Περὶ πυλωρῶν
§1 Ἔπειτα πυλωροὺς καθεστάναι μὴ τοὺς τυχόντας ἀλλὰ φρονίμους καὶ ἀγχίνους, καὶ δὴ ὑπονοεῖν δυναμένους ἀεί τι τῶν εἰσκομιζομένων, ἔτι δὲ καὶ εὐπόρους καὶ οἷς ἐνέχυρα ἐν τῇ πόλει ὑπάρχει, τέκνα καὶ γυναῖκα λέγω, ἀλλὰ μὴ οἵτινες διἔνδειαν συναλλαγμάτων ἀνάγκην διἄλλην τινὰ ἀπορίαν πεισθεῖεν ὑπό τινων αὐτοὶ παρακελεύσαιεν ἄν τινας ἐπὶ νεωτερισμῷ.
§2 Λεύκων δὲ Βοσπόρου τύραννος καὶ τῶν φρουρῶν τοὺς χρεωφειλέτας διὰ κυβείαν διἄλλας ἀκολασίας ἀπομίσθους ἐποίει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up