ΒΙΒΛΙΟΝ *α.
§5.1–6.1
§5.1 ἀμβλύτητες , ἴλιγγοι, τενόντων βάρεα, φλεβῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες, ναυτία τε πολλὴ μὲν ἐπὶ σιτίοις, οὐχ ἥκιστα δὲ καὶ ἐπʼ ἀσιτίῃσι καὶ βληχρή· καὶ φλέγμα ἐμεῖται συχνόν· ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ σμικροῖσι ἐδέσμασι· φυσώδεες, ἐπηρμένοι ὑποχόνδρια. τάδε μὲν οὖν διηνεκέα.
§5.2 Ἢν δὲ πλησίον ἤδη τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων μελάνων, πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν. ἦχοι ὤτων, βαρυοδμίη· ὀργίλοι, πικρόχολοι παραλόγως· κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος, ἐξ ἀθυμίης· μετεξέτεροι δὲ Ῥεύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, τροχῷ δινευμένῳ, βέμβικι ἑλισσομένῃ· ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθητε, καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται· μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρῳ τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται, καὶ ἐς κεφαλὴν τουτέων ὁρμὴ ἧκεν. ἢν ἕρπον τὸ κακὸν εἰς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ξύλου, λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. ἥδε μέντοι ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν ξυνέπεσε· οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν νοῦσος, ἐς δάκτυλον δὲ ἤδη ἀφίκηται, ἀπό τευ ἄρξηται, ξυνήθεας ἀρωγοὺς καλέουσι τοὺς παρεόντας, προγνώσι τοῦ μέλλοντο ὑπʼ ἐμπειρίης· διασφίγγειν τε καὶ ἀνακλάειν καὶ συντείνειν δέονται τὰ κατάρχοντα μέρεα· καὶ αὐτοὶ δὲ ἑωυτέοισιν ἕλκουσι τὰ μέρεα, ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι· καὶ σφέων τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς ἡμέρην τῆν σημασίην διώσατο. πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, σκιῆς φαντασίη, καὶ οὕτω κατέπεσον.
§5.3 The common reading in the mss. is εἴδεος, which is evidently inadmissible. Petit, in his commentary, suggests that the true reading is δέος . Wigan also prefers πλησίον εἴη δέος. Ermerins accordingly reads πλησίον ἔῃ δέοσμ. None of these editors, however, refers to any authority for this expression, which appears to me quaint and unnaturalbut if the dread of a paroxysm be at hand I prefer ἤδη on the authority of many parallel passages, as for exampleπλησίον δὲ ἤδη τοῦ φρενίζειν ὄντες, Galen, de loc. affect. iii.; ἐνστάντος δὲ ἤδη τοῦ συμπτώματος, P. ae. iii. 5, in the chapter on epilepsy. Ermerins very properly restores it, in another passage of our author, where ἥδε had been substituted for it (Sympt. diut. morb. i. 9). Indeed ἤδη, in such cases, occurs frequently in the works of our author.
§5.4 Moreover, in the margin of the celebrated Reiske's copy of Henisch's edition, there is found this emendationἤδη δέος. See G. Dindorf's Appendix to Kuhn's edition. The Latin translation of Crassus would agree very well with the reading I propose; while it is unsuitable to the text when δέος is admitted: Quum vero accessio appropinquat.
§5.5 ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ξυμφορή· αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος· ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται, ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ, εὖτε ἔνθα ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει. χάσκουσι μέγα, στόμα ξηρὸν, γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι, ἀποτομῆς, εἴ κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες. ὀφθαλμοὶ ἐνδεδινημένοι, βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ· ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος. ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέν αι, ὅκως τοῖς χαλεπαίνουσι, ἄλλοτε δὲ ἐς τοὺς κροτάφους ἀπηγμέναι, πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ μέτωπον σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου Ῥυτίδας ἐξαληλίφθαι· μῆλα ἐρυθρὰ, παλλόμενα· χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότ α, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται, τοῖσι μειδιῶσι ὁμοίως.
§5.6 ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται, ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη , καὶ εἰ μέγα ἐμβοῇς· μυγμὸς δὲ καὶ στεναγμὸς φωνὴ, καὶ ἀναπνοὴ πνὶξ, ὡς ἀπαγχομένῳ· σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι· μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δὲ ἐς τὸ ξύνολον· αἰδοίων ξύντασι ς. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης πάσχουσι.
§5.7 ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσι ς· μετεξετ έροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι τῶν ἀγγείων, γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προκλήσι. γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον, φλέγμα πολλὸν, παχὺ καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλἔῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ Ῥῖνα, σὺν ὑγρῷ δὲ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε. ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι θάλασσα τὴν ἄχνην· εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαν τος τοῦ κακοῦ· ἐπὶ δὲ τῇ ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ, διαλελυμένοι, πάρετοι , ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.
§6.1 σπασμοὶ οἱ τέτανοι, κάρτα μὲν ἐπίπονοι, ὀξύτατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ Ῥηΐδιοι λυθῆναι. μυῶν τῶν ἐν γνάθοισι καὶ τενόντων τάδε πάθεα· ξυνδιδοῖ δὲ τὸ κακὸν εἰς τὸ πᾶν· ἅπαντα γὰρ ξυμπαθέα τῇσι ἀρχῇσι γίγνεται· ἰδέαι δὲ τῆς ξυνολκῆς ἔασι τρεῖς· ἐς εὐθὺ, ἐς τὸ κατόπιν, ἐς τοὔμπροσθεν. ἐς εὐθὺ μὲν τέτανος, εὖτε ἀστραβὴς ὥνθρωπος καὶ ἀκαμπὴς ἐντεταται· αἱ δὲ ἐς τοὐπίσω, ἐς τοὔμπρος θεν ξυνολκαὶ ξὺν τῇ τάσι καὶ τῷ χωρίῳ ἴσχουσι τὴν ἐπίκλησιν. τὴν μὲν γὰρ κατόπιν τοῦ νοσέοντος ἀνάκλισιν ὀπισθότονον καλέομεν, τῶν τῇδε πεπονθότων νεύρων. ἐμπροσθότονον δὲ, ἢν ἐς τοὔμπροσθεν καμπύλληται ὥνθρωπος ἐπὶ τοῖσι πρόσθεν νεύροισι· τόνος γὰρ νεύρων καὶ ἐντάσιος οὔνομα.
§6.2–7.3
§6.2 προφάσιες δὲ τῶνδε μυρίαι. καὶ γὰρ ἐπὶ τρώματι φιλέουσι γίγνεσθαι ὑμένος, μυῶν, νεύρων νυγέντων, εὖτε τὰ πολλὰ θνήσκουσι, ἐπὶ τρώματι γὰρ σπασμὸς θανάσιμον· σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώμα τι γυνὴ, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνεται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται. καὶ ψύξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιστα πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ, θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρξῃ τρῶμα νούσων ἀλλοδαπῶν ἐπιδημίη· γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περιγίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δὲ, παῖδες μὲν συνεχὲς, ἀλλʼ οὐ μᾶλλον θνήσκου σι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος· νέοι δὲ τουτέων ἧσσον πάσχουσι, μᾶλλον δὲ θνήσκουσι, ἀκμάζοντες ἥκιστα· γέροντες δὲ πάντων μᾶλλον καὶ πάσχουσι καὶ θνήσκου σι. αἰτίη γὰρ ψύξις καὶ ξηρότης γήραος, καὶ θανάτου ἥδε φύσις. ἢν δὲ ψύξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροί τε καὶ ἀσφαλέστεροι εἰς κίνδυνον οἱ σπασμοί.
§6.3 ξύνεστι μὲν αὐτέοισι, ἀθρόον μὲν εἰρῆσθαι, ἅπασι πόνος καὶ ἔντασις τενόντων καὶ Ῥάχεος, καὶ μυῶν τῶν ἐν γνάθοισι καὶ θώρηκι, ἐρείδουσι γὰρ τὴν κάτω γένυν πρὸς τὴν ἄνω, ὡς μηδὲ μοχλοῖσιν σφηνὶ διὰ Ῥηϊδίως στῆσαι δύνασθα ι. ἢν δὲ καὶ βίῃ διαγαγὼν τοὺς ὀδόντας ἐνστάξῃ τις ὑγρὸν, οὐ καταπίνουσι, ἀλλʼ ἐκχέουσι, ἐν τῷ στόματι ἴσχουσι, ἐς τὰς Ῥῖνας ἀνακόπτεται. τε γὰρ ἰσθμὸς συνερείδεται καὶ τὰ παρίσθμια σκληρὰ καὶ ἐντεταμένα ἐόντα οὐ ξυμπίπτει εἰς τὴν ἔνθλιψιν τοῦ καταπινομένου. πρόσωπα ἐρυθρὰ, πεποικιλμένα, ὀφθαλμοὶ μικροῦ δεῖν ἀτενέες, μόλις περιδινούμενοι, πνὶξ ἰσχυρὴ, ἀναπνοὴ κακὴ, χειρῶν καὶ σκελέων τάσις, μύες παλλόμενοι, πρόσωπα ποικίλως διάστροφα, μῆλα καὶ χείλεα τρομώδεα, γένυς παλλομένη, ὀδόντων ἄραβος· ἐπʼ ἄλλῳ δʼ ἄν τινι καὶ τὰ ὦτα, ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθωύμαζον. οὖρα ἐπισχόμε να μέχρι δυσουρίης καρτερῆς, αὐτομάτως ἐκχεόμενα θλιβομένης τῆς κύστεος. τάδε μὲν οὖν ξὺν πάσῃ ἰδέῃ σπασμῶν.
§6.4 ἴδια δὲ ἑκάστης, τετάνου μὲν ἐς εὐθὺ ἀπότασις ὅλου ἀστραβὴς πάντη καὶ ἀκλινὴς, εὐθέα δὲ καὶ σκέλεα καὶ χεῖρες.
§6.5 Ὀπισθότονος δὲ κατόπιν ἀγκύλλει τὸν ἄνθρωπον, ὡς τὴν κεφαλὴν ἀνακεκλασμένην μεσσηγὺ τῶν ὠμοπλατέων κέεσθαι, βρόγχος ἐξέχει, γένυς τὰ πολλὰ διΐσταται, σπάνιον δὲ εὖτε ξυνερεί δει τῇ ἄνω, Ῥωχμὸς ἀναπνοὴ, προπετέες κοιλίην καὶ θώρηκα. οὖρον τουτέοισι μᾶλλον ἀκρατές. ἐπιγάστριον ἐπιτεταμένον καὶ, εἰ ἐπικρούοις, ἐνηχοῦν· χεῖρες ἐν ἐκτάσι κατόπιν κεκλασμέναι, σκέλεα ξυγκεκαμμένα· ἐναντίως γὰρ ἰγνύῃ κατόπιν κάμπτεται.
§6.6 ἢν δὲ ἐς τὸ ἔμπροσθεν ἕλκωνται, κυρτοὶ μὲν τὰ νῶτα, ἐπʼ ἶσον τοῖσι μεταφρένοισι τῶν ἰσχίων ἐξωθευμένων· ῥάχις ὅλη ἐς εὐθύ· κορυφὴ πρηνὴς, κεφαλὴ ἐς θώρηκα συννενευκυῖα, γένυς ἐπὶ τοῖσι στέρνοισι πεπηγυῖα, χεῖρες συνηρεισμέναι, σκέλεα ἐκτεταμένα. πόνοι καρτεροὶ, φωνὴ ἁπάντων κλαυθμώδης· στενάζουσι δὲ μύζοντες βύθιον. ἢν μὲν οὖν τοῦ θώρηκος καὶ τῆς ἀναπνοῆς λάβηται τὸ κακὸν, Ῥηϊδίως τοῦ ζῆν ἀπήγαγε· ἀγαθὸν μὲν τῷ νοσέοντι ἐς πόνων καὶ διαστροφῆς καὶ αἰσχύνης ἀπαλλαγὴ ν, ἀλυπότερον δὲ καὶ τοῖσι παρεοῦσι, κἢν υἱὸς, πατὴρ ἔῃ. ἢν δὲ ἐς τὸ ζῆν ἔτι διαρκέῃ, τῆς ἀναπνοῆς, εἰ καὶ κακῆς, συντελουμένης δʼ οὖν, ἐς τὸ πρόσθεν οὐ τοξοῦνται μόνον, ἀλλὰ καὶ σφαιροῦνται, ὡς τὴν κεφαλὴν ἐπὶ τοῖσι γούνασι ἔχειν, καὶ τὰ σκέλεα καὶ τὰ νῶτα ἐς τὸ πρόσθεν κεκλάσθαι, ὡς δοκέειν ἐς ἰγνύην κατὰ γόνυ τὸ ἄρθρον ἐξῶσθαι.
§6.7 Ἐξάνθρωπος συμφορὴ, καὶ ἀτερπὴς μὲν ὄψις, ὀδυνηρὴ δὲ καὶ τῷ ὀρέοντι θέη· ἀνήκεστον δὲ τὸ δεινόν· ἀγνωσία δὲ ὑπὸ διαστροφῆς καὶ τοῖς φιλτάτοις ἀνθρώποις· εὐχὴ δὲ τοῖσι παρεοῦσι πρόσθεν οὐχ ὁσίη, νῦν ἀγαθὴ γίγνετα ι, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα, ἐς ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν. ἀτὰρ οὐδὲ ἰητρὸς παρεὼν καὶ ὁρέων, οὔτε ἐς ζωὴν, οὔτε ἐς ἀπονίην, ἀτὰρ οὔτε ἐς μορφὴν ἔτι ἐπαρκέει. εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἄν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον. τοῖσι οὖν κεκρατη μέν οισι οὐκέτι ἐγχειρέ ων ξυνάχθε ται μοῦνον. ἥδε ἐστὶ τοῦ ἰητροῦ μεγάλη ξυμφορή.
§7.1 συνάγχη κάτοξυ μέντοι πάθος· ἀναπνοῆς γὰρ πίεσις. δύο δὲ τὰ εἴδεα· γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμον , μούνου τοῦ πνεύματος πάθος, ἐφʼ ὡυτέου την αἰτίην ἴσχοντος.
§7.2 ὀργάνων δὲ, παρισθμίων , ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης· ἢν δὲ ἐπινέμηται φλεγμονὴ, καὶ γλώττης καὶ γνάθων τῶν εἴσω· εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶτταν ὑπερβολῇ μεγέθεος. πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος, καὶ τὸ περιττὸν αὐτέης ὑπὲρ τοὺς ὀδόντας ἐκχεῖται. κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, τῷ ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης, καὶ ἐν ὑγείῃ.
§7.3 τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι· ξύμπτωσις τῶν ὀργάνων, καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου φύσιος· καὶ πνὶξ καρτερὴ, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμον ὴν ἀμφὶ καρδίην καὶ πνεύμονα· συνάγχην τήνδε καλέομεν, οἷον συνεύουσαν ἔνδον καὶ ἄγχουσαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι, τροπὴν πονηρὴν ἐς τὸ θερμότα τον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ σώματός τινος φλεγμον ῆς. ἔστι δὲ οὐ μέγα τὸ θωῦμα. καὶ γὰρ ἐν Χαρωνίοισιν αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, ἀλλὰ καὶ μιᾷ εἰσπνοῇ θνήσκουσι ὥνθρωποι, πρὶν τὸ σῶμα κακόν τι παθέειν. ἀτὰρ καὶ ἀπὸ γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοὴν, οὔτι μὴν ἐνδακόντος , λυσσᾷ ἄνθρωπος. τοιήνδε οὖν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ τὴν αὐτὴν ἰδέην τοῖς ἔξωθεν αἰτίοις ἴσχει. χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδʼ ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν εἰς τὰ φρέατα ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα. οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρ ια.
§7.4–9.2
§7.4 ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος. γλῶσσα προπετὴς ὑπὲρ τοὺς ὀδόντας καὶ τὰ χείλεα· σιελοχόοι, φλέγμα παχύτατον, ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόσωπα, καὶ ἐπηρμένοι, ὀφθαλμοὶ ἐξίσχοντες , ἀναπετέες, ἐξέρυθροι· τὸ ποτὸν ἐς τὰς Ῥῖνας ἀνακόπτεται· πόνοι καρτεροὶ, ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς συνδιωκόμενοι ἀμαυροῦνται. θώρηξ καὶ καρδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέρος· εἰσπνέουσι δὲ μικρὸν πάνυ, ἔς τε καὶ ἀπεπνίχθησαν, ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου. ἐνίοισι δὲ ἐς πνεύμονα ξύνδοσις Ῥηϊδίως· οἱ δὲ μεταστάσι θνήσκουσι· πυρετοὶ νωθροὶ, μαλακοὶ, οὐδὲν ὠφελέοντες. εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο, ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρʼ οὖς ἔξω, ἔνδον ἐς τὰ παρίσθμια· κἢν μὲν ξὺν νάρκῃ, μὴ κάρτα βραδέως, περιγίγνονται μὲν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ· ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης, ἀθρόον πνίγονται. τάδε μὲν τὰ κυνάγχης εἴδεα.
§7.5 Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι· ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη· πνὶξ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἀρχὴ τῆς ἀναπνοῆς· οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθʼ ὅπη καὶ πρὶν καλέσασθαι τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. ἀπέθανον γὰρ πρὶν τὸν ἰητρὸν ἐπὶ τέχνῃ χρήσασθαι. ὁκόσος δὲ ἐς ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἐς ἅπερ ἐς τὸ ἔξω φλεγμον ἐξωκείλει, ὡς κυνάγχην ἀπὸ συνάγχης γίγνεσθαι ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερὸν, ἐρυσίπελας ἐμφανέως. καὶ ἰητρὸς δὲ ἀγαθὸς σικύῃ εἰς τὸν θώρηκα τὸ κακὸν ἀνήγαγε, σίνηπι ἐς τὰ στέρνα καὶ ἐς τὰ παρὰ γνάθους μέρεα ἐπιθεὶς, εἵλκυσε ἔξω καὶ διέπνευσε· μετεξετέροισι δὲ ἐς μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπελάθη ἔξω, ἀπεταθὲν δὲ ἀθρόως ἐπαλινδρόμησε καὶ ἔπνιξε.
§7.6 προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαὶ, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναὶ, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά.
§8.1 τὸ ἀπὸ τῆς ὑπερώης ἐκκρεμὲν σῶμα στερρὸν, μεσηγὺτῶν παρισθμίων, κίων καὶ γαργαρεὼν καλέεται. σταφυλὴ γὰρ πάθεός ἐστιν οὔνομα. νεῦρον δέ ἐστι κιονὶς τὴν φύσιν, ἀλλʼ ὑγρόν· ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε οὖν γαργαρε ὼν πλεῦνα πάσχει πάθεα. καὶ γὰρ ἐπὶ φλεγμον παχύνεται, ἶσος ἀπὸ τῆς βάσιος ἄχρι τοῦ πέρατος ἄκρου, ἐπιμήκης γιγνόμενος, καὶ ἐρύθημα ἴσχει. κίων δὲ τοῦδε τοῦ πάθεος ἐπίκλησις. εἰ κατὰ πέρας μοῦνον στρογγύ λλεται, καὶ μεγέθεϊ πελιδνὸς γίγνεται, καὶ ὑπομελαν ίζει, σταφυλὴ ἐπώνυμον τόδε τὸ πάθος. πάντα γὰρ ἴκελα αὐτέῃ, καὶ σχῆμα, καὶ χροιὴ, καὶ μέγεθος. τρίτον πάθος ἐστὶ ὑμένων, ἔνθα καὶ ἔνθα, οἷόν τι λέπεα πλατέα, νυκτερίδων πτέρυγες ἐκφαίνονται· ἱμάντιον τόδε καλέεται. ἱμᾶσι γὰρ ἴκελαι αἱ τῶν ὑμένων εἰς πλάτος ἑξαπλώσιες. ἐι δὲ ἐς λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ κιονὶς, οἷόν τι οὐρίαχον κατὰ πέρας ἴσχουσα, κράσπεδον τὴν ἐπωνυμίην ἴσχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτως μὲν ἐκ Ῥεύματος, ὅκωσπερ καὶ ἕτερα· ἀτὰρ καὶ ἀπὸ τομῆς ἐπικαρσίης, ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν. ἢν δὲ δικρόα ὑμέσι δισσοῖσι ἐκκρεμέσι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴσχει τόδε πάθος ἔκδηλον, ἅπαντι δὲ Ῥηΐδιον θεησαμένῳ γιγνώσκειν.
§8.2 πνὶξ δὲ ἐπʼ αὐτέοισι πᾶσι, καὶ ἥκιστα Ῥηϊδίως καταπίνους ι. βὴξ ἐπὶ πᾶσι μὲν, μάλιστα δὲ ἐπὶ τοῖσι ἱμαντίοισι , καὶ ἐπὶ τοῖς κρασπέδοισι. γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται· ἔσθʼ ὅπη δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρη ἐς τὴν ἀρτηρίην ὅθεν ἀναβήσσουσι· ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον, καὶ κάρτα πονηρὴ κατάποσις. καὶ γὰρ ἐς τὰς Ῥῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται, συμπαθίῃ τῶν παρισθμίων. γηραιοῖσι κίων συνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι· πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παισὶ τὰ ὑμενώδεα. τάμνειν δὲ πάντα ἀσινέα· ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ, αἱμορραγίη καὶ πόνοι καὶ φλεγμον ῆς ἐπίδοσις.
§9.1 ἕλκεα ἐν τοῖσι παρισθμίοισι γίγνεται, τὰ μὲν ξυνήθεα, εὐήθεα καὶ ἀσινέα, τὰ δὲ ξενὰ, λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκοῖα καθαρά ἐστι καὶ σμικρὰ καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει, καὶ ἀνώδυνα· λοιμώδεα δὲ ὁκόσα πλατέα, κοῖλα, Ῥυπαρὰ, ἐπιπάγῳ λευκῷ, πελιδνῷ, μέλανι συνεχόμενα· ἄφθαι τοὔνομα τοῖσι ἕλκεσι. ἢν δὲ καὶ ἐπίπαγος ἴσχῃ βάθος, ἐσχάρη τὸ πάθος καὶ ἔστι καὶ καλέεται· ἐν κύκλῳ δὲ τῆς ἐσχάρης ἐρύθημα γίγνεται καρτερὸν καὶ φλεγμονὴ καὶ πόνος φλεβῶν, ὡς ἐπʼ ἄνθρακος, καὶ μικρὰ δὲ ἐξανθήματα ἀραιὰ γιγνόμενα, ἔπειτα προσεπιγιγνόμενα συνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο. κἢν μὲν ἔξω ἐς τὸ στόμα νέμηται, ἐπὶ τὴν κιονίδα ἧκέ τε μὴν, καὶ τὴν ἀπέταμεν, καὶ ἐς τὴν γλῶσσαν ἐσκεδάσθη, καὶ ἐς οὖλα, καὶ ἐς χαλινούς· καὶ ὀδόντες ἐκινήθησαν καὶ ἐμελάνθησαν· καὶ ἐς τὸν τράχηλον φλεγμονὴ ἐξώκειλε. καὶ οἵδε μὲν οὐ πολυήμεροι θνήσκουσι φλεγμονῇ καὶ πυρετοῖσι, κακωδίῃ καὶ ἀποσιτίῃ. ἢν δὲ ἐς τὸν θώρηκα νέμηται διὰ τῆς ἀρτηρίης, καὶ αὐτῆμαρ ἀπέπνιξε. πνεύμων γὰρ καὶ καρδίη, οὔτε ὀδμῆς τοιῆσδε, οὔτε ἑλκέων, οὔτε ἰχώρων ἀνέχονται, ἀλλὰ βῆχες καὶ δύσπνοιαι γίγνονται.
§9.2 αἰτίη μὲν οὖν τοῦ ἔργου τῶν παρισθμίων, κατάποσις ψυχρῶν, τρηχέων, θερμῶν, ὀξέων, στυφόντων· τάδε γὰρ τὰ μέρεα καὶ θώρηκι εἰς φωνὴν καὶ ἀναπνοὴν, καὶ κοιλίῃ ἐς τροφῆς διαπομπὴν, καὶ στομάχῳ ἐς κατάποσιν διακονέεται. εἰ δὲ καὶ τοῖσι ἔνδον τι συμβαίη πάθος, κοιλίῃ, καὶ στομάχῳ, καὶ θώρηκι, ἐς τὸν ἰσθμὸν καὶ τὰ παρίσθμια καὶ τὰ τῇδε χωρία τοῦ κακοῦ ἀναφορὴ καὶ ἀπερεύξιες. διὰ τόδε παιδία μάλιστα πάσχει ἄχρις ἥβης· μάλιστα γὰρ παιδία καὶ μέγα καὶ ψυχρὸν ἀναπνέει· πλεῖστον γὰρ τὸ θερμὸν ἐν τουτέοισι· ἀκρατέα δὲ καὶ ἐδωδῆς, καὶ ποικίλων ἐπιθυμία, καὶ ψυχροποσίη· καὶ βοῆσαι μέγα καὶ ἐν ὀργῇ καὶ ἐν παιδιῇ. καὶ κούρῃσι δὲ μέχρι καθάρσιος ἐπιμηνίων τάδε ξυνήθεα. χώρη δὲ τίκτει Αἴγυπτος μάλιστα, καὶ γὰρ ἐς ἀναπνοὴν ἀὴρ ξηρὴ καὶ ἐδωδὴ ποικίλη. ῥίζαι γὰρ καὶ βοτάναι καὶ λάχανα πολλὰ καὶ σπέρματα δριμέα, καὶ ποτὸν παχὺ, ὕδωρ μὲν Νεῖλος, δριμὺ δὲ τὸ ἀπὸ τῶν κριθέων τὸ τῶν βρυτέων πόμα. τίκτει δὲ καὶ Συρίη, μάλιστα κοίλη· ὅθεν Αἰγύπτια καὶ Συριακὰ ἕλκεα τάδε κικλήσκουσι.
§9.3–10.5
§9.3 τρόπος δὲ θανάτου οἴκτιστος· πόνος μὲν δριμὺς καὶ θερμὸς, ὡς ἐπʼ ἄνθρακος, ἀναπνοὴ κακή. ἀναπνέουσι γὰρ ὀδωδὸς σηπεδόνα καρτερήν· τὸ αὐτὸ δὲ πάλιν συντόνως ἐς τὸν θώρηκα ἐμπνέουσι· ἀσηροὶ, ὡς μηδὲ ἑωυτέων τὴν ὀδμὴν ἀνέχεσθαι· ὠχροὶ πελιδνοὶ τὰ πρόσωπα, πυρετοὶ ὀξέες, δίψος, ὡς ἐκ πυρός, τὸ δὲ ποτὸν οὐ προσίενται, δέεϊ τῶν ἔνθεν πόνων. ἄσσονται γὰρ, ἢν τοῖσι παρισθμίοισι ἐνθλίβωσι, ἐς τὰς Ῥῖνας ἀνατρέχῃ. καὶ ἢν μὲν κατακέωνται, ἀνακαθίζουσι, ἀνακεκλίσθαι οὐκ ἀνεχόμενοι· ἢν δὲ ἀνακαθίσωσι, ὑπὸ ἀπορίης αὖθις ἀνακλίνονται. τά πολλὰ δὲ ὀρθοστάδην περιΐασι· ἀκρασίῃ γὰρ ἡσυχίης τὴν ἠρεμίην φεύγουσι, πόνῳ πόνον λῦσαι θέλοντες. ἀναπνοὴ εἴσω μεγάλη· ψυχρὸν γὰρ ἠέρα ποθέουσι ἐς ἔμψυξιν· ἔξω δὲ σμικρή. πυρίκαυτα γὰρ ἐόντα τὰ ἕλκεα προσεμπίπραται ὑπὸ θέρμης τῆς ἀναπνοῆς. βράγχος, ἀφωνίη, καὶ τάδε ἐπὶ τὸ κάκιον ἐπείγει, εὖτε ἀθρόον καταπεσόντες εἰς τὴν γῆν ἐξέλιπον.
§10.1 ὑπὸ τῇσι πλευρῇσι καὶ τῇ Ῥάχει καὶ τῷ ἔνδον θώρηκι ἄχρι κλειδῶν ὑμὴν λεπτὸς κραταιὸς ὑπέστρωται, τοῖσι ὀστέοισι προσπεφυκὼς, ὑπεζωκὼς τοὔνομα. ὧδε ἐπὴν φλεγμονὴ γένηται, πῦρ ξὺν βηχὶ καὶ πτυάλοισι ποικίλοισι, πλευρῖτις τὸ πάθος καλέεται. χρὴ δὲ ταῦτα ἀλλήλοισι ξυνωδὰ καὶ ξύμπνοα ἔμμεναι, ἀπὸ μιῆς αἰτίης ξύμπαντα· ὁκόσα γὰρ τουτέων σποράδην ἄλλο ὑπʼ ἄλλης αἰτίης γίγνεται, κἢν τὰ πάντα ἅμα ἐπιφοιτήσῃ, οὐ καλέεται πλευρῖτις· ξύνεστι δὲ πόνος ὀξὺς κληϊδέων, πῦρ δριμὺ, κατάκλισις ἐπὶ μὲν τὴν φλεγμαίνουσαν πλευρὴν εὔφορος· ἐν ἕδρῃ γὰρ ἵζει τῇ ἑωυτέου ὑμήν· εἰς τὸ ἐπέκεινα δὲ ἐπώδυνος· ὑπὸ γὰρ τοῦ ἄχθεος καὶ τῆς φλεγμον ῆς καὶ τῆς ἐξαρτήσιος ἀποτέταται ὀδύνη ἄχρι τῆς ἁπάσης ξυναφίης τοῦ ὑμένος ἐς ὤμους καὶ κληΐδας, μετεξετέροισι δὲ καὶ ἐς νῶτα καὶ ἐς ὠμοπλάτην. νωτιαίην τὴν δὲ πλευρῖτιν ἐκάλεον οἱ πρόσθεν. παρέπεται δὲ δύσπνοια, ἀγρυπνίη, ἀποσιτίη, μήλων ἐρύθημα φαιδρὸν, βὴξ ξηρὴ, πτύελα μόλις ἀναγόμενα, φλέγμα χολῶδες, δίαιμον κατακορέως , ὑπόξανθον· καὶ τάδε τάξιν οὐκ ἴσχοντα, ἄλλοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα· κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ, γίγνονται δὲ παράληροι· ἔστι δʼ ὅτε καὶ κωματώδεες , καὶ ἐν τῇ καταφορῇ παράφοροι.
§10.2 ἢν μὲν οὖν ἐς κακὸν τρέπηται νοῦσος, πάντων ἐπὶ τὸ κάκιον ἐπιδιδόντων, ἐντὸς ἑβδόμης οἵδε θνήσκουσι ἐς συγκοπὴν ἐμπεσόντες. ἢν δὲ ἀπὸ τῆς δευτέρας ἑβδομάδος ἀρχὴ τῆς ἀναγωγῆς τῶν πτυέλων γίγνηται καὶ τῶν ξυντεινόντων κακῶν, ἐς τὴν τεσσαρεσκαιδεκάτην θνήσκουσι. ἔσθʼ ὅπη δὲ μεσηγὺ τουτέου τοῦ χρόνου ἐς πνεύμονα πάντων ξύνδοσις γίγνεται. ἕλκει γὰρ πνεύμων ἐς ἑωυτὸν, καὶ μανὸς καὶ θερμὸς ἐὼν, καὶ ἐς ὁλκὴν τῶν πέλας κινεύμενος , εὖτε ἀθρόον ἀπεπνίγη ὥνθρωπος, μεταστάσι τοῦ πάθεος. ἢν δὲ ταύτην ὑπερέλθῃ νοσέων, καὶ ἐντὸς εἰκοστῆς μὴ ἀποθνήσκῃ, ἔμπυος γίγνεται. τάδε μὲν οὖν, ἢν ἐς κακὸν ἐπιδιδῷ.
§10.3 ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ Ῥινῶν λάβρως, εὖτε ἀθρόον λύεται νοῦσος· ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων, παχέων, σαρκοειδέων. κἢν ἐπὶ τῶν διαίμων παλινδρομέῃ μὲν χολὴ, ἐπʼ αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἀποκατάστασις· καὶ τάδε, ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται, καὶ Ῥηϊδίως ἀναβήσσουσι, λεῖα, ὁμαλὰ, ὑγρὰ, 〈οὐστρογγύλα. ἐς ἑβδόμην γὰρ καθίστανται, εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων, ἀναπνοῆς κατάστασις , γνώμη εὐσταθὴς, πυρετοὶ ἐνδιδόντες , εὔσιτοι· ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην καθίστανται.
§10.4 ἢν δὲ μὴ, εἰς ἐμπύημα τρέπεται, εὖτε Ῥίγεα ἐνδείκνυται, πόνοι νυγματώδεες, ἀνακαθίγνυσθαι θέλουσι, ἀναπνοὴ κακίων· δέος τότε μᾶλλον μὴ πνεύμων ἀθρόον τὸ πῦον ἑλκύσας ἀποπνίξῃ τὸν ἄνθρωπον, τὰ πρῶτα καὶ τὰ μείζω διαφυγόντα κακά. ἢν δὲ ἐς τὸ μεσηγὺ τῶν πλευρέων Ῥέψῃ, καὶ διαστήσῃ τάσδε, καὶ κορυφὴν ἐς τὸ ἔξω προβάληται, ἐς ἔντερον ἐνραγῇ, τὰ πολλὰ περιγίγνεται ἄνθρωπος.
§10.5 φέρει δὲ τὴν νοῦσον, ὥρη μὲν, χειμὼν μάλιστα πάντων, δεύτερον φθινόπωρον, ἦρ δὲ ἧσσον, ἢν μή κοτε ψυχρὸν γίγνοιτο· θέρος δὲ ἥκιστα. ἡλικίη, πρῶτον τῶν ἄλλων πάσχουσι γέροντες, οἳ καὶ μᾶλλον ἑτέρων τὸ πάθος διαδιδράσκουσι. οὔτε γὰρ μεγάλη ἂν γίγνοιτο φλεγμονὴ ἐν ξηρῷ τῷ σκήνεϊ, οὔτε ἐς πνεύμονα μετάστασις. ψυχρότερος γὰρ ἐπὶ ἄλλης ἡλικίης, καὶ ἀναπνοὴ σμικρὴ, καὶ ὁλκὴ ἁπάντων ὀλίγη. νέοι δὲ καὶ οἱ ἐπὶ ἀκμῆς, οὐ μάλα μὲν πάσχουσι, ἀτὰρ οὐδὲ μάλα περιγίγνονται· οὐ γὰρ ἂν πάθοιεν ἐπὶ σμικρῇ αἰτίῃ οὐδὲ σμικρὴν φλεγμονήν· ἐπὶ δὲ τοῖσι μεγάλοισι μείζων κίνδυνος. παῖδες ἥκιστα νοσέουσι πλευρῖτιν· ἀτὰρ καὶ ἧσσον θνήσκουσι. τά τε γὰρ σώματα μανὰ, καὶ τὰ ὑγρὰ εὔροα, καὶ πολλὴ διαπνοὴ καὶ ἀποφορή. ὅθεν οὐδὲ μεγάλη ξυνίσταται φλεγμονή· ἥδε τῆς ἡλικίης εὐτυχίη ἐν τῷδε τῷ πάθεϊ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up