὕπαιθρα πάντα χλοερά,
§181
καὶ ποικίλαι μὲν ὕλαι μακροὶ δὲ διʼ αὐτῶν περίπατοι καὶ περὶ τούτους εὔριποι βαθεῖς δεξαμεναί τε πανταχοῦ χαλκουργημάτων περίπλεοι, διʼ ὧν τὸ ὕδωρ ἐξεχεῖτο, καὶ πολλοὶ περὶ τὰ νάματα πύργοι πελειάδων ἡμέρων.
§182
ἀλλὰ γὰρ οὔθʼ ἑρμηνεῦσαι δυνατὸν ἀξίως τὰ βασίλεια, καὶ φέρει βάσανον ἡ μνήμη τὰς τοῦ λῃστρικοῦ πυρὸς δαπάνας ἀναφέρουσα·
§183
οὐ γὰρ ταῦτα Ῥωμαῖοι κατέφλεξαν, ἀλλʼ ὑπὸ τῶν ἔνδον ἐπιβούλων, ὡς προειρήκαμεν, ἐν ἀρχῇ τῆς ἀποστάσεως ἀπὸ μὲν τῆς Ἀντωνίας ἤρξατο τὸ πῦρ, μετέβη δʼ ἐπὶ τὰ βασίλεια καὶ τῶν τριῶν πύργων τὰς στέγας ἐπενεμήθη.
§184
Τὸ δʼ ἱερὸν ἵδρυτο μέν, ὥσπερ ἔφην, ἐπὶ λόφου καρτεροῦ, κατʼ ἀρχὰς δὲ μόλις ἐξήρκει τὸ ἀνωτάτω χθαμαλὸν αὐτοῦ τῷ τε ναῷ καὶ τῷ βωμῷ· τὰ γὰρ πέριξ ἀπόκρημνος ἦν καὶ κατάντης.
§185
τοῦ δὲ βασιλέως Σολομῶνος, ὃς δὴ καὶ τὸν ναὸν ἔκτισεν, τὸ κατʼ ἀνατολὰς μέρος ἐκτειχίσαντος, ἐπετέθη μία στοὰ τῷ χώματι· καὶ κατά γε τὰ λοιπὰ μέρη γυμνὸς ὁ ναὸς ἦν. τοῖς δʼ ἑξῆς αἰῶσιν ἀεί τι τοῦ λαοῦ προσχωννύντος ἀνισούμενος ὁ λόφος ηὐρύνετο.
§186
διακόψαντες δὲ καὶ τὸ προσάρκτιον τεῖχος τοσοῦτον προσελάμβανον ὅσον ὕστερον ἐπεῖχεν ὁ τοῦ παντὸς ἱεροῦ περίβολος.
§187
τειχίσαντες δʼ ἐκ ῥίζης τριχῆ κυκλόθεν τὸν λόφον καὶ μεῖζον ἐλπίδος ἐκπονήσαντες ἔργον, εἰς ὃ μακροὶ μὲν ἐξαναλώθησαν αἰῶνες αὐτοῖς καὶ οἱ ἱεροὶ δὲ θησαυροὶ πάντες, οὓς ἀνεπίμπλασαν οἱ παρὰ τῆς οἰκουμένης δασμοὶ πεμπόμενοι τῷ θεῷ, τούς τε ἄνω περιβόλους καὶ τὸ κάτω ἱερὸν ἀμφεδείμαντο.
§188
τούτου τὸ ταπεινότατον ἀπὸ τριακοσίων ἀνετειχίσαντο πηχῶν, κατὰ δέ τινας τόπους καὶ πλείονος. οὐ μέντοι πᾶν τὸ βάθος ἐφαίνετο τῶν θεμελίων· ἐπὶ πολὺ γὰρ ἔχωσαν τὰς φάραγγας ἀνισοῦν βουλόμενοι τοὺς στενωποὺς τοῦ ἄστεος.
§189
πέτραι δὲ τεσσαρακονταπήχεις τὸ μέγεθος ἦσαν τοῦ δομήματος· ἥ τε γὰρ δαψίλεια τῶν χρημάτων καὶ τοῦ λαοῦ φιλοτιμία λόγου μείζονας ἐποιεῖτο τὰς ἐπιβολάς, καὶ τὸ μηδὲ ἐλπισθὲν ἕξειν πέρας ἐπιμονῇ καὶ χρόνοις ἦν ἀνύσιμον.
§190
Ἦν δὲ ἄξια τῶν τηλικούτων θεμελίων καὶ τὰ ὑπὲρ αὐτῶν ἔργα διπλαῖ μὲν γὰρ αἱ στοαὶ πᾶσαι, κίονες δʼ αὐταῖς εἰκοσιπέντε πηχῶν τὸ ὕψος ἐφεστήκεσαν μονόλιθοι λευκοτάτης μαρμάρου, κεδρίνοις δὲ φατνώμασιν ὠρόφωντο.
§191
τούτων ἡ μὲν φυσικὴ πολυτέλεια καὶ τὸ εὔξεστον καὶ τὸ ἁρμόνιον παρεῖχε θεωρίαν ἀξιόλογον, οὐδενὶ δὲ ἔξωθεν οὔτε ζωγραφίας οὔτε γλυφίδος ἔργῳ προσηγλάιστο.
§192
καὶ πλατεῖαι μὲν ἦσαν ἐπὶ τριάκοντα πήχεις, ὁ δὲ πᾶς κύκλος αὐτῶν εἰς ἓξ σταδίους συνεμετρεῖτο περιλαμβανομένης καὶ τῆς Ἀντωνίας· τὸ δʼ ὕπαιθρον ἅπαν πεποίκιλτο παντοδαπῷ λίθῳ κατεστρωμένον.
§193
διὰ τούτου προϊόντων ἐπὶ τὸ δεύτερον ἱερὸν δρύφακτος περιβέβλητο λίθινος, τρίπηχυς μὲν ὕψος, πάνυ δὲ χαριέντως διειργασμένος·
§194
ἐν αὐτῷ δὲ εἱστήκεσαν ἐξ ἴσου διαστήματος στῆλαι τὸν τῆς ἁγνείας προσημαίνουσαι νόμον αἱ μὲν Ἑλληνικοῖς αἱ δὲ Ῥωμαϊκοῖς γράμμασιν μηδένα ἀλλόφυλον ἐντὸς τοῦ ἁγίου παριέναι·
§195
τὸ γὰρ δεύτερον ἱερὸν ἅγιον ἐκαλεῖτο. καὶ τεσσαρεσκαίδεκα [μὲν] βαθμοῖς ἦν ἀναβατὸν ἀπὸ τοῦ πρώτου, τετράγωνον δὲ ἄνω καὶ τείχει περιπεφραγμένον ἰδίῳ.
§196
τούτου τὸ μὲν ἔξωθεν ὕψος καίπερ τεσσαράκοντα πηχῶν ὑπάρχον ὑπὸ τῶν βαθμῶν ἐκαλύπτετο, τὸ δὲ ἔνδον εἴκοσι καὶ πέντε πηχῶν ἦν· πρὸς γὰρ ὑψηλοτέρῳ δεδομημένου τοῦ βαθμοῦ οὐκέτʼ ἦν ἅπαν εἴσω καταφανὲς καλυπτόμενον ὑπὸ τοῦ λόφου.
§197
μετὰ δὲ τοὺς δεκατέσσαρας βαθμοὺς τὸ μέχρι τοῦ τείχους διάστημα πηχῶν ἦν δέκα, πᾶν ἰσόπεδον.
§198
ἔνθεν ἄλλοι πάλιν πεντέβαθμοι κλίμακες ἀνῆγον ἐπὶ τὰς πύλας, αἳ ἀπὸ μὲν ἄρκτου καὶ μεσημβρίας ὀκτώ, καθʼ ἑκάτερον τέσσαρες, δύο δʼ ἦσαν ἐξ ἀνατολῆς κατʼ ἀνάγκην· διατετειχισμένου γὰρ κατὰ τοῦτο τὸ κλίμα ταῖς γυναιξὶν ἰδίου πρὸς θρησκείαν χώρου ἔδει δευτέραν εἶναι πύλην· τέτμητο δʼ αὕτη τῆς πρώτης ἄντικρυς.
§199
κἀκ τῶν ἄλλων δὲ κλιμάτων μία μεσημβρινὴ πύλη καὶ μία βόρειος, διʼ ἧς εἰς τὴν γυναικωνῖτιν εἰσῆγον· κατὰ γὰρ τὰς ἄλλας οὐκ ἐξῆν παρελθεῖν γυναιξίν, ἀλλʼ οὐδὲ κατὰ τὴν σφετέραν ὑπερβῆναι τὸ διατείχισμα. ἀνεῖτό γε μὴν ταῖς τʼ ἐπιχωρίοις καὶ ταῖς ἔξωθεν ὁμοφύλοις ἐν ἴσῳ πρὸς θρησκείαν ὁ χῶρος.
§200
τὸ δὲ πρὸς δύσιν μέρος οὐκ εἶχε πύλην, ἀλλὰ διηνεκὲς ἐδεδόμητο ταύτῃ τὸ τεῖχος. αἱ στοαὶ δὲ μεταξὺ τῶν πυλῶν ἀπὸ τοῦ τείχους ἔνδον ἐστραμμέναι πρὸ τῶν γαζοφυλακίων σφόδρα μὲν καλοῖς καὶ μεγάλοις ἀνείχοντο κίοσιν, ἦσαν δʼ ἁπλαῖ, καὶ πλὴν τοῦ μεγέθους τῶν κάτω κατʼ οὐδὲν ἀπελείποντο.
§201
Τῶν δὲ πυλῶν αἱ μὲν ἐννέα χρυσῷ καὶ ἀργύρῳ κεκαλυμμέναι πανταχόθεν ἦσαν ὁμοίως τε αἵ τε παραστάδες καὶ τὰ ὑπέρθυρα, μία δʼ ἡ ἔξωθεν τοῦ νεὼ Κορινθίου χαλκοῦ πολὺ τῇ τιμῇ τὰς καταργύρους καὶ περιχρύσους ὑπεράγουσα.
§202
καὶ δύο μὲν ἑκάστου πυλῶνος θύραι, τριάκοντα δὲ πηχῶν τὸ ὕψος ἑκάστης καὶ τὸ πλάτος ἦν πεντεκαίδεκα.
§203
μετὰ μέντοι τὰς εἰσόδους ἐνδοτέρω πλατυνόμενοι παρʼ ἑκάτερον τριακονταπήχεις ἐξέδρας εἶχον εὖρός τε καὶ μῆκος πυργοειδεῖς, ὑψηλὰς δʼ ὑπὲρ τεσσαράκοντα πήχεις· δύο δʼ ἀνεῖχον ἑκάστην κίονες δώδεκα πηχῶν τὴν περιοχὴν ἔχοντες.
§204
καὶ τῶν μὲν ἄλλων ἴσον ἦν τὸ μέγεθος, ἡ δʼ ὑπὲρ τὴν Κορινθίαν ἀπὸ τῆς γυναικωνίτιδος ἐξ ἀνατολῆς ἀνοιγομένη τῆς τοῦ ναοῦ πύλης ἀντικρὺ πολὺ μείζων·
§205
πεντήκοντα γὰρ πηχῶν οὖσα τὴν ἀνάστασιν τεσσαρακονταπήχεις τὰς θύρας εἶχε καὶ τὸν κόσμον πολυτελέστερον ἐπὶ δαψιλὲς πάχος ἀργύρου τε καὶ χρυσοῦ. τοῦτον δὲ ταῖς ἐννέα πύλαις ἐπέχεεν ὁ Τιβερίου πατὴρ Ἀλέξανδρος.
§206
βαθμοὶ δὲ δεκαπέντε πρὸς τὴν μείζονα πύλην ἀπὸ τοῦ τῶν γυναικῶν διατειχίσματος ἀνῆγον· τῶν γὰρ κατὰ τὰς ἄλλας πέντε βαθμῶν ἦσαν βραχύτεροι.
§207
Αὐτὸς δὲ ὁ ναὸς κατὰ μέσον κείμενος, τὸ ἅγιον ἱερόν, δώδεκα βαθμοῖς ἦν ἀναβατός, καὶ τὸ μὲν κατὰ πρόσωπον ὕψος τε καὶ εὖρος ἴσον ἀνὰ πήχεις ἑκατόν, κατόπιν δὲ τεσσαράκοντα πήχεσι στενότερος· ἔμπροσθεν γὰρ ὥσπερ ὦμοι παρʼ ἑκάτερον εἰκοσαπήχεις διέβαινον.
§208
ἡ πρώτη δʼ αὐτοῦ πύλη πηχῶν ἑβδομήκοντα τὸ ὕψος οὖσα καὶ εὖρος εἴκοσι καὶ πέντε, θύρας οὐκ εἶχε· τοῦ γὰρ οὐρανοῦ τὸ ἀφανὲς καὶ ἀδιάκλειστον ἐνέφαινε· κεχρύσωτο δὲ τὰ μέτωπα πάντα, καὶ διʼ αὐτῆς ὅ τε πρῶτος οἶκος ἔξωθεν πᾶς κατεφαίνετο μέγιστος ὤν, καὶ τὰ περὶ τὴν εἴσω πύλην πάντα λαμπόμενα χρυσῷ τοῖς ὁρῶσιν ὑπέπιπτεν.
§209
τοῦ δὲ ναοῦ ὄντος εἴσω διστέγου μόνος ὁ πρῶτος οἶκος προύκειτο καὶ διηνεκὲς εἰς τὸ ὕψος, ἀνατεινόμενος μὲν ἐπʼ ἐνενήκοντα πήχεις, μηκυνόμενος δὲ ἐπὶ πεντήκοντα καὶ διαβαίνων ἐπʼ εἴκοσιν.
§210
ἡ δὲ διὰ τοῦ οἴκου πύλη κεχρύσωτο μέν, ὡς ἔφην, πᾶσα καὶ ὅλος ὁ περὶ αὐτὴν τοῖχος, εἶχε δὲ καὶ τὰς χρυσᾶς ὑπὲρ αὐτῆς ἀμπέλους, ἀφʼ ὧν βότρυες ἀνδρομήκεις κατεκρέμαντο.
§211
ὄντος δὲ ἤδη τοῦ ναοῦ διστέγου, ταπεινοτέρα τῆς ἔξωθεν ὄψεως ἡ ἔνδον ἦν καὶ θύρας εἶχε χρυσᾶς πεντηκονταπέντε πήχεων τὸ ὕψος εὖρος δʼ ἑκκαίδεκα.
§212
πρὸ δὲ τούτων ἰσόμηκες καταπέτασμα πέπλος ἦν Βαβυλώνιος ποικιλτὸς ἐξ ὑακίνθου καὶ βύσσου κόκκου τε καὶ πορφύρας, θαυμαστῶς μὲν εἰργασμένος, οὐκ ἀθεώρητον δὲ τῆς ὕλης τὴν κρᾶσιν ἔχων, ἀλλʼ ὥσπερ εἰκόνα τῶν ὅλων·
§213
ἐδόκει γὰρ αἰνίττεσθαι τῇ κόκκῳ μὲν τὸ πῦρ, τῇ βύσσῳ δὲ τὴν γῆν, τῇ δʼ ὑακίνθῳ τὸν ἀέρα, καὶ τῇ πορφύρᾳ τὴν θάλασσαν, τῶν μὲν ἐκ τῆς χροίας ὁμοιουμένων, τῆς δὲ βύσσου καὶ τῆς πορφύρας διὰ τὴν γένεσιν, ἐπειδὴ τὴν μὲν ἀναδίδωσιν ἡ γῆ, τὴν δʼ ἡ θάλασσα.
§214
κατεγέγραπτο δʼ ὁ πέπλος ἅπασαν τὴν οὐράνιον θεωρίαν πλὴν ζῳδίων.
§215
Παριόντας δʼ εἴσω τὸ ἐπίπεδον τοῦ ναοῦ μέρος ἐξεδέχετο. τούτου τοίνυν τὸ μὲν ὕψος ἑξήκοντα πηχῶν καὶ τὸ μῆκος ἴσον, εἴκοσι δὲ πηχῶν τὸ πλάτος ἦν.
§216
τὸ δʼ ἑξηκοντάπηχυ πάλιν διῄρητο, καὶ τὸ μὲν πρῶτον μέρος ἀποτετμημένον ἐπὶ τεσσαράκοντα πήχεις εἶχεν ἐν αὑτῷ τρία θαυμασιώτατα καὶ περιβόητα πᾶσιν ἀνθρώποις ἔργα, λυχνίαν τράπεζαν θυμιατήριον.
§217
ἐνέφαινον δʼ οἱ μὲν ἑπτὰ λύχνοι τοὺς πλανήτας· τοσοῦτοι γὰρ ἀπʼ αὐτῆς διῄρηντο τῆς λυχνίας· οἱ δὲ ἐπὶ τῆς τραπέζης ἄρτοι δώδεκα τὸν ζῳδιακὸν κύκλον καὶ τὸν ἐνιαυτόν.
§218
τὸ θυμιατήριον δὲ διὰ τῶν τρισκαίδεκα θυμιαμάτων, οἷς ἐκ θαλάσσης ἀνεπίμπλατο καὶ τῆς τε ἀοικήτου καὶ οἰκουμένης, ἐσήμαινεν ὅτι τοῦ θεοῦ πάντα καὶ τῷ θεῷ.
§219
τὸ δʼ ἐνδοτάτω μέρος εἴκοσι μὲν πηχῶν ἦν· διείργετο δὲ ὁμοίως καταπετάσματι πρὸς τὸ ἔξωθεν. ἔκειτο δὲ οὐδὲν ὅλως ἐν αὐτῷ, ἄβατον δὲ καὶ ἄχραντον καὶ ἀθέατον ἦν πᾶσιν, ἁγίου δὲ ἅγιον ἐκαλεῖτο.
§220
περὶ δὲ τὰ πλευρὰ τοῦ κάτω ναοῦ διʼ ἀλλήλων ἦσαν οἶκοι τρίστεγοι πολλοί, καὶ παρʼ ἑκάτερον εἰς αὐτοὺς ἀπὸ τῆς πύλης εἴσοδοι.
§221
τὸ δʼ ὑπερῷον μέρος τούτους μὲν οὐκέτι εἶχεν τοὺς οἴκους παρόσον ἦν καὶ στενότερον, ὑψηλὸν δʼ ἐπὶ τεσσαράκοντα πήχεις καὶ λιτότερον τοῦ κάτω· συνάγεται γὰρ οὕτως πρὸς ἑξήκοντα τοῖς τοῦ ἐπιπέδου πηχῶν ἑκατὸν τὸ πᾶν ὕψος.
§222
Τὸ δʼ ἔξωθεν αὐτοῦ πρόσωπον οὐδὲν οὔτʼ εἰς ψυχῆς οὔτʼ εἰς ὀμμάτων ἔκπληξιν ἀπέλειπεν· πλαξὶ γὰρ χρυσοῦ στιβαραῖς κεκαλυμμένος πάντοθεν ὑπὸ τὰς πρώτας ἀνατολὰς πυρωδεστάτην ἀπέπαλλεν αὐγὴν καὶ τῶν βιαζομένων ἰδεῖν τὰς ὄψεις ὥσπερ ἡλιακαῖς ἀκτῖσιν ἀπέστρεφεν.
§223
τοῖς γε μὴν ἀφικνουμένοις ξένοις πόρρωθεν ὅμοιος ὄρει χιόνος πλήρει κατεφαίνετο· καὶ γὰρ καθὰ μὴ κεχρύσωτο λευκότατος ἦν.
§224
κατὰ κορυφὴν δὲ χρυσέους ὀβελοὺς ἀνεῖχεν τεθηγμένους, ὡς μή τινι προσκαθεζομένῳ μολύνοιτο τῶν ὀρνέων. τῶν δʼ ἐν αὐτῷ λίθων ἔνιοι μῆκος πέντε καὶ τεσσαράκοντα πηχῶν ἦσαν, ὕψος πέντε, εὖρος δʼ ἕξ.
§225
πρὸ αὐτοῦ δʼ ὁ βωμὸς πεντεκαίδεκα μὲν ὕψος ἦν πήχεων, εὖρος δὲ καὶ μῆκος ἐκτείνων ἴσον ἀνὰ πεντήκοντα πήχεις τετράγωνος ἵδρυτο, κερατοειδεῖς προανέχων γωνίας, καὶ ἀπὸ μεσημβρίας ἐπʼ αὐτὸν ἄνοδος ἠρέμα προσάντης ὑπτίαστο. κατεσκευάσθη δὲ ἄνευ σιδήρου, καὶ οὐδέποτʼ ἔψαυεν αὐτοῦ σίδηρος.
§226
περιέστεφε δὲ τόν τε ναὸν καὶ τὸν βωμὸν εὔλιθόν τι καὶ χαρίεν γείσιον ὅσον πηχυαῖον ὕψος, ὃ διεῖργεν ἐξωτέρω τὸν δῆμον ἀπὸ τῶν ἱερέων.
§227
γονορροίοις μὲν δὴ καὶ λεπροῖς ἡ πόλις ὅλη, τὸ δʼ ἱερὸν γυναικῶν ἐμμήνοις ἀπεκέκλειστο, παρελθεῖν δὲ ταύταις οὐδὲ καθαραῖς ἐξῆν ὃν προείπαμεν ὅρον. ἀνδρῶν δʼ οἱ μὴ καθάπαν ἡγνευκότες εἴργοντο τῆς ἔνδον αὐλῆς, καὶ τῶν ἱερέων πάλιν οἱ [μὴ] καθαρεύοντες εἴργοντο.
§228
Τῶν δʼ ἀπὸ γένους ἱερέων ὅσοι διὰ πήρωσιν οὐκ ἐλειτούργουν παρῆσάν τε ἅμα τοῖς ὁλοκλήροις ἐνδοτέρω τοῦ γεισίου καὶ τὰς ἀπὸ τοῦ γένους ἐλάμβανον μερίδας, ταῖς γε μὴν ἐσθῆσιν ἰδιωτικαῖς ἐχρῶντο· τὴν γὰρ ἱερὰν ὁ λειτουργῶν ἠμφιέννυτο μόνος.
§229
ἐπὶ δὲ τὸ θυσιαστήριον καὶ τὸν ναὸν ἀνέβαινον οἱ τῶν ἱερέων ἄμωμοι, βύσσον μὲν ἀμπεχόμενοι, μάλιστα δὲ ἀπὸ ἀκράτου νήφοντες δέει τῆς θρησκείας, ὡς μή τι παραβαῖεν ἐν τῇ λειτουργίᾳ.
§230
ὁ δὲ ἀρχιερεὺς ἀνῄει μὲν σὺν αὐτοῖς, ἀλλʼ οὐκ ἀεί, ταῖς δʼ ἑβδομάσι καὶ νουμηνίαις καὶ εἴ τις ἑορτὴ πάτριος ἢ πανήγυρις ἦν πάνδημος ἀγομένη διʼ ἔτους.
§231
ἐλειτούργει δὲ τοὺς μηροὺς μέχρις αἰδοίου διαζώματι καλύπτων λινοῦν τε ὑποδύτην ἔνδοθεν λαμβάνων καὶ ποδήρη καθύπερθεν ὑακίνθινον, ἔνδυμα στρογγύλον θυσανωτόν· τῶν δὲ θυσάνων ἀπήρτηντο κώδωνες χρύσεοι καὶ ῥοαὶ παράλληλοι, βροντῆς μὲν οἱ κώδωνες, ἀστραπῆς δʼ αἱ ῥοαὶ σημεῖον.
§232
ἡ δὲ τὸ ἔνδυμα τῷ στέρνῳ προσηλοῦσα ταινία πέντε διηνθισμένη ζώναις πεποίκιλτο, χρυσοῦ τε καὶ πορφύρας καὶ κόκκου πρὸς δὲ βύσσου καὶ ὑακίνθου, διʼ ὧν ἔφαμεν καὶ τὰ τοῦ ναοῦ καταπετάσματα συνυφάνθαι.
§233
τούτοις δὲ καὶ ἐπωμίδα κεκραμένην εἶχεν, ἐν ᾗ πλείων χρυσὸς ἦν. σχῆμα μὲν οὖν ἐνδυτοῦ θώρακος εἶχεν, δύο δʼ αὐτὴν ἐνεπόρπων ἀσπιδίσκαι χρυσαῖ, κατεκέκλειντο δʼ ἐν ταύταις κάλλιστοί τε καὶ μέγιστοι σαρδόνυχες, τοὺς ἐπωνύμους τῶν τοῦ ἔθνους φυλῶν ἐπιγεγραμμέναι.
§234
κατὰ δὲ θάτερον ἄλλοι προσήρτηντο λίθοι δώδεκα, κατὰ τρεῖς εἰς τέσσαρα μέρη διῃρημένοι, σάρδιον τόπαζος σμάραγδος, ἄνθραξ ἴασπις σάπφειρος, ἀχάτης ἀμέθυστος λιγύριον, ὄνυξ βήρυλλος χρυσόλιθος, ὧν ἐφʼ ἑκάστου πάλιν εἷς τῶν ἐπωνύμων ἐγέγραπτο.
§235
τὴν δὲ κεφαλὴν βυσσίνη μὲν ἔσκεπεν τιάρα, κατέστεπτο δʼ ὑακίνθῳ, περὶ ἣν χρυσοῦς ἄλλος ἦν στέφανος ἔκτυπα φέρων τὰ ἱερὰ γράμματα· ταῦτα δʼ ἐστὶ φωνήεντα τέσσαρα.
§236
ταύτην μὲν οὖν τὴν ἐσθῆτα οὐκ ἐφόρει χρόνιον, λιτοτέραν δʼ ἀνελάμβανεν, ὁπότε δʼ εἰσίοι εἰς τὸ ἄδυτον· εἰσῄει δʼ ἅπαξ κατʼ ἐνιαυτὸν μόνος ἐν ᾗ νηστεύειν ἔθος ἡμέρᾳ πάντας τῷ θεῷ.
§237
καὶ τὰ μὲν περὶ τῆς πόλεως καὶ τοῦ ναοῦ τῶν τε περὶ τοῦτον ἐθῶν καὶ νόμων αὖθις ἀκριβέστερον ἐροῦμεν· οὐ γὰρ ὀλίγος περὶ αὐτῶν καταλείπεται λόγος.
§238
Ἡ δʼ Ἀντωνία κατὰ γωνίαν μὲν δύο στοῶν ἔκειτο τοῦ πρώτου ἱεροῦ, τῆς τε πρὸς ἑσπέραν καὶ τῆς πρὸς ἄρκτον, δεδόμητο δὲ ὑπὲρ πέτρας πεντηκονταπήχους μὲν ὕψος, περικρήμνου δὲ πάσης· ἔργον δʼ ἦν Ἡρώδου τοῦ βασιλέως, ἐν ᾧ μάλιστα τὸ φύσει μεγαλόνουν ἐπεδείξατο.
§239
πρῶτον μὲν γὰρ ἐκ ῥίζης ἡ πέτρα πλαξὶ κεκάλυπτο λείαις λίθων, εἴς τε κάλλος καὶ ὡς ἀπολισθάνοι πᾶς ὁ προσβαίνειν ἢ κατιέναι πειρώμενος.
§240
ἔπειτα πρὸ τῆς τοῦ πύργου δομήσεως τριῶν πηχῶν τεῖχος ἦν, ἐνδοτέρω δὲ τούτου τὸ πᾶν ἀνάστημα τῆς Ἀντωνίας ἐπὶ τεσσαράκοντα πήχεις ἠγείρετο.
§241
τὸ δʼ ἔνδον βασιλείων εἶχε χώραν καὶ διάθεσιν· μεμέριστο γὰρ εἰς πᾶσαν οἴκων ἰδέαν τε καὶ χρῆσιν περίστοά τε καὶ βαλανεῖα καὶ στρατοπέδων αὐλαῖς πλατείαις, ὡς τῷ μὲν πάντʼ ἔχειν τὰ χρειώδη πόλις εἶναι δοκεῖν, τῇ πολυτελείᾳ δὲ βασίλειον.
§242
πυργοειδὴς δὲ οὖσα τὸ πᾶν σχῆμα κατὰ γωνίαν τέσσαρσιν ἑτέροις διείληπτο πύργοις, ὧν οἱ μὲν ἄλλοι πεντήκοντα τὸ ὕψος, ὁ δʼ ἐπὶ τῇ μεσημβρινῇ καὶ κατὰ ἀνατολὴν γωνίᾳ κείμενος ἑβδομήκοντα πηχῶν ἦν, ὡς καθορᾶν ὅλον ἀπʼ αὐτοῦ τὸ ἱερόν.
§243
καθὰ δὲ συνῆπτε ταῖς τοῦ ἱεροῦ στοαῖς εἰς ἀμφοτέρας εἶχε καταβάσεις, διʼ ὧν κατῄεσαν οἱ φρουροί·
§244
καθῆστο γὰρ [ἀεὶ] ἐπʼ αὐτῆς τάγμα Ῥωμαίων, καὶ διιστάμενοι περὶ τὰς στοὰς μετὰ τῶν ὅπλων ἐν ταῖς ἑορταῖς τὸν δῆμον, ὡς μή τι νεωτερισθείη, παρεφύλαττον·
§245
φρούριον γὰρ ἐπέκειτο τῇ πόλει μὲν τὸ ἱερόν, τῷ ἱερῷ δʼ ἡ Ἀντωνία, κατὰ δὲ ταύτην οἱ τῶν τριῶν φύλακες ἦσαν· καὶ τῆς ἄνω δὲ πόλεως ἴδιον φρούριον ἦν τὰ Ἡρώδου βασίλεια.
§246
ἡ Βεζαθὰ δὲ λόφος διῄρητο μέν, ὡς ἔφην, ἀπὸ τῆς Ἀντωνίας, πάντων δʼ ὑψηλότατος ὢν μέρει τῆς καινῆς πόλεως προσῴκιστο.
§247
καὶ μόνος τὸ ἱερὸν κατʼ ἄρκτον ἐπεσκότει. περὶ μὲν δὴ τῆς πόλεως καὶ τῶν τειχῶν αὖθις εἰπεῖν ἀκριβέστερον ἕκαστα προτεθειμένοις ἐπὶ τοῦ παρόντος ἀπόχρη.
The Second Wall breached
§248
Τὸ μάχιμον δʼ ἐν αὐτῇ καὶ στασιάζον πλῆθος περὶ Σίμωνα μὲν ἦσαν μύριοι δίχα τῶν Ἰδουμαίων, πεντήκοντα δʼ ἡγεμόνες τῶν μυρίων, ἐφʼ οἷς οὗτος κύριος τῶν ὅλων.
§249
Ἰδουμαῖοι δʼ αὐτῷ συντελοῦντες εἰς πεντακισχιλίους ἄρχοντας εἶχον δέκα· τούτων προύχειν ἐδόκουν ὅ τε τοῦ Σωσᾶ Ἰάκωβος καὶ Σίμων υἱὸς Καθλᾶ.
§250
Ἰωάννης δὲ τὸ ἱερὸν κατειληφὼς ἑξακισχιλίους ὁπλίτας εἶχεν ὑφʼ ἡγεμόνας εἴκοσι. προσεγένοντο δὲ αὐτῷ τότε καὶ οἱ ζηλωταὶ παυσάμενοι τοῦ διαφέρεσθαι, δισχίλιοι μὲν ὄντες καὶ τετρακόσιοι, χρώμενοι δʼ ἄρχοντι τῷ καὶ πρότερον Ἐλεαζάρῳ καὶ Σίμωνι τῷ τοῦ Ἀρινοῦ.
§251
πολεμούντων δὲ τούτων, ὡς ἔφαμεν, ἆθλον ὁ δῆμος ἦν ἑκατέρων, καὶ τὸ μὴ συναδικοῦν τοῦ λαοῦ μέρος ὑπʼ ἀμφοῖν διηρπάζετο.
§252
κατεῖχεν δʼ ὁ μὲν Σίμων τήν τε ἄνω πόλιν καὶ τὸ μέγα τεῖχος ἄχρι τοῦ Κεδρῶνος τοῦ τε ἀρχαίου τείχους ὅσον ἀπὸ τῆς Σιλωᾶς ἀνακάμπτον εἰς ἀνατολὴν μέχρι τῆς Μονοβάζου κατέβαινεν αὐλῆς·
§253
βασιλεὺς δʼ οὗτος ἦν τῶν ὑπὲρ Εὐφράτην Ἀδιαβηνῶν· κατεῖχε δὲ καὶ τὴν πηγὴν καὶ τῆς Ἄκρας, αὕτη δʼ ἦν ἡ κάτω πόλις, τὰ μέχρι τῶν Ἑλένης βασιλείων τῆς τοῦ Μονοβάζου μητρός,
§254
ὁ δʼ Ἰωάννης τό θʼ ἱερὸν καὶ τὰ πέριξ ἐπʼ οὐκ ὀλίγον τόν τε Ὀφλᾶν καὶ τὴν Κεδρῶνα καλουμένην φάραγγα. τὸ μεταξὺ δὲ τούτων ἐμπρήσαντες τῷ πρὸς ἀλλήλους πολέμῳ χώραν ἀνεῖσαν·
§255
οὐδὲ γὰρ πρὸς τοῖς τείχεσιν ἐστρατοπεδευμένων Ῥωμαίων ἔνδον ἡ στάσις ἠρέμει, βραχὺ δὲ πρὸς τὴν πρώτην ὑπονήψαντες ἐκδρομὴν ἀνενόσουν καὶ κατὰ σφᾶς πάλιν διαστάντες ἐμάχοντο, τὰ κατʼ εὐχήν τε πάντα τοῖς πολιορκοῦσιν ἔπραττον.
§256
οὔτε γοῦν αὐτοί τι χεῖρον ὑπὸ Ῥωμαίων ἔπαθον ὧν ἀλλήλους ἔδρασαν, οὔτε μετὰ τούτους ἡ πόλις ἐπειράθη καινοτέρου πάθους, ἀλλʼ ἡ μὲν χαλεπώτερόν τι πρὸ τοῦ πεσεῖν ἠτύχησεν, οἱ δʼ ἑλόντες αὐτὴν κατώρθωσάν τι μεῖζον.
§257
φημὶ γὰρ ὡς τὴν μὲν πόλιν ἡ στάσις, Ῥωμαῖοι δʼ εἷλον τὴν στάσιν, ἥπερ ἦν πολὺ τῶν τειχῶν ὀχυρωτέρα· καὶ τὸ μὲν σκυθρωπὸν τοῖς οἰκείοις, τὸ δίκαιον δʼ ἄν τις εὐλόγως Ῥωμαίοις προσγράφοι. νοείτω δὲ ὅπῃ τοῖς πράγμασιν ἕκαστος ἄγεται.
§258
Τῶν γε μὴν ἔνδον οὕτως διακειμένων ὁ Τίτος μετʼ ἐπιλέκτων ἱππέων περιιὼν ἔξωθεν ᾗ προσβάλλοι τοῖς τείχεσι κατεσκέπτετο.
§259
ἀπορουμένῳ δὲ πάντοθεν, οὔτε γὰρ κατὰ τὰς φάραγγας ἦν προσιτὸν καὶ κατὰ θάτερα τὸ πρῶτον τεῖχος ἐφαίνετο τῶν ὀργάνων στερεώτερον, ἐδόκει κατὰ τὸ Ἰωάννου τοῦ ἀρχιερέως μνημεῖον προσβαλεῖν·
§260
ταύτῃ γὰρ τό τε πρῶτον ἦν ἔρυμα χθαμαλώτερον καὶ τὸ δεύτερον οὐ συνῆπτεν ἀμελησάντων καθὰ μὴ λίαν ἡ καινὴ πόλις συνῴκιστο τειχίζειν, ἀλλʼ ἐπὶ τὸ τρίτον ἦν εὐπέτεια, διʼ οὗ τὴν ἄνω πόλιν καὶ διὰ τῆς Ἀντωνίας τὸ ἱερὸν αἱρήσειν ἐπενόει.
§261
ἐν δὲ τούτῳ περιιόντος αὐτοῦ τοξεύεταί τις τῶν φίλων, ὄνομα Νικάνωρ, κατὰ τὸν λαιὸν ὦμον, ἔγγιον μετὰ τοῦ Ἰωσήπου προσελθὼν καὶ πειρώμενος εἰρηνικὰ τοῖς ἐπὶ τοῦ τείχους, οὐ γὰρ ἄγνωστος ἦν, διαλέγεσθαι.
§262
διὰ τούτου τὰς ὁρμὰς αὐτῶν ἐπιγνοὺς Καῖσαρ, εἰ μηδὲ τῶν ἐπὶ σωτηρίᾳ προσιόντων ἀπέχοιντο, παροξύνεται πρὸς τὴν πολιορκίαν, ἅμα τε καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἠφίει καὶ συμφέροντας ἐκέλευσε τὴν ὕλην ἐγείρειν χώματα.
§263
τριχῆ δὲ διατάξας τὴν στρατιὰν πρὸς τὰ ἔργα μέσους ἵστησι τῶν χωμάτων τούς τε ἀκοντιστὰς καὶ τοξότας καὶ πρὸ τούτων τοὺς ὀξυβελεῖς καὶ καταπέλτας καὶ τὰς λιθοβόλους μηχανάς, ὡς τάς τε ἐκδρομὰς εἴργοι τῶν πολεμίων ἐπὶ τὰ ἔργα καὶ τοὺς ἀπὸ τοῦ τείχους κωλύειν πειρωμένους.
§264
κοπτομένων δὲ τῶν δένδρων τὰ προάστεια μὲν ἐν τάχει γεγύμνωτο, συμφερομένων δʼ ἐπὶ τὰ χώματα τῶν ξύλων καὶ τῆς στρατιᾶς ἁπάσης ἐπὶ τὸ ἔργον ὡρμημένης οὐδὲ τὰ παρὰ τῶν Ἰουδαίων ἠρέμει.
§265
τὸν μὲν οὖν δῆμον ἐν ἁρπαγαῖς ὄντα καὶ φόνοις συνέβαινε τότε θαρρεῖν· ἀναπνεύσειν τε γὰρ περισπωμένων πρὸς τοὺς ἔξωθεν ὑπελάμβανον καὶ λήψεσθαι παρὰ τῶν αἰτίων αὐτοὶ δίκας, εἰ Ῥωμαῖοι περιγένοιντο.
§266
Ἰωάννης δὲ καίτοι χωρεῖν ἐπὶ τοὺς ἔξωθεν πολεμίους τῶν περὶ αὐτὸν ὡρμημένων, δέει τοῦ Σίμωνος ἔμενεν.
§267
οὐ μὴν ὁ Σίμων ἠρέμει, καὶ γὰρ ἦν ἐγγίων τῇ πολιορκίᾳ, τὰ δʼ ἀφετήρια διίστησιν ἐπὶ τοῦ τείχους, ὅσα Κέστιόν τε ἀφῄρηντο πρότερον καὶ τὴν ἐπὶ τῆς Ἀντωνίας φρουρὰν ἑλόντες ἔλαβον.
§268
ἀλλὰ τούτων μὲν τοῖς πολλοῖς ἀχρεῖος ἡ κτῆσις ἦν διʼ ἀπειρίαν· ὀλίγοι δʼ ὑπὸ τῶν αὐτομόλων διδαχθέντες ἐχρῶντο κακῶς τοῖς ὀργάνοις, χερμάσι δὲ καὶ τόξοις τοὺς χωννύντας ἔβαλλον ἀπὸ τοῦ τείχους καὶ κατὰ συντάξεις ἐκτρέχοντες αὐτοῖς συνεπλέκοντο.
§269
τοῖς δὲ ἐργαζομένοις ἀπὸ μὲν τῶν βελῶν ἦν σκέπη γέρρα τῶν χαρακωμάτων ὑπερτεταμένα, τὰ δʼ ἀφετήρια πρὸς τοὺς ἐκθέοντας· θαυμαστὰ δὲ πᾶσι μὲν κατεσκεύαστο τοῖς τάγμασι, διαφόρως δὲ τῷ δεκάτῳ βιαιότεροί τε ὀξυβελεῖς καὶ μείζονα λιθοβόλα, διʼ ὧν οὐ μόνον τὰς ἐκδρομὰς ἀλλὰ καὶ τοὺς ἐπὶ τοῦ τείχους ἀνέτρεπον.
§270
ταλαντιαῖοι μὲν γὰρ ἦσαν αἱ βαλλόμεναι πέτραι, δύο δὲ καὶ πλείονας ᾔεσαν σταδίους· ἡ πληγὴ δʼ οὐ τοῖς προεντυχοῦσι μόνον, ἐπὶ πολὺ δὲ καὶ τοῖς μετʼ ἐκείνους ἦν ἀνυπόστατος.
§271
οἵ γε μὴν Ἰουδαῖοι τὸ πρῶτον ἐφυλάττοντο τὴν πέτραν· λευκὴ γὰρ ἦν, ὥστε μὴ τῷ ῥοίζῳ σημαίνεσθαι μόνον, ἀλλὰ καὶ τῇ λαμπρότητι προορᾶσθαι.
§272
σκοποὶ οὖν αὐτοῖς ἐπὶ τῶν πύργων καθεζόμενοι προεμήνυον, ὁπότε σχασθείη τὸ ὄργανον καὶ ἡ πέτρα φέροιτο, τῇ πατρίῳ γλώσσῃ βοῶντες ὁ υἱὸς ἔρχεται. διίσταντο δὲ καθʼ οὓς ᾔει καὶ προκατεκλίνοντο, καὶ συνέβαινε φυλαττομένων ἄπρακτον διεκπίπτειν τὴν πέτραν.
§273
ἀντεπινοοῦσι δὲ Ῥωμαῖοι μελαίνειν αὐτήν· τότε γὰρ οὐκέθʼ ὁμοίως προορωμένης εὐστόχουν καὶ πολλοὺς ἅμα βολῇ μιᾷ διέφθειρον.
§274
ἀλλʼ οὐδὲ κακούμενοι μετʼ ἀδείας παρεῖχον Ῥωμαίοις ἐγείρειν τὰ χώματα, πάσῃ δʼ ἐπινοίᾳ καὶ τόλμῃ χρώμενοι καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν εἶργον.
§275
Τῶν δʼ ἔργων συντετελεσμένων μολιβίδι μὲν καὶ λίνῳ διαμετροῦσιν οἱ τέκτονες τὸ διάστημα πρὸς τὸ τεῖχος, ἀπὸ τῶν χωμάτων ῥίψαντες· οὐ γὰρ ἐνῆν ἄλλως ἄνωθεν βαλλομένοις· εὑρόντες δʼ ἐξικνεῖσθαι δυναμένας τὰς ἑλεπόλεις προσῆγον.
§276
καὶ Τίτος ἐγγυτέρω τὰ ἀφετήρια διαστήσας, ὡς μὴ τοὺς κριοὺς εἴργοιεν ἀπὸ τοῦ τείχους, ἐκέλευσε τύπτειν.
§277
τριχόθεν δʼ ἐξαισίου κτύπου περιηχήσαντος αἰφνιδίως τὴν πόλιν κραυγή τε παρὰ τῶν ἔνδον ἤρθη καὶ τοῖς στασιασταῖς ἴσον ἐμπίπτει δέος. κοινὸν δʼ ἑκάτεροι τὸν κίνδυνον ἰδόντες κοινὴν ἐπενόουν ἤδη ποιεῖσθαι καὶ τὴν ἄμυναν.
§278
διαβοώντων δὲ πρὸς ἀλλήλους τῶν διαφόρων ὡς πάντα πράττοιεν ὑπὲρ τῶν πολεμίων, δέον, εἰ καὶ μὴ διηνεκῆ δίδωσιν αὐτοῖς ὁμόνοιαν ὁ θεός, ἐν γοῦν τῷ παρόντι τὴν πρὸς ἀλλήλους φιλονεικίαν ὑπερθεμένους κατὰ Ῥωμαίων συνελθεῖν, κηρύσσει μὲν ἄδειαν ὁ Σίμων τοῖς ἀπὸ τοῦ ἱεροῦ παρελθεῖν ἐπὶ τὸ τεῖχος, ἐπιτρέπει δὲ καίπερ ἀπιστῶν ὁ Ἰωάννης.
§279
οἱ δὲ τοῦ μίσους καὶ τῶν ἰδίων διαφόρων λαβόντες ἀμνηστίαν ἓν σῶμα γίνονται, καὶ τὸ μὲν τεῖχος περισχόντες ἀπʼ αὐτοῦ πυρά τε παμπληθῆ κατὰ τῶν μηχανημάτων ἵεσαν καὶ τοὺς ἐπιβρίθοντας τὰς ἑλεπόλεις ἀδιαλείπτως ἔβαλλον,
§280
οἱ τολμηρότεροι δὲ κατὰ στίφη προπηδῶντες τὰ γέρρα τῶν μηχανημάτων ἐσπάραττον καὶ τοῖς ἐπʼ αὐτῶν προσπίπτοντες ἐπιστήμῃ μὲν ὀλίγα, τόλμῃ δὲ τὰ πλείω περιεγίνοντο.
§281
προσεβοήθει δὲ τοῖς πονοῦσιν αὐτὸς ἀεὶ Τίτος, καὶ παρʼ ἑκάτερον τῶν ὀργάνων τούς τε ἱππέας καὶ τοὺς τοξότας διαστήσας εἶργεν μὲν τοὺς τὸ πῦρ ἐπιφέροντας, ἀνέστελλεν δὲ τοὺς ἀπὸ τῶν πύργων βάλλοντας, ἐνεργοὺς δʼ ἐποίει τὰς ἑλεπόλεις.
§282
οὐ μὴν ταῖς πληγαῖς ὑπήκουε τὸ τεῖχος, εἰ μὴ καθόσον ὁ τοῦ πεντεκαιδεκάτου τάγματος κριὸς γωνίαν διεκίνησε πύργου.
§283
τὸ δὲ τεῖχος ἀκέραιον ἦν· οὐδὲ γὰρ εὐθέως συνεκινδύνευε τῷ πύργῳ προύχοντι πολὺ καὶ μὴ δυναμένῳ συναπορρῆξαί τι ῥᾳδίως τοῦ περιβόλου.
§284
Παυσάμενοι δὲ τῶν ἐκδρομῶν πρὸς ὀλίγον καὶ τοὺς Ῥωμαίους ἐπιτηρήσαντες ἐσκεδασμένους ἐπὶ τὰ ἔργα καὶ κατὰ τὰ στρατόπεδα, καμάτῳ γὰρ ἀναχωρῆσαι καὶ δέει τοὺς Ἰουδαίους ἠξίουν, ἐκθέουσι κατὰ τὸν Ἱππικὸν πύργον διὰ πύλης ἀφανοῦς πάντες πῦρ τε τοῖς ἔργοις ἐπιφέροντες καὶ μέχρι τῶν ἐρυμάτων ἐπὶ τοὺς Ῥωμαίους προελθεῖν ὡρμημένοι.
§285
πρὸς δὲ τὴν κραυγὴν αὐτῶν οἵ τε πλησίον συνίσταντο ταχέως καὶ οἱ πόρρωθεν συνέθεον. ἔφθανε δʼ ἡ Ἰουδαίων τόλμα τὴν Ῥωμαίων εὐταξίαν, καὶ τοὺς προεντυγχάνοντας τρεψάμενοι προσέκειντο καὶ τοῖς συλλεγομένοις.
§286
δεινὴ δὲ περὶ τὰς μηχανὰς συμπίπτει μάχη, τῶν μὲν ὑποπιμπράναι, τῶν δὲ κωλύειν βιαζομένων, κραυγή τε παρʼ ἀμφοτέρων ἀσήμαντος ἦν, καὶ πολλοὶ τῶν προαγωνιζομένων ἔπιπτον.
§287
Ἰουδαῖοι δʼ ὑπερεῖχον ἀπονοίᾳ, καὶ τῶν ἔργων ἥπτετο τὸ πῦρ, καταφλεγῆναί τʼ ἂν ἐκινδύνευσε πάντα μετὰ τῶν ὀργάνων, εἰ μὴ τῶν ἀπʼ Ἀλεξανδρείας ἐπιλέκτων ἀντέστησαν οἱ πολλοὶ παρὰ τὴν σφετέραν ὑπόληψιν ἀνδρισάμενοι· καὶ γὰρ τῶν ἐνδοξοτέρων διήνεγκαν κατὰ ταύτην τὴν μάχην· μέχρι Καῖσαρ τοὺς τῶν ἱππέων δυνατωτάτους ἀναλαβὼν ἐμβάλλει τοῖς πολεμίοις.
§288
καὶ δώδεκα μὲν αὐτὸς τῶν προμάχων ἀναιρεῖ, πρὸς δὲ τὸ τούτων πάθος ἐγκλίνοντος τοῦ λοιποῦ πλήθους ἑπόμενος συνελαύνει πάντας εἰς τὴν πόλιν κἀκ τοῦ πυρὸς διασώζει τὰ ἔργα.
§289
συνέβη δʼ ἐν ταύτῃ τῇ μάχῃ καὶ ζωγρηθῆναί τινα τῶν Ἰουδαίων, ὃν ὁ Τίτος ἀνασταυρῶσαι πρὸ τοῦ τείχους ἐκέλευσεν, εἴ τι πρὸς τὴν ὄψιν ἐνδοῖεν οἱ λοιποὶ καταπλαγέντες.
§290
μετὰ δὲ τὴν ἀναχώρησιν καὶ Ἰωάννης ὁ τῶν Ἰδουμαίων ἡγεμὼν πρὸ τοῦ τείχους γνωρίμῳ τινὶ στρατιώτῃ διαλεγόμενος ὑπό τινος τῶν Ἀράβων κατὰ τοῦ στέρνου τοξεύεται καὶ παραχρῆμα θνήσκει, μέγιστον τοῖς τε Ἰδουμαίοις πένθος καὶ λύπην τοῖς στασιασταῖς ἀπολιπών· καὶ γὰρ κατά τε χεῖρα καὶ συνέσει διάσημος ἦν.
§291
Τῇ δʼ ἐπιούσῃ νυκτὶ ταραχὴ καὶ τοῖς Ῥωμαίοις ἐμπίπτει παράλογος.
§292
τοῦ γὰρ Τίτου πύργους τρεῖς κατασκευάσαι κελεύσαντος πεντηκονταπήχεις, ἵνʼ ἑκάστου χώματος ἐπιστήσας ἀπὸ τούτων τοὺς ἐπὶ τοῦ τείχους τρέποιτο, συνέβη πεσεῖν αὐτομάτως ἕνα μέσης νυκτός.
§293
μεγίστου δὲ ἀρθέντος ψόφου δέος ἐμπίπτει τῷ στρατῷ, καὶ τοὺς πολεμίους ἐπιχειρεῖν σφίσι δόξαντες ἐπὶ τὰ ὅπλα πάντες ἔθεον.
§294
ταραχὴ δὲ τῶν ταγμάτων καὶ θόρυβος ἦν, καὶ τὸ συμβὰν οὐδενὸς εἰπεῖν ἔχοντος ἐπὶ πλεῖστον ἀποδυρόμενοι διεφέροντο μηδενός τε φαινομένου πολεμίου διʼ ἀλλήλων ἐπτοοῦντο,
§295
καὶ τὸ σύνθημα μετὰ σπουδῆς ἕκαστος τὸν πλησίον ἐπηρώτα καθάπερ Ἰουδαίων ἐμβεβληκότων εἰς τὰ στρατόπεδα, πανικῷ τε δείματι κυκλουμένοις παρεῴκεσαν, ἄχρι μαθὼν τὸ συμβὰν Τίτος διαγγέλλειν ἐκέλευσε πᾶσι, καὶ μόλις ἐπαύσαντο τῆς ταραχῆς.
§296
Ἰουδαίους γε μὴν πρὸς τὰ λοιπὰ καρτερῶς ἀντέχοντας ἐκάκωσαν οἱ πύργοι· καὶ γὰρ τῶν ὀργάνων τοῖς κουφοτέροις ἀπʼ αὐτῶν ἐβάλλοντο καὶ τοῖς ἀκοντισταῖς καὶ τοξόταις καὶ λιθοβόλοις.
§297
οὔτε δὲ τούτων αὐτοὶ διὰ τὸ ὕψος ἐφικνοῦντο καὶ τοὺς πύργους ἦν ἀμήχανον ἑλεῖν, μήτʼ ἀνατραπῆναι ῥᾳδίως διὰ τὸ βρῖθος μήτʼ ἐμπρησθῆναι διὰ τὸν σίδηρον δυναμένους, ᾧ κατεκαλύπτοντο.
§298
τρεπόμενοι δὲ ἐξωτέρω βέλους οὐκέτι ἐκώλυον τῶν κριῶν τὰς ἐμβολάς, οἳ ἀδιαλείπτως παίοντες ἤνυον κατʼ ὀλίγον.
§299
ἤδη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ τοῦτο Ἰουδαῖοι τὴν μεγίστην ἐκάλεσαν Ῥωμαίων ἑλέπολιν ἀπὸ τοῦ πάντα νικᾶν, ἀπέκαμνον μὲν πάλαι πρός τε τὰς μάχας καὶ τὰς φυλακὰς πόρρωθεν τῆς πόλεως διανυκτερεύοντες,
§300
ἄλλως δʼ ὑπὸ ῥᾳστώνης καὶ τοῦ βουλεύεσθαι πάντα κακῶς περιττὸν αὐτοῖς δόξαν τὸ τεῖχος ἑτέρων μετʼ αὐτὸ λειπομένων δύο, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί.
§301
καὶ τῶν Ῥωμαίων ἐπιβάντων καθὸ παρέρρηξεν ὁ Νίκων, καταλιπόντες τὰς φυλακὰς πάντες εἰς τὸ δεύτερον τεῖχος ἀναφεύγουσιν. οἱ δʼ ὑπερβάντες τὰς πύλας ἀνοίξαντες πᾶσαν εἰσδέχονται τὴν στρατιάν.
§302
καὶ Ῥωμαῖοι μὲν οὕτω τοῦ πρώτου τείχους πεντεκαιδεκάτῃ κρατήσαντες ἡμέρᾳ, ἑβδόμη δὲ ἦν Ἀρτεμισίου μηνός, αὐτοῦ τε πολὺ κατασκάπτουσι καὶ τὰ προσάρκτια τῆς πόλεως, ἃ καὶ πρότερον Κέστιος.
§303
Μεταστρατοπεδεύεται δὲ Τίτος εἴσω κατὰ τὴν Ἀσσυρίων παρεμβολὴν καλουμένην, ἐπισχὼν πᾶν τὸ μεταξὺ μέχρι τοῦ Κεδρῶνος, ἀπὸ δὲ τοῦ δευτέρου τείχους ὅσον ἐξωτέρω βέλους εἶναι·
§304
προσβολὰς δʼ εὐθέως ἐποιεῖτο. ἐμμερισθέντες δὲ οἱ Ἰουδαῖοι καρτερῶς ἀπημύναντο τοῦ τείχους, οἱ μὲν περὶ τὸν Ἰωάννην ἀπό τε τῆς Ἀντωνίας καὶ τῆς προσαρκτίου στοᾶς τοῦ ἱεροῦ καὶ πρὸ τῶν Ἀλεξάνδρου τοῦ βασιλέως αὐτῶν μνημείων μαχόμενοι, τὸ δὲ τοῦ Σίμωνος τάγμα τὴν παρὰ τὸ Ἰωάννου τοῦ ἀρχιερέως μνημεῖον ἐμβολὴν διαλαβόντες ἐφράξαντο μέχρι πύλης καθʼ ἣν τὸ ὕδωρ ἐπὶ τὸν Ἱππικὸν πύργον εἰσῆκτο.
§305
προπηδῶντές τε πολλάκις ἐκ τῶν πυλῶν συστάδην ἐπολέμουν καὶ συνδιωχθέντες ἀπὸ τοῦ τείχους κατὰ μὲν τὰς συμπλοκὰς ἡττῶντο τῆς Ῥωμαίων ἐπιστήμης ὄντες ἄπειροι, περιῆσαν δʼ ἐν ταῖς τειχομαχίαις.
§306
καὶ τοὺς μὲν μετʼ ἰσχύος ἐμπειρία παρεκρότει, Ἰουδαίους δὲ τόλμα δέει τρεφομένη καὶ τὸ φύσει καρτερικὸν ἐν συμφοραῖς· προσῆν δʼ ἐλπὶς ἔτι σωτηρίας ἡ καὶ Ῥωμαίοις τοῦ ταχέως κρατήσειν.
§307
οὐδετέρων δὲ ἥπτετο κόπος, ἀλλὰ προσβολαὶ καὶ τειχομαχίαι καὶ κατὰ λόχους ἐκδρομαὶ συνεχεῖς διʼ ὅλης ἡμέρας ἦσαν, οὐδʼ ἔστιν ἥτις ἰδέα μάχης ἀπελείπετο.
§308
νὺξ δὲ ἀνέπαυε μόλις ἕωθεν ἀρχομένους· ἦν δʼ ἄυπνος ἀμφοτέροις καὶ χαλεπωτέρα τῆς ἡμέρας, δέει τῶν μὲν ὅσον οὔπω καταληφθήσεσθαι τὸ τεῖχος, τῶν δʼ ἐπιθήσεσθαι Ἰουδαίους τοῖς στρατοπέδοις, ἔν τε τοῖς ὅπλοις ἑκάτεροι διανυκτερεύοντες ὑπὸ τὰς πρώτας αὐγὰς ἕτοιμοι πρὸς μάχην ἦσαν.
§309
καὶ παρὰ μὲν Ἰουδαίοις ἔρις ἦν ὅστις προκινδυνεύσας χαρίσαιτο τοῖς ἡγεμόσιν, μάλιστα δὲ τοῦ Σίμωνος αἰδὼς ἦν καὶ δέος, οὕτως τε προσεῖχεν ἕκαστος αὐτῷ τῶν ὑποτεταγμένων, ὡς καὶ πρὸς αὐτοχειρίαν ἑτοιμότατος εἶναι κελεύσαντος·
§310
Ῥωμαίοις δὲ ἐπʼ ἀνδρείαν ἦν προτροπὴ τοῦ τε κρατεῖν ἔθος καὶ ἥττης ἀήθεια συνεχής τε στρατεία καὶ διηνεκεῖς μελέται καὶ μέγεθος ἡγεμονίας, πρὸ δὲ πάντων Τίτος ἀεὶ πᾶσιν πανταχοῦ παρατυγχάνων.
§311
τό τε γὰρ μαλακισθῆναι παρόντος καὶ συναγωνιζομένου Καίσαρος δεινὸν ἐδόκει, καὶ τῷ καλῶς ἀγωνισαμένῳ μάρτυς αὐτὸς ὁ καὶ τιμήσων παρῆν· κέρδος δʼ ἦν ἤδη καὶ τὸ γνωσθῆναι Καίσαρι γενναῖον ὄντα. διὰ τοῦτο πολλοὶ τῆς κατὰ σφᾶς ἰσχύος ἀμείνους τῇ προθυμίᾳ διεφάνησαν.
§312
παραταξαμένων γοῦν κατὰ ταύτας τὰς ἡμέρας τῶν Ἰουδαίων πρὸ τοῦ τείχους καρτερῷ στίφει καὶ διακοντιζομένων ἔτι πόρρωθεν τῶν ταγμάτων ἑκατέρων Λογγῖνός τις τῶν ἱππέων ἐξαλλόμενος τῆς Ῥωμαϊκῆς τάξεως ἐμπηδᾷ μέσῃ τῇ τῶν Ἰουδαίων φάλαγγι,
§313
καὶ διασκεδασθέντων πρὸς τὴν ἐμβολὴν δύο τοὺς γενναιοτάτους ἀναιρεῖ, τὸν μὲν κατὰ στόμα πλήξας ὑπαντιάσαντα, τὸν δʼ ἀνασπάσας ἐκ τοῦ προτέρου τὸ δόρυ κατὰ πλευρὰν διαπείρει τραπόμενον, ἐκ μέσων τε τῶν πολεμίων ἄτρωτος εἰς τοὺς σφετέρους ἔδραμεν.
§314
ὁ μὲν οὖν διʼ ἀρετὴν ἐπίσημος ἦν, ζηλωταὶ δὲ τῆς ἀνδρείας ἐγίνοντο πολλοί.
§315
καὶ Ἰουδαῖοι μὲν ἀμελοῦντες τοῦ παθεῖν τὸ διαθεῖναι μόνον ἐσκόπουν, ὅ τε θάνατος αὐτοῖς ἐδόκει κουφότατος εἰ μετὰ τοῦ κτεῖναί τινα τῶν πολεμίων προσπέσοι·
§316
Τίτος δὲ τῆς τῶν στρατιωτῶν ἀσφαλείας οὐχ ἧττον τοῦ κρατεῖν προυνόει, καὶ τὴν μὲν ἀπερίσκεπτον ὁρμὴν ἀπόνοιαν λέγων, μόνην δʼ ἀρετὴν τὴν μετὰ προνοίας καὶ τοῦ μηδὲν τὸν δρῶντα παθεῖν, ἐν ἀκινδύνῳ τῷ κατὰ σφᾶς ἐκέλευσεν ἀνδρίζεσθαι.
§317
Προσάγει δʼ αὐτὸς τοῦ βορείου τείχους τῷ μέσῳ πύργῳ τὴν ἑλέπολιν, ἐν ᾧ τῶν Ἰουδαίων τις ἀνὴρ γόης ὄνομα Κάστωρ ἐλόχα μεθʼ ὁμοίων δέκα, τῶν λοιπῶν φυγόντων διὰ τοὺς τοξότας.
§318
οὗτοι μέχρι μέν τινος ὑπεπτηχότες τοῖς θωρακίοις ἠρέμουν, λυομένου δὲ τοῦ πύργου διανίστανται, καὶ προτείνας ὁ Κάστωρ τὰς χεῖρας ὡς ἱκετεύων δῆθεν ἐκάλει τὸν Καίσαρα καὶ τῇ φωνῇ κατοικτιζόμενος ἐλεῆσαι σφᾶς παρεκάλει.
§319
πιστεύσας δʼ ἐξ ἁπλότητος ὁ Τίτος καὶ μετανοεῖν ἤδη τοὺς Ἰουδαίους ἐλπίσας, ἐπέχει μὲν τοῦ κριοῦ τὴν ἐμβολὴν κωλύει τε τοξεύειν τοὺς ἱκέτας, λέγειν δʼ ἐκέλευσεν ὅ τι βούλεται τῷ Κάστορι.
§320
τοῦ δʼ εἰπόντος ἐπὶ δεξιᾷ καταβῆναι θέλειν, ὁ Τίτος συνήδεσθαι μὲν αὐτῷ τῆς εὐβουλίας ἔφη, συνήδεσθαι δὲ εἰ πάντες ταῦτα ἤδη φρονοῦσι καὶ τῇ πόλει διδόναι τε πίστιν ἑτοίμως.
§321
τῶν δέκα δὲ οἱ πέντε μὲν αὐτῷ συνυπεκρίνοντο τὴν ἱκετηρίαν, οἱ λοιποὶ δʼ οὐκ ἄν ποτε δουλεύσειν Ῥωμαίοις ἐβόων παρὸν ἐλευθέρους ἀποθανεῖν.
§322
καὶ μέχρι πολλοῦ διαφερομένων ἐτρίβετο μὲν ἡ προσβολή, πέμπων δʼ ὁ Κάστωρ πρὸς τὸν Σίμωνα σχολῇ βουλεύεσθαι περὶ τῶν ἐπειγόντων ἔλεγεν, ὡς οὐκ ἐπʼ ὀλίγον αὐτὸς διαπαίζοι τὴν Ῥωμαίων ἀρχήν. ἅμα δὲ ταῦτα πέμπων καταφανὴς ἦν καὶ τοὺς ἀπειθοῦντας ἐπὶ τὴν δεξιὰν παρακαλῶν.
§323
οἱ δὲ ὥσπερ ἀγανακτοῦντες ὑπὲρ τὰ θωράκια διῄρουν τε τὰ ξίφη γυμνὰ καὶ τοὺς θώρακας αὑτῶν πλήξαντες ὡς ἀπεσφαγμένοι κατέπεσον.
§324
θάμβος δὲ τὸν Τίτον καὶ τοὺς περὶ αὐτὸν εἰσῄει τοῦ τῶν ἀνδρῶν παραστήματος, καὶ μὴ δυνάμενοι κάτωθεν ἀκριβῶς τὸ γεγενημένον ἰδεῖν ἐθαύμαζόν τε τῆς εὐτολμίας αὐτοὺς καὶ τοῦ πάθους ἠλέουν.
§325
τοξεύει δέ τις ἐν τούτῳ παρὰ τὴν ῥῖνα τὸν Κάστορα, κἀκεῖνος εὐθέως ἀνασπάσας τὸ βέλος ἐπεδείκνυ τῷ Τίτῳ καὶ ὡς οὐ δίκαια πάσχων κατεμέμφετο. πρὸς δὲ τὸν βαλόντα σχετλιάσας Καῖσαρ ἔπεμπε παρεστῶτα τὸν Ἰώσηπον δοῦναι τῷ Κάστορι δεξιάν.
§326
ἀλλʼ ὁ μὲν οὔτʼ αὐτὸς ἔφη προσελεύσεσθαι, φρονεῖν γὰρ οὐδὲν ὑγιὲς τοὺς δεομένους, καὶ τοὺς ὡρμημένους τῶν φίλων κατέσχεν· Αἰνείας δέ τις τῶν αὐτομόλων αὐτὸς ἔφη προσελεύσεσθαι.
§327
καὶ τοῦ Κάστορος καλοῦντος, ὅπως δέξαιτό τις καὶ τὸ ἀργύριον ὃ φέροι μεθʼ αὑτοῦ, σπουδαιότερον ὁ Αἰνείας διαπετάσας τὸν κόλπον προσέδραμεν.
§328
ἀράμενος δὲ ὁ Κάστωρ πέτραν ἐπαφίησιν αὐτῷ, καὶ τούτου μὲν διήμαρτε φυλαξαμένου, τιτρώσκει δὲ στρατιώτην ἕτερον προσελθόντα.
§329
συννοήσας δὲ Καῖσαρ τὴν ἀπάτην πρὸς βλάβης μὲν ἔγνω τὸν ἐν πολέμοις ἔλεον, τὸ γὰρ ἀπηνέστερον ἧττον ὑποπίπτειν τῷ πανούργῳ, τὰς δʼ ἐμβολὰς τῆς ἑλεπόλεως ὀργῇ τῆς χλεύης ἐποιεῖτο δυνατωτέρας.
§330
ὑποδιδόντα δὲ τὸν πύργον ἐμπιπρᾶσιν οἱ περὶ τὸν Κάστορα, καὶ διὰ τῆς φλογὸς εἰς τὴν ὑπʼ αὐτῷ κρυπτὴν ἁλλόμενοι πάλιν δόξαν ἀνδρείας Ῥωμαίοις παρέσχον ὡς ῥίψαντες σφᾶς αὐτοὺς εἰς τὸ πῦρ.
Famine grips Jerusalem
§331
Αἱρεῖ δὲ Καῖσαρ ταύτῃ τὸ τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον, καὶ τῶν Ἰουδαίων φυγόντων ἀπʼ αὐτοῦ παρέρχεται μετὰ χιλίων ἔνδον ὁπλιτῶν καὶ τῶν περὶ αὐτὸν ἐπιλέκτων, καθὸ καὶ τῆς καινῆς πόλεως ἐριοπώλιά τε ἦν καὶ χαλκεῖα καὶ ἱματίων ἀγορά, πρός τε τὸ τεῖχος πλάγιοι κατέτεινον οἱ στενωποί.
§332
εἰ μὲν οὖν ἢ τοῦ τείχους εὐθέως πλέον διέλυσεν ἢ πολέμου νόμῳ παρελθὼν ἐπόρθει τὸ ληφθέν, οὐκ ἂν οἶμαί τις ἐμίγη βλάβη τῷ κράτει.
§333
νῦν δὲ Ἰουδαίους μὲν ἐλπίσας δυσωπήσειν ἐξὸν κακοῦν τῷ μὴ θέλειν, πρὸς δʼ ἀναχώρησιν εὐμαρῆ τὴν εἰσβολὴν οὐκ ἐπλάτυνεν· οὐ γὰρ ἐπιβουλεύσειν οὓς εὐεργετεῖν ὑπελάμβανεν.
§334
παρελθὼν γοῦν οὔτε κτείνειν τινὰ τῶν καταλαμβανομένων ἐπέτρεψεν οὔτε ὑποπιμπράναι τὰς οἰκίας, ἀλλὰ τοῖς μὲν στασιασταῖς εἰ βούλοιντο μάχεσθαι δίχα τῆς τοῦ δήμου βλάβης ἄδειαν ἐξόδου, τῷ δήμῳ δὲ τὰς κτήσεις ὑπισχνεῖτο δώσειν· περὶ πλείστου γὰρ ἐποιεῖτο σῶσαι τὴν μὲν πόλιν αὑτῷ, τὸν δὲ ναὸν τῇ πόλει.
§335
τὸν μὲν οὖν λαὸν ἕτοιμον εἶχεν εἰς ἃ προύτρεπεν καὶ πάλαι, τοῖς μαχίμοις δʼ ἐδόκει τὸ φιλάνθρωπον ἀσθένεια, καὶ τὸν Τίτον ἀδυναμίᾳ τοῦ τὴν ἄλλην πόλιν ἑλεῖν ταῦτα προτείνειν ὑπελάμβανον.
§336
διαπειλοῦντες δὲ τοῖς δημόταις θάνατον, εἰ περὶ παραδόσεως μνησθείη τις αὐτῶν, καὶ τοὺς παραφθεγγομένους εἰρήνην ἀποσφάττοντες, ἐπιτίθενται καὶ τοῖς εἰσελθοῦσι Ῥωμαίων, οἱ μὲν κατὰ τοὺς στενωποὺς ὑπαντιάσαντες, οἱ δʼ ἀπὸ τῶν οἰκιῶν, ἄλλοι δʼ ἔξω τοῦ τείχους κατὰ τὰς ἄνω προπηδήσαντες πύλας.
§337
πρὸς οὓς ταραχθέντες οἱ φρουροὶ τοῦ τείχους καθαλλόμενοι τῶν πύργων ἀνεχώρουν εἰς τὰ στρατόπεδα.
§338
κραυγὴ δʼ ἦν τῶν μὲν εἴσω πάντοθεν πολεμίοις κεκυκλωμένων, τῶν δʼ ἔξωθεν περὶ τοῖς ἀπολειφθεῖσι δεδοικότων. πληθύνοντες δʼ ἀεὶ Ἰουδαῖοι καὶ πολλὰ πλεονεκτοῦντες κατʼ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν.
§339
οἱ δὲ κατʼ ἀνάγκην τὸ πλέον ἀντεῖχον, οὐ γὰρ ἦν ἀθρόους διαφυγεῖν διὰ στενοῦ τοῦ τείχους, δοκοῦσί τε ἂν κατακοπῆναι πάντες οἱ παρελθόντες μὴ προσαμύναντος τοῦ Τίτου.
§340
διαστήσας γὰρ ἐπʼ ἄκροις τοῖς στενωποῖς τοὺς τοξότας καὶ κατὰ τὸν μάλιστα πληθύοντα σταθεὶς αὐτός, ἀνέστελλε τοῖς βέλεσι τοὺς πολεμίους, καὶ σὺν αὐτῷ Δομέτιος Σαβῖνος, ἀνὴρ ἀγαθὸς καὶ κατὰ ταύτην φανεὶς τὴν μάχην.
§341
παρέμεινε δὲ συνεχῶς τοξεύων Καῖσαρ καὶ τοὺς Ἰουδαίους κωλύων παρελθεῖν, μέχρι πάντες ἀνεχώρησαν οἱ στρατιῶται.
§342
Ῥωμαῖοι μὲν οὕτως κρατήσαντες τοῦ δευτέρου τείχους ἐξεώσθησαν, τῶν δʼ ἀνὰ τὸ ἄστυ μαχίμων ἐπήρθη τὰ φρονήματα, καὶ μετέωροι πρὸς τὴν εὐπραγίαν ἦσαν, οὔτʼ ἂν Ῥωμαίους εἰς τὴν πόλιν τολμήσειν ἔτι παρελθεῖν οὔτʼ αὐτοὶ παρελθόντων ἡττηθήσεσθαι δοκοῦντες.
§343
ἐπεσκότει γὰρ αὐτῶν ταῖς γνώμαις διὰ τὰς παρανομίας ὁ θεός, καὶ οὔτε τὴν Ῥωμαίων ἰσχὺν ὅσῳ πλείων κατελείπετο τῆς ἐξελαθείσης ἔβλεπον οὔτε τὸν ὑφέρποντα λιμὸν αὐτοῖς·
§344
ἔτι γὰρ παρῆν ἐσθίειν ἐκ τῶν δημοσίων κακῶν καὶ τὸ τῆς πόλεως αἷμα πίνειν· ἔνδεια δὲ τοὺς ἀγαθοὺς ἐπεῖχε πάλαι, καὶ σπάνει τῶν ἐπιτηδείων διελύοντο πολλοί.
§345
τὴν δὲ τοῦ λαοῦ φθορὰν ἑαυτῶν οἱ στασιασταὶ κουφισμὸν ὑπελάμβανον· μόνους γὰρ ἠξίουν σώζεσθαι τοὺς μὴ ζητοῦντας εἰρήνην καὶ κατὰ Ῥωμαίων ζῆν προῃρημένους, τὸ δʼ ἐναντίον πλῆθος ὥσπερ βάρβαρον ἥδοντο δαπανώμενον.
§346
τοιοῦτοι μὲν δὴ πρὸς τοὺς ἔνδον ἦσαν· Ῥωμαίους δὲ πάλιν τῆς εἰσόδου πειρωμένους ἐκώλυον φραξάμενοι καὶ τὸ καταρριφθὲν ἀντιτειχίσαντες τοῖς σώμασι τρισὶ μὲν ἀντέσχον ἡμέραις καρτερῶς ἀμυνόμενοι, τῇ τετάρτῃ δὲ προσβαλόντα γενναίως Τίτον οὐκ ἤνεγκαν, ἀλλὰ βιασθέντες ᾗ καὶ πρότερον ἀναφεύγουσιν.
§347
ὁ δὲ πάλιν τοῦ τείχους κρατήσας τὸ προσάρκτιον μὲν εὐθέως κατέρριψε πᾶν, ἐπὶ δὲ τοῦ κατὰ μεσημβρίαν φρουρὰς τοῖς πύργοις ἐγκαταστήσας τῷ τρίτῳ προσβάλλειν ἐπενόει.
§348
Δόξαν δʼ ἐπανεῖναι πρὸς ὀλίγον τὴν πολιορκίαν καὶ διωρίαν βουλῆς τοῖς στασιασταῖς παρέχειν, εἴ τι πρὸς τὴν καθαίρεσιν ἐνδοῖεν τοῦ δευτέρου τείχους ἢ καὶ τὸν λιμὸν ὑποδείσαντες, οὐ γὰρ εἰς πολὺ τὰς ἁρπαγὰς αὐτοῖς ἐξαρκέσειν, εἰς δέον κατεχρῆτο τὴν ἄνεσιν·
§349
ἐνστάσης γὰρ τῆς προθεσμίας, καθʼ ἣν ἔδει διαδοῦναι τοῖς στρατιώταις τροφάς, ἐν ἀπόπτῳ τοῖς πολεμίοις ἐκέλευσε τοὺς ἡγεμόνας ἐκτάξαντας τὴν δύναμιν ἀπαριθμεῖν ἑκάστῳ τἀργύριον.
§350
οἱ δέ, ὥσπερ ἔθος, ἀποκαλύψαντες τὰ ὅπλα θήκαις ἐσκεπασμένα τέως κατάφρακτοι προῄεσαν καὶ τοὺς ἵππους ἄγοντες οἱ ἱππεῖς κεκοσμημένους.
§351
ἐπὶ πλεῖστον δὲ τὰ πρὸ τῆς πόλεως ἀργύρῳ καὶ χρυσῷ περιελάμπετο, καὶ τῆς ὄψεως ἐκείνης οὐδὲν οὔτε τοῖς σφετέροις ἐπιτερπέστερον οὔτε τοῖς πολεμίοις παρέστη φοβερώτερον.
§352
κατεπλήσθη γὰρ ἀφορώντων τό τε ἀρχαῖον τεῖχος ἅπαν καὶ τοῦ ἱεροῦ τὸ βόρειον κλίμα, τάς τε οἰκίας μεστὰς ἦν προκυπτόντων ἰδεῖν, καὶ τῆς πόλεως οὐδὲν ὃ μὴ κεκάλυπτο πλήθει διεφαίνετο.
§353
κατάπληξις δὲ δεινὴ καὶ τοῖς τολμηροτάτοις ἐνέπεσε τήν τε δύναμιν ἐπὶ ταὐτὸ πᾶσαν ὁρῶσι καὶ τὸ κάλλος τῶν ὅπλων καὶ τὴν εὐταξίαν τῶν ἀνδρῶν·
§354
δοκοῦσί τε ἄν μοι πρὸς ἐκείνην οἱ στασιασταὶ μεταβαλέσθαι τὴν ὄψιν, εἰ μὴ διʼ ὑπερβολὴν ὧν τὸν δῆμον ἔδρασαν κακῶν συγγνώμην παρὰ Ῥωμαίοις ἀπήλπιζον.
§355
ἀποκειμένου δὲ τοῦ μετὰ κολάσεως, εἰ παύσαιντο, πολὺ κρείττονα τὸν ἐν πολέμῳ θάνατον ἡγοῦντο. καὶ τὸ χρεὼν δʼ ἐκράτει τούς τε ἀναιτίους τοῖς αἰτίοις συναπολέσθαι καὶ τῇ στάσει τὴν πόλιν.
§356
Τέσσαρσιν μὲν οὖν ἡμέραις οἱ Ῥωμαῖοι καθʼ ἕκαστον τάγμα διετέλεσαν τὰς τροφὰς κομιζόμενοι, τῇ πέμπτῃ δʼ ὡς οὐδὲν ἀπήντα παρὰ τῶν Ἰουδαίων εἰρηνικόν, διχῆ διελὼν τὰ τάγματα Τίτος ἤρχετο τῶν χωμάτων κατά τε τὴν Ἀντωνίαν καὶ τὸ τοῦ Ἰωάννου μνημεῖον, ταύτῃ μὲν τὴν ἄνω πόλιν αἱρήσειν ἐπινοῶν, τὸ δʼ ἱερὸν κατὰ τὴν Ἀντωνίαν·
§357
τούτου γὰρ μὴ ληφθέντος οὐδὲ τὸ ἄστυ κατέχειν ἀκίνδυνον ἦν· πρὸς ἑκατέρῳ δὲ μέρει δύο χώματα ἠγείρετο καθʼ ἓν ἑκάστου τάγματος.
§358
καὶ τοὺς μὲν παρὰ τὸ μνημεῖον ἐργαζομένους οἵ τε Ἰδουμαῖοι καὶ τὸ μετὰ τοῦ Σίμωνος ὁπλιτικὸν εἶργον ἐπεκθέοντες, τοὺς δὲ πρὸ τῆς Ἀντωνίας οἱ περὶ τὸν Ἰωάννην καὶ τὸ τῶν ζηλωτῶν πλῆθος.
§359
ἐπλεονέκτουν δὲ οὐ κατὰ χεῖρα μόνον ἀφʼ ὑψηλοτέρων μαχόμενοι, καὶ τοῖς ὀργάνοις δὲ ἤδη χρῆσθαι μεμαθηκότες· ἡ γὰρ καθʼ ἡμέραν τριβὴ κατὰ μικρὸν ἔθρεψε τὴν ἐμπειρίαν. εἶχον δʼ ὀξυβελεῖς μὲν τριακοσίους, τεσσαράκοντα δὲ τῶν λιθοβόλων, διʼ ὧν τὰ χώματα τοῖς Ῥωμαίοις ἐποίουν δυσέργαστα.
§360
Τίτος δὲ σώζεσθαί τε τὴν πόλιν καὶ ἀπόλλυσθαι εἰδὼς ἑαυτῷ, ἅμα καὶ τῇ πολιορκίᾳ προσέκειτο καὶ τοῦ παραινεῖν Ἰουδαίοις μετάνοιαν οὐκ ἠμέλει,
§361
τοῖς δʼ ἔργοις ἀνέμισγε συμβουλίαν, καὶ πολλάκις γινώσκων ἀνυτικώτερον ὅπλων τὸν λόγον αὐτός τε σώζεσθαι παρεκάλει παραδόντας τὴν πόλιν ἤδη παρειλημμένην καὶ τὸν Ἰώσηπον καθίει τῇ πατρίῳ γλώσσῃ διαλέγεσθαι, τάχʼ ἂν ἐνδοῦναι πρὸς ὁμόφυλον δοκῶν αὐτούς.
§362
Οὗτος περιιὼν τὸ τεῖχος καὶ πειρώμενος ἔξω τε βέλους εἶναι καὶ ἐν ἐπηκόῳ, πολλὰ κατηντιβόλει φείσασθαι μὲν αὑτῶν καὶ τοῦ δήμου, φείσασθαι δὲ τῆς πατρίδος καὶ τοῦ ἱεροῦ μηδὲ γενέσθαι πρὸς ταῦτα τῶν ἀλλοφύλων ἀπαθεστέρους.
§363
Ῥωμαίους μέν γε τοὺς μὴ μετέχοντας ἐντρέπεσθαι τὰ τῶν πολεμίων ἅγια καὶ μέχρι νῦν τὰς χεῖρας ἐπέχειν, τοὺς δʼ ἐντραφέντας αὐτοῖς κἂν περισωθῇ μόνους ἕξοντας ὡρμῆσθαι πρὸς ἀπώλειαν αὐτῶν.
§364
ἦ μὴν τὰ καρτερώτερα μὲν αὐτῶν ὁρᾶν τείχη πεπτωκότα, λειπόμενον δὲ τὸ τῶν ἑαλωκότων ἀσθενέστερον· γινώσκειν δὲ τὴν Ῥωμαίων ἰσχὺν ἀνυπόστατον καὶ τὸ δουλεύειν τούτοις οὐκ ἀπείρατον αὐτοῖς.
§365
εἰ γὰρ δὴ καὶ πολεμεῖν ὑπὲρ ἐλευθερίας καλόν, χρῆναι τὸ πρῶτον· τὸ δʼ ἅπαξ ὑποπεσόντας καὶ μακροῖς εἴξαντας χρόνοις ἔπειτα ἀποσείεσθαι τὸν ζυγὸν δυσθανατούντων, οὐ φιλελευθέρων εἶναι.
§366
δεῖν μέντοι καὶ δεσπότας ἀδοξεῖν ταπεινοτέρους, οὐχ οἷς ὑποχείρια τὰ πάντα. τί γὰρ Ῥωμαίους διαπεφευγέναι, πλὴν εἰ μή τι διὰ θάλπος ἢ κρύος ἄχρηστον;
§367
μεταβῆναι γὰρ πρὸς αὐτοὺς πάντοθεν τὴν τύχην, καὶ κατὰ ἔθνος τὸν θεὸν ἐμπεριάγοντα τὴν ἀρχὴν νῦν ἐπὶ τῆς Ἰταλίας εἶναι. νόμον γε μὴν ὡρίσθαι καὶ παρὰ θηρσὶν ἰσχυρότατον καὶ παρὰ ἀνθρώποις, εἴκειν τοῖς δυνατωτέροις καὶ τὸ κρατεῖν παρʼ οἷς ἀκμὴ τῶν ὅπλων εἶναι.
§368
διὰ τοῦτο καὶ τοὺς προγόνους αὐτῶν καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἔτι δὲ καὶ ταῖς ἄλλαις ἀφορμαῖς ἀμείνους ὄντας εἶξαι Ῥωμαίοις, οὐκ ἂν εἰ μὴ τὸν θεὸν ᾔδεσαν σὺν αὐτοῖς τοῦθʼ ὑπομείναντας.
§369
αὐτοὺς δὲ τίνι καὶ πεποιθότας ἀντέχειν, ἑαλωκυίας μὲν ἐκ πλείστου τῆς πόλεως μέρους, τῶν δʼ ἔνδον, εἰ καὶ τὰ τείχη παρέμενεν, ἁλώσεως χεῖρον διακειμένων;
§370
οὐ γὰρ λανθάνειν Ῥωμαίους τὸν ἐν τῇ πόλει λιμόν, ᾧ νῦν μὲν τὸν δῆμον, μετʼ οὐ πολὺ δὲ διαφθαρήσεσθαι καὶ τοὺς μαχίμους.
§371
εἰ γὰρ δὴ καὶ παύσαιντο Ῥωμαῖοι τῆς πολιορκίας μηδʼ ἐπιπίπτοιεν τῇ πόλει ξιφήρεις, αὐτοῖς γε τὸν ἄμαχον πόλεμον ἔνδον παρακαθῆσθαι καθʼ ἑκάστην ὥραν τρεφόμενον, εἰ μὴ καὶ πρὸς τὸν λιμὸν ἆραι τὰ ὅπλα καὶ μάχεσθαι δύνανται μόνοι τε καὶ παθῶν ἐπικρατεῖν.
§372
προσετίθει δὲ ὡς καλὸν πρὸ ἀνηκέστου συμφορᾶς μεταβαλέσθαι καὶ πρὸς τὸ σωτήριον ἕως ἔξεστι ῥέψαι· καὶ γὰρ οὐδὲ μνησικακήσειν αὐτοῖς Ῥωμαίους τῶν γεγενημένων, εἰ μὴ μέχρι τέλους ἀπαυθαδίσαιντο· φύσει τε γὰρ ἐν τῷ κρατεῖν ἡμέρους εἶναι καὶ πρὸ τῶν θυμῶν θήσεσθαι τὸ συμφέρον.
§373
τοῦτο δʼ εἶναι μήτε τὴν πόλιν ἀνδρῶν κενὴν μήτε τὴν χώραν ἔρημον ἔχειν. διὸ καὶ νῦν Καίσαρα βούλεσθαι δεξιὰν αὐτοῖς παρασχεῖν· οὐ γὰρ ἂν σῶσαί τινα βίᾳ λαβόντα τὴν πόλιν, καὶ μάλιστα μηδʼ ἐν ἐσχάταις συμφοραῖς ὑπακουσάντων παρακαλοῦντι.
§374
τοῦ γε μὴν ταχέως τὸ τρίτον τεῖχος ἁλώσεσθαι τὰ προεαλωκότα πίστιν εἶναι· κἂν ἄρρηκτον δὲ ᾖ τὸ ἔρυμα, τὸν λιμὸν ὑπὲρ Ῥωμαίων αὐτοῖς μαχεῖσθαι.
§375
Ταῦτα τὸν Ἰώσηπον παραινοῦντα πολλοὶ μὲν ἔσκωπτον ἀπὸ τοῦ τείχους, πολλοὶ δʼ ἐβλασφήμουν, ἔνιοι δʼ ἔβαλλον. ὁ δʼ ὡς ταῖς φανεραῖς οὐκ ἔπειθε συμβουλίαις, ἐπὶ τὰς ὁμοφύλους μετέβαινεν ἱστορίας
§376
ἆ δειλοί, βοῶν, καὶ τῶν ἰδίων ἀμνήμονες συμμάχων, ὅπλοις καὶ χερσὶ πολεμεῖτε Ῥωμαίοις; τίνα γὰρ ἄλλον οὕτως ἐνικήσαμεν;
§377
πότε δʼ οὐ θεὸς ὁ κτίσας ἂν ἀδικῶνται Ἰουδαίων ἔκδικος; οὐκ ἐπιστραφέντες ὄψεσθε πόθεν ὁρμώμενοι μάχεσθε καὶ πηλίκον ἐμιάνατε σύμμαχον; οὐκ ἀναμνήσεσθε πατέρων ἔργα δαιμόνια, καὶ τὸν ἅγιον τόνδε χῶρον ἡλίκους ἡμῖν πάλαι πολέμους καθεῖλεν;
§378
ἐγὼ μὲν φρίττω τὰ ἔργα τοῦ θεοῦ λέγων εἰς ἀναξίους ἀκοάς· ἀκούετε δʼ ὅμως, ἵνα γνῶτε μὴ μόνον Ῥωμαίοις πολεμοῦντες ἀλλὰ καὶ τῷ θεῷ.
§379
βασιλεὺς ὁ τότε Νεχαὼς Αἰγυπτίων, ὁ δʼ αὐτὸς ἐκαλεῖτο καὶ Φαραώ, μυρίᾳ χειρὶ καταβὰς ἥρπασε Σάρραν βασιλίδα, τὴν μητέρα τοῦ γένους ἡμῶν.
§380
τί οὖν ὁ ταύτης ἀνὴρ Ἁβραάμ, προπάτωρ δὲ ἡμέτερος; ἆρα τὸν ὑβριστὴν ἠμύνατο τοῖς ὅπλοις, καίτοι ὀκτωκαίδεκα μὲν καὶ τριακοσίους ὑπάρχους ἔχων, δύναμιν δὲ ἐφʼ ἑκάστῳ τούτων ἄπειρον; ἢ αὐτοὺς μὲν ἐρημίαν ἡγήσατο μὴ συμπαρόντος θεοῦ, καθαρὰς δʼ ἀνατείνας τὰς χεῖρας εἰς ὃν νῦν ἐμιάνατε χῶρον ὑμεῖς τὸν ἀνίκητον αὐτῷ βοηθὸν ἐστρατολόγησεν;
§381
οὐ μετὰ μίαν ἑσπέραν ἄχραντος μὲν ἡ βασίλισσα ἀνεπέμφθη πρὸς τὸν ἄνδρα, προσκυνῶν δὲ τὸν ὑφʼ ὑμῶν αἱμαχθέντα χῶρον ὁμοφύλῳ φόνῳ καὶ τρέμων ἀπὸ τῶν ἐν νυκτὶ φαντασμάτων ἔφευγεν ὁ Αἰγύπτιος, ἀργύρῳ δὲ καὶ χρυσῷ τοὺς θεοφιλεῖς Ἑβραίους ἐδωρεῖτο;
§382
εἴπω τὴν εἰς Αἴγυπτον μετοικίαν τῶν πατέρων; οὐ τυραννούμενοι καὶ βασιλεῦσιν ἀλλοφύλοις ὑποπεπτωκότες τετρακοσίοις ἔτεσι παρὸν ὅπλοις ἀμύνεσθαι καὶ χερσὶ σφᾶς αὐτοὺς ἐπέτρεψαν τῷ θεῷ;
§383
τίς οὐκ οἶδεν τὴν παντὸς θηρίου καταπλησθεῖσαν Αἴγυπτον καὶ πάσῃ φθαρεῖσαν νόσῳ, τὴν ἄκαρπον [γῆν], τὸν ἐπιλείποντα Νεῖλον, τὰς ἐπαλλήλους δέκα πληγάς, τοὺς διὰ ταῦτα μετὰ φρουρᾶς προπεμπομένους πατέρας ἡμῶν ἀναιμάκτους ἀκινδύνους, οὓς ὁ θεὸς αὑτῷ νεωκόρους ἦγεν;
§384
ἀλλὰ τὴν ὑπὸ Σύρων ἁρπαγεῖσαν ἁγίαν ἡμῖν λάρνακα οὐκ ἐστέναξε μὲν ἡ Παλαιστίνη καὶ Δαγὼν τὸ ξόανον, ἐστέναξε δὲ πᾶν τὸ τῶν ἁρπασαμένων ἔθνος,
§385
σηπόμενοι δὲ τὰ κρυπτὰ τοῦ σώματος καὶ διʼ αὐτῶν τὰ σπλάγχνα μετὰ τῶν σιτίων καταφέροντες, χερσὶ ταῖς λῃσαμέναις ἀνεκόμισαν κυμβάλων καὶ τυμπάνων ἤχῳ καὶ πᾶσι μειλικτηρίοις ἱλασκόμενοι τὸ ἅγιον;
§386
θεὸς ἦν ὁ ταῦτα πατράσιν ἡμετέροις στρατηγῶν, ὅτι τὰς χεῖρας καὶ τὰ ὅπλα παρέντες αὐτῷ κρῖναι τὸ ἔργον ἐπέτρεψαν.
§387
βασιλεὺς Ἀσσυρίων Σενναχηρεὶμ ὅτε πᾶσαν τὴν Ἀσίαν ἐπισυρόμενος τήνδε περιεστρατοπεδεύσατο τὴν πόλιν, ἆρα χερσὶν ἀνθρωπίναις ἔπεσεν;
§388
οὐχ αἱ μὲν ἀπὸ τῶν ὅπλων ἠρεμοῦσαι ἐν προσευχαῖς ἦσαν, ἄγγελος δὲ τοῦ θεοῦ μιᾷ νυκτὶ τὴν ἄπειρον στρατιὰν ἐλυμήνατο, καὶ μεθʼ ἡμέραν ἀναστὰς ὁ Ἀσσύριος ὀκτωκαίδεκα μυριάδας ἐπὶ πεντακισχιλίοις νεκρῶν εὗρε, μετὰ δὲ τῶν καταλειπομένων ἀνόπλους καὶ μὴ διώκοντας Ἑβραίους ἔφυγεν;
§389
ἴστε καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν, ἔνθα μετανάστης ὁ λαὸς ὢν ἔτεσιν ἑβδομήκοντα οὐ πρότερον εἰς ἐλευθερίαν ἀνεχαίτισεν ἢ Κῦρον τοῦτο χαρίσασθαι τῷ θεῷ· προυπέμφθησαν γοῦν ὑπʼ αὐτοῦ, καὶ πάλιν τὸν αὑτῶν σύμμαχον ἐνεωκόρουν.
§390
καθόλου δʼ εἰπεῖν, οὐκ ἔστιν ὅ τι κατώρθωσαν οἱ πατέρες ἡμῶν τοῖς ὅπλοις ἢ δίχα τούτων διήμαρτον ἐπιτρέψαντες τῷ θεῷ· μένοντες μέν γε κατὰ χώραν ἐνίκων ὡς ἐδόκει τῷ κριτῇ, μαχόμενοι δὲ ἔπταισαν ἀεί.
§391
τοῦτο μέν, ἡνίκα βασιλεὺς Βαβυλωνίων ἐπολιόρκει ταύτην τὴν πόλιν, συμβαλὼν Σεδεκίας ὁ ἡμέτερος βασιλεὺς παρὰ τὰς Ἱερεμίου προφητείας αὐτός τε ἑάλω καὶ τὸ ἄστυ μετὰ τοῦ ναοῦ κατασκαπτόμενον εἶδε· καίτοι πόσῳ μετριώτερος ὁ μὲν βασιλεὺς ἐκεῖνος τῶν ὑμετέρων ἡγεμόνων ἦν, ὁ δʼ ὑπʼ αὐτῷ λαὸς ὑμῶν.
§392
βοῶντα γοῦν τὸν Ἱερεμίαν, ὡς ἀπέχθοιντο μὲν τῷ θεῷ διὰ τὰς εἰς αὐτὸν πλημμελείας, ἁλώσοιντο δʼ εἰ μὴ παραδοῖεν τὴν πόλιν, οὔθʼ ὁ βασιλεὺς οὔθʼ ὁ δῆμος ἀνεῖλεν.
§393
ἀλλʼ ὑμεῖς, ἵνʼ ἐάσω τἄνδον, οὐ γὰρ ἂν ἑρμηνεῦσαι δυναίμην τὰς παρανομίας ὑμῶν ἀξίως, ἐμὲ τὸν παρακαλοῦντα πρὸς σωτηρίαν ὑμᾶς βλασφημεῖτε καὶ βάλλετε, παροξυνόμενοι πρὸς τὰς ὑπομνήσεις τῶν ἁμαρτημάτων καὶ μηδὲ τοὺς λόγους φέροντες ὧν τἆργα δρᾶτε καθʼ ἡμέραν.
§394
τοῦτο δʼ, ἡνίκα Ἀντιόχου τοῦ κληθέντος Ἐπιφανοῦς προσκαθεζομένου τῇ πόλει πολλὰ πρὸς τὸ θεῖον ἐξυβρικότος, οἱ πρόγονοι μετὰ τῶν ὅπλων προῆλθον, αὐτοὶ μὲν ἀπεσφάγησαν ἐν τῇ μάχῃ, διηρπάγη δὲ τὸ ἄστυ τοῖς πολεμίοις, ἠρημώθη δʼ ἔτη τρία καὶ μῆνας ἓξ τὸ ἅγιον. καὶ τί δεῖ τἆλλα λέγειν;
§395
ἀλλὰ Ῥωμαίους τίς ἐστρατολόγησε κατὰ τοῦ ἔθνους; οὐχ ἡ τῶν ἐπιχωρίων ἀσέβεια; πόθεν δʼ ἠρξάμεθα δουλείας;
§396
ἆρʼ οὐχὶ ἐκ στάσεως τῶν προγόνων, ὅτε ἡ Ἀριστοβούλου καὶ Ὑρκανοῦ μανία καὶ πρὸς ἀλλήλους ἔρις Πομπήιον ἐπήγαγεν τῇ πόλει καὶ Ῥωμαίοις ὑπέταξεν ὁ θεὸς τοὺς οὐκ ἀξίους ἐλευθερίας;
§397
τρισὶ γοῦν μησὶ πολιορκηθέντες ἑαυτοὺς παρέδοσαν, οὔθʼ ἁμαρτόντες εἰς τὰ ἅγια καὶ τοὺς νόμους ἡλίκα ὑμεῖς καὶ πολὺ μείζοσιν ἀφορμαῖς πρὸς τὸν πόλεμον χρώμενοι.
§398
τὸ δʼ Ἀντιγόνου τέλος τοῦ Ἀριστοβούλου παιδὸς οὐκ ἴσμεν, οὗ βασιλεύοντος ὁ θεὸς ἁλώσει πάλιν τὸν λαὸν ἤλαυνε πλημμελοῦντα, καὶ Ἡρώδης μὲν ὁ Ἀντιπάτρου Σόσσιον, Σόσσιος δὲ Ῥωμαίων στρατιὰν ἤγαγεν, περισχεθέντες δʼ ἐπὶ μῆνας ἓξ ἐπολιορκοῦντο, μέχρι δίκας τῶν ἁμαρτιῶν δόντες ἑάλωσαν καὶ διηρπάγη τοῖς πολεμίοις ἡ πόλις;
§399
οὕτως οὐδέποτε τῷ ἔθνει τὰ ὅπλα δέδοται, τῷ δὲ πολεμεῖσθαι καὶ τὸ ἁλώσεσθαι πάντως πρόσεστι.
§400
δεῖ γάρ, οἶμαι, τοὺς χωρίον ἅγιον νεμομένους ἐπιτρέπειν πάντα τῷ θεῷ δικάζειν καὶ καταφρονεῖν τότε χειρὸς ἀνθρωπίνης, ὅταν αὐτοὶ πείθωσι τὸν ἄνω δικαστήν.
§401
ὑμῖν δὲ τί τῶν εὐλογηθέντων ὑπὸ τοῦ νομοθέτου πέπρακται; τί δὲ τῶν ὑπʼ ἐκείνου κατηραμένων παραλέλειπται; πόσῳ δʼ ἐστὲ τῶν τάχιον ἁλόντων ἀσεβέστεροι;
§402
οὐ τὰ κρυπτὰ μὲν τῶν ἁμαρτημάτων ἠδοξήκατε, κλοπὰς λέγω καὶ ἐνέδρας καὶ μοιχείας, ἁρπαγαῖς δʼ ἐρίζετε καὶ φόνοις καὶ ξένας καινοτομεῖτε κακίας ὁδούς, ἐκδοχεῖον δὲ πάντων τὸ ἱερὸν γέγονεν καὶ χερσὶν ἐμφυλίοις ὁ θεῖος μεμίανται χῶρος, ὃν καὶ Ῥωμαῖοι πόρρωθεν προσεκύνουν, πολλὰ τῶν ἰδίων ἐθῶν εἰς τὸν ὑμέτερον παραλύοντες νόμον.
§403
εἶτʼ ἐπὶ τούτοις τὸν ἀσεβηθέντα σύμμαχον προσδοκᾶτε; πάνυ γοῦν ἐστὲ δίκαιοι ἱκέται καὶ χερσὶ καθαραῖς τὸν βοηθὸν ὑμῶν παρακαλεῖτε.
§404
τοιαύταις ὁ βασιλεὺς ἡμῶν ἱκέτευσεν ἐπὶ τὸν Ἀσσύριον, ὅτε τὸν μέγαν ἐκεῖνον στρατὸν μιᾷ νυκτὶ κατέστρωσεν ὁ θεός; ὅμοια δὲ τῷ Ἀσσυρίῳ Ῥωμαῖοι δρῶσιν, ἵνα καὶ ἄμυναν ὑμεῖς ὁμοίαν ἐλπίσητε;
§405
οὐχ ὁ μὲν χρήματα παρὰ τοῦ βασιλέως ἡμῶν λαβὼν ἐφʼ ᾧ μὴ πορθήσει τὴν πόλιν κατέβη παρὰ τοὺς ὅρκους ἐμπρῆσαι τὸν ναόν, Ῥωμαῖοι δὲ τὸν συνήθη δασμὸν αἰτοῦσιν, ὃν οἱ πατέρες ἡμῶν τοῖς ἐκείνων πατράσι παρέσχον;
§406
καὶ τούτου τυχόντες οὔτε πορθοῦσι τὴν πόλιν οὔτε ψαύουσι τῶν ἁγίων, διδόασι δὲ ὑμῖν τὰ ἄλλα, γενεάς τʼ ἐλευθέρας καὶ κτήσεις τὰς ἑαυτῶν νέμεσθαι καὶ τοὺς ἱεροὺς νόμους σώζουσι.
§407
μανία δὴ τὸν θεὸν προσδοκᾶν ἐπὶ δικαίοις οἷος ἐπʼ ἀδίκοις ἐφάνη. καὶ παραχρῆμα δὲ ἀμύνειν οἶδεν ὅταν δέῃ· τοὺς γοῦν Ἀσσυρίους κατὰ νύκτα τὴν πρώτην παραστρατοπεδευσαμένους ἔκλασεν·
§408
ὥστʼ εἰ καὶ τὴν ἡμετέραν γενεὰν ἐλευθερίας ἢ Ῥωμαίους κολάσεως ἀξίους ἔκρινε, κἂν παραχρῆμα καθάπερ τοῖς Ἀσσυρίοις ἐνέσκηψεν, ὅτε τοῦ ἔθνους ἥπτετο Πομπήιος, ὅτε μετʼ αὐτὸν ἀνῄει Σόσσιος, ὅτε Οὐεσπασιανὸς ἐπόρθει τὴν Γαλιλαίαν, τὰ τελευταῖα νῦν, ὅτε ἤγγιζε Τίτος τῇ πόλει.
§409
καίτοι Μάγνος μὲν καὶ Σόσσιος πρὸς τῷ μηδὲν παθεῖν καὶ ἀνὰ κράτος ἔλαβον τὴν πόλιν, Οὐεσπασιανὸς δʼ ἐκ τοῦ πρὸς ἡμᾶς πολέμου καὶ βασιλείας ἤρξατο· Τίτῳ μὲν γὰρ καὶ πηγαὶ πλουσιώτεραι ῥέουσιν αἱ ξηρανθεῖσαι πρότερον ὑμῖν·
§410
πρὸ γοῦν τῆς αὐτοῦ παρουσίας τήν τε Σιλωὰν ἐπιλείπουσαν ἴστε καὶ τὰς πρὸ τοῦ ἄστεος ἁπάσας, ὥστε πρὸς ἀμφορέας ὠνεῖσθαι τὸ ὕδωρ· τὸ δὲ νῦν οὕτως πληθύουσι τοῖς πολεμίοις ὑμῶν, ὡς μὴ μόνον αὐτοῖς καὶ κτήνεσιν, ἀλλὰ καὶ κήποις διαρκεῖν.
§411
τό γε μὴν τέρας τοῦτο πεπείραται καὶ πρότερον ἐφʼ ἁλώσει τῆς πόλεως γεγενημένον, ὅτε ὁ προειρημένος Βαβυλώνιος ἐπεστράτευσεν, ὃς τήν τε πόλιν ἑλὼν ἐνέπρησε καὶ τὸν ναόν, οὐδὲν οἶμαι τῶν τότε ἠσεβηκότων τηλικοῦτον ἡλίκα ὑμεῖς·
§412
ὥστε ἐγὼ πεφευγέναι μὲν ἐκ τῶν ἁγίων οἶμαι τὸ θεῖον, ἑστάναι δὲ παρʼ οἷς πολεμεῖτε νῦν.
§413
ἀλλʼ ἀνὴρ μὲν ἀγαθὸς οἰκίαν ἀσελγῆ φεύξεται καὶ τοὺς ἐν αὐτῇ στυγήσει, τὸν δὲ θεὸν ἔτι πείθεσθε τοῖς οἰκείοις κακοῖς παραμένειν, ὃς τά τε κρυπτὰ πάντα ἐφορᾷ καὶ τῶν σιγωμένων ἀκούει;
§414
τί δὲ σιγᾶται παρʼ ὑμῖν ἢ τί κρύπτεται; τί δʼ οὐχὶ καὶ τοῖς ἐχθροῖς φανερὸν γέγονε; πομπεύετε γὰρ παρανομοῦντες καὶ καθʼ ἡμέραν ἐρίζετε, τίς χείρων γένηται, τῆς ἀδικίας ὥσπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι.
§415
καταλείπεται δὲ ὅμως ἔτι σωτηρίας ὁδός, ἐὰν θέλητε, καὶ τὸ θεῖον εὐδιάλλακτον ἐξομολογουμένοις καὶ μετανοοῦσιν.
§416
ὦ σιδήρειοι, ῥίψατε τὰς πανοπλίας, λάβετε ἤδη κατερειπομένης αἰδῶ πατρίδος, ἐπιστράφητε καὶ θεάσασθε τὸ κάλλος ἧς προδίδοτε, οἷον ἄστυ, οἷον ἱερόν, ὅσων ἐθνῶν δῶρα.
§417
ἐπὶ ταῦτά τις ὁδηγεῖ φλόγα; ταῦτά τις μηκέτʼ εἶναι θέλει; καὶ τί σώζεσθαι τούτων ἀξιώτερον, ἄτεγκτοι καὶ λίθων ἀπαθέστεροι.
§418
καὶ εἰ μὴ ταῦτα γνησίοις ὄμμασιν βλέπετε, γενεὰς γοῦν ὑμετέρας οἰκτείρατε, καὶ πρὸ ὀφθαλμῶν ἑκάστῳ γενέσθω τέκνα καὶ γυνὴ καὶ γονεῖς, οὓς ἀναλώσει μετὰ μικρὸν ἢ λιμὸς ἢ πόλεμος.
§419
οἶδʼ ὅτι μοι συγκινδυνεύει μήτηρ καὶ γυνὴ καὶ γένος οὐκ ἄσημον καὶ πάλαι λαμπρὸς οἶκος, καὶ τάχα δοκῶ διὰ ταῦτα συμβουλεύειν. ἀποκτείνατε αὐτούς, λάβετε μισθὸν τῆς ἑαυτῶν σωτηρίας τὸ ἐμὸν αἷμα· κἀγὼ θνήσκειν ἕτοιμος, εἰ μετʼ ἐμὲ σωφρονεῖν μέλλετε.
Josephus pleads
§420
Τοιαῦτα τοῦ Ἰωσήπου μετὰ δακρύων ἐμβοῶντος οἱ στασιασταὶ μὲν οὔτε ἐνέδοσαν οὔτʼ ἀσφαλῆ τὴν μεταβολὴν ἔκριναν, ὁ δὲ δῆμος ἐκινήθη πρὸς αὐτομολίαν.
§421
καὶ οἱ μὲν τὰς κτήσεις ἐλαχίστου πωλοῦντες, οἱ δὲ τὰ πολυτελέστερα τῶν κειμηλίων, τοὺς μὲν χρυσοῦς, ὡς μὴ φωραθεῖεν ὑπὸ τῶν λῃστῶν, κατέπινον, ἔπειτα πρὸς τοὺς Ῥωμαίους διαδιδράσκοντες, ὁπότε κατενέγκαιεν εὐπόρουν πρὸς ἃ δέοιντο.
§422
διηφίει γὰρ τοὺς πολλοὺς ὁ Τίτος εἰς τὴν χώραν ὅποι βούλοιτο ἕκαστος, καὶ τοῦτʼ αὐτὸ μᾶλλον πρὸς αὐτομολίαν παρεκάλει τῶν μὲν εἴσω κακῶν στερησομένους, μὴ δουλεύσοντας δὲ Ῥωμαίοις.
§423
οἱ δὲ περὶ τὸν Ἰωάννην καὶ τὸν Σίμωνα περιεφύλαττον τὰς τούτων ἐξόδους πλέον ἢ τὰς Ῥωμαίων εἰσόδους, καὶ σκιάν τις ὑπονοίας παρασχὼν μόνον εὐθέως ἀπεσφάττετο.
§424
Τοῖς γε μὴν εὐπόροις καὶ τὸ μένειν πρὸς ἀπώλειαν ἴσον ἦν· προφάσει γὰρ αὐτομολίας ἀνῃρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δʼ ἡ ἀπόνοια τῶν στασιαστῶν συνήκμαζε, καὶ καθʼ ἡμέραν ἀμφότερα προσεξεκαίετο τὰ δεινά.
§425
φανερὸς μὲν γὰρ οὐδαμοῦ σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς οἰκίας, ἔπειθʼ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκίζοντο, μὴ εὑρόντες δʼ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον.
§426
τεκμήριον δὲ τοῦ τʼ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν, οἱ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπʼ ἐνδείας τεθνηξομένους αὐτίκα.
§427
πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντηλλάξαντο μέτρου πυρῶν μὲν εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέστεροι κριθῆς, ἔπειτα κατακλείοντες αὑτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπʼ ἄκρας ἐνδείας ἀνέργαστον τὸν σῖτον ἤσθιον, οἱ δʼ ἔπεσσον ὡς ἥ τε ἀνάγκη καὶ τὸ δέος παρῄνει.
§428
καὶ τράπεζα μὲν οὐδαμοῦ παρετίθετο, τοῦ δὲ πυρὸς ὑφέλκοντες ἔτʼ ὠμὰ τὰ σιτία διήρπαζον.
§429
Ἐλεεινὴ δὲ ἦν ἡ τροφὴ καὶ δακρύων ἄξιος ἡ θέα, τῶν μὲν δυνατωτέρων πλεονεκτούντων, τῶν δʼ ἀσθενῶν ὀδυρομένων. πάντων μὲν δὴ παθῶν ὑπερίσταται λιμός, οὐδὲν δʼ οὕτως ἀπόλλυσιν ὡς αἰδῶ· τὸ γὰρ ἄλλως ἐντροπῆς ἄξιον ἐν τούτῳ καταφρονεῖται.
§430
γυναῖκες γοῦν ἀνδρῶν καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον, μητέρες νηπίων ἐξήρπαζον ἐξ αὐτῶν τῶν στομάτων τὰς τροφάς, καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένων οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμούς.
§431
τοιαῦτα δʼ ἐσθίοντες ὅμως οὐ διελάνθανον, πανταχοῦ δʼ ἐφίσταντο οἱ στασιασταὶ καὶ τούτων ταῖς ἁρπαγαῖς.
§432
ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένην οἰκίαν, σημεῖον ἦν τοῦτο τοὺς ἔνδον προσφέρεσθαι τροφῆς· εὐθέως δʼ ἐξαράξαντες τὰς θύρας εἰσεπήδων, καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβοντες τὰς ἀκόλους ἀνέφερον.
§433
ἐτύπτοντο δὲ γέροντες ἀντεχόμενοι τῶν σιτίων, καὶ κόμης ἐσπαράττοντο γυναῖκες συγκαλύπτουσαι τὰ ἐν χερσίν. οὐδέ τις ἦν οἶκτος πολιᾶς ἢ νηπίων, ἀλλὰ συνεπαίροντες τὰ παιδία τῶν ψωμῶν ἐκκρεμάμενα κατέσειον εἰς ἔδαφος.
§434
τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ προκαταπιοῦσι τὸ ἁρπαγησόμενον ὡς ἀδικηθέντες ἦσαν ὠμότεροι.
§435
δεινὰς δὲ βασάνων ὁδοὺς ἐπενόουν πρὸς ἔρευναν τροφῆς, ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τοὺς τῶν αἰδοίων πόρους, ῥάβδοις δʼ ὀξείαις ἀναπείροντες τὰς ἕδρας, τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ ἵνα μηνύσῃ δράκα μίαν κεκρυμμένην ἀλφίτων.
§436
οἱ βασανισταὶ δʼ οὐκ ἐπείνων, καὶ γὰρ ἧττον ἂν ὠμὸν ἦν τὸ μετʼ ἀνάγκης, γυμνάζοντες δὲ τὴν ἀπόνοιαν καὶ προπαρασκευάζοντες αὑτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια.
§437
τοῖς δʼ ἐπὶ τὴν Ῥωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες, ὅτʼ ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα,
§438
καὶ πολλάκις ἱκετευόντων καὶ τὸ φρικτὸν ἐπικαλουμένων ὄνομα τοῦ θεοῦ μεταδοῦναί τι μέρος αὐτοῖς ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδʼ ὁτιοῦν μετέδοσαν· ἀγαπητὸν δʼ ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον.
§439
Οἱ μὲν δὴ ταπεινότεροι τοιαῦτα πρὸς τῶν δορυφόρων ἔπασχον, οἱ δʼ ἐν ἀξιώματι καὶ πλούτῳ πρὸς τοὺς τυράννους ἀνήγοντο. τούτων οἱ μὲν ἐπιβουλὰς ψευδεῖς ἐπικαλούμενοι διεφθείροντο, οἱ δὲ ὡς προδιδοῖεν Ῥωμαίοις τὴν πόλιν, τὸ δʼ ἑτοιμότατον ἦν μηνυτὴς ὑπόβλητος ὡς αὐτομολεῖν διεγνωκότων.
§440
ὁ δʼ ὑπὸ Σίμωνος γυμνωθεὶς πρὸς Ἰωάννην ἀνεπέμπετο, καὶ τὸν ὑπὸ Ἰωάννου σεσυλημένον ὁ Σίμων μετελάμβανεν· ἀντιπροέπινον δὲ ἀλλήλοις τὸ αἷμα τῶν δημοτῶν καὶ τὰ πτώματα τῶν ἀθλίων διεμερίζοντο.
§441
καὶ τοῦ μὲν κρατεῖν στάσις ἦν ἐν ἀμφοτέροις, τῶν δʼ ἀσεβημάτων ὁμόνοια· καὶ γὰρ ὁ μὴ μεταδοὺς ἐκ τῶν ἀλλοτρίων κακῶν θατέρῳ μονοτρόπως ἐδόκει πονηρός, καὶ ὁ μὴ μεταλαβὼν ὡς ἀγαθοῦ τινος ἤλγει τὸν νοσφισμὸν τῆς ὠμότητος.
§442
Καθʼ ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν ἀδύνατον, συνελόντα δὲ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα πεπονθέναι μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν,
§443
οἵ γε τελευταῖον καὶ τὸ γένος ἐφαύλιζον τῶν Ἑβραίων, ὡς ἧττον ἀσεβεῖς δοκοῖεν πρὸς ἀλλοτρίους, ἐξωμολογήσαντο δʼ ὅπερ ἦσαν εἶναι δοῦλοι καὶ σύγκλυδες καὶ νόθα τοῦ ἔθνους φθάρματα.
§444
τὴν μέν γε πόλιν ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δʼ ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι σκυθρωπῷ κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν ἐπὶ τὸν ναὸν βραδῦνον τὸ πῦρ.
§445
ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες οὔτʼ ἤλγησαν οὔτʼ ἐδάκρυσαν, ἀλλὰ ταῦτα τὰ πάθη παρὰ Ῥωμαίοις εὑρέθη. καὶ ταῦτα μὲν κατὰ χώραν ὕστερον μετʼ ἀποδείξεως τῶν πραγμάτων ἐροῦμεν.
§446
Τίτῳ δὲ τὰ μὲν χώματα προύκοπτεν καίτοι πολλὰ κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν, πέμψας δʼ αὐτὸς μοῖραν τῶν ἱππέων ἐκέλευσεν τοὺς κατὰ τὰς φάραγγας ἐπὶ συγκομιδῇ τροφῆς ἐξιόντας ἐνεδρεύειν.
§447
ἦσαν δέ τινες καὶ τῶν μαχίμων οὐκέτι διαρκούμενοι ταῖς ἁρπαγαῖς, τὸ δὲ πλέον ἐκ τοῦ δήμου πένητες, οὓς αὐτομολεῖν ἀπέτρεπε τὸ περὶ τῶν οἰκείων δέος·
§448
οὔτε γὰρ λήσεσθαι τοὺς στασιαστὰς ἤλπιζον μετὰ γυναικῶν καὶ παιδίων διαδιδράσκοντες καὶ καταλιπεῖν τοῖς λῃσταῖς ταῦτα οὐχ ὑπέμενον ὑπὲρ αὐτῶν σφαγησόμενα·
§449
τολμηροὺς δὲ πρὸς τὰς ἐξόδους ὁ λιμὸς ἐποίει, καὶ κατελείπετο λανθάνοντας τοὺς πολεμίους ἁλίσκεσθαι. λαμβανόμενοι δὲ κατʼ ἀνάγκην ἠμύνοντο, καὶ μετὰ μάχην ἱκετεύειν ἄωρον ἐδόκει. μαστιγούμενοι δὴ καὶ προβασανιζόμενοι τοῦ θανάτου πᾶσαν αἰκίαν ἀνεσταυροῦντο τοῦ τείχους ἀντικρύ.
§450
Τίτῳ μὲν οὖν οἰκτρὸν τὸ πάθος κατεφαίνετο πεντακοσίων ἑκάστης ἡμέρας ἔστι δὲ ὅτε καὶ πλειόνων ἁλισκομένων, οὔτε δὲ τοὺς βίᾳ ληφθέντας ἀφεῖναι ἀσφαλὲς καὶ φυλάττειν τοσούτους φρουρὰν τῶν φυλαξόντων ἑώρα· τό γε μὴν πλέον οὐκ ἐκώλυεν τάχʼ ἂν ἐνδοῦναι πρὸς τὴν ὄψιν ἐλπίσας αὐτούς, εἰ μὴ παραδοῖεν, ὅμοια πεισομένους.
§451
προσήλουν δὲ οἱ στρατιῶται διʼ ὀργὴν καὶ μῖσος τοὺς ἁλόντας ἄλλον ἄλλῳ σχήματι πρὸς χλεύην, καὶ διὰ τὸ πλῆθος χώρα τε ἐνέλειπε τοῖς σταυροῖς καὶ σταυροὶ τοῖς σώμασιν.
§452
Οἱ στασιασταὶ δὲ τοσοῦτον ἀπεδέησαν τοῦ μεταβαλέσθαι πρὸς τὸ πάθος, ὥστε καὶ τοὐναντίον αὐτοὶ σοφίσασθαι πρὸς τὸ λοιπὸν πλῆθος.
§453
σύροντες γὰρ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πίστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύγοντες ἐπεδείκνυσαν καὶ τοὺς κεκρατημένους ἱκέτας ἔλεγον, οὐκ αἰχμαλώτους.
§454
τοῦτο πολλοὺς τῶν αὐτομολεῖν ὡρμημένων μέχρι τἀληθὲς ἐγνώσθη κατέσχεν· εἰσὶ δʼ οἳ καὶ παραχρῆμα διέδρασαν ὡς ἐπὶ βέβαιον τιμωρίαν, ἀνάπαυσιν ἡγούμενοι τὸν ἐκ τῶν πολεμίων θάνατον ἐν λιμοῦ συγκρίσει.
§455
πολλοὺς δὲ καὶ χειροκοπῆσαι κελεύσας Τίτος τῶν ἑαλωκότων, ὡς μὴ δοκοῖεν αὐτόμολοι καὶ πιστεύοιντο διὰ τὴν συμφοράν, εἰσέπεμψε πρὸς τὸν Σίμωνα καὶ τὸν Ἰωάννην,
§456
νῦν γε ἤδη παύσασθαι παραινῶν καὶ μὴ πρὸς ἀναίρεσιν τῆς πόλεως αὐτὸν βιάζεσθαι, κερδῆσαι δʼ ἐκ τῆς ἐν ὑστάτοις μεταμελείας τάς τε αὐτῶν ψυχὰς καὶ τηλικαύτην πατρίδα καὶ ναὸν ἀκοινώνητον ἄλλοις.
§457
περιιὼν δὲ τὰ χώματα τοὺς ἐργαζομένους ἅμα κατήπειγεν ὡς οὐκ εἰς μακρὰν ἀκολουθήσων ἔργοις τῷ λόγῳ.
§458
πρὸς ταῦτα αὐτόν τε ἐβλασφήμουν ἀπὸ τοῦ τείχους Καίσαρα καὶ τὸν πατέρα αὐτοῦ, καὶ τοῦ μὲν θανάτου καταφρονεῖν ἐβόων, ᾑρῆσθαι γὰρ αὐτὸν πρὸ δουλείας καλῶς, ἐργάσεσθαι δὲ ὅσα ἂν δύνωνται κακὰ Ῥωμαίους ἕως ἐμπνέωσι, πατρίδος δὲ οὐ μέλειν τῆς ὡς αὐτός φησιν ἀπολουμένης, καὶ ναοῦ [ἀπολομένου] ἀμείνω τούτου τῷ θεῷ τὸν κόσμον εἶναι.
§459
σωθήσεσθαί γε μὴν καὶ τοῦτον ὑπὸ τοῦ κατοικοῦντος, ὃν καὶ αὐτοὶ σύμμαχον ἔχοντες πᾶσαν χλευάσειν ἀπειλὴν ὑστεροῦσαν ἔργων· τὸ γὰρ τέλος εἶναι τοῦ θεοῦ. τοιαῦτα ταῖς λοιδορίαις ἀναμίσγοντες ἐκεκράγεσαν.
§460
Ἐν δὲ τούτῳ καὶ ὁ Ἐπιφανὴς Ἀντίοχος παρῆν ἄλλους τε ὁπλίτας συχνοὺς ἔχων καὶ περὶ αὑτὸν στῖφος Μακεδόνων καλούμενον, ἥλικας πάντας, ὑψηλούς, ὀλίγον ὑπὲρ ἀντίπαιδας, τὸν Μακεδονικὸν τρόπον ὡπλισμένους τε καὶ πεπαιδευμένους, ὅθεν καὶ τὴν ἐπίκλησιν εἶχον ὑστεροῦντες οἱ πολλοὶ τοῦ γένους.
§461
εὐδαιμονῆσαι γὰρ δὴ μάλιστα τῶν ὑπὸ Ῥωμαίοις βασιλέων τὸν Κομμαγηνὸν συνέβη πρὶν γεύσασθαι μεταβολῆς· ἀπέφηνε δὲ κἀκεῖνος ἐπὶ γήρως, ὡς οὐδένα χρὴ λέγειν πρὸ θανάτου μακάριον.
§462
ἀλλʼ ὅ γε παῖς ἀκμάζοντος αὐτοῦ τηνικαῦτα παρὼν θαυμάζειν ἔφασκε, τί δήποτε Ῥωμαῖοι κατοκνοῖεν προσιέναι τῷ τείχει· πολεμιστὴς δέ τις αὐτὸς ἦν καὶ φύσει παράβολος κατά τε ἀλκὴν τοσοῦτος, ὡς ὀλίγῳ τὰ τῆς τόλμης διαμαρτάνειν.
§463
μειδιάσαντος δὲ τοῦ Τίτου καὶ κοινὸς ὁ πόνος εἰπόντος, ὡς εἶχεν ὥρμησεν ὁ Ἀντίοχος μετὰ τῶν Μακεδόνων πρὸς τὸ τεῖχος.
§464
αὐτὸς μὲν οὖν διά τε ἰσχὺν καὶ κατʼ ἐμπειρίαν ἐφυλάττετο τὰ τῶν Ἰουδαίων βέλη τοξεύων εἰς αὐτούς, τὰ μειράκια δὲ αὐτῷ συνετρίβη πάντα πλὴν ὀλίγων· διὰ γὰρ αἰδῶ τῆς ὑποσχέσεως προσεφιλονείκει μαχόμενα·
§465
καὶ τέλος ἀνεχώρουν τραυματίαι πολλοί, συννοοῦντες ὅτι καὶ τοῖς ἀληθῶς Μακεδόσιν, εἰ μέλλοιεν κρατεῖν, δεῖ τῆς Ἀλεξάνδρου τύχης.
The assault on the Antonia
§466
Τοῖς δὲ Ῥωμαίοις ἀρξαμένοις δωδεκάτῃ μηνὸς Ἀρτεμισίου συνετελέσθη τὰ χώματα μόλις ἐνάτῃ καὶ εἰκάδι ταῖς δεχεπτὰ συνεχῶς πονουμένων ἡμέραις·
§467
μέγιστα γὰρ ἐχώσθη τὰ τέσσαρα, καὶ θάτερον μὲν τὸ ἐπὶ τὴν Ἀντωνίαν ὑπὸ τοῦ πέμπτου τάγματος ἐβλήθη κατὰ μέσον τῆς Στρουθίου καλουμένης κολυμβήθρας, τὸ δʼ ἕτερον ὑπὸ τοῦ δωδεκάτου διεστῶτος ὅσον εἰς πήχεις εἴκοσι.
§468
τῷ δεκάτῳ δὲ τάγματι διέχοντι πολὺ τούτων κατὰ τὸ βόρειον κλίμα τὸ ἔργον ἦν καὶ κολυμβήθραν Ἀμύγδαλον προσαγορευομένην· τούτου δὲ τὸ πεντεκαιδέκατον ἀπὸ τριάκοντα πηχῶν ἔχου κατὰ τὸ τοῦ ἀρχιερέως μνημεῖον.
§469
προσαγομένων δὲ ἤδη αὐτῶν ὁ μὲν Ἰωάννης ἔνδοθεν ὑπορύξας τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων καὶ διαλαβὼν σταυροῖς τοὺς ὑπονόμους ἀνακρήμνησιν τὰ ἔργα, πίσσῃ δὲ καὶ ἀσφάλτῳ διακεχρισμένην τὴν ὕλην εἰσκομίσας ἐνίησι πῦρ.
§470
καὶ τῶν σταυρῶν ὑποκαέντων ἥ τε διώρυξ ἐνέδωκεν ἀθρόα, καὶ μετὰ μεγίστου ψόφου κατεσείσθη τὰ χώματα εἰς αὐτήν.
§471
τὸ μὲν οὖν πρῶτον μετὰ τοῦ κονιορτοῦ καπνὸς ἠγείρετο βαθὺς πνιγομένου τῷ πταίσματι τοῦ πυρός, τῆς δὲ θλιβούσης ὕλης διαβιβρωσκομένης ἤδη φανερὰ φλὸξ ἐρρήγνυτο.
§472
καὶ τοῖς Ῥωμαίοις ἔκπληξις μὲν πρὸς τὸ αἰφνίδιον, ἀθυμία δὲ πρὸς τὴν ἐπίνοιαν ἐμπίπτει, καὶ κρατήσειν οἰομένοις ἤδη τὸ συμβὰν καὶ πρὸς τὸ μέλλον ἔψυξε τὴν ἐλπίδα· τὸ δὲ ἀμύνειν ἀχρεῖον ἐδόκει πρὸς τὸ πῦρ, καὶ εἰ σβεσθείη τῶν χωμάτων καταποθέντων.
§473
Μετὰ δʼ ἡμέρας δύο καὶ τοῖς ἄλλοις ἐπιτίθενται χώμασιν οἱ περὶ τὸν Σίμωνα· καὶ γὰρ δὴ προσαγαγόντες ταύτῃ τὰς ἑλεπόλεις οἱ Ῥωμαῖοι διέσειον τὸ τεῖχος.
§474
Τεφθέος δέ τις ἀπὸ Γάρις πόλεως τῆς Γαλιλαίας, καὶ Μαγάσσαρος τῶν βασιλικῶν Μαριάμμης θεράπων, μεθʼ ὧν Ἀδιαβηνός τις υἱὸς Ναβαταίου, τοὔνομα κληθεὶς ἀπὸ τῆς τύχης καὶ ἀγίρας, ὅπερ σημαίνει χωλός, ἁρπάσαντες λαμπάδας προεπήδησαν ἐπὶ τὰς μηχανάς.
§475
τούτων τῶν ἀνδρῶν οὔτε τολμηρότεροι κατὰ τόνδε τὸν πόλεμον ἐκ τῆς πόλεως ἐφάνησαν οὔτε φοβερώτεροι·
§476
καθάπερ γὰρ εἰς φίλους ἐκτρέχοντες οὐ πολεμίων στῖφος οὔτʼ ἐμέλλησαν οὔτʼ ἀπέστησαν, ἀλλὰ διὰ μέσων ἐνθορόντες τῶν ἐχθρῶν ὑφῆψαν τὰς μηχανάς.
§477
βαλλόμενοι δὲ καὶ τοῖς ξίφεσιν ἀνωθούμενοι πάντοθεν οὐ πρότερον ἐκ τοῦ κινδύνου μετεκινήθησαν ἢ δράξασθαι τῶν ὀργάνων τὸ πῦρ.
§478
αἰρομένης δὲ ἤδη τῆς φλογὸς Ῥωμαῖοι μὲν ἀπὸ τῶν στρατοπέδων συνθέοντες ἐβοήθουν, Ἰουδαῖοι δʼ ἐκ τοῦ τείχους ἐκώλυον καὶ τοῖς σβεννύειν πειρωμένοις συνεπλέκοντο κατὰ μηδὲν τῶν ἰδίων φειδόμενοι σωμάτων.
§479
καὶ οἱ μὲν εἷλκον ἐκ τοῦ πυρὸς τὰς ἑλεπόλεις τῶν ὑπὲρ αὐτὰς γέρρων φλεγομένων, οἱ δʼ Ἰουδαῖοι καὶ διὰ τῆς φλογὸς ἀντελαμβάνοντο καὶ τοῦ σιδήρου ζέοντος δρασσόμενοι τοὺς κριοὺς οὐ μεθίεσαν· διέβαινε δʼ ἀπὸ τούτων ἐπὶ τὰ χώματα τὸ πῦρ καὶ τοὺς ἀμύνοντας προελάμβανεν.
§480
ἐν τούτῳ δʼ οἱ μὲν Ῥωμαῖοι κυκλούμενοι τῇ φλογὶ καὶ τὴν σωτηρίαν τῶν ἔργων ἀπογνόντες ἀνεχώρουν ἐπὶ τὰ στρατόπεδα,
§481
Ἰουδαῖοι δὲ προσέκειντο πλείους ἀεὶ γινόμενοι τῶν ἔνδοθεν προσβοηθούντων καὶ τῷ κρατεῖν τεθαρρηκότες ἀταμιεύτοις ἐχρῶντο ταῖς ὀργαῖς, προελθόντες δὲ μέχρι τῶν ἐρυμάτων ἤδη συνεπλέκοντο τοῖς φρουροῖς.
§482
τάξις ἐστὶν ἐκ διαδοχῆς ἱσταμένη πρὸ τοῦ στρατοπέδου, καὶ δεινὸς ἐπʼ αὐτῇ Ῥωμαίων νόμος τὸν ὑποχωρήσαντα καθʼ ἣν δήποτʼ οὖν αἰτίαν θνήσκειν.
§483
οὗτοι τοῦ μετὰ κολάσεως τὸν μετʼ ἀρετῆς θάνατον προκρίναντες ἵστανται, καὶ πρὸς τὴν τούτων ἀνάγκην πολλοὶ τῶν τραπέντων ἐπεστράφησαν αἰδούμενοι.
§484
διαθέντες δὲ καὶ τοὺς ὀξυβελεῖς ἐπὶ τοῦ τείχους εἶργον τὸ προσγινόμενον πλῆθος ἐκ τῆς πόλεως οὐδὲν εἰς ἀσφάλειαν ἢ φυλακὴν τῶν σωμάτων προνοουμένους· συνεπλέκοντο γὰρ Ἰουδαῖοι τοῖς προστυχοῦσι καὶ ταῖς αἰχμαῖς ἀφυλάκτως ἐμπίπτοντες αὐτοῖς τοῖς σώμασι τοὺς ἐχθροὺς ἔπαιον.
§485
οὔτε δὲ ἔργοις αὐτοὶ πλέον ἢ τῷ θαρρεῖν περιῆσαν καὶ Ῥωμαῖοι τῇ τόλμῃ πλέον εἶκον ἢ τῷ κακοῦσθαι.
§486
Παρῆν δʼ ἤδη Τίτος ἀπὸ τῆς Ἀντωνίας, ὅπου κεχώριστο κατασκεπτόμενος τόπον ἄλλοις χώμασι, καὶ πολλὰ τοὺς στρατιώτας φαυλίσας, εἰ κρατοῦντες τῶν πολεμίων τειχῶν κινδυνεύουσι τοῖς ἰδίοις καὶ πολιορκουμένων ὑπομένουσιν αὐτοὶ τύχην ὥσπερ ἐκ δεσμωτηρίου καθʼ αὑτῶν Ἰουδαίους ἀνέντες, περιῄει μετὰ τῶν ἐπιλέκτων κατὰ πλευρὰ τοὺς πολεμίους αὐτός.
§487
οἱ δὲ κατὰ στόμα παιόμενοι καὶ πρὸς τοῦτον ἐπιστραφέντες ἐκαρτέρουν. μιγείσης δὲ τῆς παρατάξεως ὁ μὲν κονιορτὸς τῶν ὀμμάτων, ἡ κραυγὴ δὲ τῶν ἀκοῶν ἐπεκράτει, καὶ οὐδετέρῳ παρῆν ἔτι τεκμήρασθαι τὸ ἐχθρὸν ἢ τὸ φίλιον.
§488
Ἰουδαίων δὲ οὐ τοσοῦτον ἔτι κατʼ ἀλκὴν ὅσον ἀπογνώσει σωτηρίας παραμενόντων καὶ Ῥωμαίους ἐτόνωσεν αἰδὼς δόξης τε καὶ τῶν ὅπλων καὶ προκινδυνεύοντος Καίσαρος·
§489
ὥστε μοι δοκοῦσι τὰ τελευταῖα διʼ ὑπερβολὴν θυμῶν κἂν ἁρπάσαι τὸ τῶν Ἰουδαίων πλῆθος, εἰ μὴ τὴν ῥοπὴν τῆς παρατάξεως φθάσαντες ἀνεχώρησαν εἰς τὴν πόλιν.
§490
διεφθαρμένων δὲ τῶν χωμάτων Ῥωμαῖοι μὲν ἦσαν ἐν ἀθυμίαις τὸν μακρὸν κάματον ἐπὶ μιᾶς ὥρας ἀπολέσαντες· καὶ πολλοὶ μὲν ταῖς συνήθεσι μηχαναῖς ἀπήλπιζον ἁλώσεσθαι τὴν πόλιν.
§491
Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο, καὶ τοῖς μὲν θερμοτέροις πᾶσαν ἐδόκει προσφέρειν τὴν δύναμιν ἀποπειρᾶσθαί τε τοῦ τείχους βίᾳ·
§492
μέχρι μὲν γὰρ νῦν κατὰ σπάσμα Ἰουδαίοις συμπεπλέχθαι, προσιόντων δʼ ἀθρόων οὐδὲ τὴν ἔφοδον οἴσειν·
§493
καταχωσθήσεσθαι γὰρ ὑπὸ τῶν βελῶν. τῶν δʼ ἀσφαλεστέρων οἱ μὲν καὶ τὰ χώματα ποιεῖν πάλιν, οἱ δὲ καὶ δίχα τούτων προσκαθέζεσθαι μόνον παραφυλάττοντας τάς τε ἐξόδους αὐτῶν καὶ τὰς εἰσκομιδὰς τῶν ἐπιτηδείων παρῄνουν καὶ τῷ λιμῷ καταλείπειν τὴν πόλιν, μηδὲ συμπλέκεσθαι κατὰ χεῖρα τοῖς πολεμίοις·
§494
ἄμαχον γὰρ εἶναι τὴν ἀπόγνωσιν οἷς εὐχὴ μὲν τὸ σιδήρῳ πεσεῖν, ἀπόκειται δὲ καὶ δίχα τούτου πάθος χαλεπώτερον.
§495
αὐτῷ δὲ τὸ μὲν ἀργεῖν καθόλου μετὰ τοσαύτης δυνάμεως οὐκ ἐδόκει πρέπειν καὶ τὸ μάχεσθαι περιττὸν πρὸς ἀλλήλων φθαρησομένοις,
§496
βάλλεσθαι δὲ χώματα δύσεργον ἀπέφαινεν ὕλης ἀπορίᾳ καὶ τὸ παραφυλάττειν τὰς ἐξόδους δυσεργότερον· κυκλώσασθαί τε γὰρ τῇ στρατιᾷ τὴν πόλιν διὰ μέγεθος καὶ δυσχωρίαν οὐκ εὐμαρὲς εἶναι καὶ σφαλερὸν ἄλλως πρὸς τὰς ἐπιθέσεις.
§497
τῶν δὲ φανερῶν φυλαττομένων ἀφανεῖς ἐπινοεῖσθαι Ἰουδαίοις ὁδοὺς κατά τε ἀνάγκην καὶ διʼ ἐμπειρίαν· εἰ δέ τι λάθρα παρεισκομισθήσοιτο, τριβὴν ἔσεσθαι πλείονα τῇ πολιορκίᾳ.
§498
δεδιέναι τε μὴ τὴν δόξαν τοῦ κατορθώματος αὐτῷ τὸ μῆκος ἐλαττώσῃ τοῦ χρόνου· τούτῳ μὲν γὰρ εἶναι πᾶν ἀνύσιμον, πρὸς δὲ τῆς εὐκλείας τὸ τάχος.
§499
δεῖν γε μήν, εἰ καὶ τῷ τάχει μετʼ ἀσφαλείας βούλοιτο χρήσασθαι, περιτειχίζειν ὅλην τὴν πόλιν· μόνως γὰρ οὕτως ἂν πάσας ἀποφράξαι τὰς ἐξόδους, καὶ Ἰουδαίους ἢ πρὸς ἅπαντα ἀπογνόντας τὴν σωτηρίαν παραδώσειν τὴν πόλιν ἢ λιμώττοντας χειρωθήσεσθαι ῥᾳδίως·
§500
οὐδὲ γὰρ ἠρεμήσειν αὐτὸς ἄλλως, ἀλλὰ καὶ τῶν χωμάτων ἐπιμελήσεσθαι πάλιν χρώμενος τοῖς κωλύουσιν ἀτονωτέροις.
§501
εἰ δέ τῳ μέγα δοκεῖ καὶ δυσήνυτον τὸ ἔργον, χρῆναι σκοπεῖν, ὡς οὔτε Ῥωμαίοις τι μικρὸν ἐνεργεῖν πρέπει, καὶ δίχα πόνου κατορθοῦν τι τῶν μεγάλων οὐδενὶ ῥᾴδιον.
§502
Τούτοις πείσας τοὺς ἡγεμόνας διανέμειν ἐκέλευσε τὰς δυνάμεις ἐπὶ τὸ ἔργον. ὁρμὴ δέ τις ἐμπίπτει δαιμόνιος τοῖς στρατιώταις, καὶ μερισαμένων τὸν περίβολον οὐ μόνον τῶν ταγμάτων ἦν ἔρις,
§503
ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς τάξεων πρὸς ἀλλήλας, καὶ στρατιώτης μὲν δεκαδάρχην, δεκαδάρχης δʼ ἑκατοντάρχην, οὗτος δʼ ἐσπούδαζεν ἀρέσασθαι χιλίαρχον, τῶν δὲ χιλιάρχων ἐπὶ τοὺς ἡγεμόνας ἔτεινεν ἡ φιλοτιμία καὶ τῶν ἡγεμόνων τὴν ἅμιλλαν ἐβράβευε Καῖσαρ· περιιὼν γὰρ αὐτὸς ἑκάστης ἡμέρας πολλάκις ἐπεσκόπει τὸ ἔργον.
§504
ἀρξάμενος δὲ ἀπὸ τῆς Ἀσσυρίων παρεμβολῆς, καθʼ ἣν αὐτὸς ἐστρατοπεδεύσατο, ἐπὶ τὴν κατωτέρω Καινόπολιν ἦγε τὸ τεῖχος, ἔνθεν διὰ τοῦ Κεδρῶνος ἐπὶ τὸ Ἐλαιῶν ὄρος·
§505
εἶτʼ ἀνακάμπτων κατὰ μεσημβρίαν περιλαμβάνει τὸ ὄρος ἄχρι τῆς Περιστερεῶνος καλουμένης πέτρας τόν τε ἑξῆς λόφον, ὃς ἐπίκειται τῇ κατὰ τὴν Σιλωὰμ φάραγγι, κἀκεῖθεν ἐκκλίνας πρὸς δύσιν εἰς τὴν τῆς πηγῆς κατῄει φάραγγα.
§506
μεθʼ ἣν ἀναβαίνων κατὰ τὸ Ἀνάνου τοῦ ἀρχιερέως μνημεῖον καὶ διαλαβὼν τὸ ὄρος, ἔνθα Πομπήιος ἐστρατοπεδεύσατο, πρὸς κλίμα βόρειον ἐπέστρεφε,
§507
καὶ προελθὼν μέχρι κώμης τινός, Ἐρεβίνθων οἶκος καλεῖται, καὶ μετʼ ἐκείνην τὸ Ἡρώδου μνημεῖον περισχὼν κατὰ ἀνατολὴν τῷ ἰδίῳ στρατοπέδῳ συνῆπτεν, ὅθεν ἤρξατο.
§508
τὸ μὲν οὖν τεῖχος ἑνὸς δέοντος τεσσαράκοντα σταδίων ἦν, ἔξωθεν δʼ αὐτῷ προσῳκοδομήθη τρισκαίδεκα φρούρια, καὶ τούτων οἱ κύκλοι δέκα συνηριθμοῦντο σταδίων.
§509
τρισὶ δʼ ᾠκοδομήθη τὸ πᾶν ἡμέραις, ὡς τὸ μὲν ἔργον μηνῶν [εἶναι] ἄξιον, τὸ τάχος δʼ ἡττᾶσθαι πίστεως.
§510
περικλείσας δὲ τῷ τείχει τὴν πόλιν καὶ δύναμιν τοῖς φρουρίοις ἐγκαταστήσας τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὴν δευτέραν δʼ ἐπέτρεψεν Ἀλεξάνδρῳ, τὴν τρίτην δʼ ἔλαχον οἱ τῶν ταγμάτων ἡγεμόνες.
§511
διεκληροῦντο δʼ οἱ φύλακες τοὺς ὕπνους, καὶ διʼ ὅλης νυκτὸς περιῄεσαν κατὰ διαστήματα τῶν φρουρίων.
§512
Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτηρίας ἐλπίς, καὶ βαθύνας αὑτὸν ὁ λιμὸς κατʼ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐπεβόσκετο.
§513
καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν, παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον ὅπῃ τινὰ τὸ πάθος καταλαμβάνοι.
§514
θάπτειν δὲ τοὺς προσήκοντας οὔτε ἴσχυον οἱ κάμνοντες καὶ τὸ διευτονοῦν ὤκνει διά τε πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ κατὰ σφᾶς ἄδηλον· πολλοὶ γοῦν τοῖς ὑπʼ αὐτῶν θαπτομένοις ἐπαπέθνησκον, πολλοὶ δὲ ἐπὶ τὰς θήκας πρὶν ἐπιστῆναι τὸ χρεὼν προῆλθον.
§515
οὔτε δὲ θρῆνος ἐν ταῖς συμφοραῖς οὔτʼ ὀλοφυρμὸς ἦν, ἀλλʼ ὁ λιμὸς ἤλεγχε τὰ πάθη, ξηροῖς δὲ τοῖς ὄμμασι καὶ σεσηρόσι τοῖς στόμασιν οἱ δυσθανατοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι, βαθεῖα δὲ περιεῖχεν τὴν πόλιν σιγὴ καὶ νὺξ θανάτου γέμουσα καὶ τούτων οἱ λῃσταὶ χαλεπώτεροι.
§516
τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκροὺς καὶ τὰ καλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξῄεσαν, τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασιν, καί τινας τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον ἐπὶ πείρᾳ τοῦ σιδήρου·
§517
τοὺς δʼ ἱκετεύοντας χρῆσαι σφίσι δεξιὰν καὶ ξίφος τῷ λιμῷ κατέλειπον ὑπερηφανοῦντες, καὶ τῶν ἐκπνεόντων ἕκαστος ἀτενίσας εἰς τὸν ναὸν ἀφεώρα τοὺς στασιαστὰς ζῶντας ἀπολιπών.
§518
οἱ δὲ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς θάπτειν ἐκέλευον τὴν ὀσμὴν οὐ φέροντες, ἔπειθʼ ὡς οὐ διήρκουν ἀπὸ τῶν τειχῶν ἔρριπτον εἰς τὰς φάραγγας.
§519
Περιιὼν δὲ ταύτας ὁ Τίτος ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν καὶ βαθὺν ἰχῶρα μυδώντων ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν θεόν, ὡς οὐκ εἴη τὸ ἔργον αὐτοῦ.
§520
τὰ μὲν δὴ κατὰ τὴν πόλιν εἶχεν οὕτως, Ῥωμαῖοι δὲ μηδενὸς ἔτι τῶν στασιαστῶν ἐκτρέχοντος, ἤδη γὰρ καὶ τούτων ἀθυμία καὶ λιμὸς ἐφήπτετο, ἐπʼ εὐθυμίαις ἦσαν σίτου τε ἀφθονίαν καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκ τῆς Συρίας καὶ τῶν πλησίον ἐπαρχιῶν ἔχοντες·
§521
ἱστάμενοι δὲ πολλοὶ τοῦ τείχους πλησίον καὶ πολὺ πλῆθος τῶν· ἐδωδίμων ἐπιδεικνύμενοι τῷ κατὰ σφᾶς κόρῳ τὸν λιμὸν τῶν πολεμίων ἐξέκαιον.
§522
πρὸς δὲ τὸ πάθος τῶν στασιαστῶν μηδὲν ἐνδιδόντων Τίτος οἰκτείρων τὰ λείψανα τοῦ δήμου καὶ σπουδάζων τὸ γοῦν περιὸν ἐξαρπάσαι, πάλιν ἤρχετο χωμάτων χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης·
§523
ἡ μὲν γὰρ περὶ τὴν πόλιν πᾶσα τοῖς προτέροις ἔργοις ἐκέκοπτο, συνεφόρουν δὲ ἄλλην ἀπʼ ἐνενήκοντα σταδίων οἱ στρατιῶται. καὶ πρὸς μόνης ὕψουν τῆς Ἀντωνίας κατὰ μέρη τέσσαρα πολὺ μείζονα τῶν προτέρων χώματα.
§524
περιιὼν δὲ ὁ Καῖσαρ τὰ τάγματα καὶ κατεπείγων τὸ ἔργον ἐπεδείκνυ τοῖς λῃσταῖς, ὡς ἐν χερσὶν εἴησαν αὐτοῦ.
§525
μόνοις δὲ ἐκείνοις ἄρα κακῶν ἀπολώλει μεταμέλεια, καὶ τὰς ψυχὰς χωρίσαντες ἀπὸ τῶν σωμάτων ἀμφοτέροις ὡς ἀλλοτρίοις ἐχρῶντο.
§526
οὔτε γὰρ πάθος αὐτῶν ἡμέρου τὴν ψυχὴν οὔτʼ ἀλγηδὼν ἥπτετο τοῦ σώματος, οἵ γε καὶ νεκρὸν τὸν δῆμον ὥσπερ κύνες ἐσπάραττον καὶ τὰ δεσμωτήρια τῶν ἀρρώστων ἐνεπίμπλασαν.
§527
Σίμων γοῦν οὐδὲ Ματθίαν, διʼ ὃν κατέσχε τὴν πόλιν, ἀβασάνιστον ἀνεῖλε· Βοηθοῦ παῖς ἦν οὗτος ἐκ τῶν ἀρχιερέων ἐν τοῖς μάλιστα τῷ δήμῳ πιστὸς καὶ τίμιος·
§528
ὃς ὑπὸ τοῖς ζηλωταῖς κακουμένου τοῦ πλήθους, οἷς ἤδη καὶ Ἰωάννης προσῆν, πείθει τὸν δῆμον εἰσαφεῖναι τὸν Σίμωνα βοηθόν, οὐδὲν οὔτε προσυνθέμενος οὔτε προσδοκήσας φαῦλον ἐξ αὐτοῦ.
§529
παρελθὼν δʼ ἐκεῖνος ὡς ἐκράτησε τῆς πόλεως, ἐχθρὸν ἐν ἴσῳ τοῖς ἄλλοις ἡγεῖτο καὶ τὸν ὑπὲρ αὐτοῦ σύμβουλον ὡς ἂν ἐξ ἁπλότητος γεγενημένον.
§530
ἀχθέντα δὲ τηνικαῦτα καὶ κατηγορούμενον τὰ τῶν Ῥωμαίων φρονεῖν κατακρίνει μὲν θανάτῳ μηδʼ ἀπολογίας ἀξιώσας σὺν τρισὶν υἱοῖς· ὁ γὰρ τέταρτος ἔφθη διαδρὰς πρὸς Τίτον· ἱκετεύοντα δὲ ἀναιρεθῆναι πρὸ τῶν τέκνων καὶ ταύτην αἰτούμενον τὴν χάριν ἀνθʼ ὧν ἀνοίξειεν αὐτῷ τὴν πόλιν, τελευταῖον ἀνελεῖν ἐκέλευσεν.
§531
ὁ μὲν οὖν ἐν ὄψει φονευθεῖσιν ἐπεσφάγη τοῖς παισὶν ἄντικρυς Ῥωμαίων προαχθείς· οὕτω γὰρ ὁ Σίμων Ἀνάνῳ τῷ Βαγαδάτου προσέταξεν, ὃς ἦν ὠμότατος αὐτῷ τῶν δορυφόρων, ἐπειρωνευόμενος, εἴ τι βοηθήσουσιν αὐτῷ πρὸς οὓς ἐξελθεῖν εἵλετο· θάπτειν τʼ ἀπεῖπε τὰ σώματα.
§532
μετὰ τούτους ἱερεύς τις Ἀνανίας υἱὸς Μασβάλου τῶν ἐπισήμων καὶ ὁ γραμματεὺς τῆς βουλῆς Ἀριστεύς, γένος ἐξ Ἀμμαοῦς, καὶ σὺν τούτοις πεντεκαίδεκα τῶν ἀπὸ τοῦ δήμου λαμπρῶν ἀναιροῦνται.
§533
τὸν δὲ τοῦ Ἰωσήπου πατέρα συγκλείσαντες ἐφύλαττον, κηρύττουσι δὲ μηδένα τῶν κατὰ τὴν πόλιν μήτε συνομιλεῖν μήτε ἐπὶ ταὐτὸ συναθροίζεσθαι δέει προδοσίας, καὶ τοὺς συνολοφυρομένους πρὸ ἐξετάσεως ἀνῄρουν.
§534
Ταῦτα ὁρῶν Ἰούδης τις υἱὸς Ἰούδου, τῶν ὑπάρχων τοῦ Σίμωνος εἷς ὢν καὶ πεπιστευμένος ὑπʼ αὐτοῦ πύργον φυλάττειν, τάχα μέν τι καὶ οἴκτῳ τῶν ὠμῶς ἀπολλυμένων, τὸ δὲ πλέον αὑτοῦ προνοίᾳ, συγκαλέσας τοὺς πιστοτάτους τῶν ὑπʼ αὐτὸν δέκα,
§535
μέχρι τίνος ἀνθέξομεν, ἔφη, τοῖς κακοῖς; ἢ τίνα σωτηρίας ἔχομεν ἐλπίδα πιστοὶ πονηρῷ μένοντες;
§536
οὐχ ὁ μὲν λιμὸς ἤδη καθʼ ἡμῶν, Ῥωμαῖοι δὲ παρὰ μικρὸν ἔνδον, Σίμων δὲ καὶ πρὸς εὐεργέτας ἄπιστος, καὶ δέος μὲν ἤδη παρʼ αὐτοῦ κολάσεως, ἡ δὲ παρὰ Ῥωμαίοις δεξιὰ βέβαιος;
§537
φέρε, παραδόντες τὸ τεῖχος σώσωμεν ἑαυτοὺς καὶ τὴν πόλιν. πείσεται δὲ οὐδὲν δεινὸν Σίμων, ἐὰν ἀπεγνωκὼς ἑαυτὸν τάχιον δῷ δίκην.
§538
τούτοις τῶν δέκα πεισθέντων ὑπὸ τὴν ἕω τοὺς λοιποὺς τῶν ὑποτεταγμένων ἄλλον ἀλλαχόσε διέπεμπεν, ὡς μὴ φωραθείη τι τῶν βεβουλευμένων, αὐτὸς δὲ περὶ τρίτην ὥραν ἀπὸ τοῦ πύργου τοὺς Ῥωμαίους ἐκάλει.
§539
τῶν δὲ οἱ μὲν ὑπερηφάνουν, οἱ δὲ ἠπίστουν, οἱ πολλοὶ δὲ ὤκνουν ὡς μετὰ μικρὸν ἀκινδύνως ληψόμενοι τὴν πόλιν.
§540
ἐν ὅσῳ δὲ Τίτος μεθʼ ὁπλιτῶν παρῄει πρὸς τὸ τεῖχος, ἔφθη γνοὺς ὁ Σίμων, καὶ μετὰ τάχους τόν τε πύργον προκαταλαμβάνει καὶ τοὺς ἄνδρας συλλαβὼν ἐν ὄψει τῶν Ῥωμαίων ἀναιρεῖ καὶ πρὸ τοῦ τείχους λωβησάμενος ἔρριψε τὰ σώματα.
§541
Κἀν τούτῳ περιιὼν Ἰώσηπος, οὐ γὰρ ἀνίει παρακαλῶν, βάλλεται τὴν κεφαλὴν λίθῳ καὶ παραχρῆμα πίπτει καρωθείς. ἐκδρομὴ δὲ ἐπὶ τὸ πτῶμα τῶν Ἰουδαίων γίνεται, κἂν ἔφθη συρεὶς εἰς τὴν πόλιν, εἰ μὴ ταχέως Καῖσαρ ἔπεμψε τοὺς ὑπερασπίζοντας.
§542
μαχομένων δὲ τούτων ὁ Ἰώσηπος μὲν αἴρεται βραχύ τι τῶν πραττομένων ἐπαΐων, οἱ στασιασταὶ δʼ ὡς ἀνελόντες ὃν ἐπεθύμουν μάλιστα μετὰ χαρᾶς ἀνεβόων.
§543
διαγγέλλεταί τε εἰς τὴν πόλιν, καὶ τὸ καταλειπόμενον πλῆθος ἐπέσχεν ἀθυμία πεπεισμένους οἴχεσθαι τῷ ὄντι διʼ ὃν αὐτομολεῖν ἐθάρρουν.
§544
ἀκούσασα δὲ ἡ τοῦ Ἰωσήπου μήτηρ ἐν τῷ δεσμωτηρίῳ τεθνάναι τὸν υἱόν, πρὸς μὲν τοὺς φύλακας ἀπὸ Ἰωταπάτων τοῦτο ἔφη πεπεῖσθαι· καὶ γὰρ οὐδὲ ζῶντος ἀπολαύειν·
§545
ἰδίᾳ δὲ ὀλοφυρομένη πρὸς τὰς θεραπαινίδας τοῦτον εἰληφέναι τῆς εὐτεκνίας ἔλεγε καρπὸν τὸ μηδὲ θάψαι τὸν υἱόν, ὑφʼ οὗ ταφήσεσθαι προσεδόκησεν.
§546
ἀλλὰ γὰρ οὔτε ταύτην ἐπὶ πλέον ὠδύνα τὸ ψεῦδος οὔτε τοὺς λῃστὰς ἔθαλπε· ταχέως γὰρ ἐκ τῆς πληγῆς ἀνήνεγκεν ὁ Ἰώσηπος, καὶ προελθὼν τοὺς μὲν οὐκ εἰς μακρὰν ἐβόα δίκας αὐτῷ δώσειν τοῦ τραύματος, τὸν δὲ δῆμον ἐπὶ πίστιν πάλιν προυκαλεῖτο.
§547
θάρσος δὲ τῷ λαῷ καὶ τοῖς στασιασταῖς ἔκπληξις ἐμπίπτει πρὸς τὴν ὄψιν αὐτοῦ.
§548
Τῶν δʼ αὐτομόλων οἱ μὲν ὑπʼ ἀνάγκης ἀπὸ τοῦ τείχους ἐπήδων ταχέως, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχῃ μετὰ χερμάδων ἔπειτα πρὸς τοὺς Ῥωμαίους ἔφευγον. συνείπετο δὲ τούτοις τύχη τῶν εἴσω χαλεπωτέρα, καὶ τοῦ παρὰ σφίσι λιμοῦ συντονώτερον εὕρισκον πρὸς ὄλεθρον τὸν παρὰ Ῥωμαίοις κόρον.
§549
παρεγίνοντο μὲν γὰρ ἀπὸ τῆς ἐνδείας πεφυσημένοι καὶ ὥσπερ ὑδρωπιῶντες, ἔπειτα ἀθρόως κενοῖς ὑπερεμπιπλάμενοι τοῖς σώμασιν ἐρρήγνυντο πλὴν τῶν διʼ ἐμπειρίαν ταμιευσαμένων τὰς ὀρέξεις καὶ κατʼ ὀλίγον προσθέντων τροφὴν ἀπειθισμένῳ τῷ σώματι φέρειν.
§550
καὶ τοὺς οὕτω δὲ σωζομένους ἑτέρα πληγὴ μετελάμβανε· τῶν γὰρ παρὰ τοῖς Σύροις τις αὐτομόλων φωρᾶται τῶν τῆς γαστρὸς λυμάτων χρυσοῦς ἐκλέγων· καταπίνοντες δέ, ὡς ἔφαμεν, αὐτοὺς προῄεσαν, ἐπειδὴ διηρεύνων πάντας οἱ στασιασταί, καὶ πολὺ πλῆθος ἦν ἐν τῇ πόλει χρυσοῦ· δώδεκα γοῦν Ἀττικῶν ὠνοῦντο πρότερον ἰσχύοντας πέντε καὶ εἴκοσιν.
§551
ἀλλά τοι τῆς ἐπινοίας ἐλεγχθείσης διʼ ἑνὸς ἀναπίμπλαται μὲν φήμης τὰ στρατόπεδα, ὡς μεστοὶ χρυσίου παρεῖεν οἱ αὐτόμολοι, τὸ δὲ τῶν Ἀράβων πλῆθος καὶ οἱ Σύροι τοὺς ἱκέτας ἀνατέμνοντες ἠρεύνων τὰς γαστέρας.
§552
καὶ τούτου τοῦ πάθους οὐδὲν ἔμοιγε δοκεῖ συμβῆναι Ἰουδαίοις χαλεπώτερον· μιᾷ γοῦν ἀνεσχίσθησαν νυκτὶ πρὸς δισχιλίους.
§553
Καὶ γνοὺς τὴν παρανομίαν Τίτος ὀλίγου μὲν ἐδέησε τὸ ἱππικὸν περιστήσας κατακοντίσαι τοὺς αἰτίους, εἰ μὴ πολὺ πλῆθος ἐνείχετο καὶ τῶν ἀνῃρημένων πολλαπλασίους ἦσαν οἱ κολασθησόμενοι.
§554
συγκαλέσας δὲ τοὺς τῶν συμμάχων ἡγεμόνας καὶ τοὺς τῶν ταγμάτων, συνδιεβάλλοντο γὰρ καὶ τῶν στρατιωτῶν τινές, πρὸς ἑκατέρους ἀγανακτεῖν ἔλεγεν,
§555
εἰ τῶν μὲν σὺν αὐτῷ στρατευομένων τινὲς τοιαῦτα δρῶσιν κέρδους ἕνεκεν ἀδήλου, μηδὲ τὰ ὅπλα σφῶν αὐτῶν αἰδούμενοι πεποιημένα ἀργύρου τε καὶ χρυσοῦ,
§556
τοῖς δὲ Ἄραψι καὶ [τοῖς] Σύροις, εἰ πρῶτον μὲν ἐν ἀλλοτρίῳ πολέμῳ τοῖς πάθεσιν αὐτεξουσίως χρῶνται, ἔπειτα τῇ περὶ φόνους ὠμότητι καὶ τῷ πρὸς Ἰουδαίους μίσει Ῥωμαίους ἐπιγράφουσι· καὶ γὰρ νῦν ἐνίους αὐτῷ τῶν στρατιωτῶν συναπολαύειν τῆς κακοδοξίας.
§557
τούτοις μὲν οὖν διηπείλησε θάνατον, εἴ τις εὑρεθείη πάλιν τὸ αὐτὸ τολμῶν, τοῖς δὲ ἀπὸ τῶν ταγμάτων ἐπέστελλεν ἐρευνήσαντας τοὺς ὑπόπτους ἀνάγειν ἐπʼ αὐτόν.
§558
κατεφρόνει δʼ, ὡς ἔοικε, φιλοχρηματία πάσης κολάσεως, καὶ δεινὸς ἐμπέφυκεν ἀνθρώποις τοῦ κερδαίνειν ἔρως, οὐδέν τε οὕτως πάθος πλεονεξία παραβάλλεται.
§559
ἢ ταῦτα μὲν ἄλλως καὶ μέτρον ἔχει καὶ φόβοις ὑποτάσσεται, θεὸς δὲ ἦν ὁ τοῦ λαοῦ παντὸς κατακρίνας καὶ πᾶσαν αὐτοῖς σωτηρίας ὁδὸν εἰς ἀπώλειαν ἀποστρέφων.
§560
ὃ γοῦν μετʼ ἀπειλῆς ἀπεῖπεν ὁ Καῖσαρ λάθρα κατὰ τῶν αὐτομόλων ἐτολμᾶτο, καὶ τοὺς διαδιδράσκοντας πρὶν πᾶσιν ὀφθῆναι προαπαντῶντες ἔσφαττον οἱ βάρβαροι, περισκοπούμενοι δὲ μή τις ἐπίδοι Ῥωμαίων, ἀνέσχιζον κἀκ τῶν σπλάγχνων τὸ μιαρὸν κέρδος εἷλκον.
§561
ὀλίγοις δʼ ἐνευρίσκετο, καὶ τοὺς πολλοὺς παρανήλισκεν ἐλπὶς μόνη. τοῦτο μὲν δὴ τὸ πάθος πολλοὺς τῶν αὐτομόλων ἐπανήγαγεν.
§562
Ἰωάννης δʼ ὡς ἐπέλειπον αἱ ἁρπαγαὶ παρὰ τοῦ δήμου, πρὸς ἱεροσυλίαν ἐτρέπετο, καὶ πολλὰ μὲν ἐκ τῶν ἀναθημάτων κατεχώνευε τοῦ ναοῦ, πολλὰ δὲ τῶν πρὸς τὰς λειτουργίας ἀναγκαίων σκεύη, κρατῆρας καὶ πίνακας καὶ τραπέζας· ἀπέσχετο δʼ οὐδὲ τῶν ὑπὸ τοῦ Σεβαστοῦ καὶ τῆς γυναικὸς αὐτοῦ πεμφθέντων ἀκρατοφόρων.
§563
οἱ μέν γε Ῥωμαίων βασιλεῖς ἐτίμησάν τε καὶ προσεκόσμησαν τὸ ἱερὸν ἀεί, τότε δὲ ὁ Ἰουδαῖος καὶ τὰ τῶν ἀλλοφύλων κατέσπα.
§564
πρὸς δὲ τοὺς συνόντας ἔλεγεν, ὡς δεῖ μετʼ ἀδείας καταχρήσασθαι τοῖς θείοις ὑπὲρ τοῦ θείου καὶ τοὺς τῷ ναῷ στρατευομένους ἐξ αὐτοῦ τρέφεσθαι.
§565
διὰ τοῦτο καὶ τὸν ἱερὸν οἶνον καὶ τὸ ἔλαιον, ὃ τοῖς ὁλοκαυτώμασιν οἱ ἱερεῖς ἐφύλαττον [ἐπιχεῖν], ἐκκενώσας, ἦν δʼ ἐν τῷ ἔνδον ἱερῷ, διένεμε τῷ πλήθει, κἀκεῖνοι δίχα φρίκης ἠλείφοντο καὶ ἔπινον [ἐξ αὐτῶν].
§566
οὐκ ἂν ὑποστειλαίμην εἰπεῖν ἅ μοι κελεύει τὸ πάθος· οἶμαι Ῥωμαίων βραδυνόντων ἐπὶ τοὺς ἀλιτηρίους ἢ καταποθῆναι ἂν ὑπὸ χάσματος ἢ κατακλυσθῆναι τὴν πόλιν ἢ τοὺς τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνούς· πολὺ γὰρ τῶν ταῦτα παθόντων ἤνεγκε γενεὰν ἀθεωτέραν· τῇ γοῦν τούτων ἀπονοίᾳ πᾶς ὁ λαὸς συναπώλετο.
§567
Καὶ τί δεῖ κατὰ μέρος ἐκδιηγεῖσθαι τὰς συμφοράς; ἀλλὰ πρὸς Τίτον ἐν ταύταις ταῖς ἡμέραις Μαννέος ὁ Λαζάρου φυγὼν διὰ μιᾶς ἔλεγεν ἐκκεκομίσθαι πύλης, ἣν αὐτὸς ἐπεπίστευτο, μυριάδας ἕνδεκα νεκρῶν ἐπὶ πεντακισχιλίοις ὀκτακοσίοις ὀγδοήκοντα, ἀφʼ ἧς αὐτοῖς ἡμέρας παρεστρατοπεδεύσατο τεσσαρεσκαιδεκάτῃ Ξανθικοῦ μηνὸς ἄχρι Πανέμου νουμηνίας.
§568
τοῦτο δʼ ἦν πλῆθος ἀπόρων· καὶ οὐδὲ αὐτὸς ἐφεστώς, ἀλλὰ δημοσίᾳ μισθὸν διδοὺς ἐξ ἀνάγκης ἠρίθμει. τοὺς δὲ λοιποὺς οἱ προσήκοντες ἔθαπτον· ταφὴ δʼ ἦν τὸ προκομίσαντας ἐκ τοῦ ἄστεος ῥῖψαι.
§569
μετὰ δὲ τοῦτον διαδράντες πολλοὶ τῶν ἐπισήμων τὰς πάσας τῶν ἀπόρων νεκρῶν ἀπήγγελλον μυριάδας ἑξήκοντα διὰ τῶν πυλῶν ἐκριφῆναι, τῶν δʼ ἄλλων ἀνεξερεύνητον εἶναι τὸν ἀριθμόν.
§570
μηκέτι δʼ εὐτονούντων τοὺς πτωχοὺς ἐκφέρειν [ἔλεγον] συσσωρεύοντας εἰς τοὺς μεγίστους οἴκους τὰ πτώματα ἀποκλείειν.
§571
καὶ τοῦ μὲν σίτου τὸ μέτρον πραθῆναι ταλάντου, μετὰ ταῦτα δʼ ὡς οὐδὲ ποηλογεῖν ἔθʼ οἷόν τʼ ἦν περιτειχισθείσης τῆς πόλεως, προελθεῖν τινας εἰς τοσοῦτον ἀνάγκης, ὥστε τὰς ἀμάρας ἐρευνῶντας καὶ παλαιὸν ὄνθον βοῶν προσφέρεσθαι τὰ ἐκ τούτων σκύβαλα, καὶ τὸ μηδʼ ὄψει φορητὸν πάλαι τότε γενέσθαι τροφήν.
§572
ταῦτα Ῥωμαῖοι μὲν ἀκούοντες ἠλέησαν, οἱ στασιασταὶ δὲ καὶ βλέποντες οὐ μετενόουν, ἀλλʼ ἠνείχοντο μέχρις αὐτῶν προελθεῖν· πεπήρωντο γὰρ ὑπὸ τοῦ χρεών, ὃ τῇ τε πόλει καὶ αὐτοῖς ἤδη παρῆν.
Tap any Greek word to look it up