Μοχλοῦ πρίσις
§1 Διαπρίοντα δὲ μοχλὸν ἔλαιον ἐπιχεῖν· θᾶσσον γὰρ καὶ ἀψοφητὶ μᾶλλον πρισθήσεται. ἐὰν δὲ καὶ σπόγγος ἐπί τε τὸν πρίονα καὶ τὸν μοχλὸν ἐπιδεθῇ, πολλῷ κωφότερος ὁ ψόφος ἔσται. πολλὰ δʼ ἄν τις καὶ ἄλλα ὁμότροπα τούτοις γράψαι. ἀλλὰ ταῦτα μὲν παρετέον.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up