§1.1–4.6
§1.1 Ταῦτἀκούσας Θέρσανδρος, παντοδαπὸς ἦν· ἤχθετο, ὠργίζετο, ἐβουλεύετο· ὠργίζετο μὲν ὡς ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν.
§1.2 Ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει, πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ.
§1.3 Ὡς δοὐκ ἔπειθεν ʽἐδεδίει γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖνδευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ διἐκείνου μαθεῖν.
§1.4 Ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. Ἔμελλε δἐκεῖνος ὑπὸ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη τῆς Μελίτης συσκευασαμένης τὸν φόνον.
§1.5 Τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι,
§1.6 μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην. Προσέκειτο δὲ Μελίτη τῷ φόνῳ, ἵνα μὴ τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, ἀλλὰ μισήσας ὡς τὸ εἰκὸς τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρωμένην ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν.
§2.1 Ὡς οὖν ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ δράματος ἤρχετο. Ἀνοιμώξας γὰρ πάνυ κακούργωςτίνα βίονἔφηβιωσόμεθἔτι καὶ τί φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρκης ἡμῖν δίκαιος τρόπος· ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν ἡμᾶς. Ἔδει γάρ με μαντεύσασθαι τίς ἦν συμβαδίζων
§2.2 μοι καὶ τί πεπραχὼς εἴη.” Καθἑαυτὸν δὲ ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ̓ ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών.
§2.3 Ἀλλἐγὼ μὲν ἐφρόντιζον ὧν ὅδᾤμωζεν ὀλίγον· ἄλλος δέ τις τῶν συνδεδεμένων ʽπερίεργον γὰρ ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων κακῶν ἀκρόασιν, ἐπεὶ φάρμακον αὐτῷ τῆς ὧν ἔπαθε λύπης πρὸς ἄλλον εἰς τὸ παθεῖν κοινωνίἀτί δέ σοι συμβέβηκεν
§2.4 εἶπενἀπὸ τῆς Τύχης; εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα πονηρῷ περιπεσεῖν δαίμονι. Τεκμαίρομαι δὲ ἐκ τῶν ἐμαυτοῦ.” Καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ̓ οἷς ἦν δεδεμένος. Ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον.
§3.1 Ὡς δἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτωνλέγοις ἂνεἰπὼνκαὶ σὺ τὰ σαυτοῦ.” δὲβαδίζων ἔτυχονεἶπετὴν ἐξ ἄστεος χθές·”
§3.2 ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσαςποῖἔφηἔχεις τὴν ὁδόν;” “Ἐπὶ Σμύρνησεἶπον. “Κἀγὢ ἔφητὴν αὐτὴν ἀγαθῇ τύχῃ.” Τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς ἐν ὁδῷ.
§3.3 Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον.
§3.4 Ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι τί αὐτοῖς ἐθέλοι τὰ νεύματα· δὲ ὠχρὸς ἐγίνετο κατὰ μικρὸν καὶ ὀκνηρότερον ἤσθιεν, ἤδη δὲ καὶ τρόμος εἶχεν αὐτόν.
§3.5 Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτὸνἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο.
§3.6 Ἀλλἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω, ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;” ” Ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον, τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγωτίς Μελίτη;” δὲΜελίτη ἐστὶνἔφητῶν ἐνταῦθα πρώτη γυναικῶν.
§3.7 Αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι τῷ νῦν δὴ κακῇ τύχῃ μοι συνωδευκότι φονεῦσαι κελεύσασα.
§3.8 μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ἄθλιος οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας λόγου συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παραὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.”
§4.1 Ὡς δἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα· ἀλλὰ τρόμος μὲν εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο.
§4.2 Μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγουτίνα τρόπον τὴν κόρηνἔφηνἀπέκτεινεν μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;” δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατἐμοῦ, δι παρῆν, ἐσιώπα καὶ ἔλεγεν οὐδέν.
§4.3 Πάλιν δέ μου πυθομένουδοκεῖσἔφηκἀμὲ κεκοινωνηκέναι τοῦ φόνου; Τοῦτο ἤκουσα μόνον τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην· ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.” Ἐπῆλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν.
§4.4 Ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος πληγαῖς οὐκ εὐθὺς σμῶδιξ ὑπανίσταται, ἀλλὰ παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος πληγή, μετὰ μικρὸν δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ οἶδεν εὑρεῖν, τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν, μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δ᾽ ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ,
§4.5 οὕτω καὶ ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, λόγου τοξεύσαντος τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα, τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν· δάκρυον γὰρ αἷμα τραύματος ψυχῆς· ὅταν δὲ τῆς λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς ὀφθαλμοῖς τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν τῆς ἀνοίξεως ἐξεπήδησεν.
§4.6 Οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν πηγήν, μετὰ ταῦτα δὲ ἔρρει, σχολασάσης τῆς ψυχῆς τοῖς κακοῖς.
§5.1–9.8
§5.1 Ἔλεγον οὖντίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; Ἀλλοὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων.
§5.2 Ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή. Οἴμοι, Λευκίππη, ποσάκις μοι τέθνηκας. Μὴ γὰρ θρηνῶν ἀνεπαυσάμην; Ἀεί σε πενθῶ, τῶν θανάτων διωκόντων ἀλλήλους; Ἀλλἐκείνους μὲν πάντας Τύχη ἔπαιξε κατἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης ἔτι παιδιά·
§5.3 πᾶσα γάρ μοι, Λευκίππη, τέθνηκας. Ἐν μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκείνοις παρηγορίαν εἶχον ὀλίγην τὸ μὲν πρῶτον ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν· νῦν δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Δύο ἐξέφυγες λῃστήρια, τὸ δὲ τῆς Μελίτης πεφόνευκέ σε πειρατήριον.
§5.4 δὲ ἀνόσιος καὶ ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις καὶ συνεπλάκην μεμιασμένας συμπλοκὰς καὶ τὴν Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ.”
§6.1 Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν· δὲ παρεμυθεῖτο. “Τίς γὰρ οἶδεν εἰ ζῇ πάλιν;
§6.2 Μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; Τί δὲ προπετῶς ἀποθνήσκεις, καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς;” “Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις;
§6.3 Δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου καλλίστην ὁδόν, διἧς οὐδὲ θεοῖς ἐχθρὰ Μελίτη παντάπασιν ἀθῷος ἀπαλλάξεται· ἄκουσον δὲ τὸν τρόπον. Παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν τῆς μοιχείας, εἰ κληρωθείη τὸ δικαστήριον· νῦν δέ μοι δέδοκται πᾶν τοὐναντίον, καὶ τὴν μοιχείαν ὁμολογεῖν καὶ ὡς ἀλλήλων ἐρῶντες ἐγώ τε καὶ Μελίτη κοινῇ τὴν Λευκίππην ἀνῃρήκαμεν.
§6.4 Οὕτω γὰρ κἀκείνη δίκην δώσει κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμ̓ ἄν.” “Εὐφήμησον Κλεινίας ἔφη· “καὶ τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομιζόμενος φονεύς, καὶ ταῦτα Λευκίππης;” “Οὐδὲνεἶποναἰσχρόν, λυπεῖ τὸν ἐχθρόν.”
§6.5 Καὶ ἡμεῖς μὲν ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου μετὰ μικρὸν ἀπολύει ἐπὶ τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν.
§6.6 Ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι, μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν· ἀλλἐπέραινον οὐδέν. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι μετῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.
§7.1 τῇ δὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. Παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατἐμοῦ, καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ Μελίτη σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο.
§7.2 Ἐπεὶ δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγονἀλλ̓ οὗτοι μὲνἔφηνληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ καὶ οἱ Μελίτῃ συνειπόντες· ἐγὼ δὲ πᾶσαν ὑμῖν ἐρῶ τὴν ἀλήθειαν.
§7.3 Ἦν ἐρωμένη μοι πάλαι Βυζαντία μὲν γένος, Λευκίππη δὲ τοὔνομα. Ταύτην τεθνάναι δοκῶν ʽἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτᾠ Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ τὴν Λευκίππην εὑρίσκομεν Σωσθένει δουλεύουσαν διοικητῇ τινι τῶν Θερσάνδρου χωρίων.
§7.4 Ὅπως δὲ τὴν ἐλευθέραν Σωσθένης εἶχε δούλην τίς κοινωνία τοῖς λῃσταῖς πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. Ἐπεὶ τοίνυν ἔμαθεν Μελίτη τὴν προτέραν εὑρόντα με γυναῖκα, φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν νοῦν, συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν.
§7.5 Κἀμοὶ συνεδόκει ʽτί γὰρ οὐ δεῖ τἀληθῆ λέγεινἐπεὶ τῶν αὑτῆς με κύριον ἀποφανεῖν ὑπισχνεῖτο. Μισθοῦμαι ἕνα δή τινα πρὸς τὸν φόνον, ἑκατὸν δ μισθὸς ἦν τοῦ φόνου χρυσοῖ. Καὶ μὲν δὴ τὸ ἔργον δράσας οἴχεται κἀκ τότε γέγονεν ἀφανής, ἐμὲ δὲ ἔρως εὐθὺς ἠμύνατο.
§7.6 Ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. Διὰ τοῦτο ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην· οὐ γὰρ φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος καὶ φιλῶν ἣν ἀπέκτεινα.”
§8.1 Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχε ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. Καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ̓ ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τίνα ταῦτα εἴη τὰ λεχθέντα.
§8.2 δὲ τὰ μὲν ἐτεθορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ μάλα καὶ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ· ὥστε κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν ἔχειν κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο λόγῳ πρὸς τὴν ἀπολογίαν.
§9.1 Ἐν τούτῳ δὲ Κλεινίας θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος ἀνελθὼνκἀμοί τινα λόγονεἶπεσυγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ἀγών.”
§9.2 Ὡς δὲ ἔλαβε, δακρύων γεμισθεὶςἄνδρεσεἶπενἘφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς ἐπιθυμοῦντος ἀποθανεῖν, ὅπερ φύσει τῶν ἀτυχούντων ἐστὶ φάρμακον· κατέψευσται γὰρ ἑαυτοῦ τὴν τῶν ἀδικούντων αἰτίαν, ἵνα πάθῃ τὴν τῶν δυστυχούντων τιμωρίαν.
§9.3 δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. Ἐρωμένην εἶχεν, ὡς εἶπεν· τοῦτο γὰρ οὐκ ἐψεύσατο· καὶ ὅτι λῃσταὶ ταύτην ἥρπασαν καὶ τὰ περὶ Σωσθένους καὶ πάνθὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται τὸν τρόπον τοῦτον.
§9.4 Αὕτη γέγονεν ἐξαίφνης ἀφανής, οὐκ οἶδὅπως, οὔτεἴ τις ἀπέκτεινεν αὐτήν, οὔτεἰ ζῇ κλαπεῖσα· πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς ἐφοἷς οὐκ ἐτύγχανε, καὶ φίλους ἔχοντα λῃστάς. Οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο.
§9.5 Ὅτι μὲν γὰρ ἐπιθυμεῖ θανάτου, καὶ αὐτὸς ὡμολόγησε, καὶ ὅτι διὰ λύπην τὴν ἐπὶ τῇ γυναικί. Σκοπεῖτε δὲ εἴ τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει καὶ ζῆν διὀδύνην οὐ φέρει.
§9.6 Τίς οὕτω φιλόστοργος φονεύς; ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; Μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε ἄνθρωπον ἐλέου μᾶλλον τιμωρίας δεόμενον. Εἰ δὲ αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω τίς ἐστιν μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην.
§9.7 Εἰ δὲ μήθ ἀποκτείνας ἐστὶ μήθ ἀνῃρημένη, τίς ἤκουσε πώποτε τοιοῦτον φόνον; “ἬρωνφησὶΜελίτης· διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.” Πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ νῦν ἀποθανεῖν ἐθέλει, ἣν ἀπέκτεινεν;
§9.8 οὕτω γὰρ ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον; Ἆροὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος ἠρνήσατο τὸν φόνον, ἵνα καὶ σώσῃ τὴν ἐρωμένην καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ;
§9.9–12.1
§9.9 Διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ τοιοῦτο πέπρακται; Ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλὡς τὸ πᾶν ἐγένετο.
§9.10 Μελίτη μὲν ἐπεπόνθει τι πρὸς τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν θαλάττιος οὗτος ἀνεβίω νεκρός· δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο, κἀν τούτῳ τὴν ἐρωμένην εὑρών, ὡς ἔφη, παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον.
§9.11 δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν οἰκίαν τε εἰσεδέξατο καὶ τἆλλα ὡς πρὸς ἐλευθέραν δυστυχήσασαν ἐφιλοτιμήσατο· ἐπειδὴ δὲ ἔμαθεν, ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ· καὶ μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι.
§9.12 Καὶ ὅτι ταῦτα οὐ ψεύδομαι, Μελίτη συνομολογήσει καὶ θεράπαιναι δύο, μεθὧν αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. Ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον μὴ ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ ζηλοτυπίαν αὕτη· ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθαὑτοῦ καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε.
§9.13 Τῶν δεσμωτῶν τις ὀδυρόμενος ἑαυτοῦ τὴν συμφοράν, ἔλεγεν ἐν ὁδῷ τινι κεκοινωνηκέναι κατἄγνοιαν ἀνδρὶ φονεῖ, δεδρακέναι δἐκεῖνον γυναικὸς φόνον ἐπὶ μισθῷ. Καὶ τοὔνομα ἔλεγε· Μελίτην μὲν εἶναι τὴν μισθωσαμένην,
§9.14 Λευκίππην δὲ τὴν ἀνῃρημένην. Εἰ δὲ ταῦτα γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δὑμῖν ἐξέσται. Ἔχετε τὸν δεδεμένον· εἰσὶν αἱ θεράπαιναι· ἔστιν Σωσθένης. μὲν ἐρεῖ πόθεν ἔσχε τὴν Λευκίππην δούλην, αἱ δὲ πῶς γέγονεν ἀφανής, δὲ περὶ τοῦ μισθωτοῦ καταγορεύσει. Πρὶν δὲ μάθητε τούτων ἕκαστον, οὔτε ὅσιον οὔτε εὐσεβὲς νεανίσκον ἄθλιον ἀνελεῖν, πιστεύσαντας μανίας λόγοις· μαίνεται γὰρ ὑπὸ λύπης.”
§10.1 Ταῦτα εἰπόντος τοῦ Κλεινίου, τοῖς μὲν πολλοῖς ἐδόκει πιθανὸς λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ προνοίᾳ.
§10.2 Μελίτη δὲ τὰς θεραπαινίδας ἐδίδου καὶ Θέρσανδρον ἠξίου διδόναι Σωσθένην· τάχα γὰρ αὐτὸν εἶναι τὸν Λευκίππην ἀνῃρηκότα· καὶ οἱ συναγορεύοντες αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν.
§10.3 δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν παραστατῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι, πρὶν τοὺς ἐπαὐτὸν πεμφθέντας ἥκειν· ὃς δὴ ἐπιβὰς ἵππου σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν κίνδυνον λέγει καὶ ὡς, εἰ ληφθείη, εἰς βασάνους ἀπαχθήσεται.
§10.4 δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης δωματίῳ παρών, κατεπᾴδων αὐτῆς· κληθεὶς δὲ ὑπὸ τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται, καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ ἤδη νομίζων τοὺς δημίους ἐπαὐτὸν παρεῖναι, ἐπιβὰς ἵππου σπυδῇ μάλα ἐλαύνει τὴν ἐπὶ Σμύρνης· δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. Ἀληθὴς δέ ἐστιν, ὡς ἔοικεν, λόγος, ὅτι μνήμην ἐκπλήσσειν πέφυκε φόβος.
§10.5 γοῦν Σωσθένης περὶ ἑαυτοῦ φοβηθείς, ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν ποσὶν ὑπἐκπλήξεως, ὡς μηδὲ τοῦ τῆς Λευκίππης δωματίου κλεῖσαι τὰς θύρας. Μάλιστα γὰρ τὸ τῶν δούλων γένος ἐν οἷς ἂν φοβηθῇ σφόδρα δειλόν ἐστιν.
§11.1 Ἐν τούτῳ δὲ Θέρσανδρος πρὸ τῆς προκλήσεως ἀπὸ τῆς Μελίτης οὕτω γενομένης παρελθὼνἱκανῶς μὲνεἶπενοὗτος, ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν· ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας εἰ φονέα ἐπαὐτοφώρῳ λαβόντες ʽμεῖζον δὲ τῆς φωράσεως τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖνοὐ δὴ κελεύετε τῷ δημίῳ, καθέζεσθε δὲ γόητος ἀκούοντες πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος, ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι, ὥστοὐκ οἶδα τί δεῖ βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου.
§11.2 Δοκοῦσι δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παρἐμοῦ, τρίτην ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον· αὐτὸς γὰρ ἐτύγχανεν τὴν μοιχείαν μοι κατειπών· ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν αὐτόν· καὶ τοῦτεἰδότες ὡς οὐκ ἂν ἔχοιμι παρασχεῖν τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται πάνυ κακούργως.
§11.3 Εἴη μὲν οὖν κἀκεῖνον φανῆναι καὶ μὴ τεθνάναι· τί δὲ καί, εἰ παρῆν, ἔδει παραὐτοῦ μαθεῖν; Εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος ἔστω· καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ τοῦτο διἐμοῦ. Ἀπήλλακται μὲν δὴ Σωσθένης ταῦτα εἰπών· τοὐντεῦθεν δὲ λόγος μοι πρὸς Μελίτην καὶ Κλειτοφῶντα.
§11.4 Τί μου τὴν δούλην λαβόντες πεποιήκατε; δούλη γὰρ ἦν ἐμὴ Σωσθένους αὐτὴν ἐωνημένου, καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο,
§11.5 πάντως ἂν ἐδούλευεν ἐμοί.” Τοῦτον δὲ τὸν λόγον Θέρσανδρος πάνυ κακοήθως παρενέβαλεν, ἵνα κἂν ὕστερον Λευκίππη φωραθῇ ζῶσα, πρὸς δουλείαν αὐτὴν ἀγάγῃ. Εἶτα προσετίθειΚλειτοφῶν μὲν οὖν ὡμολόγησεν ἀνῃρηκέναι καὶ ἔχει τὴν δίκην, Μελίτη δὲ ἀρνεῖται. Πρὸς ταύτην αἱ τῶν θεραπαινίδων εἰσὶ βάσανοι.
§11.6 Ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί δὲ ὅλως ἐξεπέμπετο καὶ πρὸς τίνα; Ἆροὐκ εὔδηλον τὸ πρᾶγμα, ὡς συσκευασάμενοι ἦσάν τινας ὡς κτενοῦντας;
§11.7 Αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα· κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. Ἐλήρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου.
§11.8 Καὶ τίς δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; Οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; Οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;”
§12.1 Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ʽἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεωσ̓ ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, μὴν οὐκ εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι.
§12.2–16.4
§12.2 Ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου, καὶ τῶν μὲν μάστιγας κομιζόντων τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται.
§12.3 Σημεῖον δὲ τοῦτο ἐστὶν ἡκούσης θεωρίας τῇ θεῷ· τοῦτο δὲ ὅταν γένηται, πάσης εἶναι δεῖ τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί. Οὕτω μὲν δὴ τότε τῶν δεσμῶν ἐλύθην. Ἦν δὲ τὴν θεωρίαν ἄγων Σώστρατος, τῆς Λευκίππης πατήρ.
§12.4 Οἱ γὰρ Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον· ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ θεὸς ἐπιστᾶσα. Τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν ἐν Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν.
§13.1 Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λευκίππη τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. Ὡς δἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ.
§13.2 Καὶ ʽἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερὸν̓ ἐκτρέχει τε ἐπαὐτὸ καὶ ἔχεται τοῦ νεώ. Τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος νεώς,
§13.3 ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις. Εἰ δέ τις εἴσω παρῆλθε γυνή, θάνατος ἦν δίκη, πλὴν εἰ μὴ δούλη τις ἦν ἐγκαλοῦσα τῷ δεσπότῃ. Ταύτῃ δὲ ἐξῆν ἱκετεύειν τὴν θεόν, οἱ δὲ ἄρχοντες ἐδίκαζον αὐτῇ τε καὶ τῷ δεσπότῃ· καὶ εἰ μὲν δεσπότης οὐδὲν ἔτυχεν ἀδικῶν, αὖθις τὴν θεράπαιναν ἐλάμβανεν, ὀμόσας μὴ μνησικακήσειν τῆς καταφυγῆς· εἰ δὲ ἔδοξεν θεράπαινα δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ θεῷ.
§13.4 Ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος καὶ ἐπὶ τὰ δικαστήρια παρελθόντος, ὡς ἂν ἐπισχοίη τὰς δίκας, εἰς τὸ ἱερὸν Λευκίππη παρῆν, ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν.
§14.1 Ὡς δἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο μὲν τὸ δικαστήριον, ὄχλος δἦν περὶ ἐμὲ καὶ θόρυβος τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐκθειαζόντων, τῶν δὲ ἀναπυνθανομένων. Ἔνθα καὶ Σώστρατος ἐπιστὰς ὁρᾷ με καὶ γνωρίζει.
§14.2 Καὶ γάρ, ὡς ἔφην ἐν ἀρχῇ τῶν λόγων, ἐν Τύρῳ ποτε ἐγεγόνει περὶ τὴν τῶν Ἡρακλείων ἑορτὴν καὶ χρόνου πολλοῦ διατρίψας ἔτυχεν ἐν Τύρῳ, πρὸ πολλοῦ τῆς ἡμετέρας φυγῆς· ὥστε ταχύ μου τὴν μορφὴν συνεβάλετο, καὶ διὰ τὸ ἐνύπνιον φύσει προσδοκῶν εὑρήσειν ἡμᾶς.
§14.3 Προσελθὼν οὖν μοιΚλειτοφῶν οὗτος, Λευκίππη δὲ ποῦ;” Ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν ἔνευσα, οἱ δὲ παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατἐμαυτοῦ· καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ μου τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν ἐξώρυξεν αὐτούς· οὐδὲ γὰρ ἐπεχείρουν κωλύειν ἐγώ, παρεῖχον δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν.
§14.4 δὲ Κλεινίας προσελθὼν εἶργε παρηγορῶν αὐτὸν ἅμα καὶ λέγωντί ποιεῖς, ἄνθρωπε; τί μάτην ἐξηγρίωσαι κατἀνδρός, ὃς μᾶλλον σοῦ Λευκίππην φιλεῖ; Θάνατον γοῦν ὑπέστη παθεῖν, ὅτι τεθνάναι αὐτὴν ἔδοξεν·” ἄλλα τε πολλὰ ἔλεγε παραμυθούμενος αὐτόν.
§14.5 δὲ ὠδύρετο καλῶν τὴν Ἄρτεμινἐπὶ τοῦτό με, δέσποινα, ἤγαγες ἐνταῦθα; τοιαῦτά σου τῶν ἐνυπνίων τὰ μαντεύματα; Κἀγὼ μὲν ἐπίστευόν σου τοῖς ὀνείροις καὶ εὑρήσειν παρὰ σοὶ προσεδόκων τὴν θυγατέρα· καλὸν δέ μοι δῶρον δέδωκας· εὗρον τὸν ἀνδροφόνον αὐτῆς
§14.6 παρὰ σοί.” Καὶ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγειθάρρει, πάτερ, Ἄρτεμις οὐ ψεύδεται· ζῇ σοι Λευκίππη· πίστευσόν μου τοῖς μαντεύμασιν. Οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;”
§15.1 Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντωνκόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· δὲ Κλεινίας πρὸς τὸν Σώστρατονἀληθῆ μου, πάτερεἶπετὰ μαντεύματα,” καὶ ἅμα πρὸς τὸν ἄγγελον
§15.2 εἶπεμὴ καλή;” “Οὐκ ἄλλην τοιαύτηνἔφημετὰ τὴν Ἄρτεμιν εἶδον.” Πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶΛευκίππην λέγεις.” “Καὶ μάλαἔφη· “καλεῖσθαι γὰρ τοῦτο ἔλεγεν αὐτή, καὶ πατρίδα Βυζάντιον
§15.3 καὶ πατέρα Σώστρατον ἔχειν.” μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δεσμῶν εἰς ἀέρα, καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι λαβέσθαι.
§15.4 Ἀλλεἶχον οἱ πόδες μου τότε πτερά. Μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται, καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν με τύπτειν· ἐγὼ δὲ ἤδη θαρρῶν ἠμυνόμην, οἱ δὲ εἷλκόν με εἰς τὸ δεσμωτήριον.
§16.1 Κἀν τούτῳ παρῆν Κλεινίας καὶ Σώστρατος. Καὶ μὲν Κλεινίας ἐβόαποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ καταδεδίκασται.” Καὶ Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ· οἱ δὲ παρόντες μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον.
§16.2 Οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παράξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. Οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην, καὶ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων.
§16.3 Οὐκ ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν, καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ Σωστράτου καὶ τἀμά. Ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ νεὼ καὶ τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δὀφθαλμοὺς εἶχεν ἐπἐμέ.
§16.4 Ἐγὼ δὲ εἱστήκειν καὶ πάντα ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον, αἰδοῖ τῇ πρὸς τὸν Σώστρατον κατέχων ἐμαυτὸν ἐπαὐτὴν ἐκθορεῖν. Οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up