§toc.toc.1–5.33
§toc.toc.1
Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων ὑποτυπώσεων.
§toc.toc.2
α′ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς
§toc.toc.3
β′ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικούς ζητήσεως
§toc.toc.4
γ′ περὶ κριτηρίου
§toc.toc.5
δ′ εἰ ἔστι κριτήριον ἀληθείας
§toc.toc.6
ε′ περὶ τοῦ ὑφ’ οὖ
§toc.toc.7
ς′ περὶ τοῦ δι’ οὖ
§toc.toc.8
ζ′ περὶ τοῦ καθ’
§toc.toc.9
η′ περὶ ἀληθοῦς καὶ ἀληθείας
§toc.toc.10
θ′ εἰ ἔστι τι φύσει ἀληθές
§toc.toc.11
ι′ περὶ σημείου
§toc.toc.12
ια′ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν
§toc.toc.13
ιβ′ περὶ
§toc.toc.14
ιγ′ εἰ ἔστιν
§toc.toc.15
ιδ′ περὶ συλλογισμῶν
§toc.toc.16
ιε′ περὶ ἐπαγωγῆς
§toc.toc.17
ις′ περὶ ὅρων
§toc.toc.18
ιζ′ περὶ
§toc.toc.19
ιη′ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως
§toc.toc.20
ιθ′ εἰ διαιρεῖται ὅλον εἰς μέρη
§toc.toc.21
κ′ περὶ γενῶν καὶ εἰδῶν
§toc.toc.22
κα′ περὶ κοινῶν συμβεβηκότων
§toc.toc.23
κβ′ περὶ
§1.1
Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλθομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συντι τόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινάμενοι πρὸς τούς ἀεὶ θρυλοῦντας ὧς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἶός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων παρ’ αὐτοῖς.
§1.2
φασὶ γὰρ ὡς ἤτοι καταλαμβάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει· καὶ εἰ μὲν καταλαμβάνει, πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ᾿ οὐ καταλαμβάνει, ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε λέγειν.
§1.3
ὥσπερ γὰρ ὁ μὴ εἰδώς, εἰ τύχοι, τί ἐστι τὸ * καθ’ ὃ περιαιρουμένου ἢ τὸ διὰ δύο τροπικῶν * θεώρημα, οὐδὲ εἰπεῖν τι δύναται περὶ αὐτῶν, οὕτως ὁ μὴ γινώσκων ἕκαστον τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς οὐ δύναται ζητεῖν πρὸς αὐτοὺς περὶ ὧν οὐκ οἶδεν. οὐδαμῶς ἄρα δύναται ζητεῖν ὁ ὒ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.
§1.4
κοῖς. ἴς. οἱ δὴ ταῦτα λέγοντες ἀποκρινάσθωσαν ἡμῖν, πῶς λέγουσι νῦν τὸ καταλαμβάνειν, πότερον τὸ νοεῖν ἀπλῶς ἄνευ τοῦ καὶ ὑπὲρ τῆς ὑπάρξεως ἐκείνων περὶ ὧν ποιούμεθα τούς λόγους διαβεβαιοῦσθαι, ἢ μετὰ τοῦ νοεῖν καὶ <τὸ> τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ καταληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι, τῆς καταληπτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος, κατ' αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγισμένης, οἴα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος, οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως.
§1.5
οἷον γοῦν ὅταν ὁ Στωικὸς πρὸς τὸν Ἐπικούρειον ζητῇ λέγοντα ὅτι διῄρηται ἡ οὐσία ἢ ὧς ὁ θεὸς οὐ προνοεῖ τῶν ἐν κόσμῳ ἢ ὅτι ἡ ἡδονὴ ἀγαθόν, πότερον κατείληφεν ἢ οὐ κατείφησὶ ληφεν; καὶ εἰ μὲν κατείληφεν, ὑπάρχειν αὐτὰ λέγων ἄρδην ἀναιρεῖ τὴν Στοάν· εἰ δ’ οὐ κατείληφεν, οὐ δύναταί τι πρὸς αὐτὰ λέγειν.
§1.6
τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον, ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ, εἰ χρὴ μὴ ληρεῖν, συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική, συντόνως δὲ προσαχθήσεται ἡ σκεπτικὴ φιλοσοφία, διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ τοῦ μὴ οὕτως κατ’ εἰλημμένου.
§1.7
ὁ γὰρ περί τινος ἀδήλου πράγματος ἀποφαίνεσθαι τε καὶ δογματίζων ἤτοι κατειληφὼς αὐτὸ ἀποφαίνεσθαι περὶ αὐτοῦ λέξει ἢ μὴ κατειληφώς. ἀλλ’ εἰ μὲν μὴ κατειληφώς, ἄπιστος ἔσται· εἰ δὲ κατειληφώς, ἤτοι αὐτόθεν καὶ ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὐτῷ τοῦτο λέξει κατειληφέναι ἢ διά τινος ἐρεύνης καὶ ζητήσεως.
§1.8
ἀλλ’ εἶ μὲν ἐξ ἑαυτοῦ περιπτωτικῶς κατ’ ἐνάργειαν λέγοι ὑποπεσεῖν αὐτῷ καὶ κατειλῆφθαι τὸ ἄδηλον, οὕτως ἂν οὐδὲ ἄδηλον εἵη ἀλλὰ πᾶσιν ἐπ’ ἴσης φαινόμενον καὶ ὁμολογούμενον καὶ μὴ διαπεφωνημένον. περὶ ἑκάστου δὲ τῶν ἀδήλων ἀνήνυτος γέγονε παρ’ αὐτοῖς διαφωνία· οὐκ ἄρα ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὐτῷ κατειληφὼς ἂν εἴη τὸ ἄδηλον ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ διαβεβαιούμενός τε καὶ ἀποφαινόμενος δογματικός.
§1.9
εἰ δὲ διά τινος ἐρεύνης, πῶς οἷός τε ἦν ζητεῖν πρὸ τοῦ καταλαβεῖν ἀκριβῶς αὐτὸ κατὰ τὴν προκειμένην ὑπόθεσιν; τῆς μὲν γὰρ ζητήσεως χρῃζούσης τοῦ πρότερον ἀκριβῶς κατειλῆφθαι τὸ μέλλον ζητεῖσθαι καὶ οὕτω ζητεῖσθαι, τῆς δὲ καταλήψεως τοῦ ζητουμένου πράγματος δεομένης πάλιν αὐτῆς τοῦ προεζητῆσθαι πάντως αὐτό, κατὰ τὸν διάλληλον τρόπον τῆς ἀπορίας ἀδύνατον αὐτοῖς γίγνεται καὶ τὸ ζητεῖν περὶ τῶν ἀδήλων καὶ τὸ δογματίζειν, ἤν τε ἀπὸ τῆς καταλήψεως ἄρχεσθαι βούλωνταί τινες, μεταγόντων ἡμῶν αὐτοὺς ἐπὶ τὸ δεῖν αὐτὸ προεζητηκέναι πρὸ τοῦ κατειληφέναι, ἤν τε ἀπὸ τῆς ζητήσεως, ἐπὶ τὸ δεῖν πρὸ τοῦ ζητεῖν κατειληφέναι τὸ μέλλον ζητεῖσθαι, ὥστε διὰ ταῦτα μήτε καταλαμβάνειν αὐτοὺς δύνασθαί τι τῶν ἀδήλων μήτε ἀποφαίνεσθαι διαβεβαιωτικῶς ὑπὲρ αὐτῶν. ἐξ ὧν ἀναιρεῖσθαι μὲν τὴν δογματικὴν εὑρεσιλογίαν αὐτόθεν, οἶμαι, συμβήσεται, τὴν ἐφεκτικὴν δὲ εἰσάγεσθαι φιλοσοφίαν.
§1.10
εἰ δὲ φήσουσι μὴ τοιαύτην [λέγειν] κατ’ κατάλμψιν ἡγεῖσθαι ζητήσεως προσήκειν , νόησιν δὲ ἀπλῶς, οὐκ ἔστιν ἀδύνατον [ἐν] τοῖς ἐπέχουσι περὶ τῆς ὑπάρξεως τῶν ἀδήλων ζητεῖν. νοήσεως γὰρ οὐκ ἀπείργεται ὁ σκεπτικός, οἶμαι, ἀπό τε τῶν παθητικῶς ὑποπιπτόντων <καὶ> κατ’ φαινομένων αὐτῷ λόγων γινομένης καὶ μὴ πάντως εἰσαγούσης τὴν ὕπαρξιν τῶν νοουμένων· οὐ γὰρ μόνον τὰ ὑπάρχοντα νοοῦμεν, ὥς φασιν, ἀλλ’ ἤδη καὶ τὰ ἀνύπαρκτα. ὅθεν καὶ ζητῶν καὶ νοῶν ἐν τῇ σκεπτικῇ διαθέσει μένει ὁ ἐφεκτικός· ὅτι γὰρ τοῖς κατὰ φαντασίαν παθητικὴν ὑποπίπτουσιν αὐτῷ, καθὸ φαίνεται αὐτῷ, συγκατατίθεται, δεδήλωται.
§1.11
ὅρα δὲ μὴ καὶ νῦν οἱ δογματικοὶ ζητήσεως ἀπείργωνται. οὐ γὰρ τοῖς ἀγνοεῖν τὰ πράγματα ὧς ἔχει πρὸς τὴν φύσιν ὁμολογοῦσι τὸ ζητεῖν ἔτι περὶ αὐτῶν ἀνακόλυθον, τοῖς δ’ ἐπ’ ἀκριβὲς οἰομένοις ταῦτα γινώσκειν· οἶς μὲν γὰρ ἐπὶ πέρας ἤδη πάρεστιν ἡ ζήτησις, ὧς ὑπειλήφασιν, οἶς δὲ τὸ δι’ ὃ πᾶσα συνίσταται ζήτησις ἀκμὴν ὑπάρχει, τὸ νομίζειν ὡς οὐχ εὑρήκασιν.
§1.12
Οὐκοῦν ζητητέον ἡμῖν ἐστι περὶ ἑκάστου μέρους τῆς καλουμένης φιλοσοφίας συντόμως ἐπὶ τοῦ παρόντος. καὶ ἐπεὶ πολλὴ γέγονε παρὰ τοῖς δογματικοῖς διαφωνία περὶ τῶν μερῶν τῆς φιλοσοφίας, τῶν μὲν ἕν, τῶν δὲ δύο, τῶν δὲ τρία εἶναι λεγόντων, περὶ ἧς οὐκ ἂν εἴη προσῆκον πλείω διεξιέναι, τὴν δόξαν τῶν δοκούντων τελειότερον ἀνενῦν στράφθαι κατὰ τὸ ἴσον ἐκθέμενοι κατ’ αὐτὴν προσάξομεν τὸν λόγον.
§2.13
Οἱ Στωικοὶ τοίνυν καὶ ἄλλοι τινὲς τρία μέρη τῆς φίλος εἰναι εἶναι λέγουσι, λογικὸν φυσικὸν ἠθικόν· καὶ ἄρχονταί γε τῆς διδασκαλίας ἀπὸ τοῦ λογικοῦ, καίτοι πολλῆς καὶ περὶ τοῦ πόθεν ἄρχεσθαι δεῖ στάσεως γεγενημένης. οἷς ἀκολουθήσαντες ἀδοξάστως, ἐπεὶ τὰ ἐν τοῖς τρισὶ μέρεσι λεγόμενα κρίσεως χρῄζει καὶ κριτηρίου, ὁ δὲ περὶ κριτηρίου λόγος ἐμπεριέχεσθαι δοκεῖ τῷ λογικῷ μέρει, ἀρξώμεθα ἀπὸ τοῦ περὶ κριτηρίου λόγου καὶ τοῦ λογικοῦ μέρους,
§3.14
ἐκεῖνο προειπόντες, ὅτι κριτήριον μὲν λέγεται τό τε ᾧ κρίνεσθαί φασιν ὕπαρξιν καὶ ἀνυπαρξίαν καὶ τὸ ᾧ προσέχοντες βιοῦμεν, πρόκειται δὲ ἡμῖν νῦν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας εἶναι λεγομένου διαλαβεῖν· περὶ γὰρ τοῦ κατὰ τὸ ἕτερον σημαινόμενον ἐν τῷ περὶ τῆς σκέψεως λόγῳ (I 21 — 24) διεξήλθομεν.
§3.15
Τὸ κριτήριον τοίνυν περὶ οὗ ὁ λόγος ἐστὶν λέγεται τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα, κοινῶς μὲν πᾶν μέτρον καταλήψεως, καθ’ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ οὕτω προσαγορεύεται κριτήρια, ὧς ὅρασις· ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικὸν ὧς κανὼν καὶ διαβήτης· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος, καθ’ ὃ τὰ μὲν βιωτικὰ οὐ λέγεται κριτήρια, μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ φέρουσι πρὸς τὴν τῆς ἀληθείας κρίσιν.
§3.16
φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ’ ἂν τριχῶς, τὸ ὑφ’ οὗ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, οἷον ὑφ’ οὗ μὲν ἄνθρωπος, δι’ οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια, καθ’ ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων.
§3.17
Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ’ίσως προειπεῖν, ἴνα ἐννοήσωμεν, περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας, ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι.
§4.18
Τῶν διαλαβόντων τοίνυν περὶ κριτηρίου οἱ μὲν εἶναι τοῦτο ἀπεφήναντο, ὡς οἱ Στωικοὶ καὶ ἄλλοι τινές, οἱ δὲ μὴ εἶναι, ὡς ἄλλοι τε καὶ ὁ Κορίνθιος Ξενιάδης καὶ Ξενοφάνης ὁ Κολοφώνιος (B 34,4 Diels), λέγων δόκος δ’ ἐπὶ πᾶσι τέτυκται· ἡμεῖς δ’ ἐπέσχομεν, πότερον ἔστιν ἢ οὐκ ἔστιν.
§4.19
ταύτην οὖν τὴν διαφωνίαν ἤτοι ἐπικριτὴν εἷναι φήσουσιν ἢ ἀνεπίκριτον· καὶ εἰ μὲν ἀνεπίκριτον, αὐτόθεν εἶναι] δώσουσι τὸ δεῖν ἐπέχειν, εἰ δὲ ἐπικριτήν, τίνι κριθήσεται λεγέτωσαν, μήτε κριτήριον ὁμολογούμενον ἡμῶν ἐχόντων, μήθ’ ὅλως εἰ ἔστιν εἰδότων ἀλλὰ ζητούντων.
§4.20
καὶ ἄλλως, ἴνα ἡ γενομένη περὶ τοῦ κριτηρίου διαφωνία ἐπικριθῇ, δεῖ κριτήριον ἡμᾶς ἔχειν ὡμολογημένον, δι’ οὗ δυνησόμεθα κρίνειν αὐτήν· καὶ ἴνα κριτήριον ὁμολογούμενον ἔχωμεν, δεῖ πρότερον ἐπικριθῆναι τὴν περὶ τοῦ κριτηρίου διαφωνίαν. οὕτω δὲ εἰς τὸν διάλληλον ἐμπίπτοντος τρόπον τοῦ λόγου, ἄπορος ἡ εὕρεσις τοῦ κριτηρίου γίνεται, μήτε ἐξ ὑποθέσεως ἡμῶν ἐώντων αὐτούς κριτήριον λαμβάνειν, ἐάν τε κριτη- ῥίῳ τὸ κριτήριον κρίνειν ἐθέλωσιν, εἰς ἀπειρίαν αὐτοὺς ἐκβαλλόντων. ἀλλὰ καί, ἐπεὶ ἡ μὲν ἀπόδειξις δεῖται κρι- τηρίου ἀποδεδειγμένου, τὸ δὲ κριτήριον ἀποδείξεως κεκριμένης, εἰς τὸν διάλληλον ἐκβάλλονται τρόπον.
§4.21
Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον, ἴνα καὶ ποικίλως αὐτούς ἐλέγχειν ἔχωμεν, οὐκ ἄτοπον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύθητος γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ’ ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ’ οὐ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν· οὕτω γὰρ ἐμμέθοδος ἄμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ’ οὗ· δοκεῖ γάρ πως συναπορεῖσθαι τούτω καὶ τὰ λοιπά.
§5.22
Ὁ ἄνθρωπος τοίνυν δοκεῖ μοι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους (Phaedr. p. 230 a) διαρρήδην ὁμολογοῦντος μὴ εἰδέναι, πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν διαφωνοῦσιν, εἶτα καὶ ἀσύνετα λέγουσιν.
§5.23
ὁ μὲν γὰρ Δημόκριτός (B 165 Diels) φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ’ ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες ἄνθρωποι, ἔσται κατ’ αὐτὸν ἄνθρωπος.
§5.24
καὶ ὅτι ταῦτα οὐ σοφιζόμενοι λέγομεν, ἐκ τῆς πρὸς αὐτὸν ἀκολουθίας φαίνεται. μόνα γὰρ κατ’ ἀλήθειαν ὑπάρχειν φησὶν ὁ ἀνὴρ (B 125 Diels) τὰ ἄτομα καὶ τὸ κενόν, ἅπερ φησὶν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρίμασιν ὑπάρχειν, ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπινοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα, ἐπειδὴ κοινὰ πάντων ἐστίν. ἀλλ’ οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι’ οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα.
§5.25
ὁ δ’ Ἐπίκουρός (fr. 310 Us.) φησιν ἄνθρωπον εἶναι τὸ τοιουτονὶ μόρφωμα μετὰ ἐμψυχίας. καὶ κατὰ τοῦτον δέ, ἐπεὶ ὁ ἄνθρωπος δείξει ἐμφανίζεται, ὁ μὴ δεικνύμενος οὐκ ἔστιν ἄνθρωπος, καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις, ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος, εἰ δὲ ἄνδρα, ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς (1100—117).
§5.26
ἄλλοι <δὲ> (cf. Aristot. Top. 133b2) ἔφασκον εἶναι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἐπεὶ οὖν δείκνυται ἐν τῷ πρώτῳ τῆς ἐποχῆς τρόπῳ (I 40—78), ὅτι οὐδέν ἐστι ζῷον ἄλογον, ἀλλὰ καὶ νοῦ ἐπιστήμης δεκτικά ἐστι πάντα ὅσον ἐπὶ τοῖς ὐπ’ αὐτῶν λεγομένοις, οὐ γνωσόμεθα, τί ποτε λέγουσιν.
§5.27
τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ’ ἐνέργειαν λέγουσιν ἢ δυνάμει. εἰ μὲν οὖν κατ’ ἐνέργειαν, οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς· τοῦτο γὰρ τὸ ἐνεργείᾳ θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς· καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ’ ravrrj ccqcc ἀσύστατος Ttecprjvev tj iTtlvoia rov ἀνθρώπου.
§5.28
ὁ γὰρ Πλάτων ([Pkati] Def. p. 415 a), ἄπτερον orav aTtocpaivrjraL τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, οὐδὲ ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι· εἰ γὰρ καὶ ὁ ἄνθρωπος ἕν τί ἐστι τῶν κατ' αὐτὸν γινομένων μέν, ὄντως δὲ οὐδέποιε ὄντων, ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων διαβεβαιωτικῶς ἀποφαίνεσθαι κατ’ αὐτόν, οὐδὲ ὁ Πλάτων’ ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος, ἀλλ' ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων.
§5.29
Εἰ μέντοι καὶ δοίημεν κατὰ συγχώρησιν, ὅτι ἐπινοεῖσθαι δύναται ὁ ἄνθρωπος, ἀκατάληπτος εὑρεθήσεται. συνέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα οὔτε ἡ ψυχή· οὐδὲ ὁ ἄνθρωπος ἄρα.
§5.30
καὶ ὅτι μὲν τὸ σῶμα οὐ καταλαμβάνεται, δῆλον ἐντεῦθεν· τὰ συμβεβηκότα τινὶ ἕτερά ἐστιν ἐκείνου ᾧ συμβέβηκεν. ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν, ἀλλ’ οὐκ αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἷναι λέγουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν, ἴνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ τοῦτο ἡμῖν ὑπέπιπτεν, ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα χρυσία. οὐδὲ τὸ σῶμα ἄρα.
§5.31
ἴνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν, πάλιν ὁ ἄνθρωπος εὑρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἷναι τὴν ψυχήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη, δῆλον ἐντεῦθεν· τῶν περὶ ψυχῆς διαλαβόντων, ἴνα τὴν πολλὴν καὶ ἀνήνυτον μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον (fr.63 Müller), οἱ δὲ εἷναι, οἱ δὲ ἐπέσχον.
§5.32
ταύτην οὖν τὴν διαφωνίαν εἰ μὲν ἀνεπίκριτον εἶναι λέξουσιν οἱ δογματικοί, δώσουσιν αὐτόθεν τὴν τῆς ψυχῆς ἀκαταληψίαν, εἰ δὲ έπικριτήν, τίνι ἐπικρινοῦσιν αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ τὸ νοητὴν ὐπ’ αὐτῶν εἶναι λέγεσθαι· εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ, ἐροῦμεν ὅτι, ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια, ὧς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες, περὶ δὲ τῆς διανοίας διαφερόμενοι, εἰ τῇ
§5.33
διανοίᾳ τὴν ψυχὴν ἐθέλουσι καταλαμβάνειν καὶ τὴν περὶ αὐτῆς διαφωνίαν ἐπικρίνειν, τῷ μᾶλλον ζητουμένῳ τὸ ἧττον ζητούμενον ἐπικρίνειν τε καὶ βεβαιοῦν ἐθελήσουσιν, ὅπερ ἄτοπον. οὐδὲ τῇ διανοίᾳ τοίνυν ἐπικριθήσεται ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο, καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμρανοιτ ἀν’.
§5.34–6.67
§5.34
Ἵνα δὲ καὶ δῶμεν, ὅτι καταλαμβάνεται ὁ ἄνθρωπος, μήποτε οὐκ <ἂν> ἐνδέχοιτο δεῖξαι, ὅτι ὐπ’ αὐτοῦ δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων, ὅτι ὐπ’ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ μετὰ ἀποδείξεως. οὔτε δὲ μετὰ ἀποδείξεως· δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην, διὰ δὲ τοῦτο καὶ ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολογουμένως, ὑφ’ οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ’ οὗ), οὐ δυνησόμεθα τὴν ἀπόδειξιν ἐπικρίνειν, διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον, περὶ οὗ ὁ λόγος, ἀποδεικνύναι.
§5.35
εἰ δὲ ἀναποδείκτως λεχθήσεται, ὅτι ὑπὸ τοῦ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἄπιστον ἔσται, ὥστε οὐχ ἕξομεν διαβεβαιοῦσθαι, ὅτι τὸ ὑφ’ οὖ κριτήριόν ἐστιν ὁ ἄνθρωπος. ὑπὸ τίνος δὲ καὶ κριθήσεται, ὅτι τὸ ὑφ’ οὗ κριτήριον ὁ ἄνθρωπός ἐστιν; οὐ γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ’ εἰ μὲν ὐπ’ ἀνθρώπου, τὸ ζητούμενον συναρπασθήσεται.
§5.36
εἰ δ’ ὑπὸ ἑτέρου ζῴου, πῶς ἐκεῖνο πρὸς τὴν κρίσιν τοῦ ἄνθρωπον εἶναι τὸ κριτήριον παραλαμβάνεται; εἰ μὲν γὰρ ἀκρίτως, οὐ πιστευθήσεται, εἰ δὲ μετὰ κρίσεως, πάλιν ἐκεῖνο ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτοῦ, μένει ἡ αὐτὴ ἀτοπία τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κριθήεται)· εἰ δὲ ὑπὸ ἀνθρώπου, ὁ διάλληλος εἰσάγεται τρόπος· εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου, πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ' οὗ, καὶ μέχρις ἀπείρου. καὶ διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν, ὧς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα.
§5.37.1
Ἔστω δὲ καὶ πεπιστώσθω τὸ δεῖν ὑπὸ τοῦ ἀνθρώπου κρίνεσθαι τὰ πράγματα. οὐκοῦν, ἐπεὶ πολλὴ τῶν ἀνθρώπων πων ἐστὶ διαφορά, πρότερον οἱ δογματικοὶ συμφωνησάτωσαν, ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν, εἶθ’ οὕτω καὶ ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ’ (Plat.Phaedr. p. 264 d. Herodot. vit. Homeri 11)
§5.37.2
ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ — τοῦτο δὴ τὸ τοῦ λόγου — περὶ αὐτοῦ διαφωνήσουσιν, πῶς ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι;
§5.38
ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον, ἐρωτήσομεν αὐτούς, ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τούς Στωικοὺς ἢ <τῷ Κυρηναικῷ ἢ> τῷ Κυνικῷ; οὐχ ἕξουσι εἰπεῖν.
§5.39
εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πιστεύειν, πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι τῶν ἄλλων διαφωνήσουσιν , εἶτα κἂν δοθῇ συμφώνως δύ- νᾶσθαι ληφθῆναι, τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονότων συνετώτερος, οὐδ’ οὕτως ἔσται πίστεως οὗτος ἄξιος.
§5.40
ἐπεὶ γὰρ πολλὴ καὶ σχεδὸν ἄπειρός ἐστιν ἐπίτασίς τε καὶ ἄνεσις κατὰ σύνεσιν, φαμὲν ὅτι τούτου τοῦ ἀνθρώπου ὃν λέγομεν εἶναι τῶν γεγονότων τε καὶ ὄντων συνετώτερον, ἕτερον συνετώτερον ἐνδέχεται γενέσθαι. ὥσπερ οὖν τῷ νῦν εἶναι λεγομένῳ φρονιμωτέρῳ τῶν τε ὄντων καὶ τῶν γεγονότων διὰ τὴν σύνεσιν αὐτοῦ πιστεύειν ἀξιούμεθα, οὕτω καὶ τῷ μετ’ αὐτὸν ἐσομένῳ συνετωτέρῳ τούτου μᾶλλον λον [τούτου] χρὴ πιστεύειν. καὶ ἐκείνου γενομένου πάλιν ἄλλον ἐλπίζειν χρὴ συνετώτερον αὐτοῦ γενήσεσθαι, κἀκείνου ἄλλον, καὶ μέχρις ἀπείρου.
§5.41
καὶ ἄδηλον, πότερόν ποτε συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διόπερ, κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις, ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς, ὅτι οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ), ἀεὶ τὴν τοῦ μετὰ ταῦτα ἐσομένου συνετωτέρου κρίσιν περιμένειν καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι.
§5.42
ἵνα δὲ καὶ κατὰ συγχώρησιν δῶμεν, ὅτι οὐδεὶς τοῦ ὑποτιθεμένου συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται, οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καἲ ἀληθῆ ταῦτα δοκεῖν εἶναι ποιεῖν, ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους, οὐκ εἰσόμεθα πότερόν ποτε, ὡς ἔχει τὸ πρᾶγμα φύσει, οὕτω λέγει, ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὧς ἀληθὲς παρίστησι καὶ ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς, ἅτε δὴ συνετώτερος τῶν ἀνθρώπων ἀπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ’ ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος. οὐδὲ τούτῳ τοίνυν συγκαταθησόμεθα ὧς ἀληθῶς τὰ πράγματα κρίνοντι, διὰ τὸ οἷόν τε μὲν εἶναι αὐτὸν ἀληθῆ λέγειν, οἴεσθαι δ’ ὅτι δι’ ὑπερβολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βουσυνετωτέρῳ λόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν.
§5.43
Εἰ δὲ φήσει τις, ὅτι τῇ τῶν πολλῶν συμφωνίᾳ χρὴ προσέχειν, λέξομεν ὅτι τοῦτ’ ἔστι μάταιον. πρῶτον μὲν γὰρ σπάνιον ’ίσως ἐστὶ τὸ ἀληθές, καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κριτηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ’ αὐτὸ συμφωνούντων· οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμφωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων.
§5.44
χωρὶς δὲ τούτων, οἱ συμφωνοῦντες ἤτοι ἐν διαφόροις εἰσὶ διαθέσεσιν ἢ ἐν μιᾷ. ἐν διαφόροις μὲν οὖν οὐδαμῶς ὅσον ἐπὶ τῷ λεγομένῳ. πῶς γὰρ ἂν τὰ αὐτὰ ἔλεγον περὶ αὐτοῦ; εἰ δὲ ἐν μιᾷ, ἐπεὶ καὶ ὁ εἶς ὁ λέγων ἕτερόν τι μίαν ἔχει διάθεσιν καὶ οὗτοι πάντες οἱ συμφωνοῦντες μίαν, ὅσον ἐπὶ ταῖς διαθέσεσιν αἷς προσέχομεν οὐδὲ κατὰ πλῆθος εὑρίσκεται διαφορά τις.
§5.45
διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί, πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι, καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως (I 100 — 117) ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τἀς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων.
§5.46
Εἰ δ’ οὐδὲ τῷ πλήθει προσέξομεν, οὐχ εὑρήσομεν οὐδένα ὑφ’ οὗ κριθήσεται τὰ πράγματα, καίτοι τοσαῦτα κατὰ συγχώρησιν δόντες. διόπερ ἐξ ἁπάντων τούτων ἀκατάληπτον εὑρίσκεται τὸ κριτήριον ὑφ' οὗ κριθήσεται τὰ πράγματα.
§5.47
Συμπεριγραφομένων δὲ τούτῳ καὶ τῶν ἄλλων κριτηρίων, ἐπεὶ ἕκαστον αὐτῶν ἤτοι μέρος ἢ πάθος ἢ ἐνέργημά ἐστι τοῦ ἀνθρώπου, ἀκόλουθον μὲν ἦν ἴσως ἐπί τι τῶν ἑξῆς προϊέναι τῷ λόγῳ, ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων ἐν τούτοις· ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀντίρρησιν φεύγειν δοκῶμεν, ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπιμέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι’ οὗ καλουμένου διαλεξόμεθα.
§6.48
Πολλὴ μὲν οὖν καὶ ἄπειρος σχεδὸν ἡ περὶ αὐτὸ γέγονε διαφωνία παρὰ τοῖς δογματικοῖς· ἡμεῖς δὲ πάλιν τοῦ ἐμμεθόδου προνοούμενοι φαμὲν ὅτι, ἐπεὶ κατ᾿ αὐτοὺς ἄνθρωπός ἐστι τὸ ὑφ' οὗ κρίνεται τὰ πράγματα, οὐδὲν δὲ οὗτος ἔχοι ἂν δι᾿ οὗ κρίνειν δυνήσεται (καθάπερ καὶ αὐτοὶ συνομολογοῦσιν) ἢ αἴσθησιν καὶ διάνοιαν, ἐὰν δείξωμεν, ὅτι οὔτε δι᾿ αἰσθήσεως μόνης δύναται κρίνειν οὔτε διὰ μόνης τῆς διανοίας οὔτε δι᾿ ἀμφοτέρων αὐτῶν, συντόμως πρὸς ἁπάσας τὰς κατὰ μέρος δόξας εἰρήκαμεν· πᾶσαι γὰρ δοκοῦσιν εἰς τὰς τρεῖς ταύτας ἀναφέρεσθαι στάσεις.
§6.49.1
ἀρξώμεθα δὲ ἀπὸ τῶν αἰσθήσεων.
§6.49.2
Οὐκοῦν ἐπεὶ τινὲς μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φασίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν), οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ᾿ ὧν οἴονται κινεῖσθαι λέγουσιν, οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότερον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι᾿ οὗ χρὴ κρίνειν κατὰ τὴν προκειμένην ὑπόθεσιν.
§6.50
ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον κενοπαθεῖ ἡ αἴσθησις ἢ καταλαμβάνει τι· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν ἡμᾶς τῇ αἰσθήσει μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων, περὶ ἧς οὐκ ἔχομεν εἰπεῖν, εἰ καὶ τὴν ἀρχὴν καταλαμβάνει τι.
§6.51
ἀλλ’ ἔστω κατ’ ἁ συγχώρησιν τὰς αἰσθήσεις ἀντιληπτικὰς εἷναι· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄπιστοι εὑρεθήσονται πρὸς τὴν κρίσιν τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων. αἱ γοῦν αἰσυθήσεις ὑπεναντίως κινοῦνται ὑπὸ τῶν ἐκτό·ς, οἷον ἡ γεῦσις ὑπὸ τοῦ αὐτοῦ μέλιτος ὁτὲ μὲν πικράζεται, ὁτὲ δὲ γλυκάζεται, καὶ ἡ ὅρασις τὸ αὐτὸ χρῶμα ὁτὲ μὲν αἱμωπὸν, ὁτὲ δὲ λευκὸν εἶναι <δοκεῖ> ἀλλ’ οὐδὲ ἡ ὄσφρησις ἑαυτῇ συμφωνεῖ·
§6.52
τὸ γοῦν μύρον ὁ μὲν κεφαλαλγικὸς ἀηδὲς εἶναί φησιν, ὁ δὲ μὴ οὕτως ἔχων ἡδύ. καὶ οἱ θεόληπτοι δὲ καὶ οἱ φρενιτίζοντες νιτίζοντες ἀκούειν δοκοῦσί τινων διαλεγομένων αὐτοῖς, ὧν ἡμεῖς οὐκ ἐπακούομεν. καὶ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν φλεγμαίνουσιν ἀηδὲς εἶναι δοκεῖ δι’ ὑπερβολὴν θερμότητος, τοῖς δ’ ἄλλοις χλιαρόν.
§6.53
πότερον οὖν πάσας τἀς φαντασίας ἀληθεῖς εἶναι φήσει τις, ἢ τάσδε μὲν ἀληθεῖς, τάσδε δὲ ψευδεῖς, ἢ καὶ ψευδεῖς ἁπάσας, εἰπεῖν ἀμήχανον, μηδὲν ἡμῶν ἐχόντων κριτήριον ὡμολογημένον δι’ οὗ κρινοῦμεν ὃ προκρίνειν μέλλομεν, ἀλλὰ μηδὲ ἀποδείξεως εὐπορούντων ἀληθοῦς τε καὶ κεκριμένης, διὰ τὸ μέχρι νῦν ζητεῖσθαι τὸ τῆς ἀληθείας κριτήριον, δι’ οὗ καὶ τὴν ἀληθῆ ἀπόδειξιν ἐπικρίνεσθαι προσήκει.
§6.54
διὰ ταῦτα καὶ ὁ ἀξιῶν τοῖς μὲν κατὰ φύσιν ἔχουσιν [ἐν τούτοις] πιστεύειν, τοῖς δὲ παρὰ φύσιν διακειμένοις μηδαμῶς, ἄτοπος ἔσται· οὔτε γὰρ ἀναποδείκτως τοῦτο λέγων πιστευθήσεται, οὔτε ἀπόδειξιν ἀληθῆ καὶ κεκριμένην ἔξει διὰ τὰ προειρημένα.
§6.55
εἰ μέντοι καὶ συγχωρήσειέ τις τὰς μὲν τῶν κατὰ φύσιν ἐχόντων φαντασίας εἶναι πιστάς, τἀς δὲ τῶν παρὰ φύσιν διακειμένων ἀπίστους, καὶ οὕτως ἀδύνατος εὑρεθήσεται ἡ διὰ τῶν αἰσθήσεων μόνων κρίσις τῶν ἐκτὸς ὑποκειμένων. ἡ ὅρα- σις γοῦν καὶ ἡ κατὰ φύσιν ἔχουσα τὸν <αὐτὸν> πύργον μὲν στρογγύλον, ὁτὲ δὲ τετράγωνον εἶναι λέγει, καὶ ἡ γεῦσις τὰ αὐτὰ σιτία ἐπὶ μὲν τῶν κεκορεσμένων ἀηδῆ, ἐπὶ δὲ τῶν πεινώντων ἡδέα φησὶν εἶναι, καὶ ἡ ἀκοὴ παραπλησίως τῆς αὐτῆς φωνῆς νυκτὸς μὲν ὧς εὐμεγέθους ἀντιλαμβάνεται, ἡμέρας δὲ <ὡς> ἀμαυρᾶς,
§6.56
καὶ ἡ ὄσφρησις ἐπὶ μὲν πολλῶν δυσώδη ἐπὶ δὲ τῶν βυρσοδεψῶν οὐδαμῶς τὰ αὐτὰ εἶναι δοκεῖ, καὶ ἡ αὐτὴ ἁφὴ εἰσιόντων μὲν ἡμῶν εἰς τὸ βαλανεῖον θερμαίνεται ὑπὸ τῆς παραστάδος, ἐξιόντων δὲ ψύχεται. διόπερ ἐπεὶ καὶ κατὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις ἑαυταῖς μάχονται, καὶ ἡ διαφωνία ἐστὶν ἀνεπίκριτος, ἐπεὶ μὴ ἔχομεν ὡμολογημένον <κριτήριον> δι’ οὗ κρίνεσθαι δύνανται, τὰς αὐτὰς ἀπορίας ἀκολουθεῖν ἀνάγκη. καὶ ἄλλα δὲ πλείω μεταφέρειν πρὸς τὴν τούτου κατασκευὴν ἐνδέχεται ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν τῆς ἐποχῆς τρόπων. διόπερ οὐκ ἂν εἴη ἀληθὲς ἴσως τὸ τὴν αἴσθησιν μόνην δύνασθαι κρίνειν τὰ ἐκτὸς ὑποκείμενα.
§6.57
Οὐκοῦν ἐπὶ τὴν διάνοιαν μετέλθωμεν τῷ λόγῳ. οἱ τοίνυν ἀξιοῦντες τῇ διανοίᾳ μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων πρῶτον μὲν ἐκεῖνο οὐκ ἕξουσιν δεικνύναι, ὅτι καταληπτόν ἐστι τὸ εἶναι διάνοιαν. ἐπεὶ γὰρ ὁ μὲν Γοργίας οὐδὲν εἶναι φάσκων οὐδὲ διάνοιαν εἶναί φησι, τινὲς δὲ ταύτην ἀποφαίνονται ὑπάρχειν, πῶς οὖν ἐπικρινοῦσι τὴν διαφωνίαν; οὔτε γὰρ διανοίᾳ, ἐπεὶ τὸ ζητούμενον συναρπάσουσιν, οὔτε ἄλλῳ τινί· οὐδὲν γὰρ ἄλλο εἶναί φασι κατὰ τὴν ὑπόθεσιν τὴν νῦν ὑποκειμένην, δι’ οὗ κρίνεται τὰ πράγματα. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον ἔστι διάνοια ἢ οὐκ ἔστιν· ᾠ συνεισέρχεται τὸ δεῖν μόνῃ τῇ διανοίᾳ προσέχειν ἐν τῇ τῶν πραγμάτων κρίσει, τῇ μηδέπω κατειλημμένῃ.
§6.58
ἀλλὰ κατειλήφθω ἡ διάνοια, καὶ ὡμολογήσθω τὸ εἶναι ταύτην καθ’ ὑπόθεσιν· λέγω ὅτι οὐ δύναται κρίνειν τὰ πράγματα. εἰ γὰρ μηδ’ ἑαυτὴν ἀκριβῶς ὁρᾷ, ἀλλὰ διαφωνεῖ περί τε τῆς οὐσίας αὑτῆς καὶ τοῦ τρόπου τῆς γενέσεως καὶ τοῦ τόπου ἐν ᾧ ἔστιν, πῶς ἂν δυνηθείη τῶν ἄλλων τι ἀκριβῶς καταλαμβάνειν;
§6.59
διδομένου δὲ καὶ τοῦ τὴν διάνοιαν κριτικὴν εἶναι τῶν πραγμάτων, οὐχ οὐχ εὑρήσομεν πῶς κατ’ αὐτὴν πολλῆς γὰρ οὔσης τῆς κατὰ διάνοιαν διαφορᾶς, ἐπειδὴ ἑτέρα μέν ἐστιν ἡ Γοργίου διάνοια, καθ’ ἥν φησι μηδὲν εἶναι, ἑτέρα δὲ ἡ Ἡρακλείτου, καθ’ ἣν λέγει πάντα εἶναι, ἑτέρα δὲ ἡ τῶν λεγόντων τάδε μὲν εἶναι τάδε δὲ μὴ εἶναι, πῶς ἐπικρίνωμεν τὴν τῶν διανοιῶν διαφορὰν οὐχ ἕξομεν, οὐδὲ δυνησόμεθα εἰπεῖν, ὅτι τῇ μὲν τοῦδε διανοίᾳ κατακολουθεῖν προσήκει, τῇ τοῦδε δὲ οὐδαμῶς.
§6.60
ἤν τε γὰρ διανοίᾳ τινὶ κρίνειν τολμῶμεν, τῆς διαφωνίας μέρει συγκατατιθέμενοι τὸ ζητούμενον συναρπάσομεν· ἤν τε ἑτέρῳ τινί, ψευσόμεθα ὅτι μόνῃ τῇ διανοίᾳ δεῖ κρίνειν τὰ πράγματα.
§6.61
λοιπὸν ἐκ τῶν περὶ τοῦ κριτηρίου τοῦ ὑφ’ οὗ [λεγομένων] ῥηθέντων §§ 22 — 47) δεικνύναι δυνησόμεθα, ὅτι μήτε τὴν ἀγχινουστέραν τῶν ἄλλων διάνοιαν εὑρεῖν δυνάμεθα, ὅτι τε ἂν εὕρωμεν τῶν τε γεγενημένων καὶ οὐσῶν διανοιῶν ἀγχινουστέραν διάνοιαν, ἐπεὶ ἄδηλόν ἐστιν, εἰ πάλιν ταύτης ἑτέρα ἔσται ἀγχινουστέρα, οὐ δεῖ προσέχειν αὐτῇ,
§6.62
ὅτι τε κἂν ὑποθώμεθα διάνοιαν ἧς ἐντρεχεστέρα οὐκ ἂν γένοιτο, οὐ συγκαταθησόμεθα τῷ δι’ αὐτῆς κρίνοντι, εὐλαβούμενοι μὴ ψευδῆ τινα λόγον προφερόμενος διὰ τὸ ὀξυτάτης διανοίας μετεσχηκέναι δύναται ἡμᾶς πείθειν ὅτι ἔστιν ἀληθής. οὐκοῦν οὐδὲ τῇ διανοίᾳ μόνῃ δεῖ κρίνειν τὰ πράγματα.
§6.63
Λείπεται λέγειν ὅτι δι’ ἀμφοτέρων. ὃ πάλιν ἐστὶν ἀδύνατον· οὐ μόνον γὰρ οὐχ ὁδηγοῦσιν αἱ αἰσθήσεις τὴν διάνοιαν πρὸς κατάληψιν, ἀλλὰ καὶ ἐναντιοῦνται αὐτῇ. ἀμέλει γοῦν ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκύ φαίνεσθαι ὁ μὲν Δημόκριτος (A 134 Diels) ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, ὁ δὲ Ἡράκλειτος ἀμφότερα. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεών τε καὶ αἰσθητῶν ὁ αὐτὸς λόγος. οὕτως ἀπὸ τῶν αἰσθήσεων ὁρμωμένη ἡ διάνοια διάφορά τε καὶ μαχόμενα ἀποφαίνεσθαι ἀναγκάζεται. τοῦτο δὲ ἀλλότριόν ἐστι κριτηρίου καταληπτικοῦ. εἶτα κἀκεῖνο λεκτέον·
§6.64
ἤτοι πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς πάντων διανοίαις κρινοῦσι τὰ πράγματα ἢ τισίν. ἀλλ᾿ εἰ μὲν πάσαις λέξει τις, ἀδύνατα ἀξιώσει τοσαύτης μάχης ἐν ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις ἐμφαινομένης, ἄλλως τε καὶ ἐπεὶ τῆς Γοργίου διανοίας ἀπόφασίς ἐστι τὸ μὴ δεῖν μήτε αἰσθήσει μήτε διανοίᾳ προσέχειν, περιτραπήσεται ὁ λόγος. εἰ δὲ τισίν, πῶς κρινοῦσιν ὅτι ταῖσδε μὲν ταῖς αἰσθήσεσι καὶ <τῇδε> τῇ διανοίᾳ προσέχειν δεῖ, ταῖσδε δὲ οὔ, μὴ ἔχοντες κριτήριον ὡμολογημένον, δι᾿ οὗ τὰς διαφόρους αἰσθήσεις τε καὶ διανοίας ἐπικρινοῦσιν;
§6.65
ἢν δὲ λέγωσιν, ὅτι τὰς αἰσθήσεις καὶ τἀς διανοίας τῇ διανοίᾳ καὶ ταῖς αἰσθήσεσι κρινοῦμεν, <. . . . . . . . . . > τισὶ δὲ μή, τὸ ζητούμενον συναρπάζουσιν· περὶ γὰρ τοῦ εἰ δύναταί τις διὰ τούτων κρίνειν ζητοῦμεν.
§6.66
εἶτα κἀκεῖνο ῥητέον, ὅτι ἤτοι ταῖς αἰσθήσεσι τάς τε αἰσθήσεις καὶ τὰς διανοίας κρινοῦσιν, ἢ ταῖς διανοίαις τάς τε αἰσθήσεις καὶ τὰς διανοίας, ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας, ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας, τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν, οὐκέτι δἰ αἰσθήσεως καὶ διανοίας κρινοῦσιν, ἀλλὰ δἰ ἑνὸς τούτων, ὅπερ ἂν ἕλωνται· καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν εἰρημέναι ἀπορίαι.
§6.67
εἰ δὲ ταῖς αἰσθήσεσι τἀς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν, ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις, ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν τῶν ἄλλων αἰσθήσεων, τὸ ζητούμενον συναρπάσουσιν· μέρος γὰρ τῆς διαφωνίας ὧς πιστὸν ἤδη λήψονται πρὸς τὴν τῶν ἐπ’ ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν.
§6.68–10.101
§6.68
ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας ἐπικρινοῦσι, τῇ διανοίᾳ δὲ τἀς αἰσθήσεις, ὁ διάλληλος εὑρίσκεται τρόπος, καθ’ ὅν, ἴνα μὲν αἱ αἰσθήσεις ἐπικριθῶσι, δεῖ προκεκρίσθαι τἀς διανοίας, ἴνα δὲ αἱ διάνοιαι δοκιμασθῶσι, χρὴ προδιευκρινεῖσθαι τἀς αἰσθήσεις.
§6.69
ἐπεὶ οὖν μήτε ὑπὸ τῶν ὁμογενῶν τὰ ὁμογενῆ κριτήρια δύναται ἐπικρίνεσθαι μήτε ὑπὸ ἑνὸς γένους ἀμφότερα τὰ γένη μήτε ὑπὸ τῶν ἑτερογενῶν ἐναλλάξ, οὐ δυνησόμεθα προκρίνειν διάνοιαν διανοίας ἢ αἴσθησιν αἰσθήσεως. διὰ δὲ τοῦτο οὐδὲ ἕξομεν διὰ τίνος κρινοῦμεν· εἰ γὰρ μήτε πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις κρίνειν δυνησόμεθα, μήτε εἰσόμεθα ποίαις μὲν δεῖ κρίνειν, ποίαις δὲ μή, οὐχ ἕξομεν δι’ οὗ κρινοῦμεν τὰ πράγματα ὥστε καὶ διὰ ταῦτα ἀνύπαρκτον ἂν εἴη τὸ κριτήριον τὸ δι’ οὗ.
§7.70
Ἴδωμεν οὖν ἑξῆς περὶ τοῦ κριτηρίου καθ’ ὃ κρίνεσθαι λέγουσι τὰ πράγματα. πρῶτον τοίνυν ἐκεῖνο ἔστιν εἰπεῖν περὶ αὐτοῦ, ὅτι <......> ἀνεπινόητός ἐστιν ἡ λέγουσι γὰρ (Stoic. fr. I 484 Arn.) φαντασίαν εἶναι τύπωσιν ἐν ἡγεμονικῷ. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγε- μονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὡς φασίν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὧς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε κατὰ τὴν τερατολογουμένην ἑτεροιωτικήν· οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεωρημάτων ὅσα συνίστησι τέχνην, ἐν ταῖς ἐπιγινομέναις ἑτεροιώσεσι τῶν προυποκειμένων ἀπαλειφομένων.
§7.71
εἰ μέντοι καὶ ἐπινοηθῆναι δύναιτο ἡ φαντασία, ἀκατάληπτος ἔσται· ἐπεὶ γὰρ πάθος ἐστὶν ἡγεμονικοῦ τὸ δὲ ἡγεμονικὸν οὐ καταλαμβάνεται, ὧς ἐδείξαμεν, οὐδὲ τὸ πάθος αὐτοῦ καταληψόμεθα.
§7.72
εἶτα εἰ καὶ δοίημεν, ὅτι καταλαμβάνεται ἡ φαντασία, οὐ δύναται κρίνεσθαι καὶ] κατ’ αὐτὴν τὰ πράγματα· οὐ γὰρ δι’ ἑαυτῆς ἐπιβάλλει τοῖς ἐκτὸς καὶ <δι᾿ αὐτῆς> ἡ διάνοια, ὧς φασίν, ἀλλὰ διὰ τῶν αἰσθήσεων, αἱ δὲ αἰσθήσεις τὰ μὲν ἐκτὸς ὑποκείμενα οὐ καταλαμβάνουσιν, μόνα δέ, εἰ ἄρα, τὰ ἑαυτῶν πάθη. καὶ ἡ φαντασία οὗν τοῦ πάθους τῆς αἰσθήσεως ἔσται, ὅπερ διαφέρει τοῦ ἐκτὸς ὑποκειμένου· οὐ γὰρ τὸ αὐτό ἐστι τὸ μέλι τῷ γλυκάζεσθαί με καὶ τὸ ἀψίνθιον τῷ πικράζεσθαι, ἀλλὰ διαφέρει.
§7.73
εἰ δὲ διαφέρει τοῦτο τὸ πάθος τοῦ ἐκτὸς ὑποκειμένου, ἡ φαντασία ἔσται οὐχὶ τοῦ ἐκτὸς ὑποκειμένου, ἀλλ’ ἑτέρου τινὸς διαφέροντος αὐτοῦ. εἰ οὖν κατὰ ταύτην κρίνει ἡ διάνοια, φαύλως κρίνει καὶ οὐ κατὰ τὸ ὑποκείμενον. διόπερ ἄτοπόν ἐστι τὸ κατὰ τὴν φαντασίαν τὰ ἐκτὸς κρίνεσθαι λέγειν.
§7.74
ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι ἡ ψυχὴ καταλαμβάνει διὰ τῶν αἰσθητικῶν παθῶν τὰ ἐκτὸς ὑποκείμενα, (??) διὰ τὸ ὅμοια τὰ πάθη τῶν αἰσθήσεων εἶναι τοῖς ἐκτὸς ὑποκειμένοις. πόθεν γὰρ εἴσεται ἡ διάνοια, εἰ ὅμοιά ἐστι τὰ πάθη τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς, μήτε αὐτὴ τοῖς ἐκτὸς ἐντυγχάνουσα, μήτε τῶν αἰσθήσεων αὐτῇ τὴν φύσιν αὐτῶν δηλουσῶν ἀλλὰ τὰ ἑαυτῶν πάθη, καθάπερ ἐκ τῶν τρόπων τῆς ἐποχῆς ἐπελογισάμην.
§7.75
ὥσπερ γὰρ ὁ ἀγνοῶν μὲν Σωκράτην, εἰκόνα δὲ τούτου θεασάμενος οὐκ οἶδεν, εἰ ὁμοία ἐστὶν ἡ εἰκὼν τῷ Σωκράτει, οὕτω καὶ ἡ διάνοια τὰ μὲν πάθη τῶν αἰσθήσεων ἐποπτεύουσα, τὰ δὲ ἐκτὸς μὴ θεωροῦσα, οὐδὲ εἰ ὅμοιά ἐστι τὰ τῶν αἰσθήσεων πάθη τοῖς ἐκτὸς ὑποκειμένοις εἴσεται. οὐδὲ καθ’ ὁμοίωσιν ἄρα δυνήσεται ταῦτα κρίνειν κατὰ τὴν φαντασίαν.
§7.76
ἀλλὰ δῶμεν κατὰ συγχώρησιν, πρὸς τῷ ἐπινοεῖσθαι τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι, ἔτι καὶ ἐπιδεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ’ αὐτὴν τὰ πράγματα, καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν <καὶ κατ’ αὐτὴν ἤ τινι. ἀλλ’ εἰ μὲν πάσῃ, δῆλον ὅτι καὶ τῇ Ξενιάδου φαντασίᾳ πιστεύσομεν>, καθ’ ἣν ἔλεγε πάσας τὰς ἀπίστους εἶναι, καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε καὶ κατ’ αὐτὰς κρίνεσθαι δύνασθαι τὰ πράγματα.
§7.77
εἰ δέ τισιν, πῶς ἐπικρινοῦμεν ὅτι ταῖσδε μὲν ταῖς φαντασίαις πιστεύειν προσήκει, ταῖσδε δὲ ἀπιστεῖν; εἰ μὲν γὰρ ἄνευ φαντασίας, δώσουσιν ὅτι παρέλκει ἡ φαντασία πρὸς τὸ κρίνειν, εἴγε χωρὶς αὐτῆς κρίνεσθαι δύνασθαι τὰ] πράγματά τινα λέξουσιν· εἰ δὲ μετὰ φαντασίας, πῶς λήψονται τὴν φαντασίαν, ἣν παραλαμβάνουσι πρὸς τὴν τῶν ἄλλων φαντασιῶν κρίσιν;
§7.78
ἢ πάλιν αὐτοῖς ἄλλης φαντασίας δεήσει πρὸς τὴν κρίσιν τῆς ἑτέρας φαντασίας, καὶ εἰς τὴν ἐκείνης κρίσιν ἄλλης, καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι· ἀδύνατον ἄρα εὑρεῖν, ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις δεῖ χρῆσθαι, ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν, κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα, ἑκατέρωθεν περιτρέπεται ὁ λόγος, καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ τισὶ μὲν πιστεύειν ὧς κριτηρίοις, τισὶ δὲ ἀπιστεῖν, συνάγεται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμάτων ὡς κριτήρια παραλαμβάνειν.
§7.79
Ταῦτα μὲν ἀρκεῖ νῦν εἰπεῖν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὸ κριτήριον καθ᾿ ὃ κρίνεσθαι τὰ πράγματα ἐλέγετο. εἰδέναι δὲ χρή, ὅτι οὐ πρόκειται ἡμῖν ἀποφήνασθαι, ὅτι ἀνύπαρκτόν ἐστι τὸ κριτήριον [τὸ] τῆς ἀληθείας (τοῦτο γὰρ δογματικόν)· ἀλλ᾿ ἐπεὶ οἱ δογματικοὶ πιθανῶς δοκοῦσι κατεσκευακέναι, ὅτι ἔστι τι κριτήριον ἀληθείας, ἡμεῖς αὐτοῖς πιθανοὺς δοκοῦντας εἶναι λόγους ἀντεθήκαμεν, οὔτε ὅτι ἀληθεῖς εἰσι διαβεβαιούμενοι οὔτε ὅτι πιθανώτεροι τῶν ἐναντίων, ἀλλὰ διὰ τὴν φαινομένην ἴσην πιθανότητα τούτων τε τῶν λόγων καὶ τῶν παρὰ τοῖς δογματικοῖς κειμένων τὴν ἐποχὴν συνάγοντες.
§8.80
Εἰ μέντοι καὶ δοίημεν καθ᾿ ὑπόθεσιν εἶναίτι τῆς ἀληθείας κριτήριον, ἄχρηστον εὑρίσκεται καὶ μάταιον, ἐὰν ὐπομνήσωμεν ὅτι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀνύπαρκτος μέν ἐστιν ἡ ἀλήθεια, ἀνυπόστατον δὲ τὸἀληθές.
§8.81
ὑπομιμνῄσκομεν δὲ οὕτως (Stoic. fr. ΙΙ l32 A.). λέγεται διαφέρειν τῆς ἀληθείας τὸ ἀληθὲς τριχῶς, οὐσίᾳ συστάσει δυνάμει· οὐσίᾳ μέν, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ ἀλήθεια σῶμα (ἔστι γὰρ ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντική, ἡ δὲ ἐπιστήμη πὼς ἔχον ἡγεμονικὸν ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμή, τὸ δὲ ἡγεμονικὸν σῶμα· ἔστι γὰρ κατ᾿ αὐτούς πνεῦμα)·
§8.82
συ- στάσει δέ, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀπλοῦν τί ἐστιν, οἷον ‘ἐγὼ διαλέγομαι', ἡ δὲ ἀλήθεια ἀπὸ πολλῶν ἀληθῶν γνώσεων συνίσταται·
§8.83
δυνάμει δέ, ἐπεὶ ἡ μὲν ἀλήθεια ἐπιστήμης ἔχεται, τὸ δὲ ἀληθὲς οὐ πάντως. διόπερ τὴν μὲν ἀλήθειαν ἐν μόνῳ σπουδαίῳ φασὶν εἶναι, τὸ δὲ ἀληθὲς καὶ ἐν φαύλῳ· ἐνδέχεται γὰρ τὸν φαῦλον ἀληθές τι εἰπεῖν. ταῦτα μὲν οἱ δογματικοί.
§8.84
ἡμεῖς δὲ πάλιν τῆς κατὰ τὴν συγγραφὴν προαιρέσεως στοχαζόμενοι πρὸς μόνον τὸ ἀληθὲς νῦν τούς λόγους ποιησόμεθα, ἐπεὶ συμπεριγράφεται τούτῳ καὶ ἡ ἀλήθεια, σύστημα τῆς τῶν ἀληθῶν γνώσεως εἶναι λεγομένη. πάλιν δέ, ἐπεὶ τῶν λόγων οἱ μέν εἰσι καθολικώτεροι, δι’ ὧν αὐτὴν τὴν ὑπόστασιν τοῦ ἀληθοῦς κινοῦμεν, οἱ δὲ εἰδικοί (quae exponumtur adv. dogm. II 69—139), δι’ ὧν δείκνυμεν, ὅτι οὐκ ἐν φωνῇ τὸ ἀληθὲς ἢ ἐν λεκτῷ ἢ ἐν τῇ κινήσει τῆς διανοίας, τοὺς καθολικωτέρους ἐκθέσθαι μόνους ὧς πρὸς τὸ παρὸν ἀρκεῖν ἡγούμεθα. ὥσπερ γὰρ τείχους θεμελίῳ κατενεχθέντι καὶ τὰ ὑπερκείμενα πάντα συγκαταφέρεται, οὕτω τῇ τοῦ ἀληθοῦς ὑποστάσει διατρεπομένῃ καὶ αἱ κατὰ μέρος τῶν δογματικῶν εὑρεσιλογίαι συμπεριγράφονται.
§9.85
Διαφωνίας τοίνυν οὔσης περὶ τοῦ ἀληθοῦς παρὰ τοῖς δογματικοῖς, ἐπεί τινες μέν φασιν εἶναί τι ἀληθές, τινὲς δὲ μηδὲν εἶναι ἀληθές, οὐκ ἐνδέχεται τὴν διαφωνίαν ἐπικρῖναι, ἐπειδὴ ὁ λέγων εἶναί τι ἀληθὲς οὔτε ἄνευ ἀποδείξεως τοῦτο λέγων πιστευθήσεται διὰ τὴν διαφωνίαν· ἤν τε καὶ ἀπόδειξιν βούληται φέρειν, ἢν μὲν ψευδῆ ταύτην εἶναι συνομολογήσῃ, ἄπιστος ἔσται, ἀληθῆ δὲ τὴν ἀπόδειξιν εἶναι λέγων εἰς τὸν διάλληλόν τε ἐμπίπτει λόγον καὶ ἀπόδειξιν αἰτηθήσεται <τοῦ> ἀληθῆ αὐτὴν ὑπάρχειν, ἐκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδείξαι· ἀδύνατον ἄρα γνῶναι καὶ ὅτι ἔστι τι ἀληθές.
§9.86
καὶ μὴν τό ‘το’, ὅπερ φασὶν εἶναι πάντων γενικώτατον, ἤτοι ἀληθὲς ἢ ψεῦδός ἐστιν ἢ οὔτε ψεῦδος οὔτε ἀληθές, ἢ καὶ ψεῦδος καὶ ἀληθές. εἰ μὲν οὖν ψεῦδος αὐτὸ εἷναι φήσουσιν, ὁμολογήσουσιν, ὅτι πάντα ἐστὶ ψευδῆ. ὥσπερ γάρ, ἐπεὶ τὸ ζῷον ἔμψυχόν ἐστι, καὶ πάντα τὰ ζῷα τὰ κατὰ μέρος ἔμψυχά ἐστιν, οὕτως, εἰ τὸ γενικώτατον πάντων (τό ‘τι’) ψεῦδός ἐστι, καὶ πάντα τὰ κατὰ μέρος ἔσται ψευδῆ καὶ οὐδὲν ἀληθές. ᾧ συνεισάγεται τὸ μηδὲν εἶναι ψεῦδος· καὶ γὰρ αὐτὸ τὸ ‘πάντα ἐστὶ ψευδῆ’ καὶ τὸ ‘ἔστι τι ψεῦδος’ τῶν πάντων καθεστὼς ψεῦδος ἔσται. εἰ δὲ ἀληθές ἐστι τό ‘τι’, πάντα ἔσται ἀληθῆ· ᾧ συνεισάγεται πάλιν τὸ μηδὲν εἶναι ἀληθές, εἴγε καὶ αὐτὸ τοῦτο τὶ ὑπάρχον (λέγω δὲ τὸ μηδὲν εἶναι ἀληθές) ἀληθές ἐστιν.
§9.87
εἰ δὲ καὶ ψεῦδός ἐστι καὶ ἀληθὲς τό ‘τι’, ἕκαστον τῶν κατὰ μέρος καὶ ψεῦδος ἔσται καὶ ἀληθές. ἐξ οὗ συνάγεται τὸ μηδὲν φύσει εἶναι ἀληθές· τὸ γὰρ φύσιν ἔχον τοιαύτην ὥστε ἀληθὲς εἶναι, πάντως οὐκ ἂν εἴη ψεῦδος. εἰ δ’ οὔτε ψεῦδός ἐστιν οὔτε ἀληθές τό ‘τι’, ὁμολογεῖται ὅτι καὶ πάντα τὰ ἐπὶ μέρους μήτε ψευδῆ μήτε ἀληθῆ εἶναι λεγόμενα οὐκ ἔσται ἀληθῆ. καὶ διὰ ταῦτα μὲν οὖν ἄδηλον ἡμῖν ἔσται, εἰ ἔστιν ἀληθές.
§9.88
πρὸς τούτοις ἤτοι φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ, ἢ ἄδηλα μόνον, ἤ τῶν ἀληθῶν τὰ μὲν ἄδηλά ἐστι, τὰ δὲ φαινόμενα· οὐδὲν δὲ τούτων ἐστὶν ἀληξθές, ὧς δείξομεν· οὐδὲν ἄρα ἐστὶν ἀληθές. εἰ μὲν οὖν φαινόμενα μόνον ἐστὶ τὰ ἀληθῆ, ἤτοι πάντα τὰ φαινόμενα λέξουσιν εἶναι ἀληθῆ ἢ τινά. καὶ εἰ μὲν πάντα, περιτρέπεται ὁ λόγος· φαίνεται γάρ τισι τὸ μηδὲν εἶναι ἀληθές. εἰ δέ τινα, ἀνεπικρίτως μὲν οὐ δύναταί τις λέ- γειν, ὅτι τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ, κριτηρίῳ δὲ χρώμενος ἤτοι φαινόμενον εἶναι λέξει τοῦτο τὸ κριτήριον ἢ ἄδηλον. καὶ ἄδηλον μὲν οὐδαμῶς· μόνα γὰρ ὑπόκειται νῦν ἀληθῆ τὰ φαινόμενα.
§9.89
εἰ δὲ φαινόμενον, ἐπεὶ ζητεῖται, τίνα μὲν φαινόμενά ἐστιν ἀληθῆ, τίνα δὲ ψευδῆ, καὶ τὸ λαμβανόμενον φαινόμενον πρὸς τὴν κρίσιν τῶν φαινομένων πάλιν ἑτέρου δεήσεται κριτηρίου φαινομένου, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἐπικρίνειν· ἀδύνατον ἄρα καταλαβεῖν, εἰ φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ.
§9.90
ὁμοίως δὲ καὶ ὁ λέγων τὰ ἄδηλα μόνον εἷναι ἀληθῆ πάντα μὲν οὐ λέξει εἶναι ἀληθῆ οὐ γὰρ καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἀληθὲς εἶναι λέξει ἢ τὸ περιττοὺς τούτους ὑπάρχειν)· εἰ δέ τινα, τίνι κρινοῦμεν, ὅτι τάδε μὲν τὰ ἄδηλά ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; φαινομένῳ μὲν γὰρ οὐδαμῶς· εἰ δὲ ἀδήλῳ, ἐπεὶ ζητοῦμεν, τίνα τῶν ἀδήλων ἐστὶν ἀληθῆ καὶ τίνα ψευδῆ, δεήσεται καὶ τοῦτο τὸ ἄδηλον ἀδήλου ἑτέρου τοῦ ἐπικρινοῦντος αὐτό, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. διόπερ οὐδὲ ἄδηλα μόνον ἐστὶ τἀληθῆ.
§9.91
λείπεται λέγειν, ὅτι τῶν ἀληθῶν τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· ἔστι δὲ καὶ τοῦτο ἄτοπον. ἤτοι γὰρ πάντα τά τε φαινόμενα καὶ τὰ ἄδηλά ἐστιν ἀληθῆ, ἤ τινα φαινόμενα καί τινα ἄδηλα. εἰ μὲν οὖν πάντα, πάλιν περιτραπήσεται ὁ λόγος, ἀληθοῦς εἶναι διδομένου καὶ τοῦ μηδὲν εἶναι ἀληθές, λεχθήσεταί τε ἀλη- θὲς καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περιττοὺς τούτους ὑπάρχειν.
§9.92
εἰ δέ τινα τῶν φαινομένων καί τινα τῶν ἀδήλων ἐστὶν ἀληθῆ, πῶς ἐπικρινοῦμεν, ὅτι τῶν φαινομένων τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; εἰ μὲν <γὰρ> διὰ φαινομένου, εἰς ἄπειρον ἐκβάλλεται ὁ λόγος· εἰ δὲ δι’ ἀδήλου, ἐπεὶ καὶ τὰ ἄδηλα δεῖται κρίσεως, πάλιν τοῦτο <τὸ> ἄδηλον διὰ τίνος κριθήσεται; εἰ μὲν <γὰρ> διὰ ὁ διάλληλος εὑρίσκεται τρόπος, εἰ δὲ δι’ ἀδήλου, ὁ εἰς ἄπειρον ἐκβάλλων.
§9.93
ὁμοίως δὲ καὶ περὶ τῶν ἀδήλων λεκτέον· ὁ μὲν γὰρ ἀδήλῳ τινὶ κρίνειν αὐτὰ ἐπιχειρῶν εἰς ἄπειρον ἐκβάλλεται, ὁ δὲ φαινομένῳ ἢ ἀεὶ φαινόμενον προσλαμβάνων εἰς ἄπειρον, ἢ ἐπὶ ἄδηλον μεταβαίνων εἰς τὸν διάλληλον. ψεῦδος ἄρα ἐστὶ τὸ λέγειν τῶν ἀληθῶν τὰ μὲν εἷναι φαινόμενα τὰ δὲ ἄδηλα.
§9.94
εἰ οὖν μήτε τὰ φαινόμενά ἐστιν ἀληθῆ μήτε τὰ ἄδηλα μόνα, μήτε τινὰ μὲν φαινόμενα, τινὰ δὲ ἄδηλα, οὐδέν ἐστιν ἀληθές. εἰ δὲ μηδέν ἐστιν ἀληθές, τὸ δὲ κριτήριον δοκεῖ πρὸς τὴν κρίσιν τοῦ ἀληθοῦς χρησιμεύειν, ἄχρηστον καὶ μάταιόν ἐστι τὸ κριτήριον, κἂν δῶμεν αὐτῷ κατὰ συγχώρησιν ἔχειν τινὰ ὑπόστασιν. καὶ εἴγε ἐφεκτέον περὶ τοῦ εἰ ἔστι τι ἀληθές, ἀκόλουθόν ἐστι τοὺς λέγοντας ὡς διαλεκτική ἐστιν ἐπιστήμη ψευδῶν καὶ ἀληθῶν καὶ οὐδετέρων προπετεύεσθαι.
§9.95
Ἀπόρου δὲ τοῦ κριτηρίου τῆς ἀληθείας φανέντος, οὔτε περὶ τῶν ἐναργῶν εἶναι δοκούντων, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἔτι οἷόν τέ ἐστι διισχυρίζεσθαι, οὔτε περὶ τῶν ἀδήλων· ἐπεὶ γὰρ ἀπὸ τῶν ἐναργῶν καταλαμβάνειν οἱ δογματικοὶ νομίζουσιν, ἐὰν ἐπέχειν περὶ τῶν ἐναργῶν καλουμένων ἀναγκαζώμεθα, πῶς ἂν περὶ τῶν ἀδήλων ἀποφαίνεσθαι τολμήσαιμεν;
§9.96
ἐκ πολλοῦ δὲ τοῦ περιόντος καὶ πρὸς τὰ ἄδηλα τῶν πραγμάτων ἰδίως ἐνστησόμεθα. καὶ ἐπειδὴ ταῦτα διὰ σημείου τε καὶ ἀποδείξεως καταλαμβάνεσθαι καὶ κρατύνεσθαι δοκεῖ, διὰ βραχέων ὑπομνήσομεν, ὅτι καὶ περὶ τοῦ σημείου καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν προσήκει. ἀρξώμεθα δὲ ἀπὸ σημείου· καὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι δοκεῖ.
§10.97
Τῶν πραγμάτων τοίνυν κατὰ τούς δογματικοὺς τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα, καὶ τῶν ἀδήλων τὰ μὲν καθάπαξ ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα, τὰ δὲ φύσει ἄδηλα. καὶ πρόδηλα μὲν εἷναί φασι τὰ ἐξ ἑαυτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷόν ἐστι τὸ ἡμέραν εἶναι, καθάπαξ δὲ ἄδηλα, ἃ μὴ πέφυκεν εἰς τὴν ἡμετέραν πίπτειν κατάληψιν, ὧς τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας,
§10.98
πρὸς καιρὸν δὲ ἄδηλα ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρὰ τινας ἔξωθεν περιστάσεις κατὰ καιρὸν ἡμῖν ἀδηλεῖται, ὧς ἐμοὶ νῦν ἡ τῶν Ἀθηναίων πόλις, φύσει δὲ ἄδηλα τὰ μὴ φύσιν ὑπὸ τὴν ἡμετέραν πίπτειν ἐνάργειαν, ὧς οἱ νοητοὶ πόροι· οὗτοι γὰρ οὐδέποτε ἐξ ἑαυτῶν φαίνονται, ἀλλ’ εἰ ἄρα, ἐξ ἑτέρων καταλαμβάνεσθαι ἂν νομισθεῖεν, οἶον τῶν ἱδρώτων ἤ τινος παραπλησίου.
§10.99
τὰ μὲν οὖν πρόδηλα μὴ δεῖσθαι σημείου φασίν· ἐξ ἑαυτῶν γὰρ αὐτὰ καταλαμβάνεσθαι. ἀλλ’ οὐδὲ τὰ καθάπαξ ἄδηλα ἅτε δὴ μηδὲ τὴν ἀρχὴν καταλαμβανόμενα. τὰ δὲ πρὸς καιρὸν ἄδηλα καὶ τὰ φύσει ἄδηλα διὰ σημείων μὲν καταλαμβάνεσθαι, οὐ μὴν διὰ τῶν αὐτῶν, ἀλλὰ τὰ μὲν πρὸς καιρὸν ἄδηλα διὰ τῶν ὑπομνηστικῶν, τὰ δὲ φύσει ἄδηλα διὰ τῶν ἐνδεικτικῶν.
§10.100
τῶν οὖν σημείων τὰ μέν ἐστιν ὑπομνηστικὰ κατ’ αὐτοὺς, τὰ δ’ ἐνδεικτικά. καὶ ὑπομνηστικὸν μὲν σημεῖον καλοῦσιν ὃ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας ἅμα τῷ ὑποπεσεῖν, ἐκείνου ἀδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ καὶ νῦν ἐναργῶς μὴ ὑποπίπτοντος, ὡς ἔχει ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός.
§10.101
ἐνδεικτικὸν δέ ἐστι σημεῖον, ὥς φασιν, ὃ μὴ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας, ἀλλ’ ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς σημαίνει τὸ οὗ ἐστι σημεῖον, ὡσπεροῦν αἱ περὶ τὸ σῶμα κινήσεις σημεῖά εἰσι τῆς ψυχῆς. ὅθεν καὶ ὁρίζονται αἰτίους EAB 9 παρά Gen. dubitanter: περί GT (circa) 9a καιρούς Τ (per tempora) cf. p. 319,3 Ih καταλαμβάνεται Τ (apprehenduntur) 23 σημειωτῷ Bekk.: σημείω rw MLT (in signo quod est): σημαινομένω tw EAB 25/20 ἐναργῶς LT (manifeste): ἐναργοῦς MEAB 28 σημειωτῷ Τ (significato): σημείω τῶ G 29 καὶ om L τοῦτο τὸ σημεῖον οὕτως ῾σημεῖόν ἐστιν ἐνδεικτικὸν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος.᾿
§10.102–12.137
§10.102
διττῆς οὖν οὔσης τῶν σημείων διαφορᾶς, ὡς ἔφαμεν, οὐ πρὸς πᾶν σημεῖον ἀντιλέγομεν, ἀλλὰ πρὸς μόνον τὸ ἐνδεικτικὸν ὡς ὑπὸ τῶν δογματικῶν πεπλάσθαι δοκοῦν. τὸ γὰρ ὑπομνηστικὸν πεπίστευται ὑπὸ τοῦ βίου, ἐπεὶ καπνὸν ἰδών τις σημειοῦται πῦρ καὶ οὐλὴν θεασάμενος τραῦμα γεγενῆσθαι λέγει. ὅθεν οὐ μόνον οὐ μαχόμεθα τῷ βίῳ ἀλλὰ καὶ συναγωνιζόμεθα, τῷ μὲν ὐπ᾿ αὐτοῦ πεπιστευμένῳ ἀδοξάστως συγκατατιθέμενοι, τοῖς δ᾿ ὑπὸ τῶν δογματικῶν ἰδίως ἀναπλαττομένοις ἀνθιστάμενοι.
§10.103
Ταῦτα μὲν οὖν ἥρμοζεν ἴσως προειπεῖν ὑπὲρ τῆς σαφηνείας τοῦ ζητουμένου· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν, οὐκ ἀνύπαρκτον δεῖξαι τὸ ἐνδεικτικὸν σημεῖον πάντως ἐσπουδακότες, ἀλλὰ τὴν φαινομένην ἰσοσθένειαν τῶν φερομένων λόγων πρός τε τὴν ὕπαρξιν αὐτοῦ καὶ τὴν ἀνυπαρξίαν ὑπομιμνῄσκοντες.
§11.104
Τὸ σημεῖον τοίνυν, ὅσον ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ παρὰ τοῖς δογματικοῖς, ἀνεπινόητόν ἐστιν. αὐτίκα γοῦν οἱ ἀκριβῶς περὶ αὐτοῦ διειληφέναι δοκοῦντες, οἱ Στωικοί (fr. II 221 Arn.), βουλόμενοι παραστῆσαι τὴν ἔννοιαν τοῦ σημείου, φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. καὶ τὸ μὲν ἀξίωμά φασιν (fr. II 193 A.) εἶναι λεκτὸν αὐτοτελὲς ἀπόφαντόν ὅσον ἐφ᾿ ἑαυτῷ, ὑγιὲς δὲ συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος.
§11.105
τὸ γὰρ συνημμένον ἤτοι ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές, οἷον ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾿, ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ῾εἰ πέταται ἡ γῆ, πτερωτή ἐστιν ἡ γῆ,᾿ ἢ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ‘εἰ ἔστιν ἡ γῆ, πέταται ἡ γῆ', ἢ ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ἀληθές, οἷον ‘εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ'. τούτων δὲ μόνον τὸ ἀπὸ ἀληθοῦς ἀρχόμενον καὶ λῆγον ἐπὶ ψεῦδος μοχθηρὸν εἷναί φασιν, τὰ δ’ ἄλλα ὑγιῆ.
§11.106
προκαθηγούμενον δὲ λέγουσι τὸ ἐν συνημμένῳ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς ἡγούμενον. ἐκκαλυπτικὸν δέ ἐστι τοῦ λήγοντος, ἐπεὶ τὸ ‘γάλα ἔχει αὕτη τοῦ ‘κεκύηκεν αὕτη δηλωτικὸν εἷναι δοκεῖ ἐν τούτῳ τῷ συνημμένῳ ‘εἰ γάλα ἔχει αὕτη, κεκύηκεν αὕτη'.
§11.107
ταῦτα μὲν οὗτοι· ἡμεῖς δὲ λέγομεν πρῶτον, ὅτι ἄδηλόν ἐστιν, εἰ ἔστι <τι> λεκτόν. ἐπεὶ γὰρ τῶν δογματικῶν οἱ μὲν Ἐπικούρειοί (fr. 259 Us.) φασι μὴ εἶναί <τι> λεκτὸν, δὲ Στωικοὶ εἶναι, ὅταν λέγωσιν οἱ Στωικι εἶναί τι λεκτόν, ἤτοι μόνῃ φάσει χρῶνται ἢ καὶ ἀποδείξει. ἀλλ’ εἰ μὲν φάσει, ἀντιθήσουσιν αὐτοῖς οἱ Ἐπικούρειοι φάσιν τὴν λέγουσαν, ὅτι οὐκ ἔστι τι λεκτόν· εἰ δὲ ἀπόδειξιν παραλήψονται ἐπεὶ ἐξ ἀξιωμάτων συνέστηκε λεκτῶν ἡ ἀπόδειξις, ἐκ τῶν λεκτῶν δὲ συνεστῶσα οὐ δυνήσεται πρὸς πίστιν τοῦ λεκτὸν εἶναι παραλαμβάνεσθαι ὁ γὰρ μὴ διδοὺς εἶναι λεκτὸν πῶς συγχωρήσει σύστημα λεκτῶν ὑπάρχειν;)
§11.108
— διὰ τοῦ ζητουμένου τοίνυν τὸ ζητούμενον πιστοῦσθαι βούλεται ὁ ἐκ τῆς ὑπάρξεως τοῦ συστήματος τῶν λεκτῶν εἶναί τι λεκτὸν πειρώμενος κατασκευάζειν. εἰ οὖν μήτε ἁπλῶς μήτε δι’ ἀποδείξεως ἐνδέχεται παριστᾶν ὅτι ἔστι τι λεκτόν, ἄδηλόν ἐστιν ὅτι ἔστι τι λεκτόν. ὁμοίως δὲ καὶ εἰ ἔστιν ἀξίωμα·
§11.109
λεκτὸν γάρ ἐστι τὸ ἀξίωμα. μήποτε δὲ καὶ εἰ καθ’ ὑπόθεσιν εἶναί τι λεκτὸν δοθείη, τὸ ἀξίωμα ἀνύπαρκτον εὑρίσκεται, συνεστηκὸς ἐκ λεκτῶν μὴ συνυπαρχόντων ἀλλήλοις. οἷον γοῦν ἐπὶ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν', ὅτε λέγω τὸ ‘ἡμέρα ἔστιν', οὐδέπω ἔστι τὸ ‘φῶς ἔστιν', καὶ ὅτε λέγω τὸ ‘φῶς ἔστιν’, οὐκέτι ἔστι τὸ ‘ἡμέρα ἔστιν’. εἰ οὖν τὰ μὲν συγκείμενα ἔκ τινων ἀδύνατον ὑπάρχειν μὴ συνυπαρχόντων ἀλλήλοις τῶν μερῶν αὐτῶν, τὰ δὲ ἐξ ὧν σύγκειται τὸ ἀξίωμα οὐ συνυπάρχει ἀλλήλοις, οὐχ ὑπάρξει τὸ ἀξίωμα.
§11.110
ἴνα δὲ καὶ ταῦτα παρλίπωμεν, τὸ ὑγιὲς συνημμένον ἀκατάληπτον εὑρεθήσεται. ὁ μὲν γὰρ Φίλων φησὶν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, οἷον ἡμέρας οὔσης καὶ ἐμοῦ διαλεγομένου τὸ ‘εἰ ἡμέρα ἐστιν, ἐγὼ διαλέγομαι', ὁ δὲ Διόδωρος, ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· καθ’ ὃν τὸ μὲν εἰρημένον συνημμένον ψεῦδος εἶναι δοκεῖ, ἐπεὶ ἡμέρας μὲν οὔσης ἐμοῦ δὲ σιωπήσαντος ἀπὸ ἀληθοῦς ἀρξάμενον ἐπὶ ψεῦδος καταλήξει,
§11.111
ἐκεῖνο δὲ ἀληθές ‘εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα, ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα’· ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ ‘οὐκ ἀμερῆ τῶν ὄντων στοιχεῖα’ εἰς ἀληθὲς καταλήξει αὐτὸν τὸ ‘ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα’. οἱ δὲ τὴν εἰσάγοντες ὑγιὲς εἶναί φασι συνημμένον, ὅταν τὸ ἀντικείμενον τῷ ἐν αὐτῷ λήγοντι μάχηται τῷ ἐν αὐτῷ ἡγουμένῳ· καθ’ οὓς τὰ μὲν εἰρημένα συνημμένα ἔσται μοχθηρά, ἐκεῖνο δὲ ἀληθές ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν’.
§11.112
οἱ δὲ τῇ ἐμφάσει κρίνοντές φασιν ὅτι ἀληθές συνημμένον οὗ τὸ λῆγον ἐν τῷ ἡγουμένῳ περιέχεται δυνάμει· καθ’ οὓς τὸ ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστι καὶ πᾶν τὸ διαφορούμενον ἀξίωμα] συνημμένον ἴσως ψεῦδος ἔσται·
§11.113
αὐτὸ γάρ τι ἐν ἑαυτῷ περιέχεσθαι ἀμήχανον. ταύτην τοίνυν τὴν διαφωνίαν ἐπικριθῆναι ἀμήχανον ἴσως εἶναι δόξει. οὔτε γὰρ ἀναποδείκτως προκρίνοντές τινα τῶν στάσεων τῶν προειρημένων πιστοὶ ἐσόμεθα οὔτε μετὰ ἀποδείξεως. καὶ γὰρ ἡ ἀπόδειξις ὑγιὴς εἶναι δοκεῖ, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκῇ τὸ συμπέρασμα αὐτῆς ὡς λῆγον ἡγουμένῳ, οἷον οὕτως ‘εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. εἴπερ ἡμέρα ἔστι, φῶς ἔστιν· καὶ ἡμέρα ἔστι καὶ φῶς ἔστιν’.
§11.114
ζητουμένου δὲ περὶ τοῦ πῶς κρινοῦμεν τὴν ἀκολουθίαν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον, ὁ διάλληλος εὑρίσκεται τρόπος. ἴνα μὲν γὰρ ἡ κρίσις τοῦ συνημμένου ἀποδειχθῇ τὸ συμπέρασμα τοῖς λήμμασι τῆς ἀποδείξεως ἀκολουθεῖ, ὧς προειρήκαμεν· ἔνα δὲ πάλιν τοῦτο πιστευθῇ, δεῖ τὸ συνημμένον καὶ τὴν ἀκολουθίαν ἐπικεκρίσθαι· ὅπερ ἄτοπον.
§11.115
ἀκατάληπτον ἄρα τὸ ὑγιὲς συνημμένον. ἀλλὰ καὶ τὸ προκαθηγούμενον ἄπορόν ἐστιν. τὸ μὲν γὰρ προκαθηγούμενον, ὥς φασιν, ἐστὶ τὸ ἡγούμενον ἐν τοιούτῳ συνημμένῳ, ὅ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές.
§11.116
εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ λήγοντος τὸ σημεῖον, ἤτοι πρόδηλόν ἐστι τὸ λῆγον ἢ ἄδηλον. εἰ μὲν οὖν πρόδηλον, οὐδὲ τοῦ ἐκκαλύψοντος δεήσεται, ἀλλὰ συγκαταληφθήσεται αὐτῷ, καὶ οὐκ ἔσται αὐτοῦ σημειωτόν, διόπερ οὐδὲ ἐκεῖνο τούτου σημεῖον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων διαπεφώνηται ἀνεπικρίτως, ποία μέν ἐστιν αὐτῶν ἀληθῆ ποῖα δὲ ψευδῆ, καὶ ὅλως εἰ ἔστι τι αὐτῶν ἀληθές, ἄδηλον ἔσται, εἰ εἰς ἀληθὲς λήγει τὸ συνημμένον. ᾧ συνεισέρχεται καὶ τὸ ἄδηλον εἶναι εἰ προκαθηγεῖται τὸ ἐν αὐτῷ ἡγούμενον.
§11.117
ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, οὐ δύναται ἐκκαλυπτικὸν εἶναι τοῦ λήγοντος, εἴγε πρὸς τὸ σημεῖόν ἐστι τὸ σημειωτὸν καὶ διὰ τοῦτο συγκαταλαμβάνεται αὐτῷ. τὰ γὰρ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται· καὶ ὥσπερ τὸ δεξιὸν πρὸ τοῦ ἀριστεροῦ ὧς δεξιὸν ἀριστεροῦ καταληφθῆναι οὐ δύναται, οὐδὲ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι πα- ραπλησίως, οὕτως οὐδὲ τὸ σημεῖον πρὸ τοῦ σημειωτοῦ ὡς σημειωτοῦ καταληφθῆναι δυνατὸν ἔσται.
§11.118
εἰ δ’ οὐ προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ, οὐδὲ ἐκκαλυπτικὸν αὐτοῦ δύναται ὑπάρχειν τοῦ ἅμα αὐτῷ καὶ μὴ μετ’ αὐτὸ καταλαμβανομένου. οὐκοῦν καὶ ὅσον ἐπὶ τοῖς κοινότερον λεγομένοις ὑπὸ τῶν ἑτεροδόξων ἀνεπινόητόν ἐστι τὸ σημεῖον. καὶ γὰρ πρός τι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, πρὸς ᾧ φασιν αὐτὸ εἶναι, τοῦτο εἷναι λέγουσιν.
§11.119
ὅθεν εἰ μὲν πρός τι ἐστὶ καὶ πρὸς τῷ σημειωτῷ, συγκαταλαμβάνεσθαι πάντως ὀφείλει τῷ σημειωτῷ, καθάπερ τὸ ἀριστερὸν τῷ δεξιῷ καὶ τὸ ἄνω τῷ κάτω καὶ τὰ ἄλλα <τὰ> πρός τι. εἰ δὲ ἐστι τοῦ σημειωτοῦ, προκαταλαμβάνεσθαι αὐτοῦ πάντως ὀφείλει, ἵνα προεπιγνωσθὲν εἰς ἔννοιαν ἡμᾶς ἀγάγῃ τοῦ ἐξ αὐτοῦ γινωσκομένου πράγματος.
§11.120
ἀδύνατον δὲ ἐννοῆσαι πρᾶγμα μὴ δυνάμενον πρὸ ἐκείνου γνωσθῆναι, οὗ προκαταλαμβάνεσθαι ἀνάγκην ἔχει· ἀδύνατον ἄρα ἐπινοεῖν τι καὶ πρός τι ὂν καὶ ἐκκαλυπτικὸν ἐκείνου ὑπάρχον πρὸς ᾧ νοεῖται. τὸ δὲ σημεῖον καὶ πρός τι φασὶν εἶναι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ· ἀδύνατον ἄρα ἐστὶν ἐπινοῆσαι τὸ σημεῖον.
§11.121
Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαφωνία γέγονε παρὰ τοῖς πρὸ ἡμῶν, τῶν μὲν λεγόντων εἷναί τι σημεῖον ἐνδεικτικόν, τῶν δὲ μηδὲν εἶναι σημεῖον ἐνδεικτικὸν φασκόντων. ὁ λέγων οὖν εἶναί τι σημεῖον ἐνδεικτικὸν ἤτοι ἀπλῶς ἐρεῖ καὶ ἀναποδείκτως, ψιλῇ φάσει χρώμενος, ἢ μετὰ ἀποδείξεως. ἀλλ’ εἰ μὲν φάσει μόνῃ χρήσεται, ἄπιστος ἔσται, εἰ δὲ ἀποδεῖξαι βουλήσεται, τὸ ζητούμενον συναρπάσει.
§11.122
ἐπεὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι λέγεται, ἀμφισβητουμένου τοῦ πότερον ἔστι τι σημεῖον ἢ οὐκ ἔστιν, ἀμφισβήτησις ἔσται καὶ περὶ τοῦ πότερον ἔστιν ἀπόδειξις ἢ οὐδαμῶς, ὥσπερ καθ’ ὑπόθεσιν ζητουμένου εἰ ἔστι ζῷον, ζητεῖται καὶ περὶ τοῦ εἰ ἔστιν ἄνθρωπος· ζῷον γὰρ ὁ ἄνθρωπος. ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ἐπ’ ἴσης ζητουμένου ἢ δι’ ἑαυτοῦ ἀποδεικνύναι· οὐδὲ δι’ ἀποδείξεως ἄρα δυνήσεταί τις διαβεβαιοῦσθαι, ὅτι ἔστι σημεῖον.
§11.123
εἰ δὲ μήτε ἁπλῶς μήτε μετὰ ἀποδείξεως οἷόν τέ ἐστι περὶ τοῦ σημείου διαβεβαιωτικῶς ἀποφαίνεσθαι, ἀδύνατόν ἐστι περὶ αὐτοῦ καταληπτικὴν ἀπόφασιν ποιήσασθαι· εἰ δὲ μὴ καταλαμβάνεται μετὰ ἀκριβείας τὸ σημεῖον, οὐδὲ σημαντικὸν εἶναι λεχθήσεταί τινος ἅτε δὴ μηδὲ αὐτὸ ὁμολογούμενον· διὰ δὲ τοῦτο οὐδὲ σημεῖον ἔσται. ὅθεν καὶ κατὰ τοῦτον τὸν ἐπιλογισμὸν ἀνύπαρκτον ἔσται τὸ σημεῖον καὶ ἀνεπινόητον.
§11.124
Ἔτι μέντοι κακὲ ῥητέον. ῥητέον. ἤτοι φαινόμενα μόνον ἐστὶ τὰ σημεῖα ἢ ἄδηλα μόνον, ἢ τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα. οὐδὲν δὲ τούτων ἐστὶν ὑγιές· οὐκ ἄρα ἔστι σημεῖον. ὅτι μὲν οὖν ἄδηλα οὐκ ἔστι πάντα τὰ σημεῖα, ἐντεῦθεν δείκνυται. τὸ ἄδηλον οὐκ ἐξ ἑαυτοῦ φαίνεται, ὧς οἱ δογματικοί φασιν, ἀλλὰ δι’ ἑτέρου ὑποπίπτει. καὶ τὸ σημεῖον οὖν, εἰ ἄδηλον εἴη, ἑτέρου δεήσεται σημείου ἀδήλου, ἐπεὶ μηδὲν φαινόμενόν ἐστι σημεῖον κατὰ τὴν προκειμένην ὑπόθεσιν, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα σημεῖα λαμβάνειν· ἀδύνατον ἄρα τὸ σημεῖον καταληφθῆναι ἄδηλον ὄν. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον ἔσται, μὴ δυνάμενον σημαίνειν τι καὶ σημεῖον εἶναι διὰ τὸ μὴ καταλαμβάνεσθαι.
§11.125
εἰ δὲ πάντα τὰ σημεῖα φαινόμενά ἐστιν, ἐπεὶ καὶ πρός τι ἐστὶ τὸ σημεῖον καὶ πρὸς τῷ σημειωτῷ, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, τὰ σημειωτὰ εἶναι λεγόμενα σὺν τοῖς φαινομένοις καταλαμβανόμενα φαινόμενα ἔσται· ὥσπερ γὰρ ἅμα ὑποπιπτόντων τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ οὐ μᾶλλον τὸ δεξιὸν τοῦ ἀριστεροῦ ἢ τὸ ἀριστερὸν τοῦ δεξιοῦ φαίνεσθαι λέγεται, οὕτω συγκαταλαμβανομένων τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ οὐ μᾶλλον τὸ σημεῖον ἢ τὸ σημειωτὸν φαίνεσθαι ῥητέον.
§11.126
εἰ δὲ φαινόμενόν ἐστι τὸ σημειωτόν, οὐδὲ σημειωτὸν ἔσται μὴ δεόμενον τοῦ σημανοῦντος αὐτὸ καὶ ἐκκαλύψοντος. ὅθεν ὥσπερ ἀναιρουμένου δεξιοῦ οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως ἀναιρουμένου τοῦ σημειωτοῦ οὐδὲ σημεῖον εἶναι δύναται, ὥστε ἀνύπαρκτον εὑρίσκεται τὸ σημεῖον, εἴπερ φαινόμενα μόνα εἶναι λέγοι τις τὰ σημεῖα.
§11.127
λείπεται λέγειν, ὅτι τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· καὶ οὕτως δὲ αἱ ἀπορίαι μένουσιν. τῶν τε γὰρ φαινομένων σημείων τὰ σημειωτὰ εἶναι λεγόμενα φαινόμενα ἔσται, καθὰ προειρήκαμεν, καὶ μὴ δεόμενα τοῦ σημανοῦντος οὐδὲ σημειωτὰ ὅλως ὑπάρξει, ὅθεν οὐδὲ ἐκεῖνα σημεῖα ἔσται, μηδὲν σημαίνοντα·
§11.128
τά τε ἄδηλα σημεῖα χρῄζοντα τῶν ἐκκαλυψόντων αὐτά, ἐὰν μὲν ὑπὸ ἀδήλων σημαίνεσθαι λέγηται, εἰς ἄπειρον ἐκπίπτοντος τοῦ λόγου ἀκατάληπτα εὑρίσκεται καὶ διὰ τοῦτο ἀνύπαρκτα, ὡς προειρήκαμεν· ἐὰν δὲ ὑπὸ φαινομένων, φαινόμενα ἔσται σύν τοῖς φαινομένοις αὐτῶν σημείοις καταλαμβανόμενα, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτα. ἀδύνατον γὰρ εἶναί τι πρᾶγμα, ὃ καὶ ἄδηλόν ἐστι φύσει καὶ φαινόμενον, τὰ δὲ σημεῖα περὶ ὧν ἐστιν ὁ λόγος, ἄδηλα ὑποτεθέντα, φαινόμενα εὑρέθη κατὰ τὴν περιτροπὴν τοῦ λόγου.
§11.129
εἰ οὖν μήτε πάντα τὰ σημεία φαινόμενά ἐστι μήτε πάντα ἄδηλα, μήτε τῶν σημείων τινὰ μέν ἐστι φαινόμενα, τινὰ δὲ ἄδηλα, καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν, ὡς καὶ αὐτοί φασιν, ἀνύπαρκτα ἔσται τὰ λεγόμενα σημεῖα.
§11.130
Ταῦτα μὲν οὖν ὀλίγα ἀπὸ πολλῶν ἀρκέσει νῦν εἰρῆσθαι πρὸς ὑπόμνησιν τοῦ μὴ εἶναι σημεῖον ἐνδεικτικόν· ἐξῆς δὲ καὶ τὰς ὑπομνήσεις τοῦ εἶναί τι σημεῖον ἐκθησόμεθα, ἵνα τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων λόγων παραστήσωμεν. ἤτοι οὖν σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου φωναὶ φερόμεναι ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν ἄσημοί εἰσιν, πῶς ἂν κινήσειαν τὴν ὕπαρξιν τοῦ σημείου;
§11.131
εἰ δὲ σημαίνουσί τι, ἔστι σημεῖον. ἔτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ λόγοι οἱ κατὰ τοῦ σημείου ἢ οὐκ ἀποδεικτικοί. ἀλλ’ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐκ ἀποδεικνύουσι τὸ μὴ εἶναι σημεῖον· εἰ δὲ ἀποδεικτικοί, ἐπεὶ ἡ ἀπόδειξις τῷ γένει σημεῖόν ἐστιν, ἐκκαλυπτικὴ οὖσα τοῦ συμπεράσματος, ἔσται σημεῖον. ὅθεν καὶ συνερωτᾶται λόγος τοιοῦτος· εἰ ἐστι τι σημεῖον, ἔστι σημεῖον, καὶ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον· τὸ γὰρ μὴ εἶναι σημεῖον δι’ ἀποδείξεως, ἣ δή ἐστι σημεῖον, δείκνυται. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· ἔστιν ἄρα σημεῖον.
§11.132
τούτῳ δὲ τῷ λόγῳ παράκειται τοιοῦτος λόγος. εἰ οὐκ ἔστι τι σημεῖον, οὐκ ἔστι σημεῖον· καὶ εἰ ἔστι σημεῖον ὅ φασιν οἱ δογματικοὶ εἶναι, οὐκ ἔστι σημεῖον. τὸ γὰρ σημεῖον περὶ οὗ ὁ λόγος, κατὰ τὴν ἐπίνοιαν αὐτοῦ καὶ πρός τι εἶναι λεγόμενον καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, ἀνύπαρκτον εὑρίσκεται, ὡς παρεστήσαμεν.
§11.133.1
ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· οὐκ ἄρα ἔστι σημεῖον. καὶ περὶ τῶν φωνῶν δὲ τῶν ὑπὲρ τοῦ σημείου αὐτοὶ ἀποκρινάσθωσαν οἱ δογματικοί, πότερον σημαίνουσί τι ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν γὰρ οὐδὲν σημαίνουσιν, οὐ πιστοῦται τὸ εἶναι σημεῖον· εἰ δὲ σημαίνουσιν, ἀκολουθήσει αὐταῖς τὸ σημειωτόν. τοῦτο δὲ ἦν τὸ εἶναί τι σημεῖον· ᾧ ἕπεται τὸ <μὴ> εἷναι ὡς ὑπεμνήσαμεν, κατὰ τὴν τοῦ λόγου περιτροπήν.
§11.133.2
Πλὴν ἀλλ’ οὕτω πιθανῶν καὶ πρὸς τὸ εἶναι σημεῖον καὶ πρὸς τὸ μὴ εἶναι λόγων φερομένων, οὐ μᾶλλον εἶναι σημεῖον ἢ μὴ εἶναι ῥητέον.
§12.134
Φανερὸν μὲν οὖν ἐκ τούτων, ὅτι οὐδὲ ἡ ἀπόδειξις ὁμολογούμενόν τι πρᾶγμά ἐστιν· εἰ γὰρ περὶ τοῦ σημείου ἐπέχομεν, καὶ ἡ ἀπόδειξις δὲ σημεῖόν τί ἐστι, καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν ἀνάγκη. καὶ γὰρ εὑρήσομεν τοὺς περὶ τοῦ σημείου λόγους ἠρωτημένους ἐφαρμόζεσθαι δυναμένους καὶ κατὰ τῆς ἀποδείξεως, ἐπεὶ καὶ πρός τι εἶναι δοκεῖ καὶ ἐκκαλυπτικὴ τοῦ συμπεράσματος, οἶς ἠκολούθει τὰ πρὸς τὸ σημεῖον ἡμῖν εἰρημένα σχεδὸν ἅπαντα.
§12.135.1
εἰ δὲ δεῖ καὶ ἰδίως περὶ ἀποδείξεως εἰπεῖν, συντόμως ἐπελεύ- σομαι τὸν περὶ αὐτῆς λόγον, πρότερον σαφηνίσαι πειραθεὶς διὰ βραχέων, τί φασιν εἶναι τὴν ἀπόδειξιν.
§12.135.2
Ἔστιν οὖν, ὡς φασίν, ἡ ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. σαφέστερον δὲ ὃ λέγου- σιν ἔσται διὰ τούτων. λόγος ἐστὶ σύστημα ἐκ λημμάτων καὶ ἐπιφορᾶς·
§12.136
τούτου δὲ λήμματα μὲν εἷναι λέγεται τὰ πρὸς κατασκευὴν τοῦ συμπεράσματος συμφώνως λαμβανόμενα ἀξιώματα, ἐπιφορὰ δὲ συμπέρασμα] τὸ ἐκ τῶν λημμάτων κατασκευαζόμενον ἀξίωμα. οἶον ἐν τούτῳ τῷ <λόγῳ> ‘εἰ ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν τὸ μὲν ‘φῶς ἄρα ἔστιν’ συμπέρασμά ἐστι, τὰ δὲ λοιπὰ λήμματα.
§12.137
τῶν δὲ λόγων οἱ μέν εἰσι συνακτικοὶ οἱ δὲ ἀσύνακτοι, συνακτικοὶ μέν, ὅταν τὸ συνημμένον τὸ ἀρχόμενον μὲν ἀπὸ τοῦ διὰ τῶν τοῦ λόγου λημμάτων συμπεπλεγμένου, λῆγον δὲ εἰς τὴν ἐπιφορὰν αὐτοῦ, ὑγιὲς ᾖ, οἷον ὁ προειρημένος λόγος συνακτικός ἐστιν, ἐπεὶ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ταύτῃ ‘ἡμέρα ἔστι’, καὶ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν’ ἀκολουθεῖ τὸ ‘φῶς ἔστιν’ ἐν τούτῳ τῷ ‘[εἰ] ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.’ ἀσύνακτοι δὲ οἱ μὴ οὕτως ἔχοντες.
§12.138–13.169
§12.138
τῶν δὲ συνακτικῶν οἱ μέν εἰσιν ἀληθεῖς οἱ δὲ οὐκ ἀληθεῖς, ἀληθεῖς μέν, ὅταν μὴ μόνον τὸ συνημμένον ἐκ τῆς τῶν λημμάτων συμπλοκῆς καὶ τῆς ἐπιφορᾶς, ὧς προειρήκαμεν, ὑγιὲς ᾖ, ἀλλὰ καὶ τὸ συμπέρασμα καὶ τὸ διὰ τῶν λημμάτων αὐτοῦ συμπεπλεγμένον ἀληθὲς ὑπάρχῃ, ὅ ἐστιν ἡγούμενον ἐν τῷ συνημμένῳ. ἀληθὲς δὲ συμπεπλεγμένον ἐστὶ τὸ πάντα ἔχον ἀληθῆ, ὧς τὸ ‘ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.’
§12.139
οὐκ ἀληθεὶς δὲ οἱ μὴ οὕτως ἔχοντες. ὁ γὰρ τοιοῦτος λόγος ‘εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν’ συνακτικὸς μέν ἐστιν, ἐπεὶ τὸ συνημμένον τοῦτο ὑγιές ἐστιν ‘[εἰ] νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος <ἔστιν· σκότος> ἄρα ἔστιν’, οὐ μέντοι ἀληθής. τὸ συμπεπλεγμένον ψεῦδός ἐστι, τὸ νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι,’ ψεῦδος ἔχον ἐν ἑαυτῷ τὸ ‘νὺξ ἔστιν·' ψεῦδος γάρ ἐστι συμπεπλεγμένον τὸ ἔχον ἐν ἑαυτῷ ψεῦδος. ἔνθεν καὶ ἀληθῆ λόγον εἶναί φασι τὸν δι’ ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα.
§12.140
πάλιν δὲ τῶν ἀληθῶν λόγων οἱ μέν εἰσιν ἀποδεικτικοὶ, οἱ δ’ οὐκ ἀποδεικτικοί, καὶ ἀποδεικτικοὶ μὲν οἱ διὰ προδήλων ἄδηλόν τι συνάγοντες, οὐκ ἀποδεικτικοὶ δὲ οἱ μὴ οἷον ὁ μὲν τοιοῦτος λόγος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν' οὐκ ἔστιν ἀποδεικτικός· τὸ γὰρ φῶς εἶναι, ὅπερ ἐστὶν αὐτοῦ συμπέρασμα, πρόδηλόν ἐστιν. ὁ δὲ τοιοῦτος ‘εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ πόροι· ἀλλὰ μὴν ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας· εἰσὶν ἄρα νοητοὶ πόροι' ἀποδεικτικός ἐστι, τὸ συμπέρασμα ἔχων ἄδηλον, τὸ ‘εἰσὶν ἄρα νοητοὶ πόροι'.
§12.141
τῶν δὲ ἄδηλόν τι συναγόντων οἱ μὲν ἐφοδευτικῶς μόνον ἄγουσίν ἡμᾶς διὰ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς. οἶον ἐφοδευτικῶς μὲν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἶός ἐστιν ὁ τοιοῦτος ‘εἰ τίς σοι εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός δείκνυμι δὲ καθ’ ὑλόθεσιν τὸν Δία) εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος'· συγκατατιθέμεθα γὰρ τῷ συμπεράσματι οὐχ οὕτως διὰ τὴν τῶν λημμάτων ἀνάγκην ὡς πιστεύοντες τῇ τοῦ θεοῦ ἀποφάσει.
§12.142
οἱ δὲ οὐ μόνον ἐφοδευτικῶς ἀλλὰ καὶ ἐκκαλυπτικῶς ἄγουσιν ἡμᾶς ἐπὶ τὸ συμπέρασμα, ὧς ὁ τοιοῦτος ‘εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ πόροι. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ δεύτερον ἄρα·' τὸ γὰρ ῥεῖν τούς ἱδρῶτας ἐκκα- λυπτικόν ἐστι τοῦ πόρους εἶναι, διὰ τὸ προειλῆφθαι ὅτι διὰ ναστοῦ σώματος ὑγρὸν οὐ δύναται φέρεσθαι.
§12.143
ἡ οὖν ἀπόδειξις καὶ λόγος εἶναι ὀφείλει καὶ συνακτικὸς καὶ ἄλη θὴς καὶ ἄδηλον ἔχων συμπέρασμα καὶ] ἐκκαλυπτόμενον ὑπὸ τῆς δυνάμεως τῶν λημμάτων, καὶ διὰ τοῦτο εἶναι λέγεται ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. διὰ τούτων μὲν οὖν σαφηνίζειν εἰώθασι τὴν ἔννοιαν τῆς ἀποδείξεως.
§13.144
ὅτι δὲ ἀνύπαρκτός ἐστιν ἡ ἀπόδειξις, ἀπ’ αὐτῶν ὧν λέγουσιν ἐπιλογίζεσθαι δυνατόν, ἕκαστον τῶν περιεχομένων ἐν τῇ ἐννοίᾳ διατρέποντα. οἷον γοῦν ὁ λόγος σύγκειται ἐξ ἀξιωμάτων, τὰ δὲ σύνθετα πράγματα οὐ δύναται ὑπάρχειν, ἐὰν μὴ τὰ ἐξ ὧν συνέστηκεν ἀλλήλοις συνυπάρχῃ, ὡς πρόδηλον ἀπὸ κλίνης καὶ τῶν παραπλησίων, τὰ δὲ μέρη τοῦ λόγου ἀλλήλοις οὐ συνυπάρχει. ὅτε γὰρ λέγομεν τὸ πρῶτον λῆμμα, οὐδέπω ὑπάρχει οὔτε τὸ ἕτερον λῆμμα οὔτε ἡ ἐπιφορά· ὅτε δὲ τὸ δεύτερόν φαμεν, τὸ μὲν πρότερον λῆμμα οὐκέτι ὑπάρχει, ἡ δὲ ἐπιφορὰ οὐδέπω ἔστιν· ὅτε δὲ τὴν ἐπιφορὰν προφερόμεθα, τὰ λήμματα αὐτῆς οὐκέτι ὑφέστηκεν. οὐ συνυπάρχει ἄρα ἀλλή- λοις τὰ μέρη τοῦ λόγου· ὅθεν οὐδὲ ὁ λόγος ὑπάρχειν δόξει.
§13.145
χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν· εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολουθίας, ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος, ὡς ἐν τῷ περἲ σημείου λόγῳ §§ 110 — 114) ὑπεμνήσαμεν, καὶ ὁ συνακτικὸς λόγος ἀκατάληπτος ἔσται.
§13.146
οἴ γε μὴν διαλεκτικοί φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρτησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρτησιν μὲν, ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν, ὡς ὁ τοιοῦτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται·
§13.147
Δίων ἄρα περιπατεὶ'. παρὰ δὲ παρολκήν, ὅταν εὑρίσκηται λῆμμα παρέλκον πρὸς τὴν τοῦ λόγου συναγωγήν, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ Δίων περιπατεῖ· φῶς ἄρα ἔστιν'. παρὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι, ὅταν μὴ ᾖ σχῆμα τοῦ λόγου συνακτικόν, οἶον ὄντων συλλογιστικῶν, ὡς φασί, τούτων ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν', ‘εἰ ἡμέρα ἔστι, <φῶς ἔστιν>· δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν', ὁ λόγος ἀσύνακτός ἐστιν οὗτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν φῶς ἔστιν· ἡμέρα ἄρα ἔστιν'.
§13.148
ἐπεὶ γὰρ ἐπαγγέλλεται τὸ συνημμένον ἐντὸς τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, εἰκότως τοῦ ἡγουμένου προσλαμβανομένου ἐπάγεται καὶ τὸ λῆγον, καὶ τοῦ λήγοντος ἀνῃρημένου ἀναιρεῖται καὶ τὸ ἡγούμενον· εἰ γὰρ ἦν τὸ ἡγούμενον, ἦν ἂν καὶ τὸ λῆγον. τοῦ δὲ λήγοντος προσλαμβανομένου οὐ πάντως τίθεται καὶ τὸ ἡγούμενον· οὐδὲ γὰρ ὑπισχνεῖτο τὸ συνημμένον τῷ λήγοντι ἀκολουθεῖν τὸ ἡγούμενον, ἀλλὰ τῷ ἡγουμένῳ τὸ λῆγον μόνον.
§13.149
διὰ τοῦτο οὖν ὁ μὲν ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγων συλλογιστικὸς εἶναι λέγεται, καὶ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τῷ ἡγουμένῳ συνάγων· ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγούμενον συνάγων ἀσύνακτος, ὡς ὁ προειρημένος, παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει, ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένον ἀληθές ἐστιν, καὶ ἡ ‘ἀλλὰ μὴν φῶς ἔστι πρόσληψις, ἡ δὲ ‘ἡμέρα ἄρα <ἔστιν>᾿ ἐπιφορὰ ψευδής.
§13.150
κατὰ παράλειψιν δέ ἐστι μοχθηρὸς λό- γος, ἐν ᾧ παραλείπεταί τι τῶν πρὸς τὴν συναγωγὴν τοῦ συμπεράσματος χρησιμευόντων· οἷον ὑγιοῦς ὄντος, ὧς οἴονται, τοῦ λόγου τούτου ῾ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακὸς ἢ ἀδιάφορος· οὔτε δὲ κακός ἐστιν οὔτε ἀδιάφορος· ἀγαθὸς ἄρα ἐστίν᾿, φαῦλός ἐστι παρὰ ἔλλειψιν οὕτος ὁ λόγος ῾ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακός· οὐκ ἔστι δὲ κακός· ἀγαθὸς ἄρα ἐστίν᾿.
§13.151
ἐὰν οὖν δείξω ὅτι οὐδεμία διαφορὰ τῶν ἀσυνάκτων διακρίνεσθαι δύναται κατ’ αὐτοὺς ἀπὸ τῶν συνακτικῶν, ἔδειξα ὅτι ἀκατάληπτός ἐστιν ὁ συνακτικὸς λόγος, ὡς περιττὰς εἶναι τὰς κατὰ διαλεκτικὴν <παρ᾿> αὐτοῖς φερομένας ἀπειρολογίας. δείκνυμι δὲ οὕτως.
§13.152
Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλληλά <τε> καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημμένου, ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον, ὡς ἐπελογισάμην, <ἀδιάκριτος> ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος.
§13.153
καὶ γὰρ ὁ λέγων κατὰ διάρτησιν ἀσύνακτον εἶναί τινα λόγον, φάσιν μὲν προφερόμενος μόνην ἀντιτιθεμένην αὑτῷ φάσιν ἕξει τὴν ἀντικειμένην τῇ προειρημένῃ· ἀποδεικνύς δὲ διὰ λόγου ἀκούσεται, ὅτι δεῖ τὸν λόγον τοῦτον πρότερον συνακτικὸν εἶναι, εἶθ᾿ οὕτως ἀποδεικνύειν, ὅτι ἀσυνάρτητα τὰ λήμματα τοῦ διηρτῆσθαι λεγομένου λόγου. οὐ γνωσόμεθα δὲ εἰ ἔστιν ἀποδεικτικός, μὴ ἔχοντες συνημμένου σύμφωνον κρίσιν, ἡ κρινοῦμεν εἰ ἀκολουθεῖ τῇ διὰ τῶν λημμάτων τοῦ λόγου συμπλοκῇ τὸ συμπέρασμα. καὶ κατὰ τοῦτο οὖν οὐχ ἕξομεν διακρίνειν τῶν συνακτικῶν τὸν κατὰ διάρτησιν μοχθηρὸν εἶναι λεγόμενον.
§13.154
τὰ δὲ αὐτὰ ἐροῦμεν πρὸς τὸν λέγοντα μοχθηρὸν εἷναι λόγον τινὰ παρὰ τὸ ἐν φαύλῳ σχήματι ἠρωτῆσθαι· ὁ γὰρ κατασκευάζων ὅτι μοχθηρόν τι σχῆμά ἐστιν, οὐχ ἕξει ὁμολογούμενον συνακτικὸν λόγον δι’ οὗ δυνήσεται συνάγειν ὃ φησιν.
§13.155
δυνάμει δὲ ἀντειρήκαμεν διὰ τούτων καὶ πρὸς τοὺς πειρωμένους πα ἔλλειψιν ἀσυνάκτους λόγους εἶναι δεικνύναι. εἰ γὰρ ὁ ἐντελὴς <καὶ> ἀπηρτισμένος ἐστι, καὶ ὁ ἐλλιπὴς ἄδηλος ἔσται. καὶ ἔτι ὁ διὰ λόγου δεικνύναι τινὰ ἐλλιπῆ βουλόμενος λόγον, μὴ ἔχων συνημμένου κρίσιν ὡμολογημένην, δι’ ἧς κρίνειν δυνήσεται τὴν ἀκολουθίαν τοῦ ὐπ’ αὐτοῦ λεγομένου λόγου, οὐ δυνήσεται κεκριμένως καὶ ὀρθῶς λέγειν ὅτι ἐλλιπής ἐστιν.
§13.156
ἀλλὰ καὶ ὁ κατὰ παρολκὴν λεγόμενος εἶναι μοχθηρὸς ἀδιάκριτός ἐστιν ἀπὸ τῶν ἀποδεικτικῶν. ὅσον γὰρ ἐπὶ τῇ παρολκῇ καὶ οἱ θρυλούμενοι παρὰ τοῖς Στωικοῖς ἀναπόδεικτοι ἀσύνακτοι εὑρεθήσονται, ὧν ἀναιρουμένων ἡ πᾶσα διαλεκτικὴ ἀνατρέπεται· οὗτοι γάρ εἰσιν οὕς φασιν ἀποδείξεως μὲν μὴ δεῖσθαι πρὸς τὴν ἑαυτῶν σύστασιν, ἀποδεικτικοὺς δὲ ὑπάρχειν <διὰ> τοῦ καὶ τοὺς ἄλλους λόγους. ὅτι δὲ παρέλκουσιν, ἔσται σαφὲς ἐκθεμένων ἡμῶν τοὺς ἀναποδείκτους καὶ οὕτως ὅ φαμεν ἐπιλογιζομένων.
§13.157
Πολλοὺς μὲν <οὖν> ἀναποδείκτους ὀνειροπολοῦσιν (Stoic. fr. II 232 A), πέντε δὲ τούτους μάλιστα ἐκτίθενται, εἰς οὓς οἱ λοιποὶ πάντες ἀναφέρεσθαι δοκοῦσιν, πρῶτον <τὸν> ἐκ συνημμένου καὶ τοῦ τὸ λῆγον συνάγοντα, οἶον εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν'. δεύτε- ρον τὸν ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τὸ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου συνάγοντα, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐκ ἔστι δὲ φῶς·
§13.158
οὐκ ἄρα ἡμέρα ἔστιν'. τρίτον τὸν ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐκ τῆς σὺ συμπλοκῆς τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκἄρα νύξ ἔστιν'. τέταρτον τὸν ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπεζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νύξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν'. πέμπτον τὸν ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐπεζευγμένων τὸ λοιπὸν συνάγοντα, οἶον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν οὐχὶ δὲ νὺξ ἔστιν ἡμέρα ἄρα ἔστιν.
§13.159
Oὗτοι μὲν οὖν εἰσιν οἱ θρυλούμενοι ἀναπόδεικτοι, πάντες δέ μοι δοκοῦσιν ἀσύνακτοι εἶναι κατὰ παρολκήν. αὐτίκα γοῦν, ἴνα ἀπὸ τοῦ πρώτου ἀρξώμεθα, ἤτοι ὁμο- λογεῖται ὅτι ἀκολουθεῖ τὸ ‘φῶς ἔστιν' τῷ ‘ἡμέρα ἔστιν' ἡγουμένῳ αὐτῷ ἐν τῷ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' συνημμένῳ, ἢ ἄδηλόν ἐστιν. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δώσομεν τὸ συνημμένον ὡς ὁμολογούμενον· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι ὄντος τοῦ ‘ἡμέρα ἔστιν' ἐξ ἀνάγκης ἔσται καὶ τὸ ‘φῶς ἔστιν,' εἰπόντων ἡμῶν ὅτι ἡμέρα ἔστιν, συνάγεται καὶ τὸ φῶς ἔστιν, ὧς ἀρκεῖν τὸν τοιοῦτον λόγον ‘ἡμέρα ἔστι, φῶς ἄρα ἔστιν', καὶ παρέλκειν τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' συνημμένον.
§13.160
ὁμοίως δὲ φερόμεθα καὶ ἐπὶ τοῦ δευτέρου ἀναποδείκτου. ἤτοι γὰρ ἐνδέχεται τοῦ λήγοντος μὴ ὄντος εἶναι τὸ ἡγούμενον, ἢ οὐκ ἐνδέχεται. ἀλλ’ εἰ μὲν ἐνδέχεται, οὐκ ἔσται ὑγιὲς τὸ συνημμένον· εἰ δὲ οὐκ ἐνδέχεται, ἅμα τῷ τεθῆναι τὸ ‘οὐχὶ τὸ λῆγον' τίθεται καὶ τὸ ‘οὐχὶ τὸ ἡγούμενον', καὶ παρέλκει πάλιν τὸ συνημμένον, τῆς συνερωτήσεως τοιαύτης γινομένης ‘οὐχὶ φῶς ἔστιν, οὐκ ἄρα ὅτι] ἡμέρα ἔστιν'.
§13.161
ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι οὐκ ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλήλοις, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς· εἰ δὲ πρόδηλον, ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν, καὶ παρέλκει τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, οὕτως ἡμῶν ἐρωτώντων ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν'.
§13.162
τὰ δὲ παραπλήσια λέγομεν καὶ ἐπὶ τοῦ τετάρτου καὶ ἐπὶ τοῦ πέμπτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι ἐν τῷ διεζευγμένῳ τὸ μὲν ἀληθές ἐστι τὸ δὲ ψεῦδος μετὰ μάχης τελείας, ὅπερ ἐπαγγέλλεται τὸ διεζευγμένον, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ διεζευγμένον· εἰ δὲ πρόδηλον, τεθέντος ἑνὸς ἀπ’ αὐτῶν φανερόν ἐστιν ὅτι τὸ λοιπὸν οὐκ ἔστιν, καὶ ἀναιρεθέντος ἑνὸς πρόδηλον ὅτι τὸ λοιπὸν ἔστιν, ὡς ἀρκεῖν συνερωτᾶν οὕτως ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν', ‘οὐχὶ ἡμέρα ἔστιν, νὺξ ἄρα ἔστιν, καὶ παρέλκειν τὸ διεζευγμένον.
§13.163
Παραπλήσια δὲ λέγειν ἔνεστι καὶ περὶ τῶν κατηγορικῶν καλουμένων συλλογισμῶν, οἷς μάλιστα χρῶνται οἱ ἀπὸ τοῦ Περιπάτου. οἶον γοῦν ἐν τούτῳ τῷ λόγῳ ‘τὸ δίκαιον καλόν, τό καλὸν <δὲ> ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν' ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν, καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν, τοῦτο πάντως καὶ ἀγαθόν ἐστιν, ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγεται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι, ὧς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘τὸ δίκαιον καλόν, τὸ δίκαιον ἄρα ἀγαθόν᾿, καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν εἶναι ἐλέγετο.
§13.164
ὁμοίως δὲ καὶ ἐν τῷ τοιούτῳ λόγῳ ‘Σωκράτης ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον,’ εἰ μὲν οὔκ ἐστι πρόδηλον αὐτόθεν, ὅτι πᾶν ὅ τι περ ἂν ᾐ ἄνθρωπος, τοῦτο καὶ ζῷόν ἐστιν, οὐχ ὁμολογεῖται ἡ καθόλου πρότασις, οὐδὲ δώσομεν αὐτὴν ἐν τῇ
§13.165
συνερωτήσει. εἰ δὲ ἕπεται τῷ ἄνθρωπον εἷναι τὸ καὶ ζῷον αὐτὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἀληθής ἐστιν ὁμολογουμένως ἡ ‘πᾶς ἄνθρωπος ζῷον' πρότασις, ἅμα τῷ λεχθῆναι ὅτι Σωκράτης ἄνθρωπος συνεισάγεται καὶ τὸ ζῷον αὐτὸν εἷναι, ὧς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘Σωκράτης ἄνθρωπος, Σωκράτης ἄρα ζῷον,’ καὶ παρέλκειν τὴν ‘πᾶς ἄνθρωπος ζῷον' πρότασιν.
§13.166
παραπλησίαις δὲ μεθόδοις καὶ ἐπὶ τῶν ἄλλων πρώτων κατηγορικῶν λόγων χρῆσθαι δυνατόν ἐστιν, ἵνα μὴ νῦν ἐνδιατρίβωμεν. Πλὴν ἐπεὶ παρέλκουσιν οὗτοι οἱ λόγοι ἐν οἷς τὴν ὑποβάθραν τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ τίθενται, ὅσον ἐπὶ τῇ παρολκῇ διατρέπεται πᾶσα ἡ διαλεκτική, μὴ δυναμένων ἡμῶν διακρῖναι τοὺς παρέλκοντας καὶ διὰ τοῦτο ἀσυνάκτους λόγους ἀπὸ τῶν συνακτικῶν καλουμένων συλλογισμῶν.
§13.167.1
εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμάτους εἷναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου (fr. Stoic.III 1 67 A.), ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει.
§13.167.2
Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς διαλεκτικοῖς συνακτικὸς καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀληθὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον.
§13.168
168 καὶ φαινόμενον μὲν οὐδαμῶς· οὐ γὰρ ἂν διὰ τῶν λημμάτων ἐκκαλύπτεσθαι δι’ ἑαυτοῦ προσπῖπτον καὶ οὐχ ἧττον τῶν λημμάτων αὐτοῦ φαινόμενον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων ἀνεπικρίτως διαπεφώνηται, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν, διόπερ καὶ ἀκατάληπτά ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ συμπέρασμα τοῦ ἀληθοῦς εἷναι λεγομένου λόγου. εἰ δὲ καὶ τοῦτο ἀκατάληπτόν ἐστιν, οὐ γνωσόμεθα, πότερον ἀληθές ἐστι τὸ συναγόμενον ἢ ψεῦδος. ἀγνοήσομεν οὖν, πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής, καὶ ἀνεύρετος ἔσται ὁ ἀληθὴς λόγος.
§13.169
ἴνα δὲ καὶ ταῦτα παρῶμεν, ὁ διὰ προδήλων ἄδηλον συνάγων ἀνεύρετός ἐστιν. εἰ γὰρ ἕπεται τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἡ ἐπιφορά, τὸ δ’ ἑπόμενον καὶ τὸ λῆγον πρός τι ἐστὶ καὶ πρὸς τὸ ἡγούμενον, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, ὡς παρεστήσαμεν, μὲν ἄδηλόν ἐστι τὸ συμπέρασμα, ἄδηλα ἔσται καὶ τὰ λήμματα, εἰ δὲ πρόδηλά ἐστι τὰ λήμματα, πρόδηλον ἔσται ἴ’ καὶ τὸ συμπέρασμα ἅτε συγκαταλαμβανόμενον αὐτοῖς προδήλοις οὖσιν, ὡς μηκέτι ἐκ προδήλων ἄδηλον συνάγεσθαι.
§13.170–14.201
§13.170
διὰ δὲ ταῦτα οὐδὲ ἐκκαλύπτεται ὑπὸ τῶν λημμάτων ἡ ἐπιφορά, ἤτοι ἄδηλος οὖσα καὶ μὴ καταλαμβανομένη, ἢ πρόδηλος καὶ μὴ δεομένη τοῦ ἐκκαλύψοντος. εἰ τοίνυν ἡ ἀπόδειξις λόγος εἶναι λέγεται κατὰ συναγωγήν, τουτέστι συνακτικός, διά τινων ὁμολογουμένως ἀληθῶν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον, ὑπεμνήσαμεν δὲ ἡμεῖς, ὅτι οὔτε λόγος τις ἔστιν οὔτε συνακτικὸς οὔτε ἀληθὴς οὔτε διά τινων προδήλων ἄδηλον συνάγων οὔτε ἐκκαλυπτικὸς τοῦ συμπεράσματος, φανερόν ἐστιν ὅτι ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις.
§13.171
Καὶ κατ’ ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα· ἀλλ’ οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυνατόν, ὧς ὑπομνήσομεν· παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν ἐνδέχεται· οὐκ ἄρα δύναταί τις ὧς ὑπάρχουσαν τιθέναι τὴν ἀπόδειξιν.
§13.172
ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν· εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν, εἰδικὴ ἔσται ἀπόδειξις· οὐκ ἄρα ἔστι τις γενικὴ ἀπόδειξις. ἀλλ’ οὐδὲ εἰδική.
§13.173
ἤτοι γὰρ τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν, ἢ τὸ σύστημα τῶν λημμάτων μόνον· οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις, ὧς παραστήσω· οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις.
§13.174
τὸ μὲν οὖν σύστημα τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπι- φορὰς οὔκ ἐστιν ἀπόδειξις, πρῶτον μὲν ὅτι μέρος τι ἔχουσα ἄδηλον, τουτέστι τὴν ἐπιφοράν, ἄδηλος ἔσται, ὅπερ ἄτοπον· εἰ γὰρ ἄδηλός ἐστιν ἡ ἀπόδειξις, αὐτὴ δεήσεται τοῦ ἀποδείξοντος αὐτὴν μᾶλλον ἢ ἑτέρων ἔσται ἀποδεικτική.
§13.175
εἶτα καὶ ἐπεὶ πρός τι φασὶν εἶναι τὴν ἀπόδειξιν καὶ πρὸς τὴν ἐπιφοράν, τὰ δὲ πρός τι πρὸς ἑτέροις νοεῖται, ὡς αὐτοί φασιν, ἕτερον εἶναι δεῖ τὸ ἀποδεικνύμενον τῆς ἀποδείξεως· εἰ οὖν τὸ συμπέρασμά ἐστι τὸ ἀποδεικνύμενον, οὐ νοηθήσεται ἡ ἀπόδειξις σὺν τῷ συμπεράσματι. καὶ γὰρ ἤτοι συμβάλλεταί τι πρὸς τὴν ἀπόδειξιν ἑαυτοῦ τὸ συμπέρασμα ἢ οὐδαμῶς· ἀλλ’ εἰ μὲν συμβάλλεται, ἑαυτοῦ ἔσται ἐκκαλυπτικόν, εἰ δὲ οὐ συμβάλλεται ἀλλὰ παρέλκει, οὐδὲ μέρος τῆς ἀποδείξεως ἔσται ἐπεὶ κἀκείνην κατὰ παρολκὴν ἐροῦμεν εἶναι μοχθηράν.
§13.176
ἀλλ’ οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξις ἂν εἴη· τὶς γὰρ ἂν εἴποι τὸ οὕτω λεγόμενον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν' φῶς ἔστιν] ἢ λόγον εἶναι ἢ διάνοιαν ὅλως ἀπαρτίζειν; οὐκ ἄρα οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξίς ἐστιν. οὐδὲ ἡ εἰδικὴ ἄρα ἀπόδειξις ὑπόστασιν ἔχει. εἰ δὲ μήτε ἡ εἰδικὴ ἀπόδειξις ὑφέστηκε μήτε ἡ γενική, παρὰ δὲ ταύτας οὐκ ἔστιν ἐννοεῖν ἀπόδειξιν, ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις.
§13.177
Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔνεστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις, ἤτοι φαινομένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου· οὐδενὸς δὲ τούτων δύναται ἐπινοεῖσθαι· ἀνεπινόητος ἄρα ἐστίν.
§13.178
εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν, ἔσται τὸ ἐκκαλυπτόμενον ἄμα φαινόμενόν τε καὶ ἄδηλον, φαινόμενον μέν, ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη, ἄδηλον δέ, ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου, αὐτὴ δεήσεται τοῦ ἐκκαλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων, ὅπερ ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως.
§13.179
διὰ δὲ ταῦτα οὐδὲ ἄδηλος προδήλου δύναται εἶναι ἀπόδειξις· ἀλλ’ οὐδὲ πρόδηλος ἀδήλου· ἐπεὶ γὰρ πρός τι ἐστίν, τὰ δὲ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται, συγκαταλαμβανόμενον τῇ προδήλῳ ἀποδείξει τὸ ἀποδείκνυσθαι λεγόμενον πρόδηλον ἔσται, ὡς περιτρέπεσθαι τὸν λόγον καὶ μὴ εὑρίσκεσθαι πρόδηλον αὐτὴν ἀδήλου ἀποδεικτικήν. εἰ οὖν μήτε φαινομένη φαινομένου ἐστὶν ἡ ἀπόδειξις μήτε ἄδηλος ἀδήλου μήτε ἄδηλος προδήλου μήτε πρόδηλος ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν εἶναι λέγουσιν, λεκτέον μηδὲν εἶναι τὴν ἀπόδειξιν.
§13.180
Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαπεφώνηται περὶ τῆς ἀποδείξεως· οἱ μὲν γὰρ μηδὲ εἶναι λέγουσιν αὐτήν, ὧς οἱ μηδὲν ὅλως εἶναι φάσκοντες, οἱ δὲ εἶναι, ὧς οἱ πολλοὶ τῶν δογματικῶν· ἡμεῖς δὲ μὴ μᾶλλον εἶναι αὐτὴν ἢ μὴ εἷναι φαμέν.
§13.181
καὶ ἄλλως ἡ ἀπόδειξις δόγμα πάντως περιέχει, περὶ παντὸς δὲ δόγματος διαπεφωνήκασιν, ὥστε περὶ πάσης ἀποδείξεως ἀνάγκη εἶναι διαφωνίαν. εἰ γὰρ τῆς ἀποδείξεως τοῦ εἶναι κενὸν λόγου ἕνεκεν ὁμολογουμένης καὶ τὸ εἶναι κενὸν συνομολογεῖται, δῆλον ὅτι οἱ ἀμφισβητοῦντες περὶ τοῦ εἶναι κενὸν καὶ περὶ τῆς ἀποδείξεως αὐτοῦ ἀμφισβητοῦσιν· καὶ περὶ τῶν ἄλλων δογμάτων, ὧν εἰσιν αἱ ἀποδείξεις, ὁ αὐτὸς λόγος. πᾶσα τοίνυν ἀπόδειξις ἀμφισβητεῖται καὶ ἐν διαφωνίᾳ ἐστίν.
§13.182
ἐπεὶ οὖν ἄδηλός ἐστιν ἡ ἀπόδειξις διὰ τὴν διαφωνίαν τὴν περὶ αὐτῆς τὰ γὰρ διάφωνα, καθὸ διαπεφώνηται, ἄδηλά ἐστιν), οὐκ ἔστιν ἐξ ἑαυτῆς προῦπτος ἀλλ’ ἐξ ἀποδείξεως ὀφείλει ἡμῖν συνίστασθαι. ἡ οὖν ἀπόδειξις δι’ ἧς κατασκευάζεται ἡ ἀπόδειξις, ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως), διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης, κἀκείνη ἄλλης, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις.
§13.183
ἀλλ’ οὐδὲ διὰ σημείου δύναται ἐκκαλύπτεσθαι ζητουμένου γὰρ τοῦ εἰ ἔστι σημεῖον, καὶ ἀποδείξεως τοῦ σημείου δεομένου πρὸς τὴν ἑαυτοῦ ὕπαρξιν, ὁ δι’ ἀλλήλων εὑρίσκεται τρόπος, τῆς μὲν ἀποδείξεως σημείου δεομένης, τοῦ δὲ σημείου πάλιν ἀποδείξεως· ὅπερ ἄτοπον. διὰ δὲ ταῦτα οὐδὲ ἐπικρῖναι δυνατόν ἐστι <τὴν> περὶ τῆς ἀποδείξεως διαφωνίαν, ἐπεὶ μὲν κριτηρίου ἡ ἐπίκρισις, ζητήσεως δὲ οὔσης περὶ τοῦ εἰ ἔστι κριτήριον, ὧς παρεστήσαμεν, καὶ διὰ τοῦτο ἀποδείξεως τοῦ κριτηρίου δεομένου τῆς δεικνυούσης ὅτι ἔστι τι κριτήριον, ὁ διάλληλος τρόπος τῆς ἀπορίας εὑρίσκεται πάλιν.
§13.184
εἰ οὖν μήτε δι’ ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις, ἀλλ’ οὐδ’ ἐξ ἑαυτῆς πρόδηλός ἐστιν, ὡς παρεστήσαμεν, ἀκατάληπτον ἔσται εἰ ἐστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος ἔσται ἡ ἀπόδειξις· νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι, ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται.
§13.185
Ταῦτα μὲν ὧς ἐν ὑποτυπώσει καὶ πρὸς τὴν ἀπόδειξιν ἀρκέσει λελέχθαι. οἱ δὲ δογματικοὶ τοὐναντίον κατασκευά- ζοντές φασιν, ὅτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ κατὰ τῆς ἀπο- δείξεως ἠρωτημένοι λόγοι ἢ οὐκ ἀποδεικτικοί· καὶ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐ δύνανται δεικνύναι ὅτι οὐκ ἔστιν ἡ ἀπόδειξις· εἰ δὲ ἀποδεικτικοί εἰσιν, αὐτοὶ οὗτοι τὴν ὑπόστασιν τῆς ἀποδείξεως ἐκ περιτροπῆς εἰσάγουσιν.
§13.186
ὅθεν καὶ τοιοῦτον συνερωτῶσι λόγον· ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις· ἔστιν ἄρα ἀπόδειξις' ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτον ἐρωτῶσι τὸν λό’ γον· ‘τὸ τοῖς ἀντικειμένοις ἑπόμενον οὐ μόνον ἀληθές ἐστιν, ἀλλὰ καὶ ἀναγκαῖον· ἀντίκειται δὲ ταῦτα ἀλλήλοις “ἔστιν ἀπόδειξις — οὐκ ἔστιν ἀπόδειξις'', ὧν ἑκατέρῳ ἀκολουθεῖ τὸ εἶναι ἀπόδειξιν· ἔστιν ἄρα ἀπόδειξις’.
§13.187
ἔνεστι μὲν οὖν πρὸς ταῦτα ἀντιλέγειν, οἶον γοῦν, ἐπεὶ μὴ νομίζομέν τινα λόγον εἶναι ἀποδεικτικόν, καὶ τούς κατὰ τῆς ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἷναι ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς· οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀλη- θεῖς δέ εἰσι λόγοι δι’ ἀληθῶν ἀληθὲς συνάγοντες· οὐκοῦν ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη ‘οὐκ ἔστιν ἄρα ἀπόδειξες'· <ἀληθὲς> ἄρα ἔστι τὸ ‘οὐκ ἔστιν ἐκ περιτροπῆς.
§13.188
δύνανται δὲ οἱ λόγοι, καθάπερ καὶ τὰ καθαρτικὰ φάρμακα ταῖς ἐν τῷ σώματι ὑποκειμέναις ὕλαις ἑαυτὰ συνεξάγει, οὕτω καὶ αὐτοὶ τοῖς ἄλλοις λόγοις τοῖς ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτούς συμπεριγράφειν. τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον, ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ ‘οὐδέν ἐστιν ἀληθές’ οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λύγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἐστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα', καὶ διά πλειόνων μέν, ὧς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπι- χειρήματος.
§13.189
εἰ ὑγιές ἐστι τὸ συνημμένον τοῦτο ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿, δεῖ τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος, τουτέστι τὸ ῾οὐκ ἔστιν ἀπόδειξις᾿, μάχεσθαι τῷ ῾ἔστιν ἀπόδειξις᾿· τοῦτο γάρ ἐστι τοῦ συνημμένου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ᾿ αὐτοὺς συνγμμένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, τὰ δὲ μαχόμενα τοὐναντίον, ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ οὐ δύναται ὑγιὲς εἶναι τοῦτο <τὸ> συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις.᾿
§13.190
πάλιν δ᾿ αὖ συγχωρούντων ἡμῶν καθ᾿ ὑπόθεσιν ὑγιὲς εἶναι τόδε τὸ συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις', δύναται συνυπάρχειν τὸ ‘εἰ ἔστιν ἀπόδειξις᾿ τῷ ῾οὐκ ἔστιν ἀπόδειξις᾿. εἰ δὲ δύναται αὐτῷ συνυπάρχειν, οὐ μάχεται αὐτῷ. ἐν ἄρα τῷ ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ συνημμένῳ οὐ μάχεται τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος τῷ ἐν αὐτῷ ἡγουμένῳ, ὥστε οὐκ ἔσται ὑγιὲς πάλιν τοῦτο τὸ συνημμένον,
§13.191
ἐκείνου κατὰ συγχώρησιν ὡς ὑγιοῦς τιθεμένου, μὴ μαχομένου δὲ τοῦ ῾οὐκ ἔστιν ἀπόδειξις᾿ τῷ ῾ἔστιν ἀπόδειξις᾿. οὐδὲ τὸ διεζευγμένον ὑγιὲς ἔσται τὸ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις᾿· τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς εἶναι, τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον, πάλιν φαῦλον εὑρίσκεται τὸ ‘εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ συνημμένον, ἐκ μαχομένων συνεστώς. οὐκοῦν ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ τῷ προειρημένῳ λήμματα· διόπερ οὐκ ἔστιν ὑγιὴς ὁ λόγος.
§13.192.1
ἀλλ᾿ οὐδὲ ὅτι ἀκολουθεῖ τι τοῖς ἀντικειμένοις δύνανται δεικνύναι, μὴ ἔχοντες κριτήριον ἀκολουθίας, ὧς ἐπελογισάεθα.
§13.192.2
Ταῦτα δὲ ἐκ περιουσίας λέγομεν. εἰ γὰρ πιθανοὶ μέν εἰσιν οἱ ὑπὲρ τῆς ἀποδείξεως λόγοι (ἔστωσαν γάρ), πιθαναὶ δὲ καὶ αἱ πρὸς τὴν ἀπόδειξιν λεγόμεναι ἐπιχειρήσεις, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ἀποδείξεως, μὴ μᾶλλον εἶναι ἀπόδειξιν ἢ μὴ εἶναι λέγοντας.
§14.193
Διὸ καὶ περὶ τῶν θρυλουμένων συλλογισμῶν ἴσως περιττόν ἐστιν διεξιέναι, τοῦτο μὲν συμπεριτρεπομένων αὐτῶν τῇ ὑπάρξει τῆς ἀποδείξεως (δῆλον γὰρ ὅτι ἐκείνης μὴ οὔσης οὐδὲ ἀποδεικτικὸς λόγος χώραν ἔχει), τοῦτο δὲ καὶ δυνά- μει διὰ τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων ἀντειρηκότων ἡμῶν (146 sqq.) πρὸς αὐτούς, ὅτε περὶ τῆς παρολκῆς διαλεγόμενοι μέθοδόν τινα ἐλέγομεν δι’ ἧς ἐνδέχεται δεικνύναι, ὅτι πάντες οἱ ἀποδεικτικοὶ λόγοι τῶν τε Στωικῶν καὶ τῶν Περιπατητικῶν ἀσύνακτοι τυγχάνουσιν ὄντες.
§14.194
ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν, ἐπεὶ μάλιστα ἐπ’ αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται, τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ’ αὐτῶν ἔχοντες.
§14.195
‘Η πρότασις τοίνυν αὕτη ‘πᾶς ἄνθρωπος ξῷον’ ἐκ τῶν κατά μέρος ἐπαγωγικῶς βεβαιοῦται· ἐκ γὰρ τοῦ Σωκράτην ἄνθρωπον ὄντα καὶ ζῷον εἶναι, καὶ Πλάτωνα ὁμοίως καὶ Δίωνα καὶ ἕκαστον τῶν κατὰ μέρος, δυνατὸν εἶναι δοκεῖ διαβεβαιοῦσθαι καὶ ὅτι πᾶς ἄνθρωπος ζῷόν ἐστιν, ὡς εἰ κἂν ἕν τι τῶν κατὰ μέρος ἐναντιούμενον φαίνοιτο τοῖς ἄλλοις, οὐκ ἔστιν ὑγιὴς ἡ καθόλου πρότασις, οἶον γοῦν, ἐπεὶ τὰ μὲν πλεῖστα τῶν ζῴων τὴν κάτω γένυν κινεῖ. μόνος δὲ ὁ κροκόδειλος τὴν ἄνω, οὔκ ἐστιν ἀληθὴς ἡ ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ’ πρότασις.
§14.196
ὅταν οὖν ἀπόδειξιν G: αὐτὴν Τ (non magis ipsam esse quam) 32 λεγομένων MA 33 ἡμῶν MEABT (contradicentibus nohis) : ἡμῖν L 5 licet Τ (ἔνεστ?) 8 λέγω T (dico) 10 ἔχοντες M sed spat. 8 lit. rel. 12/13 σωκράτην EAB: σωκράτη ML λέγωσι ‘πᾶς ἄνθρωπος ζῷον, Σωκράτης δ’ ἄνθρωπος, Σωκράτης ἄρα ζῷον’, ἐκ τῆς καθόλου προτάσεως τῆς ‘πᾶς ἄνθρωπος ζῷον’ τὴν κατὰ μέρος πρότασιν συνάγειν βουλόμενοιμ, τὴν ‘Σωκράτης ἄρα ζῷον’, ἣ δὴ βεβαιωτικὴ τῆς καθολικῆς προτάσεως ἐστι κατὰ τὸν ἐπαγωγικὸν τρόπον, ὡς ὑπεμνήσαμεν, εἰς τὸν διάλληλον ἐμπίπτουσι λόγον, τὴν μὲν καθολικὴν πρότασιν δι’ ἑκάστης τῶν κατὰ μέρος <......>
§14.197
ἐκ τῆς καθολικῆς συλλογιστικῶς. παραπλησίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘Σωκράτης ἄνθρωπος, οὐδεὶς δὲ ἂνθρωπος τετράπους, Σωκράτης ἄρα οὔκ ἐστι τετράπους’ τὴν μὲν ‘οὐδεὶς ἄνθρωπος τετράπους’ πρότασιν ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν, ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς ‘οὐδεὶς ἄνθρωπος τετράπους’ συλ- λογίζεσθαι θέλοντες, τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περιπίπτουσι.
§14.198
ὁμοίως δὲ ἐφοδευτέον καὶ τοὺς λοιποὺς τῶν παρὰ τοῖς Περιπατητικοῖς λεγομένων ἀναποδείκτων. ἀλλὰ καὶ τούς τοιούτους ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστον’. τό τε γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνακτικόν ἐστιν, ὡς φασί, τοῦ ‘φῶς ἒστι’, τό τε ‘φῶς ἐστι’ μετὰ τοῦ ‘ἡμέρα ἔστι βεαιωτικόν ἐστι τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστιν’. οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι, εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ τὸ ‘φῶς ἒστι’ τῷ ‘ἡμέρα ἒστιν’.
§14.199
εἰ οὖν δεῖ προκατειληφέναι, ὅτι ἡμέρας οὔσης πάντως ἔστι καὶ φῶς, εἰς τὸ συνθεῖναι τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνημμένον, διὰ δὲ τοῦ συνημμένου τούτου συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν, τὴν μὲν συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγοντος τοῦ ‘εἰ ἡμέρα ἐστι, φῶς ἔστι συνημμένου ὅσον ἐπὶ τῷ προκειμένῳ ἀναπδείκτῳ, τὸ δὲ συνημμένον τῆς συνυπάρξεως τῶν ’π’ ἀναποδείκτῳ βεβαιούσης, κἀνταῦθα ὁ διάλτρόπον τρόπος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ λόγου.
§14.200
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι συνημμένον, ὡς εἲγε καθ’ ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνάγεται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἴνα δι’ αὐτοῦ πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον.
§14.201
ἀλλὰ καὶ ἐκ τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς, τὸ ‘οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἒστι’, καὶ τὸ διεζευγμένον, τὸ ‘ἢτοι ἡμέρα ἔστιν ἢ νὺξ ἒστιν’, ὑγιῆ νομίζοιτο ἂν εἶναι. ἀλλὰ τὸ <μὴ> συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νύξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’· ‘ἤτοι ἡμέρα ἐστιν ἢ νύξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’, ἢ ‘οὐχὶ δὲ νύξ ἔστιν· ἡμέρα ἄρα ἒστιν’.
§14.202–22.230
§14.202
ὅθεν ἡμεῖς πάλιν ἐπιλογιζόμεθα, ὅτι εἰ μὲν πρὸς τὴν βεβαίωσιν τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ χρῄζομεν τοῦ προκατειληφέναι, ὅτι τὰ ἐν αὐτ’ οἷς περιεχόμενα ἀξιώματά ἐστιν ἀσυνύπαρκτα, τὸ δὲ ἀσυνύπαρκτα ταῦτα εἶναι συνάγειν δοκοῦσι διά τε τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ, ὁ δι’ ἀλλήλων εἰσάγεται τρόπος, μὴ δυναμένων ἡμῶν μήτε τοῖς προειρημένοις τροπικοῖς πιστεύειν ἄνευ τοῦ τὸ ἀσυνύπαρκτον τῶν ἐν αὐτοῖς περιεχομένων ἀξιωμάτων καταλαβεῖν, μήτε τὸ ἀσυνύπαρκτον αὐτῶν διαβεβαιοῦσθαι πρὸ τῆς τῶν συλλογισμῶν διὰ τῶν τροπικῶν συνερωτήσεως.
§14.203.1
διόπερ οὐκ ἔχοντες, πόθεν ἀρξόμεθα τῆς πίστεως διὰ τὸ παλίνδρομον, λέξομεν μήτε τὸν τρίτον μήτε τὸν τέταρτον μήτε τὸν πέμπτον τῶν ἀναποδείκτων ὅσον ἐπὶ τούτοις ὑπόστασιν ἔχειν.
§14.203.2
Τοσαῦτα μὲν καὶ περὶ συλλογισμῶν ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι.
§15.204
Εὑπαραίτητον δὲ εἶναι νομίζω καὶ τὸν περὶ ἐπαγωγῆς τρόπον. ἐπεὶ γὰρ ἀπὸ τῶν κατὰ μέρος πιστοῦσθαι βούλονται δι’ αὐτῆς τὸ καθόλου, ἤτοι πάντα ἐπιόντες τὰ κατὰ μέρος τοῦτο ποιήσουσιν ἢ τινά. ἀλλ’ εἰ μὲν τινά, ἀβέβαιος ἔσται ἡ ἐπαγωγή, ἐνδεχομένου τοῦ ἐναντιοῦσθαι τῷ καθόλου τινὰ τῶν παραλειπομένων κατὰ μέρος ἐν τῇ ἐπαγωγῇ· εἰ δὲ πάντα, ἀδύνατα μοχθήσουσιν, ἀπείρων ὄντων τῶν κατὰ μέρος καὶ ἀπεριορίστων. ὥσθ’ οὕτως ἑκατέρωθεν, οἶμαι, συμβαίνει σαλεύεσθαι τὴν ἐπαγωγήν.
§16.205.1
‘Αλλὰ καὶ ἐπὶ τῇ περὶ ὅρων δὴ τεχνολογίᾳ μέγα φρονοῦσιν οἱ δογματικοί, ἣν τῷ λογικῷ μέρει τῆς καλουμένης φιλοσοφίας ἐγκαταλέγουσιν. φέρε οὖν καὶ περὶ ὅρων ὀλίγα ἐπὶ τοῦ παρόντος εἲπωμεν.
§16.205.2
Πρὸς πολλὰ τοίνυν χρησιμεύειν τοὺς ὅρους τῶν δογμα- τικῶν δοκούντων, δύο τὰ ἀνωτάτω κεφάλαια <ἃ>
§16.206
πάσης λέγουσιν ἀναγκαιότητος αὐτῶν ἴσως εὑρήσεις· ἢ γὰρ ὧς πρὸς κατάληψιν ἢ ὧς πρὸς διδασκαλίαν ἐν πᾶσι παραδεικνύουσι τοὺς ὅρους ἀναγκαίους. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι πρὸς οὐδέτερον τούτων χρησιμεύουσι, περιτρέψομεν, οἶμαι, πᾶσαν τὴν γεγενημένην περὶ αὐτῶν παρὰ τοῖς δογματικοῖς ματαιοπονίαν.
§16.207
εὐθέως οὖν, εἰ ὁ μὲν ἀγνοῶν τὸ ὁριστὸν οὐχ οἷός τέ ἐστι τὸ μὴ γινωσκόμενον αὐτῷ ὁρίσασθαι, ὁ δὲ γινύσκων, εἶθ’ ὁριζόμενος οὐκ ἐκ ὅρου τὸ ὁριστὸν κατείληφεν ἀλλ’ ἐπὶ προκατειλημτοῦ μένω τούτῳ τὸν ὅρον ἐπισυντέθεικεν, πρὸς κατάληψιν τῶν πραγμάτων ὁ ὅρος οὐκ ἔστιν ἀναγκαῖος. καὶ γὰρ ἐπεὶ πάντα μὲν ὁρίζεσθαι θέλοντες καθάπαξ οὐδὲν ὁρισόμεθα διὰ τὴν <εἰς> ἄπειρον ἔκπτωσιν, τινὰ δὲ καὶ δίχα τῶν ὅρων ὁμολογοῦντες οὐκ ἀναγκαίους πρὸς κατάληψιν τοὺς ὅρους ἀποφαίνομεν, καθ’ ὅν τρόπον τὰ μὴ ὁρισθέντα κατελήφθη, δυναμένων ἡμῶν πάντα χωρὶς τῶν ὄρων καταλαμβάνειν, ἢ καθάπαξ
§16.208
οὐδὲν ὁρισόμεθα διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν] ἢ οὐκ ἀναγκαίους τοὺς ὄρους ἀποφανοῦμεν. διὰ δὲ ταῦτα οὐδὲ πρὸς διδασκαλίαν αὐτοὺς εὕροιμεν ἂν ἀναγκαίους· ὧς γὰρ ὁ πρῶτος τὸ πρᾶγμα γνούς ἔγνω τοῦτο χωρὶς ὅρου, κατὰ τὸ παραπλἠσιον καὶ ὁ διδασκόμενος αὐτὸ δύναται χωρὶς ὅρου διδαχθῆναι.
§16.209
ἔτι ἀπὸ τῶν ὁριστῶν ἐπικρίνουσι τούς ὅρους, καί φασι μοχθηροὺς ὅρους εἶναι τοὺς περιέχοντάς τι τῶν μὴ προσόντων τοῖς ὁριστοῖς, ἤτοι πᾶσιν ἢ τισίν. διόπερ ὅταν εἴπῃ τις τὸν ἂμιρωπον εἶναι ζῷον λογικὸν ἀθάνατον ἤ ζῷον λογικὸν θνητὸν γραμματικόν, ὅπου μὲν μηδενὸς ὄντος ἀνθρώπου ἀθανάτου, ὅπου δὲ τινῶν μὴ γραμματικῶν ὄντων, φασὶ μοχθηρὸν εἶναι τὸν ὅρον.
§16.210
τάχα δὲ καὶ ἀνεπίκριτοί εἰσιν οἱ ὅροι διὰ τὴν ἀπειρίαν τῶν κατὰ μέρος, ἐξ ὧν ἐπικρίνεσθαι ὀφείλουσιν· εἶτα οὐκ ἂν καταληπτικοί τε καὶ διδακτικοὶ τούτων εἶεν ἐξ ὧν ἐπικρίνονται δηλονότι προεπεγνωσμένων, εἴγε ἄρα, καὶ προκατειλημμένων πῶς δὲ οὐκ ἂν εἴη γελοῖον τὸ λέγειν ὧς οἱ ὅροι χρησιμεύουσι πρὸς λατάξψομ ἢ διδασκαλίαν ἢ σαφήνειαν ὅλως, ἀσάφειαν ἡμῖν ἐπεισκυκλοῦντες τοσαύτην;
§16.211
οἶον γοῦν, ἴνα τι καὶ παίξωμεν, εἰ τις παρά του βουλόμενος πυθέσθαι εἰ ἀπήντηται αὐτῷ ἄνθρωπος ἐπὶ ἲππου ὀχούμενος καὶ κύνα ἐφελκόμενος, τὴν ἐρώτησιν οὕτω ποιήσαιτο ‘ὦ ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀπήντητό σοι ζῷον γελαστικὸν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, ζῴῳ θνητῷ χρεμετιστικῷ τὰ σφαιρώματα ἐφηδρακός ἐφελκόμενον ζῷον τετράπουν ὑλαπτικόην;’ πῶς οὐκ ἂν εἴη καταγέλαστος, εἰς ἀφασίαν οὕτω γνωρίμου πράγμαἀν τος ἐμβαλὼν τὸν ἄνθρωπον διὰ τοὺς ὅρους; οὐκοῦν ἂχρηστον εἶναι τὸν ὅρον ὅσον ἐπὶ τούτοις λεκτέον,
§16.212
εἲτ’ οὖν λόγος εἷναι λέγοιτο διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων, ὡς δῆλόν γε (οὐ γάρ;) ἐκ τῶν μικρῷ πρόσθεν ἡμῖν εἰρημένων, εἴτε λόγος ὁ τὸ τί ἦν εἷναι δηλῶν, εἴτε ὃ βούλεταί τις. καὶ γὰρ τί ἐστιν ὁ ὅρος βουλόμενοι παριστᾶν εἰς ἀνήνυτον ἐμπίπτουσι διαφωνίαν, ἣν διὰ τὴν προαίρεσιν τῆς γραφῆς παρίημι νῦν, εἴγε καὶ δοκεῖ διατρέπειν τούς ὅρους <ὅσα ἐν τούτοις περὶ τοῦ ἄχρηστον εἶναι τὸν ὅρον ἐλέγομεν>. Τοσαῦτα μὲν καὶ περὶ ὅρων ἀπόχρη μοι νῦν λελέχθαι.
§17.213
‘Επεὶ δέ τινες τῶν δογματικῶν τὴν διαλεκτικὴν εἶναί φασιν ἐπιστήμην συλλογιστικὴν ἐπαγωγικὴν ὁριστικὴν <διαιρετικήν>, διελέχθημεν δὲ ἡμεῖς ἤδη, τοὺς περὶ τοῦ κριτηρίου καὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως λόγους, περί τε συλλογισμῶν καὶ ἐπαγωγῆς καὶ περὶ ὅρων, οὐκ ἄτοπον ἡγούμεθα εἶναι καὶ περὶ διαιρέσεως βραχέα διαλαβεῖν. γίνεσθαι τοίνυν τὴν διαίρεσίν φασι τετραχῶς· ἢ γὰρ ὄνομα εἰς σημαινόμενα διαιρεῖσθαι ἢ ὅλον εἰς μέρη ἢ γένος εἰς εἴδη ἢ εἶδος εἰς τὰ καθ’ ἓκαστον. ὅτι δὲ οὐδενὸς τούτων ἔστιν ἐπιστήμη διαιρετική, ῥᾴδιον ἴσως ἐπελθεῖν.
§18.214
Εὐθέως οὖν τἀς ἐπιστήμας τῶν φύσει φασὶν εἶναι, τῶν θέσει δὲ οὐδαμῶς, καὶ εἰκότως. ἡ μὲν γὰρ ἐπιστήμη βέβαιόν τι καὶ ἀμετάπτωτον πρᾶγμα εἶναι θέλει, τὰ ῥᾳδίαν θέσεων, εὐμετάπτωτον τὴν μεταβολήν, ταῖς ἐναλλαγαῖς τῶν θέσεων, αἳ εἰσιν ἐφ’ ἡμῖν, ἑτεροιούμενα. ἐπεὶ οὖν τὰ ὀνόματα θέσει σημαίνει καὶ οὐ φύσει πάντες γὰρ ἂν συνίεσαν πάντα τὰ ὑπὸ τῶν φωνῶν σημαινόμενα, ὁμοίς τε καὶ βάρβαροι, πρὸς τῷ καὶ ἐφ’ ἡμῖν εἶναι τὰ σημαινόμενα οἶς ἂν βουλώμεθα ὁνόμασιν <καὶ> ἀεὶ δηλοῦν τε καὶ σημαίνειν), πῶς ἂν δυνατὸν εἴη διαιρετικὴν ὀνόματος εἰς σημαινόμενα ἐπιστήμην εἶναι; ἢ πῶς ἐπιστήμη σημαινόντων τε καὶ σημαινομένων, ὡς οἴονταί τινες, ἡ διαλεκτικὴ δύναιτ’ ἂν ὑπάρχειν;
§19.215
Περὶ δὲ ὅλου καὶ μέρους διαλεξόμεθα μὲν καὶ ἐν τοῖς φυσικοῖς δὴ λεγομένοις ΙΙΙ 98 sqq.), ἐπὶ δὲ τοῦ παρόντος περὶ τῆς λεγομένης διαιρέσεως τοῦ ὅλου εἰς τὰ μέρη αὐτοῦ τάδε λεκτέον. ὅταν λέγῃ τις διαιρεῖσθαι τὴν δεκάδα εἰς μονάδα καὶ δύο καὶ τρία καὶ τέσσαρα, οὐ διαιρεῖται εἰς ταῦτα ἡ δεκάς. ἅμα γὰρ τῷ τὸ πρῶτον αὐτῆς ἀρθῆναι μέρος, ἴνα κατὰ συγχώρησιν νῦν τοῦτο δῶμεν, οἷον τὴν μονάδα, οὐκέτι ὑπόκειται ἡ δεκάς, ἀλλ’ ἐννέα καὶ ὅλως ἕτερόν τι παρὰ τὴν δεκάδα.
§19.216
ἡ οὖν τῶν λοιπῶν ἀφαίρεσίς τε καὶ διαίρεσις οὐκ ἀπὸ τῆς δεκάδος γίνεται ἀλλ’ ἀπό τινων αλλων, καθ’ ἑκάστην ἀφαίρεσιν ἑτεροιουμένων. τάχα οὖν οὐκ ἐνδέχεται τὸ ὅλον διαιρεῖν εἰς τὰ λεγόμενα εἶναι αὐτοῦ μέρη. καὶ γὰρ εἰ διαιρεῖται τὸ ὅλον εἰς μέρη, φιλεῖ τὰ μέρη ἐμπεριέχεσθαι τῷ ὅλῳ πρὸ τῆς διαιρέσεως, οὐ περιέχεται δὲ ἴσως. οἶον γοῦν, ἴνα ἐπὶ τῆς δεκάδος στἠσωμεν πάλιν τὸν λόγον, τῆς δεκάδος μέρος φασὶ πάντως εἷναι τὰ ἐννέα· διαιρεῖται γὰρ εἰς ‘ὲν καὶ ἐννέα. ἀλλὰ καὶ τὰ ὀκτὼ ὁμοίως· διαιρεῖται γὰρ εἰς ὀκτὼ καὶ δύο. καὶ τὰ ἑπτὰ ὁμοίως καὶ ἓξ καὶ πέντε καὶ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἔν.
§19.217
εἰ οὖν ταῦτα πάντα ἐν τῇ δεκάδι περιέχεται καὶ συντιθέμενα μετ’ αὐτῆς πεντεκαιπεντήκοντα γίνεται, ἐν τοῖς δέκα περιέχεται πεντεκαιπεντήκοντα· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε περιέχεται ἐν τῇ δεκάδι τὰ λεγόμενα αὐτῆς εἶναι μέρη, οὔτε ἡ δεκὰς εἰς ἐκεῖνα διαιρεῖσθαι δύναται ὡς ὅλον εἰς μέρη, ἃ μηδὲ ὅλως ἐν αὐτῇ θεωρεῖται.
§19.218
τὰ δὲ αὐτὰ ἀπαντήσεται καὶ ἐπὶ τῶν μεγεθῶν, ὅταν τὸ δεκάπηχυ μέγεθος, εἰ τύχοι, διαιρεῖν ἐθέλοι τις. οὐκ ἐνδέχεται οὖν ’ίσως διαιρεῖν οὐδὲ ὅλον εἰς μέρη.
§20.219
Οὐκοῦν ὁ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ὑπολείπεται λόγος, περὶ οὗ πλατύτερον μὲν ἐν ἄλλοις διαλεξόμεθα (cf. p. XXVII), ὧς ἐν συντόμῳ δὲ νῦν ταῦτα λέξομεν. εἰ μὲν ἐννοήματα εἶναι τὰ γένη καὶ τὰ εἴδη λέγουσιν, αἱ κατὰ τοῦ ἡγεμονικοῦ καὶ τῆς φαντασίας ἐπιχειρήσεις αὐτούς διατρέπουσιν· εἰ δὲ ἰδίαν ὑπόστασιν αὐτοῖς ἀπολείπουσιν, τί πρὸς τοῦτο ἐροῦσιν;
§20.220
εἰ ἔστι τὰ γένη, ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη, ἢ ἔν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν, οὐκέτ’ ἂν εἴη κοινὸν γένος, ὃ εἰς αὐτά διαιρεθήσεται. εἰ δὲ ὲν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος, ἢτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ’ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἔν τι ὑπάρχον <ἐν> ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἶς εἶναι λέγεται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε αἰσθητική.
§20.221
εἶτα μέντοι καὶ ἤτοι ταὐτοῦ λέγοιτο ἂν μετεσχηκέναι πάντα τὰ εἴδη μέρους τοῦ γένους αὐτῶν, ἢ ἑτέρου idem): κατ’ αὐτὸ L 1 καὶ om. T καὶ ἑτέρου. ἀλλὰ ταὐτοῦ μὲν οὐκ ἐνδέχεται διὰ τὰ προειρημένα. εἰ δὲ ἄλλου καὶ ἄλλου, οὔτε ὅμοια ἀλλήλοις ἔσται τὰ εἴδη κατὰ γένος, ὅπερ οὐ προσδέξονται, ἄπειρόν τε ἔσται γένος ἕκαστον εἰς ἄπειρα τεμνόμενον (οὐ μόνον τὰ εἴδη ἀλλὰ καὶ τὰ καθ’ ἕκαστον, ἐν οἶς καὶ αὐτοῖς μετὰ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· οὐ γὰρ μόνον ἄνθρωπος ἀλλὰ καὶ ζῷον ὁ Δίων εἶναι λέγεται). εἰ δὲ ταῦτα ἄτοπα, οὐδὲ κατὰ μέρος μετέσχηκε τὰ εἴδη τοὐ γένους αὐτῶν ἑνὸς ὄντος.
§20.222
εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ, πῶς ἂν λέγοιτο ‘ὲν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ, ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδωλοποιήσεις, ἇί ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται.
§20.223
Πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον. τὰ εἴδη τοῖα ἢ τοῖά ἐστιν· τούτων τὰ γένη ἤτοι καὶ τοῖα καὶ τοῖα, ἢ τοῖα μὲν τοῖα δὲ οὐ, ἢ οὔτε τοῖα οὔτε τοῖα. οἷον ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, καὶ τὰ μὲν ἀληθῆ τὰ δὲ ψευδῆ, καὶ ἔνια μὲν λευκά, εἰ τύχοι, ἔνια δὲ μέλανα, καὶ ἔνια μὲν μέγιστα ἔνια δὲ σμικρότατα, καὶ τὰ ἄλλα ὁμοίως, τὸ τὶ λόγου ἕνεκεν, ὅ φασιν εἶναί τινες γενικώτατον, ἢ πάντα ἔσται ἢ τὰ ἕτερα ἢ οὐδέν.
§20.224
ἀλλ’ εἰ μὲν οὐδέν ἐστιν ὅλως τὸ τὶ, οὐδὲ τὸ γένος, πέρας ἔχει ἡ ζήτησις. εἰ δὲ πάντα εἶναι ῥηθείη, πρὸς τῷ ἀδύνατον εἶναι τὸ λεγόμενον, καὶ τῶν εἰδῶν καὶ τῶν καθ’ ἕκαστον ἐν οἶς ἐστι δεήσει πάντα εἶναι. ὡς γάρ, ἐπεὶ τὸ ζῷον, ὡς φασίν, οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἕκαστον τῶν εἰδῶν αὐτοῦ καὶ οὐσία εἶναι λέγεται καὶ ἔμψυχος καὶ αἰσθητική, οὕτως εἰ τὸ γένος καὶ σῶμά ἐστι καὶ ἀσώματον καὶ ψευδὲς καὶ ἀληθὲς καὶ μέλαν, εἰ τύχοι, καὶ λευκὸν καὶ σμικρότατον καὶ μέγιστον καὶ τἆλλα πάντα, ἕκαστον τῶν εἰδῶν καὶ τῶν ἓκαστον ἕκαστον πάντα ἔσται· ὅπερ οὐ θεωρεῖται. ψεῦδος οὖν καὶ τοῦτο.
§20.225
εἰ δὲ τὰ ἕτερα μόνα ἐστί, τούτων τὸ γέαὐτὰ νος τῶν λοιπῶν οὐκ ἔσται γένος, οἷον εἰ σῶμα τὸ τὶ, τῶν ἀσωμάτων, καὶ εἰ λογικὸν τὸ ζῷον, τῶν ἀλόγων, ὡς μήτε ἀσώματόν τι εἶναι ζῷον μήτε ἂλογον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὧς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ εἰναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ δύναται.
§20.226
ἀλλ’ οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον, οἷον σῶμα μὲν ἐνεργείᾳ, δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι, τὸ δὲ σῶμα ἐνεργείᾳ <ὂν> ἀδύνατόν ἐστιν ἀσώματον κατ’ ἐνέργειαν, ὥστε εἰ λόγου χάριν σῶμά <τι> ἔστιν οὔκ ἐστιν ἀσώματον δυνάμει, καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνάμει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ, οὐδὲ ὑφέστηκεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος, ὃ διαιρεῖν εἰς τὰ εἴδη λέγουσιν.
§20.227
ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ, ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἐνδέχεται τὸ μὲν ‘’Αλέξανδος περιπατεῖ’ ἀληθὲς εἶναι, τὸ δὲ ‘πάρις περιπατεῖ’ ψεῦδος, οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον εἶναι Θέωνι καὶ Δίωνι, εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ ‘ἂνθρωπος’ προσηγορία ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ’ ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο· τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ ‘ἂνθρωπος περιπατεῖ’ ἐφ’ οὗ μὲν λεγόμενον ἀληθές ἐστιν, ἐφ’ οὗ δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ ‘ἂνθρωπος’ προσηγορία, οὐδὲ ἡ αὐτὴ ἀμφοῖν, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου.
§21.228.1
Παραπλήσια δὲ λέγεται καὶ περὶ τῶν κοινῶν συμβεβηκότων. εἰ γὰρ ‘ὲν καὶ τὸ αὐτὸ συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ὁρᾶν, ἐὰν καθ’ ὑπόθεσιν φθαρῇ μὲν Δίων, Θέων δὲ περιῇ καὶ ὁρᾷ, ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν, ὅπερ ἀπεμφαίνει, <ἢ> αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν, ὅπερ ἄτοπον· οὐκ ἄρα ἡ Θλεωνος ὅρασις ἡ αὐτή ἐστι τῇ Δίωνος, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν, οὐκ ένδέχεται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι, τὴν ἐν Δίωνι δὲ μὴ εἷναι· ἐνδέχεται δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος· οὐκ ἄρα ἡ αὐτή ἐστιν.
§21.228.2
Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον νῦν ἀρκέσει συν- τόμως λελέχθαι.
§22.229
Οὐκ ἄτοπον δὲ ἴσως καὶ τῷ περὶ τῶν σοφισμάτων ἐπιστῆσαι λόγῳ διὰ βραχέων, ἐπεὶ καὶ εἰς τὴν τούτων διάλυσιν ἀναγκαίαν εἶναι λέγουσι τὴν διαλεκτικὴν οἱ σεμνύνοντες αὐτήν. εἰ γὰρ τῶν τε ἀληθῶν καὶ ψευδῶν λόγων, φασίν, ἐστὶν αὕτη διαγνωστική, ψευδεῖς δὲ λόγοι καὶ τὰ σοφίσματα, καὶ τούτων ἂν εἴη διακριτικὴ λυμαινομένων τὴν ἀλήθειαν φαινομέναις πιθανότησιν. ὅθεν ὧς βοηθοῦντες οἱ διαλεκτικοὶ σαλεύοντι τῷ βίῳ καὶ τὴν ἔννοιαν καὶ τὰς διαφορὰς καὶ τὰς ἐπιλύσεις δὴ τῶν σοφισμάτων μετὰ σπουδῆς ἡμᾶς πειρῶνται διδάσκειν, λέγοντες σόφισμα εἶναι λόγον πιθανὸν καὶ δεδολιευμένον ὥστε προσδέξασθαι τὴν ἐπιφορὰν ἤτοι ψευδῆ ἢ ὡμοιωμένην ψευδεῖ ἢ ἄδηλον ἢ ἄλλως ἀπρόσοὐδὲ δεκτὸν,
§22.230
οἷον ψευδῆ μὲν ὡς ἐπὶ <τούτου> τοῦ ἔχει ‘οὐδεὶς δίδωσι κατηγόρημα πιεῖν· καιηγόρημα δέ ἐστι τὸ ἀψίνθιον πιεῖν· οὐδεὶς ἄρα δίδωσιν ἀψίνθιον πιεῖν’, ἔτι δὲ ὅμοιον ψευδεῖ ὡς ἐπὶ τούτου ‘ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται, τοῦτο οὐκ ἔστιν ἄτοπον· οὔτε δὲ ἐνεδέχετο οὔτε ἐνδέχεται τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει· <οὐκ ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει>’.
§22.231–22.259.2
§22.231
ἔτι δὲ ἄδηλον οὕτως ‘οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, καὶ οὐχὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν· ἠρώτηκα δέ τί σε πρῶτον· οἱ ἄρα ἀστέρες ἄρτιοί εἰσιν’. ἔτι δὲ ἀπρόσδεκτον ἄλλως, ὡς οἱ λεγόμενοι σολοικίζοντες λὀγοι, οἷον ‘ὃ βλέπεις, ἔστιν· βλέπεις δὲ φρενιτικόν· ἔστιν ἂρα φρενιτικόν’. ‘ὃ ὁρᾷς, ἒστιν· ὁρᾷς δὲ φλεγμαίνοντα τόπον· ἔστιν ἄρα φλεγμαίνοντα τόπον’.
§22.232
εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] πριστᾶν ἐπιχειροῦσι, λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σοφίσματος, ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρηται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ μὴ πίνεσθαι κατηγόρημα, καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν, οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν ‘οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν’, ὅπερ ἐστὶν ἀληθές, ἐπενήνεκται ‘οὐδεὶς ἄρα ἀψίνθιον πίνει’ ὅπερ ἐστὶ ψεῦδος, οὐ συναγόμενον ἐκ τῶν συγκεχωρημένων λημμάτων.
§22.233
ἐπὶ δὲ τοῦ δευτέρου, ὅτι δοκεῖ μὲν ἐπὶ ψεῦδος ἀπάγειν ὧς ποιεῖν τοὺς ἀνεπιστάτους ὀκνεῖν αὐτῷ συγκατατίθεσθαι, συνάγει δὲ ἀληθές, τὸ ‘οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει’. οὐδὲν γὰρ ἀξίωμα ἄτοπόν ἐστιν, ἀξίωμα δέ ἐστι τὸ ‘ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φοωεύει’. διὸ οὐδὲ τοῦτο ἄτοπον. ἡ δὲ ἐπὶ τὸ ἄδηλον ἀπαγωγή, φασίν,
§22.234
ὅτι ἐκ τοῦ γἐνους τῶν μεταπιπτόντων ἐστίν. μηδενὸς γὰρ προηρωτημένου κατὰ τὴν ὑπόθεσιν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἀληθὲς γίνεται, ψευδοῦς τῆς συμπλοκῆς οὔσης παρὰ τὸ ἐμπεπλέχθαι ψεῦδος τὸ ῾ἡρώτηκά τί σε πρῶτον’ ἐν αὐτῇ. μετὰ δὲ τὸ ἐρωτηθῆναι τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, τῆς προσλήψεως ἀληθοῦς γενομένης ῾ἠρώτηκα δέ τί σε πρῶτον᾿, διὰ τὸ ἠρωτῆσθαι πρὸ τῆς προσλήψεως τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἡ τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς πρότασις γίνεται ψευδὴς τοῦ ἐν τῷ συμπεπλεγμένῳ ψεύδους γενομένου ἀληθοῦς· ὡς μηδέποτε δύνασθαι συναχθῆναι τὸ συμπέρασμα μὴ συνυπάρχοντος τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς τῇ προσλήψει.
§22.235.1
τοὺς δὲ τελευταίους, φασὶν ἔνιοι, τούς σολοικίζοωτας λόγους, ἀτόπως ἐπάγεσθαι παρὰ τὴν συνήθειαν.
§22.235.2
Τοιαῦτα μὲν οὖν τινες διαλεκτικοί φασι περὶ σοφισμάτων (καὶ γὰρ ἄλλοι ἄλλα λέγουσιν)· ταῦτα δὲ τὰς μὲν τῶν εἰκαιοτέρων ἀκοὰς ἴσως δύναται γαργαλίζειν, περιττὰ δέ ἐστι καὶ μάτην αὐτοῖς πεπονημένα. καὶ τοῦτο δυνατὸν μὲν ἴσως καὶ ἀπὸ τῶν ἤδη λελεγμένων ἡμῖν ὁρᾶν· ὑπεμνήσαμεν γάρ, ὅτι μὴ δύναται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τοὺς διαλεκτικοὺς καταλαμβάνεσθαι, ποικίλως τε ἄλλως καὶ τῷ τὰ μαρτύρια τῆς συλλογιστικῆς δυνάμεως αὐτῶν, τὴν ἀπόδειξιν καὶ τοὺς ἀναποδείκτους διατρέπεσθαι λόγους.
§22.236
εἰς δὲ τὸν προκείμενον τόπον ἰδίως καὶ ἄλλα μὲν πολλὰ λέγειν ἔνεστιν, ὧς δὲ ἐν συντόμῳ νῦν τόδε λεκτέον. ὅσα μὲν σοφίσματα ἰδίως ἡ διαλεκτικὴ δύνασθαι δοκεῖ διελέγχειν, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν· ὅσων δὲ ἡ διάλυσις χρησιμεύει, ταῦτα ὁ μὲν διαλεκτικὸς οὐκ ἂν δοαύἐπαγωγὴ σειεν, οἱ δὲ ἐν ἑκάστῃ τέχνῃ τὴν ἐπὶ τῶν πραγμάτων παρακολούθησιν ἐσχηκότες.
§22.237
εὐθέως γοῦν, ἔνα ἑνὸς ἢ δευτέρου μνησθῶμεν παραδείγματος, ἐρωτηθέντος [ἰατρῷ] τοιούτου σοφίσματος ‘κατὰ τὰς νόσους ἐν ταῖς παρακμαῖς τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον· ἐπὶ πάσης δὲ τυπώσεως νόσου πρὸ τῆς πρώτης διατρίτου πάντως γίνεται παρακμή· ἀναγκαῖον ἄρα πρὸ τῆς πρώτης διατρίτου τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον ὡς τὸ πολὺ παραλαμβάνειν’ ὁ μὲν διαλεκτικὸς οὐδὲν ἂν εἰπεῖν ἔχοι πρὸς διάλυσιν τοῦ λόγου, καίτοι χρησίμην οὖσαν,
§22.238
ὁ δὲ ἰατρὸς διαλύσεται τὸ σόφισμα, εἰδὼς ὅτι παρακμὴ λέγεται διχῶς, ἥ τε τοῦ ὅλου νοσήματος καὶ ἡ ἑκάστης ἐπιτάσεως μερικῆς ἀπὸ τῆς ἀκμῆς ῥοπὴ πρὸς τὸ κρείσσον’, καὶ πρὸ μὲν τῆς πρώτης διατρίτου ὧς τὸ πολὺ γίνεται παρακμὴ ἡ τῆς ἐπιτάσεως τῆς μερικῆς, τὴν δὲ ποικίλην δίαιταν οὐκ ἐν ταύτῃ δοκιμάζομεν ἀλλ’ ἐν τῇ παρακμῇ τοῦ ὅλου νοσήματος. ὅθεν καὶ διηρτῆσθαι λέξει τὰ λήμματα τοῦ λόγου, ἑτέρας μὲν παρακμῆς ἐν τῷ προτέρῳ λήμματι λαμβανομνης, τουτέστι τῆς τοῦ ὅλου πάθους, ἑτέρας δὲ ἐν τῷ δευτέρῳ, τουτέστι τῆς μερικῆς.
§22.239
πάλιν τε ἐπί τινος πυρέσσοντος κατὰ πύκνωσιν ἐπιτεταμένην ἐρωτηθέντος τοῦ τοιούτου λόγου ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστιν· ἐναντίον δὲ τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν· κατάλληλον ἄρα τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν’ ὁ μὲν διαλεκτικὸς ἡσυχάσει, ὁ δὲ ἰατρός,
§22.240
εἰδὼς τίνα μέν ἐστιν προηγουμένως προσεχῆ πάθη, τίνα δὲ συμπτώματα τούτων, ἐρεῖ μὴ ἐπὶ τῶν συμπτωμάτων προκόπτειν τὸν λόγον (ἀμέλει γοῦν πρὸς τὴν ἐπίχυσιν τοῦ ψυχροῦ πλείονα γίνεσθαι συμβαίνειν τὴν πύρωσιν) ἀλλ’ ἐπὶ τῶν προσεχῶν παθῶν, καὶ τὴν μὲν στέγνωσιν εἶναι προσεχῆ, ἥτις οὐ τὴν πύκνωσιν ἀλλά τὸν χαλαστικὸν τρόπον τῆς ἐπιμελείας ἀπαιτεῖ, τὸ δὲ τῆς ἐπακολουθούσης θερμασίας οὐ προηγουμένως προσεχές, ὅθεν μηδὲ τὸ κατάλληλον εἶναι δοκοῦν αὐτῇ.
§22.241
καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός, ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους ‘εἰ οὐχὶ καὶ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις, κέρατα ἔχεις· οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις·
§22.242
κέρατα ἄρα ἔχεις.’ ‘εἰ κινεῖταί τι, ἤτοι ἐν ὧί ἐστι τόπῳ κινεῖται, ἢ ἐν ᾧ ὐκ ἒστι· οὔτε δὲ ἐν ᾧ ἔστιν (μένει γάρ), οὔτε [δὲ] ἐν ᾧ μὴ ἔστιν (πῶς γὰρ ἂν ἐνεργοίη τι ἐν ἐκείνῳ, ἐν ᾧ μηδὲ τὴν ἀρχὴν ἒστιν;)
§22.243
οὐκ ἄρα κινεῖταί τι.’ ‘ἢτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν ὂν οὐ γίνεται (ἔστι γάρ)· ἀλλ’ οὐδὲ τὸ μὴ ὄν· (τὸ μὲν γὰρ γινόμενον πάσχει τι, τὸ δὲ μὴ ὂν οὐ πάσχει) οὐδὲν ἄρα γίνεται.
§22.244
ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός· μέλαν δὲ τὸ ὕδωρ ἐστίν. μέλαινα ἄρα ἐστὶν ἡ χιών.’ καὶ τοιούτους ἀθροίσας ὕθλους συνάγει τὰς ὀφρῦς, καὶ προχειρίζεται τὴν διαλεκτικήν, καὶ πάνυ σεμνῶς ἐπιχειρεῖ κατ’ κατασκευάζειν ἡμῖν δι’ ἀποδείξεων συλλογιστικῶν, ὅτι γίνεταί τι, καὶ ὅτι κινεῖταί τι, καὶ ὅτι ἡ χιών ἐστι λευκή, καὶ ὅτι κέρατα οὐκ ἔχομεν, καίτοι γε ἀρκοῦντος ἴσως τοῦ τὴν ἐνάργειαν αὐτοῖς ἀντιτιθέναι τιθέναι πρὸς τὸ θραύεσθαι τὴν διαβεβαιωτικὴν θέσιν διὰ τῆς ἐκ τῶν φαινομένων ἰσοσθενοῦς αὐτῶν ἀντιμαρτυρήσεως. ταῦτά τοι καὶ ἐρωτηθεὶς φιλόσοφος <τις> κατὰ τῆς κινήσεως λόγον σιωπῶν περιπάτησεν, καὶ οἱ κατὰ τὸν βίον ἄνθρωποι πεζάς τε καὶ διαποντίους στέλλονται πορείας κατασκευάζουσί τε ναῦς καὶ οἰκίας καὶ παισοποιοῦνται τῶν κατὰ τῆς κινήσεως καὶ γενέσεως ἀμελοῦντες λόγων.
§22.245
φέρεται δὲ καὶ Ἡροφίλου τοῦ ἰατροῦ χαρίεν <τι> ἀπομνημόνευμα· συνεχρόνισε γὰρ οὗτος Διοδώρῳ, ἐναπειροκαλῶν τῇ διαλεκτικῇ λόγους διεξῄει σοφιστικοὺς κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβαλών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὧς τὸν Ἡρόφιλον, ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων ‘ἤτοι ἐν ᾧ ἦν τόπω ὁ ὦμος ὢν ἐκπέκτωκεν, ἢ ἐν ᾧ οὐκ ἦν· οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν· οὐκ ἄρα ἐκπέπτωκεν’, ὧς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους, τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θεραπείαν.
§22.246
ἀρκεῖ γάρ, οἶμαι, τὸ ἐμπείρως τε καὶ ἀδοξάστως κατὰ τὰς κοινὰς τηρήσεις τε καὶ προλήψεις βιοῦν, περὶ τῶν ἐκ δογματικῆς περιεργίας καὶ μάλιστα ἔξω τῆς βιωτικῆς χρείας λεγομένων ἐπέχοντας. εἰ οὖν ὅσα μὲν εὐχρήστως ἂν ἐπιλυθείη, ταῦτα οὐκ ἂν διαλύσαιτο ἡ διαλεκτική, ὅσα δὲ ἐπιλύεσθαι δοίη τις ἂν ἴσως ὐπ’ αὐτῆς σοφίσματα,. τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν, ἄχρηστός ἐστι κατὰ τὴν ἐπίλυσιν τῶν σοφισμάτων ἡ διαλεκτική.
§22.247
Καὶ ἀπ’ αὐτῶν δὲ τῶν παρὰ τοῖς διαλεκτικοῖς λεγομένων ὁρμώμενός τις οὕτως ἂν συντόμως ὑπομνήσειε περιττὰ εἶναι τὰ περὶ τῶν σοφισμάτων παρ’ αὐτοῖς δὴ τεχνολογούμενα. ἐπὶ τὴν τέχνην τὴν διαλεκτικήν φασιν ὡρμηκέναι οἱ διαλεκτικοὶ οὐχ ἀπλῶς ὑπὲρ τοῦ γνῶναι τί ἐκ τίνος συνάγεται, ἀλλὰ προηγουμένως ὑπὲρ τοῦ δι’ ἀποδεικτικῶν λόγων τὰ ἀληθῆ καὶ τὰ ψευδῆ κρίνειν ἐπίστασθαι· λέγουσι γοῦν εἷναι τὴν διαλεκτικὴν ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ ούδετέρων.
§22.248
ἐπεὶ τοίνυν αὐτοί φασιν ἀληθῆ λόγον εἶναι τὸν δι’ ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα δυμπέρασμα, ἅμα τῷ ἐρωτηθῆναι λόγον ψεῦδος ἔχοντα τὸ συμπέρασμα εἰσόμεθα ὅτι ψευδής ἐστιν καὶ οὐ συγκαταθησόμεθα αὐτῷ. ἀνάγκη γὰρ καὶ αὐτὸν τὸν λόγον ἤτοι μὴ εἷναι συνακτικὸν ἢ μηδὲ τὰ λήμματα ἔχειν ἀληθῆ.
§22.249
καὶ τοῦτο δῆλον ἐκ τῶνδε. ἤτοι ἀκολουθεῖ τὸ ἐν τῷ λόγῳ ψευδὲς συμπέρασμα τῇ διὰ· τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἢ οὐκ ἀκολουθεῖ. ἀλλ’ μὲν οὐκ ἀκολουθεῖ, οὐδὲ συνακτικὸς λόγος ἔσται· λέγουσι γὰρ (Stoic. fr. II 239 A.) συνακτικὸν γίνεσθαι λόγον, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ τὸ ἐν αὐτῷ συμπέρασμα. εἰ δὲ ἀκολουθεῖ, ἀνάγκη καὶ τὴν διὰ τῶν λημμάτων συμπλοκὴν εἶναί ψευδῆ κατὰ τἀς αὐτῶν ἐκείνων τεχνολογίας· φασὶ γὰρ ὅτι τὸ ψεῦδος ψεὐδει μὲν ἀκολουθεῖ, ἀληθεῖ δὲ οὐδαμῶς.
§22.250
ὅτι δὲ ὁ μὴ συνακτικὸς ἢ μὴ ἀληθὴς λόγος κατὰ αὐτοὺς οὐδὲ ἀποδεικτικός έστιν, δῆλον ἐκ τῶν ἔμπροσθεν εἰρημένων. εἰ τοίνυν ἐρωτηθέντος λόγου, ἐν ᾧ ψεῦδός ἐστι τὸ συμπέρασμα, αὐτόθεν γινώσκομεν, ὅτι οὐκ ἔστιν ἀληθὴς οὐδὲ συνακτικὸς ὁ λόγος, ἐκ τοῦ συμπέρασμα ἔχειν ψευδές, οὐ συγκαταθησόμεθα αὐτῷ, κἂν μὴ γινώσκωμεν παρὰ τί τὸ ἀπατηλὸν ἔχει. ὥσπερ γὰρ οὐδ’ ὅτι ἀληθῆ ἐστι τὰ ὑπὸ τῶν ψηφοπαικτῶν γινόμενα συγκατατιθέμεθα, ἀλλ’ ἴσμεν ὅτι ἀπατῶσιν, κἂν μὴ γινώσκωμεν ὅπως ἀπατῶσιν, οὕτως οὐδὲ τοῖς ψευδέσι μέν, πιθανοῖς δὲ εἶναι δοκοῦσι λόγοις πειθόμεθα, κἂν μὴ γινώσκωμεν ὅπως παραλογίζονται.
§22.251
ἢ ἐπεὶ ἴ’ οὐ μόνον ἐπὶ ψεῦδος ἀπάγειν τὸ σόφισμά φασιν, ἀλλὰ καὶ ἐπὶ ἄλλας ἀτοπίας, κοινότερον οὕτω συνερωτητέον. ὁ ἐρωτώμενος λόγος ἤτοι ἐπί τι ἀπρόσδεκτον ἡμᾶς ἄγει ἢ ἐπί τι τοιοῦτον ὧς χρῆναι αὐτὸ προσδέχεσθαι. ἀλλ’ εἰ μὲν τὸ δεύτερον, οὐκ ἀτόπως αὐτῷ συγκαταθησόμεθα· εἰ δὲ ἐπί τι ἀπρόσδεκτον, οὐχ ἡμᾶς τῇ ἀτοπίᾳ δεήσει συγκατατίθεσθαι προπετῶς διὰ τὴν πιθανότητα, ἀλλ’ ἐκείνους ἀφίστασθαι τοῦ λόγου τοῦ τοῖς ἀτόποις ἀναγκάζοντος συγκατατίθεσθαι, εἲγε μὴ ληρεῖν παιδαριωδῶς, ἀλλὰ τἀληθῆ ζητεῖν, ὡς ὑπισχνοῦνται, προῄρηνται.
§22.252
ὥσπερ γὰρ εἰ ὁδὸς εἴη ἐπί τινα κρημνὸν φέρουσα, οὐκ ὠθοῦμεν αὑτοὺς εἰς τὸν κρημνὸν διὰ τὸ ὁδόν τινα εἷναι φέρουσαν ἐπ’ αὐτόν, ἀλλ’ ἀφιστάμεθα τῆς ὁδοῦ διὰ τὸν κρημνόν, οὕτω καὶ εἰ λόγος εἴη ἐπί τι ὁμολογουμένως ἄτοπον ἡμᾶς ἀπάγων, οὐχὶ τῷ ἀτόπῳ συγκαταθησόμεθα διὰ τὸν λόγον, ἀλλ’ ἀποστησόμεθα τοῦ λόγου διὰ τὴν ἀτοπίαν.
§22.253
ὅταν οὖν οὕτως ἡμῖν συνερωτᾶται λόγος, καθ’ ἑκάστην πρότασιν ἐφέξομεν, εἶτα τοῦ ὅλου συνερωτηθέντος λόγου τὰ <ἡμῖν> δοκοῦντα ἐπάξομεν. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ (fr. II 275 A.) ἐν τῇ συνερωτήσει τοῦ σμρίτου προἰόντος τοῦ λόγου φασὶ δεῖν ἴστ’ ἳστασθαι καὶ ἐπέχειν, ἴνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑποπτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων, ἀλλ’ ἐπέχειν καθ’ ἕκαστον ἕως τῆς ὃλης συνερωτήσεως τοῦ λόγου.
§22.254
καὶ ἡμεῖς μὲν ἀδοξάστως ἀπὸ τῆς βιωτικῆς τηρήσεως ὁρμώμενοι τοὺς ἀπατηλοὺς οὕτος ἐκκλίνομεν λόγους, οἱ δογματικοὶ δὲ ἀδυνάτως ἕξουσι διακρῖναι τὸ σόφισμα ἀπὸ τοῦ δεόντως δοκοῦντος ἐρωτᾶσθαι λόγου, εἲγε χρὴ δογματικῶς αὐτούς ἐπικρῖναι, καὶ ὅτι συνακτικόν ἐστι τὸ σχῆμα τοῦ λόγου καὶ ὅτι τὰ λήμματά ἐστιν ἀληθῆ ἤ οὐχ οὕτως ἔχει·
§22.255
ὑπεμνήσαμεν γὰρ ἒμπροσθεν, ὅτι οὔτε τοὺς συνακτικούς λόγους δύνανται καταλαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἶοί τέ εἰσι, μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες, ὧς ἐκ τῶν λεγομένων ὐπ’ αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρέλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς διαλεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία.
§22.256
Παραπλήσια δὲ καὶ ἐπὶ τῆς διαστολῆς τῶν ἀμφιβολιῶν λέγομεν. εἰ γὰρ ἡ ἀμφιβολία λέξις ἐστὶ δύο ἢ πλείω σημαίνουσα καὶ αἱ λέξεις σημαίνουσι θέσει, ὅσας μὲν χρήσιμόν ἐστιν ἀμφιβολίας διαλύεσθαι, τουτέστι τὰς ἔν τινι τῶν ἐμπειριῶν, ταύτας οἱ καθ’ ἑκάστην τέχνην ἐγγεγυμνασμένοι διαλύσονται, τὴν ἐμπειρίαν ἔχοντες αὐτοὶ τῆς ὐπ’ αὐτῶν πεποιημένης θετικῆς χρήσεως τῶν ὀνομάτων κατὰ τῶν σημαινομένων, ὁ δὲ διαλεκτικὸς οὐδαμῶς,
§22.257
οἷον ὧς ἐπὶ ταύτης τῆς ἀμφιβολίας ‘ἐν ταῖς παρακμαῖς τὴν ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον’. ἤδη δὲ καὶ κατὰ τὸν βίον ἄχρι καὶ τούς παῖδας ὁρῶμεν διαστελλομένους ἀμφιβολίας, ὧν ἡ διαστολὴ χρησιμεύειν αὐτοῖς δοκεῖ. εἰ γοῦν τις ὁμωνύμους οἰκέτας ἔχων κελεύοι παιδίον κληθῆναι αὐτῷ τὸν Μάνην, εἰ τύχοι (τοῦτο γὰρ τοὔνομα τοῖς οἰκέταις ἔστω κοινόν), πεύσεται ὁ παῖς ποῖον. καὶ εἰ πλείονας καὶ διαφόρους τις οἴνους ἔχων λέγοι τῷ παιδίῳ ‘ἒγχεόν μοι τοῦ οἴνου πιεῖν’, ὁμοίως ὁ παῖς πεύσεται ποίου.
§22.258
οὕτως ἡ ἐν ἑκάστοις ἐμπειρία τοῦ χρησίμου τὴν διαστολὴν εἰσάγει. ὅσαι μέντοι μὴ ἔν τινι τῶν βιωτικῶν ἐμπειριῶν εἰσιν ἀμφιβολίαι, ἀλλ’ ἐν δογματικαῖς οἰήσεσι κεῖνται καὶ εἰσὶν ἴσως ἄχρηστοι πρὸς τὸ ἀδοξάστως βιοῦν, περὶ ταὐτ’ ἃς ἰδίως ὁ διαλεκτικὸς ἔχων ἀναγκασθήσεται καὶ ἐν αὐταῖς ὁμοίως ἐπέχειν κατὰ τὰς σκεπτικὰς ἐφόδους, καθὸ πράγμασιν ἀδήλοις καὶ ἀκαταλήπτοις ἢ καὶ ἀνυποστάτοις ἴσως εἰσὶ συνεζευγμέναι.
§22.259.1
ἀλλὰ περὶ μὲν τούτων καὶ εἰσαῦθις διαλεξόμεθα (cf. p. ’ εἰ δέ τις δογματικὸς πρός τι τούτων ἀντιλέγειν ἐπιχειροίη, κρατυνεῖ τὸν σκεπτικὸν λόγον, ἐκ τῆς ἑκατέρωθεν ἐπιχειρήσεως καὶ τῆς ἀνεπικρίτου διαφωνίας τὴν περὶ τῶν ζητουμένων ἐποχὴν καὶ αὐτὸς βεβαιῶν.
§22.259.2
Τοσαῦτα καὶ περὶ ἀμφιβολιῶν εἰπόντες αὐτοῦ που περιγράφομεν καὶ τὸ δεύτερον τῶν ὑποτυπώσεων σύνταγμα.
Tap any Greek word to look it up