Quaestiones Naturales
§1.1–6.2
§1.1 διὰ τί τὸ θαλάττιον ὕδωρ οὐ τρέφει τὰ δένδρα;
§1.2 πότερον διʼ ἢν αἰτίαν οῦδὲ τῶν ζᾠων τὰ χερσαῖα; ζῷον γὰρ ἔγγειον τὸ φυτὸν εἶναι, οἱ περὶ Πλάτωνα καὶ Ἀναξαγόραν καὶ Δημόκριτον οἴονται· οὐ γὰρ διότι τοῖς ἐναλίοις φυτοῖς τρόφιμόν ἐστι καὶ πότιμον ὥσπερ τοῖς ἰχθύσιν, ἤδη καὶ τὰ ἐν τῇ χέρσῳ φυτά τε καὶ δένδρα τρέφει· οὔτε γὰρ ἐνδύεται ταῖς ῥίζαις ὑπὸ πάχους οὔτʼ ἀναφέρεται ὑπὸ βάρους· ὅτι δʼ ἐμβριθές ἐστι καὶ γεῶδες, ἄλλοις τε πολλοῖς ἀποδείκνυται καὶ τῷ μᾶλλον ἀνέχειν καὶ ὑπερείδειν τὰ πλοῖα καὶ τοὺς κολυμβῶντας· μάλιστα μὲν βλάπτεται ξηρότητι τὰ δένδρα ξηραντικὸν δὲ τὸ θαλάττιον; ὅθεν πρός γε τὰς σήψεις οἱ ἅλες βοηθοῦσι, καὶ τὰ σώματα τῶν λουσαμένων ἐν θαλάττῃ ξηρὰν εὐθὺς ἴσχει καὶ τραχεῖαν τὴν ἐπιφάνειαν. τὸ μὲν ἔλαιον τοῖς φυτοῖς πολέμιον καὶ φθείρει τὰ προσαλειφόμενα; μετέχει δὲ πολλῆς θάλαττα λιπαρότητος· διὸ συνεξάπτει, καὶ παραινοῦμεν εἰς τὰς φλόγας μὴ ἐμβάλλειν θαλάττιον ὕδωρ. γέγονεν ἄποτον καὶ πικρὸν τὸ ὕδωρ, ὡς Ἀριστοτέλης φησίν, ἀναμίξει κατακεκαυμένης γῆς;
§1.3 καὶ γὰρ κονία γίγνεται, γλυκέος ὕδατος εἰς τέφραν ἐμπεσόντος, δὲ διάλυσις ἐξίστησι καὶ φθείρει τὸ χρηστὸν καὶ πότιμον, ὡς ἐν ἡμῖν οἱ πυρετοὶ τὸ ὑγρὸν εἰς χολὴν τρέπουσιν. δʼ ἱστοροῦσιν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ βλαστάνειν ὑλήματα καὶ φυτά, καρπὸν μὲν οὐδένα φέρει τρέφεται δὲ τοῖς ποταμοῖς πολλὴν ἐμβάλλουσιν ἰλύν· ὅθεν οὐ πρόσω τῆς γῆς ἀλλὰ πλησίον ἔχει τὴν γένεσιν.
§2.1 διὰ τί μᾶλλον ὑπὸ τῶν ὑετίων τῶν ἐπιρρύτων ὑδάτων τὰ δένδρα καὶ τὰ σπέρματα πέφυκε τρέφεσθαι;
§2.2 πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ πληγῇ τὰ ὄμβρια διιστάντα τὴν γῆν πόρους ποιεῖ καὶ διαδύεται μᾶλλον εἰς τὴν ῥίζαν τοῦτο μὲν οὐκ ἀληθές, ἀλλʼ ἔλαθε τὸν Λαῖτον ὅτι καὶ τὰ λιμναῖα φυτά, τύφη καὶ φλέως καὶ θρύον, ἀναυξῆ καὶ ἀβλαστῆ μένει, μὴ γενομένων ὄμβρων καθʼ ὥραν τὸ δὲ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι πρόσφατόν ἐστι καὶ νέον ὕδωρ τὸ ὑόμενον ἕωλον δὲ καὶ παλαιὸν τὸ λιμναῖον; καὶ τοῦτο πιθανὸν μᾶλλον ἀληθές ἐστι; τὰ γὰρ πηγαῖα καὶ ποτάμια νάματα πρόσφατα μέν ἐστι καὶ νεογενῆ· ποταμοῖς γὰρ δὶς τοῖς αὐτοῖς οὐκ ἂν ἐμβαίης ὥς φησιν Ἡράκλειτος, ἕτερα ἐπιρρεῖ ὕδατα τρέφει καὶ ταῦτα τῶν χεῖρον. ἆρʼ οὖν κοῦφόν ἐστι τὸ ἐκ Διὸς ὕδωρ καὶ ἀερῶδες καὶ πνεύματι μεμιγμένον ὁδηγεῖται τε καὶ ἀναπέμπεται ταχέως εἰς τὸ φυτὸν ὑπὸ λεπτότητος, διὸ καὶ πομφόλυγας ποιεῖ τῇ ἀναμίξει τοῦ ἀέρος· τρέφει μὲν μάλιστα κρατούμενον ὑπὸ τοῦ τρεφομένου ʽ τοῦτο γάρ ἐστι πέψις· ἀπεψία δὲ τοὐναντίον, ὅταν ἰσχυρότερα τοῦ παθεῖν καὶ μεταβάλλον τὰ λεπτὰ καὶ ἁπλᾶ καὶ ἄχυμα μᾶλλον, οἷόν ἐστι τὸ ὄμβριον ὕδωρ; γεννώμενον γὰρ ἐν ἀέρι καὶ πνεύματι καθαρὸν καὶ ἀμιγὲς κάτεισι· τὰ δὲ πηγαῖα καὶ τῇ γῇ καὶ τοῖς τόποις ὁμοιούμενα, διʼ ὧν ἔξεισι, πολλῶν ἀναπίμπλαται ποιοτήτων, διʼ ἃς ἧττόν ἐστιν εὔτρεπτα καὶ βράδιον αὑτὰ παρέχει τῇ πέψει μεταβάλλειν εἰς τὸ τρεφόμενον· τῶν δʼ ὀμβρίων τὸ εὔτρεπτον αἱ σήψεις κατηγοροῦσιν, εὐσηπτότερα γάρ ἐστι τῶν ποταμίων καὶ φρεατιαίων δὲ πέψις ἔοικεν εἶναι σῆψις, ὡς Ἐμπεδοκλῆς μαρτυρεῖ λέγων οἶνος ὑπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρ πάντων ἑτοιμότατόν ἐστι καὶ ῥᾷστον αἰτιάσασθαι τὸ γλυκὺ τῶν ὀμβρίων καὶ χρηστόν, ἐκπεμπόμενον εὐθὺς ὑπὸ τοῦ πνεύματος; διὸ καὶ τὰ θρέμματα τούτων ἀπολαύει προθυμότερον, καὶ οἱ βάτραχοι προσδοκῶντες ὄμβρον ἐπιλαμπρύνουσι τὴν φωνὴν ὑπὸ χαρᾶς, ὥσπερ ἥδυσμα τοῦ λιμναίου τὸ ὑέτιον προσδεχόμενοι καὶ σπέρμα τῆς ἐκείνων γλυκύτητος ἓν γὰρ καὶ τοῦτο ποιεῖται σημεῖον ὑετοῦ μέλλοντος Ἄρατος εἰπών μάλα δείλαιαι γενεαί, ὕδροισιν ὄνειαρ, αὐτόθεν ἐκ λίμνης πατέρες βοόωσι γυρίνων.
§3.1 διὰ τί παραβάλλουσι τοῖς θρέμμασιν ἅλας οἱ νομεῖς;
§3.2 πότερον, ὡς οἱ πολλοὶ νομίζουσι, πλήθους τροφῆς ἕνεκα καὶ τοῦ παχύνειν; τήν τε γὰρ ὄρεξιν δριμύτης ἐκκαλεῖται καὶ τοὺς πόρους ἀναστομοῦσα μᾶλλον ὁδοποιεῖ τῇ τροφῇ πρὸς τὴν ἀνάδοσιν· διὸ καὶ τοὺς ἰσχνοὺς καὶ τοὺς ἀτρόφους Ἀπολλώνιος Ἡροφίλειος ἐκέλευε μὴ γλυκεῖ μηδὲ χονδρῷ τρέφειν ἀλλὰ τοῖς ταριχευτοῖς καὶ ὑφαλμυρίζουσιν, ὧν λεπτότης, ὥσπερ ἐντρίχωμα γενομένη, τὰ σιτία τοῖς σώμασι διὰ τῶν πόρων προστίθησιν. μᾶλλον ὑγιείας ἕνεκα καὶ συγκοπῆς πλήθους τὸν ἅλα λείχειν ἐθίζουσι τὰ βοσκήματα; νοσεῖ γὰρ ἄγαν πιαινόμενα, τὴν δὲ πιμελὴν τήκουσιν οἱ ἅλες καὶ διαχέουσιν ὅθεν εὐμαρῶς καὶ ῥᾳδίως ἀποδέρουσιν αὐτὰ σφάξαντες· γὰρ κολλῶσα καὶ συνδέουσα τὸ δέρμα πιμελὴ λεπτὴ καὶ ἀσθενὴς γέγονεν ὑπὸ τῆς δριμύτητος. λεπτύνεται δὲ καὶ τὸ αἷμα τῶν τὸ ἅλας λειχόντων οὐδὲ πήγνυται τὰ ἐντός, ἁλῶν μιγέντων. σκόπει δέ, μὴ καὶ γονιμώτερα καὶ προθυμότερα πρὸς τὰς συνουσίας· καὶ γὰρ αἱ κύνες κύουσι ταχέως τάριχος ἐπεσθίουσαι, καὶ τὰ ἁληγὰ τῶν πλοίων πλείους τρέφει μῦς διὰ τὸ πολλάκις συμπλέκεσθαι.
§4.1 διὰ τί τῶν ὀμβρίων ὑδάτων εὐαλδέστερα τοῖς σπέρμασι τὰ μετὰ βροντῶν καὶ ἀστραπῶν, δὴ καὶ ἀστραπαῖα καλοῦσι;
§4.2 πότερον ὅτι πνευματώδη διὰ τὴν τοῦ ἀέρος ταραχὴν καὶ ἀνάμιξιν, τὸ δὲ πνεῦμα τὴν ὑγρότητα κινοῦν μᾶλλον ἀναπέμπει καὶ ἀναδίδωσιν βροντὰς μὲν καὶ ἀστραπὰς ποιεῖ τὸ θερμὸν ἐν τῷ ἀέρι πρὸς τὸ ψυχρὸν μαχόμενον, διὸ χειμῶνος ἣκιστα βροντᾷ μάλιστα δʼ ἔαρος καὶ φθινοπώρου διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως, δὲ θερμότης; πέπτουσα τὸ ὑγρὸν προσφιλὲς ποιεῖ τοῖς βλαστάνουσι καὶ ὠφέλιμον· μάλιστα μὲν ἔαρος βροντᾷ καὶ ἀστράπτει διὰ τὴν εἰρημένην αἰτίαν, τὰ δʼ ἐαρινὰ τῶν ὑδάτων ἀναγκαιότερα τοῖς σπέρμασι πρὸ τοῦ θέρους, ὅθεν πλεῖστον ὑομένη τοῦ ἔαρος χώρα καθάπερ ἐν Σικελίᾳ πολλοὺς καὶ ἀγαθοὺς καρποὺς ἀναδίδωσιν;
§5.1 διὰ τί τῶν χυμῶν, ὀκτὼ τῷ γένει ὄντων, ἕνα μόνον, τὸν ἁλμυρόν, ἀπʼ οὐδενὸς καρποῦ γεννώμενον ὁρῶμεν; καίτοι καὶ τὸν πικρὸν ἐλαία φέρει πρῶτον καὶ τὸν ὀξὺν βότρυςεἶτα μεταβάλλων μὲν γίνεται λιπαρὸς δʼ οἰνώδης· μεταβάλλει δὲ καὶ στρυφνὸς ἐν ταῖς φοινικοβαλάνοις καὶ αὐστηρὸς ἐν ταῖς ῥόαις εἰς τὸν γλυκύν· ἔνιαι δὲ ῥόαι καὶ μῆλα τὸν ὀξὺν ἁπλῶς φέρουσιν, δὲ δριμὺς ἐν ταῖς ῥίζαις καὶ σπέρμασι πολύς ἐστι.
§5.2 πότερον οὖν οὐκ ἔστιν ἁλμυροῦ γένεσις ἀλλὰ φθορὰ τῶν ἄλλων τὸ ἁλμυρόν, διὸ καὶ πᾶσιν ἄτροφον τοῖς. ἀπὸ φυτῶν καὶ σπερμάτων τρεφομένοις, ἥδυσμα δʼ ἐνίοις γίνεται τῷ τὸ πλήσμιον ἀφαιρεῖν τῶν τρεφόντων · , καθάπερ τῆς θαλάττης ἕψοντες ἀφαιροῦσι τὸ ἁλυκὸν καὶ δηκτικόν, ἐν τοῖς θερμοῖς ὑπὸ θερμότητος ἐξαμαυροῦται τὸ ἁλμυρόν· χυμὸς μέν ἐστιν, ὡς Πλάτων εἶπεν, ὕδωρ ἠθημένον διὰ φυτοῦ, διηθουμένη δὲ καὶ θάλαττα τὸ ἁλμυρὸν ἀποβάλλει; γεῶδες γὰρ καὶ παχυμερές ἐστιν, ὅθεν ὀρύττοντες παρὰ τὸν αἰγιαλὸν ἐντυγχάνουσι ποτίμοις λιβαδίοις, πολλοὶ δὲ καὶ κηρίνοις ἀγγείοις ἀναλαμβάνουσιν ἐκ τῆς θαλάττης ὕδωρ γλυκὺ διηθούμενον, ἀποκρινομένου τοῦ ἁλυκοῦ καὶ γεώδους· δὲ διʼ ἀργίλου προδιαγωγὴ παντάπασι τὴν θάλατταν διηθουμένην πότιμον ἀποδίδωσι τῷ κατέχειν ἐν ἑαυτῇ καὶ μὴ διιέναι τὸ γεῶδες. οὕτω δὲ τούτων ἐχόντων, εἰκός ἐστι τὰ φυτὰ μήτʼ ἔξωθεν ἀναλαμβάνειν ἁλμυρίδα μήτʼ, ἂν ἐν αὐτοῖς λάβῃ γένεσιν, ἐκκρίνειν εἰς τὸν καρπόν· οἱ γὰρ πόροι διὰ λεπτότητα τὸ γεῶδες καὶ παχυμερὲς οὐ διηθοῦσιν. τῆς πικρότητος εἶδος τὴν ἁλμυρότητα θετέον, ὡς Ὅμηρος στόματος δʼ ἐξέπτυσεν ἅλμην πικρήν, οἱ πολλὸν ἀπὸ κρατὸς κελάρυζε; καὶ Πλάτων φησὶν ἀμφοτέρους ῥύπτειν καὶ ἀποτήκειν τοὺς χυμούς, ἧττον δὲ ταῦτα ποιεῖν τὸν ἁλυκὸν καὶ οὐ τραχὺν εἶναι· δόξει δὲ τὸ πικρὸν τοῦ ἁλυκοῦ ξηρότητος ὑπερβολῇ διαφέρειν, ἐπεὶ ξηραντικόν ἐστι καὶ τὸ ἁλυκόν.
§6.1 διὰ τί τοῖς συνεχῶς διὰ τῶν δεδροσισμένων δένδρων βαδίζουσι λέπραν ἴσχει τὰ ψαύοντα τῆς ὕλης μόρια τοῦ σώματος;
§6.2 πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ λεπτότητι τὸ δροσῶδες ὑγρὸν ἀποξύει τοῦ χρωτός· , καθάπερ ἐρυσίβη τοῖς ὑγραινομένοις ἐγγίγνεται σπέρμασιν, οὕτως ὑπὸ τῆς δρόσου τῶν ἐπιπολῆς χλωρῶν καὶ ἁπαλῶν ἀναχαρασσομένων καὶ ἀποτηκομένων ἄχνη τις ἀπιοῦσα τοῦ σίνοντος ἀναπίμπλησι προσχεομένη τοῖς ἀναιμοτάτοις μέρεσι τῆς σαρκός, οἷα κνῆμαι καὶ πόδες, καὶ ἀμύσσει καὶ δάκνει τὴν ἐπιφάνειαν; ὅτι γὰρ φύσει τι δηκτικὸν ἔνεστι τῇ δρόσῳ, μαρτυρεῖ τὸ τοὺς πίονας ἰσχνοτέρους ποιεῖν· αἱ γοῦν πίονες γυναῖκες; ἱματίοις ἐρίοις ἁπαλοῖς ἀναλαμβάνουσαι τῆς δρόσου δοκοῦσι συντήκειν τὴν πολυσαρκίαν.
§7.1–19.2
§7.1 διὰ τί τὰ πλοῖα χειμῶνος ἐν τοῖς ποταμοῖς πλεῖ βράδιον, ἐν δὲ τῇ θαλάττῃ οὐ παραπλησίως;
§7.2 πότερον ποτάμιος ἀὴρ ἀεὶ δυσκίνητος ὢν καὶ βαρὺς ἐν δὲ χειμῶνι μᾶλλον παχυνόμενος διὰ τὴν περίψυξιν, ἐμποδών ἐστι τοῖς πλέουσιν · τοῦτο μᾶλλον τοῦ ἀέρος πάσχουσιν οἱ ποταμοί; ἐλαύνουσα γὰρ ψυχρότης τὸ ὕδωρ ποιεῖ βαρὺ καὶ σωματῶδες, ὡς ἔστιν ἐν ταῖς κλεψύδραις καταμαθεῖν· βράδιον γὰρ ἕλκουσι χειμῶνος θέρους· ἐν δὲ Θρᾴκῃ περὶ τὸ Πάγγαιον ἱστορεῖ Θεόφραστος εἶναι κρήνην, ἀφʼ ἧς ταὐτὸ γέμον ἀγγεῖον ὕδατος ἱστάμενον χειμῶνος ἕλκειν διπλάσιον σταθμὸν θέρους. ὅτι δʼ πυκνότης τοῦ ὕδατος τὴν βραδυτῆτα ποιεῖ τοῦ πλοῦ, δῆλόν ἐστι τῷ πλείονα γόμον φέρειν τὰ ποτάμια πλοῖα τοῦ χειμῶνος· τὸ γὰρ ὕδωρ μᾶλλον ἀντερείδει πυκνότερον καὶ βαρύτερον γιγνόμενον, τὴν δὲ θάλατταν θερμότης κωλύει πυκνοῦσθαι, διʼ ἣν οὐδὲ πήγνυται· μάλκη γὰρ ἔοικεν εἶναι πύκνωσις.
§8.1 διὰ τί, τῶν ἄλλων ὑγρῶν ἐν τῷ κινεῖσθαι καὶ στρέφεσθαι ψυχομένων, τὴν θάλατταν ὁρῶμεν ἐν τῷ κυματοῦσθαι θερμοτέραν γιγνομένην;
§8.2 τῶν μὲν ἄλλων ὑγρῶν ἐπεισόδιον οὖσαν καὶ ἀλλοτρίαν ἐξίστησιν κίνησις τὴν θερμότητα καὶ διαφορεῖ, τὴν δὲ τῆς θαλάττης σύμφυτον οὖσαν ἐκριπίζουσι μᾶλλον οἱ ἄνεμοι καὶ τρέφουσι; μαρτύρια δὲ τῆς θερμότητος διαύγεια καὶ τὸ μὴ πήγνυσθαι, καίπερ οὖσαν γεώδη καὶ βαρεῖαν.
§9.1 διὰ τί τοῦ χειμῶνος ἧττον πικρὰ γίγνεται γευομένοις θάλαττα; τοῦτο γάρ φασι καὶ Διονύσιον ἱστορεῖν τὸν ὑδραγωγόν.
§9.2 ὅτι παντελῶς μὲν ἔρημος οὐκ ἔστι γλυκύτητος οὐδʼ ἄμοιρος πικρότης, ἅτε δὴ ποταμοὺς τοσούτους ὑποδεχομένης τῆς θαλάττης· τοῦ δʼ ἡλίου τὸ γλυκὺ καὶ πότιμον ἐξαιροῦντος ὑπὸ κουφότητος ἐπιπολάζον καὶ μᾶλλον ἐν τῷ θέρει τοῦτο ποιοῦντος, ἐν δὲ τῷ χειμῶνι μαλακώτερον ἁπτομένου διʼ ἀσθένειαν θερμότητος, ὑπολειπομένη μοῖρα πολλῆς γλυκύτητος ἀνίησι τὸ ἀκράτως πικρὸν καὶ φαρμακῶδες; τοῦτο δʼ ἡσυχῆ καὶ τοῖς ποτίμοις συμβέβηκε· θέρους γὰρ πονηρότερα γίγνεται, τὸ κουφότατον καὶ γλυκύτατον τοῦ θερμοῦ διαφοροῦντος, ἐν δὲ χειμῶνι νέον ἐπιρρεῖ καὶ πρόσφατον, οὗ μετέχειν ἀνάγκη καὶ τὴν θάλατταν, σειομένην ἅμα καὶ τῶν ποταμῶν ἐπιδιδόντων.
§10.1 διὰ τί τῷ οἴνῳ θάλασσαν παραχέουσι καὶ χρησμόν τινα λέγουσιν ἁλιεῖς κομισθῆναι προστάττοντα βαπτίζειν τὸν Διόνυσον πρὸς τὴν θάλατταν, οἱ δὲ πόρρω θαλάττης ἐμβάλλουσι γύψον Ζακυνθίαν ὀπτήσαντες;
§10.2 πότερον θερμότης βοηθεῖ πρὸς τὴν περίψυξιν, αὐτὴ ἐξίστησι μάλιστα τὸν οἶνον ἀποσβεννύουσα καὶ φθείρουσα τὴν δύναμιν· τὸ ὑδατῶδες καὶ πνευματῶδες τοῦ οἴνου πρὸς μεταβολὴν ἐπισφαλέστατʼ ἔχον ἵστησι τὰ γεώδη πεφυκότα στύφειν καὶ κατισχναίνειν, οἱ δʼ ἅλες μετὰ τῆς θαλάττης λεπτύνοντες καὶ ἀποτήκοντες τάλλότριον καὶ περιττὸν οὐκ ἐῶσι δυσωδίαν οὐδὲ σῆψιν ἐγγίγνεσθαι· πρὸς δὲ τούτοις, ὅσον ἐστὶ παχὺ καὶ γεῶδες, ἐμπλεκόμενον τοῖς βαρυτέροις καὶ συγκατασπώμενον ὑποστάθμην ποιεῖ καὶ τρύγα τὸν δʼ οἶνον ἀπολείπει καθαρόν;
§11.1 διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι;
§11.2 ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ὄσφρησις, τῶν δὲ παθῶν φόβος; καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες· τούτων δʼ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν· γὰρ ὄσφρησις παντὶ ποτίμῳ καὶ γλυκεῖ συνήθης ἐστὶν δὲ πλοῦς ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τʼ ὀσμὴν ἀηθείᾳ δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος· οὐδὲν οὖν ὄφελος τῆς γαλήνης, ἀλλὰ καὶ ψυχὴ σάλον ἔχουσα καὶ θορυβουμένη συγκινεῖ καὶ ἀναπίμπλησι τὸ σῶμα τῆς ταραχῆς.
§12.1 διὰ τί τῆς θαλάττης ἐλαίῳ καταρραινομένης γίγνεται καταφάνεια καὶ γαλήνη;
§12.2 πότερον, ὡς Ἀριστοτέλης φησί, τὸ πνεῦμα τῆς λειότητος ἀπολισθάνον οὐ ποιεῖ πληγὴν οὐδὲ σάλον· τοῦτο μὲν πιθανῶς εἴρηται πρὸς τὰ ἐκτός, ἐπεὶ δὲ φασι καὶ τοὺς κατακολυμβῶντας, ὅταν ἔλαιον εἰς τὸ στόμα λαβόντες ἐκφυσήσωσιν, ἐν τῷ βυθῷ φέγγος ἴσχειν καὶ δίοψιν, οὐκ ἔστιν ἐκεῖ πνεύματος ὄλισθον αἰτιάσασθαι; σκόπει δὴ μὴ τὴν θάλατταν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τῇ πυκνότητι τοὔλαιον, εἶτʼ ἀνατρεχούσης εἰς αὑτὴν καὶ συστελλομένης ἀπολείπονται πόροι μεταξὺ ταῖς ὄψεσι διαύγειαν καὶ καταφάνειαν διδόντες. φύσει μέν ἐστι φωτεινὸς ὑπὸ θερμότητος τῇ θαλάττῃ καταμεμιγμένος ἀήρ, γίγνεται δὲ ταραχθεὶς ἀνώμαλος καὶ σκιώδης· ὅταν οὖν τὴν ἀνωμαλίαν ἐπιλεάνῃ πυκνότητι τοὔλαιον, ἀπολαμβάνει τὴν ὁμαλότητα καὶ τὴν διαύγειαν;
§13.1 διὰ τί χειμῶνος μᾶλλον θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα, καίτοι τὰ γʼ ἄλλα μᾶλλον ἐν τῷ θέρει τοῦτο πάσχει;
§13.2 πότερον, ὡς Θεόφραστος οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντιπεριίσταται καὶ θερμότερα ποιεῖ τὰ ἐν βάθει τῆς θαλάττης, ὥσπερ τῆς γῆς· διὸ καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ χειμῶνός ἐστι καὶ μᾶλλον ἀτμίζουσιν αἱ λίμναι καὶ οἱ ποταμοί· κατακλείεται γὰρ εἰς βάθος θερμότης ὑπὸ τοῦ ψυχροῦ κρατήσαντος· σῆψις μὲν οὐκ ἔστι τῶν δικτύων, ὅταν δὲ φρίξῃ καὶ παγῇ διὰ τὸ ψῦχος ἀναξηραινόμενα καὶ θρυπτόμενα μᾶλλον ὑπὸ τοῦ κλύδωνος σήψει τινὶ καὶ μυδήσει πάσχει παραπλήσιον; καὶ γὰρ πονεῖ μᾶλλον ἐν κρύει, καθάπερ τὰ νεῦρα συντεινόμενα σπαράττεται, πλεονάκις ἐκταραττομένης διὰ τὸν χειμῶνα τῆς θαλάττης· διὸ καὶ στύφουσιν αὐτὰ ταῖς βαφαῖς καὶ πυκνοῦσι, φοβούμενοι τὰς ἀναλύσεις· ἐπεὶ μὴ βαφέντα μηδὲ χρισθέντα, μᾶλλον ἂν ἐλάνθανε τοὺς ἰχθῦς, ἐνάερον γὰρ τὸ τοῦ λίνου χρῶμα καὶ ἀπατηλὸν ἐν θαλάττῃ.
§14.1 διὰ τί Δωριεῖς εὔχονται κακὴν χόρτου συγκομιδήν;
§14.2 κακῶς μὲν συγκομίζεται χόρτος ὑόμενος; κόπτεται γὰρ οὐ ξηρὸς ἀλλὰ χλωρός, ὥστε σήπεται ταχὺ διάβροχος γενόμενος· ὑόμενος δὲ πρὸ τοῦ θέρους σῖτος βοηθεῖται πρὸς τὰ θερμὰ καὶ νότια πνεύματα· ταῦτα γὰρ οὐκ ἐᾷ πυκνωθῆναι συνιστάμενον ἐν τῷ στάχυι τὸν καρπόν, ἀλλʼ ἐξίστησι καὶ διαχεῖ τῇ θερμότητι τὴν πῆξιν, ἂν μὴ βεβρεγμένης τῆς γῆς ὑγρότης παραμένῃ ψύχουσα καὶ νοτίζουσα τὸν στάχυν.
§15.1 διὰ τί πυροφόρος πίων καὶ βαθεῖα χώρα, κριθοφόρος δὲ μᾶλλον λεπτόγεως;
§15.2 ὅτι τῶν σπερμάτων τὰ ἰσχυρὰ πλείονος τροφῆς δεῖται τὰ δʼ ἀσθενῆ λεπτῆς καὶ ἐλαφρᾶςἀσθενέστερον δʼ κριθὴ καὶ μανότερον· ὅθεν οὐ φέρει τὴν πολλὴν τροφὴν καὶ βαρεῖαν; μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ πυροῦ τὸν τρίμηνον ἐν τοῖς ὑποξήροις φύεσθαι βέλτιον, ἀνοτώτερον ὄντα καὶ τροφῆς ἐλάττονος δεόμενον· διὸ καὶ συντελεῖται τάχιον.
§16.1 διὰ τί λέγεται σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει;
§16.2 πότερον, ὡς εἰρήκαμεν, μὲν δύναται πλείονος τροφῆς κατακρατεῖν δʼ οὐ φέρει τὸ πολὺ καὶ κατακλύζον, πυκνὸς ὢν πυρὸς καὶ ξυλώδης φύεται βέλτιον ἐν ὑγρῷ μαλαττόμενος καὶ χυλούμενος, τῇ δὲ κριθῇ διὰ μανότητα σύμφορον ἐν ἀρχῇ τὸ ξηρότερον, διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; κρᾶσις ψυχρότερον δʼ κριθή· φοβοῦνται τὸν πυρὸν ἐν ξηρῷ τρίβειν διὰ τοὺς μύρμηκας, εὐθὺς γὰρ ἐπιτίθενται, εἰς δὲ κριθὰς ἧττον φέρονται, δυσβάστακτοι γάρ εἰσι καὶ δυσπαρακόμιστοι διὰ μέγεθος;
§17.1 διὰ τί τῶν ἀρρένων ἵππων μᾶλλον τῶν θηλειῶν τὰς τρίχας εἰς τὴν ὁρμιὰν λαμβάνουσι;
§17.2 πότερον, ὡς τοῖς ἄλλοις τὸ ἄρρεν τοῦ θήλεος μέρεσι, καὶ ταῖς θριξὶν εὐτονώτερόν ἐστιν· μᾶλλον διὰ τὸ οὖρον οἴονται τὰς τρίχας τῶν θηλειῶν βρεχομένας γίγνεσθαι χείρονας;
§18.1 διὰ τί τευθὶς φαινομένη σημεῖόν ἐστι μεγάλου χειμῶνος;
§18.2 πάντα φύσει τὰ μαλάκια δύσριγα διὰ γυμνότητα τῆς σαρκὸς καὶ ψιλότητα, μήτʼ ὀστράκῳ μήτε δέρματι μήτε λεπίδι σκεπομένης ἀλλʼ ἐντὸς ἐχούσης τὸ σκληρὸν καὶ ὀστεῶδες, διὸ καὶ κέκληται μαλάκια; ταχὺ δὴ προαισθάνεται διʼ εὐπάθειαν τοῦ χειμῶνος· ὅθεν μὲν πολύπους εἰς γῆν ἀνατρέχει καὶ τῶν πετριδίων ἀντιλαμβανόμενος σημεῖόν ἐστι πνεύματος ὅσον οὔπω παρόντος, δὲ τευθὶς ἐξάλλεται, φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάττης· καὶ γὰρ ἔχει μάλιστα τῶν μαλακίων εὔθρυπτον καὶ ἁπαλὸν τὸ σαρκῶδες.
§19.1 διὰ τί τὴν χρόαν πολύπους ἐξαλλάττει;
§19.2 πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι, συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος· διὸ καὶ λέλεκται τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς· τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς; μεταβάλλει γὰρ οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις ὁμοιοῦν· πρὸς καὶ Πίνδαρος ἐποίησε ποντίου θηρὸς χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει καὶ Θέογνις πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, τῇ προσομιλήσῃ, τοῖος· ἰδεῖν ἐφάνη. τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι. καθάπερ ἐσθῆτι τῇ χρόᾳ νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως βούλεται μετενδυόμενον; ἆρʼ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν ἄλλοις ἐστί; σκόπει δή, κατʼ Ἐμπεδοκλέα γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσʼ ἐγένοντο· οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου· καὶ γὰρ φθείρεται πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς· καὶ γὰρ ἕλξεις ἐπιπηδήσεις ποιοῦσι ταῖς ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς οἱ δʼ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι. μάλιστα δὲ τῶν παράλων πετρῶν ἐπιρραινομένων καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα τῶν πυκνοτέρους ἐχόντων πόρους διεκθέοντα τῶν μανοτέρους. δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν· ὅταν δὲ δείσῃ, τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἷον ἔσφιγξε τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς· καὶ γὰρ τραχύτης μετὰ τῆς μαλακότητος ἕλικας παρέχουσα τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλʼ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατʼ οὖσιν. τεκμήριον δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν.
§20.1–29.2
§20.1 διὰ τίνʼ αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυον ἡδὺ τὸ δὲ τῶν ἐλάφων ἁλμυρόν ἐστι καὶ φαῦλον;
§20.2 αἰτία δὲ θερμότης καὶ ψυχρότης τούτων, καὶ ψυχρὸν μὲν ἔλαφος περίθερμον δὲ καὶ πυρῶδες σῦς· ὅθεν τὸ μὲν φεύγει τὸ δʼ ἀμύνεται τοὺς ἐπιόντας, ὅτε καὶ μάλιστα διὰ τὸν θυμὸν ἐκβάλλει τὸ δάκρυον πολλῆς γὰρ ἐπὶ τὰ ὄμματα θερμότητος φερομένης, ὡς εἴρηται φρίξας εὖ λοφιήν, πῦρ ὀφθαλμοῖσι δεδορκώς· γλυκὺ γίγνεται τὸ ἀποτηκόμενον. ἔνιοι δέ φασιν, ὥσπερ γάλακτος ὀρρόν, τοῦ αἵματος ταραχθέντος, ἐκκρούεσθαι τὸ δάκρυον, ὡς Ἐμπεδοκλῆς. ἐπεὶ τοίνυν τραχὺ καὶ μέλαν τὸ τῶν κάπρων αἷμα διὰ θερμότητα λεπτὸν δὲ καὶ ὑδαρὲς τὸ τῶν ἐλάφων, εἰκότως καὶ τὸ ἀποκρινόμενον ἐν τοῖς θυμοῖς καὶ τοῖς φόβοις ἑκατέρου τοιοῦτον.
§21.1 διὰ τί τῶν ὑῶν αἱ μὲν ἥμεροι, πλεονάκις τίκτουσι καὶ κατʼ ἄλλον ἄλλαι χρόνον, αἱ δʼ ἄγριαι καὶ ἅπαξ καὶ περὶ τὰς αὐτὰς ἅπασαι σχεδὸν ἡμέρας; αὗται δʼ εἰσὶν ἀρχομένου θέρους· διὸ καὶ λέλεκται μηκέτι νυκτὸς ὕειν, κεν τέκῃ ἀγροτέρη σῦς.
§21.2 διὰ πλῆθος τροφῆς, ὄντως ἐν πλησμονῇ Κύπρις; ἀφθονία γὰρ τροφῆς τὸ γόνιμον περίττωμα ποιεῖ καὶ φυτοῖς καὶ ζῴοις· αἱ μὲν οὖν ἄγριαι διʼ αὑτῶν καὶ μετὰ φόβου τὴν τροφὴν ζητοῦσι, ταῖς δʼ ἡμέροις ὑπάρχει διὰ παντὸς μὲν αὐτοφυὴς δʼ ἐκ παρασκευῆς. τὸ τῆς σχολῆς καὶ ἀσχολίας ἅμα συμβαῖνον αἴτιον; αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δʼ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν· ὥστε διὰ τὸ ἀεὶ συνεῖναι μὴ γίνεσθαι περίττωμα , καὶ τὸ συντρέφεσθαι καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν, ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ συνεκκαλεῖται τὴν ὄρεξιν ὡς ἐπʼ ἀνθρώπων Ἐμπεδοκλῆς ἐποίησε τῷ δέ τι καὶ πόθος εἴτε διὰ πέψεως ἀμμίσγων· ἐν δὲ τοῖς ἀγρίοις, ἀποτρόφοις οὖσιν ἀλλήλων, τὸ ἄστοργον καὶ δυσεπίμικτον ἀμβλύνει καὶ ἀνασβέννυσι τὰς ὁρμάς. καὶ τὸ λεγόμενον ὑπʼ Ἀριστοτέλους ἀληθές ἐστιν, ὅτι χλούνην Ὅμηρος ὠνόμασε σῦν τὸν μόνορχιν; τῶν γὰρ πλείστων φησὶ προσκνωμένων τοῖς στελέχεσι θρύπτεσθαι τοὺς ὄρχεις.
§22.1 διὰ τί τῆς ἄρκτου φασὶ τὴν χεῖρα γλυκυτάτην ἔχειν σάρκα καὶ φαγεῖν ἡδίστην;
§22.2 ὅτι τὰ πέττοντα τὴν τροφὴν μάλιστα τοῦ σώματος παρέχει τὸ κρέας ἥδιστον; πέττει δὲ κάλλιστα τὸ διαπνέον, κινούμενον μάλιστα καὶ συγγυμναζόμενον, ὥσπερ ἄρκτος τῷ μέρει τούτῳ πλεῖστα κινεῖται· καὶ γὰρ ὡς ποσὶ τοῖς ἐμπροσθίοις βαδίζουσα χρῆται καὶ τρέχουσα καὶ ὡς χερσὶν ἀντιλαμβανομένη.
§23.1 διὰ τί δυστίβευτος τοῦ ἔαρος ὥρα;
§23.2 πότερον αἱ κύνες, ὥς φησιν Ἐμπεδοκλῆς, κέμματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶσαι τὰς ἀπορροὰς ἀναλαμβάνουσιν, ἃς ἐναπολείπει τὰ θηρία τῇ ὕλῃ, ταύτας δὲ τοῦ ἔαρος ἐξαμαυροῦσι καὶ συγχέουσιν αἱ πλεῖσται τῶν φυτῶν καὶ τῶν ὑλημάτων ὀσμαί, ὑπὲρ τὴν ἄνθησιν ὑπερχεόμεναι καὶ κεραννύμεναι, περιποτῶσι καὶ διαπλανῶσι τὰς κύνας τῆς τῶν θηρίων ὀσμῆς ἐπιλαβέσθαι; διὸ περὶ τὴν Αἴτνην ἐν Σικελίᾳ φασὶ μηδένα κυνηγεῖν· πολὺ γὰρ ἀναφύεσθαι καὶ τεθηλέναι διʼ ἔτους ἴον ὀρεινὸν ἐν τοῖς λειμῶσι, καὶ τὸν τόπον εὐωδίαν ἀεὶ κατέχουσαν ἁρπάζειν τὰς τῶν θηρίων ἀναπνοάς. λέγεται δὲ μῦθος, ὡς τὴν Κόρην ἐκεῖθεν ἀνθολογοῦσαν Πλούτων ἀφαρπάσειε, καὶ διὰ τοῦτο τιμῶντες καὶ σεβόμενοι τὸ χωρίον ὡς ἄσυλον οὐκ ἐπιτίθενται τοῖς ἐκεῖ νεμομένοις.
§24.1 διὰ τί περὶ τὰς πανσελήνους ἥκιστα ταῖς ἰχνοσκοπίαις ἐπιτυγχάνουσιν;
§24.2 διὰ τὴν εἰρημένην αἰτίαν; δροσοβόλοι γὰρ αἱ πανσέληνοι· διὸ καὶ τὴν δρόσον Ἀλκμὰν Διὸς θυγατέρα καὶ Σελήνης προσεῖπε ποιήσας Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας Σελάνας· γὰρ δρόσος ἀσθενής ἐστι καὶ ἀδρανὴς ὄμβρος, ἀσθενὲς δὲ καὶ τὸ τῆς σελήνης θερμόν· ὅθεν ἕλκει μὲν ἀπὸ γῆς ὥσπερ ἥλιος, ἄγειν δʼ εἰς ὕψος μὴ δυναμένη μηδʼ ἀναλαμβάνειν μεθίησιν.
§25.1 διὰ τί τὸ δρόσιμον γενόμενον διὰ τοῦ ψύχους δυστίβευτον;
§25.2 πότερον ὅτι τὰ θηρία πόρρω τῶν κοιτῶν ὀκνοῦντα προϊέναι διὰ τὸ κρύος οὐ πολλὰ ποιεῖ σημεῖα· διὸ καί φασιν αὐτὰ φείδεσθαι τῶν πλησίον, ὅπως μὴ κακοπαθῇ πλανώμενα μακρὰν τοῦ χειμῶνος ἀλλʼ ἀεὶ ἐγγύθεν ἔχῃ νέμεσθαι· δεῖ μὴ μόνον ἔχειν ἴχνη τὸν στιβευόμενον τόπον ἀλλὰ κινεῖν τὴν ὄσφρησιν, κινεῖ δὲ λυόμενα καὶ χαλώμενα μαλακῶς ὑπὸ θερμότητος, δʼ ἄγαν περίψυξις πηγνύουσα τὰς ὀσμὰς οὐκ ἐᾷ ῥεῖν οὐδὲ κινεῖν τὴν αἴσθησιν· ὅθεν καὶ τὰ μύρα καὶ τὸν οἶνον ἧττον ὄζειν ψύχους καὶ χειμῶνος λέγουσιν· γὰρ ἀὴρ πηγνύμενος ἵστησι τὰς ὀσμὰς ἐν αὑτῷ καὶ οὐκ ἐᾷ ἀναδίδοσθαι;
§26.1 διὰ τί τὰ ζῷα τὰς βοηθούσας δυνάμεις, ὅταν ἐν πάθει γένηται, ζητεῖ καὶ διώκει καὶ χρώμενα πολλάκις ὠφελεῖται;
§26.2 καθάπερ αἱ κύνες ἐσθίουσι πόαν, ἵνα τὴν χολὴν ἐξεμῶσιν· αἱ δʼ ὕες ἐπὶ τοὺς ποταμίους καρκίνους φέρονται, βοηθοῦνται γὰρ ἐσθίουσαι πρὸς κεφαλαλγίαν· δὲ χελώνη φαγοῦσα τὴν σάρκα τοῦ ἔχεως ὀρίγανον ἐπεσθίει· τὴν δʼ ἄρκτον λέγουσιν ἀσωμένην τοὺς μύρμηκας ἀναλαμβάνειν τῇ γλώττῃ καὶ καταπίνουσαν ἀπαλλάττεσθαι· τούτων δʼ οὔτε πεῖρα καὶ περίπτωσις γέγονεν αὐτοῖς.
§26.3 πότερον οὖν, ὥσπερ τὰ κηρία τὴν μέλιτταν τῇ ὀσμῇ καὶ τὰ κενέβρεια τὸν γῦπα κινεῖ καὶ προσάγεται πόρρωθεν, οὕτως οὖν καὶ σῦς οἱ καρκίνοι καὶ τὴν χελώνην ὀρίγανος, αἱ δὲ μυρμηκιαὶ τὴν ἄρκτον ὀσμαῖς καὶ ῥεύμασι προσφερέσι καὶ οἰκείοις ἕλκουσιν, οὐ λογισμῷ τοῦ συμφέροντος ἀγούσης τῆς αἰσθήσεως· τὰς ὀρέξεις ἐπιφέρουσι τοῖς ζῴοις αἱ τῶν σωμάτων κράσεις, ἃς αἱ νόσοι ποιοῦσι, διαφόρους δριμύτητας γλυκύτητας τινας ἄλλας ἐντίκτουσαι ποιότητας ἀήθεις καὶ ἀτόπους, τῶν ὑγρῶν τρεπομένων; ὡς δῆλόν ἐστιν ἐπὶ τῶν γυναικῶν, ὅταν κύωσι, καὶ λίθους καὶ γῆν προσφερομένων διὸ καὶ τῶν νοσούντων ταῖς ὀρέξεσιν οἱ χαρίεντες ἰατροὶ προΐσασι τοὺς ἀσώτως σωτηρίως ἔχοντας· ἱστορεῖ γοῦν Μνησίθεος ἰατρὸς ἐν ἀρχῇ πνευμονίας τὸν ἐπιθυμήσαντα κρομμύων σῴζεσθαι τὸν δὲ σύκων ἀπόλλυσθαι, διὰ τὸ ταῖς κράσεσι τὰς ὀρέξεις τὰς δὲ κράσεις τοῖς πάθεσιν ἕπεσθαι. πιθανὸν οὖν ἐστι καὶ τῶν θηρίων τὰ μὴ παντελῶς ὀλεθρίοις μηδʼ ἀναιρετικοῖς περιπίπτοντα νοσήμασι ταύτην τὴν διάθεσιν καὶ κρᾶσιν ἴσχειν, ὑφʼ ἧς ἐπὶ τὰ σῴζοντα φέρεται καὶ ἄγεται ταῖς ὀρέξεσιν ἕκαστον αὐτῶν.
§27.1 διὰ τί τὸ γλεῦκος, ἂν ὑπὸ ψύχους περιέχηται τὸ ἀγγεῖον, γλυκὺ διαμένει πολὺν χρόνον;
§27.2 πότερον ὅτι πέψις ἐστὶ τοῦ γλεύκους εἰς τὸ οἰνῶδες μεταβολὴ κωλύει δὲ τὴν πέψιν ψυχρότης, ὑπὸ θερμοῦ γὰρ πέψις· τοὐναντίον, οἰκεῖός ἐστι τῆς σταφυλῆς χυμὸς γλυκύς, διὸ καὶ πεπαίνεσθαι λέγεται τὸ γλυκὺ κιρνώμενον δὲ ψυχρότης οὐκ ἐῶσα διαπνεῖν ἀλλὰ συνέχουσα τὸ θερμόν, τὴν γλυκύτητα διατηρεῖ τοῦ γλεύκους; αὕτη δʼ ἐστὶν αἰτία καὶ τῶν τρυγωμένων ὄμβρῳ τὸ γλεῦκος ἧττον ἀναζεῖν· γὰρ ζέσις ὑπὸ θερμότητος τὴν δὲ θερμότητα κατέχει καὶ συστέλλει τὸ ψυχρόν.
§28.1 διὰ τί τῶν θηρίων ἄρκτος ἥκιστα διεσθίει τὰ δίκτυα, καίτοι καὶ λύκοι καὶ ἀλώπεκες διεσθίουσι;
§28.2 πότερον ἐνδοτάτω τοὺς ὀδόντας ἔχουσα τοῦ χάσματος ἥκιστα πρὸς τὰ λίνα ἐξικνεῖται, προεμπίπτει γὰρ τὰ χείλη διὰ πάχος καὶ μέγεθος· μᾶλλον ἰσχύουσα ταῖς χερσὶ ῥήγνυσι καὶ διασπᾷ τὸν βρόχον· καὶ ταῖς χερσὶν ἅμα χρῆται καὶ τῷ στόματι, ταῖς μὲν διασπῶσα τὸ λίνον τῷ δʼ ἀμυνομένη τοὺς διώκοντας; οὐδενὸς δʼ ἧττον αὐτῇ βοηθοῦσιν αἱ περικαλινδήσεις· διὸ μᾶλλον διασπᾶν τὰ λίνα πραγματευομένη πολλάκις ἐκκυβιστᾷ καὶ σῴζεται, ἀμὴ καὶ δέοι τῶν ὀδόντων.
§29.1 τίς αἰτία, διʼ ἣν τὰ ψυχρὰ τῶν ὑδάτων οὐ θαυμάζομεν ἀλλὰ τὰ θερμά, καίτοι δῆλον ὅτι θερμότης αἰτία τούτων ὡς ψυχρότης ἐκείνων;
§29.2 οὐ γὰρ, ὡς ἔνιοι νομίζουσιν, μὲν θερμότης δύναμίς ἐστιν δὲ ψυχρότης στέρησις θερμότητος· ἐπεὶ πλειόνων αἴτιον ἐφαίνετο τὸ μὴ ὂν τοῦ ὄντος. ἀλλʼ ἔοικε τῷ σπανίῳ τὸ θαυμάσιον φύσις νέμουσα πῶς; γίγνεται ζητεῖν τὸ μὴ πολλάκις γιγνόμενον. ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις ὅσα μὲν ἔρχεται φέρων θεάματα νυκτός, ὅσον δὲ μεθʼ ἡμέραν κάλλος ἀναδείκνυσιν; οἱ δὲ πολλοὶ τὴν τούτων φύσιν οὐ θαυμάζουσιν, ἴριδας δὲ καὶ ποικίλματα νεφῶν ἡμέρας καὶ σέλα ῥηγνύμενα πομφόλυγος δίκην νυκτὸς κεκόσμηται.
§30.1–39.2
§30.1 διὰ τί τῶν ἀμπέλων τὰς ἀκάρπους, τοῖς δʼ ἀκρέμοσι καὶ ἔρνεσιν εὐτροφούσας τραγᾶν λέγομεν;
§30.2 ὅτι τῶν τράγων οἱ σφόδρα πίονες ἧττόν εἰσι γόνιμοι καὶ μόλις ὑπὸ πιμελῆς ὀχεύουσι; τὸ γὰρ σπέρμα περίττωμα τῆς τροφῆς ἐστι τῆς τῷ σώματι προστιθεμένης· ὅταν οὖν ζῷον δένδρον εὐεκτῇ καὶ παχύνηται, τοῦτο σημεῖόν ἐστι τοῦ τὴν τροφὴν ἐν ἑαυτῷ καταναλισκομένην μηθὲν μικρόν τι καὶ ἀγεννὲς περίττωμα ποιεῖν.
§31.1 διὰ τί ἄμπελος οἴνῳ ῥαινομένη, μάλιστα τῷ ἐξ αὑτῆς, ἀναξηραίνεται;
§31.2 πότερον, ὥσπερ ἐν τοῖς πολυπόταις γίνεται φαλάκρωσις, ὑπὸ θερμότητος τοῦ οἴνου τὸ ὑγρὸν ἐξατμίζοντος· φὺ τὸ οἰνῶδές ἐστιν, ὥς φησιν Ἐμπεδοκλῆς οἶνον ὑπὸ φλοιοῦ πέλεσθαι σαπὲν ἐν ξύλῳ ὕδωρ· ὅταν οὖν ἔξωθεν οἴνῳ βρέχηται, γίγνεται πῦρ ἐπὶ πῦρ τῇ ἀμπέλῳ καὶ τοῦ τρέφοντος δύναμιν ἐξίστησιν κρᾶσις· στυπτικὴν φύσιν ἔχων ἄκρατος ἐνδύεται ταῖς ῥίζαις, καὶ τοὺς πόρους συναγαγὼν καὶ πυκνώσας οὐ διίησι τὸ ὕδωρ εἰς τὸ φυτόν, εὐθαλεῖν καὶ βλαστάνειν πέφυκεν καὶ τοῦτο μᾶλλον εἰκὸς εἶναι τῇ ἀμπέλῳ παρὰ φύσιν, τὸ ἐξ αὐτῆς ἀπιὸν εἰς αὐτὴν ἐπανιὸν πάλιν δέχεσθαι; τῆς γὰρ ἐν τοῖς φυτοῖς ὑγρότητος ἤνθει καί τι τρέφειν μηδὲ προστίθεσθαι μηδὲ μέρος εἶναι τοῦ φυ
§32.1 Cur inter omnes arbores sola palma contra impositum onus adsurgit?
§32.2 Utrum quod ignea et spirabilis facultas, qua maxime pollet, quum tentatur et irritatur, sese exercens magis et magis erigit? An quoniam pondus ramos subito urgens, aerem omnem qui in hi est, oppressum cedere retro cogat, qni deinde resumptis paullo viribus, adversum onus aerius rursus instat: An molles et tenerae virgae impetum non sustinentes, quum onus quiescit, paullatim se erigunt, et speciem, quaei contra illud adsurgant, praebent?
§33.1 Quare aqua de puteis hausta minus alit quam quae de fonte aut caelo manat?
§33.2 An quia frigidior magis sit et parum quoque aeris habeat: An quod salis multum immixta sibi de terra habeat; sal autem maciem, si quid aliud, facit: An quod pigra nec cursu exercita, qualitatem aliquam malam adquirat, quae stirpibus et animantibus contraria, in causa est quod nec bene concoquatur nec nutrire quicquam possit: Hinc et stagnantes aquae minus probae cenaentur, quod injuriae quae vel ab aeris mala qualitate vel a terra accipiunt, digerere nequeant.
§34.1 Cur Zephyrus ventorum omnium celerrimus vulgo fertur, et Homerus: Nos quoque cum Zephyri curramus flatibus una?
§34.2 An quod aere perpurgato et minime nebuloso, fiare soleat? aeris enim densitae et impuritas ventorum cursum non mediocriter impedit. An quod sol radiis suis fiatum frigidum perstringens, quo velocius feratur, auctor est? Quicquid enim frigidi ventorum vi contrahitur, id a calore veluti hoste supcratum, longius et citius propelli credendum est.
§35.1 Cur apes fumum ferre nequeant?
§35.2 Quod meatus spiritus vitalis sane quam angustos habeant. At is fumo interceptus et conclusus angit et propemodum ad mortem apes adigit. An acredo amaritudoque fumi in causa eεt: gaudent enim dulcibus apes neqae alio nutrimento uluntur: itaque ut contrariam et noxiam rem propter amaritudinem, fumum detestantur. Qua de causa mellarii quum fumum abigendis apibus faciunt, amaras herbae, ut cicutam et centanrium, incendere solent.
§36.1 Cur apes citius pungunt qui stuprum dudum fecerunt?
§36.2 An quod animal est munditiae et elegantiae perquam studiosum; praeterea olfactus sensu valet plurimum? Quum itaque impuri congressus propter impudicitiam et immoderatam libidinem soleant esae immundiores: et citius ab apibus deprehenduntur et odium vehementius adversus illos concipiunt. Unde apud Theocritum jocose Venus ad Anchisen a pastore ablegatur, uti apum aculeis propter adulterium commissum pungatur: Te confer ad Idam, confer ad Anchisen, ubi quercus atque cypirus crascit, apum strepit atque domus mellifiua bombis. Et Pindarus: Parvula favorum fabricatrix, quae Rhoecum pupugisti aculeo, domans illius perfidiam.
§37.1 Cur lupae certo anni tempore omnes intra duodecim dies pariunt?
§37.2 An quia neque cogitatione comprehendere quicquam nec reminisci (quibus solus homo virtutibus valet) potest? itaque quum mente non discernat a quo injuria fuerit illata, id tantum. quod ob oculos minaciter versatur, inimicum esse existimat deque eo vindictam sumere parat. An lapidem, dum per terram mittitur, ferarn aliquam esse autumans, pro ingenio hanc prius capere conatur, deinde quum viderit se opinione sua frustrari, hominem rursus invadit? An quod ad id quod missum fuerit, et hominem ipsum aequaliter odit, et id quod proximius est, insectatur?
§38.1 Quare canes relicto homine qui jecit, lapidum morsu insectantur?
§38.2 Antipater in libro de Animalibus partum lupas projicere adaerit, quum glandiferae arbores fiorem abjiciunt, quo gustato, uteri illarum reserantur: quum ejus copia non est, partum in ipso corpore emori, nec in lucem venire posse: praeterea regiones illas a Iupis non vastari, quae glandium quercuumque feraces non sunt. Quidam ad fabulam Latonae referunt; quae quum uterum ferret nec uspiam tuta prae Junone esae posset, duodecim diebus, quibus in Delum proficiscebatur, in lupum a Iove mutata, ut deinceps omnes lupae eo ipso tempore parere possint, impetravit.
§39.1 Cur aqua in summa parte alba, in fundo vero nigra spectatur?
§39.2 An quod profunditae nigredinis mater est, ut quae solis radios prius quam ad eam descendant, obtundat et Iabefactet? Superficies autem, quoniam continuo a sole afficitur, candorem luminis recipiat oportet. Quod ipsum et Empedocles approbat: et niger in fundo fiuvii color exstat ab umbra, atque cavernosis itidem spectatur in antris. An limo plerumque oppletus fluminum marisque fundus, talem de se colorem per solis refiexum parit, quali utique is praeditus est? An probabilius est, aquam minime, quae illis est, puram et sinceram esse, sed terrea qualitate (utpote quae continuo, qua currit vel agitatur, aliquid ex ea advehat) imbutam, quum ad fundum residet, turbidiorem et minus perspicuam efficit?
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1893
Teubner
Vernardakēs, Teubner, 1893 · 1893
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up