Gadsden Classics
Home
Latin
Greek
Library
Vases
Education Map
Author Map
About
Theophrastus
›
De Odoribus
First1KGreek / Open Greek and Latin
EN
Lat
Orig
Book 1
Book 2
Book 3
Book 4
Book 5
Book 6
Book 7
Book 8
Book 9
Book 10
Book 11
Book 12
Book 13
Book 14
Theophrastus
Book 13
§61
(61 (59))
Αἱ
δὲ
τῶν
ζώων
ὀσμαὶ
κατὰ
τὰς
ἰδίας
γίνονται
φύσεις
·
ἑκάστῳ
γάρ
ἐστί
τις
οἰκεία
κατὰ
τὴν
κμᾶσιν
.
Αὗται
δ
ʼ
ἡδεῖαι
μὲν
καὶ
καθαραὶ
καὶ
κατὰ
τὰς
ἀκμὰς
καὶ
ὅταν
εὖ
ἔχωσιν
ἑαυτῶν
,
ἔτι
δὲ
ἡδίους
ἁπαλῶν
καὶ
νέων
ὄντων
.
Πλεῖσται
δὲ
καὶ
κακωδέσταται
περὶ
τὰς
ὀχείας
καὶ
ὅλως
συντηκομένων
καὶ
καμνόντων
σωμάτων
·
διὸ
καὶ
οἱ
τράγοι
καὶ
οἱ
ἔλαφοι
καὶ
λαγοὶ
καὶ
τἆλλα
τότε
μάλιστα
ὄζει
.
§62
(62 (60))
Θαυμαστὸν
δὲ
καὶ
ἴδιον
τὸ
συμπάσχειν
τὰς
τραγέας
ὅταν
ἡ
ὥρα
καθήκῃ
τῆς
ὁρμῆς
.
Αἴτιον
δὲ
δηλονότι
τὸ
ὑπολείπεσθαί
τινα
ἐν
τῷ
δέρματι
δύναμιν
ἢ
ὑγρότητα
τοιαύτην
ἀφ
ʼ
ἧς
ἡ
ὁρμὴ
γίνεται
καὶ
ζώντων
·
κινουμένης
οὖν
καὶ
διαθερμαινομένης
ταύτης
ὑπὸ
τοῦ
ἀέρος
εὔλογον
καὶ
τὰ
δέρματα
καθ
ʼ
ὅσον
ἐπιβάλλει
κινεῖσθαι
.
Διὸ
καὶ
ὡς
πρῶτον
αἴτιον
ἡ
διάθεσις
·
τότε
γὰρ
καὶ
οἱ
μὴ
ὀχεύοντες
ὄζουσι
καὶ
οἱ
ἄγονοι
καὶ
αἱ
αἶγες
ὅλως
.
Ἡ
δ
ʼ
ὀχεία
τότε
μὲν
μεγάλην
μερίδα
συμβάλλεται
,
καθ
ʼ
αὑτὴν
δ
ʼ
αἰτία
γίνεται
ἡ
διάθεσις
.
§63
Συμβαίνει
δὲ
τρόπον
τινὰ
καὶ
ἐν
ἄλλοις
ἡ
τοιαύτη
συμπάθεια
·
καὶ
γὰρ
ὁ
οἶνος
ἅμα
τῇ
σταφυλῇ
δοκεῖ
συνανθεῖν
καὶ
τὰ
σκόροδα
καὶ
τὰ
κρόμυα
τότε
δριμύτατον
ὄζειν
ὅταν
τὰ
ἐν
τῇ
γῇ
βλαστάνῃ
·
πλὴν
τοὐξ
τοις
ἅμα
συμβαίνει
καὶ
αὐτοῖς
βλαστάνειν
.
Ὅλως
δὲ
πάντα
κινεῖται
τὰ
φλοιόριζα
καὶ
σαρκόριζα
μὴ
ἀπεξηραμμένα
κατὰ
τὰς
βλαστητικὰς
ὥρας
·
ἡ
γὰρ
ἐνυπάρχουσα
δύναμις
ἐν
αὐτοῖς
κινεῖται
.
Θαυμασιώτατον
δὲ
τῶν
τοιούτων
τὸ
ἐπὶ
τοῦ
στέατος
τῆς
ἄρκτου
συμβαῖνον
,
εἴπερ
ἅμα
ταῖς
φωλίαις
ἐπαίρεται
καὶ
ἐκπληροῖ
τὰ
ἀγγεῖα
.
Tap any Greek word to look it up
An open-access project
—
×
Tap any Greek word to look it up