§1.1–6.15
§1.1
μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα. ἔστιν δὲ ἡ ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν κατὰ νόμον. ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθʼ ἕκαστα ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παραχωρῶν, καὶ ταῦθʼ αἱρούμενος ἂ ὁ νομοθέτης ἐβούλετο μὲν τῷ καθʼ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής. οὐκ ἕστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ τῶν κτὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν.
§2.1
ἡ δὲ εὐγνωμοσύνη καὶ ὁ εὐγνώμων ἐστὶν περὶ ταὐτὰ περὶ ἃ καὶ ἡ ἐπιείκεια, περὶ τὰ δίκαια [καὶ] τὰ ἐλλελειμμένα ὑπὸ τοῦ νομοθέτου τῷ μῆ ἀκριβῶς διωρίσθαι, κριτικὸς ὢν τῶν ἐλλελειμμένων ὑπὸ τοῦ νομοθέτου, καὶ γιγνώσκων ὅτι ὑπὸ μὲν τοῦ νομοθέτου ἐλλέλειπται, ἔστι μέντοι δίκαια, ὁ τοιοῦτος εὐγνώμων. ἔστι μὲν οὖν οὐκ ἄνευ ἐπιεικείας ἡ εὐγνωμοσύνη· τὸ μὲν γὰρ κρῖναι τοῦ εὐγνώμονος, τὸ δὲ δὴ πράττειν [καὶ] κατὰ τὴν κρίσιν τοῦ ἐπιεικοῦς.
§3.1
ἡ δέ γε εὐβουλία ἐστὶ μὲν περὶ ταὐτὰ τῇ φρονήσει (περὶ γὰρ τὰ πρακτά ἐστι τὰ περὶ αἵρεσιν καὶ φυγὴν ὄντα), ἔστιν δὲ οὐκ ἄνευ φρονήσεως. ἡ μὲν γὰρ φρόνησις πρακτικὴ τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἢ τι τοιοῦτον ἡ ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμφορωτάτωον.
§3.2
διὸ οὐδὲ τὰ τοιαῦτα εὐβουλίας ἂν δόξειεν, τὰ ἀπὸ ταὐτομάτου συμβαίνοντα κατὰ τρόπον· οἷς γὰρ μή ἐστιν ὁ λόγος ὁ σκοπῶν τὸ βέλτιστον, οὐκέτι ἂν εἴποις, ᾧ συνέβη τι κατὰ τρόπον, τοῦτον εὔβουλον, ἀλλʼ εὐτυχῆ· τὰ γὰρ ἄνευ τοῦ λόγου τοῦ κρίνοντος γινόμενα κατορθώματα εὐτυχήματα ἐστίν.
§3.3.1
πότερον δέ ποτε τοῦ δικαίου ἐστὶν τὸ τῇ ἐντεύξει τὸ ἴσον ἑκάστῳ ἀποδιδόναι (λέγω δέοἷον, ὁποῖος ἂν ᾖἕκαστος, τοιοῦτονγινόμενον ἐντυγχάνειν); ἢ οὔ; τοῦτο μὲν γὰρ καὶ κόλακος καὶ ἀρέσκου δόξειεν ἂν εἶναι· ἀλλὰ τὸ κεπʼ ἀξίαν ἑκάστῳἀποδιδόναι τὴν ἔντευξιν, τοῦτο καὶ δικαίου καὶ σπουδαίου ἀπλῶς ἂν δόξειεν εἶναι.
§3.3.2
ἀπορήσειε δʼ ἄν τις καὶ τοῦτο.
§3.4
εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὡς καὶ οὗ ἕνεκα, ἔστι δʼ ἡ βλάβη καὶ ἡ ἀδικία ἐν ἀγαθοῖς, καὶ περὶ ἀγαθά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ καὶ ὁποῖα κακά· τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως· ἄτοπον δὴ συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον ἀγαθὸν τὴν φρόνησιν.
§3.5
ἢ οὐκ ἂν δόξειεν παρακολουθεῖν τῷ ἀδίκῳ ἡ φρόνησις; οὐ γὰρ σκοπεῖ ὁ ἄδικος οὐδὲ δύναται κρίνειν τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ αὑτῷ ἀγαθὸν,· ἀλλὰ διαμαρτάνει.
§3.6
τῆς δὲ φρονήσεως τοῦτό ἐστι, τὸ ὀρθῶς δύνασθαι ταῦτα θεωρεῖν, ὁμοίως ὥσπερ ἐπὶ τῶν κατʼ ἰατρικὴν τὸ μὲν ἁπλῶς ὑγιεινὸν καὶ τὸ ὑγιείας ποιητικὸν οἴδαμεν ἅπαντες, ὅτι ἐλλέβορος καὶ τὸ ἐλατήριον καὶ αἱ τομαὶ καὶ αἱ καύσεις ὑγιεινά εἰσιν καὶ ὑγιείας ποιητικά, ἀλλʼ ὅμως οὐκ ἔχομεν τὴν ἰαπτρικὴν ἐπιστήμην· οὐ γὰρ ἔτι οἴδαμεν τὸ καθʼ ἕκαστον ἀγαθόν, ὥσπερ ὁ ἰατρὸς οἶδεν τίνι ἐστὶ τοῦτʼ ἀμαθὸν καὶ πότε καὶ πῶς διακειμένῳ· ἐν τούτῳ γὰρ ἤδη ἡ ἰατρικὴ ἐπιστήμη. τὰ μὲν οὖν ἀπλῶς. ὑχπιεινὰ εἰδότες ὅμως οὐκ ἔχομεν οὐδὲ παρακολουθεῖ ἡμῖν ἡ ἰατρικὴ ἐπιστήμη·
§3.7
ὡς δʼ αὕτως ὁ ἄδικος. ὅτι μὲν οὖν ἀπλῶς 1159b καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν· ἀλλʼ εἰ αὐτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι οἷδεν. τοῦτο δʼ ἐστὶν μάλιστα τῆς φρονήσεως, ὥστε τῷ ἀκίκῳ οὐ παρακολουθεῖ ἡ φρόνησις. αἱρεῖται γὰρ τἀγαθά, ὑπὲρ ὧν ἀδικεῖ τὰ ἀπλῶς ἀγαθά, οὐ τὰ αὐτῷ ἀγαθά. ὁ γὰρ πλοῦτος καὶ ἡ ἀρχὴ ἁπλῶς μὲν ἀγαθόν, αὐτῷ μέντοι ἴσως οὐκ ἀγαθόν· εὐπορήσας γὰρ καὶ ἄρξας πολλὰ κακὰ αὐτὸς ἑαυτῷ ποιήσει καὶ τοῖς φίλοις· οὐ γὰρ δυνήσεται ἀρχῇ ὀρθῶς χρήσασθαι.
§3.8
ἔχει δὲ καὶ τοῦτο ἀπορίαν καὶ σκέψιν, πότερόν ἐστι πρὸς τὸν φαῦλον ἀδικία, ἢ οὔ. εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἔν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν· τὰ γὰρ ἀγαθὰ αὐτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν· ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει· εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκκων οὐπ ἂν δόξειεν ἀδικεῖν.
§3.9
ὁ δὴ τοιοῦτος λόγος δόξκεν ἂν εἶναι παράδοξος τοῖς πολλοῖς· πάντες γὰρ οἴονται καὶ ὡρχῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ ὀρθῶς ὑπολαμβάνοντες.
§3.10
δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ νομοθέτου· ὁ γὰρ νομοθέτης οὐ πᾶσιν ἐπιτρέπει τὸ ἄρχειν, ἀλλʼ ὤριστται καὶ ἡ ἡλικία καὶ ἡ εὐπορία ἢν δεῖ ὑπάρχειν τῷ μέλλοντι ἄρχειν, ὡς οὐ δυνατὸν ὂν παντὶ ἄρχιν ὑκάρξαι. εἰ δή τις ἀγανακτοίη ὅτι οὐκ ἄρχει ἢ οὐδεὶς αὐτὸν ἐᾷ κυβερνᾶν, “οὐ γὰρ ἔχεις” εἴποι ἄν τις “οὐδὲν τοιοῦτον ἐν τῇ ψυχῇ δυνήσῃ καὶ ἄρχειν καὶ κυβερνᾶν”.
§3.11
ἢ ἐπὶ μὲν τοῦ σώματος ὁρῶμεν οὐ δυναμένους ὑγιαίνειν τοὺς τὰ ἀπλῶς ἀγαθὰ προσφερομένους, ἀλλʼ εἰ μέλλει τις ὑγιαίνεον τὸ σῶμα τὸ φαῦλον, ὕδωρ αὐτῷ πρότερον καὶ ὀλίγα σιτία προσενεκτέον· τῷ δὲ τὴν ψυχὴν φαύλην ἔχοντι πρὸς τὸ μηθὲν κακὸν ἐργάζεσθαι οὐκ ἀφεκτέον καὶ πλούτου καὶ ἀρχῆς καὶ δυνάμεως καὶ ἀπλῶς τῶν τοιούτων, ὅσσῳ εὐκινητότερον καὶ εὐμεταβολώτερον ψυχὴ σώματος; ὥσπερ γὰρ ὁ φαῦλος τὸσᾶμια οὔτως ἦν ἐπιτήδειος διαιτᾶσθαι, καὶ ὁ φαῦλος τὴν ψυχὴν οὕτως ἐπιτήδειος διάγειν, μηθὲν τῶν τοιούτων ἔχων.
§3.12
ἔχει δὲ καὶ τὸ τοιοῦτον ἀπορίαν, οἷον ἐπειδὰν μὴ ᾖ ἅμα πρᾶξαι τἀνδρεῖα καὶ τὰ δίκαια, πότερʼ ἄν τις πράξειεν; ἐν μὲν δὴ ταῖς φυσικαῖς ἀρεταῖς ἔφαμεν τὴν ὁρμὴν μόνον [δεῖν] τὴν πρὸς τὸ καλὸν ὑπάρχειν ἄνευ λόγου· ὁ δʼ ἐστὶν αἵρεσις, ἐν τῷ λόγῳ καὶ τῷ λόγον ἔχοντι ἐστίν. ὥστε ἅμα τὸ ἑλέσθαι [καἴ] παρέσται καὶ ἡ τελεία ἀρετὴ ὑπάρξει, ἣν ἔφαμεν μετὰ φρονήσεως εἶναι, οὑκ ἄνευ δὲ τῆς φυσικῆς ὁρμῆς τῆς ἐπὶ τὸ καλόν.
§3.13
οὐδʼ ἐναντιώσεται ἀρετὴ ἀρετῇ. πέφυκεν γὰρ ὑπείκειν τῷ λόγῳ, [ἢ] ὡς οὗτος προστάττει, ὥστ᾿ ἔφʼ ὃ ἂν οὗτος ἄγη, ἐπὶ τοῦτο ἀποκλίνει. τὸ γὰρ βέλτιον οὗτός ἐστιν ὁ αἱρούμενος. οὔτε γὰρ ἄνευ τῆς φρονήσεως αἱ ἄλλαι ἀρεταὶ γίνονται, οὔθʼ ἡ φρόνησις τελεία ἄνευ τῶν ἄλλων ἀρετῶν, ἀλλὰ συνεργοῦσί πως μετ᾿ ἀλλήλων ἐπακολουθοῦσαι τ φρονήσει.
§3.14
οὐχ ἧττον δὲ καὶ τὰ τοιαῦτα ἀπορήσεται, πότερόν ποτε καὶ ἐπὶ τῶν ἀρετῶν οὕτως ἔχει ὥσπερ ἐπὶ τῶν ἄλλων ἀγαθῶν τῶν τʼ ἐκτὸς καὶ τῶν περὶ σῶμα. ταῦτα γὰρ εἰς ὑπερβολὴν γινόμενα χείρους ποιεῖ, οἷον πλοῦτος πολὺς γενόμενος ὑπερόπτας καὶ ἀηδεῖς ἐποίησεν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ἀρχῆς τιμῆς κάλλου μεγέθους.
§3.15
πότερον οὖν καὶ ἐπʼ ἀρετῆς οὕτως ἔχει, ὥστε ἐάν τινι δικαιοσύνη ἢ ἀνδρεία εἰς ὁπερβολὴν παραγένηται, χείρων ἔσται, ἢοὔ;〈οὔ,〉φησίν. ἀλλ᾿ ἀπτὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει· τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.
§3.16
ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι· εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος· οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδʼ ἡ ἀρετή.
§3.17
τὸ δʼ ὅλον ἐπειδήπερ ἡμῖν ἐν ἀρχ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταῖ μεσότητες, καὶ ἡ μᾶλλον ἀρετὴ μᾶλλόν ἐστι μεσότης· ὥστʼ οὐχ ὅτι χείρω ποιήσει εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω· ἡ γὰρ μεσότης ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.
§4.1
ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ ἐγκρατείας καὶ ἀκρασίας. ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι·
§4.2
οὐ γὰρ ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις. ἐν μὲν γὰρ ταῖς ἄλλαις ἐπὶ ταὐτὰ καὶ ὁ λόγος καὶ τὰ πάθη ὁρμῶσιν καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις, ἐπὶ δὲ ταύτης ἐναντιοῦνται ἀλλήλοις ὅ τε λόγος καὶ τὰ πάθη.
§4.3
— ἔστι δὲ τρία τὰ ἐν τῇ ψυχ γινόμενα, καθʼ ἃ φαῦλοι λεγόμεθα, κακία ἀκρασία θηριότης. ὑπὲρ μὲν οὖν κακίας καὶ ἀρετῆς τί ἐστι καὶ ἐν τίσιν, εἴρηται ἡμῖν ἐν τοῖς ἐπάνω· νῦν δὲ ὑπὲρ ἀκρασίας καὶ θηριότητος λεκτέον ἂν εἴη.
§5.1
ἔστιν δὲ ἡ θηριότης ὑπερβάλλουσά τις κακία. ὅταν γάρ τινα παντελῶς ἔδωμεν φαῦλον, οὐδʼ ἄνθρωπὸν φαμεν εἶναι ἀλλὰ θηρίον, ὡς οὖσαν τινὰ κακίαν θηριότητα.
§5.2
ἡ δὲ ἀντικειμένη ἀρετὴ ταύτῃ ἐστὶν ἀνώνυμος, ἔστιν δʼ ἡ τοιαύτη ὑπὲρ ἄνθρωπον οὖσα, οἷον ἡρωϊκὴ τις καὶ θεία. ἀνώνυμος δέ ἐστιν αὕτη ἡ ἀρετή, ὅτι οὐκ ἔστιν θεοῦ ἀρετή· ὁ γὰρ θεὸς βελτίων τῆς ἀρετῆς καὶ οὐ κατʼ ἀρετήν ἐστι σπουδαῖος· οὕτω μὲν γὰρ βέλτιον ἔσται ἡ ἀρετὴ τοῦ θεοῦ.
§5.3
διὸ ἀνώνυμος ἡ ἀρετὴ ἡ τῇ κακίᾳ τῇ θηριότητι ἀντικειμένη. θέλει δὲ τῇ τοιαύτῃ ἀντικεῖσθαι ἡ θεία καὶ ὑπὲρ ἄνθρωπον· ὥσπτερ γὰρ καὶ ἡ κακία ἡ θηριότης ὑπὲρ ἄνθρωπον ἐστίν, οὕτω καὶ ἡ ἀρετὴ ἡ ἀντικειμένη.
§6.1
ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον 〈ἂν〉 δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν· ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται.
§6.2
Σωκράτης μὲν οὖν ὁ πρεσβύτης ἀνήρει ὅλως καὶ οὐκ ἔφη ἀκρασίαν εἶναι, λέγων ὅτι οὐθεὶς εἰδὼς τὰ κακὰ ὅτι κακά εἰσιν ἕλοιτʼ ἄν· ὁ δὲ ἀκρατὴς δοκεῖ, εἴδὼς ὅτι φαῦλα εἰσίν, αἱρεῖσθαι ὅμως, ἀγόμενος ὑπὸ τοῦ πάθους. διὰ δὴ τὸν τοιοῦτον λόγον οὐκ ᾤετ᾿ εἶναι ἀκρασίαν·
§6.3
οὐ δὴ ὀρθῶς. ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς γινόμενον· ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν.
§6.4
ἐπεὶ δ᾿ οὖν ἔστιν ἀκρασία, πότερον ὁ ἀκρατὴς ἐπιστήμην τινὰ ἔχει, θεωρεῖ καὶ ἐξετάζει τὰ φαῦλα; ἀλλὰ πάλιν οὐκ ἂν δόξειεν. ἄτοπον γὰρ τὸ πρότιστον καὶ βεβαιότατον τῶν ἐν ἡμῖν ἡττᾶσθ ὑπὸ τινός· ἐπιστήμη γὰρ πάντων τῶν ἐν ἡμῖν μονιμώτατόν ἐστι καὶ βιαστικώτατον· ὥστε πάλιν ὁ λόγος οὗτος ἐναντιοῦται ∗∗τῷ μὴ εἶναι ἐπιστήμην.
§6.5
ἀλλʼ ἆρά γε ἐπιστήμη μὲν οὔ, δόξα δέ; ἀλλʼ εἰ δόξαν ἔχει ὁ ἀκρατής, οὐκ ἂν εἴη ψεκτ??ς. εἰ γὰρ φαῦλόν τι πράττει μὴ ἀκριβῶς εἰδὼς ἀλλὰ δοξάξων, συγγνώμην ἄν τις ἀποδοίη προσθέσθαι τῇ ἡδον καὶ πρᾶξαι τὰ φαῦλα, μὴ ἀκριβῶς εἰδότα ὅτι [οὐ] φαῦλα εἰσίν, ἀλλὰ δοξάζοντα· οἷς δὲ γε συγγνώμην ἔχομεν, τούτους οὐ ψέγομεν· ὥστε ὁ ἀκρατής, εἴπερ δόξαν ἔχει, οὑν ἔσται ψεκτός.
§6.6
ἀλλʼ ἔστιν ψεκτός. οἱ δὴ τοιοῦτοι λόγοι ἀπορεῖν ποιοῦσιν. οἳ μὲν γὰρ οὐκ ἔφασαν εἶναι ἐπιστήμην, ἄτοπόν τι γὰρ συμβαίνειν ἐποίουν· οἳ δὲ πάλιν οὐδὲ δόξαν, καὶ γὰρ οὗτοι ἄτοπόν τι πάλιν [ἐποίουν] συμβαίνειν.
§6.7
— ἀλλὰ δὴ καὶ ταῦτʼ ἂν τις ἀπορήσειεν· ἐπε γὰρ δοκεῖ ὁ σώφρων καὶ ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς ἐπιθυμίας; εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων ἐπιθυμιῶν κρατεῖ)· εἰ δὲ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας, οὐκέτι ἔσται σώψρων (ὁ γὰρ σώφρων ἐστὶν ὁ μὴ ἐπιθυμῶν μηδὲ πάσχων μηθέν).
§6.8
— ἔχει δέ καὶ τὰ τοιαῦτα πάλιν ἀπορίαν, συμβαίνει γὰρ ἐκ τῶν λόγων καὶ τὸν ἀκρατῆ ποτε ἐπαινιτὸν εἶναι καὶ τὸν ἐγκρατῆ ψεκτόν. ἔστω γάρ τις, φησίν, ἀιημαρτηκὼς τῷ λογισμῷ, καὶ δοκείτω αὐτῷ λογιζομένῳ τὰ καλὰ εἶναι φαῦλα, ἡ δʼ ἐπιθυμία ἀγέτα ἐπὶ τὰ καλά· οὐκοῦν ὁ μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ὁ ἀκρατής)· πράξει ἄρα τὰ καλά, ἡ γὰρ ἐπιθυμία ἐπὶ ταῦτα ἀγέτω (ὁ δὲ λόγος κωλύσει· διαμαρτανέτω γὰρ τῷ λογισμῷ τῶν καλῶν)· οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται, ἐπαινετὸς μέντοι· γὰρ πράττει τὰ καλὰ, ἐπαινετός. ἄτοπον δὴ τὸ συμβαῖνον.
§6.9
πάλιν δʼ αὗ διαμαρτανέτω τῷ λόγῳ, καὶ τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, ἡ δʼ ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά· ἐγκρατὴς δέ γέ ἐστιν ὁ ἐπιθυμῶν μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον· οὐκοῦν ὁ διαμαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ ἐπιθυμία ἤγαγεν)· ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός· ὁ ἄρα ἐγκρατὴς ἔσται ποτε ψεκτός. ἄτοπον δὴ καὶ οὕτω τὸ συμβαῖνον.
§6.10.1
— πότερον δʼ ἡ ἀκρασία καὶ ὁ ἀκρατὴς ἐν ἅπασίν ἐστιν καὶ περὶ πάντα, οἷον περ χρήματα καὶ τιμὴν καὶ ὀργὴν καὶ δόξαν (περὶ γὰρ ταῦτα πάντα δοκοῦσιν ἀκρατεῖς εἶναι), ἢ οὔ, ἀλλὰ περί τι ἀφωρισμένον ἐστὶν ἡ ἀκρασία, ἀπερήσειεν ἄν τις.
§6.10.2
τὰ μὲν οὖν τὴν ἀπορίαν παρέχοντα ταῦτʼ ἐστίν· ἀναγκαῖον δὲ λῦσαι τὰς ἀπορίας.
§6.11
πρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης· ἄτοπον γὰρ ἐδόκει εἶναι ἐπιστήμην ἔχοντα ταύτην ἀποβάλλειν ἢ μεταπίπτειν.
§6.12
ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης· οὐθὲν γὰρ διαφέρει δόξαν εἶναι ἐπιστήμην· εἰ γὰρ ἔσται ἡ δόξα σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς δοξάζουσιν, οἷον Ἡράκλειτος ὁ Ἐφέσιος τοιαύτην ἔχει δόξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει.
§6.13
οὐθὲν δὲ ἄτοπον τῷ ἀκρατεῖ, οὔτʼ εἰ ἐπιστήμην ἔχει οὔτʼ εἰ δόξαν οἵαν λέγομεν, πράττειν τι φαῦλον. ἔστι γὰρ τὸ ἐπίστασθαι διττόν, ὧν τὸ μέν ἐστι τὴν ἐπιστήμην ἔχειν (ἐπίστασθαι γάρ φαμεν τότε, ὅταν τις ἐπιστήμην ἔχῃ), τὸ δʼ ἕτερον τὸ ἐνεργεῖν ἤδη τῇ ἐπιστήμῃ. ἀκρατὴς οὖν ἐστιν ὁ ἔχων τὴν ἐπιστήμην τῶν καλῶν, οὐκ ἐνεργῶν δὲ αὐτῇ·
§6.14
ὅταν οὖν μὴ ἐνεργῇ τῇ ἐπιστήμῃ ταύτῃ, οὐδὲν ἄτοπον αὐτόν ἐστιν πράττειν τὰ φαῦλα ἔχοντα τὴν ἐπιστήμην. ὅμοιον γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν καθευδόντων. οὗτοι γὰρ ἔχοντες τὴν ἐπιστήμην ὅμως ἐν τῷ ὕπνῳ πολλὰ δυσχερῆ καὶ πράττουσι καὶ πάσχουσιν. οὐ γὰρ ἐνεργεῖ ἐν αὐτοῖς ἡ ἐπιστήμη. ὡσαύτως δʼ ἐπὶ τοῦ ἀκρατοῦς. ὥσπερ γὰρ καθεύδοντι ἔοικεν, καὶ τῇ ἐπιστήμῃ οὐκ ἐνεργεῖ.
§6.15
λύεται δὴ ἀπορία οὕτως. ἠπορεῖτο γὰρ πότερον ὁ ἀκρατὴς ἐκβάλλει τότε τὴν ἐπιστήμην ἢ μεταπίπτει. ἄτοπον γὰρ ἀμφότερα δοκεῖ εἶναι. — ἀλλὰ πάλιν ἐντεῦθεν ἂν γένοιτο φανερόν, ὥσπερ ἔφαμεν ἐν τοῖς ἀναλυτικοῖς, ἐκ δύο προτάσεων γίνεσθαι τὸν συλλογισμόν, καὶ τούτων εἶναι τὴν μὲν πρώτην καθόλου, τὴν δὲ δευτέραν ὑπὸ ταύτην τε καὶ ἐπὶ μέρους. οἷον ἐπίσταμαι πάντʼ ἄνθρωπον πυρέττοντα ὑγιῆ ποιῆσαι· οὑτοσὶ δὲ πυρέττει· ἐπίσταμαι ἄρα καὶ τοῦτον ὑγιῆ ποιῆσαι. ἔστιν οὖν ὃ τῇ μὲν καθόλου ἐπιστήμῃ ἐπίσταμαι, τῇ δʼ ἐπὶ μέρους οὔ.
§6.16–7.9
§6.16
γίνεται οὖν ἁμαρτία τῷ τὴν ἐπιστήμην ἔχοντι καὶ ἐνταῦθα, οἷον ἅπαντα μὲν τὸν πυρέττοντα ὑγιῆ ποιῆσαι 〈ἐπίσταμαι〉, εἰ μέντοι οὗτος πυρέττει, οὐκ οἶδα. ὡσαύτως τοίνυν ἐπὶ τοῦ ἀκρατοῦς τοῦ τὴν ἐπιστήμην ἔχοντος ἡ αὐτὴ ὡμαρτία συμβήσεται. ἐνδέχεται γὰρ τὸν ἀκρατῆ τὴν μὲν καθόλου ἐπιστήμην ἔχειν, ὅτι τὰ τοιαῦτα φαῦλα καὶ βλαβερά, μὴ μέντοι γε ὅτι ἐστὶν ταῦτα φαῦλα ἐπὶ μέρους εἰδέναι, ὥστε οὕτως ἔχων τὴν ἐπιστήμην ἁμαρτήσεται· ἔχει γὰρ τὴν καθόλου, τὴν δʼ ἐπὶ μέρους οὔ.
§6.17
οὐδὲν οὖν ἄτοπον οὐδʼοὕτορ συμβήσεται ἐπὶ τοῦ ἀκρατοῦς, τὸν ἔχοντα τὴν ἐπιστήμην φαῦλόν τι πράττειν. ἔστι γὰρ ὡς ἐπὶ τῶν μεθυόντων. οἱ γὰρ μεθύοντες, ὅταν αὐτοῖς ἡ μέθη ἀπαλλαγῇ, πάλιν οἱ αὐτοὶ εἰσίν· οὐκ ἐξέπεσεν δʼ αὐτῶν ὁ λόγος οὐδʼ ἡ ἐπιστήμη, ἀλλʼ ἐκρατήθη ὑπὸ τῆς μέθης, ἀπαλλαγέντες δὲ τῆς μέθης πάλιν οἱαὐτοίεἰσὶν. ὁμοίως οὖν ἔχει ὁ ἀκρατής πάλιν]. ἐπικρατῆσαν γὰρ τὸ πάθος ὴρεμεῖν ἐποίησε τὸν λογισμόν· ὅταν δʼ ἀπαλλαγῇ τὸ πάθος ὥσπερ ἡ μέθη, πάλιν ὁ αὐτὸς ἐστίν.
§6.18
ἦν δὲ καὶ ἄλλος τις λόγος ἐπὶ τῇς ἀκρασίας ὃς παρεῖχεν ἀπορίαν, ὡς ἐπαινετοῦ ποτε τοῦ ἀκρατοῦς ἐσομένου καὶ ψεκτοῦ τοῦ ἐγκρατοῦς. οὐ συμβαίνει δὲ τοῦτο. οὐ γάρ ἐφπτιν οὔτʼ ἐγκρανὴς οὔτʼ ἀκρατὴς ὁ τῷ λόγῳ διεψευσμένος, ἀλλὰ ὁ λόγον ἔχων ὀρθὸν καὶ τούτῳ τὰ φαῦλα ὄντα κρίνων καὶ τὰ καλά, κσὶ ἀκρατὴς μὲν ὁ τῷ τοιούτῳ λόγω ἀπενθὢν', ἐγκραπτὴς δὲ ὁ πειθόμενος καὶ μὴ ὑπὸ τῶν ἐπιθυμιῶν ἀγόμενος· οὐδὲ γὰρ ᾦ τινι οὐ δοκεῖ τὸν πατέρα τύπτειν αἰσχρὸν εἶναι, ἐπιθυμῶν δὲ τύπτειν, ὁ τούτου ἀπεχόμενος ἐγκρατής ἐστι·
§6.19
στε εἰ μή ἐστιν ἐπὶ τῶν τοιούτων μήτε ἐγκράτεια μήτε ἀκρασία, οὐδʼ ἂν ἔπαινετὴ εἴη ἡ ἀκρασία οὐδὲ ψεκτὴ ἡ ἐγκράτεια, ὥσπτερ ἐδόκει.
§6.20
εἰσὶ δὲ τῶν ἀκρασιῶν αἳ μὲν νοσηματικαὶ αἳ δὲ φύσει. οἷον νοσηματικαὶ μὲν αἱ τοιαῦται· εἰσὶ γάρ τινες οἱ τίλλοντες τρίχας διατρώγουσιν. εἰ οὖν τις ταύτης τῆς ἡδονῆς κρατεῖ, οὐκ ἔστιν ἔπαινετός, οὐδὲ ψεκτός, εἰ μὴ κρατεῖ, οὐ σφόδρα γε. φύσει δέ, οἷον υἱόν ποτέ φασ κρινόμενον ἐν δικαστηρίῳ, ὅτι τὸν πατέρα τύπτοι, ἀπολογεῖσθαι λέγονθʼ ὅτι “καὶ γὰρ οὗτος τὸν ἑαυτοῦ πατέρα”, καὶ ἀποφυγεν δή· δοκεῖν γὰρ τοῖς δικασταῖς φυσικὴν εἶναι τὴν ἁμαρτίαν, εἰ δή τις τοῦ τὸν πατέρα τύπτειν κρατοίη, οὐκ ἐπταινετός.
§6.21.1
οὐ δὴ τὰς τοιαύτας ζητοῦμεν νῦν ἀκρκσίας οὐδʼ ἐγκρατείας, ἀλλὰ καθʼ ἃς ψεκτοὶ ἀπλῶς καὶ ἐπαινετοὶ λεγόμεθα.
§6.21.2
ἔστιν δὲ τῶν ἀγαθῶν τὰ μὲν ἐκτός, οἷον πλοῦτος ἀρχὴ τιμὴ φίλοι δόξα, τὰ δʼ ἀναγκαῖα καὶ περὶ σῶμα ἐστίν, οἷον ἁφή τε καὶ γεῦσις [ὁ οὖν περὶ ταῦτα ἀκρατής,οὗτος ἀπλῶς ἂν [καὶ] ἀκρατὴς δόξειενεἶναι,] καὶ ἡδοναὶ σωματικαί·∗καὶ ἣν ζητοῦμεν ἀκρασίαν, ἤδη περὶ ταῦτα δόξειεν 〈ἂν〉 εἶναι.
§6.22
ἠπορεῖτο δὲ περὶ τί ποτʼ ἐστὶν ἡ ἀκρασία. περὶ μὲν οὖν τιμὴν οὐκ ἔστιν ἀπλῶς ἀκρατής· ἐπαινεῖται γάρ πως ὁ περὶ τιμὴν ἀκρατής· φιλότιμος γάρ τις [ἐστίν]. τὸ δʼ ὅλον λέγομεν καὶ ἐπὶ τῶν τοιούτων τὸν ἀκρετῆ προστιθέντες, περὶ τιμὴν ἀκρατὴς ἢ δόξαν ἢ ὀργήν. ἀλλὰ τῷ ἀπλῶς ἀκρατεῖ οὐ προστίθεμεν περὶ ἅ, ὡς ὑπάρχοντος αὐτῷ καὶ φανεροῦ ὄντος ἄνευ τῆς προσθέσεως, περὶ ἐστίν· ἔστιν γὰρ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικὰς ὁ ἀπλῶς ἀκρατής.
§6.23
— δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι περὶ ταῦτα ἡ ἀκρασία· ἐπεὶ γὰρ ψεκτὸς ὁ ἀκρατής, ψεκτὰ εἶναι δεῖ τὰ ὑποκείμενα· τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ δʼ ἡδοναὶ αἱ σωματικαὶ ψεκταί· διὸ εἰκότως ὁ περὶ ταύτας ἂν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται.
§6.24
ἐπειδὴ δέ ἐστι τῶν περὶ τὰ ἄλλα ἀκρασιῶν λεγομένων ἡ περὶ τὴν ὀργὴν οὖσα ἀκρασία ψεκτοτάτη, πότερον ψεκτοτέρα ἐστὶν ἡ περὶ τὴν ὀργὴν ἢ ἡ περὶ τὰς ἡδονάς; ἔστιν οὖν ἡ περὶ τὴν ὀργὴν ἀκρασία ὁμοία τῶν παίδων τοῖς πρὸς τὸ διακονεῖν προθύμως ἔχουσιν· καὶ γὰρ οὗτοι, ὅταν εἴπῃ ὁ δεσπότης ‟δός μοι”, τῇ προθυμίᾳ ἐξενεχθέντες, πρὸ τοῦ ἀκοῦσαι ὃ δεῖ δοῦναι, ἔδωκαν, καὶ ἐν τῇ δόσει διήμαρτον· πολλάκις γὰρ δέον βιβλίον δοῦναι γραφεῖον ἔδωκαν.
§6.25
ὅμοιον δὲ πέπονθε τούτῳ ὁ τῆς ὀργῆς ἀκρατής· ὅταν γὰρ ἀκούσῃ τὸ πρῶτον ῥῆμα ὅτι ἠδίκησεν, ὥρμησεν ὁ θυμὸς πρὸς τὸ τιμωρήσασθαι, οὐκέτι ἀναμείνας ἀκοῦσαι πότερον δεῖ ἢ οὐ δεῖ, ἢ ὅτι γε οὐχ οὕτω σφόδρα.
§6.26
ἡ μὲν οὖν τοιαύτη ὁρμὴ πρὸς ὀργήν, ἣ δοκεῖ ἀκρασία εἶναιὀργῆς, οὐλίαν ἐπιτιμητέα ἐστίν, ἡ δὲ πρὸς [τὴν] ἡδονὴν ὁρμὴ ψεκτή γε. ἔστιν γὰρ διαφορὰν ἔχουσα πρὸς ταύτην διὰ τὸν λόγον, ὃς ἀποτρέπει τοῦ μὴ πράττειν, ἀλλʼ ὅμως πράττει παρὰ τὸν λόγον· διὸ ψεκτή ἐστι μᾶλλον τῆς διʼ ὀργὴν ἀκρασίας. ἡ μὲν γὰρ διʼ ὀργὴν ἀκρασία λύπη ἐστίν( οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), ἡ δὲ διʼ ἐπιθυμίαν μεθʼ ἡδονῆς· διὸ μᾶλλο ψεκτή· ἡ γὰρ διʼ ἡδονὴν ἀκρασία μεθʼ ὕβρεως δοκεῖ εἶναι.
§6.27
πότερον δὲ καὶ ἡ ἐγκράτεια καὶ ἡ καρτερία ταὑτόν ἐστιν; ἢ οὔ; ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν.
§6.28
πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν· ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλʼ οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δʼ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.
§6.29
ἔστιν αὖ πάλον τις καλούμενος ἀπόλαστος· πότερον οὖν ὁ ἀκόλαστος ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; ἢ οὔ; ὁ μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὐτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὐτῷ φαινομένοις ἡδέσιν· ὁ δὲ ἀκράτὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφʼ ἃ ἡ ἐπιθυμία ἄγει.
§6.30
πὀτερος δὲ εὐιατότερος, ὁ ἀκόλαστος ἢ ὁ ἀκρατής; οὕτω μὲν οὖν δόξειεν ἂν ἴσως οὐχ ὁ ἀκρατής· ὁ γὰρ ἀκόλαστος εὐιατότερος· εἰ γὰρ αὐτῷ λόγος ἐγγένοιτο ὁ διδάξων ὅτι φαῦλα, οὐκέτι πράξει· τῷ δέ γε ἀκρατεῖ ὑπάρχει ὁ λόγος, καὶ ὅμως πράττει, ὥστε ἂν ὁ τοιοῦτος δόξειεν ἀνίατος εἶναι. —
§6.31
ἀλλὰ πότερος διάκειται χεῖρον, ᾧ μηδὲν ἀγαθόν τι ὑπάρχει, ⟨ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει〉 καὶ τὰ κακὰ ταῦτα; ἢ δῆλον ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε τιμιώτερον κακῶς διάκειται. ἔστι τοίνυν ὁ μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα· ὁ δὲ ἀκόλαστος οὐκ ἔχει.
§6.32
ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή· τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστουκακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ὠκρατοῦς.
§6.33
ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλʼ ἐν ἀνθρώπῳ· ἡ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳ — διὰ τί; διʼ οὐδὲν ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος. ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ Διονύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἢ τις τούτων τῶν μοχθηρῶν; δῆλον ὅτι οὗτοι; ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.
§6.34
ἐν μὲν οὖν τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη. γὰρ πράττει φαῦλα ὄντα καὶ ὁ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα δεῖν πράττειν, ἐν αὐτῷ ἡ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής. διὸ βελτίων ἂν δόξειεν εἶναι ὁ ἀκρατὴς τοῦ ἀκολάστου.
§6.35
ἔστι δὲ καὶ τῆς ἀκρασίας δύο εἴδη, ἣ μὲν προπετική τις καὶ ἀπρονόητος καὶ ἐξαίφνης γινομένη (οἷον ὅταν ἴδωμεν καλὴν γυναῖκα, εὐθέως τι ἐπάθομεν, καὶ ἀπὸ τοῦ πάθους ὁρμὴ ἐγένετο πρὸς τὸ πρᾶξαί τι ὧν ἴσως οὐ δεῖ), ἡ δʼ ἑτέρα οἷον ἀσθενική τις, ἡ μετὰ τοῦ λόγου οὖσα τοῦ ἀποτρέποντος. ἐκείνη μὲν οὖν οὐδʼ ἂν λίαν δόξειεν εἶναι ψεκτή· καὶ γὰρ ἐν τοῖς σπουδαίοις ἡ τοιαύτη ἐγγίνεται, ἐν τοῖς θερμοῖς καὶ εὐφυέσιν· δὲ ἐν τοῖς ψυχροῖς καὶ μελαγχολικοῖς, οἱ δὲ τοιοῦτοι ψεκτοί.
§6.36
ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν παθεῖν, ὅτι ἥξει γυνὴ εὐπρόσωπος, δεῖ οὖν κατασχεῖν αὐτόν. τῷ δὴ τοιούτῳ λόγῳ προκαταλαβὼν ὁ ἐκ τῆς προσφάτου φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν. ὁ δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐνδιδοὺς καὶ καταμαλακιζόμενος, ὁ τοιοῦτος ψεκτότερος. οὔτε γὰρ ὁ σπουδαῖος οὐδέποτε οὕτω γένοιτʼ ἂν ἀκρατής, ὅ τε λόγος προκαταλαβὼν οὐκ ἂν ἰάσαιτο. ἡγεμὼν γὰρ οὗτος ἐν αὐτῷ ὑπάρχει, ᾧ οὔτι πειθαρχεῖ, ἀλλὰ τῇ ἡδονῇ . ἐνδίδωσιν, καὶ καταμαλακίζεται καὶ ἐξασθενεῖ πώς.
§6.37
πότερον δʼ ὁ σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς ἐπάνω, νῦν δὲ λέγωμεν. ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής· ὁ γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.
§6.38
ἔστιν δὲ σώφρων ὁ μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν, ὁ δʼ ἐγκρατὴς ὁ ἐπιθυμίας ἔχων φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν· ὥστ ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγκρετής, καὶ ἔσται 〈ὁ〉 σώφρων 〈ἐγκρατής, ἀλλʼ οὐχʼ ὁ ἐγκρατὴς σώφρων〉. ὁ μὲν γὰρ σώφρων ὁμὴ πάσχων, ὁ δʼ ἐγκρατὴς ὁ πάσχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν· οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει· διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.
§6.39
πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκόλαστος; ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; ὁ μὲν γὰρ ἀκρατής ἐστιν οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δʼ ἀκόλαστος οὐ τοιοῦτος, ἀλλʼ ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύνψηφον ἔχων· οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθʼ ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος.
§6.40
ἔτι δὲ καὶ φαυλότερος ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθίστησιν)·
§6.41
ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιρῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί· ἀλλʼ οὐχ ὁ ἀκρατὴς οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει τοιοῦτος ἦν οἷος ὁ φαῦλος)·
§6.42
ὁ μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε φαῦλος εἶναι, ὁ δὲ ἀκόλαστος φύσει· δυσιατότερος δὴ ὁ ἀκόλαστος. τὸ μὲν γὰρ ἔθος ἄλλῳ ἔθει ἐκκρούεται, ἡ δὲ φύσις οὐδενὶ ἐκκρούεται.
§6.43
πὀτερον δὲ ἐπείπερ ἐστὶν ὁ ἀκρατὴς τοιοῦτος [τις] οἶος εἰδέναι καὶ μὴ διεψεῦσθαι τῷ λόγῳ, ἔστιν δὲ καὶ ὁ φρόνιμός τοιοῦτος ὁ τῷ λόγῳ τῷὀρθῷἕκασταθεωρῶν,πότερον[δʼ]ἐνδέχεταιτὸν φρόνιμον ἀκρατῆ εἶναι, ἢ οὔ; ἀπορήσειε γὰρ ἄν τις τὰ εἰρημένα· ἐὰν δὲ παρακολουθήσωμεν τοῖς ἔμπροσθενεἰρημένοις,οὐκἔσται ὁ φρόνιμος ἀκρατής. ἔφαμεν γὰρ τὸν φρόνιμον εἶναι οὐχ ὁ ὀρθὸς λόγος μόνον ὑπάρχει, ἀλλʼ ᾧ καὶ τὸ πράττειν τὰ κατὰ τὸν λόγον φαινόμεναβέλπιστα· εἰ δὲπράττει τὰβέλτιστα ὁ φρόνιμος, οὐδʼ ἂν ἀκρατὴς εἴη ὁ φρόνιμος, ἀλλʼ ὁ τοιοῦτος δεινὸς μὲν ἐστίν.
§6.44
διῃρήμεθα γὰρ ἐν τοῖς ἐπάνω τόν τε δεινὸν καὶ τὸν φρόνιμον ὡς ἑτέρων ὄντων. περὶ μὲν γὰρ ταὐτά· ἀλλʼ ὃ μὲν πρακτικὸς περὶ ἃ δεῖ, ὃ δʼ οὐ πρακτικός. τὸν οὖν δεινὸν ἀκρατῆ ἐνδέχεται εἶναι (οὐ γὰρ πρακτικὸς περὶ ἃ καὶ δεῖ), τὸν φρόνιμον δʼ οὐκ ἐνδέχεται ἀκρατῆ εἶναι.
§7.1
μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δʼ εὐδαιμονίαν οἴονται πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς. οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυπονπροστιθέασιν·
§7.2
ἐγγὺς οὖν τὸ ἀλύπως τῆς ἡδονῆς ἐστίν. διόπερ λεκπέον ὑπὲρ ἧδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς. ἐπειδὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δʼεὐδαιμονίαν διωρέκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δʼἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγκαῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.
§7.3
πρῶτον μὲν οὖν εἴπωμεν ἅ τινες λέγοντες οὐκ οἴονται δεῖν τὴν ἡδονὴν ὡς ἐν ἀγαθοῦ μέρει λαμβάνειν. — πρῶτον μὲν γάρ φασιν εἶναι τὴν ἡδονὴν γένεσιν, τὴν δὲ γένεσιν ἀτελές τι, τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν· δεύτερον δʼ ὅτι εἰσί τινες φαῦλαι ἡδοναί, τὸ δʼ ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι. πάλιν ὅτι ἐν πᾶσιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπουδαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δʼ ἀγαθὸν ἀμιγές ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον. ∗∗. καὶ ὅτι οὐ κράτιστονἡδονή, τὸ δʼἀγαθὸν κράτιστον. καὶ ὅτι ἐμπόδιον τοῦ πράττειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀμαθόν.
§7.4
πρῶτον μὲν οὖν πρὸς τὸ πρῶτον ἂν εἲη λεκτέον, πρὸς τὴν γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀληθῆ εἶναι. ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις. ἡ γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδʼ ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι. οὐ γὰρ ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ φαγεῖν ἢ πιεῖν. αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γίνονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι·
§7.5
διὸ γένεσις δοκεῖ εἶναι. ἡ δʼ ἔνδεια καὶ ὑπερβολὴ λύπη. λύπη οὖν ἐνταῦθα ἔνθα ἡδονῆς γένεσις. ἐπὶ δέ γε τοῦ ἰδεῖν καὶ ἀκοῦσαι καὶ ὀσφρανθῆναι οὐκ ἔστιν προλυπηθῆναι· οὐδεὶς γὰρ ἡδόμενος τῷ ὁρᾶν ἢ τῷ ὀσφραίνεσθαι προελυπήθη.
§7.6
ὁμοίως δὲ καὶ ἐπὶ τῆς διανοίας ἔστι θεωροῦντά τι ἥδεσθαι ἄνευ τοῦ προλυπηθῆναι. ὥστʼ εἴη ἄν τις ἡδονή ἣ οὐκ ἔστι γένεσι εἰ οὖν ἡ μὲν ἡδονή, ὡς ὁ λόγος αὐτῶν ἔφη, διὰ τοῦτο οὐκ ἀγαθόν, ὅτι γένεσις, ἔστι δὲ τις ἡδονή, ἣ οὔκ ἐστιν γένεσις, αὕτη ἂν εἴη ἀγαθόν.
§7.7
— τὸ δʼὅλον οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις· οὐδὲ γὰρ αὗται αἱ ἀπὸ τοῦ φαγεῖν καὶ πιεῖν ἡδοναὶ οὐκ εἰσὶ γενέσεις, ἀλλὰ διαμαρτάνουσιν οἱ ταύτας φάσκοντες εἶναι τὰς ἡδονὰς γενέσεις. οἴονται γάρ, ἐπειδὴ τῆς προσφορᾶς γινομένης γίνεται ἡδονή, διὰ τοῦτο γένεσιν εἶναι· ἔστι δʼ οὔ.
§7.8
ἐπειδὴ γάρ ἐστι τῆς ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐνδεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον.
§7.9
ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα, ὅτι τοῦτο μὲν αἰσθητὸν ἐστίν, ἡ δὲ ψυχὴ οὔ· ἔστι δέ γε καὶ [ἡ] ψυχή. ὁμοίως δὲ καὶ ἐπὶ τούτου· ἔστιν γὰρ μόριόν τι τῆς ψυχῆς ᾦ ἡδόμεθα, ὃ ἄμα τῇ προσφορᾷ ἐνεργεῖ. διὸ οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις.
§7.10–9.4
§7.10
— καὶ ἀποκατάστασις δέ, φασίν, εἰς φύσιν αἰσθητή. καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν ἐστὶν ἡδονή· τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι· ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι· ὥστʼ οὐκ ἂν εἴη ἡ ἡδονὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς· ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδονῶν οὐδέν. — ὥστε εἰ διότι μὲν γένεσις ἡ ἡδονὴ οὐκ ἀγαθὸν ἐδόκει εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.
§7.11
ἀλλὰ μετὰ τοῦτο οὐ πᾶσα, φασίν, ἡδονὴ ἀγαθόν. συνίδοι δʼ ἄν τις καὶ ὑπὲρ τούτου οὕτως. ἐπεὶ γὰρ τἀγαθόν φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι (καὶ γὰρ ἐν οὐσίᾳ καὶ ἐν τῷ πρός τι καὶ ποσῷ καὶ πότε καὶ ὅλως ἐν ἀπάσαις), ἤδη γʼ ἐκεῖνο φανερόν. κατὰ πάσας γὰρ ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστʼ ἐπειδὴ τὸ ἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγαθόν· ὥστʼ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δʼ ἀπό τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή. —
§7.12
ἅμα δὲ δῆλον ἐκ τούτου ὅτι καὶ διάφοροι τῷ εἴδει αἱ ἡδοναὶ εἰσίν. διάφοροι γὰρ καὶ αἱ κατηγορίαι, ἐν αἷς ἐστιν ἡδονή. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει, οἷον τῆς γραμματικῆς ἢ ἄλλης ἡστινοσοῦν. ἐὰν ἔχῃ γὰρ Λάμπρος τὴν γραμματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈-δὲ〉 δύο εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τʼ ἐν Λάμπρῳ καὶ ἐν Ἰλεῖ ἀλλʼ ἐπὶ τῆς ἡδονῆς οὐχʼ οὕτως. ἡ γὰρ ἀπὸ τῆς μέθης ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν. διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.
§7.13
ἀλλὰ δὴ καὶ διότι φαῦλαί εἰσιν ἡδοναί τινες, καὶ διὰ τοῦτο οὐκ ἐδόκει ἡ ἡδονὴ αὐτοῖς ἀγαθὸν εἶναι. τὸ δὲ τοιοῦτον καὶ ἡ τοιαὐτη κρίσις οὐκ ἴδιός ἐστιν ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ φύσεως καὶ ἐπιστήμης. ἔστι γὰρ καὶ φύσις φαύλη, οἷον ἡ τῶν σκωλήκων καὶ ἡ τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων, ἀλλʼ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων·
§7.14
ὁμοίως δʼ εἰσὶ καὶ ἐπιστῆμαι φαῦλαι, οἷον αἱ βάναυσοι, ἀλλʼ ὅμως οὐ διὰ τοῦτο φαῦλον ἡ ἐπιστήμη, ἀλλʼ ἀγαθὸν τῷ γένει καὶ ἐπιστήμη καὶ φύσις. ὥσπερ γὰρ οὐδʼ ἀνδριαντοποιὸν θεωρεῖν δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε καὶ κακῶς εἰργάσατο, ἀλλʼ ἐξ ὧν εὖ, οὕτως οὐδʼ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλʼ ἐκ τῶν σπουδαίων.
§7.15
ὁμοίως δὲ καὶ ἡ ἡδονὴ τῷ γένει ἀγαθὸν ἐστίν, ἐπεὶ ὅτι γέ εἰσιν φαῦλαι ἡδοναί, οὐδὲ ἡμᾶς λανθάνει. ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπουδαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἢ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δʼ ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός,
§7.16
ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὐτοῦ· ὥστε τοῦτʼ ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή. οὐ γάρ ἐστι ταὐτὸν καὶ ἵππῳ καὶ ἀνθρώπῳ, ὁμοίως οὐδὲ τοῖς ἄλλοις· ἀλλʼ ἐπείπερ αἱ φύσεις διάφοροι, καὶ αἱ ἡδοναὶ διάφοροι. ἡ γὰρ ἡδονὴ ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη, τῆς δὲ σπουδαίας σπουδαία.
§7.17
ἀλλʼ οἱ φάσκοντες εἶναι τὴν ἡδονὴν οὐ σπουδαίαν πεπόνθασιν οἷον οἱ μὴ εἰδότες τὸ νέκταρ οἴονται τοὺς θεοὺς οἶνον πίνειν καὶ οὐκ εἶναι τούτου ἥδιον οὐδέν. τοῦτο δὲ πάσχουσι διὰ τὴν ἄγνοιαν. οἷς ὅμοιον πεπόνθασιν οἱ πάσας τὰς ἡδονὰς γενέσεις φάσκοντες εἶναι καὶ οὐκ ἀγαθόν· διὰ γὰρ τὸ μὴ εἰδέναι ἄλλας ἡδονὰς ἀλλʼ ἢ τὰς σωματικάς, ταύτας τε ὁρᾶν γενέσεις τε οὔσας καὶ μὴ σπουδαίας, ὅλως οὐκ οἴονται εἶναι τὴν ἡδονὴν ἀγαθόν.
§7.18
ἐπεὶ δʼ οὖν ἐστιν ἡ ἡδονὴ καὶ καθισταμένης τῆς φύσεως καὶ καθεστηκυίας, οἷον καθισταμένης μὲν αἱ ἐξ ἐνδείας ἀναπληρώσεις, καθεστηκυίας δὲ αἱ ἀπὸ τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῶν τοιούτων οὖσαι, βελτίους ἂν εἴησαν αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι· αἱ γὰρ ἡδοναὶ κατʼ ἀμφοτέρους λεγόμεναι τοὺς τρόπους ἐνέργειαι εἰσίν· ὥστε δῆλον ὅτι αἱ ἀπὸ τὴς ὄψεως ἡδοναὶ καὶ τὴς ἀκοῆς καὶ τοῦ διανοεῖσθαι βέλτισται ἂν εἴησαν, ἐπεὶ αἵ γε σωματικαὶ ἐξ ἀναπληρώσεως.
§7.19
ἔτι καὶ τοῦτο ἐλἐγετο, ὅτι οὐκ ἀγαθόν· τὸ γὰρ ἐν πᾶσιν εἶναι καὶ πᾶσι κοινὸν οὐκ ἀγαθόν. τὸ δὴ τοιοῦτον ἐπὶ φιλοτίμου μᾶλλον καὶ φιλοτιμίας οἰκεῖον ἐστίν. ὁ γὰρ φιλότιμός ἐστιν ὁ μόνος βουλόμενος ἔχειν καὶ τῷ τοιούτῳ τῶν ἄλλων ὑπερέχειν· καὶ τὴν ἡδονὴν οὖν, εἰ μέλλει ἀγαθὸν εἶναι, τοιοῦτον δεῖν εἶναι.
§7.20
ἢ οὔ, ἀλλὰ καὶ τοὐναντίον διὰ τοῦτο ἂν δόξειεν ἀγαθὸν εἶναι, ὅτι πάντα τούτου ἐφίεται; τοῦ γὰρ ἀγαθοῦ πάντα πέφυκεν ἐφίεσθαι, ὥστʼ εἰ τῆς ἡδονῆς πάντʼ ἐφίεται, ἀγαθὸν ἂν εἴη τῷ γένει ἡ ἡδονή.
§7.21
πάλιν καὶ ὅτι ἐστὶν ἐμπόδιον ἡ ἡδονή, οὐκ ἔφασαν αὐτὴν ἀγαθὸνεἶναι. τὸ δʼ ἐμπόδιον φάσκειν εἶναιδιὰ τὸ μὴ ὀρθῶς σκοπεῖν φαίνετʼ αὐτοῖς. οὐ γάρ ἐστιν ἐμπόδιον ἡ ἀπὸ τοῦ πράγματος τοῦ πραττομένου ἡδονή· ἐὰν μέντοι ἄλλη, ἐμπόδιον, οἷον ἡ ἀπὸ τῆς μέθης ἡδονὴ ἐμπόδιόν ἐστι τοῦ πράττειν,
§7.22
ἀλλʼ οὕτω μὲν καὶ ἐπιστήμη ἐπιστήμης ἐμπόδιον ἔσται· οὐ γάρ ἐστιν ἅμα ἀμφοτέραις ἐνεργεῖν. ἀλλὰ διὰ τί οὐκ ἀγαθὸν ἡ ἐπιστήμη, ἂν ποιῇ τὴν ἀπὸ τῆς ἐπιστήμης ἡδονήν; καὶ πότερον ἐμπόδιον ἔσται; ἢ οὔ, ἀλλὰ μᾶλλον πράξει;
§7.23
ἡ γὰρ ἡδονὴ παρορμᾷ πρὸς τὸ μᾶλλον πράττειν ἀπʼ αὐτοῦ γινομένη, ἐπεὶ τὸν σπουδαῖον ποίησον πράττειν τὰ κατʼ ἀρετήν, καὶ ἡδέως ταῦτα πράττειν· ἆρα οὐ πολλῷ μᾶλλον ἐνεργήσει κατὰ τὴν πρᾶξιν; καὶ ἐὰν μέν γε ἡδόμενος πράττῃ, σπουδαῖος ἔσται, ἂν δὲ λυπούμενος τὰ καλὰ πράττῃ, οὐ σπουδαῖος. ἡ γὰρ λύπη ἐπὶ τοῖς διʼ ἀνάγκην ἐστίν, ὥστʼ εἰ λυπεῖταί τις τὰ καλὰ πράττων, ἀναγκαζόμενος πράττει· ὁ δʼ ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.
§7.24
ἀλλὰ μὴν οὐκ ἔστιν γε μὴ λυπούμενον ἢ ἡδόμενον τὰ κατʼ ἀρετὴν πράττειν· τὸ δʼ ἀνὰ μέσον οὐκ ἔστιν. διὰ τί; ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν· δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς. εἰ μὲν οὖν λυπούμενός τίς τὰ καλὰ πράττει, οὐ σπουδαῖος. ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης· μεθʼ ἡδονῆς ἄρα.
§7.25
οὐ μόνον ἄρα οὐκ ἐμπόδιόν ἐστιν ἡ ἡδονή, ἀλλὰ καὶ προτρεπτικὸν πρὸς τὸ πράττειν, καὶ τὸ ὅλον δὲ οὐκ ἐνδέχεται ἄνευ ἡδονῆς εἶναι τῆς ἀπʼ αὐτῆς γινομένης.
§7.26
ἄλλος ἦν λόγος ὅτι οὐδεμία ποιεῖ ἐπιστήμη ἡδονήν. ἔστιν δὲ οὐδὲ τοῦτο ἀληθές. οἱ γὰρ δειπνοποιοὶ καὶ σττεφανοποιοὶ καὶ [οἰ] μυρεψοὶ ἡδονῆς εἰσιν ποιητικοί. [ἀλλὰ δὴ ταῖς ἄλλαις ἐπιστήμαις οὐκ ἔστιν ἡ ἡδονὴ ὡς τέλος, ἀλλὰ μεθʼ ἡδονῆς τε καὶ οὐκ ἄνευ ἡδονῆς.] ἔστιν οὖν καὶ ἐπιστήμη ποιητικὴ ἡδονῆς.∗
§7.27
ἔτι δὲ καὶ ἄλλος ἐλέγετο, ὅτι οὐκ ἄριστον. ἀλλʼ οὕτως μὲν καὶ τῷ τοιούτῳ λόγῳ ἀναιρήσεις καὶ τὰς καθʼ ἕκαστα λεγομένας ἀρετάς. ἡ γὰρ ἀνδρεία οὐκ ἔστιν ἄριστον· ἆῤ οὖν διὰ τοῦτʼ οὐκ ἀγαθόν; ἢ τοῦτʼ ἄτοπον; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οὐδὲ ἡδονὴ διὰ τοῦτʼ οὐκ ἀγαθόν, ὅτι οὐκ ἄριστον.
§7.28
ἀπορήσειε δʼ ἄν τις μεταβὰς καὶ ἐπὶ τῶν ἀρετῶν τὸ τοιοῦτον. οἷον ἐπειδὴ ὁ λόγος κρατεῖ ποτε τῶν παθῶν (φαμὲν γὰρ ἐπὶ τοῦ ἐγκρατοῦς), καὶ τὰ πάθη δὲ πάλιν ἀντεστραμμένως τοῦ λόγου κρατεῖ (οἷον ἐπὶ τῶν ἀκρατῶν συμβαίνει), ἐπεὶ οὖν τὸ ἄλογον μέρος τῆς ψυχῆς ἔχον τὴν κακίαν κρατεῖ τοῦ λόγου εὖ διακειμένου (ὁ γὰρ ἀκρατὴς τοιοῦτος), καὶ ὁ λόγος ὁμοίως φαύλως διακείμενος κρατήσει τῶν παθῶν εὖ διακειμένων καὶ ἐχόντων τὴν οἰκείαν ἀρετήν, εἰ δὲ τοῦτʼ ἔσται, συμβήσεται τῇ ἀρετῇ κακῶς χρῆσθαι (ὁ γὰρ λόγος φαύλως διακείμενος καὶ χρώμενος τῇ ἀρετῇ κακῶς αὐτῇ χρήσεται)· τὸ δὴ τοιοῦτον ἄτοπον ἂν συμβαίνειν δόξειεν.
§7.29
πρὸς δὴ τὴν τοιαύτην ἀπορίαν ῥᾴδιον ἀντειπεῖν καὶ λῦσαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων ὑπὲρ ἀρετῆς. τότε γάρ φαμεν εἶναι ἀρετήν, ὅταν ὁ λόγος εὖ διακείμενος τοῖς πάθεσιν ἔχουσι τὴν οἰκείαν ἀρετὴν σύμμετρος ᾖ, καὶ τὰ πάθη τῷ λόγῳ· οὕτω γὰρ διακείμενα συμφωνήσουσι πρὸς ἄλληλα, ὥστε τὸν μὲν λόγον προστάττειν ἀεὶ τὸ βέλτιστον, τὰ δὲ πάθη ῥᾳδίως εὖ διακείμενα ποιεῖν ὃ ἂν ὁ λόγος προστάττῃ·
§7.30
ἂν οὖν ὁ λόγος φαύλως διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ ἐκλείπ τοντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή)· ὥστʼ οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ. — ἀπλῶς δʼ οὐχ, ὥσπερ οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λόγος, ἀλλὰ μᾶλλον τὰ πάθη. δεῖ γὰρ πρὸς τὸ καλὸν ὁρμὴν ἄλογόν τινα πρῶτον ἐγγίνεσθαι (ὃ καὶ γίνεται), εἶθʼ οὕτως τὸν λόγον ὕστερον ἐπωψηφίζοντα εἶναι καὶ διακρίνοντα. ἴδοι δʼ ἄν τις τοῦτο ἐκ τῶν παιδίων καὶ τῶν ἄνευ λόγου ζώντων· ἐν γὰρ τούτοις ἄνευ τοῦ λόγου ἐγγίνονται ὁρμαὶ τῶν παθῶν πρὸς τὸ καλὸν πρότερον, ὁ δὲ λόγος ὕστερος ἐπιγινόμενος καὶ σύμψηφος ὢν ποιεῖ πράττειν τὰ καλά. ἀλλʼ οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναντιοῦται· διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος εὖ διακείμενον ἢ ὁ λόγος.
§8.1
ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ εὐδαιμονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας. οἴονται γὰρ οἱ πολλοὶ τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυχίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι. διὸ ῥητέον ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἀπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν τίσι καὶ περὶ τί.
§8.2
πρῶτον μὲν οὖν ἐπὶ ταῦτʼ ἄν τις ἐλθὼν καὶ ἐπιβλέψας ἀπορήσειεν. οὔτε γὰρ ἂν εἴποι τις τὴν τύχην ὥς ἐστι φύσις. ἡ γὰρ φύσις [ἀεὶ] οὖ ἐστιν αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ ∗ ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλʼ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς τοιούτοις λέγεται. οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύτως, ἡ δὲ τύχη οὔ. διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα ἐλαχίστη [καὶ] τύχη, οὖ δὲ πλείστη τύχη, ἐνταῦθʼ ἐλάχιστος νοῦς.
§8.3
ἀλλʼ ἆρά γε ἡ εὐτυχία ἐστὶν ὡς ἐπιμέλειά τις θεῶν; ἢ τοῦτʼ οὐκ ἂν δόξειεν; τὸν γὰρ θεὸν ἀξιοῦμεν κύριον ὄντα τῶν τοιούτων τοῖς ἀξίοις ἀπονέμειν καὶ τἀγαθὰ καὶ τὰ κακά, ἡ δὲ τύχη καὶ τὰ ἀπὸ τῆς τύχης ὡς ἀληθῶς ὡς ἂν τύχῃ γίνεται. εἰ δέ γε τῷ θεῷ τὸ τοιοῦτον ἀπονέμομεν, φαῦλον αὐτὸν κριτὴν ποιήσομεν ἢ οὐ δίκαιον· τοῦτο δʼ οὐ προσῆκόνἐστι [τῷ] θεῷ.
§8.4
ἀλλὰ μὴν ἔξω γε τούτων εἰς οὐδὲν ἄλλο τὴν τύχην ἄν τις τάξειεν, ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη. νοῦς μὲν δὴ καὶ λόγος καὶ ἐπιστήμη παντελῶς ἀλλότριόν τι ἔοικεν εἶναι. ἀλλὰ μὴν οὐδʼ ἡ ἐπιμέλεια καὶ ἡ εὔνοια παρὰ τοῦ θεοῦ δόξειεν ἂν εἶναι εὐτυχία διὰ τὸ καὶ ἐν τοῖς φαύλοις ἐγγίγνεσθαι·
§8.5
τὸν δὲ θεὸν τῶν φαύλων οὐκ εἰκὸς ἐπιμελεῖσθαι. λοιπὸν τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις. ἔστιν δʼ ἡ εὐτυχία καὶ ἡ τύχη ἐν τοῖς μὴ ἐφʼ ἡμῖν οὖσιν, μηδʼ ὧν αὐτοὶ κύριοί ἐσμεν καὶ δυνατοὶ πρᾶξαι. διὸ τὸν δίκαιον, δίκαιος, οὐθεὶς λέγει εὐτυχῆ οὐδὲ τὸν ἀνδρεῖον οὐδʼ ὅλως τῶν κατʼ ἀρετὴν οὐδένα· ἐφʼ ἡμῖν γάρ ἐστι ταῦτα καὶ ἔχειν καὶ μὴ ἔχειν. ἀλλʼ ἤδη ἐπὶ τοῖς τοιούτοις οἰκειότερον τὴν εὐτυχίαν ἐροῦμεν· τὸν γὰρ εὐγενῆ εὐτυχῆ λέγομεν, καὶ ὅλως ᾧ τὰ τοιαῦτα τῶν ἀγαθῶν ὑπάρχει, ὧν μὴ αὐτὸς κύριος ἐστίν.
§8.6
ἀλλʼ ὅμως οὐδʼ ἐνταῦθα κυρίως ἂν ἡ εὐτυχία λέγοιτο. ἔστιν δὲ πολλαχῶς ὁ εὐτυχὴς λεγόμενος· καὶ γὰρ ᾧ παρὰ τὸν λογισμὸν τὸν αὐτοῦ συνέβη τι ἀγαθὸν πρᾶξαι, εὐτυχῆ φαμέν, καὶ ᾧ κατὰ λόγον ζημίαν ἦν λαβεῖν, τὸν τοιοῦτον κερδάναντα εὐτυχῆ φαμέν.
§8.7
ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλογον. ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν καθʼ αὐτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λαβεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.
§8.8
ἔστιν οὖν ἡ εὐτυχία ἄλογος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δʼ ἐστὶ φύσεως· ἐν γὰρ τῇ ψνχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρψῶμεν ἀλόγως πρὸς ἂν εὖ ἔχωμεν,
§8.9
καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράτειν; οὐκ οἶδα, φησίν, ἀλλʼ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν· καὶ γὰρ οἱ ἔνθουσιάζοντες ἄνευ λόγον ὁρμὴν ἔχουσι πρὸς τὸ πράττειν τι.
§8.10
τὴν δʼ εὐτυχίαν οὐκ ἔχομεν ρἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλʼ αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν· ἡ δʼ αἰτἰα ἀλλότριον τοῦ ὀνόματος. ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψοσθαι ἀγαθὸν λαβεῖν.
§8.11
ἔσπτιν οὖν ἡ τοιαύτη εὐτυχία διάφορος ἐκείνης, καὶ ἔοικεν αὕτη ἐκ τῶν πραγιάτων τῆς μεταπτώσεως γίνεσθαι, καὶ κατὰ συμβεβηκὸς εὐτνχία. ὥστ’ εἰ καὶ ἡ τοιαύτη ἐστὶν εὐτυχία, ἀλλʼ οὖν πρές γε τὴν εὐδαμονίαν ἡ τοιαύτη ἂν εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.
§8.12
ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ ἄνερ τῶν ἔκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυχίας, οἷον ἀραίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.
§9.1
περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα· ἐπειδὴ δὲ ὑπὲρ ἑκάστης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη καθόλου συνθέσας τὰ καθʼ ἕκαστα κεφαλαιωσαμένους εἰπεῖν.
§9.2
ἔστι μὲν οὖν οὐ κακῶς λεγόμενον τρὔνομα ἐπὶ τοῦ τελέως σπουδαίου, ἡ καλοκἀγαθία. καλὸς κἀγαθὸς γάρ, φασίν, ὅταν τελέως σπουδαῖος ᾖ. ἐπὶ γὰρ τῆς ἀρετῆς τὸν καλὸν κἀγαθὸν λέγουσιν, οἷον τὸν δίκαιον καλὸν κἀγαθὸν φασί, τὸν ἀνδρεῖον, τὸν σώφρονα, ὅλως ἐπὶ τῶν ἀρετῶν.
§9.3
ἐπειδὴ οὖν εἰς δύο διαιροῦμεν, καὶ τὰ μέν φαμεν εἶναι καλὰ τὰ δὲ [καὶ] ἀγαθά, καὶ τῶν ἀγαθῶν τὰ μὲν ἁπλῶς ἀγαθὰ τὰ δὲ οὔ, καὶ καλὰ μὲν οἷον τὰς ἀρετὰς καὶ τὰς ἀπʼ ἀρετῆς πράξεις, ἀγαθὰ δὲ [οἷον] ἀρχὴν πλοῦτον δόξαν τιμὴν τὰ τοιαῦτα· ἔστιν οὖν ὁ καλὸς κἀγαθὸς τὰ ἀπλῶς ἀγαθά ἐστιν ἀγαθὰ καὶ τὰ ἀπλῶς καλὰ καλὰ ἐστίν.
§9.4
ὁ τοιοῦτος γὰρ καλὸς καὶ ἀγαθός. δὲ τὸ ἀπλῶς ἀγαθὰ μή ἐστιν ἀγαθά, οὐκ ἔστι καλὸς καὶ ἀγαθός, ὥσπερ οὐδὲ ὑγιαίνειν ἂν δόξειεν τὰ ἀπλῶς ὑγιεινὰ μὴ ὑγιεινὰ ἐστίν. εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα αὐτὸν μὴ βλάψει, βουλήσεται αὐτῷ εἶναι.
§9.5–11.42
§9.5
ὁ δὲ τοιοῦτος ὢν οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ, οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι· ἀλλʼ ᾧ τἀγαθὰ πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.
§10.1
ὑπὲρ δὲ τοῦ κατὰ τὰς ἀρετὰς ὀρθῶς πράττειν εἴρηται μέν, οὐχ ἱκανῶς δέ. ἔφαμεν γὰρ τὸ κατὰ τὸν ὀρθὸν λόγον πράτττειν· ἀλλʼ ἴσως ἄν τις αὐτὸ τοῦτο ἀγνοῶν ἐρωτήσειεν, τὸ κατὰ τὸν ὀρθὸν λόγον τί ποτʼ ἐστί, καὶ ποῦ ἐστιν ὁ ὀρθὸς λόγος; ἔστιν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν,
§10.2
ὅταν τὸ ἄλογον μέρος τῆς ψυχῆς μὴ κωλύῃ τὸ λογιστικὸν ἐνεργεῖν τὴν αὐτοῦ ἐνέργειαν. τότε γὰρ ἡ πρᾶξις ἔσται κατὰ τὸν ὀρθὸν λόγον. ἐπειδὴ γάρ τι τῆς ψυχῆς τὸ μὲν χεῖρον ἔχομεν τὸ δὲ βέλτιον, ἀεὶ δὲ τὸ χεῖρον τοῦ βελτίονος ἕνεκεν ἐστίν, ὥσπερ ἐπὶ σώματος καὶ ψυχῆς τὸ σῶμα τῆς ψυχῆς ἕνεκεν, καὶ τότʼ ἐροῦμεν ἔχειν τὸ σῶμα καλῶς, ὅταν οὕτως ἔχῃ ὥστε μὴ κωλύειν, ἀλλὰ καὶ συμβάλλεσθαι καὶ συμπαρορμᾶν πρὸς τὸ τὴν ψυχὴν ἐπιτελεῖν τὸ αὑτῆς ἔργον (τὸ γὰρ χεῖρον τοῦ βελτίονος ἕνεκεν, πρὸς τὸ συνεργεῖν τῷ βελτίονι)·
§10.3
ὅταν οὖν τὰ πάθη μὴ κωλύωσι τὸν νοῦν τὸ αὑτοῦ ἔργον ἐνεργεῖν, τότʼ ἔσται τὸ κατὰ τὸν ὀρθὸν λόγον γινόμενον. ναί, ἀλλʼ ἴσως εἴπτοι τις ἄν, ὅταν πῶς ἔχωσι τὰ πάθη, οὐ κωλύουσι, καὶ πότε οὕτως ἔχουσιν; οὐ γὰρ οἶδα.
§10.4
τὸ δὴ τοιοῦτον οὐκ ἔστιν εἰπεῖν ῥᾴδιον. οὐδὲ γὰρ ὁ ἰατρός· ἀλλʼ ὅταν εἴπτῃ τῷ πυρέττοντι πτισάνην προσφέρεσθαι, τοῦ δὲ πυρέττειν πῶς αἰσθάνομαι; ὅταν, φησίν, ὁρᾷς ὠχρὸν ὄντα· τὸ δʼ ὠχρὸν πῶς εἰδήσω ἐνταῦθα δὴ συνιέτω ὁ ἰατρός· εἰ γὰρ μὴ ἔχεις παρὰ σαυτῷ, φησί, τῶν γε τοιούτων αἴσθησιν, οὐκ ἔτι. ὡσαύτως ὑπὲρ τῶν ἄλλων κοινός ἐστι τῶν τοιούτων ὁ λόγος.
§10.5
ὁμοίως δʼ ἔχει καὶ ἐπὶ τῶν παθῶν τοῦ γνωρίζειν· δεῖ γὰρ αὐτὸν συμβάλλεσθαι πρὸς αἴσθησίν τι.
§10.6
ἐπιζητήσειε δʼ ἄν τις ἴσως καὶ τὸ τοιοῦτον· ἆρά γε ἔργῳ εἰδήσας ταῦτα καὶ δὴ εὐδαίμων ἔσομαι; οἴονται γάρ. τὸ δʼ ἐστὶν οὐ τοιοῦτον. οὐδεμία γὰρ οὐδὲ τῶν ἄλλωον ἐπιστημῶν παραδίδωσι τῷ μανθάνοντι τὴν χρῆσιν καὶ τὴν ἐνέργειαν, ἀλλὰ τὴν ἕξιν μόνον· οὕτωος οὐδʼ ἐνταῦθα παραδίδωοσιν τὸ εἰδῆσαι ταῦτα τὴν χρῆσιν (ἡ γὰρ εὐδαιμονία ἐστὶν ἐνέργεια, ὡς φαμέν), ἀλλὰ τὴν ἕξιν, οὐδʼ ἐν τῷ εἰδέναι ἐξ ὧν ἐστιν ἡ εὐδαιμονία, ἀλλʼ ἐν τὸν τούτmμις χρήσαεθαι.
§10.7
τὴν δὲ χρῆσιν καὶ τὴν ἐνέργωκαν τούτων οὐκ ἄστι τώmης τἧς π ??ς τὸ παραὰιδόνε??· οὐδὲ γὰρ ?? ἐπιστήκῃ οὐδεμία ιὴν χρῆτιν παραδίδωσιν, ἀλλὰ τὴν ἕ??ιν.
§11.1
ἐφʼ ἄπασι δὲ τ??πς ὑπὸρ φιλίας ἀναυχαῖόν ἔσαιν εἰπεν, τί ἐστν παὶ ὅν πίσι κνὶ π??ρὶ vέ· ἐ??ὴ γὰρ ?? ??ρὰ πάντα τὸν βίον oαρρατεάνονσων ?? ἐν παν ?? καὶ οὖσαν ἀγκθόν, ?? ἂν εἔ πρὸς τὴν εὐδαμουίαν.
§11.2
πρῶτον μὲν οὖν ἴσως ἃ ??πορεῖται καὶ ζητεῖται, βἐλτιον διελθεῖυ πέτεραν γάρὐσσσττιν ἡ φιλίαἐν τοῖς ὁμοίοις, ὥσπςρ δοχεῖχαὶ λέμεται; καὶ γὰρ ‘‘??ςʼʼ φαει “παρὰ κυλοιὸν ??άνειʼ᾿ , καὶ ?? τοι τὸν ὅμοιον ?? ?? ὡς τὸν ὅμοε??ν. φασὶν δὲ καὶ κυνός ποτε ἂεὶ καθευδο-σης ἔπὶ τῆς ἄτης κεραμἴδος, ἐρωτηθέντα τὸν μπrδοκλέα, διὰ τί ποτε ?? κύων ἐπὶ τῆς αὐτῆς κεραμῖδος καθεύδει, εἰπεῖν ὅτι ἔχει τ κεραμῖδι ὃμοιον ἡ κύων, ὡς διὰ τὸ ὅμοιον τὴν κὑνα φοιτῶσαν.
§11.3
πάλιν δʼ αὗ δοκεῖ ἄλλοις τισὶν ἐν τοῖς ἐνανύοις μᾶλλον ἔγγῖνεsθι ἡ φιλία. “ἐρ μὲτή” γάρ, φασίν, ??βρου γαῖα, ὅταν ξηρὸν πἐδον’ τὸ δ ἐναντῖον, φασίν, τῷ ἐνανι??ῳ βσὐλεσθαι φίλον εἶναι. ἔν μὲν γὰρ τοῖς ὁμοίοις οὐδὲ ἐνδέχεσθαι γίνεσθαι. τὸ γὰρ ὅμοιον, φασίν, τοῦ ὁμοίου οὐδὲν προσδεῖται, καὶτὰτοιαῦτα ὅἡ.
§11.4
— ἔτι δὲ πὐτερον ἔργον ἐστὶ φίλον γενέσθαι ἢ ῥάδιον γενέσθαι; οἱ γοῦν κόλακες ταχέως προσεδρεύσαντες φίλοι μὲν οὐκεἰσίν, φαίνονται δὲ φίλοι εἶναι.
§11.5
— ἔ??ι δὲκαὶ τὰ τοιαῦτα ἀπορεῖται, πότρρον ἔσταε ὁ σχο??δαῖος τῷ φαύὰῳε φέλος; 'οὔ; ?? κὲν γὰρ φιλία ἐν πίστα κνὶ βεθeαrέπτηπ, ὁ ἀὲ φαῦλος ἥκιστα τοιοῦτυς· καὶ δ φφαῦὶς ?? φαύλων, ἢ οὐδὲ τοῦτο;
§11.6
πρῶτον μὲν οὖν ἐιοριστέον ἄ εὔη ὑ??ὲρ πλίας πόπας σκοποῦμεν. ἔστι γάρ, ὡς οἴνταr, φιλία καὶ χροσιε θεὸν καὶ τὰ ἄυρυχα, οὐκ ὀρθῶρ. τὴν γὰρ φmίαυ ἐνταῦθά φαμεν εἷναι οὗ ἐστι τὸ ἀναφώλεῖσᾶαε, ἡ δὲ πρὸς θεὸν φριλία οὔτε ὡτιφιλεῖσθαι δέχεται, οὔθʼ ὅλως vὸ φλεῖν· ἄxοπον γὰρ ἂν εἴη εἴ τις φαίη φελεῖν τὸν Δία
§11.7
οὐδὲ δὴ παρὰ τῶν ἀρύχων ἐνδέχεται ἀντπφιλεῖσθαι. φιλία μέντοε καὲ ρὸς τὰ ἄψυφa ἐαύάν, οἷον οἶνον ἢ ἄλλο δὴ τῶν τοιούτωπ. διὸ ὀὴ οὔτε τὴν mρὸς τὸν θεὸν φιλίαν ἐαζητeῦμεν οὔτε τὴν πρὸς τὰ ἄμυγα, ἀλλὰ τὴν πρὸς τὰ ἔeεψυχκ, καὶ πρὸς ταῦτα ἐν οἷς ἐστι τὸ ἀντιφιλεῖν.
§11.8
εἰ δή τις μετὰ τοῦτο ἀπισσκέραιτο τί ἐφτι τὸ φιλητόν, ἔστιν οὖν οὐκ ἄλλο τι ἢ τἀγαθόν. ἕτερον μὲν οὖν ἐοπτι τὸ φιλητὸν καὶ τὸ φιλητέον, ὥσπερ καὶ τὸ βυυὲητὸν χαὶ τὸ βουλητέον.
§11.9
βουλητὸν μὲν γὰρ τὸ ἀπλῶς ἀγαθόν, βουλητέον δὲ τὸ ἔκάστῳ ἀγαθόν· οὕτωο καὶ φφιλητὺν μὲν τὸ ἀπλῶς ἄμαθόν, φιλητέον δὲ τὸ αὐτῷ ἀγκθόν, ἅστε τὸ μὲν φιλητέον καὶ φιλητόν, τὸ δὲ φιλ??τὸν οὐκ ἔστι πτὲητέον.
§11.10
ἐνταῦθα οὖν ἔστιν καὶ διὰ ψὸ τοιοῦτον ἡ ἀπορία, πύτερόν ἐστιν ὁ ??πουδνῖος τῷ φαύλῳ φίλος ἢ οὔ. συν??παι γάρ ππως τἀγαθῷ τὸ αὐτῷ ἀγαθὸν καὶ τὸ φιλητέον τῷ φιλητῷ, ἔχεται δὲ καὶ ἀκολουθεῖ τῷ ἀγαθῷ καὶ τὸ ἡδὺ εἶναι καὶ τὸ συμφέρον.
§11.11
ἡ μὲν οὖν τῶν σπουδαίων φιλία ἐστίν, ὅταν ἀντιφιλῶσιν ἀλλήλους· φιλοῦσι δὲ ἀλλήλους, φιλητοί· φιλητοὶ δέ, ἀγαθοί.
§11.12
οὐκοῦν ὁ σπουδαῖος, φησίν, τῷ φαύλῳ οὐκ ἔσται φίλος; ἔσται μὲν οὖν. ἐπειδὴ γὰρ τἀγαθῷ ἠκολούθει τὸ συμφέρον καὶ τὸ ἡδύ, ᾗ ἐστιν φαῦλος ὢν ἡδύς, ταύτῃ φίλος· πάλιν αὖ συμφέρων, συμφέρων, ταύτῃ φίλος.
§11.13
ἀλλʼ οὐκ ἔσται γε κατὰ τὸ φιλητὸν ἡ τοιαύτη φιλία. φιλητὸν γὰρ ἦν τἀγαθὸν, ὁ δὲ φαῦλος οὐ φιλητός· οὐ γὰρ ἀλλὰ κατὰ τὸ φιλητέον· εἰσὶν γὰρ ἀπὸ τῆς παντελοῦς φιλίας, τῆς ἐν τοῖς σπουδαίοις, καὶ αὗται αἱ φιλίαι, ἥ τε κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον.
§11.14
— ὁ οὖν κατὰ τὸ ἡδὺ φιλῶν οὐ φιλεῖ τὴν κατὰ τὸ ἀγαθὸν φιλίαν, οὐδὲ ὁ κατὰ τὸ συμφέρον·
§11.15
εἰσὶν δὲ καὶ αἱ φιλίαι αὗται, ἥ τε κατὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον, οὐχ αἱ αὐταὶ μέν, οὐ παντελῶς δὲ οὐδὲ ἀλλότριαι ἀλλήλων, ἀλλʼ ἀπὸ ταὐτοῦ πως ἠρτημέναι εἰσίν. οἷον φαμὲν ἰατρικὸν τὸ μαχαίριον, ἰατρικὸν τὸν ἄνθρωπον, καὶ ἰατρικὴν τὴν ἐπιστήμην· ταῦτα οὐχ ὁμοίως λέγονται, ἀλλὰ τὸ μὲν μαχαίριον τῷ χρήσιμον εἶναι πρὸς ἰατρικὴν ἰατρικὸν λέγεται, ὁ δʼ ἄνθρωπος τῷ ποιητικὸς εἶναι ὑγιείας, ἡ δʼ ἐπιστήμη τῷ αἰτία εἶναι καὶ ἀρχή.
§11.16
ὁμοίως δὲ καὶ αἱ φιλίαι οὐχ ὡσαύτως, ἥ τε τῶν σπουδαίων ἡ διὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον. οὐδὲ δὴ ὁμωνύμως λέγονται, ἀλλʼ οὐκ εἰσὶν μὲν αἱ αὐταί, περὶ ταὐτὰ δέ πως καὶ ἐκ τῶν αὐτῶν εἰσίν.
§11.17
εἰ δή τις λέγοι “ὁ κατὰ τὸ ἡδὺ φιλῶν οὐκ ἔστιν φίλος τούτῳ· οὐ γὰρ κατὰ τὸ ἀγαθὸν φίλος ἐστίν”, βαδίζει ὁ τοιοῦτος ἐπὶ τὴν τῶν σπουδαίων φιλίαν, τὴν ἐξ ἇπάντων τούτων οὖσαν, καὶ ἐκ τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἡδέος καὶ ἐκ τοῦ συμφέροντος, ὥστʼ ἀληθῶς οὐκ ἔστιν [κατʼ] ἐκείνην γε τὴν φιλέαν φίλος, ἀλλὰ τὴν κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ συμφέρον.
§11.18
πότερον οὖν ἔσται ὁ σπουδαῖος τῷ σπουδαίῳ φίλος, ἢ οὔ; οὐδὲν γὰρ προσδεῖται, φησίν, ὁ ὅμοιος τοῦ ὁμοίου. ὁ δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν· ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν.
§11.19
ἀλλὰ ἑτέρα διώρισται ἡ κατὰ τὸ συμφέρον φιλία καὶ ἡ κατʼ ἁρετὴν καὶ ἡδονήν. εἰκὸς δὴ καὶ πολὺ μᾶλλον τούτους· πάντα γὰρ αὐτοῖς ὑπάρχει, τἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον. ἀλλὰ καὶ ὁ σπουδαῖος τῷ φαύλῳ·
§11.20
γὰρ ἴσως ἡδύς, ταύτῃ καὶ φίλος. καὶ ὁ φαῦλός γε τῷ φαύλῳ· γὰρ ἴσως τὸ αὐτὸ αὐτοῖς συμφέρει, ταύτῃ φίλοι. ὁρῶμεν γὰρ τοῦτο γινόμενον, ὅταν τὸ αὐτὸ ᾖ τὸ συμφέρον, φίλους τούτους διὰ τὸ συμφέρον, ὥστʼ οὐδὲν κωλύσει καὶ φαύλοις οὖσιν ταὐτόν τι συμφέρειν.
§11.21
βεβαιοτάτη μὲν οὖν καὶ μονιμωτάτη καὶ καλλίστη ἡ ἐν τοῖς σπουδαίοις φιλία, ἡ κατʼ ἀρετὴν καὶ τἀγαθὸν οὖσα, εἰκότως. ἡ μὲν γὰρ ἀρετὴ ἀμετάπτωτον, διʼ ἣν ἡ φιλία, ὥστε εἰκὸς τὴν φιλίαν τὴν τοιαύτην ἀμετάπτωτον εἶναι, τὸ δὲ συμφέρον οὐδέποτε ταὐτόν· διὸ ἡ διὰ τὸ συμφέρον φιλία οὐ βεβαία, ἀλλὰ τῷ συμφέροντι συμμεταπίπτει·
§11.22
ὁμοίως καὶ ἡ κατὰ τὴν ἡδονήν. ἡ μὲν οὖν τῶν βελτίστων φιλία ἡ κατʼ ἀρετὴν γινομένη ἐστίν, ἡ δὲ τῶν πολλῶν ἡ κατὰ τὸ συμφέρον, ἡ δὲ κατὰ τὴν ἡδονὴν ἐν τοῖς φορτικοῖς καὶ τυχοῦσιν.
§11.23
συμβαίνει δὲ καὶ ἀγανακνεῖν, ὁταν φαύλοις ἐν??χωσιν τοῖς φίλοις, καὶ θαυμάζειν· ἔστι δὲ οὐδὲν ἄτοπον. ὕταν γὰρ ἡ φιλία λάβῃ τὴν ἡδονὴν ἀρχήν, διʼ ἣν φίλοι εἰσίν, ἢ τὸ συμφέρον, ἅμα ταῦτʼ ἀπολείπει καὶ ἡ φιλία οὐ διαμένει.
§11.24
πολλάκις δὲ μένε μὲν ἡ φιλία, κακῶς δʼ ἐχρήσα τῷ φίλῳ, διὸ ἀγανακτοῦσιν· ἔστι δὲ οὐδὲ τοῦτο ἄλογον. οὐ γὰρ διʼ ἀρετὴν ἡ φιλία σοι πρὸς τοῦτον ὑπῆρχεν, διὸ οὐδʼ ἄτοπον μηδὲν ποιεῖν αὐτὸν τῶν παθʼ ἀρετήν. ἀγανακτοῦσιν οὖν οὐκ ὀρθῶς διʼ ἡδονὴν γὰρ ποιησώαενοι τὴν φιλίαν, τὴν διʼ ἀρετὴν οἴονται δεῖν αὐτοῖς ὑπάρχειν· τὸ δʼ οὺ δυνατόν· οὐ γάρ ἐστιν ἡ διʼ ἡδονὴν καὶ τὸ συμφέρον ἀρετῆς ἐχομένη.
§11.25
κοινωσάμενοι οὖν ἡδονῇ ἀρετὴν ςητοῦσιν, οὐκ ὀρθῶς· οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ καὶ τῷ πυμφέρονα ἡ ἀρετή, ἀλλὰ τῇ ἀρετῇ ἀμφότερα ταῦτα ἀπολουθτῖ. ἄτοπον γὰρ εἰ μὴ τις οἰήσεται τοὺς σπουδαίους αὐτοὺς αὑτοῖς ἡδίενους εἶναι· καὶ γὰρ οἱ φαῦλοι, ὥς φησιν Εὁριπίδης, αὐτοὶ ἑαυτοῖς ἡδεῖς εἰσίν· “κακὸς κακῷ” γὰρ “συντέτηκεν.” οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ ἡ ἀρετή, ἀλλὼ τᾖ ἀρετῇ ἡ ἡδονὴ ἀκολουθεῖ.
§11.26
εἶναι, ἢ οὐ δεῖ ἄτοπον γὰρ τὸ μὴ φάναι δεῖν. εἰ γὰρ 1210a ἀφελεῖς αὐτῶν τὸ ἡδεῖ εἷναι ἀλλήλοις, ἄλλους ποριοῦνται φίλους εἰς τὸ συζῆν, τρὺς ἡδεῖς· εἰς γὰρ τὸσυ ζῆν οὐδὲν μεῖζόν ἐστι τοῦ ἡδεῖςςἶναι·
§11.27
ἄτοπον οὖν τὸ μὴ οἴεσθαι δεῖν τοὺς σπουδαίους μάλιστα ἀλλήλοις συζῆν· τοῦτο δʼοὐκ ἔστιν ἄνευ τοῦ ἡδέος· δέοι ἂν ἂρα, ὡς ἔυικεν, μάλιστκ τούτοις ὑπάρχειν τὸ ἡδέσιν εἶναι.
§11.28
ἐπεὶ δὲ διῄρηνται αἱφιλἰαι είς τρία εἴδη, καὶ ἐν ταύταις ἡπορεῖτο, πότερον ἐν ἰσότητι ἡ φιλία ἐγγίνεται ἢ ἐν ἀνισότητι· ἔστιν οὐν κατʼ ἀμφότερα. ἡ μὲν γὰρ καθʼ ὁμοιότητα ἡτῶν σπουδαίων καὶ ἡ τελεία φιλία· ἡ δὲ κατʼ ἀνομοιότητα ἡ κατὰ τὸ συμφέρον. τῷ γὰρ εὐπόρῳ ὁ πένης διὰ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί, καὶ τῷ σπουδαίῷ ὁ φαῦλος διὰ ταὐτό δι?? γὰρ τὴν ἓνδειαν τὴν τῆς ἀρετῆς, παῤ οὗ οἴ?? αὑτῷ ??εσθαι, διὸ τοῦτο τούτῳ φίλος.
§11.29
γίνεται οὖν ἐν τοῖς ἀνομοίοις φιλία πατὰ τὸ συμφέρον· διὸ καὶ Εὐριπίδης “ἐρᾷ μὲν ἔμβρο γαῖ᾿, ὅταν ξηρὸν πέδον ὡς ἐναντίοις οὖσιν τούτοις ἐγγίγνεται φιλία ἡ διὰ τὸ συμφέρρον. καὶ γὰρ εἰ θέλεις τὰ ἐναντιώτατα ποιῆσεαι πῦρ καὶ ??δωρ, ταῦτα ἀλλήλοις χρέσιμα εἰσίν.
§11.30
τὸ γὰρ πῦρ φασίν, ἐὰν μἡ ἔχῃ ὑγρόν, φθείρεσθαι, ὡς τοῦτʼ αὐτῷ παραοκευάζον ὥσπερ τροφὴν τινά, ταθτην δὲ τοσαύτην, ὅσης πρατήσειεν〈ἄν〉· ἂν μὲν γὰρ πλεῖον ποιήσῃς τὸ ὑγρόν, ἐπικρατῆσαν〈ποιήσει〉 φθτίρεσθαι τὸ πῦρ, ἐὰν δὲ σύμμετρον, συνοίσει. δῆλον οὖν ὅτι καὶ ἐν τοῖς ἐναντιωτάτοις φιλία ἐγγίνεται διὰ τὸ συμφέρον.
§11.31
ἀνάγονται δὲ πᾶσαι αἱ φιλίαι, καὶ αἱ ἐν ἰσότητι καὶ αἱ ἐν ἀνισότητι, εἰς τὰς διῃρημένας τρεῖς. — ἔστιν δʼ ἐν ἁπάσαις ταῖς φιλίαις διαφορὰ γινομένη πρὸς ἀλλήλους, ὅταν μὴ ὁμοίως φιλῶσιν ἢ εὖ ποιῶσιν ὑπηρετῶσιν ἢ ὃ τι ἂν τῶν τοιούτων· ὅταν μὲν γὰρ ὃ μὲν ἐπτενῶς ποιῇ ὃ δʼ ἐλλείτῃ, κατὰ τὰν ἔλλειψιν τὸ ἔγκλημα καὶ ἡ μέμψις.
§11.32
οὐ κὴν ἀλλʼ ἐπὶ μὲν τῶν τοιούτων ὧν τὸ αὐτό ἐστι τέλος τῆς φιλίας, οἶυν εἰ ἀμφότεροι κατὰ τὸ συμφέρον ἀλλήλοις φίλοι ἢ κατὰ τὸ ἡδὺ κατʼ ?? ἔλλειψις ἡ παρὰ τοῦ ἑτέρου, ἐὰν οὖν πλείω ἀγαθὰ σύ μοι ποιῇς ἢ ἐγὼ σοί, οὐδʼ ἀμφισβητῶ ἔτι μὴ οὐ δεῖν σε μᾶλλον ὑπʼ ἐμοῦ φιλεῖσθαι·
§11.33
ἐν δὲ φιλίᾳ μὴ διὰ ταὐτὸ φίλοι ἐσμέν, μᾶλλον αἱ διαφοραί. ἄδηλος γὰρ ἡ ἔλλεωψις παρʼ ἑκατέρου. οἷον εἰ ὃ μὲν διʼ ἡδονὴν φίλος ἐστὶν ὃ δὲ διὰ τὸ συμφέρον, ἐνταῦθα ἡ ἀμφισβήτησις· οὔτε γὰρ ὁ τῷ συμφέροντι ὑπερέχων ἀξίαν οἴεται τὴν ἡδονὴν ἀντικαταλλάττεσθαι τοῦ συμφέροντος, οὔτε ὁ τῇ ἡδονῇ ὑπερέχων ἀξίαν τῆς ἡδονῆς ἐν τῷ συμφέροντι χάριν ἀπολαμβάνειν. διὸ μᾶλλον αἱ διαφοραὶ ἐν ταῖς τοιαύταις φιλίαις γίνονται.
§11.34
πλούτῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν, ἀλλʼ ὑπὸ τῶν ἐνδεεστέρων οἴονται δεῖν αὐτοὶ φιλεῖσθαι·
§11.35
ἔστιν δὲ βέλτιον τὸ φιλεῖν ἢ τὸ φιλεῖσθαι. — τὸ μὲν γὰρ φιλεῖν ἐνέργειά τις ἡδονῆς καὶ ἀγαθόν, ἀπὸ δὲ τοῦ φιλεῖσθαι οὐδεμία τῷ φιλουμένῳ ἐνέργεια γίνεται.
§11.36
— ἔτι δὲ βέλτιον τὸ γνωρίζειν ἢ τὸ γνωρίζεσθαι· τὸ μὲν γὰρ γνωρίζεσθαι καὶ τὸ φιλεῖσθαι καὶ τοῖς ἀψύχοις ὑπάρχει, τὸ δὲ γνωρίζειν καὶ τὸ φιλεῖν τοῖς ἐμψύχοις.
§11.37
— ἔτι τὸ εὐποιητικὸν εἶναι βέλτιον ἢ τὸ μή· ὁ μὲν οὖν φιλῶν εὐποιητικός, φιλεῖ, ὁ δὲ φιλούμενος, φιλεῖται, οὔ.
§11.38
— ἀλλʼ οἱ ἄνθρωποι διὰ φιλοτιμίαν φιλεῖσθαι μᾶλλον βούλονται ἢ φιλεῖν, διὰ τὸ ἐν τῷ φιλεῖσθαι ὑπεροχήν τινα εἶναι· ἀεὶ γὰρ ὁ φιλούμενος ὑπερέχει ἡδονῇ ἢ εὐπορίᾳ ἢ ἀρετῇ, ὁ δὲ φιλότιμος τῆς ὑπεροχῆς ὀρέγεται.
§11.39
καὶ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν οἱ ἐν ὑπεροχῇ ὄντες· ἀντιδιδόναι γὰρ ἐν οἷς ὑπερέχουσιν τοῖς φιλοῦσιν αὐτούς. ἔτι δὲ καὶ ἥττους αὐτῶν εἰσίν· διὸ οὐκ οἴονται δεῖν φιλεῖν ἀλλὰ φιλεῖσθαι. ὁ δʼ ἐνδεὴς χρημάτων ἢ ἡδονῶν ἢ ἀρετῆς θαυμάζει τὸν ὑπερέχονται τούτοις, καὶ φιλεῖ διὰ τὸ τούτων ἢ τυγχάνειν ἢ οἴεσθαι τεύξεσθαι.
§11.40
εἰσὶν δὲ καὶ τοιαῦται φιλίαι ἐξ ὁμοιοπαθείας, ἐκ τοῦ τἀγαθὸν βούλεσθαί τινι εἶναι. οὐκ ἔστιν δὲ ἡ ἐπὶ τούτων γινομένη φιλία πάντα ταῦτα ἔχουσα· πολλάκις γὰρ ἄλλῳ μὲν εἶναι βουλόμεθα τἀγαθά, συζῆν μέντοι μετʼ ἄλλου.
§11.41
ἀλλὰ ταῦτα πότερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατʼ ἀρετὴν πάθη; ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει· καὶ γὰρ συζῆν μετʼ οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθʼ ἂν, καὶ τὸ ζῆν καὶ τὸ εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.
§11.42
πότερον δʼ ἐστὶν αὐτῷ [φιλία] καὶ πρὸς αὑτὸν φιλία, ἢ οὔ, νῦν μὲν ἀφείσθω, ὕστερον δʼ ἐροῦμεν. πάντα δὲ βουλόμεθα ἡμῖν αὐτοῖς· καὶ γὰρ συζῆν μεθʼ ἡμῶν αὐτῶν βουλόμεθα (ἴσως δὲ τοῦτο καὶ ἀναγκαῖον) καὶ τὸ εὖ ζῆν καὶ τὸ ζῆν καὶ τὸ βούλεσθαι τἀγαθόν, οὐκ ἄλλῳ τινί.
§11.43–17.2
§11.43
ἔτι ὁμοιοπαθεῖς ἡμῖν αὐτοῖς μάλιστα ἐσμέν· ἂν γὰρ προσπταίσωμεν ἢ ἄλλῳ τινὶ περιπέσωμεν τῶν τοιούτων, εὐθὺς λυπούμεθα. διὸ δόξειεν ἂν οὕτως εἶναι αὑτῷ πρὸς αὐτὸν φιλία.
§11.44
τὰ δὴ τοιαῦτα, οἷον τὴν ὁμοιοπάθειαν καὶ τὸ εὖ ζῆν καὶ τὰ ἄλλα, ἤτοι εἰς τὴν πρὸς ἡμᾶς αὐτοὺς φιλίαν ἀναφέροντες λέγομεν ἢ εἰς τὴν τελείαν· ἐν ἀμφοτέραις γὰρ πάντα ταῦτα ὑπάρχει· καὶ γὰρ [καὶ] τὸ συζῆν καὶ τὸ εἶναι βούλεσθαι καὶ τὸ εὖ εἶναι καὶ τἆλλα πάντα ἐν ταύταις ἐστίν.
§11.45
φιλίαν εἶναι· διὸ καὶ ὅσα περ δικαίων εἴδη, τοσαῦτα καὶ φιλιὧν. τὸ δὴ δίκαιδν ἐστιν καὶ ξένῳ πρὸς πολίτην καὶ δούλῳ πρὸς δεσπότην καὶ πολίτῃ πρὸς πολίτην καὶ υἱῷ πρὸς πατέρα καὶ γυναικ πρὸς ἄνδρα, καὶ ὅσαι ἁπλῶς ἄλλαι κοινωνίαι καὶ φιλίαι ἔνεισιν ἐν ἑκάστοτς τούτων.
§11.46
βεβαιοτάτη δʼ ἂν δόξειεν εἶναι τῶν φιλιῶν ἡ ξεντκή· οὐ γάρ ἐστιν σὖδὲν αὐτοῖς τέλος κοινὸν ὑπὲρ σὖ ἀμφισβητοθσιν, οἷον ἐν τοῖς πολίταις· διαμφισβητεῦντες γὰρ πρὸς ἀλλήλους κατὰ τὴν ὑπεροχὴν οὐ μένουσιν φίλοι ὄντες.
§11.47
ἐχόμενον δ' ἂν εἴη νῦν εἰπεῖν, πότερόν ἐστι πρὸς αὑτὸν φιλία, ἢ οὔ. ἐπεὶ δʼ οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθʼ ἕκαστα τὸ φιλεῖν γνωρίζεται τὰ δὲ καθʼ ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι· ὁμσιοπαθέστατοι δʼ αὐτοῖς ἡμῖν ἐσμέν· καὶ συζῆν δὲ μεθʼ ἑαυτῶν μάλιστα βουλόμεθα)· ὥστ᾿ εἰ μὲν ἐκ τῶν καθ᾿ ἕκαστα γνωρίζεναι ἡ φιλία, τὰ δὲ καθʼ ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρχειν, δῆλόν ἔστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.
§11.48
ἐπειδὴ γὰρ ἕτερος μὲν ὁ ἀδικῶν ἕτερος δὲ ὁ ἀδικούμενος, ὁ αὐτὸ δʼ εἷς ἐστιν ἕκαστος, διὰ τὸ τοιοῦτον οὐκ ἐδόκει εἶναι πρὸς αὑτὸν ἀδτκία· ἔσει μέντοι, ὡς ἔφαμεν σκοποῦντες ἐπὶ τῶν τῆς ψυχῆς μερῶν, ἐπειδή ἐστι πλείω, ὅταν ταῦτα μὴ ὁμονοῶσιν, τότε εἷναι πρὸς αὑτὸν τὴν ἀδικίαν.
§11.49
ὁμοίως οὖν τούτφ καὶ ἡ φιλία δόξειεν ἂν εἶναι πρὸς αὑτόν. ἐπειδὴ γὰρ ὁ φίλος ἐστίν, ὡς φαμέν, ὅταν βουλώμεθα σφόδρα φίλον εἰπεῖν, μία φαμὲν ψυχὴ ἡ ἐμὴ καὶ ἡ τούτου· ἐπεὶ οὖν ἐστι τῆς ψυχῆς πλείω μέρη, τότʼ ἔσται μία ψυχή, ὅταν συμφωνῶσι πρὸς ἄλληλα τε λόγος καὶ τὰ πάθη (οὕτω γὰρ μία ἔσται)· ὥστε μιᾶς γενομένης ἔσται πρὰς αὑτὸν φιλία.
§11.50
αὕτη δʼ ἔσται ἡ πρὸς αὑτὸν φιλία ἐν τῷ σπουδαίφ· τούτῳ γὰρ μόνῳ τὰ τῆς ψυχῆς εὖ ἔχουσιν μέρη πρὸς ἄλληλα τῷ μὴ διαφέρεσθαι, ἐπεὶ ὅ γε φαῦλος οὐδέποτʼ ἐστὶν αὐτὸς αὑτῷ φίλος, μάχεται γὰρ ἀεὶ ἑαυτῷ. ὁ γοῦν ἀκρατής, ὅταν πράξῃ τι τῶν καθʼ ἡδονήν, μετʼ οὐ πολὺ μεταμελεῖται καὶ κακίζει αὐτὸς αὑτόν· ὁμοίως ἐπὶ τῶν ἄλλων κακιῶν ὁ φαῦλος ἔχει. διατελεῖ γὰρ αὐτὸς αὑτῷ μαχόμενος καὶ ἐναντιούμενος.
§11.51
ἔστιν δὲ φιλία καὶ ἐν ἰσότηπι, οἷον ἡ μὲν τῶν ἑταίρων ἐν ἰσότητι ἀριθμῷ καὶ δυνάμει ἀγαθοῦ (οὐδέτερος γὰρ αὐτῶν ἐσπιν ἄξιος θατέρου πλέον ἔχειν οὔτε κατʼ ἀριθμὸν ἀγαθῶν οὔτε κατὰ δύναμιν οὔτε κατὰ μέγεθος, ἀλλὰ τὸ ἴσον· ἴσοι γάρ τινες ἐθέλουσιν εἶναι οἱ ἑταῖροι)
§11.52
ἐν ἀνισότητι δὲ ἡ πατρὸς πρὸς υἱόν, καὶ ἀρχομένου καὶ ἄρχοντος, καὶ κρείττονος καὶ χείρονος, καὶ γυναικὸς καὶ ἀνδρός, καὶ ἁπλῶς ἐν οἷς ἐστιν ὁ τὴν τοῦ χείρονος καὶ κρείττονος τάξιν ἔχων ἐν τῇ φιλίᾳ.
§11.53
αὕτη γάρ ἐστιν ἡ ἐν ἀνισότητι φιλία κατὰ λόγον. οὐδέποτε γὰρ ἐπʼ ἀγαθοῦ δόσει οὐδεὶς ἴσον ἂν δοίη τῷ βελτίονι καὶ τῷ χείρονι, ἀλλὰ μεῖζον τῷ καθʼ ὑπεροχὴν ὄντι ἀεί. τοῦτο δʼ ἴσον ἐστὶν τῷ λόγῳ· ἴσον γάρ πώς ἐστιν ὁ τὸ ἔλαττον ἔχων ἀγαθὸν χείρων ὢν τῷ μεῖζον ἔχοντι κρείττονι ὄντι.
§12.1
τῶν δὲ φιλιῶν ἁπασῶν τῶν εἰρημένων τούτων μάλιστά πως ἐγγίνεται τὸ φιλεῖν ἐν τῇ συγγενιῇ, καὶ ταῦτα ἐν τῇ πατρὶ πρὸς υἱόν. καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐεργέτηκέν πως τὸν υἱόν, ὁ δʼ υἱὸς χάριν ὀφείλει τῆς εὐεργεσίας;
§12.2
αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ δόξειεν ἂν ὑπάρχειν· ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστήμας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.
§12.3
λέγω δʼ οἷον [ἐστιν] ἔστι μὲν ὧν τὸ αὐτὸ τέλος τε καὶ ἐνέργεια, καὶ οὐκ ἄλλο τι παρὰ τὴν ἐνέργειαν τέλος, οἷον τῷ αὐλητῇ ἡ αὐτὴ ἐνέργεια καὶ τέλος (τὸ γὰρ αὐλεῖν καὶ τέλος αὐτῷ ἐστι καὶ ἐνέργεια), ἀλλʼ οὐ τῇ οἰκοδομικῇ (καὶ γὰρ ἕτερον τέλος παρὰ τὴν ἐνέργειαν)·
§12.4
ἔστιν οὖν ἡ φιλία ἐνέργειά τις, οὐδὲν δέ ἐστιν ἄλλο τέλος παρὰ τὴν ἐνέργειαν τοῦ φιλεῖν, ἀλλὰ τοῦτο αὐτό. ὁ μὲν οὖν πατὴρ ἐνεργεῖ πως ἀεὶ μᾶλλον παρὰ τὸ αὑτοῦ τι εἶναι ποίημα τὸν υἱόν. τοῦτο δʼ ὁρῶμεν καὶ ἐπὶ τῶν ἄλλων ὄν· πάντες γὰρ πρὸς ὃ ἂν αὐτοὶ ποιήσωσιν, πρὸς τοῦτό πως καὶ εὖνοι εἰσίν.
§12.5
ὁ οὖν πατὴρ εὐνοεῖ πως πρὸς τὸν υἱὸν αὑτοῦ ὄντα ποίημα, τῇ μνήμῃ καὶ τῇ ἐλπίδι ἀγόμενος· διὸ μᾶλλον φιλεῖ ὁ πατὴρ τὸν υἱὸν ἢ ὁ υἱὸς τὸν πατέρα.
§12.6
δεῖ δὲ καὶ ὑπὲρ τῶν ἄλλων φιλιῶν τῶν λεγομένων καὶ δοκουσῶν ἐπισκέψασθαι εἰ εἰσὶν φιλίαι. οἷον ἡ εὔνοια φιλία δοκεῖ.
§12.7
ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἷναι ἡ εὔνοια φιλία (πολλοῖς γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος ἀγαθὸν εὖνοι γινόμεθα· ἆῤ οὖν ἤδη καὶ φίλοι; ἢοὔ; οὐ γὰρ εἴ τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον)·
§12.8
ἀλλʼ ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δʼ ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ἐστιν εὔνους.
§12.9
— ἔστιν δʼ ἡ εὔνοια τοῦ ἤθους καὶ πρὸς τὸ ἦθος· οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλʼ ἄν τις ᾖ τὸ ᾖθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.
§12.10
— οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλʼ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.
§12.11
ἡ δʼ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοιαν λάβῃς τὴν κυρίως λεγομένην. εἰ γάρ τις Ἐμπεδοκλεῖ ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἅ κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ; ἢ οὔ; ἐπεὶ περί τι ἄλλο τοιοῦτον.
§12.12
πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἡ ὁμόνοια ἐν τοῖς νοητοῖς ἀλλʼ ἐν τοῖς πρακτοῖς, καὶ ἐν τούτοις οὐχ ᾗ νοοῦσι ταὐτόν, ἀλλʼ ᾗ ἅμα τῷ ταὐτὸν νοεῖν προαίρεσιν ἔχουσιν περὶ ἃ νοοῦσιν ἐπὶ ταῦτά. εἰ γὰρ ἐννοοῦσιν ἀμφότεροι ἄρχειν, ἀλλʼ ὃ μὲν αὑτὸν ὃ δʼ αὑτόν, ἆρά γε ἤδη ὁμονοοῦσιν; ἢ οὔ; ἀλλʼ εἰ κἀγὼ ἐμαυτὸν βούλομαι ἄρχειν κἀκεῖνος ἐμέ, οὕτως ἤδη ὁμονοοῦμεν.
§12.13
ἔστι δὴ ὁμονοεῖν ἐν τοῖς πρακτοῖς μετὰ βουλήσεως ταὐτοῦ. περὶ ἄρχοντος ἄρα κατάστασιν ἐν πρακτοῖς τοῦ αὐτοῦ ἐστιν ἡ ὁμόνοια ἡ κυρίως λεγομένη.
§13.1
ἐπεὶ δʼ ἐστίν, ὡς φαμέν, αὐτῷ πρὸς αὑτὸν φιλία, πότερον ὁ σπουδαῖος ἔσται φίλαυτος ἢ οὔ; ἔστιν δὲ φίλαυτος ὁ αὑτοῦ ἕνεκεν πάντα πράττων ἐν τοῖς κατὰ τὸ λυσιτελές. ὁ μὲν οὖν φαῦλος φίλαντος ἐστίν (αὐτὸς αὑτοῦ γὰρ ἕνεκεν πάντα πράττει)· ἀλλʼ οὐχ ὁ σπουδαῖος. διὰ τοῦτο γάρ ἐστι σπουδαῖος, ὅτι ἄλλου ἕνεκεν τοῦτο πράττει· διὸ οὐκ ἔστιν φίλαυτος.
§13.2
ἀλλʼ ὁρμῶσι μὲν ἅπαντες ἐπὶ τἀγαθά, καὶ οἴονται αὑτοῖς δεῖν μάλιστα ὑπάρχειν. τοῦτο δέ ἐστι μάλιστα φανερὸν ἐπὶ πλούτου καὶ ἀρχῆς. ὁ μὲν οὖν σπουδαῖος ἐκστήσεται τούτων ἄλλῳ, οὐχ ὡς οὐ προσῇκον αὑτῷ μάλιστα, ἀλλʼ ἂν ὁρᾷ ἄλλον δυνησόμενον μᾶλλον τούτοις αὑτοῦ χρῆσθαι· οἱ δʼ ἄλλοι τοῦτο οὐ ποιήσουσι διʼ ἄγνοιαν (οὐ γὰρ οἴονται κακῶς ἂν χρήσασθαι τοῖς τοιούτοις ἀγαθοῖς) ἢ διὰ φιλοτιμίαν τοῦ ἄρχειν.
§13.3
ὁ δὲ σπουδαῖος οὐδέτερον τούτων πείσεται· διὸ οὐδὲ φίλαυτος κατά γε τὰ τοιαῦτα ἀγαθά. ἀλλʼ εἰ ἄρα, κατὰ τὸ καλόν. τούτου γὰρ μόνον ἄλλῳ οὐκ ἂν ἐκσταίη, τὰ δὲ συμφέροντα καὶ ἡδέα ἐκστήσεται.
§13.4
τὴν μὲν οὖν κατὰ τὸ καλὸν αἵρεσιν φίλαντος ἔσται· τὴν δὲ κατὰ τὸ συμφέρον καὶ καθʼ ἡδονὴν λεγομένην οὐκ ἔσται ὁ σπουδαῖος, ἀλλὰ ὁ φαῦλος.
§14.1
— πότερον δέ ποπε ὁ σπουδαῖος φιλήσει αὐτὸς ἑαυτὸν μάλιστα ἢ οὔ; ἔστι μὲν οὖν αὐτὸς αὑτὸν μάλιστα ὡς φιλήσει, ἔστι δʼ ὡς οὔ ἐπειδὴ γάρ φαμεν τὸν σπουδαῖον ἐκστήσεσθαι τῶν ἀγαθῶν τῶν κατὰ τὸ συμφέρον τῷ φίλῳ, τὸν φίλον μᾶλλον αὑτοῦ φιλήσει.
§14.2
ναί, ἀλλʼ ᾗ τούτων ἐξιστάμενος τῷ φίλῳ αὑτῷ τὸ καλὸν περιποιεῖται, ταύτῃ ἐξίσταται τῶν τοιούτων. ἔστι μὲν οὖν ὡς τὸν φίλον αὐτὸς αὑτοῦ μᾶλλον φιλεῖ, ἔστι δὲ ὡς αὐτὸς αὑτὸν μάλιστα· κατὰ μὲν γὰρ τὸ συμφέρον τὸν φίλον, κατὰ δὲ τὸ καλὸν καὶ ἀγαθὸν αὐτὸς αὑτὸν μάλιστα· αὑτῷ γὰρ ταῦτα περιποιεῖται κάλλιστα ὄντα.
§14.3
ἔστι μὲν οὖν καὶ φιλάγαθος, οὐ φίλαυτος· μόνον γάρ, εἴπερ φιλεῖ αὐτὸς ἑαυτόν, ὅτι ἀγαθός. ὁ δὲ φαῦλος φίλαυτος· οὐδὲν γὰρ ἔχει διʼ ὃ φιλήσει αὐτὸς ἑαυτὸν οἷον καλόν τι, ἀλλʼ ἄνευ τούτων αὐτὸς ἑαυτὸν φιλήσει, αὐτός. διὸ καὶ οὗτος ἂν κυρίως λέγοιτο φίλαυτος.
§15.1
ἐχόμενον δʼ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, ἀλλʼ αὐτὸς ἑαυτῷ αὐτάρκης ἔσται καὶ κατὰ τοῦτο. λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί· “ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;” ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; ἢ τότε καὶ μάλιστα; τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται; οὐ γὰρ δὴ μόνος γε διάξει.
§15.2
εἰ τοίνυν τούτων δεήσεται, ταῦτα δὲ μὴ ἐνδέχεται ἄνευ φιλίας, προσδέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας.
§15.3
ἡ μὲν οὖν ἐν τοῖς λόγοις εἰωθυῖα ὁμοιότης λαμβάνεσθαι ἐκ τοῦ θεοῦ οὔτʼ ἐκεῖ ὀρθῶς οὔτʼ ἂν ἐνταῦθα εἴη χρήσιμος· οὐ γὰρ εἰ ὁ θεός ἐστιν αὐτάρκης καὶ μηδενὸς δεῖται, διὰ τοῦτʼ οὐδʼ ἡμεῖς οὐδενὸς δεησόμεθα.
§15.4
ἔστι γὰρ καὶ τοιοῦτός τις λόγος ἐπὶ τοῦ θεοῦ λεγόμενος. ἐπεὶ γάρ, φησί, πάντα ἔχει τἀγαθὰ ὁ θεὸς καί ἐστιν αὐτάρκης τί ποιήσει; οὐ γὰρ καθευδήσει. θεάσεται δή τι, φησίν· τοῦτο γὰρ κάλλιστον καὶ οἰκειότατον τί οὖν θεάσεται; εἰ μὲν γὰρ ἄλλο τι θεάοεται, βέλτιον θεώσεταί τι αὑτοῦ. ἀλλὰ τοῦτʼ ἄτοπον, τὸ τοῦ θεοῦ ἄλλο τι εἶναι βέλτιον. αὐτὸς ἑαυτὸν ἂρα θεάσετα ἀλλʼ ἄτοπον· καὶ γὰρ ὁ ἄνθρωπος [ὃς] ἂν αὐτὸς ἑαυτὸν κατασκοπῆται, ὡς ἀναισθήτῳ ἐπιτιμῶμεν. ἄτοπος οὖν, φησίν, ὁ θεὸς ἔσται αὐτὸς ἑαυτὸν θεώμενος.
§15.5
τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω· ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλʼ ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ; εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖάς τις ὁ φίλος, * * τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον “ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.
§15.6
” ἐπεὶ οὖν ἐστι καὶ χαλεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δʼ αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ δὲ λανῦάνομεν ταὐτὰ ποιοῦντες·
§15.7
τοῦτο δὲ γίνεται δι᾿ εὔνοιαν διὰ πάθος· πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ πρὸς τὸ κρίνειν ὀρθῶς)· ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν, ὁμοίως καὶ ὅταν αὐτο αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν· ἔστι γάρ, ὡς φαμέν, ὁ φίλος ἕτερος ἐγώ.
§15.8
εἰ οὖν ἡδὺ μὲν τὸ αὑτὸν εἰδέναι, τοῦτο δʼ οὐκ ἔστιν εἰδέναι ἄνευ ἄλλου φίλου, δέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας πρὸς τὸ αὐτὸς αὑτὸν γνωρίζειν.
§15.9
— ἔτι δὲ καὶ εἴπερ ἐστὶν καλόν, ὥσπερ ἐστίν, τὸ εὖ ποιεῖν ἔχοντα τὰ παρὰ τῆς τύχης ἀγαθά, τίνα εὖ ποιήσε; μετὰ τίνος δὲ συμβιώσετωι; οὐ γὰρ δὴ μόνος γε διάξει· τὸ γὰρ συμβιοῦν ἡδὺ καὶ ἀναγκαῖον. εἰ τοίνυν ταῦτα καλὰ καὶ ἡδέα καὶ ἀναγκαῖα, ταῦτα δὲ μὴ ἐνδέγεται εἶναι ἄνευ φιλίας, προσδέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας.
§16.1
πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους; οὔτε δὴ πολλοὺς, ὡς ἁπλῶς εἰπεῖν, οὔτʼ ὀλίγους δεῖ [ἀεί]. πολλῶν μὲν γὰρ ὄντων ἔργον ἐφʼ ἕκαστον μερίσαι τὸ φιλεῖν. ἐφʼ ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.
§16.2
ἐλλείπ των οὖν τῷ φιλεῖν διʼ ἀδυναμίαν καὶ ἐγκλήματʼ ἄν τις ἔχοι δικαίως, καὶ οὐκ ἂν εἴη φίλος, μὴ φιλῶν γε ἀλλʼ τῷ γε λόγῳ· ἧ δὲ φιλία οὐ τοῦτο βούλεται.
§16.3
ἔτι ἂν ὦσιν πολλοί, οὐκ ἔστιν παύσασθπι λυπούμενον· πολλῶν γὰρ ὄντων εἰκὸς ἀεὶ περὶ ἕνα γέ τινα συμβαίνειν τι ἀτύχημα, ὧν γινομένων ἀναγκαῖον λυπεῖσθαι. οὔτʼ αὖ πάλιν ὀλίγους, ἕνα ἢ δύο, ἀλλὰ συμμέτρους τῷ καιρῷ καὶ τῇ αὐτοῦ ὁρμ πρὸς τὸ φιλεῖν.
§17.1
μετὰ δὲ ταῦτα σκεπτέον ἂν εἴη πῶς δεῖ φίλῳ χρῆσθαι. ἔστι δʼ οὐκ ἐν ἁπάσῃ φιλίᾳ ἡ ακέψις, ἀλλʼ ἐν μάλιστα ἐγκαλοῦσιν ἀλλήλοις οἱ φίλοι. οὐκ ἐγκαλοῦοι δὲ ἐν ταῖς ἄλλαις ὁμοίως, οἷον ἐν τῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν ἔγκλημα τοιοὕτον οἷον ἀξιοῦσιν ἐν ἐνίαες, ὥσπιρ ἐγὼ σοί, οὕτως καὶ σὺ ἐμοί, εἰ δὲ μή, ἐνταῦθα τὸ σφοδρὸν ἔγκλημα·
§17.2
ἐν δὲ ἀνίσοις φίλοις οὐκ ἔστι τὸ ἴσον, ἔστι δὲ ἡ πααπτρὸς πρὸς υῖὸν φιλία ἐν ἀνίσῳ, ὁμοίως ἡ γυναικὸς πρὸς ἄνδρα ἢ οἰκέτου πρὸς δεσπότην, καὶ ὅλως δὲ χείρονος καὶ βελτίονος. οὐχ ἕξουσιν δὴ τὰ τοιαῦτα ἐγκλήμεπτα. ἀλλʼ ἐν τοῖς ἴσοις φίλοις καὶ ἐν τῇ 〈τοι〉αύτῃ φιλίᾳ τὸ τοιοῦτον ἔγκλημα. ὥστε σκεπτέον ἂν εἴη τὸ πῶς δεῖ χρῆσθαι φίλῳ ἐν τῇ ἐν ἴσοις φίλοις φιλίᾳ. **.
Tap any Greek word to look it up