Gadsden Classics
Home
Latin
Greek
Library
Vases
Education Map
Author Map
About
Theophrastus
›
On Fire
First1KGreek / Open Greek and Latin
EN
Lat
Orig
Book 1
Book 2
Book 3
Book 4
Book 5
Book 6
Book 7
Book 8
Book 9
Book 10
Book 11
Book 12
Book 13
Theophrastus
Book 10
§65
Ἐπεὶ
δὲ
ἄνευ
ὑγρότητος
ἢ
ἀναθυμιάσεώς
τινος
οὐκ
ἔστι
θερμότης
διὰ
τοῦθ᾽
ἡ
κονία
καίει
μᾶλλον
ἢ
καὶ
ἁπλῶς
ὕδατος
ἐπιχεομένου
·
ἔστι
γὰρ
ὕλη
τῷ
ἐγκαταλελειμμένῳ
πυρὶ
ὥσπερ
ἐλλύχνιον
·
καὶ
οὐθ᾽
ἡ
παλαιὰ
σφόδρα
οὔθ᾽
ἡ
λεία
ἀλλ᾽
ἡ
ἀρτίκαυστος
καὶ
βωλοειδής
·
τῆς
μὲν
γὰρ
ὁ
χρόνος
ἐξῄρηται
διὰ
τὴν
ἀναπνοὴν
,
ἡ
δὲ
μικρομερὴς
ἄγαν
ὀλίγον
ἔχει
μικρὸν
δὲ
ὂν
τὸ
πῦρ
ἀσθενές
.
§66
ἔοικε
δὲ
καὶ
τὸ
περὶ
τὴν
γuψψον
τὴν
φοινικικὴν
τοιοῦτον
εἶναι
·
φασὶ
γὰρ
κεκαυμένην
κἀναφυρωμένην
καἴειν
.
οὐδὲν
γὰρ
διαφέρει
σύμφυτον
καὶ
ἐπακτὸν
ἔξωθεν
ἔχειν
τὸ
θερμόν
.
ἐμφαίνει
δέ
πως
καὶ
τὸ
νίτρον
τὸ
κεκαυμένον
ἐν
τῷ
ὀρύττεσθαι
τὴν
τοιαύτην
δύναμιν
·
ὅταν
γὰρ
ὕδωρ
μικρὸν
ἐπιχυθῇ
διαθερμαίνει
καὶ
αἴσθησιν
ἐμποιεῖ
κατὰ
τὴν
ἁφήν
.
ἀεὶ
δὲ
δεῖ
συμμετρίας
τινὸς
εἰς
ἅπαντα
τὰ
τοιαῦτα
πρὸς
τὸ
κρατεῖσθαι
.
§67
διὰ
τοῦτο
γὰρ
καὶ
ὁ
οἶνος
ὁ
χεόμενος
ἐπὶ
τὴν
φλόγα
καθάπερ
τοῖς
σπένδουσιν
ἐκλάμπει
,
καὶ
ἡ
θάλαττα
ὅταν
ἀποσβεννύωσιν
,
ἐὰν
δ᾽
ἔλαττον
καὶ
τὸ
ὕδωρ
·
συστελλόμενον
γὰρ
καὶ
ἀθροισθὲν
ἰσχυρότερον
.
ἐν
δὲ
τῇ
πίττῃ
τῇ
καιομένῃ
μᾶλλον
ὅτι
σφοδροτέρα
καὶ
πλείων
ἡ
φλὸξ
ὥστε
καὶ
ἐκπηδᾷν
καὶ
κατακαίειν
τὰς
οἰκίας
·
διακρίνεται
γὰρ
τὸ
ἔμπιπτον
κρατηθὲν
καὶ
Tap any Greek word to look it up
An open-access project
—
×
Tap any Greek word to look it up