§1.1–6.2
§1.1 Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτὴνἀλλὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν καὶ τἆλλα ὅσα ὑπέσχου περὶ Λευκίππης.” “Μὴ φροντίσῃσεἶπετοῦ γε κατἐκείνην μέρους, ἀλλ̓ ἤδη νόμιζε Λευκίππην ἔχειν· σὺ δὲ ἔνδυθι τὴν ἐσθῆτα τὴν ἐμὴν καὶ κλέπτε τὸ πρόσωπον τῷ πέπλῳ.
§1.2 Ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ, περιμένει δέ σε καὶ νεανίσκος ἐπαὐταῖς ταῖς θύραις, προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ
§1.3 Λευκίππη σοι παρέσται.” Ταῦτα ἅμα λέγουσα ἐσκεύασέ με ὡς ἑαυτὴν καὶ καταφιλοῦσαὡς εὐμορφότεροσἔφηπαρὰ πολὺ γέγονας τῇ στολῇ. Τοιοῦτον Ἀχιλλέα ποτε ἐθεασάμην ἐν γραφῇ. Ἀλλά μοι, φίλτατε, σώζοιο, καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην· ἐμοὶ δὲ τὴν σὴν κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη
§1.4 σοι περικεχύσθαι.” Δίδωσι δέ μοι καὶ χρυσοῦς ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ· θεράπαινα δὲ ἦν αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. Ὡς δὲ εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει πάλιν ἀναστρέφειν πρὸς αὐτήν, ἐπειδὰν ἔξω γένωμαι τῶν θυρῶν.
§2.1 Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι, καὶ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με πρὸς τῆς Μελίτης ταύτῃ προστεταγμένος ἀπολαμβάνει.
§2.2 Ἀπελεύθερος δὲ οὗτος τῶν συμπεπλευκότων ἦν ἡμῖν καὶ ἄλλως ἐμοὶ κεχαρισμένος. Ὡς δὲ ἀνέστρεψεν Μελανθώ, καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ οἴκημα, καὶ ἀνοίγειν ἐκέλευσεν αὖθις.
§2.3 Ὡς δὲ ἀνέῳξε, καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα· κἀκεῖνος, ὡς τὸ εἰκός, θέαμα ἰδὼν παραδοξότατον ἐξεπλάγη καὶ ἔστη σιωπῇ.
§2.4 Λέγει οὖν πρὸς αὐτὸνοὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα, ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλἵνα σοι πρὸς Θέρσανδρον τῆς αἰτίας ἀπόλυσις ὡς οὐ συνεγνωκότι.
§2.5 Χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μείνῃς, παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον.” Καὶ Πασίων ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακἰπάνυἔφηδέσποινα, τὸ σοὶ δοκοῦν
§2.6 κἀμοὶ δοκεῖ καλῶς ἔχειν.” Ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν· ὅταν δἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι.
§3.1 Καὶ μὲν οὕτως ἔπραξεν· ἐμοὶ δὲ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν.
§3.2 Ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ διὅλης τῆς νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι δεινόν· ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον.
§3.3 γὰρ Σωσθένης τὴν Λευκίππην ὠνησάμενος, ὃν Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι.
§3.4 Καὶ πρῶτον μὲν φθάσας καταμηνύει μου πρὸς τὸν Θέρσανδρον· γὰρ διαβαλὼν αὐτὸς ἦν· ἔπειτα καὶ περὶ Λευκίππης λέγει τι πάνυ πιθανῶς πλασάμενος. Ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν αὐτὸν τῆς Μελίτης ἀπαγάγοι, “κόρην ἐωνησάμην,
§3.5 δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. Ταύτην ἐφύλαττόν σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, διόπερ ἤθελον· ἀλλοὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπαὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη μοιχὸς ἄτιμος καὶ ξένος.
§3.6 Ἀφῄρηται δὲ ταύτην χθὲς δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν· τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.”
§4.1 Ἐπῄνεσεν Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφὁμιλίᾳ·
§4.2 δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήνἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου.
§4.3 Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς· αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προξενεῖ.” μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπησεν, δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα· ἔτυχε δὲ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν.
§4.4 Τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεττάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπαὐτὴν χωρεῖν ἔμελλεν.
§5.1 Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με Σωσθένης πρῶτος γνωρίσαςἀλλἰδοὺφησὶνοὗτος μοιχὸς βακχεύων ἡμῖν
§5.2 ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.” μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ λαβὼν καιρὸν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι· ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρει.
§5.3 Ἔτι μᾶλλον οὖν Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην· ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν ἔγκλημα μοιχείας ἐπιφέρων.
§5.4 Ἐμὲ δὲ ἐλύπει τούτων μὲν οὐδέν, οὔθ τῶν δεσμῶν ὕβρις οὔθ̓ τῶν λόγων αἰκία· καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς· δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν οὔπω σαφῶς αὐτὴν ἀπολαβόντα.
§5.5 Ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐστοχοῦμεν. Οὐδὲν οὖν ὑγιὲς ἐνενόουν περὶ τῆς Λευκίππης, ἀλλἦν ὕποπτά μοι πάντα καὶ μεστὰ δείματος.
§6.1 Ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς· δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. Ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν Σωσθένης εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ καὶ δέος.
§6.2 γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι καλῶς ἀόρατος εἶναι τὸ παράπαν· φαίνεται γὰρ ἀκριβῶς ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ· ἡσθείς τε γὰρ ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς, καὶ ἀνιαθεὶς συνέστειλε τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς.
§6.3–10.5
§6.3 Ὡς οὖν ἤκουσεν Λευκίππη ἀνοιγομένων τῶν θυρῶνἦν δἔνδον λύχνοσ” , ἀνανεύσασα μικρὸν αὖθις τοὺς ὀφθαλμοὺς κατέβαλεν. Ἰδὼν δὲ Θέρσανδρος τὸ κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς ʽμάλιστα γὰρ ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλοσ̓, ἀφῆκε τὴν ψυχὴν ἐπαὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν.
§6.4 Ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγειτί κάτω βλέπεις, γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς τὴν γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλμοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς.”
§7.1 δὲ ὡς ἤκουσεν, ἐνεπλήσθη δακρύων, καὶ εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. Δάκρυον γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον· κἂν μὲν ἄμορφος καὶ ἄγροικος, προστίθησιν εἰς δυσμορφίαν· ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν βαφὴν ἠρέμα τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ.
§7.2 Χεομένης δὲ τῆς τῶν δακρύων ἅλμης περὶ τὸν κύκλον, τὸ μὲν λευκὸν πιαίνεται, τὸ δὲ μέλαν πορφύρεται, καὶ ἔστιν ὅμοιον τὸ μὲν ἴῳ, τὸ δὲ ναρκίσσῳ· τὰ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἔνδον εἱλούμενα γελᾷ.
§7.3 Τοιαῦτα Λευκίππης ἦν τὰ δάκρυα, αὐτὴν τὴν λύπην εἰς κάλλος νενικηκότα· εἰ δὲ ἠδύνατο παγῆναι πεσόντα, καινὸν ἂν εἶχεν ἤλεκτρον γῆ. δὲ Θέρσανδρος ἰδὼν πρὸς μὲν τὸ κάλλος ἐκεχήνει, πρὸς δὲ τὴν λύπην ἐξεμεμήνει καὶ τοὺς ὀφθαλμοὺς δακρύων ἐγκύους εἶχεν.
§7.4 Ἔστι μὲν γὰρ φύσει δάκρυον ἐπαγωγότατον ἐλέου τοῖς ὁρῶσι, τὸ δὲ τῶν γυναικῶν μᾶλλον· ὅσῳ γὰρ θαλερώτερον, τοσούτῳ καὶ γοητότερον. Ἐὰν δὲ δακρύουσα καὶ καλὴ καὶ θεατὴς ἐραστής, οὐδὀφθαλμὸς ἀτρεμεῖ, ἀλλὰ τὸ δακρύον ἐμιμήσατο.
§7.5 Ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δακρύων τὴν πηγὴν συνεφέλκεται. δὲ ἐραστὴς δεξάμενος ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ δάκρυον εἰς τοὺς ὀφθαλμοὺς ἐτήρησεν, ὁραθῆναι δὲ εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, ἀλλὰ τὸ δάκρυον, ὡς δύναται, κατέχει καὶ φοβεῖται μὴ πρὸ καιροῦ φύγῃ.
§7.6 δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν· μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ.
§7.7 Τοιοῦτό τι τῷ Θερσάνδρῳ συμβεβήκει· ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει.
§7.8 Λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψαςνῦν μὲν αὐτὴν θεράπευσον, ὁρᾷς γὰρ ὡς ἔχει λύπης· ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς ἂν μὴ ὀχληρὸς εἴην· ὅταν δἡμερώτερον διατεθῇ, τότε αὐτῇ διαλεχθήσομαι.
§7.9 Σὺ δέ, γύναι, θάρρει· ταχὺ γὰρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.” Εἶτα πρὸς τὸν Σωσθένην πάλιν ἐξιὼνὅπως εἴπῃς τὰ εἰκότα περὶ ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσασἔφη. Ἐπὶ τούτοις ἀπηλλάττετο.
§8.1 Ἐν δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς ἀγροὺς Μελίτη νεανίσκον ἀποστείλασα, ἐπείγειν αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένη φαρμάκων.
§8.2 Ὡς οὖν ἧκεν οὗτος εἰς τοὺς ἀγρούς, καταλαμβάνει τὰς θεραπαινίδας ζητούσας τὴν Λευκίππην καὶ πάνυ τεταραγμένας· ὡς δὲ ἦν οὐδαμοῦ, δρόμῳ φθάσας ἀπήγγειλε τὸ συμβάν.
§8.3 δὲ ὡς ἤκουσε τὰ περὶ ἐμοῦ, ὡς εἴην εἰς τὸ δεσμωτήριον ἐμβληθείς, εἶτα περὶ τῆς Λευκίππης, ὡς ἀφανὴς ἐγένετο, νέφος αὐτῆς κατεχύθη λύπης.
§8.4 Καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, ὑπενόει δὲ τὸν Σωσθένην· βουλομένη δὲ φανερὰν αὐτῆς τὴν ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ σοφίσματι τὴν ἀλήθειαν.
§9.1 Ἐπεὶ γὰρ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλινσὺ τὸν μοιχὸν ἐξέκλεψας· σὺ τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον· τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις, ἀλλοὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;” Μελίτηποῖον μοιχόν;” ἔφη· “τί πάσχεις; εἰ γὰρ θέλεις τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν.
§9.2 Ἓν οὖν σου δέομαι, γενοῦ μοι δικαστὴς ἴσος, καὶ καθήρας μέν σου τὰ ὦτα τῆς διαβολῆς, ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν ἐπιστήσας κριτὴν ἀκέραιον ἄκουσον. νεανίσκος οὗτος οὔτε μοιχὸς ἦν ἐμὸς οὔτἀνήρ, ἀλλὰ τὸ μὲν γένος ἀπὸ Φοινίκης, Τυρίων οὐδενὸς δεύτερος· ἔπλευσε δὲ καὶ αὐτὸς οὐκ εὐτυχῶς, ἀλλὰ πᾶς φόρτος αὐτοῦ γέγονε τῆς θαλάσσης.
§9.3 Ἀκούσασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου, καὶ παρέσχον ἑστίαντάχαλέγουσακαὶ Θέρσανδρος οὕτω που πλανᾶται· τάχαλέγουσατὶς κἀκεῖνον ἐλεήσει γυνή. Εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ τὴν θάλασσαν, ὡς φήμη λέγει,
§9.4 φέρε πάντα τιμήσωμεν τὰ ναυάγια.” Πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας; πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς; Εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμβανον, “τάχαἔλεγονἐπὶ ταύτης τῆς νεὼς
§9.5 Θέρσανδρος ἔπλει.” Εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. Ἔπλευσεν ὥσπερ σύ· ἐτίμων φίλτατε, τῆς σῆς συμφορᾶς τὴν εἰκόνα. Πῶς οὖν ἐνταῦθα συνεπηγόμην;
§9.6 λόγος ἀληθής. Ἔτυχε μὲν πενθῶν γυναῖκα, δἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα· τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. Καὶ οὕτως εἶχε·
§9.7 τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. Διὰ τοῦτο ἠκολούθησέ μοι. Ἔχεις τὸν Σωσθένην, πάρεστιν γυνὴ κατὰ τοὺς ἀγρούς. Ἐξέτασον τῶν λεχθέντων ἕκαστον. Εἴ τι ἐψευσάμην, μεμοίχευμαι.”
§10.1 Ταῦτα δὲ ἔλεγε προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευκίππης μὴ ἐγνωκέναι· ταμιευσαμένη αὖθις, εἰ ζητήσει Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαινίδας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν μὴ παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ ἦν, οὐδαμοῦ φαίνεσθαι τὴν κόρην.
§10.2 Οὕτω γὰρ αὐτὴν ἐγκεῖσθαι πρὸς τὴν ζήτησιν φανερῶς, ὡς καὶ τὸν Θέρσανδρον ἐπαναγκάσαι. Ταῦτα οὖν ὑποκριναμένη πιθανῶς κἀκεῖνα προσετίθειπίστευσον, ἄνερ· οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας χρόνον·
§10.3 μηδὲ νῦν τοιοῦτον ὑπολάβῃς. δὲ φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας.
§10.4 Καὶ γὰρ σὺ φήμῃ τέθνηκας. Φήμη δὲ καὶ Διαβολὴ δύο συγγενῆ κακά· θυγάτηρ Φήμη τῆς Διαβολῆς. Καὶ ἔστι μὲν Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς σφοδροτέρα, Σειρήνων πιθανωτέρα· δὲ Φήμη ὕδατος ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα.
§10.5 Ὅταν οὖν Διαβολὴ τοξεύσῃ τὸν λόγον, μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθοὗ πέμπεται, δὲ ἀκούων ταχὺ πείθεται καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα μαίνεται· τεχθεῖσα δὲ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ.
§10.6–17.3
§10.6 Ταῦτά με τὰ δύο πολεμεῖ· ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας.”
§11.1 Καὶ ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν· οὐ μέντοι τέλεον ἐπίστευσε· ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν ἐστιν.
§11.2 Ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. Τότε μὲν οὖν εἰπὼν ἐξετάσειν περὶ τῶν εἰρημένων, κοιμησόμενος ᾤχετο καθαὑτόν· δὲ Μελίτη κακῶς εἶχε τὴν ψυχήν, ὡς ἐκπεσοῦσα πρός με τῆς ὑποσχέσεως.
§11.3 δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονὴνκατωρθώσαμενεἶπεν Λάκαινα· Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε· τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν.
§11.4 Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ.”
§12.1 Καὶ Λευκίππητοιαῦτα σοὶἔφηγένοιτο εὐτυχήματα, οἷα ἐμοὶ κομίζων πάρει.” δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ ὄντα λέγειν, φιλοφρονούμενος προσετίθειβούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν μᾶλλον ἡσθείης.
§12.2 Μελέτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς, γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων· πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον χρηστότης· τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός,
§12.3 μάλιστα τέρπει γυναῖκα.” Πρὸς τοῦτο οὐχ ὑπήνεγκεν Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ’ “ κακὸν σὺ θηρίονἔφημέχρι τίνος μοι
§12.4 μιαίνεις τὰ ὦτα; Τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε καὶ μεγαλόψυχος τοῖς δεομένοις· ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος.
§12.5 Τί μοι καταλέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; Τότε ἐπαινέσω Θέρσανδρον ὡς ἄνδρα ἀγαθόν, ὅταν εἰς τὰς ἀλλοτρίας μὴ ἐνυβρίζῃ γυναῖκας.”
§13.1 Καὶ Σωσθένης σπουδάσας εἶπεπαίζεις.” “Πῶς παίζω;” ἔφη. “Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.” “Δοκεῖς μοιἔφημαίνεσθαι μανίαν ἀνήκεστον.
§13.2 Πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀναγαγεῖν;” Εἶτα κατέλεγε τὴν ναυαγίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος.
§13.3 Ὡς δοὐδὲν Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, “σκέψαιἔφηκατὰ σὲ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα·
§13.4 ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι. Χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἐπὶ μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. Τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.”
§14.1 Τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως· Κλεινίας δὲ καὶ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι ʽδιηγγέλκει γὰρ αὐτοῖς Μελίτἠ τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. Καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλἐκέλευεν ἀπαλλάττεσθαι αὐτοὺς τὴν ταχίστην.
§14.2 μὲν δὴ τούτους ἀπήλασεν ἄκοντας, ἐγὼ δὲ ἐντειλάμενος αὐτοῖς περὶ τῆς Λευκίππης, εἰ παραγένοιτο, περὶ τὴν ἕω σπουδῇ πρός με ἥκειν, καὶ τὰς τῆς Μελίτης διηγησάμενος ὑποσχέσεις, τὴν ψυχὴν εἶχον ἐπὶ τρυτάνης ἐλπίδος καὶ φόβου, καὶ ἐφοβεῖτό μου τὸ ἐλπίζον καὶ ἤλπιζε τὸ φοβούμενον.
§15.1 Ἡμέρας δὲ γενομένης μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ̓ ἐμέ. Ὡς δὲ εἶδεν Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν.
§15.2 δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται δέ τι μάλα πιθανῶς. “Ἀρνεῖται μὲν γὰρεἶπεν, “οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως ἔχειν ἁπλῶς, ἀλλὑπονοεῖν μοι δοκεῖ σε χρησάμενον ἅπαξ ἀφήσειν,
§15.3 καὶ ὀκνεῖ τὴν ὕβριν.” “Ἀλλὰ τούτου γε ἕνεκενεἶπεν Θέρσανδροςθαρρείτω· τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. Ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη, ὡς Μελίτη μοι διηγήσατο.”
§15.4 Ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. Ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. Ἔστησαν οὖν ἀψοφητὶ κατόπιν τῶν θυρῶν.
§16.1 Οἴμοι Κλειτοφῶν” ʽτοῦτο γὰρ ἔλεγε πολλάκισ̓ “οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι· οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν.
§16.2 Ἆρα μή σε κατέλαβε Θέρσανδρος ἐπὶ τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; Πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, ἀλλοὐκ εἶχον ὅπως πύθωμαι. Εἰ μὲν ὡς περὶ ἀνδρὸς ἐμαυτῆς, ἐφοβούμην μή τί σοι κινήσω κακόν, παροξύνασα Θέρσανδρον ἐπὶ σέ· εἰ δὲ ὡς περὶ ξένου τινός, ὑπόνοια καὶ τοῦτο ἦν.
§16.3 Τί γὰρ μέλει γυναικὶ περὶ τῶν οὐχ ἑαυτῆς; Ποσάκις ἐμαυτὴν ἐβιασάμην, ἀλλοὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν, ἀλλὰ ταῦτα μόνον ἔλεγονἄνερ Κλειτοφῶν, Λευκίππης μόνης ἄνερ, ἄνερ πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα πέπεικεν ἄλλη γυνή, κἂν εἰ ἄστοργος ἐγὼ πεπίστευκα,
§16.4 μετὰ τοσοῦτον ἰδοῦσά σε χρόνον ἐν τοῖς ἀγροῖς οὐ κατεφίλησα.” Νῦν οὖν ἂν Θέρσανδρος ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; Ἆρα ἀποκαλύψασα τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι τὴν ἀλήθειαν; Μή με νομίσῃς ἀνδράποδον εἶναι,
§16.5 Θέρσανδρε. Στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, πρώτου Τυρίων γυνή· οὐκ εἰμὶ Θετταλή· οὐ καλοῦμαι Λάκαινα· ὕβρις αὕτη ἐστὶ πειρατική· λελῄστευμαι καὶ τοὔνομα.
§16.6 Ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, Σώστρατος πατήρ, μήτηρ Πάνθεια. Ἀλλ̓ οὐδὲ πιστεύσεις ἐμοὶ λεγούσῃ. Φοβοῦμαι δὲ καὶ ἐὰν πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου τῆς ἐλευθερίας τὸν φίλτατον ἀπολέσῃ. Φέρε πάλιν ἐνδύσωμαί μου τὸ δρᾶμα· φέρε πάλιν περίθωμαι τὴν Λάκαιναν.”
§17.1 Ταῦτα ἀκούσας Θέρσανδρος μικρον ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένηνἤκουσας ἀπίστων ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, οἷα ἑαυτὴν κατεμέμψατο; μοιχός μου κρατεῖ πανταχοῦ· δοκῶ, λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ.
§17.2 Ὄφελον, Ζεῦ, γενέσθαι Κλειτοφῶν.” “Ἀλλοὐ μαλακιστέον Σωσθένης ἔφηδέσποτα, πρὸς τὸ ἔργον, ἀλλἐπὶ τὴν κόρην ἰτέον αὐτήν.
§17.3 Καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνηκεν ἑτέρῳ, πάσχει τὴν ψυχὴν ὑπαὐτοῦ· ἂν δἅπαξ εἰς ταὐτὸν ἔλθῃςπολλῷ δὲ διαφέρεις ἐκείνου εἰς εὐμορφίαν” , ἐπιλήσεται τέλεον αὐτοῦ.
§17.4–22.4
§17.4 Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ καὶ μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει· προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε.”
§17.5 Ταῦτα ἀκούσας Θέρσανδρος ἠγέρθη· λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.
§18.1 Διαλιπὼν οὖν ὀλίγον ἐφοἷς πρὸς ἑαυτὴν ἐλάλησεν Λευκίππη, ὡς ἂν μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπαὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ ἐπαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. Ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν,
§18.2 καὶ ἔδοξεν αὐτῷ τότε καλλίων γεγονέναι. Θρέψας γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ. Καρτερήσας δοὖν καὶ παρακαθίσας διελέγετο ἄλλοτε ἄλλα ῥήματα συνάπτων οὐκ ἔχοντα νοῦν.
§18.3 Τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς τὰς ἐρωμένας ζητήσωσι λαλεῖν. Οὐ γὰρ ἐπιστήσαντες τὸν λογισμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ ἐρώμενον ἔχοντες τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου τοῦ λογισμοῦ λαλοῦσιν.
§18.4 Ἅμα οὖν συνδιαλεγόμενος καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν, ὡς μέλλων φιλήσειν· δὲ προϊδοῦσα τῆς χειρὸς τὴν ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο.
§18.5 δὲ οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο· δὲ ἀντικατεδύετο καὶ ἀπεκρούετο τὰ φιλήματα. Ὡς δὲ χρόνος ἐγίνετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν μὲν λαιὰν ὑποβαλὼν τῷ προσώπῳ κάτω, τῇ δὲ δεξιᾷ τῆς κόμης λαβόμενος τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ δὲ τὸν ἀνθερεῶνα ὑπερείδων ἀνεώθει.
§18.6 Ὡς δέ ποτε ἐπαύσατο τῆς βίας τυχὼν μὴ τυχὼν καμών, λέγει πρὸς αὐτὸν Λευκίππηοὔτε ὡς ἐλεύθερος ποιεῖς οὔτε ὡς εὐγενής· καὶ σὺ μιμῇ Σωσθένην· ἄξιος δοῦλος τοῦ δεσπότου. Ἀλλὰ ἀπέχου τοῦ λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ Κλειτοφῶν.”
§19.1 Ταῦτα ἀκούσας Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται· καὶ γὰρ ἤρα καὶ ὠργίζετο. Θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες. Ἔχει γὰρ καὶ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον.
§19.2 μὲν γὰρ παροξύνει μισεῖν, δὲ ἀναγκάζει φιλεῖν· καὶ ἀλλήλων πάροικος τοῦ πυρός ἐστι πηγή. μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, δὲ τῇ καρδίᾳ περιμαίνεται.
§19.3 Ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον καταλάβωσι, γίνεται μὲν αὐτοῖς ψυχὴ τρυτάνη, τὸ δὲ πῦρ ἑκατέρου ταλαντεύεται. Μάχονται δὲ ἄμφω περὶ τῆς ῥοπῆς· καὶ τὰ πολλὰ μὲν ἔρως εἴωθε νικᾶν, ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ· ἢν δὲ αὐτὸν ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν καλεῖ.
§19.4 Κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν ἄμφω τὸ πῦρ. Ἂν δὲ ἅπαξ θυμὸς τὸν ἔρωτα παραὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα κατάσχῃ, φύσει τε ὢν ἄσπονδος οὐχ ὡς φίλῳ πρὸς τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλὡς δοῦλον τῆς ἐπιθυμίας πεδήσας κρατεῖ, οὐκ ἐπιτρέπει δὲ αὐτῷ σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ.
§19.5 δὲ τῷ θυμῷ βεβαπτισμένος καταδύεται, καὶ εἰς τὴν ἰδίαν ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ μισεῖν ἀναγκάζεται τὸ φιλούμενον. Ὅταν δὲ θυμὸς καχλάζων γεμισθῇ, καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ὑπερβλύσῃ, κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ παρίεται, καὶ ἔρως ἀμύνεται καὶ ὁπλίζει τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ἤδη καθεύδοντα νικᾷ.
§19.6 Ὁρῶν δὲ τὰς ὕβρεις, ἃς κατὰ τῶν φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται, καὶ εἰς ὁμιλίαν παρακαλεῖ, καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν ἡδονῇ.
§19.7 Τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται· ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται. δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός.
§20.1 Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν κακόδαιμον ἀνδράποδονλέγωνκαὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου κατήκουσα.
§20.2 Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν φιλεῖς.
§20.3 Ἀλλἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.” Καὶ Λευκίππηκἂν τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ·” καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσαμαρτύρησονεἶπεν αὐτῷπῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ
§20.4 μᾶλλον ἠδίκησας.” Καὶ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένοςταύτηνεἶπεν δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθῃ δεσπότου μὴ καταφρονεῖν.”
§21.1 Πείσθητι τῷ Σωσθένειφησὶν Λευκίππη· “συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. Φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ·
§21.2 ἰδοὺ σῶμα, καέτω. Φερέτω καὶ σίδηρον· ἰδοὺ δέρη, σφαζέτω. Ἀγῶνα θεάσασθε καινόν· πρὸς πάσας τὰς βασάνους ἀγωνίζεται μία γυνὴ καὶ πάντα νικᾷ. Εἶτα Κλειτοφῶντα μοιχὸν καλεῖς, αὐτὸς μοιχὸς ὤν; οὐδὲ τὴν Ἄρτεμιν, εἰπέ μοι, τὴν σὴν φοβῇ, ἀλλὰ βιάζῃ παρθένον ἐν πόλει παρθένου; Δέσποινα, ποῦ σοι τὰ τόξα;” “Παρθένος σύ;” εἶπεν Θέρσανδρος·
§21.3 τόλμης καὶ γέλωτος. Παρθένος τοσούτοις συννυκτερεύσασα πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς εἶχεν ὀφθαλμούς;”
§22.1 Καὶ Λευκίππη εἶπενεἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής· ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι,
§22.2 καὶ οὐδεὶς οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής· εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. Εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, ἂν νῦν μαινόμενος φονεύσῃς, “Λευκίππη παρθένος καὶ μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.” Ἀλλὰ μέτρια ταῦτα·
§22.3 τὸ δὲ μεῖζον ἐγκώμιον, καὶ μετὰ Θέρσανδρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον· ἂν ὑβρίσαι μὴ δυνηθῇ,
§22.4 φονεύει. Ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ̓ ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον, συστρατευέσθω δέ σοι καὶ σύμβουλος Σωσθένης· ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνὴ ἓν ὅπλον ἔχω τὴν ἐλευθερίαν, μήτε πληγαῖς κατακόπτεται μήτε σιδήρῳ κατατέμνεται μήτε πυρὶ κατακάεται. Οὐκ ἀφήσω ποτὲ ταύτην ἐγώ· κἂν καταφλέγῃς, οὐχ οὕτως θερμὸν εὑρήσεις τὸ πῦρ.”
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up