§1
ἀπορήσειε δʼ ἄν τις, εἰ ἔστιν ἑκάστῳ φίλῳ χρήσασθαι καὶ ἐφʼ ᾧ πέφυκε καὶ ἄλλως, καὶ τοῦτο ἢ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, οἷον εἰ ὀφθαλμὸς ἰδεῖν ἢ καὶ ἄλλως παριδεῖν διαστρέψαντα, ὥστε δύο τὸ ἓν φανῆναι. αὗται μὲν δὴ ἄμφω ὅτι μὲν ὀφθαλμός· ὅτι ἦν δʼ ὀφθαλμῷ, ἄλλη δὲ κατὰ συμβεβηκός, οἷον εἰ ἦν ἀποδόσθαι ἢ φαγεῖν. ὁμοίως δὴ καὶ ἐπιστήμη· καὶ γὰρ ἀληθῶς καὶ ἁμαρτεῖν, οἷον ὅταν ἑκὼν μὴ ὀρθῶς γράψῃ, ὡς ἀγνοίᾳ δὴ νῦν χρῆσθαι, ὥσπερ μεταστρέψας τὴν χεῖρα· καὶ τῷ ποδί ποτε ὡς χειρὶ καὶ ταύτῃ ὡς ποδὶ χρῶνται αἱ ὀρχηστρίδες. εἰ δὴ πᾶσαι αἱ ἀρεταὶ ἐπιστῆμαι, εἴη ἂν καὶ τῇ δικαιοσύνῃ ὡς ἀδικίᾳ χρῆσθαι, ἀδικήσει ἄρα ἀπὸ δικαιοσύνης τὰ ἄδικα πράττων, ὥσπερ καὶ τὰ ἀγνοητικὰ ἀπὸ ἐπιστήμης· εἰ δὲ τοῦτʼ ἀδύνατον, φανερὸν ὅτι οὐκ ἂν εἶεν ἐπιστῆμαι αἱ ἀρεταί. οὐδʼ εἰ μὴ ἔστιν ἀγνοεῖν ἀπὸ ἐπιστήμης, ἀλλʼ ἁμαρτάνειν μόνον, καὶ τὰ αὐτὰ ἃ καὶ ἀπὸ ἀγνοίας ποιεῖν, οὔ τι ἀπὸ δικαιοσύνης γε ὡς ἀπὸ ἀδικίας πράξει· ἀλλʼ ἐπεὶ φρόνησις ἐπιστήμη καὶ ἀληθές τι, τὸ αὐτὸ ποιήσει κἀκείνῃ· ἐνδέχοιτο γὰρ ἂν ἀφρόνως ἀπὸ φρονήσεως, καὶ ἁμαρτάνειν ταὐτὰ ἅπερ ὁ ἄφρων. εἰ δὲ ἁπλῆ ἦν ἑκάστου χρεία ᾗ ἕκαστον, κἂν φρονίμως ἔπραττον οὕτω πράττοντες. ἐπὶ μὲν οὖν ταῖς ἄλλαις ἐπιστήμαις ἄλλη κυρία ποιεῖ τὴν στροφήν· αὐτῆς δὲ τῆς πασῶν κυρίας τίς; οὐ γὰρ ἔτι ἐπιστήμη γε ἢ νοῦς. ἀλλὰ μὴν οὐδʼ ἀρετή. χρῆται γὰρ αὐτῇ. ἡ γὰρ τοῦ ἄρχοντος ἀρετὴ τῇ τοῦ ἀρχομένου χρῆται. τίς οὖν ἐστίν; ἢ ὥσπερ λέγεται ἀκρασία κακία τοῦ ἀλόγου τῆς ψυχῆς, καὶ ὡς ἀκόλαστος ὁ ἀκρατὴς ἔχων νοῦν; ἀλλʼ εἰ δή, ἂν ἰσχυρὰ ᾖ ἡ ἐπιθυμία, στρέψει καὶ λογιεῖται τἀναντία ἡ σφι, δῆλον ὅτι, κἂν ἐν μὲν τούτῳ ἀρετή, ἐν δὲ τῷ λόγῳ ἄγνοια ᾖ, ἕτεραι μεταποιοῦνται. ὥστε ἔσται δικαιοσύνῃ τὸ δικαίως χρῆσθαι καὶ κακῶς καὶ φρονήσει ἀφρόνως· ὥστε καὶ τἀναντία. ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν μοχθηρία ποτὲ ἐγγενομένη ἐν τῷ ἀλόγῳ στρέψει καὶ ποιήσει ἀγνοεῖν, ἡ δʼ ἀρετὴ ἐν τῷ ἀλόγῳ ἀγνοίας ἐνούσης οὐ στρέψει ταύτην, καὶ ποιήσει φρονίμως κρίνειν καὶ τὰ δέοντα, καὶ πάλιν ἡ φρόνησις ἡ ἐν τῷ λογιστικῷ τὴν ἐν τῷ ἀλόγῳ ἀκολασίαν σωφρόνως πράττειν· ὅπερ δοκεῖ ἡ ἐγκράτεια. ὥστʼ ἔσται καὶ ἡ ἀπὸ ἀγνοίας φρονίμως. ἔστι δὲ ταῦτα ἄτοπα, ἄλλως τε καὶ ἀπὸ ἀγνοίας χρῆσθαι φρονίμως, τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων οὐδεμιᾶς ὁρῶμεν, ὥσπερ τὴν ἰατρικὴν ἢ γραμματικὴν οὐ στρέφει ἀκολασία. ἀλλʼ οὖν ὁ τὴν ἄγνοιαν, ἐὰν ᾖ ἐναντία, διὸ τὸ μὴ ἐνεῖναι τὴν ὑπεροχὴν ἀλλὰ τὴν ἀρετήν, ὅλως μᾶλλον εἶναι πρὸς τὴν κακίαν οὕτως ἔχουσαν. καὶ γὰρ ὁ ἄδικος πάντα ἃ ὁ δίκαιος δύναται, καὶ ὅλως ἔνεστιν ἐν τῇ δυνάμει ἡ ἀδυναμία. ὥστε δῆλον ὅτι ἅμα φρόνιμοι καὶ ἀγαθαὶ ἐκεῖναι αἱ ἄλλου ἕξεις, καὶ ὀρθῶς τὸ Σωκρατικόν, ὅτι οὐδὲν ἰσχυρότερον φρονήσεως. ἀλλʼ ὅτι ἐπιστήμην ἔφη, οὐκ ὀρθόν· ἀρετὴ γάρ ἐστι καὶ οὐκ ἐπιστήμη, ἀλλὰ γένος ἄλλο γνώςεως.
§2.1
ἐπεὶ δʼ οὐ μόνον ἡ φρόνησις ποιεῖ τὴν εὐπραγίαν καὶ ἀρετή, ἀλλὰ φαμὲν καὶ τοὺς εὐτυχεῖς εὖ πράττειν ὡς καὶ τῆς εὐτυχίας εὖ ποιούσης εὐπραγίαν καὶ τὰ αὐτὰ τῆς ἐπιστήμης, σκεπτέον ἆρʼ ἐστι φύσει ὃ μὲν εὐτυχὴς ὃ δʼ ἀτυχής, ἢ οὔ, καὶ πῶς ἔχει περὶ τούτων. ὅτι μὲν γάρ εἰσί τινες εὐτυχεῖς ὁρῶμεν. ἄφρονες γὰρ ὄντες κατορθοῦσι πολλά, ἐν οἷς ἡ τύχη κυρία· ἔτι δὲ καὶ ἐν οἷς τέχνη ἐστί, πολὺ μέντοι καὶ τύχης ἐνυπάρχει, οἷον ἐν στρατηγίᾳ καὶ κυβερνητικῇ. πότερον οὖν ἀπό τινος ἕξεως οὗτοί εἰσιν, ἢ οὐ τῷ αὐτοὶ ποιοί τινες εἶναι πρακτικοί εἰσι τῶν εὐτυχημάτων; νῦν μὲν γὰρ οὕτως οἴονται ὡς φύσει τινῶν ὄντων· ἡ δὲ φύσις ποιούς τινας ποιεῖ, καὶ εὐθὺς ἐκ γενετῆς διαφέρουσιν, ὥσπερ οἳ μὲν γλαυκοὶ οἳ δὲ μελανόμματοι τῷ τὸ δεῖν τοιονδὶ κατὰ τὸ εἶναι τοιονδὶ ἔχειν, οὕτω καὶ οἱ εὐτυχεῖς καὶ ἀτυχεῖς. ὅτι μὲν γὰρ οὐ φρονήσει κατορθοῦσι, δῆλον. οὐ γὰρ ἄλογος ἡ φρόνησις, ἀλλʼ ἔχει λόγον διὰ τί οὕτως πράττει, οἳ δʼ οὐκ ἂν ἔχοιεν εἰπεῖν διὰ τί κατορθοῦσι (τέχνη γὰρ ἂν ἦν)· ἔτι δὲ φανερὸν ὅτι ὄντες ἄφρονες, οὐχ ὅτι περὶ ἄλλα (τοῦτο μὲν γὰρ οὐθὲν ἄτοπον· οἷον Ἱπποκράτης γεωμετρικὸς ὤν, ἀλλὰ περὶ τὰ ἄλλα ἐδόκει βλὰξ καὶ ἄφρων εἶναι, καὶ πολὺ χρυσίον πλέων ἀπώλεσεν ὑπὸ τῶν ἐν Βυζαντίῳ πεντηκοστολόγων διʼ εὐήθειαν, ὡς λέγουσιν) ἀλλʼ ὅτι καὶ ἐν οἷς εὐτυχοῦσιν ἄφρονες. περὶ γὰρ ναυκληρίαν οὐχ οἱ δεινότατοι εὐτυχεῖς, ἀλλʼ ὥσπερ ἐν κύβων πτώσει ὃ μὲν οὐδέν, ἄλλος δὲ βάλλει πολὺ καθʼ ἣν φύσει ἐστὶν εὐτυχής, ἢ τῷ φιλεῖσθαι, ὥσπερ φασίν, ὑπὸ θεοῦ, καὶ ἔξωθέν τι εἶναι τὸ κατορθοῦν. οἷον πλοῖον κακῶς νεναυπηγημένον ἄμεινον πολλάκις δὲ πλεῖ, ἀλλʼ οὐ διʼ αὑτό, ἀλλʼ ὅτι ἔχει κυβερνήτην ἀγαθόν, ἀλλʼ οὗτος εὐτυχὴς τὸν δαίμονʼ ἔχει κυβερνήτην ἀγαθόν. ἀλλʼ ἄτοπον θεὸν ἢ δαίμονα φιλεῖν τὸν τοιοῦτον, ἀλλὰ μὴ τὸν βέλτιστον καὶ τὸν φρονιμώτατον. εἰ δὴ ἀνάγκη ἢ φύσει ἢ νόῳ ἢ ἐπιτροπίᾳ τινὶ κατορθοῦν, τὰ δὲ δύο μὴ ἐστί, φύσει ἂν εἶεν οἱ εὐτυχεῖς. ἀλλὰ μὴν ἥ γε φύσις αἰτία ἢ τοῦ ἀεὶ ὡσαύτως ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τοὐναντίον. εἰ μὲν οὖν τὸ παραλόγως ἐπιτυγχάνειν τύχης δοκεῖ εἶναι, ἀλλʼ εἴπερ διὰ τύχην εὐτυχής, οὐκ ἂν τοιοῦτον εἶναι τὸ αἴτιον, οἷον ἀεὶ τοῦ αὐτοῦ ἢ ὡς ἐπὶ τὸ πολύ. ἔτι εἰ, ὅτι τοιοσδί, ἐπιτυγχάνει ἢ ἀποτυγχάνει, ὥσπερ, ὅτι ὁ γλαυκός, οὐκ ὀξὺ ὁρᾷ, οὐ τύχη αἰτία ἀλλὰ φύσις· οὐκ ἄρα ἐστὶν εὐτυχὴς ἀλλʼ οἷον εὐφυής. ὥστε τοῦτʼ ἂν εἴη λεκτέον, ὅτι οὓς λέγομεν εὐτυχεῖς, οὐ διὰ τύχην εἰσίν. οὐκ ἄρα εἰσὶν εὐτυχεῖς· τύχης γάρ, ὅσων αἰτία τύχη ἀγαθὴ ἀγαθῶν.
§2.2
εἰ δʼ οὕτως, πότερον οὐκ ἔσται τύχη ὅλως, ἢ ἔσται μέν, ἀλλʼ οὐκ αἰτία; ἀλλʼ ἀνάγκη καὶ εἶναι καὶ αἰτίαν εἶναι. ἔσται ἄρα καὶ ἀγαθῶν τισιν αἰτία ἢ κακῶν. εἰ δʼ ὅλως ἐξαιρετέον καὶ οὐδὲν ἀπὸ τύχης φατέον γίνεσθαι, ἀλλʼ ἡμεῖς ἄλλης οὔσης αἰτίας διὰ τὸ μὴ ὁρᾶν τύχην εἶναί φαμεν αἰτίαν (διὸ καὶ ὁριζόμενοι τὴν τύχην τιθέασιν αἰτίαν ἄλογον ἀνθρωπίνῳ λογισμῷ, ὡς οὔσης τινὸς φύσεως)· τοῦτο μὲν οὖν ἄλλο πρόβλημʼ ἂν εἴη, ἐπεὶ δὲ ὁρῶμέν τινας ἅπαξ εὐτυχήσαντας, διὰ τί οὐ καὶ πάλιν ἄν; ἀλλὰ διὰ τὸ ἀποκατορθῶσαι ἕν, καὶ πάλιν. τὸ γὰρ αὐτὸ τοῦτʼ αἴτιον. οὐκ ἄρα ἔσται τύχης τοῦτο, ἀλλʼ ὅταν τὸ αὐτὸ ἀποβαίνῃ, ἀπείρων καὶ ἀορίστων, ἔσται μὲν τὸ ἀγαθὸν ἢ κακόν, ἐπιστήμη δʼ οὐκ ἔσται αὐτοῦ ἢ διʼ ἀπειρίαν, ἐπεὶ ἐμάνθανον ἄν τινες εὐτυχεῖν, ἢ καὶ πᾶσαι ἂν αἱ ἐπιστῆμαι, ὥσπερ ἔφη Σωκράτης, εὐτυχίαι ἦσαν. τί οὖν κωλύει συμβῆναί τινι ἐφεξῆς τὰ τοιαῦτα πολλάκις, οὐχ ὅτι οὕτως δεῖ, ἀλλʼ οἷον ἂν εἴη τὸ κύβους ἀεὶ μακαρίαν βάλλειν; τί δὲ δή; ἆρʼ οὐκ ἔνεισιν ὁρμαὶ ἐν τῇ ψυχῇ αἱ μὲν ἀπὸ λογισμοῦ, αἱ δὲ ἀπὸ ὀρέξεως ἀλόγου, καὶ πρότεραι αὗται; εἰ γάρ ἐστι φύσει ἡ διʼ ἐπιθυμίαν ἡδέος καὶ ἡ ὄρεξις, φύσει γε ἐπὶ τὸ ἀγαθὸν βαδίζοι ἂν πᾶν. εἰ δή τινές εἰσιν εὐφυεῖς ὥσπερ οἱ ἄδικοι οὐκ ἐπιστάμενοι ᾄδειν, οὕτως εὖ πεφύκασι καὶ ἄνευ λόγου ὁρμῶσιν, ἡ φύσις πέφυκε, καὶ ἐπιθυμοῦσι καὶ τούτου καὶ τότε καὶ οὕτως ὡς δεῖ καὶ οὗ δεῖ καὶ ὅτε, οὗτοι κατορθώσουσι, κἂν τύχωσιν ἄφρονες ὄντες καὶ ἄλογοι, ὥσπερ καὶ εὖ ἔσονται οὐ διδασκαλικοὶ ὄντες. οἱ δέ γε τοιοῦτοι εὐτυχεῖς, ὅσοι ἄνευ λόγου κατορθοῦσιν ὡς ἐπὶ τὸ πολύ. φύσει ἄρα οἱ εὐτυχεῖς εἶεν ἄν.
§2.3
ἢ πλεοναχῶς λέγεται ἡ εὐτυχία; τὰ μὲν γὰρ πράττεται ἀπὸ τῆς ὁρμῆς καὶ προελομένων πρᾶξαι, τὰ δʼ οὔ, ἀλλὰ τοὐναντίον. καὶ ἐν ἐκείνοις, ἐν οἷς κακῶς λογίσασθαι δοκοῦσι, κατορθοῦντας καὶ εὐτυχῆσαι φαμέν· καὶ πάλιν ἐν τούτοις, εἰ ἐβουλεύοντο ἂν ἢ ἔλαττον ἔλαβον τἀγαθόν. ἐκείνους μὲν τοίνυν εὐτυχεῖν διὰ φύσιν ἐνδέχεται (ἡ γὰρ ὁρμὴ καὶ ὄρεξις οὖσα οὗ ἔδει κατώρθωσεν, ὁ δὲ λογισμὸς ἦν ἠλίθιος· καὶ τοὺς μὲν ἐνταῦθα, ὅταν μὲν λογισμὸς μὴ δοκῶν ὀρθὸς εἶναι, τύχη δʼ αὐτοῦ αἰτία οὖσα, αὐτὴ δʼ ὀρθὴ οὖσα ἔσωσεν, ἀλλʼ ἐνίοτε διʼ ἐπιθυμίαν ἐλογίσατο πάλιν οὕτω καὶ ἠτύχησεν)· ἐν δὲ δὴ τοῖς ἑτέροις πῶς ἔσται ἡ εὐτυχία κατʼ εὐφυΐαν ὀρέξεως καὶ ἐπιθυμίας; ἀλλὰ μὴν ἡ ἐνταῦθα εὐτυχία καὶ τύχη διττή, κἀκεῖ ἡ αὐτή, ἢ πλείους αἱ εὐτυχίαι. ἐπεὶ δʼ ὁρῶμεν παρὰ πάσας τὰς ἐπιστήμας καὶ τοὺς λογισμοὺς τοὺς ὀρθοὺς εὐτυχοῦντας τινάς, δῆλον ὅτι ἕτερον ἄν τι εἴη τὸ αἴτιον τῆς εὐτυχίας. ἐκείνη δὲ πότερον ἡ εὐτυχία ἢ οὐκ ἔστιν, ἣ ἐπεθύμησεν ὧν ἔδει καὶ ὅτε ἔδει το λογισμὸς ἀνθρώπινος οὐκ ἂν τούτου εἴη. οὐ γὰρ δὴ πάμπαν ἀλόγιστον τοῦτο, οὐδὲ φυσική ἐστιν ἡ ἐπιθυμία, ἀλλὰ διαφθείρεται ὑπὸ τινός. εὐτυχεῖν μὲν οὖν δοκεῖ, ὅτι ἡ τύχη τῶν παρὰ λόγον αἰτία, τοῦτο δὲ παρὰ λόγον (παρὰ γὰρ τὴν ἐπιστήμην καὶ τὸ καθόλου)· ἀλλʼ, ὡς ἔοικεν, οὐκ ἀπὸ τύχης, ἀλλὰ δοκεῖ διὰ τοῦτο. ὥσθʼ οὗτος μὲν ὁ λόγος οὐ δείκνυσιν ὅτι φύσει εὐτυχεῖν, ἀλλʼ ὅτι οὐ πάντες οἱ δοκοῦντες εὐτυχεῖν διὰ τύχην κατορθοῦσιν, ἀλλὰ διὰ φύσιν· οὐδʼ ὅτι οὐδέν ἐστι τύχη αἰτία οὐθενὸς δείκνυσιν, ἀλλʼ οὐ τῶν πάντων ὧν δοκεῖ. τοῦτο μέντʼ ἂν ἀπορήσειέ τις, ἆρʼ αὐτοῦ τούτου τύχη αἰτία, τοῦ ἐπιθυμῆσαι οὗ δεῖ καὶ ὅτε δεῖ. ἢ οὕτως γε πάντων ἔσται; καὶ γὰρ τοῦ νοῆσαι καὶ βουλεύσασθαι· οὐ γὰρ δὴ ἐβουλεύσατο βουλευσάμενος, καὶ τοῦτʼ ἐβουλεύσατο, ἀλλʼ ἔστιν ἀρχή τις, οὐδʼ ἐνόησε νοήσας πρότερον ἢ νοῆσαι, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα τοῦ νοῆσαι ὁ νοῦς ἀρχή, οὐδὲ τοῦ βουλεύσασθαι βουλή. τί οὖν ἄλλο πλὴν τύχη; ὥστʼ ἀπὸ τύχης ἅπαντα ἔσται. ἢ ἔστι τις ἀρχὴ ἧς οὐκ ἔστιν ἄλλη ἔξω, αὕτη δὲ διὰ τί τοιαύτη τῷ εἶναι τὸ τοιοῦτο δύναται ποιεῖν; τὸ δὲ ζητούμενον τοῦτʼ ἐστί, τίς ἡ τῆς κινήσεως ἀρχὴ ἐν τῇ ψυχῇ. δῆλον δὴ ὥσπερ ἐν τῷ ὅλῳ θεός, καὶ κἀν ἐκείνῳ. κινεῖ γάρ πως πάντα τὸ ἐν ἡμῖν θεῖον· λόγου δʼ ἀρχὴ οὐ λόγος, ἀλλά τι κρεῖττον· τί οὖν ἂν κρεῖττον καὶ ἐπιστήμης εἴη καὶ νοῦ πλὴν θεός; ἡ γὰρ ἀρετὴ τοῦ νοῦ ὄργανον· καὶ διὰ τοῦτο, ὃ οἱ πάλαι ἔλεγον, εὐτυχεῖς καλοῦνται οἳ ἂν ὁρμήσωσι, κατορθοῦσιν ἄλογοι ὄντες, καὶ βουλεύεσθαι οὐ συμφέρει αὐτοῖς. ἔχουσι γὰρ ἀρχὴν τοιαύτην ἣ κρείττων τοῦ νοῦ καὶ τῆς βουλεύσεως ʽοἳ δὲ τὸν λόγον· τοῦτο δʼ οὐκ ἔχουσἰ καὶ ἐνθουσιασμόν, τοῦτο δʼ οὐ δύνανται. ἄλογοι γὰρ ὄντες ἐπιτυγχάνουσι· καὶ τούτων φρονίμων καὶ σοφῶν ταχεῖαν εἶναι τὴν μαντικήν, καὶ μόνον οὐ τὴν ἀπὸ τοῦ λόγου δεῖ ἀπολαβεῖν, ἀλλʼ οἳ μὲν διʼ ἐμπειρίαν, οἳ δὲ διὰ συνήθειάν τε ἐν τῷ σκοπεῖν χρῆσθαι· τῷ θεῷ δὲ αὗται. τοῦτο καὶ εὖ ὁρᾷ καὶ τὸ μέλλον καὶ τὸ ὄν, καὶ ὧν ἀπολύεται ὁ λόγος οὗτος. διὸ οἱ μελαγχολικοὶ καὶ εὐθυόνειροι. ἔοικε γὰρ ἡ ἀρχὴ ἀπολυομένου τοῦ λόγου ἰσχύειν μᾶλλον· καὶ ὥσπερ οἱ τυφλοὶ μνημονεύουσι μᾶλλον ἀπολυθέντες τοῦ πρὸς τοῖς ὁρατοῖς, τῷ ἐρρωμενέστερον εἶναι τὸ μνημονεῦον. φανερὸν δὴ ὅτι δύο εἴδη εὐτυχίας, ἣ μὲν θεία (διὸ καὶ δοκεῖ ὁ εὐτυχὴς διὰ θεὸν κατορθοῦν) ἣ δὲ φύσει. οὗτος δέ ἐστιν ὁ κατὰ τὴν ὁρμὴν διορθωτικός, ὁ δʼ ἕτερος ὁ παρὰ τὴν ὁρμήν· ἄλογοι δʼ ἀμφότεροι. καὶ ἣ μὲν συνεχὴς εὐτυχία μᾶλλον, αὕτη δὲ οὐ συνεχής.
§3.1
κατὰ μέρος μὲν οὖν περὶ ἑκάστης ἀρετῆς εἴρηται πρότερον· ἐπεὶ δὲ χωρὶς διείλομεν τὴν δύναμιν αὐτῶν, καὶ περὶ τῆς ἀρετῆς διαρθρωτέον τῆς ἐκ τούτων, ἣν ἐκαλοῦμεν ἤδη καλοκἀγαθίαν. ὅτι μὲν οὖν ἀνάγκη τὸν ταύτης ἀληθῶς τευξόμενον τῆς προσηγορίας ἔχειν τὰς κατὰ μέρος ἀρετάς, φανερόν. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων οὐθενὸς οἷόν τʼ ἄλλως ἔχειν. οὐθεὶς γὰρ ὅλον μὲν τὸ σῶμα ὑγιαίνει, μέρος δʼ οὐθέν, ἀλλʼ ἀναγκαῖον πάντα ἢ τὰ πλεῖστα καὶ κυριώτατα τὸν αὐτὸν ἔχειν τρόπον τῷ ὅλῳ. ἔστι δὴ τὸ ἀγαθὸν εἶναι καὶ τὸ καλὸν κἀγαθὸν οὐ μόνον κατὰ τὰ ὀνόματα, ἀλλὰ καθʼ αὑτὰ ἔχοντα διαφοράν. τῶν γὰρ ἀγαθῶν πάντων τέλη ἐστίν, ἃ αὐτὰ αὑτῶν ἕνεκά ἐστιν αἱρετά. τούτων δὲ καλά, ὅσα διʼ αὑτὰ ὄντα πάντα ἐπαινετὰ ἐστίν. ταῦτα γάρ ἐστιν ἀφʼ ὧν αἵ τε πράξεις εἰσὶν ἐπαινεταὶ καὶ αὐτὰ ἐπαινετά, δικαιοσύνη καὶ αὐτὴ καὶ αἱ πράξεις, καὶ οἱ σώφρονες· ἐπαινετὴ γὰρ καὶ ἡ σωφροσύνη. ἀλλʼ οὐχ ὑγίεια ἐπαινετόν· οὐδὲ γὰρ τὸ ἔργον· οὐδὲ τὸ ἰσχυρῶς· οὐδὲ γὰρ ἡ ἰσχύς. ἀλλʼ ἀγαθὰ μέν, ἐπαινετὰ δʼ οὔ. ὁμοίως δὲ τοῦτο δῆλον καὶ ἐπὶ τῶν ἄλλων διὰ τῆς ἐπαγωγῆς. ἀγαθὸς μὲν οὖν ἐστιν ᾧ τὰ φύσει ἀγαθά ἐστιν ἀγαθά. τὰ γὰρ περιμάχητα καὶ μέγιστα εἶναι δοκοῦντα ἀγαθά, τιμὴ καὶ πλοῦτος καὶ σώματος ἀρεταὶ καὶ εὐτυχίαι καὶ δυνάμεις, ἀγαθὰ μὲν φύσει ἐστίν, ἐνδέχεται δʼ εἶναι βλαβερά τισι διὰ τὰς ἕξεις. οὔτε γὰρ ἄφρων οὔτʼ ἄδικος ἢ ἀκόλαστος ὢν οὐδὲν ἂν ὀνήσειε χρώμενος αὐτοῖς, ὥσπερ οὐδʼ ὁ κάμνων τῇ τοῦ ὑγιαίνοντος τροφῇ χρώμενος οὐδʼ ὁ ἀσθενὴς καὶ ἀνάπηρος τοῖς τοῦ ὑγιοῦς καὶ τοῖς τοῦ ὁλοκλήρου κόσμοις. καλὸς δὲ κἀγαθὸς τῷ τῶν ἀγαθῶν τὰ καλὰ ὑπάρχειν αὐτῷ διʼ αὑτὰ καὶ τῷ πρακτικὸς εἶναι τῶν καλῶν καὶ αὑτῶν ἕνεκα. καλὰ δʼ ἐστὶν αἵ τε ἀρεταὶ καὶ τὰ ἔργα τὰ ἀπὸ τῆς ἀρετῆς.
§3.2
ἔστι δέ τις ἕξις πολιτική, οἵαν οἱ Λάκωνες ἔχουσιν ἢ ἄλλοι τοιοῦτοι ἔχοιεν ἄν. αὕτη δʼ ἐστὶν ἕξις τοιαύτη. εἰσὶ γὰρ οἳ οἴονται τὴν ἀρετὴν δεῖν μὲν ἔχειν, ἀλλὰ τῶν φύσει ἀγαθῶν ἕνεκεν. διὸ ἀγαθοὶ μὲν ἄνδρες εἰσί (τὰ γὰρ φύσει μὲν ἀγαθὰ αὐτοῖς ἐστίν), καλοκἀγαθίαν δὲ οὐκ ἔχουσιν. οὐ γὰρ ὑπάρχει αὐτοῖς τὰ καλὰ διʼ αὑτά, καὶ προαιροῦνται καλοὶ κἀγαθοὶ, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ μὴ καλὰ μὲν φύσει ὄντα, ἀγαθὰ δὲ φύσει ὄντα τούτοις καλά. καλὰ γάρ ἐστιν ὅταν, οὗ ἕνεκα πράττουσι καὶ αἱροῦνται, καλὰ ᾖ, διότι τῷ καλῷ κἀγαθῷ καλά ἐστι τὰ φύσει ἀγαθά. καλὸν γὰρ τὸ δίκαιον· τοῦτο δὲ τὸ κατʼ ἀξίαν· ἄξιος δʼ οὗτος τούτων. καὶ τὸ πρέπον καλόν· πρέπει δὲ ταῦτα τούτῳ, πλοῦτος εὐγένεια δύναμις. ὥστε τῷ καλῷ κἀγαθῷ καὶ αὐτὰ τὰ συμφέροντα καὶ καλά ἐστι· τοῖς δὲ πολλοῖς διαφωνεῖ τοῦτο. οὐ γὰρ τὰ ἁπλῶς ἀγαθὰ κἀκείνοις ἀγαθὰ ἐστί, τῷ δʼ ἀγαθῷ ἀγαθά. τῷ δὲ καλῷ κἀγαθῷ καὶ καλά. πολλὰς γὰρ καὶ καλὰς πράξεις διʼ αὑτὰς ἔπραξεν. ὁ δʼ οἰόμενος τὰς ἀρετὰς ἔχειν δεῖν ἕνεκα τῶν ἐκτὸς ἀγαθῶν, κατὰ τὸ συμβεβηκὸς τὰ καλὰ πράττει. ἔστιν οὖν καλοκἀγαθία ἀρετὴ τέλειος.
§3.3
καὶ περὶ ἡδονῆς δʼ εἴρηται ποῖόν τι καὶ πῶς ἀγαθόν, καὶ ὅτι τά τε ἁπλῶς ἡδέα καὶ καλὰ καὶ τὰ τε ἁπλῶς ἀγαθὰ ἡδέα. οὐ γίνεται δὲ ἡδονὴ μὴ ἐν πράξει· διὰ τοῦτο ὁ ἀληθῶς εὐδαίμων καὶ ἥδιστα ζήσει, καὶ τοῦτο οὐ μάτην οἱ ἄνθρωποι ἀξιοῦσιν.
§3.4
ἐπεὶ δʼ ἐστί τις ὅρος καὶ τῷ ἰατρῷ, πρὸς ὃν ἀναφέρων κρίνει τὸ ὑγιεινὸν σώματι καὶ μή, καὶ πρὸς ὃν μέχρι ποσοῦ ποιητέον ἕκαστον καὶ εὖ ὑγιαῖνον, εἰ δὲ ἔλαττον ἢ πλέον, οὐκέτι· οὕτω καὶ τῷ σπουδαίῳ περὶ τὰς πράξεις καὶ αἱρέσεις τῶν φύσει μὲν ἀγαθῶν οὐκ ἐπαινετῶν δὲ δεῖ τινα εἶναι ὅρον καὶ τῆς ἕξεως καὶ τῆς αἱρέσεως καὶ περὶ φυγῆς καὶ περὶ χρημάτων πλήθους καὶ ὀλιγότητος καὶ τῶν εὐτυχημάτων. ἐν μὲν οὖν τοῖς πρότερον ἐλέχθη τὸ ὡς ὁ λόγος· τοῦτο δʼ ἐστὶν ὥσπερ ἂν εἴ τις ἐν τοῖς περὶ τὴν τροφὴν εἴπειεν ὡς ἡ ἰατρικὴ καὶ ὁ λόγος ταύτης. τοῦτο δʼ ἀληθὲς μέν, οὐ σαφὲς δέ. δεῖ δὴ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις πρὸς τὸ ἄρχον ζῆν, καὶ πρὸς τὴν ἕξιν κατὰ τὴν ἐνέργειαν τὴν τοῦ ἄρχοντος, οἷον δοῦλον πρὸς δεσπότου καὶ ἕκαστον πρὸς τὴν ἑκάστου καθήκουσαν ἀρχήν. ἐπεὶ δὲ καὶ ἄνθρωπος φύσει συνέστηκεν ἐξ ἄρχοντος καὶ ἀρχομένου, καὶ ἕκαστον ἂν δέοι πρὸς τὴν ἑαυτῶν ἀρχὴν ζῆν (αὕτη δὲ διττή· ἄλλως γὰρ ἡ ἰατρικὴ ἀρχὴ καὶ ἄλλως ἡ ὑγίεια· ταύτης δὲ ἕνεκα ἐκείνη)· οὕτω δʼ ἔχει κατὰ τὸ θεωρητικόν. οὐ γὰρ ἐπιτακτικῶς ἄρχων ὁ θεός, ἀλλʼ οὗ ἕνεκα ἡ φρόνησις ἐπιτάττει (διττὸν δὲ τὸ οὗ ἕνεκα· διώρισται δʼ ἐν ἄλλοις), ἐπεὶ κεῖνός γε οὐθενὸς δεῖται. ἥτις οὖν αἵρεσις καὶ κτῆσις τῶν φύσει ἀγαθῶν ποιήσει μάλιστα τὴν τοῦ θεοῦ θεωρίαν, ἢ σώματος ἢ χρημάτων ἢ φίλων ἢ τῶν ἄλλων ἀγαθῶν, αὕτη ἀρίστη, καὶ οὗτος ὁ ὅρος κάλλιστος· ἥτις δʼ ἢ διʼ ἔνδειαν ἢ διʼ ὑπερβολὴν κωλύει τὸν θεὸν θεραπεύειν καὶ θεωρεῖν, αὕτη δὲ φαύλη. ἔχει δὲ τοῦτο τῇ ψυχῇ, καὶ οὗτος τῆς ψυχῆς ὅρος ἄριστος, τὸ ἥκιστα αἰσθάνεσθαι τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ᾗ τοιοῦτον.
§3.5
τις μὲν οὖν ὅρος τῆς καλοκἀγαθίας, καὶ τίς ὁ σκοπὸς τῶν ἁπλῶς ἀγαθῶν, ἔστω εἰρημένον.
Tap any Greek word to look it up