Book 6
§1 Ἀπορήσειε δἄν τις, εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται, ἆρα καὶ τὰ παθήματα τὰ αἰσθητά, οἷον χρῶμα καὶ χυμὸς καὶ ὀσμὴ καὶ βάρος καὶ ψόφος καὶ ψυχρὸν καὶ θερμὸν καὶ κοῦφον καὶ σκληρὸν καὶ μαλακόν; ἀδύνατον; ποιητικὸν γάρ ἐστιν ἕκαστον αὐτῶν τῆς αἰσθήσεως· τῷ δύνασθαι γὰρ κινεῖν αὐτὴν λέγεται πάντα.
§2 Ὤστἀνάγκη τήν τε αἴσθησιν εἰς ἄπειρα διαιρεῖσθαι καὶ πᾶν εἶναι μέγεθος αἰσθητόν· ἀδύνατον γὰρ λευκὸν μὲν ὁρᾶν, μὴ ποσὸν δέ. Εἰ γὰρ μὴ οὕτως, ἐνδέχοιτἂν εἶναί τι σῶμα μηδὲν ἔχον χρῶμα μηδὲ βάρος μηδἄλλο τι τοιοῦτον πάθος. Ὤστοὐδαἰσθητὸν ὅλως· ταῦτα γὰρ τὰ αἰσθητά.
§3 Τὸ ἄραἰσθητὸν ἔσται συγκείμενον οὐκ ἐξ αἰσθητῶν. Ἀλλἀναγκαῖον· οὐ γὰρ δὴ ἔκ γε τῶν μαθηματικῶν. Ἔτι τίνι κρινοῦμεν ταῦτα γνωσόμεθα; τῷ νῷ; Ἀλλοὐ νοητά, οὐδὲ νοεῖ νοῦς τὰ ἐκτὸς μὴ μεταἰσθήσεως ὄντα. Ἅμα δεἰ ταῦτἔχει οὕτως, ἔοικε μαρτυρεῖν τοῖς τὰ ἄτομα ποιοῦσι μεγέθη· οὕτω γὰρ ἂν λύοιτο λόγος.
§4 Ἀλλἀδύνατα· εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς λόγοις τοῖς περὶ κινήσεως. Περὶ δὲ τῆς λύσεως αὐτῶν ἅμα δῆλον ἔσται, καὶ διὰ τί πεπέρανται τὰ εἴδη καὶ χρώματος καὶ χυμοῦ καὶ φθόγγων καὶ τῶν ἄλλων αἰσθητῶν. Ὧν μὲν γάρ ἐστιν ἔσχατα, ἀνάγκη πεπεράνθαι τὰ ἐντός· τὰ δἐναντία ἔσχατα.
§5 Πᾶν δὲ τὸ αἰσθητὸν ἔχει ἐναντίωσιν, οἷον ἐν χρώματι τὸ λευκὸν καὶ τὸ μέλαν, ἐν χυμῷ γλυκὺ καὶ πικρόν· καὶ ἐν τοῖς ἄλλοις δὴ πᾶσίν ἐστιν ἔσχατα τὰ ἐναντία. Τὸ μὲν οὖν συνεχὲς εἰς ἄπειρα τέμνεται ἄνισα, εἰς δἴσα πεπερασμένα· τὸ δὲ μὴ καθαὑτὸ συνεχὲς εἰς πεπερασμένα εἴδη.
§6 Ἐπεὶ οὖν τὰ μὲν πάθη ὡς εἴδη λεκτέον, ὑπάρχει δὲ συνέχεια ἀεὶ ἐν τούτοις, ληπτέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον· καὶ διὰ τοῦτο τὸ μυριοστημόριον λανθάνει τῆς κέγχρου ὁρωμένης, καίτοι ὄψις ἐπελήλυθεν, καὶ ἐν τῇ διέσει φθόγγος λανθάνει, καίτοι συνεχοῦς ὄντος ἀκούει τοῦ μέλους παντός.
§7 Τὸ δὲ διάστημα τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους λανθάνει. Ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αἰσθητοῖς τὰ μικρὰ πάμπαν· δυνάμει γὰρ ὁρατά, ἐνεργείᾳ δοὔ, ὅταν χωρισθῇ· καὶ γὰρ ἐνυπάρχει δυνάμει ποδιαία τῇ δίποδι, ἐνεργείᾳ δἤδη διαιρεθεῖσα.
§8 Χωριζόμεναι δαἱ τηλικαῦται ὑπεροχαὶ εὐλόγως μὲν ἂν καὶ διαλύοιντο εἰς τὰ περιέχοντα, ὥσπερ καὶ ἀκαριαῖος χυμὸς εἰς τὴν θάλατταν ἐκχυθείς.
§9 Οὐ μὴν ἀλλἐπειδὴ οὐδ τῆς αἰσθήσεως ὑπεροχὴ καθαὑτὴν αἰσθητὴ οὐδὲ χωριστή (δυνάμει γὰρ ἐνυπάρχει ἐν τῇ ἀκριβεστέρᾳ ὑπεροχή), οὐδὲ τὸ τηλικοῦτον αἰσθητὸν χωριστὸν ἔσται ἐνεργείᾳ αἰσθέσθαι, ἀλλὅμως ἔσται αἰσθητόν· δυνάμει τε γάρ ἐστιν ἤδη, καὶ ἐνεργείᾳ ἔσται προσγενόμενον.
§10 Ὅτι μὲν οὖν ἔνια μεγέθη καὶ πάθη λανθάνει, καὶ διὰ τίναἰτίαν, καὶ πῶς αἰσθητὰ καὶ πῶς οὔ, εἴρηται. Ὅταν δὲ δὴ ἐνυπάρχοντα οὕτω πως ἄττα ὥστε καὶ ἐνεργείᾳ αἰσθητὰ εἶναι, καὶ μὴ μόνον ἐν τῷ ὅλῳ ἀλλὰ καὶ χωρὶς πεπερασμένα, ἀνάγκη εἶναι τὸν ἀριθμὸν καὶ χρώματα καὶ χυμοὺς καὶ φθόγγους.
§11 Ἀπορήσειε δἄν τις, ἆρἀφικνοῦνται τὰ αἰσθητὰ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν, ὁποτέρως ποτὲ γίνεται αἴσθησις, ὅταν ἐνεργῶσιν, εἰς τὸ μέσον πρῶτον, οἷον τε ὀσμὴ φαίνεται ποιοῦσα καὶ ψόφος· πρότερον γὰρ ἐγγὺς αἰσθάνεται τῆς ὀσμῆς, καὶ ψόφος ὕστερον ἀφικνεῖται τῆς πληγῆς.
§12 Ἆροὖν οὕτω καὶ τὸ ὁρώμενον καὶ τὸ φῶς; Καθάπερ καὶ Ἐμπεδοκλῆς φησὶν ἀφικνεῖσθαι πρότερον τὸ ἀπὸ τοῦ ἡλίου φῶς εἰς τὸ μεταξὺ πρὶν πρὸς τὴν ὄψιν ἐπὶ τὴν γῆν.
§13 Δόξειε δἂν εὐλόγως τοῦτο συμβαίνειν· τὸ γὰρ κινούμενον κινεῖταί ποθέν ποι, ὥστἀνάγκη εἶναί τινα καὶ χρόνον ἐν κινεῖται ἐκ θατέρου πρὸς θάτερον· δὲ χρόνος πᾶς διαιρετός, ὥστε ἦν ὅτε οὔπω ἑωρᾶτο ἀλλἔτἐφέρετο ἀκτὶς ἐν τῷ μεταξύ.
§14 Καὶ εἰ ἅπαν ἅμα ἀκούει καὶ ἀκήκοε καὶ ὅλως αἰσθάνεται καὶ ᾔσθηται, καὶ μή ἐστι γένεσις αὐτῶν, ἀλλεἰσὶν ἄνευ τοῦ γίνεσθαι ὅμως οὐδὲν ἧττον, ὥσπερ ψόφος ἤδη γεγενημένης τῆς πληγῆς οὔπω πρὸς τῇ ἀκοῇ.
§15 Δηλοῖ δὲ τοῦτο καὶ τῶν γραμμάτων μετασχημάτισις, ὡς γιγνομένης τῆς φορᾶς ἐν τῷ μεταξύ· οὐ γὰρ τὸ λεχθὲν φαίνονται ἀκηκοότες διὰ τὸ μετασχηματίζεσθαι φερόμενον τὸν ἀέρα. Ἆροὖν οὕτω καὶ τὸ χρῶμα καὶ τὸ φῶς;
§16 Οὐ γὰρ δὴ τῷ πῶς ἔχειν τὸ μὲν ὁρᾷ τὸ δὁρᾶται, ὥσπερ ἴσα ἐστίν· οὐθὲν γὰρ ἔδει που ἑκάτερον εἶναι· τοῖς γὰρ ἴσοις γινομένοις οὐδὲν διαφέρει ἐγγὺς πόρρω ἀλλήλων εἶναι.
§17 περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν τοῦτο συμβαίνειν εὔλογον· ὥσπερ γὰρ ἀὴρ καὶ τὸ ὕδωρ συνεχῆ μέν, ἀλλὅμως μεμέρισται ἀμφοτέρων κίνησις. Διὸ καὶ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει πρῶτος καὶ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δὡς οὔ.
§18 Δοκεῖ δέ τισιν εἶναι ἀπορία καὶ περὶ τούτων· ἀδύνατον γάρ φασί τινες ἄλλον ἄλλῳ τὸ αὐτὸ ἀκούειν ὁρᾶν καὶ ὀσφραίνεσθαι· οὐ γὰρ οἷόν τεἶναι πολλοὺς καὶ χωρὶς ὄντας ἀκούειν ὀσφραίνεσθαι· τὸ γὰρ ἓν χωρὶς ἂν αὐτὸ αὑτοῦ εἶναι.
§19 τοῦ μὲν κινήσαντος πρῶτον, οἷον τῆς κώδωνος λιβανωτοῦ πυρός, τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμῷ αἰσθάνονται πάντες, τοῦ δὲ δὴ ἰδίου ἑτέρου ἀριθμῷ, εἴδει δὲ τοῦ αὑτοῦ, διὸ ἅμα πολλοὶ ὁρῶσι καὶ ὀσμῶνται καὶ ἀκούουσιν. Ἔστι δοὔτε σώματα ταῦτα, ἀλλὰ πάθος καὶ κίνησίς τις (οὐ γὰρ ἂν τοῦτο συνέβαινεν), οὔτἄνευ σώματος.
§20 Περὶ δὲ τοῦ φωτὸς ἄλλος λόγος· τῷ εἶναι γάρ τι φῶς ἐστίν, ἀλλοὐ κίνησίς τις. Ὅλως δὲ οὐδὲ ὁμοίως ἐπί τε ἀλλοιώσεως ἔχει καὶ φορᾶς· αἱ μὲν γὰρ φοραὶ εὐλόγως εἰς τὸ μεταξὺ πρῶτον ἀφικνοῦνται (δοκεῖ δ ψόφος εἶναι φερομένου τινὸς κίνησις), ὅσα δἀλλοιοῦται, οὐκέτι ὁμοίως· ἐνδέχεται γὰρ ἀθρόον ἀλλοιοῦσθαι, καὶ μὴ τὸ ἥμισυ πρότερον, οἷον τὸ ὕδωρ ἅμα πᾶν πήγνυσθαι.
§21 Οὐ μὴν ἀλλἂν πολὺ τὸ θερμαινόμενον πηγνύμενον, τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου πάσχει, τὰ δὲ πρῶτον ὑπαὐτοῦ τοῦ ἀλλοιοῦντος μεταβάλλει, καὶ οὐκ ἀνάγκη ἅμα ἀλλοιοῦσθαι καὶ ἀθρόον.
§22 Ἦν δἂν καὶ τὸ γεύεσθαι ὥσπερ ὀσμή, εἰ ἐν ὑγρῷ ἦμεν καὶ πορρωτέρω ἔτι πρὶν θιγεῖν αὐτοῦ ᾐσθανόμεθα. Εὐλόγως δὧν ἐστὶ μεταξὺ τοῦ αἰσθητηρίου, οὐχ ἅμα πάντα πάσχει, πλὴν ἐπὶ τοῦ φωτὸς διὰ τὸ εἰρημένον. Διὰ τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ὁρᾶν· τὸ γὰρ φῶς ποιεῖ τὸ ὁρᾶν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up