Book 10
§1 Ἀλλὰ ταῦτα μέν που κἀν τοῖς ἡμετέροις λόγοις τελειότερον μαθησόμεθα· ὅσον δὲ σκιαγραφίαν τινὰ τῆς ἀρετῆς, τό γε νῦν εἶναι, ἐκ τῶν ἔξωθεν παιδευμάτων περιγραψώμεθα. τοῖς γὰρ ἐπιμελῶς ἐξ ἑκάστου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν αἱ προσθῆκαι πεφήκασι.
§2 τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην, καὶ εἰς ἡντιναοῦν ἐπιστήμην ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ ποιητῇ προσῆκεν.
§3 μὲν οὖν Βίας τῷ υἱεῖ πρὸς Αἰγυπτίους ἀπαίροντι καὶ πυνθανομένῳ τί ἂν ποιῶν αὐτῷ μάλιστα κεχαρισμένα πράττοι· Ἐφόδιον, ἔφη, πρὸς γῆρας κτησάμενος, τὴν ἀρετὴν δὴ τὸ ἐφόδιον λέγων, μικροῖς ὅροις αὐτὴν περιγράφων, ὅς γε ἀνθρωπίνῳ βίῳ τὴν ἀπ
§4 αὐτῆς ὠφέλειαν ὡρίζετο. ἐγὼ δέ, κἂν τὸ Τιθωνοῦ τις γῆρας, κἂν τὸ Ἀργανθωνίου λέγῃ, κἂν τὸ τοῦ μακροβιωτάτου παρἡμῖν Μαθουσάλα, ὃς χίλια ἔτη, τριάκοντα δεόντων, βιῶναι λέγεται, κἂν σύμπαντα τὸν ἀφοὗ γεγόνασιν ἄνθρωποι, χρόνον ἀναμετρῇ, ὡς ἐπὶ παίδων διανοίας γελάσομαι, εἰς τὸν μακρὸν ἀποσκοπῶν καὶ ἀγήρω αἰῶνα, οὗ πέρας οὐδέν ἐστι τῇ ἐπινοίᾳ λαβεῖν, οὐ μᾶλλόν γε τελευτὴν ὑποθέσθαι τῆς ἀθανάτου ψυχῆς.
§5 πρὸς ὅνπερ κτᾶσθαι παραινέσαιμἂν τὰ ἐφόδια, πάντα λίθον κατὰ τὴν παροιμίαν κινοῦντας, ὅθεν ἂν μέλλῃ τις ὑμῖν ἐπαὐτὸν ὠφέλεια γενήσεσθαι. μηδὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτἀποκνήσωμεν· ἀλλἀναμνησθέντας τοῦ παραινέσαντος, ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾶν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις.
§6 αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτἀνακαλεῖσθαι τὸ παρελθόν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις.
§7 Ἐγὼ μὲν οὖν κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἴρηκα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. ὑμεῖς δέ, τριῶν ἀρρωστημάτων ὄντων, μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε.
§8 οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀρρωστημάτων, ἐφἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δεἰς ἀνήκεστον παντελῶς μελαγχολίας παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. μὴ πάθητε τῶν νῦν ὑμεῖς, τοὺς ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up