Theophrastus Fragmenta varia
EN Lat Orig
Book 1 Book 2 Book 3 Book 4 Book 5 Book 6 Book 7 Book 8 Book 9 Book 10 Book 11 Book 12 Book 13 Book 14 Book 15 Book 16 Book 17 Book 18 Book 19 Book 20 Book 21 Book 22 Book 23 Book 24 Book 25 Book 26 Book 27 Book 28 Book 29 Book 30 Book 31 Book 32 Book 33 Book 34 Book 35 Book 36 Book 37 Book 38 Book 39 Book 40 Book 41 Book 42 Book 43 Book 44 Book 45 Book 46 Book 47 Book 48 Book 49 Book 50 Book 51 Book 52 Book 53 Book 54 Book 55 Book 56 Book 57 Book 58 Book 59 Book 60 Book 61 Book 62 Book 63 Book 64 Book 65 Book 66 Book 67 Book 68 Book 69 Book 70 Book 71 Book 72 Book 73 Book 74 Book 75 Book 76 Book 77 Book 78 Book 79 Book 80 Book 81 Book 82 Book 83 Book 84 Book 85 Book 86 Book 87 Book 88 Book 89 Book 90 Book 91 Book 92 Book 93 Book 94 Book 95 Book 96 Book 97 Book 98 Book 99 Book 100 Book 101 Book 102 Book 103 Book 104 Book 105 Book 106 Book 107 Book 108 Book 109 Book 110 Book 111 Book 112 Book 113 Book 114 Book 115 Book 116 Book 117 Book 118 Book 119 Book 120 Book 121 Book 122 Book 123 Book 124 Book 125 Book 126 Book 127 Book 128 Book 129 Book 130 Book 131 Book 132 Book 133 Book 134 Book 135 Book 136 Book 137 Book 138 Book 139 Book 140 Book 141 Book 142 Book 143 Book 144 Book 145 Book 146 Book 147 Book 148 Book 149 Book 150 Book 151 Book 152 Book 153 Book 154 Book 155 Book 156 Book 157 Book 158 Book 159 Book 160 Book 161 Book 162 Book 163 Book 164 Book 165 Book 166 Book 167 Book 168 Book 169 Book 170 Book 171 Book 172 Book 173 Book 174 Book 175 Book 176 Book 177 Book 178 Book 179 Book 180 Book 181 Book 182 Book 183 Book 184 Book 185 Book 186 Book 187 Book 188 Book 189 Book 190 Book 191 Book 192 Book 193
Book 20
§1 Θ. μέντοι φησὶ τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας ὑπὸ τεττάρων ἀπατηθῆναι τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκάστου τῶν τοῦ ὅλου μερῶν διαλύσεως χερσαίων φθορᾶς κατὰ γένη ζώων. Κατασκευάζειν δὲ τὸ μὲν πρῶτον οὕτως· εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν γῆ, μέρος ὑπανεστὼς οὐδὲν ἂν ἐπʼ αὐτῆς ἑωρᾶτο· χθαμαλὰ δʼ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεωλόφοι πάντες ἰσόπεδοι τῇ πεδιάδι·
§2 τοσούτων γὰρ καθʼ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀϊδίου φερομένων εἰκὸς ἦν τῶν διῃρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι τὰ δʼ ὑπονοστήσαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάντων ἤδη λελειάνθαι· νυνὶ δὲ συνεχεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὀρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματʼ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀΐδιον εἶναι· πάλαι γὰρ ὡς ἔφην ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα λεωφόρος ἐγεγένητο. Πέφυκε γὰρ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλοτάτων καταράττουσα τὰ μὲν ἐξωθεῖν τῆ βίᾳ τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολάπτουσα κοιλαίνειν ὑπεργάζεσθαί τε τὴν σκληρόγεων καὶ λιθωδεστάτην ὀρυκτήρων οὐκ ἔλαττον.
§3 Καὶ μὴν γε θάλασσα, φασὶν, ἤδη μεμείωται, μάρτυρες δὲ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφαο νισμέναι κατὰ τῆς θαλάσσης ἐδεδύκεσαν ἐπικλυζόμεναί χρόνῳ δʼ ὕστερον ἐλαττουμένης ἠρέμα κατʼ ὀλίγον ἀνίσχουσαι διεφάνησαν ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι· τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνόμασαν διʼ ἀμφοτέρων ὀνομάτων πιστούο μενοι τὸ λεγόμενον, ἐπειδὴ ἀναφανεῖσα δήλη ἐγένετο ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι. Πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηρανθέντας ἠπειρῶσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρὰν σπειρομένους καὶ φυτευομένους· οἷς σημεῖα τῆς παλαιᾶς ἐναπολελεῖφθαι θαλαττώσεως ψηφῖδας τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποθράττεσθαι
§4 Εἰ δὲ μειοῦται θάλαττα, μειωθήσεται μὲν γῆ, μακραῖς δʼ ἐνιαυτῶν περιόδοις καὶ εἰσάπαν ἑκάτερον στοιχεῖον ἀναλωθήσεται, δαπανηθήσεται δὲ καὶ σύμπας ἀὴρ ἐκ τοῦ κατʼ ὀλίγον ἐλαττούμενος, ἀποκριθήσεται δὲ τὰ πάντα εἰς μίαν οὐσίαν τὴν τοῦ πυρός.
§5 Πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατασκευήν χρήσονται λόγῳ τοιῷδε· φθείρεται πάντως ἐκεῖνο οὗ πάντα τὰ μέρη φθαρτά ἐστι· τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτά ἐστι· φθαρτὸς ἄρα κόσμος ἐστίν
§6 Τὸν δὲ τέταρτον καὶ λοιπὸν λόγον ἀκριβωτέον ὧδέ φασιν. Εἰ κόσμος ἀΐδιος ἦν, ἦν ἂν καὶ τὰ ζῶα ἀΐδια καὶ πολύ γε μᾶλλον τὸ τῶν ἀνθρώπων γένος, ὅσῳ καὶ τῶν ἄλλων ἄμεινον. Ἀλλὰ καὶ ὀψίγονον φανῆναι τοῖς βουλομένοις ἐρευνᾶν τὰ φύσεως· εἰκὸς γὰρ μᾶλλον δὲ ἀναγκαῖον ἀνθρώποις συνυπάρξαι τὰς τέχνας ὡς ἂν ἰσήλικας οὐ μόνον ὅτι λογικῇ φύσει τὸ ἐμμέθοδον οἰκεῖον ἀλλὰ καὶ ὅτι ζῆν ἄνευ τούτων οὐκ ἔνεστιν· ἴδωμεν οὖν τοὺς ἑκάστων χρόνους ἀλογήσαντες τῶν ἐπιτραγῳδουμένων θεοῖς μύθων * * εἰ μὴ ἀΐδιος ἄνρωπος, οὐδʼ ἄλλο τι ζῶον, ὥστʼ οὐδʼ αἱ δεδεγμέʼ ναι ταῦτα χῶραι, γῆ καὶ ὕδωρ καὶ ἀήρ. Ἐξ ὧν τὸ φθαρτὸν εἶναι τὸν κόσμον δῆλόν ἐστιν. (Philo de Aetern. mundi II, p. 501 ed. Mang.)
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up