Colotes' attack on philosophy
§1
Κωλώτης, ὃν Εʼπίκουρος εἰώθει Κωλωταρᾶν ὑποκορίζεσθαι καὶ Κωλωτάριον, ὦ Σατορνῖνε, βιβλίον ἐξέδωκεν, ἐπιγράψας περὶ τοῦ ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων δόγματα οὐδὲ ζῆν ἔστιν. ἐκεῖνο μὲν οὖν Πτολεμαίῳ τῷ βασιλεῖ προσπεφώνηται· ἃ δʼ ἡμῖν ἐπῆλθεν εἰπεῖν πρὸς τὸν Κωλώτην, ἡδέως ἂν οἶμαί σε γεγραμμένα διελθεῖν, φιλόκαλον καὶ φιλάρχαιον ὄντα καὶ τὸ μεμνῆσθαι καὶ διὰ χειρῶν ἔχειν ὡς μάλιστα δυνατόν ἐστι τοὺς λόγους τῶν παλαιῶν βασιλικωτάτην διατριβὴν ἡγούμενον.
§2
ἔναγχος οὖν ἀναγιγνωσκομένου τοῦ συγγράμματος, εἷς τῶν ἑταίρων, Ἀριστόδημος ὁ Αἰγιεύς, οἶσθα γὰρ τὸν ἄνδρα τῶν ἐξ Ἀκαδημείας οὐ ναρθηκοφόρον ἀλλʼ ἐμμανέστατον ὀργιαστὴν Πλάτωνος, οὐκ οἶδʼ ὅπως παρὰ τὸ εἰωθὸς ἐγκαρτερήσας σιωπῇ καὶ παρασχὼν ἑαυτὸν ἀκροατὴν ἄχρι τέλους κόσμιον, ὡς τέλος ἔσχεν ἡ ἀνάγνωσις εἶεν ἔφη τίνα τούτῳ μαχούμενον ἀνίσταμεν ὑπὲρ τῶν φιλοσόφων; οὐ γὰρ ἄγαμαι τὸ τοῦ Νέστορος, ἑλέσθαι δέον ἐκ τῶν ἐννέα τὸν ἄριστον, ἐπὶ τῇ τύχῃ ποιουμένου καὶ διακληροῦντος, ἀλλʼ ὁρᾷς, ἔφην, ὅτι κἀκεῖνος ἐπὶ τὸν κλῆρον ἑαυτὸν ἔταξεν, ὥστε τοῦ φρονιμωτάτου βραβεύοντος γενέσθαι τὸν κατάλογον· ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄρʼ ἤθελον αὐτοί, Αἴαντος. οὐ μὴν ἀλλʼ εἰ σὺ προστάττεις ἑλέσθαι, πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην; ὅρα δὴ καὶ σκόπει, πῶς ἀμυνῇ τὸν ἄνδρα καὶ ὁ Ἀριστόδημος ἀλλʼ οἶσθα ἔφη τὸ τοῦ Πλάτωνος, ὅτι τῷ παιδὶ χαλεπήνας οὐκ αὐτὸς ἐνέτεινε πληγὰς ἀλλὰ Σπεύσιππον ἐκέλευσεν, εἰπὼν αὐτὸς ὀργίζεσθαι καὶ σὺ τοίνυν παραλαβὼν κόλαζε τὸν ἄνθρωπον ὅπως βούλει· ἐγὼ γὰρ ὀργίζομαι. ταύτὰ δὴ καὶ τῶν ἄλλων παρακελευομένων λεκτέον μέν ἔφην ἄρα, φοβοῦμαι δὲ μὴ δόξω καὶ αὐτὸς ἐσπουδακέναι μᾶλλον ἢ δεῖ πρὸς τὸ βιβλίον ὑπʼ ὀργῆς, διʼ ἀγροικίαν καὶ βωμολοχίαν καὶ ὕβριν τάνθρώπου χόρτον τινὰ προβάλλοντος ήσεως· Σωκράτει, καὶ πῶς εἰς τὸ στόμα τὸ σιτίον οὐκ. εἰς τὸ οὖς ἐντίθησιν, ἐρωτῶντος. ἀλλʼ ἴσως ἂν ἐπὶ τούτοις καὶ γελάσειέ τις ἐννοήσας τὴν Σωκράτους πραότητα καὶ χάριν, ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ τῶν ἄλλων φιλοσόφων, ἐν οἷς Δημόκριτὸς ἐστι καὶ Πλάτων καὶ Στίλπων καὶ Ἐμπεδοκλῆς καὶ Παρμενίδης καὶ Μέλισσος, οἱ κακῶς ἀκηκοότες, οὐ μόνον αἰσχρὸν σιωπᾶν ἀλλʼ οὐδʼ ὅσιον ἐνδοῦναί τι καὶ ὑφελέσθαι τῆς ἄκρας ὑπὲρ αὐτῶν παρρησίας, εἰς τοῦτο δόξης φιλοσοφίαν προαγαγόντων. καίτοι τὸ μὲν ζῆν οἱ γονεῖς μετὰ τῶν θεῶν ἡμῖν ἔδωκαν, παρὰ δὲ τῶν φιλοσόφων δίκης καὶ νόμου συνεργὸν οἰόμεθα λόγον ἐπιθυμιῶν κολαστὴν λαβόντες εὖ ζῆν· τὸ δʼ εὖ ζῆν ἐστι κοινωνικῶς ζῆν καὶ φιλικῶς καὶ σωφρόνως καὶ δικαίως. ὧν οὐδὲν ἀπολείπουσιν οἱ περὶ γαστέρα τἀγαθὸν εἶναι βοῶντες οὐκ ἂν δὲ τὰς ἀρετὰς ὁμοῦ πάσας τετρημένου χαλκοῦ πριάμενοι δίχα τῆς ἡδονῆς πάσης πανταχόθεν ἐξελαθείσης· ἐνδεῖν δʼ αὐτοῖς τὸν περὶ θεῶν καὶ ψυχῆς λόγον, ὡς ἡ μὲν ἀπόλλυται διαλυθεῖσα, τοῖς δʼ οὐδενὸς μέλει τῶν καθʼ ἡμᾶς. τοῖς μὲν γὰρ ἄλλοις φιλοσόφοις ἐγκαλοῦσιν οὗτοι διὰ τὸ σωφρόνως τὸ ζῆν ἀναιροῦσιν ἐκεῖνοι δὲ τούτοις, ὅτι ζῆν ἀγεννῶς καὶ θηριωδῶς διδάσκουσι.
§3
καίτοι ταῦτα μὲν ἐγκέκραται τοῖς Ἐπικούρου λόγοις καὶ διαπεφοίτηκεν αὐτοῦ τῆς φιλοσοφίας· ὁ δὲ Κωλώτης ὅτι φωνάς τινας ἐρήμους πραγμάτων ἀποσπῶν καὶ μέρη λόγων καὶ σπαράγματα κωφὰ τοῦ βεβαιοῦντος καὶ συνεργοῦντος πρὸς νόησιν καὶ πίστιν ἕλκων ὥσπερ ἀγορὰν ἢ πίνακα τεράτων συντίθησι τὸ βιβλίον, ἴστε δήπου παντὸς μᾶλλον ὑμεῖς,ἔφην, τὰ συγγράμματα τῶν παλαιῶν διὰ χειρὸς ἔχοντες. ἐμοὶ δὲ δοκεῖ καθάπερ ὁ Λυδὸς ἐφʼ αὑτὸν τὸν ἀνοίγειν οὐ θύραν μίαν ἀλλὰ ταῖς πλείσταις τῶν ἀποριῶν καὶ μεγίσταις περιβάλλειν τὸν Ἐπίκουρον. ἄρχεται γὰρ ἀπὸ Δημοκρίτου, καλὰ καὶ πρέποντα διδασκάλια κομιζομένου παρʼ αὐτοῦ· καίτοι πολὺν χρόνον αὐτὸς ἑαυτὸν ἀνηγόρευε Δημοκρίτειον ὁ Ἐπίκουρος, ὡς ἄλλοι τε λέγουσι καὶ Λεοντεύς, εἷς τῶν ἐπʼ ἄκρον Ἐπικούρου μαθητῶν, πρὸς Λυκόφρονα γράφων τιμᾶσθαὶ τέ φησι τὸν Δημόκριτον ὑπʼ Ἐπικούρου διὰ τὸ πρότερον ἅψασθαι τῆς ὀρθῆς γνώσεως, καὶ τὸ σύνολον τὴν πραγματείαν Δημοκρίτειον προσαγορεύεσθαι διὰ τὸ περιπεσεῖν αὐτὸν πρότερον ταῖς ἀρχαῖς περὶ φύσεως ὁ δὲ Μητρόδωρος ἄντικρυς περὶ φιλοσοφίας εἴρηκεν, ὡς, εἰ μὴ προκαθηγήσατο Δημόκριτος, οὐκ ἂν προῆλθεν Ἐπίκουρος ἐπὶ τὴν σοφίαν. ἀλλʼ εἰ κατὰ τὰ Δημοκρίτου δόγματα ζῆν οὐκ ἔστιν, ὡς οἴεται Κωλώτης, γελοῖος ἦν ἐπὶ τὸ μὴ ζῆν ἄγοντι Δημοκρίτῳ κατακολουθῶν ὁ Ἐπίκουρος.
§4
ἐγκαλεῖ δʼ αὐτῷ πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι συγκέχυκε τὸν βίον. ἀλλὰ τοσοῦτόν γε Δημόκριτος ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόρᾳ τῷ σοφιστῇ τοῦτʼ εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδʼ ὄναρ ἐντυχὼν ὁ Κωλώτης ἐσφάλη περὶ λέξιν τάνδρός, ἐν διορίζεται μὴ μᾶλλον τὸ δέν ἢ τὸ μηδέν εἶναι, δέν μὲν ὀνομάζων τὸ σῶμα μηδέν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος. ὁ δʼ οὖν δόξας τὸ μηδὲν μᾶλλον εἶναι τοῖον ἢ τοῖον Ἐπικουρείῳ δόγματι κέχρηται, τῷ πάσας εἶναι τὰς διʼ αἰσθήσεως φαντασίας ἀληθεῖς. εἰ γὰρ δυεῖν λεγόντων, τοῦ μὲν αὐστηρὸν εἶναι τὸν οἶνον τοῦ δὲ γλυκύν, οὐδέτερος ψεύδεται τῇ αἰσθήσει, τί μᾶλλον ὁ οἶνος αὐστηρὸς ἢ γλυκὺς ἐστι; καὶ μὴν λουτρῷ γε τῷ αὐτῷ τοὺς μὲν ὡς θερμῷ τοὺς δʼ ὡς ψυχρῷ χρωμένους ἰδεῖν ἔστιν· οἱ μὲν γὰρ ψυχρὸν οἱ δὲ θερμὸν ἐπιβάλλειν κελεύουσι. πρὸς δὲ Βερρονίκην τὴν Δηϊοτάρου τῶν Λακεδαιμονίων τινὰ γυναικῶν ἀφικέσθαι λέγουσιν. ὡς δʼ ἐγγὺς; ἀλλήλων προσῆλθον, εὐθὺς ἀποστραφῆναι τὴν μὲν τὸ μύρον ὡς ἔοικε τὴν δὲ τὸ βούτυρον δυσχεράνασαν. εἴπερ οὖν μὴ μᾶλλόν ἐστιν ἡ ἑτέρα τῆς ἑτέρας ἀληθὴς αἴσθησις, εἰκός ἐστι καὶ τὸ ὕδωρ μὴ μᾶλλον εἶναι ψυχρὸν ἢ θερμὸν καὶ τὸ μύρον καὶ τὸ βούτυρον μὴ μᾶλλον εὐῶδες ἢ δυσῶδες. εἰ γὰρ ταὑτὸ φαινόμενον ἕτερον ἑτέρῳ φάσκει τις, ἀμφότερα εἶναι λέγων λέληθεν.
§5
αἱ δὲ πολυθρύλητοι συμμετρίαι καὶ ἁρμονίαι τῶν περὶ τὰ αἰσθητήρια πόρων αἵ τε πολυμιξίαι τῶν σπερμάτων, ἃ δὴ πᾶσι χυμοῖς καὶ ὀσμαῖς καὶ χρόαις ἐνδιεσπαρμένα λέγουσιν ἑτέραν ἑτέρῳ ποιότητος κινεῖν αἴσθησιν, οὐκ ἄντικρυς εἰς τὸ μὴ μᾶλλον τὰ πράγματα συνελαύνουσιν αὐτοῖς; τοὺς γὰρ οἰομένους ψεύδεσθαι τὴν αἴσθησιν, ὅτι τἀναντία πάθη γιγνόμενα τοῖς χρωμένοις ἀπὸ τῶν αὐτῶν ὁρῶσι, παραμυθούμενοι διδάσκουσιν, ὡς ἀναπεφυρμένων καὶ συμμεμιγμένων ὁμοῦ τι πάντων, ἄλλου δʼ ἄλλῳ πεφυκότος ἐναρμόττειν, οὐκ ἔστι τῆς αὐτῆς ποιότητος ἐπαφὴ καὶ ἀντίληψις οὐδὲ πᾶσι τοῖς μέρεσι κινεῖ πάντας ὡσαύτως τὸ ὑποκείμενον· ἀλλʼ ἐκείνοις ἕκαστοι μόνοις ἐντυγχάνοντες, πρὸς ἃ σύμμετρον ἔχουσι τὴν αἴσθησιν, οὐκ ὀρθῶς διαμάχονται περὶ τοῦ χρηστὸν ἢ πονηρὸν ἢ λευκὸν ἢ μὴ λευκὸν εἶναι τὸ πρᾶγμα, τὰς αὑτῶν οἰόμενοι βεβαιοῦν αἰσθήσεις τῷ τὰς ἄλλων ἀναιρεῖν· δεῖν δʼ αἰσθήσει μὲν μηδεμιᾷ μάχεσθαι πᾶσαι γὰρ ἅπτονταί τινος, οἷον ἐκ πηγῆς τῆς πολυμιξίας ἑκάστη λαμβάνουσα τὸ πρόσφορον καὶ οἰκεῖον· ὅλου δὲ μὴ κατηγορεῖν, ἁπτομένους μερῶν, μηδὲ ταὐτὸ δεῖν οἴεσθαι πάσχειν ἅπαντας, ἄλλους κατʼ ἄλλην ποιότητα καὶ δύναμιν αὐτοῦ πάσχοντας. ὥρα δὴ σκοπεῖν, τίνες μᾶλλον ἄνθρωποι τὸ μὴ μᾶλλον ἐπάγουσι τοῖς πράγμασιν ἢ οἳ πᾶν μὲν τὸ αἰσθητὸν κρᾶμα παντοδαπῶν ποιοτήτων ἀποφαίνουσι σύμμικτον ὥστε γλεῦκος αὐλητήριον, ἔρρειν δʼ ὁμολογοῦσι τοὺς κανόνας αὐτοῖς καὶ παντάπασιν οἴχεσθαι τὸ κριτήριον, ἄνπερ εἰλικρινὲς αἰσθητὸν ὁτιοῦν καὶ μὴ πολλὰ ἕκαστον ἀπέλιπον.
§6
ὅρα δʼ ἃ περὶ τοῦ οἴνου τῆς θερμότητος ἐν τῷ Συμποσίῳ Πολύαινον αὑτῷ διαλεγόμενον Ἐπίκουρος πεποίηκε λέγοντος γάρ οὐ φῂς εἶναι, ὦ Ἐπίκουρε, τὰς ὑπὸ τοῦ οἴνου διαθερμασίας; ὑπέλαβε τίς οὐ τὸ καθόλου θερμαντικὸν ἀποφαίνεσθαι τὸν οἶνον εἶναι, καὶ μετὰ σμικρὸν φαίνεται μὲν γὰρ δὴ τὸ καθόλου οὐκ εἶναι θερμαντικὸς ὁ οἶνος, τοῦδε δέ τινος ὁ τοσοῦτος εἶναι θερμαντικὸς ἂν ῥηθείη καὶ πάλιν αἰτίαν ὑπειπὼν θλίψεις τε καὶ διασπορὰς ἀτόμων, ἑτέρων δὲ συμμίξεις καὶ παραζεύξεις αἰτιασάμενος ἐν τῇ πρὸς τὸ σῶμα καταμίξει τοῦ οἴνου, ἐπιλέγει διὸ δὴ καθόλου μὲν οὐ ῥητέον τὸν οἶνον εἶναι θερμαντικόν, τῆς δὲ τοιαύτης φύσεως καὶ τῆς οὕτω διακειμένης θερμαντικὸν τὸν τοσοῦτον ἢ τῆσδε τὸν τοσοῦτον εἶναι ψυκτικόν· ἔνεισι γὰρ καὶ τοιαῦται ἐν τῷ τοιούτῳ ἀθροίσματι φύσεις, ἐξ ὧν ἂν ψυχρὸν συσταίη, εἰς δέον τε ἑτέραις παραζυγεῖσαι ψυχρασίας φύσιν ἀποτελέσειαν ὅθεν ἐξαπατώμενοι οἱ μὲν ψυκτικὸν τὸ καθόλου φασὶν εἶναι τὸν οἶνον οἱ δὲ θερμαντικόν ὁ δὴ λέγων ἐξηπατῆσθαι τοὺς πολλούς, τὸ θερμαῖνον θερμαντικὸν ἢ τὸ ψῦχον ψυκτικὸν ὑπολαμβάνοντας, εἰ μὴ νομίζοι τὸ μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον ἕκαστον ἀκολουθεῖν οἷς εἴρηκεν, αὐτὸς ἐξηπάτηται. προστίθησι δʼ ὅτι πολλάκις οὐδʼ ἦλθεν εἰς τὸ σῶμα θερμαντικὴν ἐπιφέρων ἢ ψυκτικὴν δύναμιν ὁ οἶνος, ἀλλὰ κινηθέντος τοῦ ὄγκου καὶ γενομένης τῶν σωμάτων μεταστάσεως, αἱ ποιοῦσαι τὸ θερμὸν ἄτομοι νῦν μὲν συνῆλθον εἰς ταὐτὸ καὶ παρέσχον ὑπὸ πλήθους θερμότητα καὶ πύρωσιν τῷ σώματι, νῦν δʼ ἐκπεσοῦσαι κατέψυξαν.
Against Democritus and Parmenides
§7
ὅτι δὲ τούτοις πρὸς πᾶν ἔστι χρῆσθαι τὸ καλούμενον καὶ νομιζόμενον πικρὸν γλυκὺ καθαρτικὸν ὑπνωτικὸν φωτεινόν, ὡς οὐδενὸς ἔχοντος αὐτοτελῆ ποιότητα καὶ δύναμιν οὐδὲ δρῶντος μᾶλλον ἢ πάσχοντος, ὅταν ἐγγένηται τοῖς σώμασιν, ἄλλην δʼ ἐν ἄλλοις διαφορὰν καὶ κρᾶσιν λαμβάνοντος, οὐκ ἄδηλόν ἐστιν. αὐτὸς γὰρ οὖν ὁ Ἐπίκουρος ἐν τῷ δευτέρῳ τῶν πρὸς Θεόφραστον οὐκ εἶναι λέγων τὰ χρώματα συμφυῆ τοῖς σώμασιν, ἀλλὰ γεννᾶσθαι κατὰ ποιάς τινας τάξεις καὶ θέσεις πρὸς τὴν ὄψιν, οὐ μᾶλλόν φησι κατὰ τοῦτον τὸν λόγον ἀχρωμάτιστον σῶμα εἶναι ἢ χρῶμα ἔχον. ἀνωτέρω δὲ κατὰ λέξιν ταῦτα γέγραφεν ἀλλὰ καὶ χωρὶς τούτου τοῦ μέρους οὐκ οἶδʼ ὅπως δεῖ τὰ ἐν τῷ σκότει ταῦτʼ ὄντα φῆσαι χρώματα ἔχειν· καίτοι πολλάκις ἀέρος ὁμοίως σκοτώδους; περικεχυμένου, οἱ μὲν αἰσθάνονται χρωμάτων διαφορᾶς οἱ δʼ οὐκ αἰσθάνονται διʼ ἀμβλύτητα τῆς ὄψεως· ἔτι δʼ εἰσελθόντες εἰς σκοτεινὸν οἶκον οὐδεμίαν ὄψιν χρώματος ὁρῶμεν ἀναμείναντες δὲ μικρὸν ὁρῶμεν· οὐ μᾶλλον οὖν ἔχειν ἢ μὴ ἔχειν χρῶμα ῥηθήσεται τῶν σωμάτων ἕκαστον. εἰ δὲ τὸ χρῶμα πρός τι, καὶ τὸ λευκὸν ἔσται πρὸς τι καὶ τὸ κυανοῦν· εἰ δὲ ταῦτα, καὶ τὸ γλυκὺ καὶ τὸ πικρόν· ὥστε κατὰ πάσης ποιότητος ἀληθῶς τὸ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κατηγορεῖσθαι τοῖς γὰρ οὕτω πάσχουσιν ἔσται τοιοῦτον, οὐκ ἔσται δὲ τοῖς μὴ πάσχουσι τὸν οὖν βόρβορον καὶ τὸν πηλόν, ἐν ᾧ φησι γίγνεσθαι τοὺς τὸ μηδὲν μᾶλλον τοῖον ἢ τοῖον ἐπιφθεγγομένους τοῖς πράγμασιν, ἑαυτοῦ κατασκεδάννυσι καὶ τοῦ καθηγεμόνος ὁ Κωλώτης.
§8
ἆρʼ οὖν ἐνταῦθα μόνον ὁ γενναῖος ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων ἀναπέφηνεν; οὐ μὲν οὖν· ἀλλʼ ἔτι μᾶλλον ἐν τῷ δευτέρῳ τῶν ἐπιτιμημάτων λέληθε τῷ Δημοκρίτῳ τὸν Ἐπίκουρον ἐκ τοῦ ζῆν συνεξωθῶν. τὸ γὰρ νόμῳ χροιὴν εἶναι καὶ νόμῳ γλυκὺ καὶ νόμῳ σύγκρισιν, ἐτεῇ δὲ τὸ κενὸν καὶ τὰς ἀτόμους εἰρημένον φησὶν ὑπὸ Δημοκρίτου μάχεσθαι ταῖς αἰσθήσεσι, καὶ τὸν ἐμμένοντα τῷ λόγῳ τούτῳ καὶ χρώμενον οὐδʼ ἂν αὑτὸν, ὡς τεθνηκώς; ἐστιν ἢ ζῇ, διανοηθῆναι. πρὸς τοῦτον ἀντειπεῖν μὲν οὐδὲν ἔχω τὸν λόγον, εἰπεῖν δέ, ὅτι ταῦτα τῶν Ἐπικούρου δογμάτων οὕτως ἀχώριστά ἐστιν, ὡς τὸ σχῆμα καὶ τὸ βάρος αὐτοὶ τῆς ἀτόμου λέγουσι. τί γὰρ λέγει Δημόκριτος; οὐσίας ἀπείρους τὸ πλῆθος ἀτόμους τε καὶ ἀδιαφθόρους, ἔτι δʼ ἀποίους καὶ ἀπαθεῖς ἐν τῷ κενῷ φέρεσθαι διεσπαρμένας ὅταν δὲ πελάσωσιν ἀλλήλαις ἢ συμπέσωσιν ἢ περιπλακῶσι, φαίνεσθαι τῶν ἀθροιζομένων τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ τὸ δὲ φυτὸν τὸ δʼ ἄνθρωπον· εἶναι δὲ πάντα τὰς ἀτόμους ἰδίως ὑπʼ αὐτοῦ καλουμένας, ἕτερον δὲ μηδέν· ἐκ μὲν γὰρ τοῦ μὴ ὄντος οὐκ εἶναι γένεσιν, ἐκ δὲ τῶν ὄντων μηδὲν ἂν γενέσθαι τῷ μήτε πάσχειν μήτε μεταβάλλειν τὰς ἀτόμους ὑπὸ στερρότητος ὅθεν οὔτε χρόαν ἐξ ἀχρώστων οὔτε φύσιν ἢ ψυχὴν ἐξ ἀποίων καὶ ἀπαθῶν ὑπάρχειν. ἐγκλητέος οὖν ὁ Δημόκριτος οὐχὶ τὰ συμβαίνοντα ταῖς ἀρχαῖς ὁμολογῶν ἀλλὰ λαμβάνων ἀρχὰς αἷς ταῦτα συμβέβηκεν. ἔδει γὰρ ἀμετάβλητα μὴ θέσθαι τὰ πρῶτα, θέμενον δὲ δὴ συνορᾶν ὅτι ποιότητος οἴχεται πάσης γένεσις· ἀρνεῖσθαι δὲ συνορῶντα τὴν ἀτοπίαν ἀναισχυντότατον· ὃ Ἐπίκουρόν φησιν ἀρχὰς μὲν ὑποτίθεσθαι τὰς αὐτάς, οὐ λέγειν δὲ νόμῳ χροιὴν καὶ γλυκὺ καὶ λευκόν καὶ τὰς ἄλλας ποιότητας. εἰ μὲν οὖν τὸ οὐ λέγειν τοιοῦτον ἐστίν οἷον οὐχ ὁμολογεῖν , τῶν εἰθισμένων τι ποιεῖ· καὶ γὰρ τὴν πρόνοιαν ἀναιρῶν εὐσέβειαν ἀπολείπειν λέγει· καὶ τῆς ἡδονῆς ἕνεκα τὴν φιλίαν αἱρούμενος ὑπὲρ τῶν φίλων τὰς μεγίστας ἀλγηδόνας ἀναδέχεσθαι· καὶ τὸ μὲν πᾶν ἄπειρον ὑποτίθεσθαι, τὸ δʼ ἄνω καὶ κάτω μὴ ἀναιρεῖν. ἔστι δʼ οὓς κύλικα μὲν λαβόντα καὶ πιεῖν ὅσον ἂν ἐθέλῃ καὶ ἀποδοῦναι τὸ λεῖπον, ἐν δὲ τῷ λόγῳ μάλιστα δεῖ τοῦ σοφοῦ τούτου μνημονεύειν ἀποφθέγματος ὧν αἱ ἀρχαὶ οὐκ ἀναγκαῖαι, τὰ τέλη ἀναγκαῖαι οὐκ οὖν ἀναγκαῖον ὑποθέσθαι, μᾶλλον δʼ ὑφελέσθαι Δημοκρίτου, ἀτόμους εἶναι τῶν ὅλων ἀρχάς· θεμένῳ δὲ τὸ δόγμα καὶ καλλωπισαμένῳ ταῖς πρώταις πιθανότησιν αὐτοῦ προσεκποτέον ἐστὶ τὸ δυσχερές, ἢ δεικτέον ὅπως ἄποια σώματα παντοδαπὰς ποιότητας αὐτῷ μόνῳ τῷ συνελθεῖν παρέσχεν. οἷον εὐθύς, τὸ καλούμενον θερμὸν ὑμῖν πόθεν ἀφῖκται καὶ πῶς ἐπιγέγονε ταῖς ἀτόμοις, ἂν μήτʼ ἦλθον ἔχουσαι θερμότητα μήτʼ ἐγένοντο θερμαὶ συνελθοῦσαι; τὸ μὲν γὰρ ἔχοντος ποιότητα τὸ δὲ πάσχειν πεφυκότος, οὐδέτερον δὲ ταῖς ἀτόμοις ὑπάρχειν φατὲ προσῆκον εἶναι διὰ τὴν ἀφθαρσίαν.
§9
τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ καὶ λίθον ἐκ μὴ λίθου καὶ τἄλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; πάνυ μὲν οὖν. ἀλλʼ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς ταὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρὰ καὶ ψυχρὰ θερμοῖς καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικῶς ὑπʼ ἀλλήλων καὶ μεταβάλλοντα διʼ ὅλων, ἑτέραν ἀφʼ ἑτέρας κράσεως συναποτίκτει γένεσιν. ἡ δʼ ἄτομος αὐτή τε καθʼ ἑαυτὴν ἔρημός ἐστι καὶ γυμνὴ πάσης γονίμου δυνάμεως, καὶ πρὸς ἄλλην προσπεσοῦσα βρασμὸν ὑπὸ σκληρότητος καὶ ἀντιτυπίας ἄλλο δʼ οὐδὲν ἔσχεν οὐδʼ ἐποίησε πάθος, ἀλλὰ παίονται καὶ παίουσι τὸν ἅπαντα χρόνον, οὐχ ὅπως ζῷον ἢ ψυχὴν ἢ φύσιν ἀλλʼ οὐδὲ πλῆθος ἐξ ἑαυτῶν κοινὸν οὐδὲ σωρὸν ἕνα παλλομένων ἀεὶ καὶ διισταμένων δυνάμεναι παρασχεῖν.
§10
ὁ δὲ Κωλώτης, ὥσπερ ἀγραμμάτῳ βασιλεῖ προσδιαλεγόμενος πάλιν ἐξάπτεται τοῦ Ἐμπεδοκλέους ταὐτὸ πνέοντος· ἄλλοδέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἑκάστου θνητῶν, οὐδέ τις· οὐλομένη θανάτοιο γενέθλη· ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισι. ταῦτʼ ἐγὼ μὲν οὐχ ὁρῶ καθʼ ὅ τι πρὸς τὸ ζῆν ὑπεναντιοῦται τοῖς ὑπολαμβάνουσι μήτε γένεσιν τοῦ μὴ ὄντος εἶναι μήτε φθορὰν τοῦ ὄντος, ἀλλʼ ὄντων τινῶν συνόδῳ πρὸς ἄλληλα τὴν γένεσιν διαλύσει δʼ ἀπʼ ἀλλήλων τὸν θάνατον ἐπονομάζεσθαι ὅτι γὰρ ἀντὶ τῆς γενέσεως εἴρηκε τὴν φύσιν, ἀντιθεὶς τὸν θάνατον αὐτῇ, δεδήλωκεν ὁ Ἐμπεδοκλῆς. εἰ δʼ οἱ μίξεις τὰς γενέσεις τιθέμενοι τὰς δὲ φθορὰς διαλύσεις οὐ ζῶσιν οὐδὲ δύνανται ζῆν, τί ποιοῦσιν ἕτερον οὗτοι; καίτοι ὁ μὲν Ἐμπεδοκλῆς τὰ στοιχεῖα κολλῶν καὶ συναρμόττων θερμότησι καὶ μαλακότησι καὶ ὑγρότησι μῖξιν αὐτοῖς καὶ συμφυΐαν ἑνωτικὴν ἁμωσγέπως ἐνδίδωσιν· οἱ δὲ τὰς ἀτρέπτους καὶ ἀσυμπαθεῖς ἀτόμους εἰς ταὐτὸ συνελαύνοντες ἐξ αὐτῶν μὲν οὐδέν, αὐτῶν δὲ πολλὰς ποιοῦσι καὶ συνεχεῖς πληγάς· ἡ γὰρ περιπλοκὴ κωλύουσα τὴν διάλυσιν μᾶλλον ἐπιτείνει τὴν σύγκρουσιν, ὥστε μήτε μῖξιν εἶναι μήτε κόλλησιν ἀλλὰ ταραχὴν καὶ μάχην κατʼ αὐτοὺς τὴν λεγομένην γένεσιν· οἱ δʼ ἀκαρὲς νῦν μὲν ἀπίασι διὰ τὴν ἀντίκρουσιν, νῦν δὲ προσίασι, τῆς πληγῆς ἐκλυθείσης, πλεῖον ἢ διπλάσιον χωρὶς εἰσιν ἀλλήλων χρόνον, οὐ ψαύουσαι καὶ πλησιάζουσαι, ὥστε μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι μηδʼ ἄψυχον. αἴσθησις δὲ καὶ ψυχὴ καὶ νοῦς καὶ φρόνησις οὐδὲ βουλομένοις ἐπίνοιαν δίδωσιν ὡς γένοιτʼ ἂν ἐν κενῷ καὶ ἀτόμοις· ὧν οὔτε καθʼ ἑαυτὰ ποιότης ἐστὶν οὔτε πάθος ἢ μεταβολὴ συνελθόντων, ἀλλʼ οὐδὲ συνέλευσις ἡ σύγκρασιν ποιοῦσα καὶ μῖξιν καὶ συμφυΐαν ἀλλὰ πληγὰς καὶ ἀποπηδήσεις. ὥστε τοῖς τούτων δόγμασι τὸ ζῆν ἀναιρεῖται καὶ τὸ ζῷον εἶναι, κενὰς καὶ ἀπαθεῖς καὶ ἀθέους καὶ ἀψύχους, ἔτι δʼ ἀμίκτους καὶ ἀσυγκράτους ἀρχὰς ὑποτιθεμένοις.
§11
πῶς οὖν ἀπολείπουσι φύσιν καὶ ψυχὴν καὶ ζῷον; ὡς ὅρκον ὡς εὐχὴν ὡς θυσίαν ὡς προσκύνησιν, ῥήματι καὶ λόγῳ καὶ τῷ φάναι καὶ προσποιεῖσθαι καὶ ὀνομάζειν, ἃ ταῖς ἀρχαῖς καὶ τοῖς δόγμασιν ἀναιροῦσιν. εἰ δὲ δὴ τὸ πεφυκὸς αὐτὸ φύσιν καὶ τὸ γεγονὸς γένεσιν ὀνομάζουσιν, ὥσπερ οἱ ξυλείαν τὰ ξύλα καὶ συμφωνίαν καλοῦντες ἐκφορικῶς τὰ συμφωνοῦντα, πόθεν ἐπῆλθεν αὐτῷ τοιαῦτα προβάλλειν ἐρωτήματα τῷ Ἐμπεδοκλεῖ; τί κόπτομεν φησὶν ἡμᾶς αὐτούς, σπουδάζοντες ὑπὲρ ἡμῶν αὐτῶν καὶ ὀρεγόμενοί τινων πραγμάτων καὶ φυλαττόμενοί τινα πράγματα; οὔτε γὰρ ἡμεῖς ἐσμεν οὔτʼ ἄλλοις χρώμενοι ζῶμεν ἀλλὰ θάρρει, φαίη τις ἄν, ὦ φίλον Κωλωτάριον, οὐδείς σε κωλύει σπουδάζειν ὑπὲρ σεαυτοῦ, διδάσκων ὅτι Κωλώτου φύσις αὐτὸς ὁ Κωλώτης ἐστὶν ἄλλο δʼ οὐδέν, οὐδὲ χρῆσθαι τοῖς πράγμασι τὰ δὲ πράγματα ὑμῖν ἡδοναὶ εἰσιν ὑποδεικνύων, ὡς οὐκ ἔστιν ἀμήτων φύσις οὐδʼ ὀσμῶν οὐδὲ πλησιάσεως, ἄμητες δʼ εἰσὶ καὶ μύρα καὶ γυναῖκες ὁ γραμματικός, τό βίην Ἡρακληείηνʼ αὐτὸν εἶναι τὸν Ἡρακλέα, ἀναιρεῖ τὸν Ἡρακλέα, οὐδʼ οἱ τὰς συμφωνίας καὶ τὰς δοκώσεις ἐκφορὰς μόνον εἶναι φάσκοντες οὐχὶ καὶ φθόγγους καὶ δοκοὺς ὑπάρχειν λέγουσιν· ὅπου καὶ ψυχὴν τινες ἀναιροῦντες καὶ φρόνησιν οὔτε τὸ ζῆν ἀναιρεῖν οὔτε τὸ φρονεῖν δοκοῦσιν. Ἐπικούρου δὲ λέγοντος ἡ τῶν ὄντων φύσις σώματά ἐστι καὶ τόπος, πότερον οὕτως ἀκούομεν, ὡς ἄλλο τι τὴν φύσιν παρὰ τὰ ὄντα βουλομένου λέγειν, ἢ τὰ ὄντα δηλοῦντος ἕτερον δὲ μηδέν; ὥσπερ ἀμέλει καὶ κενοῦ φύσιν αὐτὸ τὸ κενόν, καὶ νὴ Δία τὸ πᾶν παντὸς φύσιν ὀνομάζειν εἴωθε. κἂν εἴ τις ἔροιτο τί λέγεις, ὦ Ἐπίκουρε, τὸ μέν τι κενὸν εἶναι τὸ δὲ φύσιν κενοῦ; μὰ Δία φήσει, νενόμισται δέ πως ἡ τοιαύτη τῶν ὀνομάτων ὁμιλία, νόμῳ δʼ ἐπίφημι καὶ αὐτὸς τί οὖν ἕτερον ὁ Ἐμπεδοκλῆς πεποίηκε νὴ Δία διδάξας, ὅτι φύσις παρὰ τὸ φυόμενον οὐδέν ἐστιν οὐδὲ θάνατος παρὰ, τὸ θνῆσκον; ἀλλʼ ὥσπερ οἱ ποιηταὶ πολλάκις ἀνειδωλοποιοῦντες λέγουσιν ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, οὕτω γένεσίν τινα καὶ φθορὰν καλοῦσιν οἱ πολλοὶ ἐπὶ τοῖς συνισταμένοις καὶ διαλυομένοις. τοσοῦτον ἐδέησε τοῦ κινεῖν τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μηδὲ τὴν φωνὴν ἐκβαλεῖν ἐκ τῆς συνηθείας, ἀλλʼ ὅσον εἰς τὰ πράγματα βλάπτουσαν ἀπάτην παρεῖχεν ἀφελὼν, αὖθις ἀποδοῦναι τοῖς ὀνόμασι τὸ νενομισμένον ἐν τούτοις οἱ δʼ ὅ τι κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρος ἵκῃ ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων ἠὲ κατʼ οἰωνῶν, τότε μὲν τὸν γενέσθαι· εὖτε δʼ ἀποκρινθῶσι, τὸ δʼ αὖ δυσδαίμονα πότμον είκαίως καλέουσι νόμῳ δʼ ἐπίφημι καὶ αὐτός. ἃ ὁ Κωλώτης παραθέμενος οὐ συνεῖδεν, ὅτι φῶτας μὲν καὶ θῆρας καὶ θάμνους καὶ οἰωνοὺς ὁ Ἐμπεδοκλῆς οὐκ ἀνῄρηκεν, ἅ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι τοὺς δὲ τῇ συγκρίσει ταύτῃ καὶ διακρίσει φύσιν τινὰ καὶ πότμον δυσδαίμονα καὶ θάνατον ἀλοίτην ἐπικατηγοροῦντας, σφάλλονται διδάξας, οὐκ ἀφείλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν.
§12
ἐμοὶ μέντοι δοκεῖ μὴ τοῦτο κινεῖν τὸ ἐκφορικὸν ὁ Ἐμπεδοκλῆς ἀλλʼ, ὡς πρότερον εἴρηται, πραγματικῶς διαφέρεσθαι περὶ τῆς ἐξ οὐκ ὄντων γενέσεως, ἣν φύσιν τινὲς καλοῦσι δηλοῖ δὲ μάλιστα διὰ τούτων τῶν ἐπῶν νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν, ἤ τι; καταθνήσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ. ταῦτα γὰρ τὰ ἔπη μέγα βοῶντός ἐστι τοῖς ὦτα ἔχουσιν, ὡς οὐκ ἀναιρεῖ γένεσιν ἀλλὰ τὴν ἐκ μὴ ὄντος, οὐδὲ φθορὰν ἀλλὰ τὴν πάντῃ, τουτέστι τὴν εἰς τὸ μὴ ὂν ἀπολλύουσαν. ἐπεὶ τῷ γε βουλομένῳ μὴ ἀγρίως οὕτω μηδʼ ἠλιθίως ἀλλὰ πραότερον συκοφαντεῖν, τὸ μετὰ ταῦτʼ ἐπὶ τοὐναντίον ἂν αἰτιάσασθαι παράσχοι, τοῦ Ἐμπεδοκλέους λέγοντος οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο, ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι τόφρα μὲν οὖν εἰσιν καί σφιν πάρα δεινὰ καὶ ἐσθλά, πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ἐπεὶ λύθεν, οὐδὲν ἄρʼ εἰσί ταῦτα γὰρ οὐκ ἀρνουμένου μὴ εἶναι τοὺς γεγονότας καὶ ζῶντάς ἐστιν, εἶναι δὲ μᾶλλον οἰομένου καὶ τοὺς μηδέπω γεγονότας καὶ τοὺς ἢδη τεθνηκότας. ἀλλʼ ὅλως ὁ Κωλώτης τοῦτο μὲν οὐκ ἐγκέκληκε, λέγει δὲ κατʼ αὐτὸν οὐδὲ νοσήσειν ἡμᾶς οὐδὲ τραυματισθήσεσθαι. καὶ πῶς ὁ πρὸ τοῦ βίου καὶ μετὰ περὶ τοὺς ζῶντας οὐκ ἀπολείπει τὸ πάσχειν; τίσιν οὖν ἀληθῶς ἕπεται τὸ μὴ τραυματίζεσθαι μηδὲ νοσεῖν, ὦ Κωλῶτα; ὑμῖν τοῖς ἐξ ἀτόμου καὶ κενοῦ συμπεπηγόσιν, ὧν οὐδετέρῳ μέτεστιν αἰσθήσεως. καὶ οὐ τοῦτο δεινόν, ἀλλʼ ὅτι μηδʼ ἡδονὴν τὸ ποιῆσον ὑμῖν ἔστι, τῆς μὲν ἀτόμου μὴ δεχομένης τὰ ποιητικὰ τοῦ δὲ κενοῦ μὴ πάσχοντος ὑπʼ αὐτῶν.
Defending Empedocles and Socrates
§13
ἐπεὶ δʼ ὁ μὲν Κωλώτης ἐφεξῆς τῷ Δημοκρίτῳ τὸν Παρμενίδην ἐβούλετο συγκατορύσσειν, ἐγὼ δʼ ὑπερβὰς τὰ ἐκείνου τὰ τοῦ Ἐμπεδοκλέους προέλαβον διὰ τὸ μᾶλλον ἀκολουθεῖν τοῖς πρώτοις ἐγκλήμασιν αὐτοῦ, ἀναλάβωμεν τὸν Παρμενίδην. ἃ μὲν οὖν αὐτόν φησιν αἰσχρὰ σοφίσματα λέγειν ὁ Κωλώτης, τούτοις ἐκεῖνος ὁ ἀνὴρ οὐ φιλίαν ἐποίησεν ἀδοξοτέραν, οὐ φιληδονίαν θρασυτέραν, οὐ τοῦ καλοῦ τὸ ἀγωγὸν ἐφʼ ἑαυτὸ καὶ διʼ ἑαυτὸ τίμιον ἀφεῖλεν, οὐ τὰς περὶ θεῶν δόξας συνετάραξε τὸ δὲ πᾶν ἓν εἰπὼν οὐκ οἶδʼ ὅπως ζῆν ἡμᾶς κεκώλυκε. καὶ γὰρ Ἐπίκουρος, ὅταν λέγῃ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀγένητον καὶ ἄφθαρτον καὶ μήτʼ αὐξόμενον μήτε μειούμενον, ὡς περὶ ἑνός τινος διαλέγεται τοῦ παντός· ἐν ἀρχῇ δὲ τῆς πραγματείας ὑπειπὼν τὴν τῶν ὄντων φύσιν σώματα εἶναι καὶ κενὸν, ὡς μιᾶς οὔσης εἰς δύο πεποίηται τὴν διαίρεσιν, ὧν θάτερον ὄντως μὲν οὐδέν ἐστιν, ὀνομάζεται δʼ ὑφʼ ὑμῶν ἀναφὲς καὶ κενὸν καὶ ἀσώματον ὥστε καὶ ὑμῖν ἓν τὸ πᾶν ἐστιν εἰ μὴ βούλεσθε κεναῖς φωναῖς περὶ κενοῦ χρῆσθαι, σκιαμαχοῦντες πρὸς τοὺς ἀρχαίους ἀλλʼ ἄπειρα, νὴ Δία, πλήθει τὰ σώματα κατʼ Ἐπίκουρόν ἐστι, καὶ γίγνεται τῶν φαινομένων ἕκαστον ἐξ ἐκείνων. ὅρα μὲν οἵας ὑποτίθεσθε πρὸς γένεσιν ἀρχάς, ἀπειρίαν καὶ κενόν ὧν τὸ μὲν ἄπρακτον ἀπαθὲς ἀσώματον, ἡ δʼ ἄτακτος ἄλογος ἀπερίληπτος, αὑτὴν ἀναλύουσα καὶ ταράττουσα τῷ μὴ κρατεῖσθαι μηδʼ ὁρίζεσθαι διὰ πλῆθος. ἀλλʼ ὅ γε Παρμενίδης οὔτε πῦρ ἀνῄρηκεν οὔτε ὕδωρ οὔτε κρημνὸν οὔτε πόλεις, ὥς φησι Κωλώτης, ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κατοικουμένας· ὅς γε καὶ διάκοσμον πεποίηται, καὶ στοιχεῖα μιγνύς, τὸ λαμπρὸν καὶ σκοτεινόν, ἐκ τούτων τὰ φαινόμενα πάντα καὶ διὰ τούτων ἀποτελεῖ· καὶ γὰρ περὶ γῆς εἴρηκε πολλὰ καὶ περὶ οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων, καὶ γένεσιν ἀνθρώπων ἀφήγηται καὶ οὐδὲν ἄρρητον ὡς ἀνὴρ ἀρχαῖος ἐν φυσιολογίᾳ καὶ συνθεὶς γραφὴν ἰδίαν, οὐκ ἀλλοτρίας διαφθοράν, τῶν κυρίων παρῆκεν. ἐπεὶ δὲ καὶ Πλάτωνος καὶ Σωκράτους ἔτι πρότερος συνεῖδεν, ὡς ἔχει τι δοξαστὸν ἡ φύσις, ἔχει δὲ καὶ νοητόν· ἔστι δὲ τὸ μὲν δοξαστὸν ἀβέβαιον καὶ πλανητὸν ἐν πάθεσι πολλοῖς καὶ μεταβολαῖς τῷ φθίνειν καὶ αὔξεσθαι καὶ πρὸς ἄλλον ἄλλως ἔχειν καὶ μηδʼ ἀεὶ πρὸς τὸν αὐτὸν ὡσαύτως τῇ αἰσθήσει τοῦ νοητοῦ δʼ ἕτερον εἶδος, ἔστι γὰρ οὐλομελές τε καὶ ἀτρεμὲς ἠδʼ ἀγένητον, ὡς αὐτὸς; εἴρηκε, καὶ ὅμοιον ἑαυτῷ καὶ μόνιμον ἐν τῷ εἶναι ταῦτα συκοφαντῶν ἐκ τῆς φωνῆς ὁ Κωλώτης καὶ τῷ ῥήματι διώκων οὐ τῷ πράγματι τὸν λόγον ἁπλῶς φησι πάντʼ ἀναιρεῖν τῷ ἓν ὂν ὑποτίθεσθαι τὸν Παρμενίδην. ὁ δʼ ἀναιρεῖ μὲν οὐδετέραν φύσιν, ἑκατέρᾳ δʼ ἀποδιδοὺς τὸ προσῆκον εἰς μὲν τὴν τοῦ ἑνὸς καὶ ὄντος ἰδέαν τίθεται τὸ νοητόν, ὂν μὲν ὡς ἀίδιον καὶ ἄφθαρτον ἓν δʼ ὁμοιότητι πρὸς αὑτὸ καὶ τῷ μὴ δέχεσθαι διαφορὰν προσαγορεύσας, εἰς δὲ τὴν ἄτακτον καὶ φερομένην τὸ αἰσθητόν ὧν καὶ κριτήριον ἰδεῖν ἔστιν. ἠμὲν ἀληθείης εὐπειθέος ἀτρεκὲς ἦτορ τοῦ νοητοῦ καὶ κατὰ ταὐτὰ ἔχοντος ὡσαύτως ἁπτόμενον, ἠδὲ βροτῶν δόξας αἷς οὐκ ἔνι πίστις ἀληθής διὰ τὸ παντοδαπὰς μεταβολὰς καὶ πάθη καὶ ἀνομοιότητας δεχομένοις ὁμιλεῖν πράγμασι. καίτοι πῶς ἂν ἀπέλιπεν αἴσθησιν καὶ δόξαν, αἰσθητὸν μὴ ἀπολιπὼν μηδὲ δοξαστόν, οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὅτι τῷ μὲν ὄντως ὄντι προσήκει διαμένειν ἐν τῷ εἶναι, ταῦτα δὲ νῦν μὲν ἔστι νῦν δʼ οὐκ ἔστιν ἐξίσταται δʼ ἀεὶ καὶ μεταλλάσσει τὴν φύσιν, ἑτέρας ᾤετο μᾶλλον ἢ τῆς ἐκείνου τοῦ ὄντος· ἀεὶ δεῖσθαι προσηγορίας. ἦν οὖν ὁ περὶ τοῦ ὄντος ὡς ἓν εἴη λόγος οὐκ ἀναίρεσις τῶν πολλῶν καὶ αἰσθητῶν, ἀλλὰ δήλωσις αὐτῶν τῆς πρὸς τὸ νοητὸν διαφορᾶς· ἣν ἔτι μᾶλλον ἐνδεικνύμενος Πλάτων τῇ περὶ τὰ εἴδη πραγματείᾳ καὶ αὐτὸς ἀντίληψιν τῷ Κωλώτῃ παρέσχε.
§14
διὸ καὶ τὰ πρὸς τοῦτον εἰρημένα δοκεῖ μοι λαβεῖν ἐφεξῆς. καὶ πρῶτόν γε τὴν ἐπιμέλειαν καὶ πολυμάθειαν τοῦ φιλοσόφου σκεψώμεθα, λέγοντος ὅτι τούτοις τοῖς δόγμασι τοῦ Πλάτωνος ἐπηκολουθήκασιν Ἀριστοτέλης καὶ Ξενοκράτης καὶ Θεόφραστος καὶ πάντες οἱ Περιπατητικοί. ποῦ γὰρ ὢν τῆς ἀοικήτου τὸ βιβλίον ἔγραφες, ἵνα ταῦτα συντιθεὶς τὰ ἐγκλήματα μὴ τοῖς ἐκείνων συντάγμασιν ἐντύχῃς μηδʼ ἀναλάβῃς εἰς χεῖρας Ἀριστοτέλους τὰ περὶ Οὐρανοῦ καὶ τὰ περὶ Ψυχῆς, Θεοφράστου δὲ τὰ πρὸς τοὺς Φυσικούς, Ἡρακλείδου δὲ τὸν Ζωροάστρην, τὸ περὶ τῶν ἐν Ἅιδου, τὸ περὶ τῶν Φυσικῶς ἀπορουμένων, Δικαιάρχου δὲ τὰ περὶ Ψυχῆς, ἐν οἷς πρὸς τὰ κυριώτατα καὶ μέγιστα τῶν φυσικῶν ὑπεναντιούμενοι τῷ Πλάτωνι καὶ μαχόμενοι διατελοῦσι; καὶ μὴν τῶν ἄλλων Περιπατητικῶν ὁ κορυφαιότατος Στράτων οὔτʼ Ἀριστοτέλει κατὰ πολλὰ συμφέρεται καὶ Πλάτωνι τὰς ἐναντίας ἔσχηκε δόξας περὶ κινήσεως περὶ νοῦ καὶ περὶ ψυχῆς καὶ περὶ γενέσεως· καὶ τελευτῶν τὸν κόσμον αὐτὸν οὐ ζῷον εἶναί φησι, τὸ δὲ κατὰ φύσιν ἕπεσθαι τῷ κατὰ τύχην· ἀρχὴν γὰρ ἐνδιδόναι τὸ αὐτόματον, εἶθʼ οὕτω περαίνεσθαι τῶν φυσικῶν παθῶν ἕκαστον. τάς γε μὴν ἰδέας, περὶ ὧν ἐγκαλεῖ τῷ Πλάτωνι, πανταχοῦ κινῶν ὁ Ἀριστοτέλης καὶ πᾶσαν ἐπάγων ἀπορίαν αὐταῖς ἐν τοῖς ἠθικοῖς ὑπομνήμασιν ἐν τοῖς μετὰ τὰ φυσικὰ ἐν τοῖς φυσικοῖς διὰ τῶν ἐξωτερικῶν διαλόγων, φιλονεικότερον ἐνίοις ἔδοξεν ἢ φιλοσοφώτερον ἐκ τῶν δογμάτων τούτων, ὡς προθέμενος τὴν Πλάτωνος ὑπερείπειν φιλοσοφίαν οὕτω μακρὰν ἦν τοῦ ἀκολουθεῖν. τίνος οὖν εὐχερείας ἐστὶ τὰ δοκοῦντα τοῖς ἀνδράσι μὴ μαθόντα καταψεύδεσθαι τὰ μὴ δοκοῦντα; καὶ πεπεισμένον ἐλέγχειν ἑτέρους αὐτόγραφον ἐξενεγκεῖν ἀμαθίας ἔλεγχον καθʼ αὑτοῦ καὶ θρασύτητος, ὁμολογεῖν Πλάτωνι φάσκοντα τοὺς διαφερομένους καὶ ἀκολουθεῖν τοὺς ἀντιλέγοντας;
§15
ἀλλὰ δὴ Πλάτων φησὶ τοὺς ἵππους ὑφʼ ἡμῶν ματαίως ἵππους εἶναι καὶ τοὺς ἀνθρώπους καὶ ποῦ τοῦτο τῶν Πλάτωνος συγγραμμάτων ἀποκεκρυμμένον εὗρεν ὁ Κωλώτης; ἡμεῖς γὰρ ἐν πᾶσιν ἀναγινώσκομεν καὶ τὸν ἄνθρωπον ἄνθρωπον καὶ τὸν ἵππον ἵππου καὶ πῦρ τὸ πῦρ ὑπʼ αὐτοῦ δοξαζόμενον· καὶ δοξαστὸν ὀνομάζει τούτων ἕκαστον. ὁ δʼ οἷα δὴ σοφίας οὐδʼ ἀκαρὲς ἀπέχων ὡς ἓν καὶ ταὐτὸν ἔλαβε τὸ μὴ εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶναι μὴ ὂν τὸν ἄνθρωπον. τῷ Πλάτωνι δὲ θαυμαστῶς ἐδόκει διαφέρειν τὸ μὴ εἶναι τοῦ μὴ ὂν εἶναι· τῷ μὲν γὰρ ἀναίρεσιν οὐσίας πάσης τῷ δʼ ἑτερότητα δηλοῦσθαι τοῦ μεθεκτοῦ καὶ τοῦ μετέχοντος. ἣν οἱ μὲν ὕστερον εἰς γένους καὶ εἴδους καὶ κοινῶς τινων καὶ ἰδίων λεγομένων ποιῶν διαφορὰν ἔθεντο μόνον, ἀνωτέρω δʼ οὐ προῆλθον, εἰς λογικωτέρας ἀπορίας ἐμπεσόντες. ἔστι δὲ τοῦ μεθεκτοῦ πρὸς τὸ μετέχον λόγος, ὃν αἰτία τε πρὸς ὕλην ἔχει καὶ παράδειγμα πρὸς εἰκόνα καὶ δύναμις πρὸς πάθος. ᾧ γε δὴ μάλιστα τὸ καθʼ αὑτὸ καὶ ταὐτὸν ὂν ἀεὶ διαφέρει τοῦ διʼ ἕτερον καὶ μηδέποτʼ ὡσαύτως ἔχοντος· ὅτι τὸ μὲν οὔτʼ ἔσται ποτὲ μὴ ὂν οὔτε γέγονε, καὶ διὰ τοῦτο πάντως καὶ ὄντως ὄν ἐστι· τῷ δʼ οὐδʼ ὅσον ἀπʼ ἄλλου συμβέβηκε μετέχειν τοῦ εἶναι βέβαιόν ἐστιν, ἀλλʼ ἐξίσταται διʼ ἀσθένειαν, ἅτε τῆς ὕλης περὶ τὸ εἶδος ὀλισθανούσης καὶ πάθη πολλὰ καὶ μεταβολὰς εἶναι τὴν εἰκόνα τῆς οὐσίας, ὥστε κινεῖσθαι καὶ σαλεύεσθαι, δεχομένης. ὥσπερ οὖν ὁ λέγων Πλάτωνα μὴ εἶναι τὴν εἰκόνα τοῦ Πλάτωνος, οὐκ ἀναιρεῖ τὴν ὡς εἰκόνος αἴσθησιν αὐτῆς καὶ ὕπαρξιν, ἀλλʼ ἐνδείκνυται καθʼ αὑτό τινος ὄντος καὶ πρὸς ἐκεῖνο ἑτέρου γεγονότος διαφοράν· οὕτως οὔτε φύσιν οὔτε χρῆσιν οὔτʼ αἴσθησιν ἀνθρώπων ἀναιροῦσιν οἱ κοινῆς τινος οὐσίας μετοχῇ καὶ ἰδέᾳ γιγνόμενον ἡμῶν ἕκαστον εἰκόνα τοῦ παρασχόντος τὴν ὁμοιότητα τῇ γενέσει προσαγορεύοντες οὐδὲ γὰρ ὁ πῦρ μὴ λέγων εἶναι τὸν πεπυρωμένον σίδηρον ἢ τὴν σελήνην ἥλιον, ἀλλὰ κατὰ Παρμενίδην νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον, ἀλλότριον φῶς, ἀναιρεῖ σιδήρου χρῆσιν ἢ σελήνης· φύσιν· ἀλλʼ εἰ μὴ λέγοι σῶμα μηδὲ πεφωτισμένον, ἤδη μάχεται ταῖς αἰσθήσεσιν, ὥσπερ ὁ σῶμα καὶ ζῷον καὶ γένεσιν καὶ αἴσθησιν μὴ ἀπολείπων. ὁ δὲ ταῦθʼ ὑπάρχειν τῷ μετεσχηκέναι καὶ ὅσον ἀπολείπεται τοῦ ὄντος ἀεὶ καὶ τὸ εἶναι παρέχοντος αὐτοῖς ὑπονοῶν οὐ παρορᾷ τὸ αἰσθητὸν ἀλλὰ παρορᾷ τὸ νοητόν, οὐδʼ ἀναιρεῖ τὰ γιγνόμενα καὶ φαινόμενα περὶ ἡμᾶς τῶν παθῶν ἀλλʼ ὅτι βεβαιότερα τούτων ἕτερα καὶ μονιμώτερα πρὸς οὐσίαν ἐστὶ τῷ μήτε γίγνεσθαι μήτʼ ἀπόλλυσθαι μήτε πάσχειν μηδέν, ἐνδείκνυται τοῖς ἑπομένοις, καὶ διδάσκει καθαρώτερον τῆς διαφορᾶς ἁπτομένους τοῖς ὀνόμασι τὰ μὲν ὄντα τὰ δὲ γιγνόμενα προσαγορεύειν. τοῦτο δὲ καὶ τοῖς νεωτέροις συμβέβηκε· πολλὰ γὰρ καὶ μεγάλα πράγματα τῆς τοῦ ὄντος; ἀποστεροῦσι προσηγορίας, τὸ κενὸν τὸν χρόνον τὸν τόπον, ἁπλῶς τὸ τῶν λεκτῶν γένος, ἐν ᾧ καὶ τἀληθῆ πάντʼ ἔνεστι· ταῦτα γὰρ ὄντα μὲν μὴ εἶναι τινὰ δ’ εἶναι λέγουσι, χρώμενοι δʼ αὐτοῖς ὡς ὑφεστῶσι καὶ ὑπάρχουσιν ἐν τῷ βίῳ καὶ τῷ φιλοσοφεῖν διατελοῦσιν.
§16
ἀλλʼ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον, εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην, καθʼ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα ταῖς οὐσίαις ἐστίν, ὡς λέγουσι καὶ τὰς ἀτόμους ἀπαθείᾳ καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γιγνόμενα καὶ ἀπολλύμεν εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δʼ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιέχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἅτε δὴ καὶ τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆξαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυναμένων ὥσπερ αὐτοὶ λέγουσιν· ἀλλʼ ἔστι μὲν ἐν τοῖς πράγμασιν ἡ τοιαύτη διαφορὰ τῆς οὐσίας· σοφώτερος δὲ τοῦ Πλάτωνος ὁ Ἐπίκουρος, πάνθʼ ὁμοίως ὄντα προσαγορεύει, τὸ ἀναφὲς κενόν, τὸ ἀντερεῖδον σῶμα, τὰς ἀρχάς, τὰ συγκρίματα κοινῆς ναὶ μὰ Δίʼ ἡγούμενος οὐσίας μετέχειν τὸ ἀίδιον τῷ γιγνομένῳ, τὸ ἀνώλεθρον τῷ φθειρομένῳ, τὰς ἀπαθεῖς καὶ διαρκεῖς καὶ ἀμεταβλήτους καὶ μηδέποτε τοῦ εἶναι δυναμένας ἐκπεσεῖν φύσεις ταύταις ὧν ἐν τῷ πάσχειν καὶ μεταβάλλειν τὸ εἶναι, ταῖς μηδένα χρόνον ὡσαύτως; ἐχούσαις. εἰ δὲ δὴ καὶ ὡς ἔνι μάλιστα διήμαρτε τούτοις ὁ Πλάτων, ὀνομάτων ὤφειλε συγχύσεως εὐθύνας ὑπέχειν τοῖς ἀκριβέστερον ἑλληνίζουσι τούτοις καὶ καθαρώτερον διαλεγομένοις, οὐχ ὡς ἀναιρῶν τὰ πράγματα καὶ τοῦ ζῆν ἐξάγων ἡμᾶς αἰτίαν ἔχειν, ὅτι τὰ γιγνόμενα οὐκ ὄντα, καθάπερ οὗτοι, προσηγόρευσεν.
§17
ἀλλʼ ἐπεὶ τὸν Σωκράτην μετὰ τὸν Παρμενίδην ὑπερέβημεν, ἀναληπτέος εὐθὺς οὖν τὸν ἀφʼ ἱερᾶς κεκίνηκεν ὁ Κωλώτης· καὶ διηγησάμενος ὅτι χρησμὸν ἐκ Δελφῶν περὶ Σωκράτους ἀνήνεγκε Χαιρεφῶν, ὃν ἴσμεν ἅπαντες, ταῦτʼ ἐπείρηκε τὸ μὲν οὖν τοῦ Χαιρεφῶντος διὰ τὸ τελέως σοφιστικὸν καὶ φορτικὸν διήγημα εἶναι παρήσομεν φορτικὸς οὖν ὁ Πλάτων ὁ τοῦτον ἀναγράψας τὸν χρησμόν, ἵνα τοὺς ἄλλους ἐάσω. φορτικώτεροι δὲ Λακεδαιμόνιοι, τὸν περὶ Λυκούργου χρησμὸν ἐν ταῖς παλαιοτάταις ἀναγραφαῖς ἔχοντες σοφιστικὸν δʼ ἦν διήγημα τὸ Θεμιστοκλέους, ᾧ πείσας Ἀθηναίους τὴν πόλιν ἐκλιπεῖν κατεναυμάχησε τὸν βάρβαρον φορτικοὶ δʼ οἱ τῆς Ἑλλάδος νομοθέται, τὰ μέγιστα καὶ πλεῖστα τῶν ἱερῶν πυθόχρηστα καθιστάντες. εἰ τοίνυν ὁ περὶ Σωκράτους, ἀνδρὸς εἰς ἀρετὴν θεολήπτου γενομένου, χρησμὸς ἀνενεχθεὶς ὡς σοφοῦ, φορτικὸς ἦν καὶ σοφιστικός, τίνι προσείπωμεν ἀξίως ὀνόματι τοὺς ὑμετέρους βρόμους καὶ ὀλολυγμούς καὶ κροτοθορύβους καὶ σεβάσεις καὶ ἐπιθειάσεις , αἷς προστρέπεσθε καὶ καθυμνεῖτε τὸν ἐφʼ ἡδονὰς παρακαλοῦντα συνεχεῖς καὶ πυκνάς; ὃς ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν ἐγὼ δʼ ἐφʼ ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπʼ ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχούσας τῶν καρπῶν τὰς ἐλπίδας. ἀλλʼ ὅμως ὁ μὲν Μητρόδωρος τὸν Τίμαρχον παρακαλῶν φησι ποιήσωμέν τι καλὸν ἐπὶ καλοῖς, μονονοὺ καταδύντες ταῖς ὁμοιοπαθείαις καὶ ἀπαλλαγέντες ἐκ τοῦ χαμαὶ βίου εἰς τὰ Ἐπικούρου ὡς ἀληθῶς θεόφαντα ὄργια Κωλώτης δʼ αὐτὸς ἀκροώμενος Ἐπικούρου φυσιολογοῦντος ἄφνω τοῖς γόνασιν αὐτοῦ προσέπεσε, καὶ ταῦτα γράφει σεμνυνόμενος αὐτὸς Ἐπίκουρος ὡς σεβομένῳ γάρ σοι τὰ τόθʼ ὑφʼ ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιολόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφαπτόμενον καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίγνεσθαι, κατὰ τὰς σεβάσεις τιμῶν καὶ λιτάς· ἐποίεις οὖν φησί, καὶ ἡμᾶς ἀνθιεροῦν σὲ αὐτὸν καὶ ἀντισέβεσθαι συγγνωστὰ νὴ Δία τοῖς λέγουσιν ὡς παντὸς ἂν πρίαιντο τῆς ὄψεως; ἐκείνης εἰκόνα γεγραμμένην θεάσασθαι, τοῦ μὲν προσπίπτοντος εἰς γόνατα καὶ περιπλεκομένου τοῦ δʼ ἀντιλιτανεύοντος καὶ ἀντιπροσκυνοῦντος. οὐ μέντοι τὸ θεράπευμα τοῦτο, καίπερ εὖ τῷ Κωλώτῃ συντεθέν, ἔσχε καρπὸν ἄξιον· οὐ γὰρ ἀνηγορεύθη σοφὸς ἀλλὰ μόνον ἄφθαρτός μοι περιπάτει φησὶ καὶ ἡμᾶς ἀφθάρτους διανοοῦ.
§18
τοιαῦτα μέντοι ῥήματα καὶ κινήματα καὶ πάθη συνειδότες αὑτοῖς ἑτέρους φορτικοὺς ἀποκαλοῦσι. καὶ δῆτα καὶ προθεὶς ὁ Κωλώτης τὰ σοφὰ ταῦτα · καὶ καλὰ περὶ τῶν αἰσθήσεων, ὅτι σιτία προσαγόμεθα καὶ οὐ χόρτον, καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, πλοίοις διαπερῶμεν, ὅταν δʼ εὐδιάβατοι γένωνται, τοῖς ποσίν, ἐπιπεφώνηκεν ἀλλὰ γὰρ ἀλαζόνας ἐπετήδευσας λόγους, ὦ Σώκρατες καὶ ἕτερα μὲν διελέγου τοῖς ἐντυγχάνουσιν ἕτερα δʼ ἔπραττες. πῶς γὰρ οὐκ ἀλαζόνες οἱ Σωκράτους λόγοι, μηδὲν αὐτοῦ εἰδέναι φάσκοντος ἀλλὰ μανθάνειν ἀεὶ καὶ ζητεῖν τἀληθές; εἰ δὲ τοιαύταις, ὦ Κωλῶτα, Σωκράτους φωναῖς περιέπεσες, οἵας Ἐπίκουρος γράφει πρὸς Ἰδομενέα πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καί τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται τίσιν ἂν ῥήμασιν ἀγροικοτέροις ἐχρήσω; καὶ μὴν ὅτι Σωκράτης ἄλλα μὲν ἔλεγεν ἄλλα δʼ ἔπραττε, θαυμαστῶς μαρτυρεῖ σοι τὰ ἐπὶ Δηλίῳ τὰ ἐν Ποτιδαίᾳ τὰ ἐπὶ τῶν τριάκοντα τὰ πρὸς Ἀρχέλαον τὰ πρὸς τὸν δῆμον ἡ πενία ὁ θάνατος· οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων. ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος ἕτερα μὲν λέγοντος ἕτερα δὲ πράττοντος, εἰ τὸ ἡδέως ζῆν τέλος ἐκθέμενος οὕτως ἐβίωσε.
§19
ταῦτα μὲν οὖν πρὸς τὰς βλασφημίας. ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός ἐστιν, οὐ συνεῖδεν. ἓν γάρ ἐστι τῶν Ἐπικούρου δογμάτων, τὸ μηδὲν ἀμεταπείστως πεπεῖσθαι μηδένα πλὴν τὸν σοφόν. ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς οὐδὲ μετὰ τὰς σεβάσεις ἐκείνας, ἐρωτάτω πρῶτον ἐκεῖνα τὰ ἐρωτήματα, πῶς σιτία προσάγεται καὶ οὐ χόρτον ἐπιτήδειος ὢν, καὶ τὸ ἱμάτιον τῷ σώματι καὶ οὐ τῷ κίονι περιτίθησι, μήθʼ ἱμάτιον εἶναι τὸ ἱμάτιον μήτε σιτίον τὸ σιτίον ἀμεταπείστως πεπεισμένος. εἰ δὲ καὶ ταῦτα πράττει καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, ποσὶν οὐ διέρχεται, καὶ τοὺς ὄφεις φεύγει καὶ τοὺς λύκους, μηδὲν εἶναι τούτων οἷον φαίνεται πεπεισμένος ἀμεταπείστως, ἀλλὰ πράττων ἕκαστα κατὰ τὸ φαινόμενον· οὐδὲ Σωκράτει δήπουθεν ἐμποδὼν ἦν ἡ περὶ τῶν αἰσθήσεων δόξα τοῦ χρῆσθαι τοῖς φαινομένοις ὁμοίως. οὐ γὰρ Κωλώτῃ μὲν ὁ ἄρτος ἄρτος ἐφαίνετο καὶ χόρτος ὁ χόρτος, ὅτι τοὺς διοπετεῖς ἀνεγνώκει Κανόνας· ὁ δὲ Σωκράτης ὑπʼ ἀλαζονείας ἄρτου μὲν ὡς χόρτου χόρτου δʼ ὡς ἄρτου φαντασίαν ἐλάμβανε. δόγμασι γὰρ ἡμῶν καὶ λόγοις οὗτοι χρῶνται βελτίοσιν οἱ σοφοί· τὸ δʼ αἰσθάνεσθαι καὶ τυποῦσθαι πρὸς τὰ φαινόμενα κοινόν ἐστι πάθος ἀλόγοις περαινόμενον αἰτίαις. ὁ δὲ τὰς αἰσθήσεις λόγος ἐπαγόμενος, ὡς οὐκ ἀκριβεῖς οὐδʼ ἀσφαλεῖς πρὸς πίστιν οὔσας, οὐκ ἀναιρεῖ τὸ φαίνεσθαι τῶν πραγμάτων ἡμῖν ἕκαστον, ἀλλὰ χρωμένοις κατὰ τὸ φαινόμενον ἐπὶ τὰς πράξεις ταῖς αἰσθήσεσι τὸ πιστεύειν ὡς ἀληθέσι πάντῃ καὶ ἀδιαπτώτοις οὐ δίδωσιν αὐταῖς τὸ γὰρ ἀναγκαῖον ἀρκεῖ καὶ χρειῶδες ἀπʼ αὐτῶν, ὅτι βέλτιον ἕτερον οὐκ ἔστιν· ἣν δὲ ποθεῖ φιλόσοφος ψυχὴ λαβεῖν ἐπιστήμην περὶ ἑκάστου καὶ γνῶσιν, οὐκ ἔχουσι.
Epicurus undermines his own case
§20
περὶ μὲν οὖν τούτων καὶ πάλιν ὁ Κωλώτης εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον, ὥς φησιν, ὅτι μηδʼ αὐτὸς εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς οὐδέποτε πρὸς τούτῳ γενόμενος· ὁ δʼ Ἡράκλειτος ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος ἐδιζησάμην φησὶν ἐμεωυτόν, καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον ἐδόκει τὸ γνῶθι σαυτόν ὃ δὴ καὶ Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε· Κωλώτῃ δὲ γελοῖον δοκεῖ. τί οὖν οὐ καταγελᾷ καὶ τοῦ καθηγεμόνος, τοῦτʼ αὐτὸ πράττοντος, ὁσάκις γράφοι καὶ διαλέγοιτο περὶ οὐσίας ψυχῆς καὶ τοῦ ἀθρόου τῆς καταρχῆς; εἰ γὰρ τὸ ἐξ ἀμφοῖν, ὡς ἀξιοῦσιν αὐτοί, σώματος τοιοῦδε καὶ ψυχῆς, ἄνθρωπός ἐστιν, ὁ ζητῶν ψυχῆς φύσιν ἀνθρώπου ζητεῖ φύσιν ἐκ τῆς κυριωτέρας ἀρχῆς. ὅτι δʼ αὕτη λόγῳ δυσθεώρητος αἰσθήσει δʼ ἄληπτός ἐστι, μὴ παρὰ Σωκράτους σοφιστοῦ καὶ ἀλαζόνος ἀνδρός, ἀλλὰ παρὰ τῶν σοφῶν τούτων λάβωμεν, οἳ μέχρι τῶν περὶ σάρκα τῆς ψυχῆς δυνάμεων, αἷς θερμότητα καὶ μαλακότητα καὶ τόνον παρέχει τῷ σώματι, τὴν οὐσίαν συμπηγνύντες αὐτῆς ἔκ τινος θερμοῦ καὶ πνευματικοῦ καὶ ἀερώδους οὐκ ἐξικνοῦνται πρὸς τὸ κυριώτατον ἀλλʼ ἀπαγορεύουσι. τὸ γὰρ ᾧ κρίνει καὶ μνημονεύει καὶ φιλεῖ καὶ μισεῖ, καὶ ὅλως τὸ φρόνιμον καὶ λογιστικὸν ἔκ τινος φησιν ἀκατονομάστου ποιότητος ἐπιγίνεσθαι. καὶ ὅτι μὲν αἰσχυνομένης ἐστὶν ἀγνοίας τουτὶ τὸ ἀκατονόμαστον ἐξομολόγησις, οὐκ ἔχειν ὀνομάσαι φασκόντων ὃ μὴ δύνανται καταλαβεῖν, ἴσμεν· ἐχέτω δὲ συγγνώμην καὶ τοῦτο ὡς λέγουσι. φαίνεται γὰρ οὐ φαῦλον οὐδὲ ῥᾴδιον οὐδὲ τοῦ τυχόντος εἶναι καταμαθεῖν ἀλλʼ ἐνδεδυκὸς ἀπόρῳ τινὶ τόπῳ καὶ δεινῶς ἀποκεκρυμμένον, ᾧ γʼ ὄνομα μηδὲν ἐν τοσούτοις πρὸς δήλωσιν οἰκεῖόν ἐστιν. οὐ Σωκράτης οὖν ἀβέλτερος, ὅστις εἴη ζητῶν ἑαυτόν, ἀλλὰ πάντες, οἷς ἔπεισί τι τῶν ἄλλων πρὸ τούτου ζητεῖν, ὅτι τὴν γνῶσιν ἀναγκαίαν ἔχον οὕτως εὑρεθῆναι χαλεπόν ἐστιν· οὐ γὰρ ἂν ἐλπίσειεν ἑτέρου λαβεῖν ἐπιστήμην, ὃν διαπέφευγε τῶν ἑαυτοῦ τὸ κυριώτατον καταλαβεῖν.
§21
ἀλλὰ διδόντες αὐτῷ τὸ μηδὲν οὕτως ἄχρηστον εἶναι μηδὲ φορτικὸν ὡς τὸ ζητεῖν αὑτόν, ἐρώμεθα τίς αὕτη τοῦ βίου σύγχυσίς ἐστιν ἢ πῶς ἐν τῷ ζῆν οὐ δύναται διαμένειν ἀνήρ, ὅτε τύχοι, πρὸς ἑαυτὸν ἀναλογιζόμενος φέρε, τίς ὢν οὗτος ὁ ἐγὼ τυγχάνω; πότερον ὡς κρᾶμά τι μεμιγμένον ἔκ τε τῆς ψυχῆς καὶ τοῦ σώματος· ἢ μᾶλλον ἡ ψυχὴ τῷ σώματι χρωμένη, καθάπερ ἱππεὺς ἀνὴρ ἵππῳ χρώμενος, οὐ τὸ ἐξ ἵππου καὶ ἀνδρός; ἢ τῆς ψυχῆς τὸ κυριώτατον, ᾧ φρονοῦμεν καὶ λογιζόμεθα καὶ πράττομεν, ἕκαστος ἡμῶν ἐστι, τὰ δὲ λοιπὰ καὶ ψυχῆς μόρια πάντα καὶ σώματος ὄργανα τῆς τούτου δυνάμεως; ἢ τὸ παράπαν οὐκ ἔστιν οὐσία ψυχῆς ἀλλʼ αὐτὸ τὸ σῶμα κεκραμένον ἔσχηκε τὴν τοῦ φρονεῖν καὶ ζῆν δύναμιν; ἀλλὰ τούτοις μὲν οὐκ ἀναιρεῖ τὸν βίον ὁ Σωκράτης, ἃ δὴ πάντες οἱ φυσικοὶ ζητοῦσιν· ἐκεῖνα δʼ ἦν τὰ ἐν Φαίδρῳ δεινὰ καὶ ταρακτικὰ τῶν πραγμάτων, αὑτὸν οἰομένου δεῖν ἀναθεωρεῖν, εἴτε Τυφῶνός ἐστι θηρίον πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον εἴτε θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον ἀλλὰ τούτοις γε τοῖς ἐπιλογισμοῖς οὐ τὸν βίον ἀνῄρει, τὴν δʼ ἐμβροντησίαν ἐκ τοῦ βίου καὶ τὸν τῦφον ἐξήλαυνε καὶ τὰς ἐπαχθεῖς καὶ ὑπερόγκους κατοιήσεις καὶ μεγαλαυχίας· ταῦτα γὰρ ὁ Τυφών ἐστιν, ὃν πολὺν ὑμῖν ἐνεποίησεν ὁ καθηγεμὼν καὶ θεοῖς πολεμῶν καὶ θείοις ἀνδράσι.
§22
μετὰ δὲ Σωκράτην καὶ Πλάτωνα προσμάχεται Στίλπωνι καὶ τὰ μὲν ἀληθινὰ δόγματα καὶ τοὺς λόγους τάνδρός, οἷς ἑαυτόν τε κατεκόσμει καὶ πατρίδα καὶ φίλους καὶ τῶν βασιλέων τοὺς περὶ αὐτὸν σπουδάσαντας, οὐ γέγραφε, οὐδʼ ὅσον ἦν φρόνημα τῇ ψυχῇ μετὰ πραότητος καὶ μετριοπαθείας· ὧν δὲ παίζων καὶ χρώμενος γέλωτι πρὸς.; τοὺς σοφιστὰς λογαρίων προύβαλεν αὐτοῖς, ἑνὸς μνησθεὶς καὶ πρὸς τοῦτο μηδὲν εἰπὼν μηδὲ λύσας τὴν πιθανότητα, τραγῳδίαν ἐπάγει τῷ Στίλπωνι καί τὸν βίον ἀναιρεῖσθαὶ φησιν ὑπʼ αὐτοῦ , λέγοντος ἕτερον ἑτέρου μὴ κατηγορεῖσθαι. πῶς γὰρ βιωσόμεθα, μὴ λέγοντες ἄνθρωπον ἀγαθὸν μηδʼ ἄνθρωπον στρατηγὸν ἀλλʼ ἄνθρωπον ἄνθρωπον χωρὶς καὶ ἀγαθὸν ἀγαθὸν καὶ στρατηγὸν στρατηγόν, μηδʼ ἱππεῖς μυρίους μηδὲ πόλιν ἐχυράν, ἀλλʼ ἱππεῖς ἱππεῖς, καὶ μυρίους μυρίους, καὶ τἄλλα δμοίως; τίς δὲ διὰ ταῦτα χεῖρον ἐβίωσεν ἀνθρώπων; τίς δὲ τὸν λόγον ἀκούσας οὐ συνῆκεν, ὅτι παίζοντός ἐστιν εὐμούσως ἢ γύμνασμα τοῦτο προβάλλοντος ἑτέροις διαλεκτικόν; οὐκ ἄνθρωπον, ὦ Κωλῶτα, μὴ λέγειν ἀγαθὸν οὐδʼ ἱππεῖς μυρίους δεινόν ἐστιν· ἀλλὰ τὸν θεὸν μὴ λέγειν θεὸν μηδὲ νομίζειν, ὃ πράττετε ὑμεῖς μήτε Δία γενέθλιον μήτε Δήμητρα θεσμοφόρον εἶναι μήτε Ποσειδῶνα φυτάλμιον ὁμολογεῖν ἐθέλοντες, οὗτος ὁ χωρισμὸς τῶν ὀνομάτων πονηρὸς ἐστι καὶ τὸν βίον ἐμπίπλησιν ὀλιγωρίας ἀθέου καὶ θρασύτητος, ὅταν τὰς συνεζευγμένας τοῖς θεοῖς προσηγορίας ἀποσπῶντες συναναιρῆτε θυσίας μυστήρια πομπὰς ἑορτάς. τίνι γὰρ προηρόσια θύσομεν; τίνι σωτήρια; πῶς δὲ φωσφόρεια, βακχεῖα, προτέλεια γάμων ἄξομεν, μὴ ἀπολιπόντες μηδὲ βακχεῖς καὶ φωσφόρους καὶ προηροσίους καὶ σωτῆρας; ταῦτα γὰρ ἅπτεται τῶν κυριωτάτων καὶ μεγίστων, ἐν πράγμασιν ἔχοντα τὴν ἀπάτην, οὐ περὶ φωνάς τινας οὐδὲ λεκτῶν σύνταξιν οὐδʼ ὀνομάτων συνήθειαν. ὡς εἴ γε καὶ ταῦτα τὸν βίον ἀνατρέπει, τίνες μᾶλλον ὑμῶν πλημμελοῦσι περὶ τὴν διάλεκτον, οἳ τὸ τῶν λεκτῶν γένος οὐσίαν τῷ λόγῳ παρέχον ἄρδην ἀναιρεῖτε, τὰς φωνὰς καὶ τὰ τυγχάνοντα μόνον ἀπολιπόντες, τὰ δὲ μεταξὺ σημαινόμενα πράγματα, διʼ ὧν γίγνονται μαθήσεις διδασκαλίαι προλήψεις νοήσεις ὁρμαὶ συγκαταθέσεις, τὸ παράπαν οὐδʼ εἶναι λέγοντες;
§23
οὐ μὴν ἀλλὰ τὸ ἐπὶ τοῦ Στίλπωνος τοιοῦτόν ἐστιν. εἰ περὶ ἵππου τὸ τρέχειν κατηγοροῦμεν, οὔ φησι ταὐτὸν εἶναι τῷ περὶ οὗ κατηγορεῖται τὸ κατηγορούμενον ἀλλʼ ἕτερον· οὐδʼ εἰ περὶ ἀνθρώπου τὸ ἀγαθὸν εἶναι, ἀλλʼ ἕτερον μὲν ἀνθρώπῳ τοῦ τί ἦν εἶναι τὸν λόγον, ἕτερον δὲ τῷ ἀγαθῷ· καὶ πάλιν τὸ ἵππον εἶναι τοῦ τρέχοντα εἶναι διαφέρειν· ἑκατέρου γὰρ ἀπαιτούμενοι τὸν λόγον οὐ τὸν αὐτὸν ἀποδίδομεν ὑπὲρ ἀμφοῖν ὅθεν ἁμαρτάνειν τοὺς ἕτερον ἑτέρου κατηγοροῦντας εἰ μὲν γὰρ ταὐτόν ἐστι τάνθρώπῳ τάγαθὸν καὶ τῷ ἵππῳ τὸ τρέχειν, πῶς καὶ σιτίου καὶ φαρμάκου τἀγαθὸν, καὶ νὴ Δία πάλιν λέοντος καὶ κυνὸς τὸ τρέχειν κατηγοροῦμεν; εἰ δʼ ἕτερον, οὐκ ὀρθῶς ἄνθρωπον ἀγαθὸν καὶ ἵππον τρέχειν λέγομεν. εἴπερ οὖν ἐν τούτοις ἐξαιμάξει πικρῶς ὁ Στίλπων, τῶν ἐν ὑποκειμένῳ καὶ καθʼ ὑποκειμένου λεγομένων μηδεμίαν ἀπολιπὼν συμπλοκὴν πρὸς τὸ ὑποκείμενου, ἀλλʼ ἕκαστον αὐτῶν, εἰ μὴ κομιδῇ ταὐτὸν ᾧ συμβέβηκε λέγεται, μηδʼ ὡς συμβεβηκὸς οἰόμενος δεῖν περὶ αὐτοῦ λέγεσθαι, φωναῖς τισι δυσκολαίνων καὶ πρὸς τὴν συνήθειαν ἐνιστάμενος, οὐ τὸν βίον ἀναιρῶν οὐδὲ τὰ πράγματα δῆλός ἐστι.
§24
γενόμενος δʼ οὖν ὁ Κωλώτης ἀπὸ τῶν παλαιῶν τρέπεται πρὸς τοὺς καθʼ ἑαυτὸν φιλοσόφους, οὐδενὸς τιθεὶς ὄνομα· καίτοι καλῶς εἶχε καὶ τούτους ἐλέγχειν ἐπʼ ὀνόματος ἢ μηδὲ τοὺς παλαιούς. ὁ δὲ τὸν Σωκράτην καὶ τὸν Πλάτωνα καὶ τὸν Παρμενίδην τοσαυτάκις θέμενος ὑπὸ τὸ γραφεῖον δῆλός ἐστιν· ἀποδειλιάσας πρὸς τοὺς ζῶντας, οὐ μετριάσας ὑπʼ αἰδοῦς, ἣν τοῖς κρείττοσιν οὐκ ἔνειμε. βούλεται δὲ προτέρους μέν, ὡς ὑπονοῶ, τοὺς Κυρηναϊκοὺς ἐλέγχειν, δευτέρους δὲ τοὺς περὶ Ἀρκεσίλαον Ἀκαδημαϊκούς. οὗτοι γὰρ ἦσαν οἱ περὶ πάντων ἐπέχοντες ἐκεῖνοι δὲ τὰ πάθη καὶ τὰς φαντασίας ἐν αὑτοῖς τιθέντες οὐκ ᾤοντο τὴν ἀπὸ τούτων πίστιν εἶναι διαρκῆ πρὸς; τὰς ὑπὲρ τῶν πραγμάτων καταβεβαιώσεις· ἀλλʼ ὥσπερ ἐν πολιορκίᾳ τῶν ἐκτὸς ἀποστάντες, εἰς τὰ πάθη κατέκλεισαν αὑτούς, τὸ φαίνεται τιθέμενοι τὸ δʼ ἐστί μηκέτι προσαποφαινόμενοι περὶ τῶν ἐκτός. διό φησιν αὐτοὺς ὁ Κωλώτης μὴ δύνασθαι ζῆν μηδὲ χρῆσθαι τοῖς πράγμασιν εἶτα κωμῳδῶν οὗτοι φησὶν ἄνθρωπον εἶναι καὶ ἵππον καὶ τοῖχον οὐ λέγουσιν, αὑτοὺς δὲ τοιχοῦσθαι καὶ ἱπποῦσθαι καὶ ἀνθρωποῦσθαι πρῶτον αὐτοῖς, ὥσπερ οἱ συκοφάνται, κακούργως χρώμενος τοῖς ὀνόμασιν. ἕπεται μὲν γὰρ ἀμέλει καὶ ταῦτα τοῖς ἀνδράσιν ἔδει δέ, ὡς ἐκεῖνοι διδάσκουσι, δηλοῦν τὸ γιγνόμενον γλυκαίνεσθαι γὰρ λέγουσι καὶ πικραίνεσθαι καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι καὶ φωτίζεσθαι καὶ σκοτίζεσθαι, τῶν παθῶν τούτων ἑκάστου τὴν ἐνέργειαν οἰκείαν ἐν αὑτῷ καὶ ἀπερίσπαστον ἔχοντος· εἰ δὲ γλυκὺ τὸ μέλι καὶ πικρὸς ὁ θαλλὸς καὶ ψυχρὰ ἡ χάλαζα καὶ θερμὸς ὁ ἄκρατος καὶ σκοτεινὸς ὁ τῆς νυκτὸς ἀήρ, ὑπὸ πολλῶν ἀντιμαρτυρεῖσθαι, καὶ θηρίων καὶ πραγμάτων καὶ ἀνθρώπων, τῶν μὲν δυσχεραινόντων τὸ μέλι, τῶν δὲ προσιεμένων τὴν θαλλίαν καὶ ἀποκαομένων ὑπὸ τῆς χαλάζης καὶ καταψυχομένων ὑπʼ οἴνου καὶ πρὸς ἣλιον ἀμβλυωττόντων καὶ νύκτωρ βλεπόντων. ὅθεν ἐμμένουσα τοῖς πάθεσιν ἡ δόξα διατηρεῖ τὸ ἀναμάρτητον, ἐκβαίνουσα δὲ καὶ πολυπραγμονοῦσα τῷ κρίνειν καὶ ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς αὑτήν τε πολλάκις ταράσσει καὶ μάχεται πρὸς ἑτέρους ἀπὸ τῶν αὐτῶν ἐναντία πάθη καὶ διαφόρους φαντασίας λαμβάνοντας.
§25
ὁ δὲ Κωλώτης; ἔοικε ταὐτὸ πάσχειν τοῖς νεωστὶ γράμματα μανθάνουσι τῶν παίδων, οἳ τοὺς χαρακτῆρας ἐν τοῖς πυξίοις ἐθιζόμενοι λέγειν, ὅταν ἔξω γεγραμμένους ἐν ἑτέροις ἴδωσιν, ἀμφιγνοοῦσι καὶ ταράττονται καὶ γὰρ οὗτος, οὓς ἐν τοῖς Ἐπικούρου γράμμασιν ἀσπάζεται καὶ ἀγαπᾷ λόγους, οὐ συνίησιν οὐδὲ γιγνώσκει λεγομένους ὑφʼ ἑτέρων. οἱ γάρ, εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου, τὴν μὲν αἴσθησιν ἀληθῶς τυποῦσθαι λέγοντες, προσαποφαίνεσθαι δʼ οὐκ ἐῶντες ὅτι στρογγύλος ὁ πύργος ἐστὶν ἡ δὲ κώπη κέκλασται, τὰ πάθη τὰ αὑτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι τὰ δʼ ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ ἐθέλουσιν ἀλλʼ ὡς ἐκείνοις τὸ ἱπποῦσθαι καὶ τὸ τοιχοῦσθαι λεκτέον οὐχ ἵππον οὐδὲ τοῖχον, οὕτως ἄρα τὸ στρογγυλοῦσθαι καὶ τὸ σκαληνοῦσθαι τὴν ὄψιν, οὐ σκαληνὸν οὐδὲ στρογγύλον ἀνάγκη τὴν κώπην καὶ τὸν πύργον λέγειν· τὸ γὰρ εἴδωλον, ὑφʼ οὗ πέπονθεν ἡ ὄψις, κεκλασμένον ἐστίν· ἡ κώπη δʼ ἀφʼ ἧς τὸ εἴδωλον οὔκ ἐστι κεκλασμένη. διαφορὰν οὖν τοῦ πάθους πρὸς τὸ ὑποκείμενον ἐκτὸς ἔχοντος, ἢ μένειν ἐπὶ τοῦ πάθους δεῖ τὴν πίστιν ἢ τὸ εἶναι τῷ φαίνεσθαι προσαποφαινομένην ἐλέγχεσθαι. τὸ δὲ δὴ βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν ὑπὲρ τῆς αἰσθήσεως, ὡς οὐ λέγουσι τὸ ἐκτὸς εἶναι θερμὸν ἀλλὰ τὸ ἐν αὐτῇ πάθος γεγονέναι τοιοῦτον· ἆρʼ οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ περὶ τῆς; γεύσεως, ὅτι τὸ ἐκτὸς οὒ φασιν εἶναι γλυκὺ πάθος δέ τι καὶ κίνημα περὶ αὐτὴν γεγονέναι τοιοῦτον; ὁ δὲ λέγων ἀνθρωποειδῆ φαντασίαν λαμβάνειν, εἰ δʼ ἄνθρωπός ἐστι μὴ αἰσθάνεσθαι, πόθεν εἴληφε τὰς ἀφορμάς; οὐ παρὰ τῶν λεγόντων καμπυλοειδῆ φαντασίαν λαμβάνειν, εἰ δὲ καμπύλον ἐστί, μὴ προσαποφαίνεσθαι τὴν ὄψιν μηδʼ ὅτι στρογγύλον, ἀλλʼ ὅτι φάντασμα περὶ αὐτὴν καὶ τύπωμα στρογγυλοειδὲς γέγονε; νὴ Δία, φήσει τις, ἀλλʼ ἐγὼ τῷ πύργῳ προσελθὼν καὶ τῆς κώπης ἁψάμενος ἀποφανοῦμαι τὴν μὲν εὐθεῖαν εἶναι τὸν δὲ πολύγωνον· ἐκεῖνος δέ, κἂν ἐγγὺς γένηται, τὸ δοκεῖν καὶ τὸ φαίνεσθαι, πλέον δʼ οὐδὲν ὁμολογήσει. ναὶ μὰ Δία σοῦ γε μᾶλλον, ὦ βέλτιστε, τὸ ἀκόλουθον ὁρῶν καὶ φυλάττων, τὸ πᾶσαν εἶναι φαντασίαν ὁμοίως ἀξιόπιστον ὑπὲρ ἑαυτῆς, ὑπὲρ ἄλλου δὲ μηδεμίαν ἀλλʼ ἐπίσης ἔχειν. σοὶ δʼ οἴχεται τὸ πάσας ὑπάρχειν ἀληθεῖς, ἄπιστον δὲ καὶ ψευδῆ μηδεμίαν, εἰ ταύταις μὲν οἴει δεῖν προσαποφαίνεσθαι περὶ τῶν ἐκτός, ἐκείναις δὲ τοῦ πάσχειν πλέον οὐδὲν ἐπίστευες. εἰ μὲν γὰρ ἐπίσης ἔχουσιν ἐγγύς τε γενόμεναι καὶ μακρὰν οὖσαι πρὸς πίστιν, ἢ πάσαις δίκαιόν ἐστιν ἢ μηδὲ ταύταις ἕπεσθαι τὴν προσαποφαινομένην τὸ εἶναι κρίσιν εἰ δὲ γίγνεται διαφορὰ τοῦ πάθους ἀποστᾶσι καὶ προσελθοῦσι, ψεῦδός ἐστι τὸ μήτε φαντασίαν μήτʼ αἴσθησιν σιν ἑτέρας ἑτέραν ἐναργεστέραν ὑπάρχειν καθάπερ ἃς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν ἀλλὰ πρὸς τὴν δόξαν· ὥστʼ εἰ ταύταις ἑπομένους ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς κελεύουσι, τῆς δόξης κρῖμα τὸ εἶναι τῆς δʼ αἰσθήσεως πάθος τὸ φαινόμενον ποιοῦντες, ἀπὸ τοῦ πάντως ἀληθοῦς τὴν κρίσιν ἐπὶ τὸ διαπῖπτον πολλάκις μεταφέρουσιν.
§26
ἀλλὰ ταῦτα μὲν ὅσης ἐστὶ μεστὰ ταραχῆς καὶ μάχης πρὸς ἑαυτά, τί δεῖ λέγειν ἐν τῷ παρόντι; τοῦ δʼ Ἀρκεσιλάου τὸν Ἐπίκουρον οὐ μετρίως ἔοικεν ἡ δόξα παραλυπεῖν, ἐν τοῖς τότε χρόνοις μάλιστα τῶν φιλοσόφων ἀγαπηθέντος μηδὲν γὰρ αὐτὸν ἴδιον λέγοντά φησιν ὑπόληψιν ἐμποιεῖν καὶ δόξαν ἀνθρώποις ἀγραμμάτοις ἅτε δὴ πολυγράμματος αὐτὸς ὢν καὶ μεμουσωμένος. ὁ δʼ Ἀρκεσίλαος τοσοῦτον ἀπέδει τοῦ καινοτομίας τινὰ δόξαν ἀγαπᾶν καὶ ὑποποιεῖσθαί τι τῶν παλαιῶν, ὥστʼ ἐγκαλεῖν τοὺς τότε σοφιστάς, ὅτι προστρίβεται Σωκράτει καὶ Πλάτωνι καὶ Παρμενίδῃ καὶ Ἡρακλείτῳ τὰ περὶ τῆς ἐποχῆς δόγματα καὶ τῆς ἀκαταληψίας, οὐδὲν δεομένοις, ἀλλʼ οἷον ἀναγωγὴν καὶ βεβαίωσιν αὐτῶν εἰς ἄνδρας ἐνδόξους ποιούμενος. ὑπὲρ μὲν οὖν τούτου Κωλώτῃ χάρις καὶ παντὶ τῷ τὸν Ἀκαδημαϊκὸν λόγον ἄνωθεν ἣκειν εἰς Ἀρκεσίλαον ἀποφαίνοντι. τὴν δὲ περὶ πάντων ἐποχὴν οὐδʼ οἱ πολλὰ πραγματευσάμενοι καὶ κατατείναντες εἰς τοῦτο συγγράμματα καὶ λόγους ἐκίνησαν· ἀλλʼ ἐκ τῆς Στοᾶς αὐτῆς τελευτῶντες ὥσπερ Γοργόνα τὴν ἀπραξίαν ἐπάγοντες ἀπηγόρευσαν, ὡς πάντα πειρῶσι καὶ στρέφουσιν αὐτοῖς οὐχ ὑπήκουσεν ἡ ὁρμὴ γενέσθαι συγκατάθεσις οὐδὲ τῆς ῥοπῆς ἀρχὴν ἐδέξατο τὴν αἴσθησιν, ἀλλʼ ἐξ ἑαυτῆς ἀγωγὸς ἐπὶ τὰς πράξεις ἐφάνη, μὴ δεομένη τοῦ προστίθεσθαι. νόμιμοι γὰρ οἱ πρὸς ἐκείνους ἀγῶνές εἰσι, καὶ ὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις. Κωλώτῃ δʼ οἶμαι τὰ περὶ ὁρμῆς καὶ συγκαταθέσεως ὄνῳ λύρας ἀκρόασιν εἶναι. λέγεται δὲ τοῖς συνεπομένοις καὶ ἀκούουσιν, ὅτι, τριῶν περὶ τὴν ψυχὴν κινημάτων ὄντων, φανταστικοῦ καὶ ὁρμητικοῦ καὶ συγκαταθετικοῦ, τὸ μὲν φανταστικὸν οὐδὲ βουλομένοις ἀνελεῖν ἔστιν, ἀλλʼ ἀνάγκη προεντυγχάνοντας τοῖς πράγμασι τυποῦσθαι καὶ πάσχειν ὑπʼ αὐτῶν· τὸ δʼ ὁρμητικὸν ἐγειρόμενον ὑπὸ τοῦ φανταστικοῦ πρὸς τὰ οἰκεῖα πρακτικῶς κινεῖ τὸν ἄνθρωπον, οἷον ῥοπῆς ἐν τῷ ἡγεμονικῷ καὶ νεύσεως γινομένης οὐδὲ τοῦτʼ οὖν ἀναιροῦσιν οἱ περὶ πάντων ἐπέχοντες, ἀλλὰ χρῶνται τῇ ὁρμῇ φυσικῶς ἀγούσῃ πρὸς τὸ φαινόμενον οἰκεῖον. τί οὖν φεύγουσι μόνον; ᾧ μόνῳ ψεῦδος ἐμφύεται καὶ ἀπάτη, τὸ δοξάζειν καὶ προπίπτειν τὴν συγκατάθεσιν, εἶξιν οὖσαν ὑπʼ ἀσθενείας τῷ φαινομένῳ, χρήσιμον δʼ οὐδὲν ἔχουσαν. ἡ γὰρ πρᾶξις δυεῖν δεῖται, φαντασίας τοῦ οἰκείου καὶ πρὸς τὸ φανὲν οἰκεῖον ὁρμῆς, ὧν οὐδέτερον τῇ ἐποχῇ μάχεται · δόξης γὰρ οὐχ ὁρμῆς οὐδὲ φαντασίας ὁ λόγος ἀφίστησιν. ὅταν οὖν φανῇ τὸ ἡδὺ οἰκεῖον, οὐδὲν δεῖ πρὸς τὴν ἐπʼ αὐτὸ κίνησιν καὶ φορὰν δόξης, ἀλλʼ ἦλθεν εὐθὺς ἡ ὁρμή, κίνησις οὖσα καὶ φορὰ τῆς ψυχῆς.
The Epicurean political problem
§27
καὶ μὴν αὐτῶν γε τούτων ὡς αἴσθησιν ἔχειν δεῖ καὶ σάρκινον εἶναι, καὶ φανεῖται ἡδονὴ ἀγαθόν οὐκοῦν καὶ τῷ ἐπέχοντι ἀγαθὸν φανεῖται καὶ γὰρ αἰσθήσεως μετέχει καὶ σάρκινός ἐστι· καὶ λαβὼν ἀγαθοῦ φαντασίαν ὀρέγεται καὶ ὁρμᾷ, πάντα πράττων ὅπως οὐ διαφεύξεται αὐτόν, ἀλλʼ ὡς ἀνυστὸν ἀεὶ συνέσται τῷ οἰκείῳ, φυσικαῖς, οὐ γεωμετρικαῖς ἑλκόμενος ἀνάγκαις ἄνευ διδασκάλου γὰρ αὐτὰ προκαλεῖται τὰ καλὰ ταῦτα καὶ λεῖα καὶ προσηνῆ κινήματα τῆς σαρκός, ὡς αὐτοί φασιν οὗτοι, καὶ τὸν πάνυ μὴ φάσκοντα μηδʼ ὁμολογοῦντα κάμπτεσθαι καὶ μαλάσσεσθαι τούτοις. ἀλλὰ πῶς οὐκ εἰς ὄρος ἄπεισι τρέχων ὁ ἐπέχων ἀλλʼ εἰς βαλανεῖον, οὐδὲ πρὸς τὸν τοῖχον ἀλλὰ πρὸς τὰς θύρας ἀναστὰς βαδίζει, βουλόμενος εἰς ἀγορὰν προελθεῖν; τοῦτʼ ἐρωτᾷς, ἀκριβῆ τὰ αἰσθητήρια λέγων εἶναι καὶ τὰς; φαντασίας ἀληθεῖς; ὅτι φαίνεται δήπουθεν αὐτῷ βαλανεῖον οὐ τὸ ὄρος ἀλλὰ τὸ βαλανεῖον, καὶ θύρα οὐχ ὁ τοῖχος ἀλλʼ ἡ θύρα· καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον. ὁ γὰρ τῆς ἐποχῆς λόγος οὐ παρατρέπει τὴν αἴσθησιν, οὐδὲ τοῖς ἀλόγοις πάθεσιν αὐτῆς καὶ κινήμασιν ἀλλοίωσιν ἐμποιεῖ διαταράττουσαν τὸ φανταστικόν, ἀλλὰ τὰς δόξας μόνον ἀναιρεῖ χρῆται τοῖς ἄλλοις ὡς πέφυκεν ἀλλʼ ἀδύνατον τὸ μὴ συγκατατίθεσθαι τοῖς ἐναργέσι τὸ ἀρνεῖσθαι τὰ πεπιστευμένα τοῦ μήτʼ, ἀρνεῖσθαι μήτε τιθέναι παραλογώτερον. τίς οὖν κινεῖ τὰ πεπιστευμένα καὶ μάχεται τοῖς ἐναργέσιν; οἱ μαντικὴν ἀναιροῦντες καὶ πρόνοιαν ὑπάρχειν θεῶν φάσκοντες μηδὲ τὸν ἥλιον ἔμψυχον εἶναι μηδὲ τὴν σελήνην, οἷς πάντες ἄνθρωποι θύουσι καὶ προσεύχονται καὶ σέβονται τὸ φύσει περιέχεσθαι τὰ τεκόντα τῶν γειναμένων οὐχὶ πᾶσι φαινόμενον ἀναιρεῖτε; τὸ δὲ πόνου καὶ ἡδονῆς μηδὲν εἶναι μέσον οὐκ ἀποφαίνεσθε παρὰ τὴν πάντων αἴσθησιν, ἥδεσθαι τὸ μὴ ἀλγεῖν καὶ πάσχειν τὸ μὴ λέγοντες;
§28
ἀλλʼ ἵνα τἄλλα ἐάσω, τί μᾶλλον ἐναργὲς οὕτως ἐστὶ καὶ πεπιστευμένον, ὡς τὸ παρορᾶν καὶ παρακούειν ἐν πάθεσιν ἐκστατικοῖς καὶ μελαγχολικοῖς ὄντα, ὅταν ἡ διάνοια τοιαῦτα πάσχῃ καὶ ταράττηται αἳ δέ με δᾳδοφόροι μελανείμονες ὄμμα πυροῦσι καὶ ἔχουσα; ταῦτα μέντοι καὶ πολλὰ τούτων ἕτερα τραγικώτερα τοῖς Ἐμπεδοκλέους ἐοικότα τεράσμασιν, ὧν καταγελῶσιν, εἱλίποδʼ ἀκριτόχειρα καὶ βουγενῆ ἀνδρόπρωρα , καὶ τίνα γὰρ οὐκ ὄψιν ἢ φύσιν ἔκφυλον εἰς ταὐτὸ συνενεγκόντες ἐκ τῶν ἐνυπνίων καὶ τῶν παρακοπῶν οὐδὲν εἶναί φασι παρόραμα τούτων οὐδὲ ψεῦδος οὐδʼ ἀσύστατον, ἀλλὰ φαντασίας ἀληθεῖς ἁπάσας καὶ σώματα καὶ μορφὰς ἐκ τοῦ περιέχοντος ἀφικνουμένας. εἶτʼ ἔστι τί τῶν ὄντων ἀδύνατον ἀπιστεῖν, εἰ ταῦτα πιστεύεσθαι δυνατόν ἐστιν; ἃ γὰρ οὐδεὶς σκευοποιὸς ἢ πλάστης θαυμάτων ἢ γραφεὺς δεινὸς ἐτόλμησε μῖξαι πρὸς ἀπάτην εἰκάσματα καὶ παίγνια, ταῦθʼ ὑπάρχειν ἀπὸ σπουδῆς τιθέμενοι, μᾶλλον δʼ ὅλως, εἰ ταῦτα μὴ ὑπάρχοι, πίστιν οἴχεσθαι καὶ βεβαιότητα καὶ κρίσιν ἀληθείας φάσκοντες αὐτοὶ καταβάλλουσιν εἰς ἀσάφειαν πάντα πράγματα καὶ ταῖς κρίσεσι φόβους καὶ ταῖς πράξεσιν ὑποψίας ἐπάγουσιν, εἰ τὰ πραττόμενα καὶ νομιζόμενα καὶ συνήθη καὶ ἀνὰ χεῖρας ἡμῖν ἐπὶ τῆς· αὐτῆς φαντασίας καὶ πίστεως ὀχεῖται τοῖς μανι κοῖς καὶ ἀτόποις καὶ παρανόμοις ἐκείνοις φάσμασιν. ἡ. γὰρ ἰσότης, ἣν ὑποτίθενται πᾶσι, τῶν νενομισμένων ἀφίστησι μᾶλλον ἢ προστίθησι τοῖς παραλόγοις τὴν πίστιν. ὅθεν ἴσμεν οὐκ ὀλίγους τῶν φιλοσόφων ἥδιον ἂν θεμένους τὸ μηδεμίαν ἢ τὸ πάσας ἀληθεῖς εἶναι τὰς φαντασίας, καὶ μᾶλλον ἂν οἷς οὐ παρατυγχάνουσι διαπιστήσαντας ἀνθρώποις καὶ πράγμασι καὶ λόγοις ἁπλῶς ἅπασιν ἢ μίαν ἐκείνων ἀληθῆ καὶ ὑπάρχουσαν εἶναι φαντασίαν πεισθέντας, ἃς λυττῶντες ἢ κορυβαντιῶντες ἢ κοιμώμενοι λαμβάνουσιν. ἃ τοίνυν ἔστι μὲν ἀναιρεῖν, ἔστι δʼ ὡς οὐκ ἔστιν ἐπέχειν περὶ αὐτῶν, εἰ μηδὲν ἄλλο, τήν γε διαφωνίαν ταύτην λαβόντας αἰτίαν ἀποχρῶσαν ὑπονοίας πρὸς τὰ πράγματα καὶ οὐδʼ οὕτως; ὑγιὲς οὐδέν, ἀσάφειαν δὲ καὶ ταραχὴν ἔχοντα πᾶσαν. ταῖς μέν γε περὶ κόσμων ἀπειρίαις καὶ ἀτόμων φύσεως καὶ ἀμερῶν καὶ παρεγκλίσεων διαφοραῖς, εἰ καὶ πάνυ πολλοὺς διαταράττουσιν, ἔνεστιν ὅμως παραμυθία, τὸ μηδὲν ἐγγὺς εἶναι, μᾶλλον δʼ ὅλως ἐπέκεινα τῆς αἰσθήσεως ἀπῳκίσθαι τῶν ζητουμένων ἕκαστον· ἡ δʼ ἐν ὀφθαλμοῖς αὕτη καὶ ἀκοαῖς καὶ χερσὶν ἀπιστία καὶ ἄγνοια καὶ ταραχὴ περὶ τὰ αἰσθητὰ καὶ τὰς φαντασίας, εἴτʼ ἀληθεῖς εἰσιν εἴτε ψευδεῖς, τίνα δόξαν οὐ σαλεύει; ποίαν δʼ οὐκ ἄνω καὶ κάτω ποιεῖ συγκατάθεσιν καὶ κρίσιν; εἰ γὰρ οὐ κραιπαλῶντες οὐδὲ φαρμακῶντες ἄνθρωποι καὶ παρακόπτοντες, ἀλλὰ νήφοντες καὶ ὑγιαίνοντες καὶ γράφοντες περὶ ἀληθείας καὶ κανόνων καὶ κριτηρίων, ἐν τοῖς ἐναργεστάτοις πάθεσι καὶ κινήμασι τῆς αἰσθήσεως ἢ τὸ ἀνύπαρκτον ἀληθὲς ἢ ψεῦδος καὶ ἀνύπαρκτον ἡγοῦνται τἀληθές, οὐκ εἰ περὶ πάντων ἡσυχάζουσιν, ἀλλʼ εἴ τισιν ὅλως ἀνθρώποις συγκατατίθενται, θαυμάζειν ἄξιον· οὐδʼ ἄπιστον, εἰ μηδεμίαν κρίσιν ἔχουσι περὶ τῶν φαινομένων, ἀλλʼ εἰ τὰς ἐναντίας ἔχουσι. τοῦ γὰρ ἐναντία λέγειν ἀλλήλοις καὶ ἀντικείμενα τὸ μὴ τιθέναι μηδέτερον, ἀλλʼ ἐπέχειν περὶ τῶν ἀντικειμένων, ἧττον ἄν τις θαυμάσειεν· ὁ γὰρ μήτε τιθεὶς μήτʼ ἀρνούμενος ἀλλʼ ἡσυχάζων καὶ τῷ τιθέντι τὴν δόξαν ἧττον μάχεται τοῦ ἀρνουμένου καὶ τῷ ἀρνουμένῳ τοῦ τιθέντος εἰ δὲ περὶ τούτων δυνατόν ἐστιν ἐπέχειν, οὐδὲ περὶ τῶν ἄλλων ἀδύνατον, κατὰ γʼ ὑμᾶς, αἴσθησιν αἰσθήσεως καὶ φαντασίαν φαντασίας οὐδʼ ὁτιοῦν διαφέρειν ἡγουμένους.
§29
οὐ μῦθος οὖν οὐδὲ θήρα μειρακίων λαμυρῶν καὶ προπετῶν ὁ περὶ τῆς ἐποχῆς λόγος ἐστίν, ὡς οἴεται Κωλώτης, ἀλλʼ ἕξις ἀνδρῶν καὶ διάθεσις φυλάττουσα τὸ ἀδιάπτωτον καὶ μὴ προϊεμένη ταῖς διαβεβλημέναις οὕτω καὶ δυστατούσαις αἰσθήσεσι τὴν κρίσιν μηδὲ συνεξαπατωμένη τούτοις, οἳ τὰ φαινόμενα τῶν ἀδήλων πίστιν ἔχειν φάσκουσιν, ἀπιστίαν τοσαύτην καὶ ἀσάφειαν ἐν τοῖς φαινομένοις ὁρῶντες. ἀλλὰ μῦθος μέν ἐστιν ἡ ἀπειρία καὶ τὰ εἴδωλα, προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα ἔτη γράφων οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν εὐχόμενος ἀνεμέσητα πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τοῦ νεανίσκου σοφισταὶ δʼ εἰσὶ καὶ ἀλαζόνες οἱ πρὸς ἄνδρας ἐλλογίμους οὕτως ἀσελγῶς καὶ ὑπερηφάνως γράφοντες;, καίτοι Πλάτων καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ Δημόκριτος ἀντειρήκασι τοῖς πρὸ αὐτῶν· βιβλίον δὲ τοιαύτην ἐπιγραφὴν ἔχον ὁμοῦ πρὸς ἅπαντας οὐδεὶς ἄλλος ἐξενεγκεῖν ἐτόλμησεν .
§30
ὅθεν, ὥσπερ οἱ περὶ τὸ θεῖον πλημμελήσαντες, ἐξαγορεύων τὰ ἑαυτοῦ κακὰ τελευτῶντος ἤδη τοῦ βιβλίου φησὶν ὅτι τὸν βίον οἱ νόμους διατάξαντες καὶ νόμιμα καὶ τὸ βασιλεύεσθαι τὰς πόλεις καὶ ἄρχεσθαι καταστήσαντες εἰς πολλὴν ἀσφάλειαν καὶ ἡσυχίαν ἔθεντο καὶ θορύβων ἀπήλλαξαν εἰ δέ τις ταῦτα ἀναιρήσει, θηρίων βίον βιωσόμεθα καὶ ὁ προστυχὼν τὸν ἐντυχόντα μονονοὺ κατέδεται τοῦτο γὰρ ὁ Κωλώτης αὐταῖς λέξεσιν ἐκπεφώνηκεν, οὐ δικαίως οὐδʼ ἀληθῶς. ἂν γὰρ ἀνελών τις τοὺς νόμους τὰ Παρμενίδου καὶ Σωκράτους καὶ Ἡρακλείτου καὶ Πλάτωνος ἀπολίπῃ δόγματα, πολλοῦ δεήσομεν ἀλλήλους κατεσθίειν καὶ θηρίων βίον ζῆν· φοβησόμεθα γὰρ τὰ αἰσχρὰ καὶ τιμήσομεν ἐπὶ τῷ καλῷ δικαιοσύνην, θεοὺς ἄρχοντας ἀγαθοὺς καὶ δαίμονας ἔχειν τοῦ βίου φύλακας ἡγούμενοι καὶ τὸν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸν ἀρετῆς ἀντάξιον μὴ τιθέμενοι καὶ ποιοῦντες ἑκουσίως διὰ τὸν λόγον, φησι,Ξενοκράτης, ἃ νῦν ἄκοντες διὰ τὸν νόμον. πότʼ οὖν ἔσται θηριώδης καὶ ἄγριος καὶ ἄμικτος ἡμῶν ὁ βίος; ὅταν ἀναιρεθῶσι μὲν οἱ νόμοι, μένωσι δʼ οἱ πρὸς ἡδονὴν παρακαλοῦντες λόγοι, πρόνοια δὲ θεῶν μὴ νομίζηται, σοφοὺς δʼ ἡγῶνται τοὺς τῷ καλῷ προσπτύοντας, ἂν ἡδονὴ μὴ προσῇ χλευάζωσι δὲ ταῦτα καὶ γελῶσιν ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθʼ ὁρᾷ καί πέλας γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν βλέπει καὶ ὁ μὲν θεός, ὥσπερ δὴ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντὸς εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος τῷ δʼ ἕπεται Δίκη, τῶν ἀπολειπομένων τιμωρὸς τοῦ θείου νόμου. οἱ γὰρ τούτων καταφρονοῦντες ὡς μύθων καὶ περὶ γαστέρα τἀγαθὸν ἡγούμενοι καὶ τοὺς ἄλλους πόρους διʼ ὧν ἡδονὴ παραγίνεται, νόμου δέονται καὶ φόβου καὶ πληγῆς καὶ βασιλέως τινὸς καὶ ἄρχοντος ἐν χειρὶ τὴν δίκην ἔχοντος, ἵνα μὴ τοὺς πλησίον κατεσθίωσιν ὑπὸ λαιμαργίας ἀθεότητι θρασυνομένης. καὶ γὰρ ὁ τῶν θηρίων βίος τοιοῦτός ἐστιν, ὅτι τῆς ἡδονῆς οὐδὲν ἐπίσταται κάλλιον οὐδὲ δίκην θεῶν οἶδεν οὐδὲ σέβεται τῆς τὸ κάλλος, ἀλλʼ εἴ τι θαρραλέον αὐτοῖς ἢ πανοῦργον ἢ δραστήριον ἐκ φύσεως ἔνεστι, τούτῳ πρὸς ἡδονὴν σαρκὸς καὶ ἀποπλήρωσιν ὀρέξεως· χρῆται· καθάπερ οἴεται δεῖν ὁ σοφὸς Μητρόδωρος, λέγων τὰ καλὰ πάντα καὶ σοφὰ καὶ περιττὰ τῆς ψυχῆς ἐξευρήματα τῆς κατὰ σάρκα ἡδονῆς ἕνεκα καὶ τῆς ἐλπίδος τῆς ὑπὲρ ταύτης συνεστάναι καὶ πᾶν εἶναι κενὸν ἔργον, ὃ μὴ εἰς τοῦτο κατατείνει. τούτοις τοῖς διαλογισμοῖς καὶ φιλοσοφήμασιν ἀρθέντων τῶν νόμων, ὄνυχες λύκων ἐνδέουσι καὶ δόγματα; λεόντων καὶ γαστέρες βοῶν καὶ τράχηλοι καμήλων καὶ ταῦτα τὰ πάθη καὶ τὰ δόγματα λόγων καὶ γραμμάτων ἀπορίᾳ τὰ θηρία βρυχήμασι καὶ χρεμετισμοῖς καὶ καὶ πᾶσα φωνὴ γαστρός ἐστιν αὐτοῖς καὶ σαρκὸς ἡδονὴν ἀσπαζομένη καὶ σαίνουσα παροῦσαν ἢ μέλλουσαν, εἰ μή τι φύσει φιλόφωνὸν ἐστι καὶ κωτίλον.
§31
οὐδεὶς οὖν ἔπαινος ἄξιος ἂν γένοιτο τῶν ἐπὶ ταῦτα τὰ πάθη τὰ θηριώδη νόμους θεμένων καὶ πολιτείας καὶ ἀρχὰς καὶ νόμων διάταξιν. ἀλλὰ τίνες εἰσὶν οἱ ταῦτα συγχέοντες καὶ καταλύοντες καὶ ἄρδην ἀναιροῦντες; οὐχ οἱ πολιτείας ἀφιστάντες αὑτοὺς καὶ τοὺς πλησιάζοντας; οὐχ οἱ τὸν τῆς ἀταραξίας στέφανον ἀσύμβλητον εἶναι ταῖς μεγάλαις ἡγεμονίαις λέγοντες; οὐχ οἱ τὸ βασιλεύειν ἁμαρτίαν καὶ διάπτωσιν ἀποφαίνοντες καὶ γράφοντες αὐταῖς λέξεσιν, ὅτι λέγειν δεῖ, πῶς τις ἄριστα τὸ τῆς φύσεως τέλος συντηρήσει καὶ πῶς τις ἑκὼν εἶναι μὴ πρόσεισιν ἐξ ἀρχῆς ἐπὶ τὰς τῶν πληθῶν ἀρχάς· καὶ ἔτι ταῦτα πρὸς ἐκείνοις οὐδὲν οὖν ἔτι δεῖ τοὺς Ἕλληνας σῴζειν οὐδʼ ἐπὶ σοφίᾳ στεφάνου παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ σαρκὶ καὶ κεχαρισμένως; ἀλλὰ μὴν ἧς γε καὶ Κωλώτης ἐπαινεῖ διατάξεως τῶν νόμων πρῶτόν ἐστιν ἡ περὶ θεῶν δόξα καὶ μέγιστον, καὶ Λυκοῦργος Λακεδαιμονίους καὶ Νομᾶς Ῥωμαίους καὶ Ἴων ὁ παλαιὸς Ἀθηναίους καὶ Δευκαλίων Ἕλληνας ὁμοῦ τι πάντας καθωσίωσαν, εὐχαῖς καὶ ὅρκοις καὶ μαντεύμασι καὶ φήμαις; ἐμπαθεῖς πρὸς τὰ θεῖα διʼ ἐλπίδων ἅμα καὶ φόβων καταστήσαντες. εὕροις δʼ ἂν ἐπιὼν πόλεις ἀτειχίστους, ἀγραμμάτους, ἀβασιλεύτους, ἀοίκους, ἀχρημάτους, νομίσματος μὴ δεομένας, ἀπείρους θεάτρων καὶ γυμνασίων ἀνιέρου δὲ πόλεως καὶ ἀθέου, μὴ χρωμένης εὐχαῖς μηδʼ ὅρκοις μηδὲ μαντείαις μηδὲ θυσίαις ἐπʼ ἀγαθοῖς μηδʼ ἀποτροπαῖς κακῶν οὐδεὶς ἐστιν οὐδʼ ἔσται γεγονὼς θεατής· ἀλλὰ πόλις ἄν μοι δοκεῖ μᾶλλον ἐδάφους χωρὶς; ἢ πολιτεία τῆς περὶ θεῶν δόξης ὑφαιρεθείσης παντάπασι σύστασιν λαβεῖν ἢ λαβοῦσα τηρῆσαι. τοῦτο μέντοι τὸ συνεκτικὸν ἁπάσης κοινωνίας καὶ νομοθεσίας ἔρεισμα καὶ βάθρον οὐ κύκλῳ περιιόντες οὐδὲ κρύφα καὶ διʼ αἰνιγμάτων, ἀλλὰ τὴν πρώτην τῶν κυριωτάτων δοξῶν προσβαλόντες εὐθὺς ἀνατρέπουσιν. εἶθʼ ὥσπερ ὑπὸ ποινῆς ἐλαυνόμενοι δεινὰ ποιεῖν ὁμολογοῦσι, συγχέοντες τὰ νόμιμα καὶ τὰς διατάξεις τῶν νόμων ἀναιροῦντες, ἵνα μηδὲ συγγνώμης τύχωσι. τὸ μὲν γὰρ ἁμαρτάνειν περὶ δόξαν, εἰ καὶ μὴ σοφῶν, ὅμως ἀνθρώπινόν ἐστι· τὸ δʼ ἐγκαλεῖν ἑτέροις ἅπερ αὐτοὶ πράττουσι πῶς ἄν τις εἴποι, φειδόμενος τῶν ἀξίων ὀνομάτων;
§32
εἰ γὰρ πρὸς Ἀντίδωρον ἢ Βίωνα τὸν σο· φιστὴν γράφων ἐμνήσθη νόμων καὶ πολιτείας καὶ διατάξεως, οὐκ ἄν τις εἶπεν αὐτῷ μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις περιστέλλων τὸ σαρκίδιον ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν; εἰσὶ δʼ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δημόκριτος μὲν παραινεῖ τήν τε πολιτικήν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους διώκειν, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίγνεται τοῖς; ἀνθρώποις. Παρμενίδης δὲ τὴν ἑαυτοῦ πατρίδα διεκόσμησε νόμοις ἀρίστοις, ὥστε τὰς ἀρχὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμενεῖν τοῖς Παρμενίδου νόμοις. Ἐμπεδοκλῆς δὲ τούς τε πρώτους τῶν πολιτῶν ὑβρίζοντας καὶ διαφοροῦντας τὰ κοινὰ ἐξέβαλεν ἐξελέγξας τήν τε χώραν ἀπήλλαξεν ἀκαρπίας καὶ λοιμοῦ, διασφάγας ὄρους ἀποτειχίσας, διʼ ὧν ὁ νότος εἰς τὸ πεδίον ὑπερέβαλλε. Σωκράτης δέ, μετὰ τὴν καταδίκην φυγῆς αὐτῷ μεμηχανημένης ὑπὸ τῶν φίλων, οὐκ ἐχρήσατο, τοὺς νόμους βεβαιῶν, ἀλλʼ ἀδίκως ἀποθανεῖν εἵλετο μᾶλλον ἢ σωθῆναι παρανόμως. Μέλισσος δὲ τῆς πατρίδος στρατηγῶν Ἀθηναίους κατεναυμάχησε. Πλάτων δὲ καλοὺς; μὲν ἐν γράμμασι λόγους περὶ νόμων καὶ πολιτείας ἀπέλιπε, πολὺ δὲ κρείττονας ἐνεποίησε τοῖς ἑταίροις ἀφʼ ὧν Σικελία διὰ Δίωνος ἠλευθεροῦτο καὶ Θρᾴκη διὰ Πύθωνος καὶ Ἡρακλείδου Κότυν ἀνελόντων, Ἀθηναίων δὲ Χαβρίαι στρατηγοὶ καὶ Φωκίωνες ἐξ Ἀκαδημείας ἀνέβαινον. Ἐπίκουρος μὲν γὰρ εἰς Ἀσίαν ἐξέπεμπε τοὺς Τιμοκράτει λοιδορησομένους, καὶ τῆς βασιλικῆς ἐξελῶντας αὐλῆς τὸν ἄνθρωπον, ὅτι Μητροδώρῳ προσέκρουσεν ἀδελφὸς ὤν· καὶ ταῦτʼ ἐν τοῖς βιβλίοις γέγραπται τοῖς ἐκείνων. Πλάτων δὲ τῶν ἑταίρων ἐξαπέστειλεν Ἀρκάσι μὲν Ἀριστώνυμον διακοσμήσοντα τὴν πολιτείαν, Ἠλείοις δὲ Φορμίωνα, Μενέδημον δὲ Πυρραίοις. Εὔδοξος δὲ Κνιδίοις καὶ Ἀριστοτέλης Σταγειρίταις, Πλάτωνος ὄντες συνήθεις, νόμους ἔγραψαν· παρὰ δὲ,Ξενοκράτους Ἀλέξανδρος ὑποθήκας ᾔτησε περὶ βασιλείας· ὁ δὲ πεμφθεὶς πρὸς Ἀλέξανδρον ὑπὸ τῶν ἐν Ἀσίᾳ κατοικούντων Ἑλλήνων καὶ μάλιστα διακαύσας καὶ παροξύνας ἅψασθαι τοῦ πρὸς τοὺς βαρβάρους πολέμου Δήλιος ἦν Ἐφέσιος, ἑταῖρος Πλάτωνος. Ζήνων τοίνυν ὁ Παρμενίδου γνώριμος ἐπιθέμενος Δημύλῳ τῷ τυράννῳ καὶ δυστυχήσας περὶ τὴν πρᾶξιν ἐν πυρὶ τὸν Παρμενίδου λόγον ὥσπερ χρυσὸν ἀκήρατον καὶ δόκιμον παρέσχε καὶ ἀπέδειξεν ἔργοις, ὅτι τὸ αἰσχρὸν ἀνδρὶ μεγάλῳ φοβερόν ἐστιν, ἀλγηδόνα δὲ παῖδες καὶ γύναια καὶ γυναίων ψυχὰς ἔχοντες ἄνδρες δεδίασι· τὴν γὰρ γλῶτταν αὑτοῦ διατραγὼν τῷ τυράννῳ προσέπτυσεν.
§33
ἐκ δὲ τῶν Ἐπικούρου λόγων καὶ δογμάτων οὐ λέγω τίς τυραννοκτόνος ἢ τίς ἀριστεὺς ἢ τίς νομοθέτης ἢ τίς ἄρχων ἢ βασιλέως σύμβουλος ἢ δήμου προστάτης ἢ βεβασανισμένος ὑπὲρ τῶν δικαίων ἢ τεθνηκώς· ἀλλὰ τίς τῶν σοφῶν ἔπλευσεν ὑπὲρ τῆς πατρίδος, ἐπρέσβευσεν, ἀνήλωσε ποῦ γέγραπται πολιτικὴ πρᾶξις ὑμῖν. καίτοι ὅτι Μητρόδωρος εἰς Πειραιᾶ κατέβη σταδίους τεσσαράκοντα Μιθρῇ τινι Σύρῳ τῶν βασιλικῶν συνειλημμένῳ βοηθήσων, πρὸς πάντας ἐγράφετο καὶ πάσας, πάσαις ἐπιστολαῖς μεγαληγοροῦντος Ἐπικούρου καὶ σεμνύνοντος ἐκείνην τὴν ὁδόν. τί οὖν εἴ τι τοιοῦτον ἐπέπρακτο αὐτοῖς οἷον Ἀριστοτέλει, τὴν πατρίδα κτίσαι διεφθαρμένην ὑπὸ Φιλίππου, Θεοφράστῳ δὲ δὶς ἐλευθερῶσαι τυραννουμένην; οὐκ ἐπιλιπεῖν ἔδει πρότερον φέροντα βύβλους τὸν Νεῖλον ἢ τούτους ἀποκαμεῖν γράφοντας περὶ αὑτῶν; καὶ οὐ τοῦτο δεινόν ἐστι, ὅτι τοσούτων ὄντων φιλοσόφων μόνοι σχεδὸν ἀσύμβολοι τῶν ἐν ταῖς πόλεσιν ἀγαθῶν κοινωνοῦσιν ἀλλʼ ὅτι καὶ τραγῳδιῶν ποιηταὶ καὶ κωμῳδιῶν ἀεί τι πειρῶνται χρήσιμον παρέχεσθαι καὶ λέγειν ὑπὲρ νόμων καὶ πολιτείας· οὗτοι δέ, κἂν γράφωσι, γράφουσι περὶ πολιτείας ἵνα μὴ πολιτευώμεθα, καὶ περὶ ῥητορικῆς ἵνα μὴ ῥητορεύωμεν, καὶ περὶ βασιλείας ἵνα φεύγωμεν τὸ συμβιοῦν βασιλεῦσι τοὺς δὲ πολιτικοὺς ἄνδρας ἐπὶ γέλωτι καὶ καταλύσει τῆς δόξης ὀνομάζουσιν, ὡς τὸν Ἐπαμεινώνδαν ἐσχηκέναι τι λέγοντες ἀγαθὸν καὶ τοῦτο δὲ μικκόν, οὑτωσὶ τῷ ῥήματι φράζοντες, αὐτὸν δὲ σιδηροῦν σπλάγχνον ἀποκαλοῦντες καὶ πυνθανόμενοι τί παθὼν ἐβάδιζε διὰ τῆς Πελοποννήσου μέσης καὶ οὐ πιλίδιον ἔχων οἴκοι καθῆτο δηλαδὴ περὶ τὴν τῆς γαστρὸς ἐπιμέλειαν ὅλος καθεστώς ἃ δὲ Μητρόδωρος ἐν τῷ περὶ Φιλοσοφίας ἐξορχούμενος πολιτείαν γέγραφεν οὐκ ᾤμην δεῖν παρεῖναι λέγει δέ, ὅτι τῶν σοφῶν τινες ὑπὸ δαψιλείας τύφου οὕτω καλῶς συνεῖδον τοὔργον αὐτῆς, ὥστʼ οἴχονται φερόμενοι πρὸς τὰς αὐτὰς Λυκούργῳ καὶ Σόλωνι ἐπιθυμίας κατὰ τοὺς περὶ βίων λόγους καὶ ἀρετῆς. τῦφος οὖν ἦν καὶ δαψίλεια τύφου τὸ ἐλευθέρας εἶναι τὰς Ἀθήνας καὶ τήν Σπάρτην εὐνομεῖσθαι καὶ τοὺς νέους μὴ θρασύνεσθαι, μηδʼ ἐξ ἑταιρῶν παιδοποιεῖσθαι μηδὲ πλοῦτον καὶ τρυφὴν καὶ ἀσέλγειαν ἄρχειν ἀλλὰ νόμον καὶ δικαιοσύνην ἐν ταῖς πόλεσιν αὗται γὰρ ἦσαν ἐπιθυμίαι Σόλωνος. καὶ λοιδορῶν ὁ Μητρόδωρος ἐπιλέγει τοῖς εἰρημένοις διὸ καὶ καλῶς ἔχει τὸν ἐλεύθερον ὡς ἀληθῶς γέλωτα γελάσαι ἐπί τε δὴ πᾶσιν ἀνθρώποις καὶ ἐπὶ τοῖς Λυκούργοις τούτοις καὶ Σόλωσιν. ἀλλʼ οὐκ ἐλεύθερος οὗτος, ὦ Μητρόδωρ, ἐστὶν ἀλλʼ ἀνελεύθερος καὶ ἀνάγωγος, καὶ οὐδὲ μάστιγος ἐλευθέρας δεόμενος, ἀλλὰ τῆς ἀστραγαλωτῆς ἐκείνης, ᾗ τοὺς Γάλλους πλημμελοῦντας ἐν τοῖς Μητρῴοις κολάζουσιν.
§34
ὅτι δʼ οὐ νομοθέταις ἀλλὰ νόμοις ἐπολέμουν, ἔξεστιν ἀκούειν Ἐπικούρου· ἐρωτᾷ γὰρ αὑτὸν ἐν ταῖς Διαπορίαις εἰ πράξει τινὰ ὁ σοφός, ὧν οἱ νόμοι ἀπαγορεύουσιν, εἰδὼς ὅτι λήσει· καὶ ἀποκρίνεται οὐκ εὔοδον τὸ ἁπλοῦν ἐστι κατηγόρημα, τουτέστι πράξω μὲν οὐ βούλομαι δʼ ὁμολογεῖν. πάλιν δέ, οἶμαι, γράφων πρὸς Ἰδομενέα διακελεύεται μὴ νόμοις καὶ δόξαις δουλεύοντα ζῆν, ἐφʼ ὅσον ἂν μὴ τὴν διὰ τοῦ πέλας ἐκ πληγῆς ὄχλησιν παρασκευάζωσιν εἴπερ οὖν οἱ νόμους καὶ πολιτείας ἀναιροῦντες τὸν βίον ἀναιροῦσι τὸν ἀνθρώπινον, Ἐπίκουρος δὲ καὶ Μητρόδωρος τοῦτο ποιοῦσι, τοὺς μὲν συνήθεις ἀποτρέποντες τοῦ τὰ κοινὰ πράττειν τοῖς δὲ πράττουσιν ἀπεχθανόμενοι τοὺς δὲ πρώτους καὶ σοφωτάτους τῶν νομοθετῶν κακῶς λέγοντες τῶν δὲ νόμων παρακελευόμενοι περιφρονεῖν, ἐὰν μὴ προσῇ φόβος πληγῆς καὶ κολάσεως· οὐκ οἶδα τί τηλικοῦτο κατέψευσται τῶν ἄλλων ὁ Κωλώτης, ἡλίκον ἀληθῶς τῶν Ἐπικούρου λόγων καὶ δογμάτων κατηγόρηκεν.
Tap any Greek word to look it up