§1_col1.1–16_col2
§1_col1.1
Diog. Laert. III 80 sqq.: διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον:
§1_col1.2
τῶν ἀγαθῶν ἔστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ· τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι· οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός. | τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί: τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
§5_col2
διαιρεῖται τὰ ἀγαθὰ εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ φρόνησις δικαιοσύνη ἀνδρεία σωφροσύνη καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι ἰσχὺς κάλλος ὑγεία εὐεξία καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐκτὸς φίλοι πλοῦτος εὐδοξία πατρίδος εὐδαιμονία. τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
§2_col1
τῆς φιλίας τρία εἴδη ἐστίν· ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική. φυσικὴν μὲν οὖν ταύτην λέγομεν, ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους· ταύτην δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ’ οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική· προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.
§58_col2
διαιρεῖται ἡ φιλία εἰς τέσσάρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν συγγενική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική, ἡ δὲ ἐρωτική. ἔστι δὲ ἡ μὲν συγγενικὴ οἷον πατὴρ πρὸς υἱοὺς καὶ ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ οἱ ἄλλοι οἱ οἰκεῖοι, ἡ δὲ ἑταιρικὴ ᾗ κοινωνοῦσιν οἱ διὰ συνήθειαν φίλοι γινόμενοι, ἡ δὲ ξενικὴ ἡ διὰ γραμμάτων καὶ συστάσεως ποιοῦσα φίλους, ἡ δὲ ἐρωτικὴ ἡ δι’ ἐπιθυμίαν τῆς τῶν καλῶν φιλίας κοινωνίαν παρασκευάζουσα.
§3_col1
τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους δι’ ἑαυτοῦ αἱρεῖται· ἀριστοκρατία δέ ἐστιν, ἐν ᾗ μήθ’ οἱ πλούσιοι μήθ’ οἱ πένητες μήθ’ οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλ’ οἱ ἄριστοι τῆς πόλεως προστατοῦσιν. ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτῶν. τῆς δὲ βασιλείας ἡ μὲν κατὰ νόμον, ἡ δὲ κατὰ γένος ἐστίν. ἡ μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν. | ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.
§7_col2
διαιρεῖται ἡ πολιτεία εἰς πέντε. ἔστι γὰρ αὐτῆς ἓν μὲν δημοκρατία, ἓν δὲ ἀριστοκρατία, ἓν δὲ ὀλιγαρχία, ἓν δὲ τυραννίς, ἓν δε βασιλεία. ἔστι δὲ ἡ μὲν δημοκρατία, ἐν ᾗ τὸ πλῆθος τῆς πόλεως κυριεύει, ἀριστοκρατεία δέ, ἐν ᾗ οἱ κράτιστοι ἡγοῦνται μήτε διὰ γένος μήτε διὰ πλοῦτον ἀλλὰ δι’ ἀρετήν· ἡ δὲ ὀλιγαρχία, ἐν ᾗ τὰ τιμήματα μεγάλα ποιήσαντες ἀπὸ τούτων πολιτεύονταί τινες ἢ δι’ ἑταιρίαν βιασάμενοι τὸ πλῆθος τὴν πόλιν διοικοῦσι· τυραννὶς δέ, ἐν ᾗ παρακρουσάμενός τις τὸ πλῆθος ἢ βιασάμενος τὴν πόλιν διοικεῖ· βασιλεία δέ, ὅταν ἢ κατὰ νόμον ἢ κατὰ γένος βασιλεὺς τὰ πράγματα διοικῇ τῆς πόλεως· τῆς πολιτείας ἄρα τὸ μέν ἐστι δημοκρατία, τὸ δὲ ἀριστοκρα τία, τὸ δὲ ὀλιγαρχία, τὸ δὲ τυραννίς, τὸ δὲ βασιλεία.
§4_col1
τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ παρακαταθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς τοὺς θεούς ἐστιν, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.
§4_col2
διαιρεῖται ἡ δικαιοσύνη εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους. ἔστι δὲ ἡ μὲν πρὸς τὸν θεὸν δικαιοσύνη μετ’ εὐσεβείας εὐχαριστία καὶ τὰς αὐτοῦ ἐκπληροῦν ἐντολάς, ἡ δὲ πρὸς τοὺς ἀνθρώπους περὶ τὰ συμβόλαια εὐνομία καὶ περὶ τὰ ἄλλα νομιζόμενα δίκαια, ἡ δὲ πρὸς τοὺς ἀποιχομένους δικαιοσύνη ἐστὶ θάπτειν καὶ τὰ ἄλλα ἐπιφέρειν. τῆς δικαιοσύνης ἄρα ἐστὶν ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους.
§5_col1
τῆς ἐπιστήμης ἐστὶν εἴδη τρία· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ θεωρητικόν. ἡ μὲν οἰκοδομικὴ καὶ ναυπηγικὴ ποιητικαί εἰσιν· ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον. πολιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ καὶ αἱ τοιαῦται πρακτικαί· οὐ γὰρ ἔστιν ἰδεῖν ἔργον αὐτῶν πεποιημένον, ἀλλὰ πράττουσί τι· ὁ μὲν γὰρ αὐλεῖ καὶ κιθαρίζει, ὁ δὲ πολιτεύεται. ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογικὴ θεωρητικαί· οὔτε γὰρ πράττουσιν οὔτε ποιοῦσιν οὐδέν· ἀλλ’ ὁ μὲν γεωμέτρης θεωρεῖ, πῶς πρὸς ἀλλήλας ἔχουσιν αἱ γραμμαί, ὁ δὲ ἁρμονικὸς τοὺς φθόγγους, ὁ δὲ ἀστρολογικὸς τὰ ἄστρα καὶ τὸν κόσμον. τῶν ἄρα ἐπιστημῶν αἱ μέν εἰσι θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί.
§8_col2
διαιρεῖται ἡ ἐπιστήμη εἰς τρία· ἔστι γὰρ αὐτῆς τὸ μὲν θεωρητικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ πρακτικόν. ἔστι δὲ ἡ μὲν θεωρητικὴ, 〈ἧς〉 τὸ κεφάλαιον θεωρία [δὲ] ἐστίν, οἷον ἡ γεωμετρικὴ καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ καὶ αἱ τοιαῦται· ἡ δὲ ποιητική, ἧς τὸ κεφάλαιόν ἐστιν ἔργου συντελεστικὸν, οἷον οἰκοδομικὴ καὶ ἀνδριαντοποιητικὴ καὶ ἄλλαι τοιαῦται· ἡ δὲ πρακτική, ἧς τὸ κεφάλαιόν ἐστι πρᾶξις, οἷον ἰατρικὴ καὶ στρατηγικὴ καὶ πολιτικὴ καὶ ἄλλαι τοιαῦται. τῆς ἐπιστήμης ἄρα ἡ μέν ἐστι θεωρητική, ἡ δὲ ποιητική, ἡ δὲ πρακτική.
§6_col1
τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική. ἡ μὲν φαρμακευτικὴ διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας ἡδὲ χειρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶναι τὸ ἀρρώστημα, ἡ δὲ βοηθητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος. τῆς ἄρα ἰατρικῆς ἡ μέν ἐστι φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική.
§61_col2
διαιρεῖται ἡ ἰατρικὴ εἰς πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι φαρμακευτικόν, τὸ δὲ χειρουργικόν, τὸ δὲ διαιτητικόν, τὸ δὲ νοσογνωμικόν, τὸ δὲ βοηθητικόν. καὶ ἡ μὲν φαρμακευτικὴ διὰ φαρμακείας ἰᾶται τὰς ἀρρωστίας, ἡ δὲ χειρουργικὴ διὰ 〈τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ〉 τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμικὴ διὰ τοῦ γνῶναι τὴν νόσον οὕτως ἰᾶται τὸν νοσοῦντα, ἡ δὲ βοηθητικὴ διὰ τῶν βοηθημάτων ὑγιάζει τοὺς ἀσθενοῦντας.
§7_col1
νόμου διαιρέσεις δύο· ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος, ὁ δὲ ἄγραφος. ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γεγραμμένος ἐστίν· ὁ δὲ κατὰ ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται· οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περιβάλλεσθαι. ταῦτα γὰρ οὐθεὶς νόμος κωλύει, ἀλλ’ ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι. τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμμένος, ὁ δὲ ἄγραφος.
§20_col2
διαιρεῖται ὁ νόμος εἰς δύο· ἔστι γὰρ αὐτοῦ ἓν μὲν γεγραμμένον, ἓν δὲ ἄγραφον. ἔστι δὲ ὁ μὲν γεγραμμένος, καθ’ ὃν τὰ συμβόλαια συναλλάσσομεν καὶ τὰς ἄλλας πρὸς ἀλλήλους πράξεις διακρίνομεν καὶ πάντα τὰ τοιαῦτα οἰκονομοῦμεν, ὁ δὲ ἄγραφος, καθ’ ὃν τὰ ἔθη ἐν ταῖς πόλεσιν αὔξεται καὶ διαμένει.
§8_col1
ὁ λόγος διαιρεῖται εἰς πέντε, ὧν εἷς μέν ἐστιν, ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν ταῖς ἐκκλησίαις, ὃς καλεῖται πολιτικός· ἑτέρα δὲ διαίρεσις λόγου ὃν οἱ ῥήτορες γράφουσι καὶ εἰς ἐπίδειξίν τε προφέρουσι καὶ εἰς 〈δικαστήρίον, οἷον〉 ἐγκώμια καὶ ψόγους καὶ κατηγορίας 〈καὶ ἀπολογίας〉 . . . . τὸ δὴ τοιοῦτον εἶδός ἐστι ῥητορικόν. τρίτη δὲ διαίρεσις λόγου, ὃν οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους· οὗτος δὴ ὁ τρόπος προσαγορεύεται ἰδιωτικός. | ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ ἀποκρινόμενοι τοῖς ἐρωτῶσι διαλέγονται· οὗτος δὲ καλεῖται ὁ λόγος διαλεκτικός. πέμπτη δὲ διαίρεσις λόγου, ὃν οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν διαλέγονται τέχνης· ὃς δὴ καλεῖται τεχνικός. τοῦ λόγου ἄρα τὸ μέν ἐστι πολιτικόν, τὸ δὲ ῥητορικόν, τὸ δὲ ἰδιωτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ τεχνικόν.
§16_col2
διαιρεῖται ὁ λόγος εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ὁ μὲν ῥητορικός, ὁ δὲ πολιτικός, ὁ δὲ διαλεκτικός, ὁ δὲ τεχνικός, ὁ δὲ ἰδιωτικός. ἔστι δὲ ὁ μὲν ῥητορικὸς καὶ ἐπιδεικτικὸς καὶ κατηγορικὸς καὶ ἀπο λογητικός, ὁ δὲ πολιτικὸς συμβουλευτικὸς καὶ παρακλητικός, διαλεκτικὸς δὲ ὁ κατὰ βραχὺ τῷ ἐρωτᾶν ἐμφανίζων ἃ προαιρεῖται, τεχνικὸς δὲ, ὃν λέγουσιν οἱ τεχνῖται ὑπὲρ τῶν κατὰ τὴν τέχνην ἑκάστου [τῶν] αὐτῶν, ἰδιωτικὸς δὲ, ὃν οἱ ἰδιῶται λέγουσι πρὸς ἀλλήλους καθ’ ἑκάστην ἡμέραν διαλεγόμενοι.
§9_col1–16_col1
§9_col1
ἡ μουσικὴ εἰς τρία διαιῥεῖται· ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή· δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία· τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον ἡ κιθαριστική. τῆς ἄρα μουσικῆς ἔστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δὲ ἀπὸ τῶν χειρῶν.
§60_col2
διαιρεῖται ἡ μουσικὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν αὐτοῦ τοῦ στόματος ἔργον, ἓν δὲ χειρῶν καὶ στόματος, ἓν δὲ μόνον 〈τῶν χειρῶν. τὸ μὲν οὖν〉 αὐτοῦ τοῦ στόματος ἔργον οἷον αἵ τε ᾠδαὶ καὶ οἱ τερετισμοὶ καὶ τὰ τοιαῦτα, τῶν δὲ χειρῶν καὶ τοῦ στόματος ἥ τε χοραυλητικὴ καὶ [αὐλητικὴ] τὰ ὅμοια, τῶν δὲ χειρῶν ἡ κιθαριστικὴ καὶ τὰ τοιαῦτα.
§10_col1
διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα. ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοῖ καὶ δίκαιοι, τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι· ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι. ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων· καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν. | ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος, καὶ τοῦτον εὐγενῆ φασὶν εἶναι· καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη. τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δὲ ἀπὸ τῆς αὐτοῦ καλοκἀγαθίας.
§10_col2
διαιρεῖται ἡ εὐγένεια εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν γονέων γεγονέναι, οἷον ἀπὸ βασιλέων καὶ ἀρχόντων [γεγονέναι] ἢ ἄλλην τινὰ δόξαν ἐχόντων· τὸ δὲ ἀπὸ σπουδαίων καὶ δικαίων, οἷον ἀπὸ Ξενοφῶντος καὶ Νείλου καὶ τῶν τοιούτων· τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς, οἷον ἐὰν ᾖ γενναῖος καὶ μεγαλοπρεπὴς καὶ δίκαιος καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τῆς εὐγενείας 〈ἄρα〉 ἓν μέν ἐστι τὸ ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ σπουδαίων καὶ δικαίων, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς.
§11_col1
τὸ κάλλος διαιρεῖται εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά· τὰ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα πρὸς ὠφέλειάν ἐστι καλά. τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον, τὸ δὲ πρὸς χρῆσιν, τὸ δὲ πρὸς ὠφέλειαν.
§62_col2
διαιρεῖται τὸ κάλλος εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν εἰσι καλά· τὰ δὲ πρὸς ὠφέλειαν, οἷον νόμος καλὸς καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα πρὸς ὠφέλειάν εἰσι καλά.
§12_col1
ἡ ψυχὴ διαιρεῖται εἰς τρία· τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν. τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαί τε καὶ λογίζεσθαι καὶ διανοεῖσθαι καὶ τῶν τοιούτων πάντῶν· τὸ δὲ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς ἐστιν αἴτιον τοῦ ἐπιθυμεῖν φαγεῖν καὶ τοῦ πλησιάσαι καὶ τῶν τοιούτων πάντων. τὸ δὲ θυμικὸν μέρος αἴτιόν ἐστι τοῦ θαρρεῖν καὶ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι. τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν.
§1_col2
διαιρεῖται ἡ ψυχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν λογιστικόν, ἓν δὲ θυμικόν, ἓν δὲ ἐπιθυμητικόν. ἔστι δὲ τὸ μὲν λογιστικόν, ᾧ λογιζόμεθα· τὸ δὲ ἐπιθυμητικόν, ᾧ τὰς ἐπιθυμίας ἀναλαμβάνομεν· τὸ δὲ θυμικόν, ᾧ θυμούμεθα καὶ ὀργιζόμεθα καὶ θαρσοῦμεν καὶ ἀμυνόμεθα καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τῆς ψυχῆς ἄρα τὸ μέν ἐστι λογιστικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν.
§13_col1
τῆς τελείας ἀρετῆς εἴδη ἐστὶ τέτταρα· ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἄλλο δ’ ἀνδρεία, τέταρτον | σωφροσύνῃ. τούτων ἡ μὲν φρόνησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ [ἐξίστασθαι] τρεῖν, ἀλλὰ μένειν· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι, ἀλλὰ κοσμίως ζῆν. τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη.
§2_col2
διαιρεῖται ἡ ἀρετὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη. ἔστι δὲ ἡ μὲν φρόνησις ἐν τῷ λογιστικῷ, ἡ δὲ δικαιοσύνη ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ ἀνδρεία ἐν τῷ θυμικῷ, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπιθυμητικῷ. τῆς ἀρετῆς ἄρα ἓν μέν ἐστι φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.
§14_col1
ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι, κατὰ νόμον ἄρχουσιν· οἱ δὲ κατὰ φύσιν, οἶ〈ον οἱ〉 ἄρσενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρσενα τῶν θηλειῶν ἄρχει· ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν· ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι· καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται. οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.
§63_51_col2.1
διαιρεῖται ἡ ἀρχὴ εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, ἓν δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὅταν ὑπὸ τῶν πολιτῶν αἱρεθῶσιν, οὗτοι κατὰ νόμον ἄρχουσιν. ἡ δὲ τοῦ κατὰ φύσιν ἀρχὴ οὐ μόνον ἐν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστίν· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν ζῴων τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἷον οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτητῶν. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, ὅταν πατέρα βασιλέα τελευτήσαντα υἱὸς διαδέξηται καὶ πάλιν τοῦτον ὁ τούτου υἱὸς καὶ ἐφεξῆς δὲ ὡσαύτως. ὅσοι δὲ βιασάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.
§63_51_col2.2
διαιρεῖται ἡ ἀρχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ φύσιν, ἓν δὲ κατὰ βίαν, ἓν δὲ κατὰ τάξιν καὶ θέσιν. κατὰ φύσιν μὲν οὖν ἄρχει τὸ ἄρρεν τοῦ θήλεος καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, οἷον ἐν μὲν βουσὶ ταῦρος, ἐν δὲ προβάτοις κριὸς καὶ πάντα τὰ τοιαῦτα· 〈κατὰ βίαν δέ〉, οἷον οἱ δεσπόται τῶν δούλων καὶ οἱ τύραννοι τῶν πόλεων καὶ πάντα τὰ τοιαῦτα· κατὰ τάξιν δὲ καὶ θέσιν, οἷον τὸ πρῶτον ταχθέν· ἐντεῦθεν ἀρχή ἐστι τῆς μὲν τραγῳδίας ὦ παλαιὸν Ἄργος, τῶν δὲ στοιχείων τὸ ἄλφα καὶ ἀριθμοῦ τὸ ἕν.
§15_col1
τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ. ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή· ὅταν δὲ ἀξιῶσι μὴ πολεμεῖν μηδὲ συμμαχεῖν, ἀλλὰ ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδος ἀποτροπή ἐστι. τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ· τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται. τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ τις αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα· τὸ δὴ τοιοῦτον ἀπολογίαν καλοῦσι. | πέμπτον εἶδος ῥητορείας, ὅταν τις εὖ λέγῃ καὶ ἀποφαίνῃ καλὸν κἀγαθόν· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ἐγκώμιον. ἕκτον εἶδος, ὅταν τις ἀποφαίνῃ φαῦλον· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ψόγος. τῆς ἄρα ῥητορείας ἐστὶ τὸ μὲν ἐγκώμιον, τὸ δὲ ψόγος, τὸ δὲ προτροπή, τὸ δὲ ἀποτροπή, τὸ δὲ κατηγορία, τὸ δὲ ἀπολογία.
§17_col2
διαιρεῖται ἡ ῥητορεία εἰς πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατηγορία, ἓν δὲ ἀπολογία, ἓν δὲ συμβουλία, ἓν δὲ ἐγκώμιον, ἓν δὲ ψόγος.
§16_col1
τὸ ὀρθῶς λέγειν διαιρεῖται εἰς τέτταρα· ἓν μὲν ἃ δεῖ λέγειν, ἓν δὲ ὅσα δεῖ λέγειν, τρίτον πρὸς οὓς δεῖ λέγειν, τέταρτον δὲ πηνίκα λέγειν δεῖ. ἃ μὲν οὖν δεῖ λέγειν, ἃ μέλλει συμφέρειν τῷ λέγοντι καὶ τῷ ἀκούοντι· τὸ δὲ ὅσα δεῖ λέγειν, μὴ πλείω μηδὲ ἐλάττω τῶν ἱκανῶν. | τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἐάν τε πρὸς πρεσβυτέρους ἁμαρτάνοντας διαλέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις· ἐάν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ λέγεσθαι ὡς νεωτέροις. πηνίκα δὲ λέγειν ἐστὶ μήτε πρότερον μήτε ὕστερον· εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ κακῶς ἐρεῖν.
§52_col2–24_col1
§52_col2
διαιρεῖται τὸ ὀρθῶς λέγειν εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ὅσα δεῖ λέγειν, ἓν δὲ ὅπου δεῖ λέγειν, ἓν δὲ πρὸς οὓς δεῖ λέγειν, ἓν δὲ ἡνίκα δεῖ λέγειν, ἓν δὲ ἃ δεῖ λέγειν. τὸ μὲν οὖν ὅσα δεῖ λέγειν ἐστὶ τὸ μήτε πλείω μήτε ἐλάσσω τῶν ἱκανῶν, τὸ δὲ ὅπου δεῖ λέγειν ἐστὶν ἐν τόπῳ, οἷον ἐν ἀγορᾷ καὶ ἐν γυμνασίῳ καὶ ἐν διατριβῇ καὶ ἐν τοῖς δέουσιν ἄλλοις τόποις, τὸ δὲ πρὸς οὓς δεῖ λέγειν ἑκάστῳ τὸ ἁρμόττον [καὶ πρὸς ὃν ὃ ἁρμόττει], οἷον πρὸς πρεσβυτέρους 〈ἢ νεωτέρους καὶ〉 πρὸς μοχθηροῦς ἢ ἡδεῖς καὶ πρὸς ἐχθροὺς ἢ φίλους, τὸ δὲ ἡνίκα δεῖ, οἷον τὸ μήτε πρότερον μήτε ὕστερον μήτε διὰ μέσου ἄτερ τοῦ καιροῦ λέγειν, ἀλλ’ ἐγκαίρως, τὸ δὲ ἃ δεῖ λέγειν οἷον τὰ συμφέροντα καὶ ὠφέλιμα καὶ αὐτῷ καὶ τῷ φίλῳ.
§17_col1
ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα· ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι· τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἄλλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν· | οἱ δὲ παιδεύοντες καὶ ἰατρεύοντες καὶ διδάσκοντες ἀγαθόν τι, οὗτοι ταῖς ἐπιστήμαις εὐεργετοῦσιν· ὅταν δὲ εἰσέλθωσιν εἰς δικαστήριον ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ εἴπῃ ὑπὲρ αὐτοῦ, οὗτος δὴ λόγῳ εὐεργετεῖ. τῆς ἄρα εὐεργεσίας ἡ μέν ἐστι διὰ χρημάτων, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη δὲ διὰ λόγων.
§44_col2
διαιρεῖται ἡ εὐεργεσία εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν λόγῳ εὐεργετεῖν, ἓν δὲ δι’ ἐπιστήμης καὶ τεχνῶν, ἓν δὲ εἰς ἀργυρίου λόγον καὶ ἓν διὰ σωμάτων. διὰ λόγων οὖν εὐεργετοῦσιν οἱ συνηγοροῦντες καὶ συνδικάζοντες καὶ ἐγκωμιάζοντες καὶ οἱ τοιοῦτοι, δι’ ἐπιστήμης δὲ καὶ τέχνης οἱ παιδεύοντες καὶ ἰατρεύοντες καὶ οἱ 〈τὰ〉 πρὸς τὸν βίον χρήσιμα δημιουργοῦντες, εἰς ἀργυρίου δὲ λόγον οἱ προιστάμενοι τῆς [εἰς] ἀργυρίου χρείας, διὰ τῶν σωμάτων δὲ εὐεργετοῦσιν οἱ ἀμύνοντες καὶ βοηθοῦντες 〈τυπτομένοις καὶ〉 ἐν τοῖς τοιούτοις συμπτώμασι.
§18_col1
διαιρεῖται τὸ τέλος τῶν πραγμάτων εἰς τέτταρα εἴδη· ἓν μὲν κατὰ νόμον τέλος τὰ πράγματα λαμβάνει, ὅταν ψήφισμα γένηται καὶ τοῦθ’ ὁ νόμος τελέσῃ· κατὰ φύσιν δὲ τέλος τὰ πράγματα λβάνει, βάνει, 〈οἷον〉 ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι. κατὰ τέχνην δὲ τέλος τὰ πράγματα λαμβάνει, οἷον ἡ οἰκοδομική. οἰκίαν γὰρ [τις] ἐπιτελεῖ· καὶ ἡ ναυπηγική· πλοῖα γάρ. | κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ. τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν.
§48_col2
ἕκαστον τῶν ὄντων ἀποτελεῖται διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ [τὸ περὶ χρηστὴν ὑπάρχειν ἀπρόσδεκτον] τύχην ἢ δι’ ἐπιστήμην ἢ διὰ φύσιν ἢ διὰ βίαν καὶ ἀνάγκην. τὰ μὲν διὰ τύχην ἐστὶ τὸ ἀπὸ ταὐτομάτου καὶ ἄνευ προνοίας ἀποτελούμενον, τὰ δὲ δι’ ἐπιστήμην αἵ τε οἰκίαι καὶ αἱ νῆες καὶ πάντα τὰ τοιαῦτα, τὰ δὲ διὰ φύσιν, οἷον οἱ ἄνθρωποι καὶ τὰ δένδρα καὶ τὰ ζῷα πάντα, διὰ δὲ βίαν καὶ ἀνάγκην, οἷον αἱ τῶν ἀλόγων ζῴων δαμάσεις καὶ αἱ κρατήσεις καὶ δεσποτεῖαι καὶ τυραννίδες καὶ τὰ τοιαῦτα.
§19_col1
ἡ δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν ὃ δυνάμεθα τῇ διανοίᾳ, 〈οἷον〉 λογίζεσθαι καὶ ὑπονοεῖν· ἕτερον δὲ τῷ σώματι, οἷον πορεύεσθαι καὶ διδόναι καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα· τρίτον ὃ δυνάμεθα πλήθει στρατιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ ποιεῖν εὗ καὶ κακῶς· οἷον ἀρρωστεῖν καὶ παιδεύεσθαι δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα. τῆς ἄρα δυνάμεως ἡ μέν ἐστιν ἐν διανοίᾳ, ἡ δὲ ἐν τῷ σώματι, ἡ δὲ ἐν στρατοπέδῳ καὶ χρήμασιν, ἡ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν.
§33_col2
διαιρεῖται ἡ δύναμις εἰς πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ, ἓν δὲ ἐν σώματι, ἓν δὲ ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν ἐνίοις τῶν μὴ ὄντων, ἓν δὲ ἐν τῷ παθεῖν ἢ ποιῆσαι. ἐν ψυχῇ μὲν ἃ μανθάνομεν καὶ διανοούμεθα, ἐν σώματι δὲ οἷον αἵ τε κινήσεις καὶ αἱ ἄλλαι δυνάμεις, καθ’ ἃς πράττειν τι [ἐν] τῷ σώματι δυνάμεθα, ἐν δὲ ταῖς πράξεσιν οἷον αἱ στρατιωτικαὶ δυνάμεις· λέγεται γὰρ μεγάλην ἔχειν δύναμιν, ὅταν χρήματα καὶ στρατιῶται πολλοὶ συνηθροισμένοι ὦσι. τῶν δὲ μὴ ὄντων ἐν ἐνίοις ὅσα δυνατά ἐστι γενέσθαι ἢ ποιηθῆναι· ἐν δὲ τῷ παθεῖν ἢ ποιῆσαι, ὅσα δυνατά ἐστιν ἀναιρεῖν ἢ ἀναιρεθῆναι.
§20_col1
τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν ᾧ τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν· ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι· ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν.
§21_col1
ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων. | ἡ μὲν οὖν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι. ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν· οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὲ τοιοῦτον εὐαισθησία. ἡ δὲ εὐτυχία, ὅταν ἐφ’ ἃ σκοπεῖ πράξῃ κατορθῶν ἃ δεῖ πράττειν τὸν σπουδαῖον· εὐδοξία δέ ἐστιν ὅταν τις εὖ ἀκούῃ. εὐπορία δέ ἐστιν, ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ, ὥστε καὶ φίλους εὗ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι. ᾧ δὲ ὑπάρχει πάντα ταῦτα, οὗτός ἐστιν εὐδαίμων τελέως. τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.
§22_col1
αἱ τέχναι εἰς τρία διαιροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη. πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν. ἡ δὲ χαλκευτικὴ καὶ ἡ τεκτονικὴ μετασχηματικτικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας. ἡ δὲ χρηστική οἷον ἱππική τοῖς χαλινοῖς χρῆται· ἡ πολεμικὴ τοῖς ὅπλοις· ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ. τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.
§53_col2
διαιροῦνται αἱ ἐπιστῆμαι [τῶν πρώτων καὶ τῶν δευ τερῶν] εἰς τρία· εἰσὶ γὰρ αὐτῶν αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι, αἱ δὲ τρίται. πρῶτον μὲν οὖν εἰσὶν αἱ παρασκευαστικαί τε καὶ μεταλλευτικαὶ καὶ ὑλοτομικαὶ καὶ λιθοτομικαί, δεύτεραι δὲ αἵ τε ποιητικαὶ καὶ μετασχηματιστικαί, οἷον ἡ μὲν χαλκευτικὴ τὸν σίδηρον παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε χάλινοὺς καὶ ὅπλα καὶ τὰ τοιαῦτα, ἡ δὲ τεκτονικὴ τὴν ὕλην παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησεν αὐλοὺς καὶ πλοῖα καὶ οἴκους καὶ τὰ τοιαῦτα, ἡ δὲ λιθουργικὴ τοὺς λίθους παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε τείχη καὶ οἰκίας καὶ τὰ τοιαῦτα. πάλιν αἱ τρίται· ἡ μὲν γὰρ ἱππικὴ παραλαβοῦσα τὸν χαλινὸν ἐχρήσατο καλῶς καὶ ἡ πολεμικὴ τὰ ὅπλα καὶ ἐπὶ τῶν τοιούτων, καὶ πάλιν ἡ αὐλητικὴ παραλαβοῦσα τοὺς αὐλοὺς ἐχρήσατο καλῶς καὶ ἡ κυβερνητικὴ τοὺς οἴακας παραλαβοῦσα καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
§23_col1
τὸ ἀγαθὸν εἰς τέτταρα γένη διαιρεῖται· ὧν ἓν μὲν λέγομεν εἶναι τὸν τὴν ἀρετὴν ἔχοντα ἰδίᾳ ἀγαθόν· ἄλλο δὲ αὐτὴν τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην λέγομεν ἀγαθὸν εἶναι· τρίτον δέ, οἷον σιτία καὶ γυμνάσια τὰ πρόσφορα καὶ φάρμακα· τέταρτον δέ φαμεν εἶναι ἀγαθόν, οἷον αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ τὰ τοιαῦτα. ἀγαθοῦ ἄρα τέτταρα εἴδη ἐστί· τὸ μὲν τὸ τὴν ἀρετὴν ἔχειν, ἕτερον δὲ αὐτὴ ἡ ἀρετή, τρίτον δὲ σιτία καὶ γυμνάσια τὰ ὠφέλιμα· τέταρτον δὲ αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ ποιητικὴν ἀγαθὸν λέγομεν εἶναι.
§36_col2
διαιρεῖται τὸ ἀγαθὸν εἰς τέσσαρα· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἀρετὴ καὶ δικαιοσύνη, ἓν δὲ τὸ ἔχων ἀρετήν, ἓν δὲ τὸ συμφέρον, ἓν δὲ τὸ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν· οἷον ἀρετὴ μὲν καὶ δικαιοσύνη, ὅτι τούτων ἑκάτερον ἀγαθὸν λέγεται εἶναι, ἓν δὲ τὸ ἔχον ἀρετὴν, οἷον ἵππος καὶ ἄνθρωπος καὶ τὰ τοιαῦτα· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι, ἐὰν ἔχῃ τὴν ἀρετήν. τὸ δὲ συμφέρον, οἷον γυμνασία καὶ φαρμακεία καὶ τἆλλα ὅσα πρὸς ὑγείαν καὶ εὐεξίαν· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι ᾧ ἂν συμφέρῃ. τὸ δὲ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν, οἷον ὑποκριτὴς καὶ αὐλητὴς, οὐ τῷ ὠφελεῖν ἀγαθὸν εἶναι λέγεται ἀλλὰ τῷ τέρπειν [τοῦ ἀγαθοῦ εἶναι.]
§24_col1
τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα. τούτων κακὰ μὲν ταῦτα λέγομεν, τὰ δυνάμενα βλάπτειν ἀεί, οἷον ἀκρασίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτοῖς ἐναντία ἀγαθά ἐστιν· τὰ δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν, οἷον τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ τὸ ἐσθίειν, 〈ἢ〉 ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυνάμενα, ταῦτα οὖν οὔτε ἀγαθὰ οὔτε κακά ἐστιν. τῶν ἄρα ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα τούτων.
§55_col2–67_col2
§55_col2
διαιρεῖται ἕκαστον τῶν ὄντων εἰς τρία. ἔστι γὰρ ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον. τὸ μὲν οὖν ἀγαθόν ἐστιν, ὅταν ὠφελήσῃ τινὰ καὶ οὐ βλάψῃ, τὸ δὲ κακόν, ὅταν βλάπτῃ ἀεί, τὸ δὲ οὐδέτερον, ὅπερ ποτὲ μὲν βλάψει ποτὲ δὲ ὠφελήσει, οἷον οἱ περίπατοι καὶ οἱ ὕπνοι καὶ οἱ ἑλλέβοροι καὶ τὰ τοιαῦτα, ἢ οὔτε βλάψει ὅλως οὔτε ὠφελήσει.
§25_col1
εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων [τῶν] νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν. τῆς εὐνομίας ἄρα ἓν μέν ἐστ ινόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσιν· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται.
§14_col2
διαιρεῖται ἡ εὐνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις σπουδαίοις χρῆσθαι, ἓν δὲ τοῖς ὑπάρχουσιν, ἂν ὦσι μὴ φαῦλοι, [μὴ] πείθεσθαι, ἓν δὲ τοῖς ἔθεσι τοῖς σπουδαίοις πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι γεγραμμένοι.
§26_col1
διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας· | ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος.
§15_col2
διαιρεῖται ἡ ἀνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις φαύλοις καὶ μετρίοις κεχρῆσθαι, ἓν δὲ τὸ μὴ πείθεσθαι τοῖς κειμένοις, ἂν ὦσι σπουδαῖοι, ἓν δὲ τὸ φαύλοις ἔθεσι πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι τὸ σύνολον.
§27_col1
τὰ ἐναντία διαιρεῖται εἰς τρία. οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα κακὰ κακοῖς ἐναντία ἐστίν. τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστί. τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα.
§23_col2
διαιρεῖται τὰ ἐναντία εἰς τρία. ἔστι γὰρ αὐτῶν τὸ μὲν ὡς ἀγαθὸν κακῷ, οἷον ὑγεία νόσῳ καὶ κάλλος αἴσχει καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς οὐδέτερον οὐδετέρῳ, οἷον λευκότης μελανότητι καὶ κουφότης βαρύτητι καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς φευκτὸν φευκτῷ, οἷον ἀσωτία ἀνελευθερίᾳ καὶ θερμότης ψυχρότητι καὶ ἰσχνότης παχύτητι καὶ τὰ τοιαῦτα.
§28_col1
τῶν ἀγαθῶν γένη ἐστὶ τρία. τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια. μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ ἐνδέχεται. ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε ἔχειν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉 τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι. καὶ ταῦτα οὔτε ἔχειν οὔτε μετασχεῖν ἔστιν, ἀλλ’ ὑπάρχειν δεῖ σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι. | τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.
§29_col1
ἡ συμβουλία διαιρεῖται εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες. τὰ δὲ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον. τὰ δὲ ἐκ τῶν μελλόντῶν, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται. τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δὲ ἐκ τῶν παρόντων, τὰ δὲ ἐκ τῶν μελλόντων.
§18_col2
διαιρεῖται ἡ συμβουλία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παρῳχημένων, ἓν δὲ ἐκ τῶν παρόντων, ἓν δὲ ἐκ τῶν μελλόντων. τὸ μὲν οὖν ἐκ τῶν παρῳχημένων ἐστίν, οἷον τὰ παραδείγματα 〈ἐμφανίζουσιν〉, ὅτι καὶ πρότερον ἡμῶν ἀπειθήσαντες ἀνηκέστοις κακοῖς περιέπεσαν. τὸ δὲ ἐκ τῶν παρόντων, οἷον τὰ παρόντα πράγματα ἐμφανίζουσιν, ὅτι ἐὰν τὰ τείχη ἡμῶν ἀκατασκεύαστα ὦσι καὶ ἡμεῖς ἄοπλοι ὦμεν, οἱ δὲ πολέμιοι ἅπασι τούτοις κατεσκευασμένοι, σκοπῶμεν δὴ ὅπως πολεμεῖν δυνησόμεθα. τὸ δὲ ἐκ τῶν μελλόντων, οἷον τὰ ἀποβησόμενα ἐμφανίζοντας, ὅτι ὁρᾶτε μή, ἐὰν ἐπιπλευσάντων πολεμίων ἥ τε χώρα ἀπόληται ὑμῶν καὶ τὰ σώματα τὰ πολλὰ μάτην διαφθαρῇ, καὶ ὑμεῖς μὴ οὐδὲν ἧττον ἀναγκασθῆτε ταῦτα πράττειν, ἃ νῦν ἐστιν ὑμῖν καὶ ἀκινδύνως πράττειν.
§30_col1
ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος.
§24_col2
διαιρεῖται ἡ φωνὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος, καὶ ἡ μὲν καὶ ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἔστι δὲ ἡ μὲν ἔμψυχος, ἡ τῶν ζῴων, ἡ δὲ ἄψυχος, οἷον ἦχοι καὶ ψόφοι καὶ ἡ τῆς λύρας καὶ τῶν αὐλῶν φωνή· καὶ ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων φωνὴ καὶ ζῴων τινῶν, οἷον ἀηδόνων χελιδόνων στρουθίων καὶ τῶν τοιούτων, ἀγράμματος δὲ ἡ ἀδιάθετος ὡς οἱ ποππυσμοὶ καὶ ἦχοι καὶ ψόφοι καὶ τὰ τοιαῦτα.
§31_col1
τῶν ὄντων τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμέριστα. τούτῶν δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. ἀμερῆ μὲν οὖν ἐστιν, ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος. μεριστὰ δέ, ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός. | ὁμοιομερῆ 〈μέν〉, ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. ἀνομοιομερῆ δέ, ὅσα ἐξ ἀν ομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα. τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ.
§26_col2
ἔτι τῶν ὄντων τὰ μέν 〈ἐστι μεριστά, τὰ δὲ ἀμερῆ, καὶ τῶν μεριστῶν τὰ μέν〉 ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀν ομοιομερῆ. ἔστι δὲ τὰ μὲν μεριστὰ ἅπερ ἂν ἔχῃ διαίρεσιν, οἷον οἰκία καὶ ἱμάτιον καὶ ἀργύριον καὶ κτῆμα καὶ τὰ τοιαῦτα, ἀμερῆ δὲ ἅπερ ἂν ἀμέριστα ᾖ, οἷον μονὰς καὶ στιγμὴ καὶ σημεῖον καὶ φθόγγος καὶ τὰ τοιαῦτα. καὶ τῶν μεριστῶν δὲ ἄρα τὰ μέν ἐστιν ὁμοιομερῆ ὧν καὶ τὰ μέρη ὅμοια, οἷον ὕδωρ πῦρ χαλκὸς καὶ τὰ τοιαῦτα, 〈τὰ δὲ ἀνομοιομερῆ ὧν τὰ μέρη ἀνόμοια, οἷον οἰκία καὶ τὰ τοιαῦτα〉.
§32_col1.1
τῶν ὄντων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενά ἐστιν, ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δὲ ἂν εἴη οἷον ἄνθρωπος ἵππος καὶ τὰ ἄλλα ζῷα. τούτων γὰρ οὐδὲν δι’ ἑρμηνείας χωρεῖ. | τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος· καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττον θᾶττόν τινός ἐστι. τῶν ὄντων ἄρα τὰ μέν ἐστιν αὐτὰ καθ’ αὑτά, τὰ δὲ πρός τι λέγεται.
§32_col1.2
ὧδε καὶ τὰ πρῶτα διήρει κατὰ τὸν Ἀριστοτέλην.
§67_col2
τῶν ὄντων τὰ μὲν αὐτὰ καθ’ ἑαυτά ἐστι, τὰ δὲ πρός τι. αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ταῦτά ἐστιν, οἷον ἄνθρωπος οἰκία ἱμάτιον χρυσίον καὶ πάντα ὅσα ἁπλῶς, μὴ τῷ ἕτερόν τι εἶναι ἐξ ἀνάγκης ἐστί, τὰ δὲ πρός τι τοιαῦτα ἐστὶν οἷον τὸ διπλάσιον καὶ ἡ ἐπιστήμη· τό τε γάρ δι πλασίον πρὸς τὸ ἥμισυ λέ γεται καὶ ἡ ἐπιστήμη πρὸς ἄλλο τι.
Tap any Greek word to look it up