Περὶ τῶν Λυκούργου παιδῶν
§1 Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. περὶ μὲν τῶν κατʼ ἐμαυτόν, μοι παρʼ ὑμῶν ἐνόμιζον δίκαιον εἶναι γενέσθαι, τὴν προτέραν ἐπιστολὴν ἔπεμψα πρὸς ὑμᾶς· ὑπὲρ ὧν, ὅταν ὑμῖν δοκῇ, τότε συγχωρήσετε. περὶ δʼ ὧν νῦν ἐπέσταλκα, βουλοίμην ἂν ὑμᾶς μὴ παριδεῖν, μηδὲ πρὸς φιλονικίαν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀκοῦσαι. συμβαίνει γάρ μοι, καίπερ ἐκποδὼν διατρίβοντι, πολλῶν ἀκούειν ἐπιτιμώντων ὑμῖν τοῖς περὶ τοὺς Λυκούργου παῖδας γιγνομένοις.
§2 ἐπέστειλα μὲν οὖν ἂν τὴν ἐπιστολὴν καὶ τῶν ἐκείνῳ ζῶντι πεπραγμένων ἕνεκα, ὧν ὁμοίως ἐμοὶ πάντες ἂν αὐτῷ δικαίως ἔχοιτε χάριν, εἰ τὰ προσήκοντα βούλοισθε ποιεῖν. ἐκεῖνος γὰρ αὑτὸν ἐν τῷ περὶ τὴν διοίκησιν μέρει τάξας τῆς πολιτείας τὸ κατʼ ἀρχάς, καὶ περὶ τῶν Ἑλληνικῶν καὶ συμμαχικῶν οὐδὲν εἰωθὼς γράφειν, ὅτε καὶ τῶν δημοτικῶν εἶναι προσποιουμένων οἱ πολλοὶ κατέλειπον ὑμᾶς, τότε ταῖς τοῦ δήμου προαιρέσεσιν προσένειμεν ἑαυτόν,
§3 οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνειν ʽἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτʼ ἐγίγνετὀ, οὐδʼ ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώρα ʽπολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον̓, ἀλλʼ ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν.
§4 καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τἀναντία πράττοντας κατὰ πάντʼ ἐρρωμένους. ἀλλʼ ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθʼ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτʼ ἀόκνως καὶ λέγων καὶ πράττων προσῆκεν ἦν φανερός, ἐφʼ οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν.
§5 ἐπέστειλα μὲν οὖν ἄν, ὥσπερ εἶπον ἐν ἀρχῇ, καὶ διὰ τὴν ἐκείνου χάριν· οὐ μὴν ἀλλὰ καὶ ὑμῖν νομίζων συμφέρειν τὰς παρὰ τοῖς ἔξω γιγνομένας ἐπιτιμήσεις εἰδέναι, πολλῷ προθυμότερον πρὸς τὸ πέμψαι τὴν ἐπιστολὴν ἔσχον. παραιτοῦμαι δὲ τοὺς ἰδίᾳ πρὸς ἐκεῖνον ἔχοντας δυσκόλως, ὑπομεῖναι τἀληθῆ καὶ τὰ δίκαιʼ ἀκούειν ὑπὲρ αὐτοῦ. εὖ γὰρ ἴστʼ, ἄνδρες Ἀθηναῖοι, ὅτι νῦν ἐκ τῶν περὶ τοὺς παῖδας αὐτοῦ γεγενημένων φαύλην δόξαν πόλις λαμβάνει.
§6 οὐδεὶς γὰρ τῶν Ἑλλήνων ἀγνοεῖ ὅτι ζῶντα Λυκοῦργον ἐτιμᾶθʼ ὑμεῖς εἰς ὑπερβολήν, καὶ πολλῶν αἰτιῶν ἐπενεχθεισῶν ὑπὸ τῶν φθονούντων αὐτῷ οὐδεμίαν πώποθʼ ηὕρετʼ ἀληθῆ, οὕτω δʼ ἐπιστεύετʼ αὐτῷ καὶ δημοτικὸν παρὰ πάντας ἡγεῖσθε, ὥστε πολλὰ τῶν δικαίων ἐν τῷ φῆσαι Λυκοῦργον ἐκρίνετε καὶ τοῦθʼ ὑμῖν ἐξήρκει· οὐ γὰρ ἂν ἦν τοιοῦτον μὴ δοκοῦν ὑμῖν.
§7 νῦν τοίνυν ἅπαντες ἀκούοντες τοὺς υἱεῖς αὐτοῦ δεδέσθαι τὸν μὲν τεθνεῶτʼ ἐλεοῦσιν, τοῖς παισὶν δʼ ὡς ἀνάξια πάσχουσιν συνάχθονται, ὑμῖν δʼ ἐπιτιμῶσιν πικρῶς, ὡς οὐκ ἂν τολμήσαιμι γράφειν ἐγώ· γὰρ ἄχθομαι τοῖς λέγουσι καὶ ἀντιλέγω καθʼ ὅσον δύναμαι βοηθῶν ὑμῖν, ταῦτʼ ἄχρι μὲν τοῦ δῆλον ὑμῖν ποιῆσαι ὅτι πολλοὶ μέμφονται, συμφέρειν ὑμῖν νομίζων εἰδέναι, γέγραφα, ἀκριβῶς δὲ διεξιέναι δυσχερὲς κρίνω.
§8 ὅσα μέντοι λοιδορίας χωρίς ἐστιν ὧν λέγουσίν τινες, καὶ ἀκηκοέναι συμφέρειν ὑμῖν ἡγοῦμαι, ταῦτα δηλώσω. οὐδεὶς γὰρ ὑπείληφεν ὡς ἄρʼ ἠγνοήκατε καὶ διεψεύσθητε τῆς ἀληθείας περὶ αὐτοῦ Λυκούργου. τό τε γὰρ τοῦ χρόνου πλῆθος, ὃν ἐξεταζόμενος οὐδὲν πώποθʼ ηὑρέθη περὶ ὑμᾶς οὔτε φρονῶν οὔτε ποιῶν ἄδικον, καὶ τὸ μηδένʼ ἀνθρώπων εἰς μηδὲν τῶν ἄλλων ἀναισθησίαν ὑμῶν καταγνῶναι, εἰκότως ἀναιρεῖ τὴν ὑπὲρ τῆς ἀγνοίας σκῆψιν.
§9 λείπεται τοίνυν πάντες ἂν εἶναι φαύλων ἀνθρώπων ἔργον φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδένʼ ἔχειν λόγον. εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρʼ ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τἀναντίʼ ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει;
§10 καὶ μὴν οὐδὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν κἀγαθῶν ἐστιν. οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη. εἰ γὰρ ὑμᾶς λύσασθαι παρʼ ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι· τίμημα δʼ ὁρῶν ὀκνοῦντας ἀφεῖναι, λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε. εἰ δὲ τοῦτʼ ἔστιν, οὔτʼ ὀρθῶς οὔτε συμφερόντως βουλεύεσθαι ἐγνώκατε.
§11 θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως,
§12 τραφείς γʼ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκʼ ηὐτύχησεν μάλιστα, τότʼ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας· οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρʼ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαιʼ ἂν εἶναι πρὸς ἅπαντας ταὔτʼ οὔτε κάλʼ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτʼ ἐπέκρινεν.
§13 ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρʼ αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλʼ οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι,
§14 ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπʼ εὐνοίᾳ τὰ Λυκούργῳ πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστιν τυγχάνειν παρʼ ὑμῶν· εἰ δὲ τἀναντία τούτων, ἐκεῖνον, ὅτʼ ἔζη, ἔδει δίκην διδόναι, τούτους δὲ μηδʼ οὕτως, ἐφʼ οἷς ἐκείνῳ τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς· πᾶσι γὰρ πάντων τῶν ἁμαρτημάτων ὅρος ἐστὶ τελευτή.
§15 ἐπεὶ εἴ γʼ οὕτως ἕξετε, ὥσθʼ οἱ μὲν ἀχθεσθέντες τι τοῖς ὑπὲρ τοῦ δήμου πολιτευομένοις μηδὲ πρὸς τελευτήσαντας διαλλαγήσονται, ἀλλὰ καὶ τοῖς παισὶ τὴν ἔχθραν διαφυλάξουσιν, δὲ δῆμος, συναγωνίζεται τῶν δημοτικῶν ἕκαστος, μέχρι τοῦ παρόντι χρῆσθαι μνημονεύσει τὰς χάριτας, μετὰ ταῦτα δὲ μηδὲν φροντιεῖ, οὐδὲν ἀθλιώτερον ἔσται τοῦ τὴν ὑπὲρ τοῦ δήμου τάξιν αἱρεῖσθαι.
§16 εἰ δὲ Μοιροκλῆς ἀποκρίνεται ταῦτα μὲν σοφώτερʼ καθʼ ἑαυτὸν εἶναι, ἵνα δὲ μὴ ἀποδρῶσιν, αὐτὸς αὐτοὺς δῆσαι, ἐρωτήσατʼ αὐτόν, ἡνίκα Ταυρέας καὶ Πάταικος καὶ Ἀριστογείτων καὶ αὐτὸς εἰς τὸ δεσμωτήριον παραδοθέντες οὐ μόνον οὐκ ἐδέδεντο, ἀλλὰ καὶ ἐδημηγόρουν, τί δήποτʼ οὐχ ἑώρα τὰ δίκαια ταῦτα.
§17 εἰ δὲ μὴ φήσει τότʼ ἄρχειν, οὐδὲ λέγειν ἔκ γε τῶν νόμων αὐτῷ προσῆκεν. ὥστε πῶς ἴσον ἐστὶν τοὺς μὲν ἄρχειν, οἷς μηδὲ λέγειν ἔξεστιν, τοὺς δὲ δεδέσθαι, ὧν πολλὰ χρήσιμος ἦν ὑμῖν πατήρ; ἐγὼ μὲν οὐκ ἔχω συλλογίσασθαι,
§18 εἰ μὴ τοῦτο δεῖξαι δημοσίᾳ βούλεσθε, ὅτι βδελυρία καὶ ἀναίδεια καὶ προαίρεσις πονηρίας ἐν τῇ πόλει ἰσχύει καὶ διασωθῆναι πλείω προσδοκίαν ἔχει, κἄν τι συμβῇ χαλεπὸν τοῖς τοιούτοις, ἀπόλυσις γίγνεται, ἐν δὲ προαιρέσει χρηστῇ καὶ βίῳ σώφρονι καὶ δημοτικῷ προελέσθαι ζῆν σφαλερόν, κἄν τι γένηται πταῖσμα, ἄφυκτον ἔσται.
§19 ἔτι τοίνυν τὸ μὲν μὴ δίκαιον εἶναι τὴν ἐναντίαν δόξαν ἔχειν ὧς περὶ ζῶντος εἴχετʼ ἐκείνου, καὶ τὸ τῶν τετελευτηκότων τῶν παρόντων πλείω ποιεῖσθαι λόγον δίκαιον εἶναι, καὶ πάντα τὰ τοιαῦτα, ἐάσω· παρὰ γὰρ πᾶσιν ὁμολογεῖσθαι ταῦθʼ ὑπείληφα· ὅσοις μέντοι πατρικὰς εὐεργεσίας ἀπεμνημονεύσατε τῶν ἄλλων, ἡδέως ἂν ἴδοιμʼ ὑμᾶς ἀναμνησθέντας, οἷον τοῖς Ἀριστείδου καὶ τοῖς Θρασυβούλου καὶ τοῖς Ἀρχίνου καὶ πολλῶν ἑτέρων ἀπογόνοις.
§20 οὐχ ὡς ἐπιτιμῶν δὲ ταῦτα παρήνεγκα. τοσούτου γὰρ δέω τοῦτο ποιεῖν ὥστε συμφέρειν μάλιστα τῇ πόλει τὰ τοιαῦτα κρίνω· προκαλεῖσθε γὰρ πάντας ἐκ τούτων δημοτικοὺς εἶναι, ὁρῶντας ὅτι κἂν ἐν τῷ καθʼ ἑαυτοὺς βίῳ ταῖς προσηκούσαις αὐτῶν τιμαῖς φθόνος ἀντιστῇ, τοῖς γε παισὶν ὑπάρξει τὰ προσήκοντα παρʼ ὑμῶν κομίσασθαι.
§21 πῶς οὖν οὐκ ἄτοπον, μᾶλλον δὲ καὶ αἰσχρόν, τῶν μὲν ἄλλων τισί, καὶ παλαιῶν ὄντων τῶν χρόνων καθʼ οὓς ἐγένοντο χρήσιμοι, καὶ διʼ ὧν ἀκούετε τὰς εὐεργεσίας, οὐκ ἐξ ὧν ἑοράκαθʼ ὑπειληφότας, ὅμως τὴν δικαίαν εὔνοιαν διασῴζειν, Λυκούργῳ δʼ οὕτως ὑπογύου καὶ τῆς πολιτείας καὶ τῆς τελευτῆς γεγονυίας, μηδʼ εἰς καὶ τοῖς ἀγνῶσιν καὶ ὑφʼ ὧν ἀδικοῖσθʼ ἕτοιμοι τὸν ἄλλον ἦτε χρόνον,
§22 εἰς ἔλεον καὶ φιλανθρωπίαν, μηδʼ εἰς ταῦθʼ ὑμᾶς αὐτοὺς ὁμοίους παρέχειν, καὶ ταῦτʼ εἰς τοὺς παῖδας αὐτοῦ γιγνομένης τῆς τιμωρίας, οὓς κἂν ἐχθρός, εἴπερ μέτριος εἴη καὶ λογισμὸν ἔχων, ἐλεήσαι;
§23 θαυμάζω τοίνυν καὶ τοῦτʼ εἴ τις ὑμῶν ἀγνοεῖ, ὡς οὐδὲ τοῦτο συμφέρει τῇ πολιτείᾳ φανερὸν γιγνόμενον, ὅτι τοῖς μὲν ἄλλην τινὰ κτησαμένοις φιλίαν καὶ κατορθοῦσιν ἐν πᾶσιν πλεονεκτεῖν ὑπάρχει, κἂν ἀτυχήσωσίν τι, ῥᾳδίους εἶναι τὰς λύσεις, τοῖς δʼ εἰς τὸν δῆμον ἀναρτήσασιν ἑαυτοὺς οὐ μόνον κατὰ τἄλλʼ ἔλαττον ἔχειν ὑπάρξει, ἀλλὰ καὶ τὰς συμφορὰς βεβαίους τούτοις μόνοις τῶν ἄλλων μένειν. ἀλλὰ μὴν ὅτι τοῦθʼ οὕτως γίγνεται ῥᾴδιον δεῖξαι.
§24 τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπου ἁλῶναι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβὰν ὡς καὶ νῦν τοῖς Λυκούργου παισίν, ἀφεθῆναι δὲ πᾶν τὸ ὄφλημʼ ἐπιστείλαντος Ἀλεξάνδρου; καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἁλῶναι μὲν ὁμοίως καταγνόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιοῦντι;
§25 ἄξιος γὰρ ἁνήρ. καὶ οὐδεὶς ἐπὶ τούτοις τοὺς νόμους ἔφη καταλύεσθαι τῶν νῦν βοώντων. εἰκότως· οὐδὲ γὰρ κατελύοντο, εἴπερ ἅπαντες οἱ νόμοι τῶν δικαίων εἵνεκα καὶ σωτηρίας τῶν χρηστῶν ἀνθρώπων τίθενται, καὶ μήτʼ ἀϊδίους τοῖς ἀτυχήσασι καθιστάναι τὰς συμφορὰς συμφέρει, μήτʼ ἀχαρίστους ὄντας φαίνεσθαι.
§26 ἀλλὰ μὴν εἴ γε ταῦθʼ οὕτως, ὥσπερ ἂν φήσαιμεν, ἔχειν συμφέρει, οὐ μόνον τοὺς νόμους οὐ κατελύετε, ἡνίκʼ ἐκείνους ἀφίετε, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐσῴζετε τῶν τοὺς νόμους θεμένων ἀνθρώπων, Λάχητα μὲν πρὸς χάριν δεηθέντος Ἀλεξάνδρου ἀφέντες, Μνησίβουλον δὲ τῇ τοῦ βίου σωφροσύνῃ σῴσαντες.
§27 μὴ τοίνυν τὸ κτήσασθαί τινʼ ἔξωθεν φιλίαν λυσιτελέστερον δείκνυτʼ τὸ τῷ δήμῳ παρακαταθέσθαι ἑαυτόν, μηδὲ τὸ τῶν ἀγνώτων εἶναι κρεῖττον τοῖς πολλοῖς ὑμῖν τὰ συμφέροντα πολιτευόμενον γιγνώσκεσθαι. τὸ μὲν γὰρ πᾶσιν ἀρέσκειν τὸν συμβουλεύοντα καὶ τὰ κοινὰ πράττοντʼ ἀδύνατον· ἐὰν δʼ ἐπʼ εὐνοίᾳ ταὐτὰ τῷ δήμῳ τις φρονῇ, δίκαιός ἐστιν σῴζεσθαι. εἰ δὲ μή, καὶ θεραπεύειν ἑτέρους μᾶλλον τὸν δῆμον ἅπαντας διδάξετε, καὶ φεύγειν τὸ τῶν ὑμῖν συμφερόντων ποιοῦντά τι γνωσθῆναι.
§28 ὅλως δὲ κοινόν ἐστιν ὄνειδος ἁπάντων, ἄνδρες Ἀθηναῖοι, καὶ ὅλης τῆς πόλεως συμφορά, τὸν φθόνον δοκεῖν μεῖζον ἰσχύειν παρʼ ὑμῖν τὰς τῶν εὐεργεσιῶν χάριτας, καὶ ταῦτα τοῦ μὲν νοσήματος ὄντος, τῶν δʼ ἐν τοῖς θεοῖς ἀποδεδειγμένων.
§29 καὶ μὴν οὐδὲ τὸν Πυθέαν παραλείψω τὸν μέχρι τῆς παρόδου δημοτικόν, μετὰ ταῦτα δʼ ἕτοιμον εἰς τὰ καθʼ ὑμῶν πάντα. τίς γὰρ οὐκ οἶδεν τοῦτον, ὅτε μὲν τὴν ὑπὲρ ὑμῶν τάξιν ἔχων εἰς τὸ πολιτεύεσθαι παρῄει, ὡς δοῦλον ἐλαυνόμενον καὶ γραφὴν ξενίας φεύγοντα καὶ μικροῦ πραθένθʼ ὑπὸ τούτων οἷς νῦν ὑπηρετῶν τοὺς κατʼ ἐμοῦ λόγους ἔγραφεν,
§30 ἐπειδὴ δʼ κατηγόρει τότε τῶν ἄλλων, νῦν αὐτὸς πράττει, εὐποροῦντα μὲν οὕτως ὥστε δύʼ ἔχειν ἑταίρας, αἳ μέχρι φθόης καλῶς ποιοῦσαι προπεπόμφασιν αὐτόν, πέντε τάλαντα δʼ ὀφλόντα ῥᾷον ἐκτεῖσαι πέντε δραχμὰς ἂν ἔδειξε πρότερον, πρὸς δὲ τούτοις παρʼ ὑμῶν, τοῦ δήμου, οὐ μόνον τῆς πολιτείας μετειληφότα, κοινὸν ὄνειδός ἐστιν ἅπασιν, ἀλλὰ καὶ θύονθʼ ὑπὲρ ὑμῶν τὰς πατρίους θυσίας ἐν Δελφοῖς;
§31 ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν παραδείγματα, ἀφʼ ὧν λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτʼ ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλως τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν καθήκουσα μοῖρα καὶ τύχη καὶ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δʼ Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δʼ ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ.
§32 ὧν ἑτέρους εὐνουστέρους οὐδʼ αὐτοὶ νομίζετε· εἰ δʼ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δʼ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθʼ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλʼ ὅταν γε τοιαῦθʼ οἷα τὰ νῦν, παραδείγματʼ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι;
§33 ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε· οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δʼ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς τότʼ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδένʼ ὑμῶν οὔτε δεδοίκασιν οὔτʼ αἰσχύνονται. χρὴ λογιζομένους, ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι.
§34 πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθʼ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπʼ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;
§35 ταῦτʼ εἰ μὲν παρῆν, λέγων ἂν ὑμᾶς ἐδίδασκον· ἐπειδὴ δʼ ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἴ τις ἐμοῦ κατέψευσται ἐφʼ οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλκα, πρώτου μὲν καὶ πλεῖστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δʼ ὅτι τὴν αὐτὴν εὔνοιαν ἣν πρὸς ζῶντα Λυκοῦργον εἶχον, δίκαιον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων.
§36 εἰ δέ τῳ παρέστηκεν ὡς πολύ μοι περίεστιν τῶν ἐμαυτοῦ πραγμάτων, οὐκ ἂν ὀκνήσαιμι πρὸς τοῦτον εἰπεῖν ὅτι τῶν συμφερόντων ὑμῖν καὶ τοῦ μηδένα τῶν φίλων ἐγκαταλείπειν ὁμοίως ὥσπερ τῆς ἐμαυτοῦ σωτηρίας φροντίζω. οὔκουν ἐκ τοῦ περιόντος ταῦτα ποιῶ, ἀλλʼ ἀπὸ τῆς αὐτῆς σπουδῆς καὶ προαιρέσεως καὶ ταῦτα κἀκεῖνα μιᾷ γνώμῃ πραγματεύομαι. περίεστιν δέ μοι τοιαῦτα, οἷα τοῖς κακόν τι νοοῦσιν ὑμῖν περιγένοιτο. καὶ περὶ μὲν τούτων ἱκανά.
§37 ἡδέως δʼ ἂν ὑμῖν ἐπʼ εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δʼ ὕστερον διʼ ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρʼ ὑμῶν πρότερον· οἵτινες, ʽτί ἂν εἰπὼν μήθʼ ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμηνλίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθʼ ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονʼ ἀφείκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες,
§38 καὶ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρʼ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτʼ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τʼ , τά τʼ ὀφειλόμενʼ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι.
§39 βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν;"
§40 τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντʼ ἀπολωλεκέναι διὰ τούτους οἷς, ἵνα μὴ διπλᾶ καταθῶνται οὐκ ἠδύνανθʼ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι πρὸς τὴν ἀρχὴν τὰς καταβολάς· παρʼ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δʼ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μʼ ἔλθω, ἅμʼ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι.
§41 ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, διʼ ὑμᾶς περιόψεσθʼ ἀπολόμενον· οὐ γὰρ ἂν δεηθείην ἄλλων ὑμῶν. καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτʼ οὔτʼ ἐμοὶ πλέον οὐδὲν οὔθʼ ὑμῖν ἔσται. οὐ γὰρ δὴ χρήματά γʼ εἶναι μοι προσδοκᾶτʼ ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι. καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλʼ ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι.
§42 οὐ μὴν οὐδὲ παρʼ Ἁρπάλου με λαβόντα δείξετε· οὔτε γὰρ ἠλέγχθην οὔτʼ ἔλαβον. εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτʼ ἐξημαρτηκόσιν εἰς ἐμέ.
§43 οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντʼ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δʼ ἀπολωλέναι· οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε. οὔτε γὰρ ἄξιος οὔτʼ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι διʼ ὑμᾶς, ὁμολογῶ· πῶς γὰρ οὐκ ἀτυχής, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτονʼ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτʼ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα;
§44 καὶ μή μʼ ὑπολαμβάνετʼ ὀργίζεσθαι τοῖς λόγοις τούτοις· οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ· ἀλλʼ ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γʼ εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ. καὶ τοῦτʼ ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν.
§45 ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς· γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται. εὐτυχεῖτε.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up