§intro τετελεκὼς τοίνυν τὸν περὶ ἀρχῶν καὶ στοιχείων καὶ τῶν συνεδρευόντων αὐτοῖς λόγον τρέψομαι πρὸς τὸν περὶ τῶν ἀποτελεσμάτων, ἀπὸ τοῦ περιεκτικωτάτου πάντων ἐνστησάμενος.
§1.1 Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως.
§1.2 Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ἕνα τὸν κόσμον.
§1.3 Δημόκριτος καὶ Ἐπίκουρος καὶ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν.
§1.4 Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου.
§1.5 Σέλευκος ἄπειρον τὸν κόσμον.
§1.6 Διογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι.
§1.7 οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε οὐ τὸ αὐτὸ εἶναι τὸ ὅλον καὶ τὸν κόσμον.
§2.1 οἱ μὲν Στωικοὶ σφαιροειδῆ τὸν κόσμον, ἄλλοι δὲ κωνοειδῆ, οἱ δʼ ᾠοειδῆ.
§2.2 Ἐπίκουρος δʼ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχήμασι κεχρῆσθαι.
§3.1 οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον.
§3.2 Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενὸν οὔτʼ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ.
§3.3 Ἀριστοτέλης οὔτʼ ἔμψυχον ὅλον διʼ ὅλων, οὔτε μὴν αἰσθητικὸν οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον τὰ μὲν γὰρ οὐράνια τούτων ἁπάντων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς· τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δʼ εὐταξίας κατὰ συμβεβηκὸς οὐ προηγουμένως μετέχειν.
§4.1 Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωικοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωματικὸν οὐ μὴν φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ.
§4.2 Ἐπίκουρος φθαρτόν, ὅτι καὶ γενητόν, ὡς ζῷον ὡς φυτόν.
§4.3 Ξενοφάνης ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν κόσμον.
§4.4 Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητόν, ἐν καὶ τὰ περίγεια κηραίνεται.
§5.1 Ἀριστοτέλης· εἰ τρέφεται κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς τινος ἐπιδεῖται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος.
§5.2 Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι.
§5.3 Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δʼ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.
§6.1 οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.
§6.2 Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου.
§6.3 Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφʼ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς περιφορᾶς ἀναβλύσαι τὸ ὕδωρ ἐξ οὗ ἀναθυμιαθῆναι τὸν ἀέρα καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος τὸν δʼ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δʼ ἐκ τῶν ἄλλων τὰ περίγεια.
§6.4 Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δʼ ὁρατοῦ κόσμου προτέραν μὲν εἶναι τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον ὕδατος δὲ καὶ ἀέρος δεύτερον.
§6.5 Πυθαγόρας, πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ , ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.
§6.6 Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει.
§7.1 Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δʼ ἐκ τοῦ πυκνοῦ· μικτὰς δʼ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν.
§7.2 Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ·
§7.3 Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δʼ ἀκίνητα.
§7.4 Πλάτων πῦρ πρῶτον εἶτʼ αἰθέρα μεθʼ ὃν ἀέρα ἐφʼ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει.
§7.5 Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι σῶμα· μεθʼ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν , τῶν δʼ ὑπʼ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω τοῖς. δὲ βαρέσι τὴν κάτω.
§7.6 Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδʼ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν.
§8.1 Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν; ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ, προνοίας, ἵνʼ μὲν ἀοίκητα γένηται δʼ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.
§8.2 Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθʼ καὶ τὸν ὅλον κόσμον.
§9.1 οἱ μὲν· ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ἀναπνεῖ κόσμος καὶ ἐξ οὗ.
§9.2 οἱ δὲ Στωικοί, εἰς κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται τὸ ἄπειρον.
§9.3 Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλʼ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ Περὶ κενοῦ.
§9.4 Ἀριστοτέλης μηδὲν εἶναι κενόν.
§9.5 Πλάτων μήτʼ ἐκτὸς τοῦ κόσμου μήτʼ ἐντὸς μηδὲν εἶναι κενόν.
§10.1 Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφʼ ὧν ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά.
§10.2 Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
§11.1 Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτω γῆς εἶναι.
§11.2 Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.
§11.3 Ἀριστοτέλης ἐκ πέμπτου σώματος, πυρὸς, ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.
§12.1 Θαλῆς Πυθαγόρας οἱ ἀπʼ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας προσαγορεύουσι ζώνας· καλεῖται δʼ αὐτῶν μὲν ἀρκτικός τε καὶ ἀειφανής, δὲ θερινὸς τροπικός, δʼ ἰσημερινός, δὲ χειμερινὸς τροπικός, δʼ ἀνταρκτικός τε καὶ ἀφανής· λοξὸς δὲ τοῖς τρισὶ μέσοις καλούμενος ζῳδιακὸς ὑποβέβληται, παρεπιψαύων τῶν μέσων τριῶν· πάντας αὐτοὺς μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντίξουν τέμνει.
§12.2 Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, ἥντινα Οἰνοπίδης Χῖος ὡς ἰδίαν ἐπίνοιαν σφετερίζεται.
§13.1 Θαλῆς γεώδη μὲν ἔμπυρα δὲ τὰ ἄστρα.
§13.2 Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν.
§13.3 Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δʼ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἐκ τῆς γῆς καὶ καταφλέξαντα τούτους ἠστερικέναι.
§13.4 Διογένης κισηρώδη τὰ ἄστρα, διαπνοὰς δʼ αὐτὰ νομίζει τοῦ κόσμου· πάλιν δʼ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον.
§13.5 Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι. Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων στοιχείων κόλλης δίκην.
§13.6 Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθʼ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.
§13.7 Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ αἰθέρι ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεται κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων.
§13.8 Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.
§14.1 οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἣλιον καὶ σελήνην.
§14.2 Κλεάνθης κωνοειδεῖς.
§14.3 Ἀναξιμένης ἥλων δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ.
§14.4 ἔνιοι δὲ πέταλα εἶναι πύρινα, ὥσπερ ζῳγραφήματα .
§15.1 Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κινεῖσθαι τοὺς ἀστέρας.
§15.2 οἱ δʼ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει.
§15.3 Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφʼ οἷς ἣλιον φωσφόρον σελήνην.
§15.4 Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον φαίνοντα λεγόμενον τὸν τοῦ Κρόνου δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἣλιον, ἕβδομον σελήνην.
§15.5 τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἣλιον.
§15.6 Ἀναξίμανδρος καὶ Μητρόδωρος Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετʼ αὐτὸν δὲ τὴν σελήνην, ὑπὸ δʼ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας.
§16.1 Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπʼ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.
§16.2 Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἐναντίους ἀπὸ γὰρ δυσμῶν ἐπʼ ἀνατολὰς ἀντιφέρεσθαι.
§16.3 Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφʼ ὧν ἕκαστος βέβηκε, φέρεσθαι.
§16.4 Ἀναξιμένης οὐχ ὑπὸ τὴν γῆν περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας.
§16.5 Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον τὸν ἑωσφόρον τὸν στίλβοντα.
§17.1 Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι.
§17.2 Ἡράκλειτος καὶ οἱ Στωικοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.
§17.3 Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ ἀλλʼ ἀίδια.
§17.4 Πλάτων καὶ οἱ Στωικοί, ὡς ὅλον τὸν κόσμον, καὶ τὰ ἄστρα ἐξ αὑτῶν τρέφεσθαι.
§18.1 Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.
§18.2 Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας.
§19.1 Πλάτων τὰς ἐπισημασίας τάς τε θερινὰς καὶ τὰς χειμερινὰς κατὰ τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι, ἡλίου τε καὶ σελήνης καὶ τῶν ἄλλων πλανητῶν καὶ ἀπλανῶν.
§19.2 Ἀναξιμένης δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἥλιον μόνον.
§19.3 Εὔδοξος Ἄρατος κοινῶς διὰ πάντας τοὺς ἀστέρας, ἐν οἷς φησιν αὐτὸς γὰρ τάδε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν.
§20.1 Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, τὴν ἁψῖδα ἔχοντα κοίλην, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτʼ εἶναι τὸν ἥλιον.
§20.2 Ξενοφάνης ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως συναθροιζόντων δὲ τὸν ἥλιον· νέφος πεπυρωμένον.
§20.3 οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης
§20.4 Πλάτων ἐκ πλείστου πυρός.
§20.5 Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος μύδρον πέτρον διάπυρον.
§20.6 Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος
§20.7 Φιλόλαος Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ πυρῶδες τό τε δὴ ἀπʼ αὐτοῦ καὶ ἐσοπτροειδές· καὶ τρίτον τὴν ἀπὸ τοῦ ἐσόπτρου κατʼ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου.
§20.8 Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον τὸν δὲ φαινόμενον ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς αὐγῆς κατʼ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντι, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἣλιον.
§20.9 Ἐπίκουρος γήινον πύκνωμα κισηροειδῶς καὶ σπογγοειδῶς ταῖς κατατρήσεσιν ὑπὸ τοῦ πυρὸς ἀνημμένον.
§21.1 Ἀναξίμανδρος τὸν μὲν ἣλιον ἴσον τῇ γῇ εἶναι, τὸν δὲ κύκλον, ἀφʼ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφʼ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς.
§21.2 Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου.
§21.3 Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου.
§21.4 Ἐπίκουρος τηλικοῦτον ἡλίκος φαίνεται, μικρῷ μείζω ἐλάττω.
§22.1 Ἀναξιμένης πλατὺν ὡς πέταλον τὸν ἣλιον.
§22.2 Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον.
§22.3 οἱ Στωικοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.
§22.4 Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.
§23.1 Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα.
§23.2 Ἀναξαγόρας ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ.
§23.3 Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων.
§23.4 Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέννυσθαι τὸν ἥλιον.
§23.5 οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἣλιον· ὠκεανὸς δʼ ἐστὶν γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.
§23.6 Πλάτων Πυθαγόρας Ἀριστοτέλης παρὰ τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, διʼ οὗ φέρεται λοξοπορῶν ἥλιος, καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων ταῦτα δὲ πάντα καὶ σφαῖρα δείκνυσιν.
§24.1 Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον, τῆς σελήνης αὐτὸν ὑποτρεχούσης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένῳ τῷ δίσκῳ.
§24.2 Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου.
§24.3 Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.
§24.4 Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίνεσθαι παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφʼ ὅλον μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.
§24.5 ἔνιοι πύκνωμα τῶν ἀοράτως ἐπερχομένων τῷ δίσκῳ νεφῶν.
§24.6 Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον.
§24.7 Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ τὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφʼ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑπομένειν. δʼ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.
§25.1 Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὥσπερ τὸν τοῦ ἡλίου πλήρη πυρός ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον γὰρ εἶναι ἁρματείῳ τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πλήρη πυρός, ἔχοντι μίαν ἐκπνοήν.
§25.2 Ξενοφάνης νέφος εἶναι πεπιλημένον.
§25.3 οἱ Στωικοὶ μικτὴν ἐκ πυρὸς καὶ ἀέρος
§25.4 Πλάτων ἐκ πλείονος τοῦ πυρώδους.
§25.5 Ἀναξαγόρας Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.
§25.6 Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην.
§25.7 Πυθαγόρας κατοπτροειδὲς σῶμα.
§26.1 οἱ Στωικοὶ μείζονα τῆς γῆς ἀποφαίνονται ὡς καὶ τὸν ἥλιον.
§26.2 Παρμενίδης ἴσην τῷ ἡλίῳ, καὶ ἀπʼ αὐτοῦ φωτίζεσθαι.
§27.1 οἱ Στωικοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἣλιον.
§27.2 Ἐμπεδοκλῆς δισκοειδῆ.
§27.3 Ἡράκλειτος σκαφοειδῆ.
§27.4 ἄλλοι κυλινδροειδῆ.
§28.1 Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως.
§28.2 Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην, τὸ δʼ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.
§28.3 Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.
§28.4 Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγὰς φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.
§29.1 Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.
§29.2 Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους
§29.3 Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς συστροφήν.
§29.4 τῶν Πυθαγορείων τινὲς ἀνταυγείᾳ καὶ ἐπιφράξει τὸ μὲν τῆς γῆς τὸ δὲ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι κατʼ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθʼ ἣν τελείως σβέννυται.
§29.5 Πλάτων Ἀριστοτέλης οἱ Στωικοὶ καὶ οἱ μαθηματικοὶ συμφώνως τὰς μὲν μηνιαίας ἀποκρύψεις συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δʼ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης
§30.1 οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην, διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρʼ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.
§30.2 Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα.
§30.3 οἱ Στωικοὶ διὰ τὸ ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.
§31.1 Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς,
§31.2 οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον.
§31.3 Ἐρατοσθένης τὸν ἣλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτώ σταδίων.
§32.1 ἐνιαυτός ἐστι Κρόνου μὲν, ἐνιαυτῶν περίοδος λʼ, Διὸς δὲ ιβʼ. Ἄρεος δυεῖν· ἡλίου ιβʼ μῆνες· οἱ δʼ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ σελήνης ἡμέραι λʼ· οὗτος γὰρ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.
§32.2 τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δʼ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δʼ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν· Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν ἡλιακῶν Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι δὲ διʼ ἑπτακισχιλίων ψοζʼ.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1888
Teubner
Vernardakēs, Teubner, 1888 · 1888
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up