A father's grief
§1
καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς καὶ φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν ὑπὸ τῆς,· παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δʼ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς· προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλʼ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν περιχρίστων ἐπιθέσεως αὐτὸ διʼ αὑτοῦ λαβεῖν πέψιν.
§2
ἐπεὶ δὲ νῦν καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν. ψυχῆς γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι, ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ. κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ· λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων, ἄγαν δὲ μωραίνοντι νουθετήματα πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων· διὰ λύπην γάρ φασὶ καὶ μανίαν γίγνεσθαι πολλοῖς καὶ νοσήματʼ οὐκ ἰάσιμα, αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές
§3
τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφʼ ἡμῖν. οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν· ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. τὸ δὲ πέρα τοῦ μετρίου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. μὴ γὰρ νοσοῖμεν φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ, νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτʼ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτʼ ἀποσπῷτο. τὸ γὰρ ἀνώδυνον τοῦτʼ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ· τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον ἐνταῦθα δὲ ψυχήν.
§4
οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα, ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν, μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν, ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον. οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ καὶ νὴ Δία· τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν
§5
ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται καὶ τὸ ὑπὸ Μενάνδρου ῥηθὲν εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε διατελεῖν πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ ἐψευσμένος, ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον. τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν, ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας ἀγαθά, τὰ νυνὶ τʼ ἐστὶ μέτριά σοι κακά. ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν φέρε. ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς· τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς. ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα.
Grief must be moderate
§6
κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι τὸ παράπαν ἀλλὰ Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις ἀνάγκαις ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος καὶ ὅτι μίκρʼ ἄττα τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, βέλτιον δʼ ἄν ἔχου ἦν, εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς γένει βροτῶν τε. τοῖς μὲν αὔξεται βίος, τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν. ὁ δὲ Πίνδαρος ἐν ἄλλοις τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωπος ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον; τὸ δὲ ταύτης ὄναρ οὐδʼ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δʼ ἑπόμενος καὶ ὁ Κράντωρ παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γʼ ἡμῶν εἰς τοῦτʼ ἀφῖκται διαφθορᾶς. ἥ τʼ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτʼ ἀπʼ ἀρχῆς ἠκολούθηκεν οὐδʼ ἐφʼ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα· τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵνʼ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. ἄσκοπος γὰρ ἡ τύχη φησὶν ὁ Θεόφραστος καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθʼ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν· ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ καὶ τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε καὶ ἐν ἄλλοις Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν. φύλλα τὰ μὲν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δʼ ἀπολήγει ταύτῃ δʼ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω βροτῶν ἕνεκα πτολεμίζω δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες·, ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκὴ Σιμωνίδης δʼ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι· Φίλιππος δʼ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφʼ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δʼ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ Δαρδανεῖς ἐνίκησε, τρίτου δʼ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὦ δαῖμον εἶπε, μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα, εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη. Θηραμένης δʼ ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ ὦ τύχη εἶπεν, εἰς τίνα με καιρὸν ἄρα φυλάττεις; μετʼ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.
§7
ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων. ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ ἐσθλῷ· ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν. ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά. μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο. ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται. πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη; δὲ θάλασσα. νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
§8
ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεὶ θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον. νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. τί οὖν ποιεῖς πλέον; οὐδέν· ἡ λύπη δʼ ἔχει ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν Δίκτυς φησὶ δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν; παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται βροτῶν, ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων, τοὺς τʼ ἐκ μέγιστον ὀλβίας τυραννίδος τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών. κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.
§9
ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν. ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ καὶ Ἀντίμαχος ὁ ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον τὴν δόξαν τοῦ λελυπημένου μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν.
§10.1
ὁ δʼ Αἰσχύλος καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί, ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών ὦ θάνατε παιὰν ἰατρὸς μόλοις
§10.2
λιμὴν γὰρ ὄντως Ἀίδας ἀνʼ αἶαν. μέγα γάρ ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; καὶ ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ ἐν τῷ τεθνάναι; τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται; πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν ὁ θάνατος; καί, φησιν Ἡράκλειτος, ταὐτὸ γʼ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει. καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει. καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως. διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες. ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν.
§11
οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ. ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος· κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ ὅστις τε κακός. Πίνδαρος δὲ ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται βροτοῖς. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν Σοφοκλῆς δέ σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει; Εὐριπίδης δὲ τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν; δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται. τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται. τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;
§12
ὁ δὲ Σωκράτης παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος ἐπʼ αὐτοῦ λέγων νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο καὶ Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν, ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι χάλκεον ὕπνον, τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν τὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια· προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὁ ὕπνος. πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, οὐδέν ἔφη· ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει
§13
εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδʼ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν. τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφʼ ὧν κατασπώμενος ὁ νοῦς τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον. μυρίας μὲν γὰρ ἡμῖν φησὶν ὁ Πλάτων ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δʼ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτʼ οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι· διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται· τὰ δὲ χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα. τὸ δʼ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπʼ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα· καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δʼ οὔ. εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι τότε γὰρ αὐτὴ καθʼ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δʼ οὔ. καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπʼ αὐτοῦ, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα, διʼ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες· τοῦτο δʼ ἐστὶ τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. ὥστʼ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν· μήποτε γὰρ καὶ τῶν ἀγαθῶν ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων. διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης πρὸς τοὺς δικαστὰς τοιαῦτʼ ἔφη τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν. οὐκ ἀπᾴδειν δʼ ἔοικε τούτων οὐδʼ ὁ εἰπών μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων, ἀλλὰ καὶ κακῶν τῶν μεγίστων.
Death is not an evil
§14
λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον. πολλοὺς γὰρ παρειλήφαμεν διʼ εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς. ὧν τοὺς μὲν ἄλλους φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων καὶ πᾶσι διὰ στόματος. πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι. φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὥρας ἐπειγούσης, τούτους· ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δʼ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ κατεύξασθαι τὸ κράτιστον αὐτοῖς; παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτʼ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς εὐσεβείας ἀμοιβὴν δωρησαμένης. καὶ περὶ Ἀγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ Ἀπόλλωνος μισθόν, τὸν δʼ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην ἡμέραν ἀποδώσειν, ἐν τοσούτῳ δʼ εὐωχεῖσθαι παρακελεύσασθαι· τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι. λέγεται δὲ καὶ αὐτῷ Πινδάρῳ ἐπισκήψαντι τοῖς παρὰ τῶν Βοιωτῶν πεμφθεῖσιν εἰς θεοῦ πυθέσθαι τί ἄριστόν ἐστιν ἀνθρώποις ἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδʼ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν· εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετʼ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον. καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δʼ ὀλίγου χρόνου τελευτῆσαι. τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δʼ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ. τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μήποτʼ εἴη φαρμάκοις ἀπολωλώς· τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπʼ οὐσίᾳ πολλῇ καὶ χρήμασιν. ἀποροῦντα δʼ ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον , προθυσάμενον δʼ ὡς νόμος ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε. δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦ ἰδόντα δὲ διεξέρχεσθαι πρὸς αὐτὸν περὶ τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου. καὶ τὸν ἐπὶ τούτῳ φάναι ἥκω. ἀλλὰ δέξαι παρὰ τοῦδʼ ἅ σοι φέρει, ἐκ γὰρ τούτων ἅπαντʼ εἴσῃ ὧν πέρι λυπῇ εἶναι δʼ ὃν ἐσήμηνε νεανίσκον ἑπόμενον αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς. ἐρέσθαι οὖν ὅστις εἴη. καὶ τὸν φάναι δαίμων τοῦ υἱέος σου, καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον. ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα ἧ που νηπιέῃσιν ἀλύουσιν φρένες ἀνδρῶν. Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ. οὐκ ἦν γὰρ ζώειν καλὸν αὐτῷ οὐδὲ γονεῦσι. Τοιαῦτα δή σοι καὶ τὰ τῶν διηγημάτων τῶν παρὰ τοῖς ἀρχαίοις ἀναγεγραμμένων.
§15
εἴ γε μὴν ὁ θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδʼ οὕτω κακόν ἐστιν· ἀναισθησία γάρ τις κατʼ αὐτὸν γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος. ὥσπερ γὰρ οὔτʼ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν· περὶ γὰρ τὸ ὂν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν· περὶ δὲ τὸ μὴ ὂν ἀλλʼ ἠρμένον ἐκ τῶν ὄντων οὐδέτερον τούτων ὑπάρχει. εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς γενέσεως. ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτʼ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν. καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθʼ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς ἄλγος γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ. τὸ γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω. ἡ γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως ἡ μετὰ τὴν τελευτήν. ἀλλʼ οἴει σὺ διαφορὰν εἶναι μὴ γενέσθαι ἢ γενόμενον ἀπογενέσθαι; εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω κατεσκευάσθη χρόνον. εἰ δʼ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδʼ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ τῆς γενέσεως; κατάστασιν ἔστι διαφορά. χάριεν γὰρ τὸ τοῦ Ἀρκεσιλάου. τοῦτο φησὶ τὸ λεγόμενον κακὸν ὁ θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτʼ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ. τῷ γὰρ ὄντι πολλοὶ διὰ τὴν οὐδένειαν καὶ τὴν πρὸς τὸν θάνατον διαβολὴν ἀποθνῄσκουσιν, ἵνα μὴ ἀποθάνωσι καλῶς οὖν ὁ Ἐπίχαρμος συνεκρίθη φησὶ καὶ διεκρίθη καὶ ἀπῆνθεν ὅθεν ἦνθε πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω. τί τῶνδε χαλεπόν; οὐδέ ἔν. ὁ Κρεσφόντης δέ που ὁ παρὰ τῷ Εὐριπίδῃ περὶ τοῦ Ἡρακλέους λέγων εἰ μὲν γὰρ οἰκεῖ φησί νερτέρας ὑπὸ χθονός ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν σθένοι τοῦτο μεταποιήσας εἴποις ἄν εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονός ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν πάθοι γενναῖον δὲ καὶ τὸ Λακωνικὸν νῦν ἄμμες, πρόσθʼ ἄλλοι ἐθάλεον, αὐτίκα δʼ ἄλλοι, ὧν ἄμμες γενεὰν οὐκέτʼ ἐποψόμεθα καὶ πάλιν οἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν, ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι πάνυ δὲ καλῶς καὶ ὁ Εὐριπίδης ἐπὶ τῶν τὰς μακρὰς νοσηλείας ὑπομενόντων φησὶ μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν. οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις. ἡ δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν, οὐδʼ ἀνδρὸς ἐστερήμεθʼ ἀλλὰ μυρίαι τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν ζεύξας θαλάσσης αὐχένʼ Ἑλλησποντίας; ἅπαντες ᾍδαν ἦλθον καὶ Λάθας δόμους, τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.
§16
νὴ Δίʼ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας. θέασαι γὰρ· οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ εἶτʼ εἰ μὲν ᾔδεις ὅττι τοῦτον τὸν βίον, ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν, ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν αὖ οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡς ἀπολωλεκότας πάνθʼ ὅσων ᾠήθημεν τεύξεσθαι παρʼ αὐτοῦ. οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε. φησὶ γὰρ οὕτως ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν. θάπτει τε τέκνα χἄτερʼ αὖ κτᾶται νέα, αὐτός τε θνήσκει· καὶ τάδʼ ἄχθονται βροτοὶ εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δʼ ἔχει βίον θερίζειν ὥστε κάρπιμον στάχυν, καὶ τὸν μὲν εἶναι τὸν δὲ μή. τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν; δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς
§17
καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται. τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ θεωροῦμεν πρωτεύουσαν. καὶ γὰρ φυτῶν ἄριστα τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς ποιούμενα, καὶ ζῴων ἀφʼ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς τὸν βίον ὠφέλειαν ἔχομεν. τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα. τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον δὲ μόριόν τι βραχύτατον στιγμῆς. ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα, μέσης δʼ ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ δήπου γʼ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα; τὰ δὲ διημερεύσαντα πάντως ἂν εὐδαιμονίζεσθαι; μέτρον γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος,
§18
ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσεις ἀλλʼ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναι. τίς γὰρ ἂν εἴποι ὡς ἔδει; πολλὰ δὲ καὶ ἄλλα ἐφʼ ὧν ἄν τις εἴποι ὡς οὐκ ἔδει πραχθῆναι πέπρακται καὶ πράττεται καὶ πραχθήσεται πολλάκις. οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς.
§19
τί δʼ; οἱ πενθοῦντες τοὺς οὕτως ἀποθανόντας ἑαυτῶν ἕνεκα πενθοῦσιν ἢ τῶν κατοιχομένων; εἰ μὲν οὖν ἑαυτῶν, ὅτι τῆς ἀπὸ τῶν τεθνεώτων ἡδονῆς ἢ χρείας ἢ γηροβοσκίας ἐστερήθησαν, φίλαυτος ἡ τῆς λύπης πρόφασις· οὐ γὰρ ἐκείνους ποθοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῶν ὠφελείας φανήσονται. εἰ δὲ τῶν τεθνεώτων ἕνεκα πενθοῦσιν, ἐπιστήσαντες ὅτι ἐν οὐδενὶ κακῷ τυγχάνουσιν ὄντες, ἀπαλλαγήσονται τῆς λύπης, ἀρχαίῳ καὶ σοφῷ πεισθέντες λόγῳ τῷ παραινοῦντι τὰ μὲν ἀγαθὰ ποιεῖν ὡς μέγιστα, τὰ δὲ κακὰ συστέλλειν καὶ ταπεινοῦν. εἰ μὲν οὖν τὸ πένθος ἐστὶν ἀγαθόν, δεῖ ποιεῖν αὐτὸ ὡς πλεῖστον καὶ μέγιστον· εἰ δʼ, ὥσπερ ἡ ἀλήθεια ἔχει, κακὸν αὐτὸ ὁμολογοῦμεν εἶναι, συστέλλειν καὶ ποιεῖν ὡς; ἐλάχιστον καὶ ἐξαλείφειν εἰς τὸ δυνατόν. ὡς δὲ τοῦτο ῥᾴδιον, καταφανὲς ἐκ τῆς τοιαύτης παραμυθίας. φασὶ γάρ τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν πενθοῦσαν τὸν υἱὸν τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμάς, οὐκ ἔτυχε παρὸν τὸ Πένθος, ἤδη δὲ νενεμημένων ἦλθεν ὕστερον. τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν δοθῆναι, ἀποροῦντα διὰ τὸ ἤδη κατηναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον καὶ τὸ Πένθος ἐὰν μὲν οὖν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε καὶ ἀεὶ τί σοι παρέσται τοιοῦτον ἐφʼ ᾧ τιμηθήσεται συνεχῶς ὑπὸ σοῦ. θαυμασίως δὴ φαίνεται τῷ λόγῳ πείσας οὗτος παρελέσθαι τῆς ἀνθρώπου τὸ πένθος καὶ τοὺς θρήνους.
§20
τὸ δʼ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦντα πότερα παύσῃ ποτὲ δυσφορῶν ἢ ἀεὶ δεῖν οἰήσῃ λυπεῖσθαι καὶ παρʼ ὅλον τὸν βίον; εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ, τελείαν ἀθλιότητα σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς ἀτυχίας; οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ, τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας· καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ἡ ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων. ὃ οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.
§21
ἀλλʼ οὐ γὰρ ἤλπιζον φησὶ ταῦτα πείσεσθαι, οὐδὲ προσεδόκων ἀλλʼ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα· ἐκεῖνος γάρ φησιν ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφορὰς τʼ ἐβαλλόμην, φυγὰς τʼ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τʼ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς, ἵνʼ εἴ τι πάσχοιμʼ ὧν ἐδόξαζον φρενί, μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι οἱ δʼ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδʼ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαί τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλʼ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν συναλγεῖν, ἀναγκάζοντες.
The examples of the wise
§22
διὸ καὶ πάνυ καλῶς ὁ Πλάτων ἔοικε παραινεῖν ἐν ταῖς τοιαύταις συμφοραῖς ἡσυχίαν ἔχειν, ὡς οὔτε δήλου ὄντος τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὔτʼ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι· ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστʼ ἂν ἔχειν. οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλʼ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας. Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν βουληθέντα ὅτι γυναικῶδες τὸ πάθος καὶ οὐχ ἁρμόττον ἀνδράσι κοσμίοις καὶ παιδείας ἐλευθερίου μεταπεποιημένοις. θῆλυ γὰρ ὄντως καὶ ἀσθενὲς καὶ ἀγεννὲς; τὸ πενθεῖν· γυναῖκες; γὰρ ἀνδρῶν εἰσι φιλοπενθέστεραι καὶ οἱ βάρβαροι τῶν Ἑλλήνων καὶ οἱ χείρους ἄνδρες τῶν ἀμεινόνων, καὶ αὐτῶν δὲ τῶν βαρβάρων οὐχ οἱ γενναιότατοι Κελτοὶ καὶ Γαλάται καὶ πάντες οἱ φρονήματος ἀνδρειοτέρου πεφυκότες ἔμπλεοι, μᾶλλον δʼ, εἴπερ ἄρα, Αἰγύπτιοί τε καὶ Σύροι καὶ Λυδοὶ καὶ πάντες ὅσοι τούτοις παραπλήσιοι. τούτων γὰρ τοὺς μὲν εἰς βόθρους τινὰς καταδύντας ἱστοροῦσιν ἐπὶ πλείους ἡμέρας μένειν, μηδὲ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν βουλομένους, ἐπειδὴ καὶ ὁ τετελευτηκὼς ἀπεστέρηται τούτου. Ἴων γοῦν ὁ τραγικὸς ποιητής, οὐκ ἀνήκοος ὢν τῆς τούτων εὐηθείας, πεποίηκέ τινα λέγουσαν ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς παίδων, βόθρους λιποῦσα πενθητηρίους τινὲς δὲ τῶν βαρβάρων καὶ μέρη τοῦ σώματος ἀποτέμνουσι, ῥῖνας καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα καταικίζοντες, δοκοῦντές τι χαρίζεσθαι τοῖς τετελευτηκόσιν ἀπαρτώμενοι τῆς κατὰ φύσιν ἐν τοῖς τοιούτοις μετριοπαθείας.
§23
ἀλλὰ νὴ Δία τινὲς ὑποτυγχάνοντες οὐκ ἐπὶ παντὶ θανάτῳ τὰ πένθη δεῖν οἴονται γίγνεσθαι, ἀλλʼ ἐπὶ τοῖς ἀώροις, διὰ τὸ μηδενὸς τετυχηκέναι τῶν ἐν τῷ βίῳ νενομισμένων ἀγαθῶν, οἷον γάμου παιδείας τελειότητος πολιτείας ἀρχῶν (ταῦτα γὰρ εἶναι τὰ λυποῦντα μάλιστα τοὺς ἐπὶ τοῖς ἀώροις ἀτυχοῦντας, διὰ τὸ ἀφῃρῆσθαι πρὸ τοῦ δέοντος τῆς ἐλπίδος), ἀγνοοῦντες ὅτι ὁ ἄωρος θάνατος ὡς πρὸς τὴν τῶν ἀνθρώπων φύσιν οὐδὲν διαφέρει. καθάπερ γὰρ τῆς εἰς κοινὴν πατρίδα πορείας προκειμένης πᾶσιν ἀναγκαίας καὶ ἀπαραιτήτου οἱ μὲν προπορεύονται οἱ δʼ ἐπακολουθοῦσι, πάντες δʼ ἐπὶ ταὐτὸν ἔρχονται, τὸν αὐτὸν τρόπον τῶν εἰς τὸ χρεὼν ὁδευόντων οὐδὲν πλέον ἔχοντες, τυγχάνουσιν οἱ βραδύτερον ἀφικνούμενοι τῶν θᾶττον παραγιγνομένων. εἴ γε μὴν ὁ ἄωρος θάνατος κακόν ἐστιν, ἀωρότατος ἂν εἴη ὁ τῶν νηπίων καὶ παίδων καὶ ἔτι μᾶλλον ὁ τῶν ἄρτι γεγονότων. ἀλλὰ τοὺς τούτων θανάτους ῥᾳδίως φέρομεν καὶ εὐθύμως, τοὺς δὲ τῶν ἤδη προβεβηκότων δυσχερῶς καὶ πενθικῶς· διὰ τὸν ἐκ ματαίων ἐλπίδων ἀναπλασμόν, ἤδη νομιζόντων ἡμῶν βεβαίαν ἔχειν τὴν τῶν τηλικούτων διαμονήν. εἰ δʼ ὁ τῆς ζωῆς τῶν ἀνθρώπων χρόνος εἰκοσαέτης ἦν, τὸν πεντεκαιδεκαέτη ἀπογενόμενον ἐνομίζομεν ἂν μηκέτʼ ἄωρον τελευτᾶν ἀλλʼ ἤδη μέτρον ἡλικίας ἔχοντα ἱκανόν· τὸν δὲ τὴν τῶν εἴκοσιν ἐτῶν προθεσμίαν ἐκπληρώσαντα ἢ τὸν ἐγγὺς γενόμενον τοῦ τῶν εἴκοσιν ἐτῶν ἀριθμοῦ πάντως ἂν ἐμακαρίζομεν ὡς εὐδαιμονέστατον καὶ τελειότατον διαπεράσαντα βίον. εἰ δὲ διακοσίων ἐτῶν ἦν, τὸν ἑκατὸν ἐτῶν τελευτήσαντα πάντως ἂν ἄωρον νομίζοντες εἶναι πρὸς ὀδυρμοὺς καὶ θρήνους ἐτραπόμεθα.
§24
δῆλον οὖν ὅτι καὶ ὁ λεγόμενος; ἄωρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν. μεῖον γὰρ ὄντως ἐδάκρυσε Τρωίλος ἢ Πρίαμος, κἂν Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτʼ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣν ἐθρήνει. οἷα γοῦν πρὸς τὸν ἑαυτοῦ διελέχθη υἱὸν Ἕκτορα, παραινῶν ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν ἀλλʼ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς; πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον, δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλʼ ἐπιδόντα, υἷάς τʼ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας, καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι, ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι ὠμησταὶ ἐρύωσιν, ἐπεὶ κέ τις ὀξέι χαλκῷ τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται. ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον αἰδῶ τʼ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. ἦ ῥʼ ὁ γέρων πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσί, τίλλων ἐκ κεφαλῆς, οὐδʼ Ἕκτορι θυμὸν ἔπειθεν. Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν. ἃ φειδόμενος τῆς τοῦ λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι.
§25
τὸ γὰρ μὴ διʼ αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας, ἐγὼ δʼ ἂν εἴποιμι φάρμακον ἀλυπίας εἶναι μέγιστον. τὸ δὲ φιλεῖν τὸν μεταλλάξαντα καὶ στέργειν οὐκ ἐν τῷ λυπεῖν ἑαυτούς ἐστιν, ἀλλʼ ἐν τῷ τὸν ἀγαπώμενον ὠφελεῖν ὠφέλεια δʼ ἐστὶ τοῖς ἀφῃρημένοις ἡ διὰ τῆς ἀγαθῆς μνήμης τιμή. οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλʼ ὕμνων καὶ παιάνων, οὐδὲ πένθους ἀλλὰ μνήμης; εὐκλεοῦς, οὐδὲ δακρύων ἐπωδύνων ἀλλʼ ἐτείων ἀπαρχῶν, εἴ γʼ ὁ μετηλλαχὼς θειότερόν τινα βίον μετείληφεν, ἀπαλλαγεὶς τῆς τοῦ σώματος λατρείας καὶ τῶν ἀτρύτων τούτων φροντίδων τε καὶ συμφορῶν, ἃς ἀνάγκη τοὺς εἰληχότας τὸν θνητὸν βίον ὑπομένειν, ἕως ἂν ἐκπλήσωσι τὸν ἐπικλωσθέντα τῆς ζωῆς βίον, ὃν ἔδωκεν ἡμῖν ἡ φύσις οὐκ εἰς ἅπαντα τὸν χρόνον, ἀλλὰ καθʼ ἕκαστον ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους.
§26
διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθʼ ὅπερ πολλοῖς ἤδη συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστʼ ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν μυρομένοισι δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε. διὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴ τί δέ; παυσόμεθά ποτε λυπούμενοι ἢ ἀκαταπαύστῳ συμφορᾷ συνεσόμεθα μέχρι παντὸς τοῦ βίου; τὸ γὰρ δὴ ἀτελεύτητον νομίζειν τὸ πένθος ἀνοίας ἐστὶν ἐσχάτης, καίτοι γʼ ὁρῶντας ὡς καὶ οἱ βαρυλυπότατοι καὶ πολυπενθέστατοι πραότατοι γίγνονται πολλάκις ὑπὸ τοῦ χρόνου, καὶ ἐν οἷς ἐδυσχέραινον σφόδρα μνήμασιν ἀνοιμώζοντες καὶ στερνοτυπούμενοι λαμπρὰς εὐωχίας συνίστανται μετὰ μουσουργῶν καὶ τῆς ἄλλης διαχύσεως. μεμηνότος οὖν ἐστι τὸ οὕτως ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος. ἀλλʼ εἰ λογίζοινθʼ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντʼ ἂν χρόνου δηλαδή τι ποιήσαντος· τὸ μὲν γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι ἀγένητον. οὐκοῦν τὸ νῦν παρʼ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι διʼ αὐτῶν τῶν ἔργων. τί οὖν; ἆρά γʼ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδʼ ἐπιλογίσασθαι, ὅτι πλείη μὲν γαῖα κακῶν, πλείη δὲ θάλασσα καὶ τὰ τοιάδε θνητοῖσι κακὰ κακῶν ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δʼ εἴσδυσις οὐδʼ αἰθέρι;
The myth and the comfort
§27
πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι. βέλτιον δʼ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ ἢ Περὶ ψυχῆς ταυτί. διόπερ, ὦ κράτιστε πάντων καὶ μακαριστότατε, πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν καὶ τὸ ψεύσασθαί τι κατʼ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ὡς κατὰ βελτιόνων ἡγούμεθα καὶ κρειττόνων ἤδη γεγονότων. καὶ ταῦθʼ οὕτως ἀρχαῖα καὶ παλαιὰ παρʼ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα διατελεῖ νενομισμένα. πρὸς δὲ δὴ τούτοις διὰ στόματος ὂν τοῖς ἀνθρώποις ὁρᾷς καὶ ἐκ πολλῶν ἐτῶν περιφέρεται θρυλούμενον. τί τοῦτʼ; ἔφη. κἀκεῖνος ὑπολαβών ὡς ἄρα μὴ γενέσθαι μέν ἔφη ἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς· οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ Μίδᾳ λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτʼ ἐστὶ τὸ βέλτιστον τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως· ἐπειδὴ δέ ποτε μόγις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀναγκαζόμενον εἰπεῖν δαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ἅ ὑμῖν ἄρειον μὴ γνῶναι; μετʼ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος. ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως (ἄριστον ἄρα πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι)· τὸ μέντοι μετὰ τοῦτο καὶ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν, δεύτερον δέ, τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα. δῆλον οὖν ὡς οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς ἢ τῆς ἐν τῷ ζῆν, οὕτως ἀπεφήνατο μυρία δʼ ἐπὶ μυρίοις ἄν τις ἔχοι τοιαῦτα παρατίθεσθαι πρὸς ταὐτὸ κεφάλαιον· ἀλλʼ οὐκ ἀναγκαῖον μακρηγορεῖν.
§28
οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν· πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης, τὰ χρήματα οὐκ ἴδια κέκτηνται βροτοί, ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα. ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν. οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτʼ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις, ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας εἰκότως ἄν τις εἴποι ἐπελάθου ὅτι ταῦτʼ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι; τοῦτο δὴ τοῖς θνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλʼ ἄδηλον πόθʼ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδʼ ὅτι γέγονεν εἰς τὸ ἀποθανεῖν. εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ θαλέθοντι βίῳ βλάσταις τε τέκνων βριθομένα γλυκερὸν φάος ὁρῶσα τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. δύʼ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστʼ ἀναγκαιότατα πρὸς τὸν βίον, τὸ γνῶθι σαυτὸν καὶ τὸ μηδὲν ἄγαν· ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα. ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν· περιέχεται τὸ μηδὲν ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ἴων οὕτως τὸ γνῶθι σαυτὸν τοῦτʼ ἔπος μὲν οὐ μέγα, ἔργον δʼ ὅσον Ζεὺς μόνος· ἐπίσταται θεῶν, ὁ δὲ Πίνδαρος σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς
§29
ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν, ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει καὶ ὁ τραγικὸς Αἰσχύλος ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν κἀν τοῖσι δεινοῖς μὴ τεθυμῶσθαι θεοῖς καὶ ὁ Εὐριπίδης ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται καὶ ἐν ἄλλοις τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ
§30
οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι νομίζουσι. διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι. πρὸς οὓς ὑποτυχὼν ἄν τις εἴποι θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη. διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον. ἐὰν μὲν γὰρ ἐν ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες δύσμορος, οὐδʼ ἄρα τῷ γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσιν ἐὰν δʼ ἐπὶ τῆς οἰκείας πατρίδος παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος. ἐὰν δʼ ἄφωνος μηδὲν προσειπὼν περὶ μηδενός, κλαίοντες λέγουσιν οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος, οὗ τέ κεν αἰεί μεμνῄμην ἐὰν προσομιλήσας τι, τοῦτʼ ἀεὶ πρόχειρον ἔχουσιν ὥσπερ ὑπέκκαυμα τῆς λύπης. ἐὰν ταχέως, ὀδύρονται λέγοντες ἀνηρπάσθη. ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς ἀπέθανε. πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν. ταῦτα δʼ ἐκίνησαν οἱ ποιηταί, καὶ μάλιστα τούτων ὁ πρῶτος Ὅμηρος λέγων ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων, νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε καὶ ταῦτα μὲν οὔπω δῆλον εἰ δικαίως ὀδύρεται, ἀλλʼ ὅρα τὸ ἑξῆς μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι.
§31
τίς γὰρ οἶδεν, εἰ ὁ θεὸς πατρικῶς κηδόμενος τοῦ ἀνθρωπείου γένους καὶ προορώμενος τὰ μέλλοντα συμβήσεσθαι προεξάγει τινὰς ἐκ τοῦ ζῆν ἀώρους; ὅθεν οὐδὲν φευκτὸν νομιστέον αὐτοὺς πάσχειν (δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς οὔτε τῶν κατὰ προηγούμενον λόγον συμβαινόντων οὔτε τῶν κατʼ ἐπακολούθησιν) καὶ ὅτι οἱ πλεῖστοι θάνατοι πρὸ ἄλλων δυσχερῶν μειζόνων γίγνονται, καὶ ὅτι τοῖς μὲν οὐδὲ γενέσθαι συνέφερε, τοῖς δʼ ἅμα τῷ γενέσθαι ἀποθανεῖν, τοῖς δὲ προελθοῦσιν ἐπὶ μικρὸν τοῖς δʼ ἀκμάζουσι. πρὸς πάντας δὴ τούτους τοὺς θανάτους ἐλαφρῶς ἑκτέον, εἰδότας ὅτι τὴν μοῖραν οὐκ ἔστιν ἐκφυγεῖν πεπαιδευμένων δʼ ἐστὶν ἀνθρώπων προσειληφέναι ὅτι βραχὺν χρόνον προειλήφασιν ἡμᾶς οἱ δοκοῦντες ἄωροι τοῦ ζῆν ἐστερῆσθαι· καὶ γὰρ ὁ μακρότατος βίος ὀλίγος ἐστὶ καὶ στιγμαῖος πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετʼ οὐ πολὺ τοῖς ὑπʼ αὐτῶν κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δʼ ἑαυτοὺς , καταικισάμενοι ταῖς κακουχίαις. βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδʼ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτʼ ἔπος, ὅπερ ὁ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδί δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει, μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ὁ ποιητής φησι γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ
§32
ταῦτα πρὸ διανοίας λαβόντες τῆς ἀπράκτου καὶ κενῆς ἀπαλλαγησόμεθα βαρυπενθείας, ὀλίγου δὴ παντάπασι τοῦ μεταξὺ χρόνου τῆς ζωῆς ὄντος. φειστέον οὖν, ὅπως εὔθυμόν τε καὶ ἀπαρενόχλητον τοῦτον ταῖς πενθικαῖς λύπαις διαγάγωμεν, τὰ τοῦ πένθους παράσημα μεθέμενοι καὶ τῆς τοῦ σώματος ἐπιμελείας φροντίσαντες καὶ τῆς τῶν συμβιούντων ἡμῖν σωτηρίας. καλὸν δὲ καὶ μεμνῆσθαι τῶν λόγων, οἷς κατὰ τὸ εἰκὸς ἐχρησάμεθά ποτε πρὸς συγγενεῖς ἢ φίλους ἐν ταῖς παραπλησίοις γενομένους συμφοραῖς, παραμυθούμενοι καὶ πείθοντες τὰ κοινὰ τοῦ βίου συμπτώματα κοινῶς φέρειν καὶ τὰ ἀνθρώπινα ἀνθρωπίνως, καὶ μὴ τοῖς μὲν ἄλλοις ἐπαρκεῖν πρὸς ἀλυπίαν δύνασθαι, ἑαυτοῖς δὲ μηδὲν ὄφελος εἶναι τὴν τούτων ὑπόμνησιν, διʼ ὧν δεῖ τὸ ἀλγοῦν τῆς ψυχῆς ἀποθεραπεύειν παιωνίοις λόγου φαρμάκοις, ὡς πάντων μᾶλλον ἢ ἀλυπίας ἀναβολὴν δεῖ ποιεῖσθαι. καίτοι γε τὸν ἐν ὁτῳοῦν ἀμβολιεργὸν ἄταις φησὶ παλαίειν, τὸ κυκλούμενον τοῦτο παρὰ πᾶσιν ἔπος· πολὺ δʼ οἶμαι μᾶλλον τὸν ὑπερτιθέμενον τὰ τῆς ψυχῆς ἀχθεινὰ πάθη καὶ δυσάντητα πρὸς τὸν ἐπιόντα χρόνον.
§33
ἀποβλέπειν δὲ καὶ πρὸς τοὺς εὐγενῶς καὶ μεγαλοφρόνως τοὺς ἐπὶ τοῖς υἱοῖς γενομένους θανάτους καὶ πράως ὑποστάντας, Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημοσθένη τὸν Ἀθηναῖον καὶ Δίωνα τὸν Συρακόσιον καὶ τὸν βασιλέα Ἀντίγονον, καὶ συχνοὺς ἄλλους τῶν τε παλαιῶν καὶ τῶν καθʼ ἡμᾶς. τούτων γὰρ Ἀναξαγόραν παρειλήφαμεν, ὥς φασι, φυσιολογοῦντα καὶ διαλεγόμενον τοῖς γνωρίμοις, ἀκούσαντα παρά τινος τῶν ἀναγγειλάντων αὐτῷ τὴν περὶ τὸν υἱὸν τελευτήν, μικρὸν ἐπισχόντα πρὸς τοὺς παρόντας εἰπεῖν ᾔδειν ὅτι θνητὸν ἐγέννησα τὸν υἱόν. Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον, Πάραλόν τε καὶ Ξάνθιππον, ὥς φησι Πρωταγόρας εἰπεῖν οὕτως τῶν γὰρ υἱέων νεηνιέων ἐόντων καὶ καλῶν, ἐν ὀκτὼ δὲ τῇσι πάσῃσι ἡμέρῃσι ἀποθανόντων νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖσι πολλοῖσι δόξαν· πᾶς γάρ τίς μιν ὁρέων τὰ ἑωυτοῦ πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρήιον ἐδόκεε εἶναι καὶ ἑωυτοῦ κρέσσω, κάρτα εἰδὼς τὴν ἑωυτοῦ ἐν τοιοῖσδε πράγμασι ἀμηχανίην τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν βουλὰς τʼ ἐξάρχοντʼ ἀγαθὰς πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους. Ξενοφῶντα δὲ τὸν Σωκρατικὸν θύοντά ποτε, παρὰ τῶν ἀγγέλων τῶν ἀπὸ τοῦ πολέμου πυθόμενον ὅτι ὁ υἱὸς αὐτοῦ Γρύλλος ἀγωνιζόμενος ἐτελεύτησε, περιελόμενον τὸν στέφανον ἐξετάζειν τίνα τρόπον ἐτελεύτησε. τῶν δὲ ἀπαγγειλάντων ὅτι γενναίως ἀριστεύων καὶ πολλοὺς τῶν πολεμίων κατακτείνας, μικρὸν παντελῶς διασιωπήσαντα χρόνον καὶ τῷ λογισμῷ τὸ πάθος παρακατασχόντα, ἐπιθέμενον πάλιν τὸν στέφανον ἐπιτελεῖν τὴν θυσίαν, καὶ πρὸς τοὺς ἀγγέλους εἰπεῖν ὅτι θεοῖς ηὐξάμην οὐκ ἀθάνατον οὐδὲ πολυχρόνιον γενέσθαι μοι τὸν υἱὸν τὸ γὰρ τοιοῦτον ἄδηλον εἰ συμφέρει, ἀγαθὸν δὲ καὶ φιλόπατριν, ὃ δὴ καὶ γέγονεν. Δίωνα δὲ τὸν Συρακόσιον συνεδρεύοντα μετὰ τῶν φίλων, κατὰ τὴν οἰκίαν θορύβου γενομένου καὶ μεγάλης κραυγῆς, πυθόμενον τὴν αἰτίαν καὶ τὸ συμβεβηκὸς ἀκούσαντα ὅτι ὁ υἱὸς αὐτοῦ καταπεσὼν ἀπὸ τοῦ στέγους ἐτελεύτησεν, οὐδὲν ἐκπλαγέντα τὸ μὲν σωμάτιον κελεῦσαι τοῦ μεταλλάξαντος ταῖς γυναιξὶ παραδοῦναι πρὸς τὴν νόμιμον ταφήν, αὐτὸν δὲ περὶ ὧν διεσκέπτετο μὴ παραλιπεῖν. τοῦτον ζηλῶσαι λέγεται καὶ Δημοσθένην τὸν ῥήτορα, τὴν μόνην καὶ ἀγαπητὴν ἀπολέσαντα θυγατέρα, περὶ ἧς φησιν Αἰσχίνης, κατηγορεῖν αὐτοῦ δόξας, ταυτί. ἑβδόμην δʼ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, πρὶν πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι, στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα ἀναλαβὼν ἐβουθύτει καὶ παρενόμει, τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας. οὗτος μὲν οὖν ῥητορικῶς προθέμενος αὐτοῦ κατηγορῆσαι ταῦτα διεξῆλθεν, ἀγνοῶν ὅτι διὰ τούτων αὐτὸν ἐπαινεῖ τὸ πενθεῖν παρωσάμενον καὶ τὸ φιλόπατρι πρὸ τῆς τῶν ἀναγκαίων συμπαθείας ἐπιδειξάμενον. Ἀντίγονον δὲ τὸν βασιλέα πυθόμενον τὴν Ἀλκυονέως τοῦ υἱοῦ τελευτὴν ἐν παρατάξει γενομένην μεγαλοφρόνως τε πρὸς τοὺς ἀπαγγείλαντας αὐτῷ τὴν συμφορὰν ἀπιδεῖν καὶ μικρὸν ἐπισχόντα καὶ κατηφιάσαντα προσειπεῖν ὦ Ἀλκυονεῦ, ὀψίτερον μετήλλαξας τὸν βίον, οὕτως ἀφειδῶς ἐξορμῶν πρὸς τοὺς πολεμίους καὶ οὔτε τῆς ἑαυτοῦ σωτηρίας οὔτε τῶν ἐμῶν παραινέσεων φροντίζων Τούτους δὴ τοὺς ἄνδρας θαυμάζουσι μὲν τῆς μεγαλοφροσύνης πάντες καὶ ἄγανται, μιμεῖσθαι δʼ ἐπὶ τῶν ἔργων οὐ δύνανται διὰ τὴν ἐκ τῆς ἀπαιδευσίας ἀσθένειαν τῆς ψυχῆς. πλὴν πολλῶν ὄντων παραδειγμάτων τῶν διὰ τῆς ἱστορίας ἡμῖν παραδιδομένων τῆς τε Ἑλληνικῆς καὶ τῆς Ῥωμαϊκῆς τῶν γενναίως καὶ καλῶς ἐν ταῖς τῶν ἀναγκαίων τελευταῖς διαγενομένων ἀποχρήσει τὰ εἰρημένα πρὸς τὴν ἀπόθεσιν τοῦ πάντων ἀνιαροτάτου πένθους καὶ τῆς ἐν τούτῳ πρὸς οὐδὲν χρήσιμον ματαιοπονίας.
§34
ὅτι γὰρ οἱ ταῖς ἀρεταῖς διενεγκόντες ὡς θεοφιλεῖς νέοι μετέστησαν πρὸς τὸ χρεὼν καὶ πάλαι μὲν διὰ τῶν πρόσθεν ὑπέμνησα λόγων, καὶ νῦν δὲ πειράσομαι διὰ βραχυτάτων ἐπιδραμεῖν, προσμαρτυρήσας τῷ καλῶς ὑπὸ Μενάνδρου ῥηθέντι τούτῳ ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος ἀλλʼ ἴσως ὑποτυχὼν ἂν φαίης Ἀπολλώνιε φίλτατε,σφόδρʼ ἦν ἐπιτεταγμένος ὁ νεανίσκος Ἀπόλλωνι καὶ μοίραις, καὶ σὲ ἔδει ὑπʼ ἐκείνου τελείου γενομένου κηδευθῆναι μεταλλάξαντα τὸν βίον· τοῦτο γὰρ εἶναι κατὰ φύσιν, τὴν ἡμετέραν δηλονότι καὶ τὴν ἀνθρωπίνην, ἀλλʼ οὐ κατὰ τὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν κοσμικὴν διάταξιν. ἐκείνῳ δὲ τῷ μακαρισθέντι οὐκ ἦν κατὰ φύσιν περαιτέρω τοῦ ἀπονεμηθέντος αὐτῷ χρόνου πρὸς τὸν ἐνθάδε βίον περιμένειν, ἀλλʼ εὐτάκτως τοῦτον ἐκπλήσαντι πρὸς τὴν εἱμαρμένην ἐπανάγειν πορείαν, καλούσης αὐτῆς, φησίν, ἤδη πρὸς ἑαυτήν. ἀλλʼ ἄωρος ἐτελεύτησεν; οὐκοῦν εὐποτμότερος διὰ τοῦτο καὶ κακῶν ἀπείρατός ἐστιν· ὁ βίος γάρ φησὶν Εὐριπίδης ὄνομʼ ἔχει μόνον μόρος γεγώς. οὗτος δʼ ἐπὶ τῆς εὐανθεστάτης ἡλικίας προαπεφοίτησεν ὁλόκληρος ἠίθεος, ζηλωτὸς καὶ περίβλεπτος πᾶσι τοῖς συνήθεσιν αὐτῷ, φιλοπάτωρ γενόμενος καὶ φιλομήτωρ καὶ φιλοίκειος καὶ φιλόσοφος, τὸ δὲ σύμπαν εἰπεῖν φιλάνθρωπος, αἰδούμενος μὲν τοὺς πρεσβυτέρους τῶν φίλων ὥσπερ πατέρας, στέργων δὲ τοὺς ὁμήλικας καὶ συνήθεις, τιμητικὸς δὲ τῶν καθηγησαμένων, ξένοις δὲ καὶ ἀστοῖς πραότατος, πᾶσι δὲ μείλιχος καὶ φίλος διά τε τὴν ἐξ ὄψεως χάριν καὶ τὴν, εὐπροσήγορον φιλανθρωπίαν. ἀλλὰ γὰρ ἐκεῖνος μὲν τῆς τε σῆς εὐσεβείας καὶ τῆς ἑαυτοῦ τὴν πρέπουσαν εὐφημίαν ἔχων πρὸς τὸν ἀεὶ χρόνον προαπεφοίτησε τοῦ θνητοῦ βίου, καθάπερ ἔκ του συμποσίου, πρὶν εἴς τινα παροινίαν ἐκπεσεῖν τὴν τῷ μακρῷ γήρᾳ παρεπομένην. εἰ δʼ ὁ τῶν παλαιῶν ποιητῶν τε καὶ φιλοσόφων λόγος ἐστὶν ἀληθὴς ὥσπερ εἰκὸς ἔχειν, οὕτω καὶ τοῖς εὐσεβέσι τῶν μεταλλαξάντων ἔστι τις τιμὴ καὶ προεδρία καθάπερ λέγεται, καὶ χῶρός τις ἀποτεταγμένος ἐν ᾧ διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται.
§35
λέγεται δʼ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν ᾍδου, τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, φοινικορόδοις ἐν λειμώνεσσι προάστιον αὐτῶν καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι βεβριθός. καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε τοὶ δὲ πεσσοῖς, τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν εὐανθὴς ἅπας τέθαλεν ὄλβος, ὀδμὰ δʼ ἐρατὸν κατὰ χῶρον κίδναται αἰεὶ θύα μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα θεῶν ἐπὶ βωμοῖς. καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν ὀλβίᾳ δʼ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν. καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζωὸν δʼ ἔτι λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ ἐστι μόνον ἐκ θεῶν. εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν.
§36
ὁ δὲ θεῖος Πλάτων πολλὰ μὲν ἐν τῷ Περὶ ψυχῆς περὶ τῆς ἀθανασίας αὐτῆς εἴρηκεν, οὐκ ὀλίγα δʼ ἐν τῇ Πολιτείᾳ καὶ τῷ Μένωνι καὶ τῷ Γοργίᾳ καὶ σποράδην ἐν τοῖς ἄλλοις διαλόγοις. ἀλλὰ τὰ μὲν ἐν τῷ Περὶ ψυχῆς διαλόγῳ ῥηθέντα κατʼ ἰδίαν ὑπομνηματισάμενός σοι παρέξομαι, ὡς ἐβουλήθης· ἔσται δὲ πρὸς τὸ παρὸν καίρια καὶ χρήσιμα τὰ λεχθέντα πρὸς Καλλικλέα τὸν Ἀθηναῖον, ἑταῖρον δὲ καὶ μαθητὴν Γοργίου τοῦ ῥήτορος φησὶ γὰρ ὁ παρὰ τῷ Πλάτωνι Σωκράτης, ἄκουε δή, φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσει, ὡς ἐγὼ οἶμαι, μῦθον, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν. ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς; παρέλαβον ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων καὶ ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτʼ ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως διελθόντα τὸν βίον καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δʼ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς δίκης τε καὶ τίσεως δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. τούτων δʼ οἱ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες μέλλοιεν τελευτᾶν. ἔπειτα αἱ δίκαι πως οὐ καλῶς ἐκρίνοντο. ὃ τʼ οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία ὅτι φοιτῷέν σφισιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι. εἶπεν οὖν ὁ Ζεὺς ἀλλʼ ἐγώ ἔφη παύσω τοῦτο γιγνόμενον. νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται. ἀμπεχόμενοι γάρ ἔφη οἱ κρινόμενοι κρίνονται· ζῶντες γὰρ κρίνονται. πολλοὶ οὖν ἴσως ἦ δʼ ὃς πονηρὰς ψυχὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καὶ ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν. οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν ὀφθαλμούς τε καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι. ταῦτα δὴ αὐτοῖς; πάντʼ ἐπίπροσθεν γίγνεται, καὶ τὰ αὑτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων. πρῶτον μὲν οὖν παυστέον ἐστὶ προειδότας αὐτοὺς τὸν θάνατον· νῦν γὰρ προΐσασι. τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ, ὅπως ἂν παύσῃ αὐτό. ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον ἁπάντων τῶν συγγενῶν, καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ. ἐγὼ οὖν ταῦτʼ ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς υἱεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δʼ ἐκ τῆς Εὐρώπης, Αἰακόν. οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ μὲν εἰς μακάρων νήσους, ἡ δʼ εἰς Τάρταρον. καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δʼ ἐκ τῆς Εὐρώπης Αἰακός Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνʼ ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις. ταῦτʼ ἐστίν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι· καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζομαι συμβαίνειν, ὅτι ὁ θάνατος τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπʼ ἀλλήλοιν.
§37
ταῦτά σοι συναγαγών, Ἀπολλώνιε φίλτατε, καὶ συνθεὶς μετὰ πολλῆς ἐπιμελείας ἀπειργασάμην τὸν παραμυθητικόν σοι λόγον, ἀναγκαιότατον ὄντα σοι πρός; τε τὴν τῆς παρούσης λύπης ἀπαλλαγὴν καὶ τοῦ πάντων ἀνιαροτάτου πένθους παῦλαν. περιέχει δὲ καὶ τὴν πρὸς τὸν θεοφιλέστατον υἱόν σου Ἀπολλώνιον πρέπουσαν τιμήν, ποθεινοτάτην οὖσαν τοῖς ἀφιερωθεῖσι, τὴν διὰ τῆς ἀγαθῆς μνήμης καὶ τῆς ἀδιαλείπτου πρὸς τὸν ἀεὶ χρόνον εὐφημίας. καλῶς οὖν ποιήσεις καὶ τῷ λόγῳ πεισθεὶς καὶ τῷ μακαρίτῃ σου υἱῷ χαρισάμενος καὶ μεταβαλὼν ἐκ τῆς ἀνωφελοῦς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν κακώσεως καὶ καταφθορᾶς ἐπὶ τὴν συνήθη σοι καὶ κατὰ φύσιν διαγωγὴν ἐλθεῖν. ὡς γὰρ οὐδὲ συμβιῶν ἡμῖν ἡδέως ἑώρα κατηφεῖς ὄντας οὔτε σὲ οὔτε τὴν μητέρα, οὕτως οὐδὲ νῦν μετὰ θεῶν ὢν καὶ τούτοις συνεστιώμενος εὐαρεστήσειεν ἂν τῇ τοιαύτῃ ὑμῶν διαγωγῇ. ἀνδρὸς οὖν ἀγαθοῦ καὶ γενναίου καὶ φιλοτέκνου φρόνημα ἀναλαβὼν σεαυτόν τε καὶ τὴν μητέρα τοῦ νεανίσκου καὶ τοὺς συγγενεῖς καὶ φίλους ἔκλυσαι τῆς τοιαύτης κακοδαιμονίας, εἰς γαληνότερον μετελθὼν βίου σχῆμα καὶ προσφιλέστερον τῷ τε υἱῷ σου καὶ πᾶσιν ἡμῖν τοῖς κηδομένοις σου κατὰ τὸ προσῆκον.
Tap any Greek word to look it up