Book 6
§1.1–1.13
§1.1 Περὶ τῶν ὄντων πόσα καὶ τίνα ἐζήτησαν μὲν καὶ οἱ πάνυ παλαιοὶ οἱ μὲν ἕν, οἱ δὲ ὡρισμένα, οἱ δὲ ἄπειρα εἰπόντες, καὶ τούτων ἕκαστοι οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο εἰπόντες τὸ ἕν, οἱ δὲ τὰ πεπερασμένα καὶ αὐτὰ ἄπειρα εἰπόντες: καὶ τοῖς μετ̓ αὐτοὺς ἐξετασθεῖσαι αὗται αἱ δόξαι ἱκανῶς ἀφετέαι ἡμῖν. ὅσα δὲ ἐξετάσαντες τὰ ἐκείνων ἔθεντο ἐν γένεσιν ὡρισμένοις καὶ αὐτοί, περὶ τούτων ἐπισκεπτέον, οἳ οὔτε ἓν θέμενοι, ὅτι πολλὰ καὶ ἐν τοῖς νοητοῖς ἑώρων, οὔτε ἄπειρα, ὅτι μήτε οἷόν τε, μήτ̓ ἐπιστήμη ἂν γένοιτο, τά τε πεπερασμένα εἰς ἀριθμόν, ὅτι τὰ ὑποκείμενα οὐκ ὀρθῶς οἷον στοιχεῖα, γένη τινὰ αὐτῶν εἰρήκασιν, οἱ μὲν δέκα, οἱ δὲ ἐλάττω: εἶεν δ̓ ἄν τινες οἱ πλείω τούτων. ἔστι δὲ καὶ ἐν τοῖς γένεσι διαφορά: οἱ μὲν γὰρ τὰ γένη ἀρχάς, οἱ δὲ αὐτὰ τὰ ὄντα τῷ γένει τοσαῦτα. πρῶτον τοίνυν τὴν διαιρουμένην εἰς δέκα τὰ ὄντα ληπτέον ἀνασκοποῦντας, πότερα δέκα γένη δεῖ νομίζειν αὐτοὺς λέγειν κοινοῦ ὀνόματος τυχόντα τοῦ ὄντος, κατηγορίας δέκα. ὅτι γὰρ οὐ συνώνυμον τὸ ὂν ἐν ἅπασι, λέγουσι καὶ ὀρθῶς λέγουσι: μᾶλλον δὲ ἐκεῖνο πρῶτον ἐρωτητέον, πότερα ὁμοίως ἕν τε τοῖς νοητοῖς ἕν τε τοῖς αἰσθητοῖς τὰ δέκα, ἐν μὲν τοῖς αἰσθητοῖς ἅπαντα, ἐν δὲ τοῖς νοητοῖς τὰ μὲν εἶναι, τὰ δὲ μὴ εἶναι: οὐ γὰρ δὴ ἀνάπαλιν. οὗ δὴ ἐξεταστέον, τίνα κἀκεῖ τῶν δέκα, καὶ εἰ τὰ ἐκεῖ ὄντα ὑφ̓ ἓν γένος ὑπακτέον τοῖς ἐνταῦθα, ὁμωνύμως τε ἐκεῖ οὐσία τε ἐνταῦθα. ἀλλ̓ εἰ τοῦτο, πλείω τὰ γένη: εἰ δὲ συνωνύμως, ἄτοπον τὸ αὐτὸ σημαίνειν τὴν οὐσίαν ἐπί τε τῶν πρώτως ὄντων καὶ τῶν ὑστέρων οὐκ ὄντος γένους κοινοῦ, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον. ἀλλὰ περὶ τῶν νοητῶν κατὰ τὴν διαίρεσιν οὐ λέγουσιν: οὐ πάντα ἄρα τὰ ὄντα διαιρεῖσθαι ἐβουλήθησαν, ἀλλὰ τὰ μάλιστα ὄντα παραλελοίπασιν.
§1.2 πάλιν οὖν ἆρα γένη νομιστέον εἶναι; καὶ πῶς ἓν γένος οὐσία; ἀπὸ γὰρ ταύτης πάντως ἀρκτέον. ὅτι μὲν οὖν ἓν ἐπί τε τῆς νοητῆς ἐπί τε τῆς αἰσθητῆς κοινὸν εἶναι ἀδύνατον τὸ τῆς οὐσίας, εἴρηται. καὶ προσέτι ἄλλο τι ἔσται πρό τε τῆς νοητῆς καὶ πρὸ τῆς αἰσθητῆς, ἄλλο τι ὂν κατηγορούμενον κατ̓ ἀμφοῖν, οὔτε σῶμα οὔτε ἀσώματον ἂν εἴη: ἔσναι γὰρ τὸ σῶμα ἀσώματον, τὸ ἀσώματον σῶμα. οὐ μὴν ἀλλὰ ἐπ̓ αὐτῶν τῶν τῇδε οὐσιῶν ζητητέον, τί κοινὸν ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ ἐξ ἀμφοῖν. πάντα γὰρ ταῦτα οὐσίας λέγουσιν εἶναι, καὶ οὐ τὸ ἴσον εἰς οὐσίαν ἔχειν, ὅταν μᾶλλον λέγηται τὸ εἶδος οὐσία ὕλη: καὶ ὀρθῶς: οἱ δ̓ ἂν εἴποιεν τὴν ὕλην μᾶλλον. αἱ δὲ πρῶται λεγόμεναι οὐσίαι πρὸς τὰς δευτέρας τί ἂν ἔχοιεν κοινόν; ὁπότε παρὰ τῶν προτέρων ἔχουσιν αἱ δεύτεραι τὸ οὐσίαι λέγεσθαι ὅλως δὲ τί ἐστιν οὐσία εἰπεῖν οὐκ ἔστιν: οὐδὲ γάρ, εἰ τὸ ἴδιόν τις ἀποδοίη, ἤδη ἔχει τὸ τί ἐστι, καὶ ἴσως οὐδὲ τὸ ἓν καὶ ταὐτὸν ἀριθμῷ δεκτικὸν τῶν ἐναντίων ἐπὶ πάντων ἁρμόσει.
§1.3 ἀλλ̓ ἆρα μίαν τινὰ κατηγορίαν λεκτέον ὁμοῦ συλλαβοῦσι τὴν νοητὴν οὐσίαν, τὴν ὕλην, τὸ εἶδος, τὸ ἐξ ἀμφοῖν; οἷον εἴ τις τὸ τῶν Ἡρακλειδῶν γένος ἕν τι λέγοι, οὐχ ὡς κοινὸν κατὰ πάντων, ἀλλ̓ ὡς ἀφ̓ ἑνός: πρώτως γὰρ καὶ οὐσία ἐκείνη, δευτέρως δὲ καὶ ἧττον τὰ ἄλλα. ἀλλὰ τί κωλύει μίαν κατηγορίαν τὰ πάντα εἶναι; καὶ γὰρ τὰ ἄλλα πάντα ἀπὸ τῆς οὐσίας τὰ λεγόμενα εἶναι. ἐκεῖνα μὲν πάθη, αἱ δ̓ οὐσίαι ἐφεξῆς ἄλλως. ἀλλὰ γὰρ καὶ οὕτως οὔπω ἔχομεν ἐπερείσασθαι τῇ οὐσίᾳ, οὐδὲ τὸ κυριώτατον λαβεῖν, ἵν̓ ἀπὸ τούτου καὶ τὰς ἄλλας. συγγενεῖς μὲν δὴ οὕτως ἔστωσαν πᾶσαι αἱ λεγόμεναι οὐσίαι ἔχουσαί τι παρὰ τὰ ἄλλα γένη. τί ἄρα γε αὐτὸ τοῦτο τὸ τὶ καὶ τὸ τόδε καὶ τὸ ὑποκείμενον καὶ μὴ ἐπικείμενον μηδ̓ ἐν ἄλλῳ ὡς ἐν ὑποκειμένῳ μηδ̓ ἐστιν ἄλλου ὄν, οἷον λευκὸν ποιότης σώματος καὶ ποσὸν οὐσίας, καὶ χρόνος κινήσεώς τι καὶ κίνησις τοῦ κινουμένου; ἀλλ̓ δευτέρα οὐσία κατ̓ ἄλλου. ἄλλον τρόπον τὸ κατ̓ ἄλλου ἐνταῦθα, ὡς γένος ἐνυπάρχον ʽκαὶ ἐνυπάρχον ὡς μέροσ̓ καὶ τὸ τὶ ἐκείνου, τὸ δὲ λευκὸν κατ̓ ἄλλου, ὅτι ἐν ἄλλῳ. ἀλλὰ ταῦτα μὲν ἴδια ἄν τις λέγοι πρὸς τὰ ἄλλα καὶ διὰ τοῦτο εἰς ἓν οὕτω συνάγοι καὶ οὐσίας λέγοι, ἓν δέ τι γένος οὐκ ἂν λέγοι, οὐδὲ δηλοῖ πω τὴν ἔννοιαν τῆς οὐσίας καὶ τὴν φύσιν. καὶ ταῦτα μὲν ἐνταῦθα κείσθω: ἐπὶ δὲ τὴν τοῦ ποσοῦ ἴωμεν φύσιν.
§1.4 ἀριθμὸν δὴ πρῶτον ποσὸν λέγουσι καὶ τὸ συνεχὲς ἅπαν μέγεθος καὶ τόπον καὶ χρόνον, τὰ δ̓ ἄλλα εἰς ταῦτα ἀναφέρουσιν, ὅσα ποσὰ λέγουσι, καὶ τὴν κίνησιν ποσὸν τῷ τὸν χρόνον, καίτοι ἴσως ἀνάπαλιν τοῦ χρόνου τὸ συνεχὲς παρὰ τῆς κινήσεως λαβόντος. εἰ μὲν δὴ τὸ συνεχὲς συνεχὲς ποσὸν φήσουσιν εἶναι, τὸ διωρισμένον οὐκ ἂν εἴη ποσόν: εἰ δὲ κατὰ συμβεβηκὸς τὸ συνεχές, τί κοινὸν ἀμφοτέροις ἔσται τὸ ποσοῖς εἶναι; τοῖς μὲν γὰρ ἀριθμοῖς τὸ ποσοῖς εἶναι ὑπαρχέτω: καίτοι τοῦτο τὸ λέγεσθαι ποσοῖς ὑπάρχει, οὔπω δέ, τίς φύσις καθ̓ λέγεται, δηλοῦται: ἀλλὰ γραμμή γε καὶ ἐπίπεδον καὶ σῶμα οὐδὲ λέγεται, ἀλλὰ μεγέθη μὲν λέγεται, ποσὰ δὲ οὐ λέγεται, εἴπερ τότε προσλαμβάνει τὸ ποσὸν λέγεσθαι, ὅταν εἰς ἀριθμὸν ἀχθῇ οἷον δίπηχυ τρίπηχυ: ἐπεὶ καὶ τὸ σῶμα τὸ φυσικὸν μετρηθὲν γίνεται ποσόν τι, καὶ τόπος κατὰ συμβεβηκός, οὐχ τόπος. δεῖ δὲ μὴ τὸ κατὰ συμβεβηκὸς ποσὸν λαμβάνειν, ἀλλὰ τὸ καθ̓ αὑτό, οἷον ποσότητα: ἐπεὶ οὐδὲ τοὺς τρεῖς βοῦς ποσόν, ἀλλὰ τὸν ἐπ̓ αὐτοῖς ἀριθμόν: βόες γὰρ τρεῖς δύο κατηγορίαι ἤδη. οὕτως οὖν καὶ γραμμὴ τοσήδε δύο κατηγορίαι, καὶ ἐπιφάνεια τοσήδε δύο, καὶ ποσότης μὲν αὐτῆς ποσόν, αὐτὴ δὲ ἐπιφάνεια διὰ τί ποσόν; περατωθεῖσα γοῦν οἷον τρισὶ γραμμαῖς τέσσαρσι λέγεται εἶναι ποσόν. τί οὖν; μόνον τοὺς ἀριθμοὺς φήσομεν ποσόν; ἀλλ̓ εἰ μὲν τοὺς καθ̓ αὑτοὺς ἀριθμούς, οὐσίαι λέγονται οὗτοι καὶ μάλιστα τῷ καθ̓ αὑτοὺς εἶναι: εἰ δὲ τοὺς ἐν τοῖς μετέχουσιν αὐτῶν, καθ̓ οὓς ἀριθμοῦμεν, οὐ μονάδας, ἀλλὰ ἵππους δέκα καὶ βοῦς δέκα, πρῶτον μὲν ἄτοπον δόξει εἶναι, εἰ ἐκεῖνοι οὐσίαι, μὴ καὶ τούτους: ἔπειτα δέ, εἰ μετροῦντες τὰ ὑποκείμενα ἐνυπάρχουσιν ἐν αὐτοῖς, ἀλλὰ μὴ ἔξω ὄντες ὥσπερ οἱ κανόνες καὶ τὰ μέτρα μετροῦσιν. ἀλλ̓ εἰ ἐφ̓ ἑαυτῶν ὄντες λαμβάνονται εἰς τὸ μετρεῖν καὶ μὴ ἐν τοῖς ὑποκειμένοις, οὔτε ἐκεῖνα ποσὰ τὰ ὑποκείμενα μὴ μετέχοντα ποσότητος, αὐτοί τε διὰ τί ποσόν; μέτρα γάρ: τὰ δὲ μέτρα διὰ τί ποσὰ ποσότης; ὅτι ἐν τοῖς οὖσιν ὄντες, εἰ μηδεμιᾷ τῶν ἄλλων ἁρμόττουσι, τοῦτο, λέγονται, ἔσονται καὶ ἐν τῇ λεγομένῃ ποσότητι κείσονται. καὶ γὰρ μονὰς αὐτῶν ὁρίζει ἕν, εἶτ̓ ἔπεισι καὶ ἐπ̓ ἄλλο, καὶ ἀριθμὸς ὅσα μηνύει, καὶ μετρεῖ τὸ πλῆθος ψυχὴ προσχρωμένη. μετροῦσα οὖν οὐ τὸ τί ἐστι μετρεῖ: ἓν γὰρ λέγει καὶ δύο, κἂν ὁποιαοῦν καὶ ἐναντία : ἀλλ̓ οὐδὲ ἥντινα διάθεσιν ἔχει, οἷον θερμὸν καλόν, ἀλλ̓ ὅσα. τοῦ ποσοῦ ἄρα, εἴτε καθ̓ αὑτό, εἴτ̓ ἐν τοῖς μετέχουσι θεωροῖτο, αὐτός, οὐ τὰ μετέχοντα. οὐ τὸ τρίπηχυ τοίνυν, ἀλλὰ τὰ τρία. διὰ τί ??ʼν καὶ τὰ μεγέθη; ἆρα, ὅτι ἐγγὺς τοῦ ποσοῦ, καὶ οἷς ἂν ἐγγίνηται, ποσὰ αὐτὰ λέγομεν, οὐ τῷ κυρίως ποσῷ, ἀλλὰ μέγα λέγομεν, ὥσπερ πολλοῦ μετέχον ἀριθμοῦ, καὶ μικρόν, ὅτι ὀλίγου; ἀλλὰ τὸ μέγα αὐτὸ καὶ τὸ μικρὸν οὐκ ἀξιοῦται ποσὰ εἶναι, ἀλλὰ πρός τι: ἀλλ̓ ὅμως πρός τι λέγουσι, καθ̓ ὅσον ποσὰ δοκεῖ εἶναι. σκεπτέον δὲ ἀκριβέστερον. ἔσται τοίνυν οὐχ ἕν τι γένος, ἀλλ̓ ἀριθμὸς μόνος, τὰ δὲ δευτέρως. οὐ κυρίως τοίνυν ἓν γένος, ἀλλὰ κατηγορία μία συνάγουσα καὶ τὰ ἐγγὺς πρὸς τὰ πρώτως καὶ δευτέρως. ἡμῖν δὲ ζητητέον, πῶς οἱ καθ̓ αὑτοὺς ἀριθμοὶ οὐσίαι καὶ αὐτοὶ ποσόν τι: ὁποτέρως δ̓ ἂν ἔχωσιν, οὐκ ἂν κοινόν τι ἔχοιεν πρὸς τούτους ἐκεῖνοι, ἀλλ̓ ὄνομα μόνον.
§1.5 δὲ λόγος καὶ χρόνος καὶ κίνησις πῶς; πρῶτον δὲ περὶ τοῦ λόγου, εἰ βούλει. μετρεῖται μὲν γάρ: ἀλλὰ λόγος φωνὴ ὢν τοσόσδε ἐστίν, δὲ λόγος, οὐ ποσόν: σημαντικὸν γάρ, ὥσπερ τὸ ὄνομα καὶ τὸ ῥῆμα. ὕλη δ̓ αὐτοῦ ἀήρ, ὥσπερ καὶ τούτων: καὶ γὰρ σύγκειται ἐξ αὐτῶν: δὲ πληγὴ μᾶλλον λόγος, καὶ οὐχ πληγὴ ἁπλῶς, ἀλλ̓ τύπωσις γιγνομένη, ὥσπερ μορφοῦσα: μᾶλλον οὖν ποίησις καὶ ποίησις σημαντική. τὴν δὲ κίνησιν ταύτην καὶ τὴν πληγὴν ποίησιν μᾶλλον ἂν εὐλόγως τις θεῖτο, τὴν δὲ ἀντικειμένως πάθος, ἑκάστην ἄλλου μὲν ποίησιν, ἄλλου δὲ πάθος, ποίησιν εἰς τὸ ὑποκείμενον, πάθημα δ̓ ἐν τῷ ὑποκειμένῳ. εἰ δὲ μὴ κατὰ τὴν πληγὴν φωνή, ἀλλὰ κατὰ τὸν ἀέρα, δύο ἂν εἴη καὶ οὐ μία κατηγορία ἐκ τῆς σημαντικῆς εἰς συσσημαντικὸν ἐκείνης τῆς κατηγορίας. δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε τὸ μετροῦν ληπτέον: γὰρ ψυχὴ τὸ νῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον, κατὰ μὲν τὸ τοσόσδε εἶναι, οἷον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι τὸ χρόνος εἶναι φύσις τις ἄλλη: τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε ἐστίν. οὐ γὰρ δὴ ποσότης χρόνος: δὲ ποσότης οὐκ ἐφαπτομένη ἄλλου αὐτὸ τοῦτο ἂν εἴη τὸ κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ ποσοῦ ποσὰ θεῖτο, καὶ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν. τὸ δὲ ἴσον καὶ ἄνισον ἴδιον εἶναι τοῦ ποσοῦ ἐπ̓ αὐτοῦ ληπτέον, οὐ τῶν μετεχόντων, ἀλλ̓ κατὰ συμβεβηκός, οὐχ αὐτὰ ἐκεῖνα, ὥσπερ τρίπηχυς ποσός, συνῃρημένος καὶ οὗτος οὐκ εἰς γένος ἕν, ἀλλ̓ ὑφ̓ ἓν καὶ μίαν κατηγορίαν.
§1.6 τὸ δὲ πρός τι οὕτως ἐπισκεπτέον, εἴ τις κοινότης γενικὴ ἐν αὐτῷ ὑπάρχει ἄλλον τρόπον εἰς ἓν καὶ μάλιστα ἐπὶ τούτου, εἰ ὑπόστασίς τις σχέσις ἐστὶν αὕτη, ὥσπερ δεξιὸς καὶ ἀριστερὸς καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἐπὶ μὲν τῶν ἐστιν, ὥσπερ ἐπὶ τοῦ ὕστερον λεχθέντος, ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος οὐδεμία, οὐδαμοῦ τοῦτο. τί δὴ ἐπὶ διπλασίου καὶ ἡμίσεος καὶ ὅλως ὑπερέχοντος καὶ ὑπερεχομένου, καὶ αὖ ἕξεως καὶ διαθέσεως, ἀνακλίσεως, καθίσεως, στάσεως, καὶ αὖ πατρός, υἱέος, δεσπότου, δούλου, καὶ πάλιν ὁμοίου, ἀνομοίου, ἴσου, ἀνίσου, ποιητικοῦ τε αὖ καὶ παθητικοῦ, καὶ μέτρου καὶ μετρουμένου; καὶ ἐπιστήμη καὶ αἴσθησις, μὲν πρὸς ἐπιστητόν, δὲ πρὸς αἰσθητόν. μὲν γὰρ ἐπιστήμη ἔχοι ἂν πρὸς ἐπιστητὸν μίαν τινὰ κατ̓ ἐνέργειαν ὑπόστασιν πρὸς τὸ τοῦ ἐπιστητοῦ εἶδος, καὶ αἴσθησις πρὸς αἰσθητὸν ὡσαύτως, τό τε ποιητικὸν πρὸς τὸ παθητικόν, κἂν ἔργον ἓν ἀπεργάσαιτο, καὶ τὸ μέτρον πρὸς τὸ μετρούμενον. ὅμοιον δὲ πρὸς ὅμοιον τί ἂν ἔχοι ἀπογεννώμενον; οὐκ ἀπογεννώμενον, ἀλλὰ ὑπάρχον, τὴν ταυτότητα τὴν ἐν τῷ ποιῷ. ἀλλὰ παρὰ τὸ ἐν ἑκατέρῳ ποιόν οὐδέν. οὐδὲ τὰ ἴσα: τὸ γὰρ ταὐτὸν ἐν τῷ ποσῷ προυπάρχει πρὸ τῆς σχέσεως: δὲ σχέσις τί ἄλλο ἡμετέρα κρίσις παραβαλλόντων τὰ ἐφ̓ ἑαυτῶν ὄντα ἔστι καὶ λεγόντων ʽτοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητἀ καὶ ʽοὗτος πεποίηκε τοῦτον καὶ οὗτος κρατεῖ τούτοὐ; κάθισίς τε καὶ στάσις παρὰ τὸ καθήμενον καὶ ἑστηκὸς τί ἂν εἴη; δὲ ἕξις, μὲν κατὰ τὸ ἔχον λεγομένη, ἔχειν ἂν μᾶλλον σημαίνοι, δὲ κατὰ τὸ ἐχόμενον, ποιὸν ἂν εἴη: καὶ ἐπὶ διαθέσεως ὡσαύτως. τί ἂν οὖν εἴη παρὰ ταῦτα τὰ πρὸς ἄλληλα ἡμῶν τὴν παράθεσιν νοούντων; τὸ δ̓ ὑπερέχον τὸ μὲν τοσόνδε μέγεθος, τὸ δὲ τοσόνδε: ἄλλο δὲ τόδε, τὸ δὲ ἄλλο: δὲ παραβολὴ παῤ ἡμῶν, οὐκ ἐν αὐτοῖς. δὲ δεξιὸς πρὸς ἀριστερὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν μᾶλλον ἂν ἴσως ἐν τῷ κεῖσθαι: μὲν ὡδί, δὲ ὡδί: ἡμεῖς δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐνοήσαμεν, ἐν δὲ αὐτοῖς οὐδέν. τό τε πρότερον καὶ ὕστερον χρόνοι δύο: τὸ δὲ πρότερον καὶ ὕστερον ἡμεῖς ὡσαύτως.
§1.7 εἰ μὲν οὖν οὐδὲν λέγομεν, ἀλλὰ λέγοντες ψευδόμεθα, οὐδὲν ἂν εἴη τούτων, ἀλλὰ κενὸν σχέσις: εἰ δ̓ ἀληθεύομεν λέγοντες ʽπρότερος ὅδε τοῦδε καὶ ὕστεροσ̓ χρόνους δύο παραβάλλοντες, ἕτερον παρὰ τὰ ὑποκείμενα αὐτῶν λέγοντες τὸ πρότερον, καὶ ἐπὶ δεξιοῦ καὶ ἐπὶ ἀριστεροῦ ὡσαύτως καὶ ἐπὶ μεγεθῶν παρὰ τὸ ποσὸν αὐτῶν τὴν σχέσιν, καθὸ τὸ μὲν ὑπερβάλλει, τὸ δ̓ ὑπερβάλλεται; εἰ δὲ καὶ μὴ λεγόντων ἡμῶν μηδὲ νοούντων ἔστιν οὕτως, ὥστε διπλάσιον εἶναι τόδε τοῦδε, καὶ ἔχει, τὸ δ̓ ἔχεται, καὶ πρὶν ἡμᾶς ἐπιστῆσαι, καὶ ἴσα πρὸ ἡμῶν πρὸς ἄλληλα ἐπὶ τοῦ ποιὰ εἶναι ἔστιν ἐν ταυτότητι τῇ πρὸς ἄλληλα καὶ ἐπὶ πάντων ὧν λέγομεν πρός τι μετὰ τὰ ὑποκείμενα ἔστι πρὸς ἄλληλα σχέσις, ἡμεῖς δὲ οὖσαν θεωροῦμεν καὶ γνῶσις πρὸς τὸ γινωσκόμενονοὗ δὴ καὶ φανερώτερον τὸ τῆς ὑποστάσεως τὸ ἐκ τῆς σχέσεωςπαυστέον μὲν τὸ ζητεῖν, εἰ ἔστι σχέσις: ἐπισημηναμένους δέ, ὅτι τῶν τοιούτων ἐπὶ μὲν τῶν, ἕως μένει τὰ ὑποκείμενα ὅπως εἶχε, κἂν χωρὶς γένηται, ὑπάρχει σχέσις, ἐπὶ δὲ τῶν, ὅταν συνέλθῃ, γίγνεται, ἐπὶ δὲ τῶν καὶ μενόντων παύεται σχέσις ὅλως ἄλλη γίγνεται, οἷον ἐπὶ δεξιοῦ καὶ πλησίον, ἐξ ὧν καὶ μάλιστα ὑπόνοια τοῦ μηδὲν εἶναι ἐν τοῖς τοιούτοις: τοῦτ̓ οὖν ἐπισημηναμένους χρὴ ζητεῖν τί ταὐτὸν ἐν πᾶσι, καὶ εἰ ὡς γένος, ἀλλὰ μὴ συμβεβηκός: εἶτα εὑρεθὲν τὸ ταὐτὸν ποίαν ὑπόστασιν ἔχει. λεκτέον δὴ τὸ πρὸς τι οὐκ εἴ τι ἁπλῶς ἑτέρου λέγεται, οἷον ἕξις ψυχῆς σώματος, οὐδ̓ ὅτι ψυχὴ τοῦδε ἐστὶν ἐν ἑτέρῳ, ἀλλ̓ οἷς ὑπόστασις οὐδαμόθεν ἐκ τῆς σχέσεως παραγίνεται: ὑπόστασις δὲ οὐχ τῶν ὑποκειμένων, ἀλλ̓ πρός τι λέγεται: οἷον τὸ διπλάσιον πρὸς ἥμισυ τὴν ὑπόστασιν δίδωσιν οὔτε τῷ διπήχει ὅλως δυσίν, οὔτε τῷ πηχυαίῳ ὅλως ἑνί, ἀλλὰ τούτων ὄντων κατὰ τὴν σχέσιν αὐτῶν πρὸς τῷ δύο, τὸ δὲ ἓν εἶναι, ἔσχε τὸ μὲν διπλάσιον λέγεσθαί τε καὶ εἶναι, τὸ δὲ ἓν ἥμισυ ἔσχεν αὐτό. συνεγέννησεν οὖν ἄμφω ἐξ αὑτῶν ἄλλο εἶναι διπλάσιον καὶ ἥμισυ, πρὸς ἄλληλα ἐγεννήθη καὶ τὸ εἶναι οὐκ ἄλλο τι τὸ ἀλλήλοις εἶναι, τῷ μὲν διπλασίῳ παρὰ τοῦ ὑπερέχειν τὸ ἥμισυ, τῷ δὲ ἡμίσει παρὰ τοῦ ὑπερέχεσθαι: ὥστε οὐκ ἔστι τὸ μὲν αὐτῶν πρότερον, τὸ δὲ ὕστερον, ἀλλ̓ ἅμα ὑφίσταται. εἰ δὲ καὶ ἅμα μένει; ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν παραπλησίων πατρὸς ἀπελθόντος υἱός ἐστι, καὶ ἀδελφοῦ ἀδελφός: ἐπεὶ καὶ τὸ ʽὅμοιος οὗτος τῷ τεθνηκότἰ λέγομεν.
§1.8 ἀλλὰ ταῦτα μὲν παρεξέβημεν: ἐκεῖθεν δὲ ζητητέον τὸ διὰ τί ἐπὶ τούτων οὐχ ὁμοίως; ἀλλὰ τὸ εἶναι τοῦτο τὸ παῤ ἀλλήλων τίνα ἔχει κοινὴν τὴν ὑπόστασιν εἰπάτωσαν. σῶμα μὲν οὖν τι τοῦτο τὸ κοινὸν οὐκ ἂν εἴη. λείπεται δή, εἴπερ ἔστιν, ἀσώματον καὶ ἐν αὐτοῖς ἔξωθεν. καὶ εἰ μὲν αὐτὴ σχέσις, συνώνυμος, εἰ δὲ μή, ἀλλ̓ ἄλλη ἄλλων, ὁμώνυμος: οὐ γὰρ δή, ὅτι σχέσις λέγεται, καὶ τὴν οὐσίαν τὴν αὐτὴν ἂν ἔχοι. ἆῤ οὖν τὰς σχέσεις ταύτῃ διαιρετέον, τὰ μὲν ἔχει ἀργὸν τὴν σχέσιν, οἷον κειμένην θεωρεῖν, καὶ ἅμα πάντη ὑπόστασις, τὰ δὲ μετὰ δυνάμεως καὶ ἔργου ἀεί πως τὴν σχέσιν καὶ εἶχε καὶ πρὸ τοῦ τὴν ἑτοιμότητα, ἐν δὲ τῇ συνόδῳ καὶ ἐνεργείᾳ ὑπέστη, καὶ ὅλως τὰ μὲν πεποίηκε, τὰ δ̓ ὑπέστη, καὶ τὸ ὑποστὰν ὄνομα μόνον παρέσχε τῷ ἑτέρῳ, τὸ δὲ τὴν ὑπόστασιν; τοιοῦτον γὰρ καὶ πατὴρ καὶ υἱός: καὶ τὸ ποιητικὸν δὲ καὶ τὸ παθητικὸν ἔχει τινὰ οἷον ζωὴν καὶ ἐνέργειαν. ἆῤ οὖν ταύτῃ διαιρετέον τὴν σχέσιν, καὶ διαιρετέον οὐχ ὡς ταὐτόν τι καὶ κοινὸν ἐν διαφοραῖς, ἀλλ̓ ὅλως ὡς ἑτέραν φύσιν τὴν σχέσιν ἐν ἑκατέρῳ, καὶ λεκτέον ὁμώνυμον τὴν μὲν ποιοῦσαν ποίησιν καὶ πάθησιν, ὡς μίαν ἄμφω, τὴν δὲ οὐ ποιοῦσαν, ἀλλ̓ ἐπ̓ ἀμφοῖν τὸ ποιοῦν ἄλλο; οἷον ἰσότητα τὴν τὰ ἴσα: ἰσότητι γὰρ ἴσα καὶ ὅλως ταυτότητί τινι ταὐτά: τὸ δὲ μέγα καὶ μικρόν, τὸ μὲν μεγέθους παρουσίᾳ, τὸ δὲ μικρότητος. ὅταν δὲ τὸ μὲν μεῖζον, τὸ δὲ μικρότερον, οἱ μὲν μεταλαβόντες μὲν μείζων ἐνεργείᾳ φανέντος τοῦ ἐν αὐτῷ μεγέθους, δὲ μικρὸς τῆς σμικρότητος.
§1.9 χρὴ οὖν ἐπὶ μὲν τῶν πρόσθεν εἰρημένων, οἷον ποιοῦντος, ἐπιστήμης, ἐνεργῆ τὴν σχέσιν καὶ τὴν ἐνέργειαν καὶ τὸν ἐπὶ τῇ ἐνεργείᾳ λόγον τίθεσθαι, ἐπὶ δὲ τῶν ἄλλων εἴδους καὶ λόγου μετάληψιν εἶναι. καὶ γάρ, εἰ μὲν σώματα ἔδει τὰ ὄντα εἶναι, οὐδὲν ἔδει λέγειν εἶναι ταύτας τὰς τοῦ πρός τι λεγομένας σχέσεις: εἰ δὲ καὶ ἀσωμάτοις δίδομεν τὴν κυρίαν χώραν καὶ τοῖς λόγοις, λόγους λέγοντες τὰς σχέσεις καὶ εἰδῶν μεταλήψεις αἰτίας: τοῦ γὰρ διπλάσιον εἶναι τὸ διπλάσιον αὐτὸ αἴτιον, τῷ δὲ τὸ ἥμισυ: καὶ τὰ μὲν τῷ αὐτῷ εἴδει, τὰ δὲ τοῖς ἀντικειμένοις εἶναι λέγεται: ἅμα οὖν τῷδε μὲν προσῆλθε τὸ διπλάσιον, ἄλλῳ δὲ τὸ ἥμισυ, καὶ τῷδε μὲν τὸ μέγεθος, τῷδε δὲ σμικρότης, ἀμφότερά ἐστιν ἐν ἑκάστῳ, καὶ ὁμοιότης καὶ ἀνομοιότης καὶ ὅλως ταὐτὸν καὶ θάτερον: διὸ καὶ ὅμοιον καὶ ἀνόμοιον τὸ αὐτὸ καὶ ταὐτὸν καὶ θάτερον. τί οὖν, εἰ μὲν αἰσχρός, δὲ αἰσχίων εἴδους τοῦ αὐτοῦ μετουσίᾳ; , εἰ μὲν παντάπασιν αἰσχροί, ἴσοι εἴδους ἀπουσίᾳ: εἰ δ̓ ἐν τῷ μὲν τὸ μᾶλλον, ἐν τῷ δὲ τὸ ἧττον, μεταλήψει εἴδους τοῦ οὐ κρατοῦντος ἧττον αἰσχρός, δὲ μᾶλλον ἔτι μᾶλλον οὐ κρατοῦντος: τῇ στερήσει, εἴ τις βούλοιτο τὴν παραβολὴν ἔχειν, οἷον εἴδους αὐτοῖς ὄντος. αἴσθησις δὲ εἶδός τι ἐξ ἀμφοῖν, καὶ γνῶσις ὡσαύτως ἐξ ἀμφοῖν τι εἶδος: δὲ ἕξις πρὸς τὸ ἐχόμενον ἐνέργειά τις οἷον συνέχουσα, ὥσπερ ποίησίς τις: δὲ μέτρησις τοῦ μετροῦντος ἐνέργεια πρὸς τὸ μετρούμενον λόγος τις. εἰ μὲν οὖν ὡς εἶδος γενικῶς τὴν τοῦ πρός τι σχέσιν ὡς ἕν τις θήσεται, γένος ἓν καὶ ὑπόστασις ὡς λόγος τις πανταχοῦ: εἰ δὲ οἱ λόγοι καὶ ἀντικείμενοι καὶ διαφορὰς ἔχοντες τὰς εἰρημένας, τάχα οὐκ ἂν ἓν γένος εἴη, ἀλλ̓ εἰς ὁμοιότητά τινα πάντα ἀνάγεται καὶ κατηγορίαν μίαν. ἀλλ̓ εἰ καὶ εἰς ἓν δύναιτο ἀνάγεσθαι τὰ εἰρημένα, ἀλλ̓ εἰς γένος ἓν ἀδύνατον τὰ ὑπὸ τὴν αὐτὴν κατηγορίαν αὐτοῖς τεθέντα. καὶ γὰρ τὰς ἀποφάσεις αὐτῶν εἰς ἓν ἀνάγουσι, καὶ τὰ παρονομαζόμενα ἀπ̓ αὐτῶν, οἷον διπλάσιον καὶ οὐ διπλάσιον καὶ τὸ διπλάσιον καὶ διπλασμός. πῶς ἂν οὖν ὑφ̓ ἓν γένος αὐτό τι καὶ ἀπόφασις, διπλάσιον καὶ οὐ διπλάσιον, καὶ πρός τι καὶ οὐ πρός τι; ὥσπερ ἂν εἰ ζῷόν τις γένος θεὶς καὶ τὸ οὐ ζῷον ἐκεῖ τιθείη. καὶ τὸ διπλάσιον καὶ διπλασμὸς ὥσπερ λευκότης καὶ λευκός, οὐχ ὥσπερ ταὐτόν.
§1.10 τὴν δὲ ποιότητα, ἀφ̓ ἧς λεγόμενος ποιός, δεῖ λαμβάνειν πρῶτον τίς οὖσα τοὺς λεγομένους ποιοὺς παρέχεται, καὶ εἰ μία καὶ αὐτὴ κατὰ τὸ κοινὸν ταῖς διαφοραῖς τὰ εἴδη παρέχεται: , εἰ πολλαχῶς αἱ ποιότητες, οὐχ ἓν ἂν εἴη γένος. τί οὖν τὸ κοινὸν ἐπί τε ἕξεως καὶ διαθέσεως καὶ παθητικῆς ποιότητος καὶ σχήματος καὶ μορφῆς; καὶ λεπτόν, παχύ, ἰσχνόν; εἰ μὲν γὰρ τὸ κοινὸν δύναμιν ἐροῦμεν, ἐφαρμόττει καὶ ταῖς ἕξεσι καὶ ταῖς διαθέσεσι καὶ ταῖς φυσικαῖς δυνάμεσιν, ἀφ̓ ἧς τὸ ἔχον δύναται δύναται, οὐκέτι αἱ ἀδυναμίαι ἁρμόσουσιν. ἔπειτα τὸ σχῆμα καὶ μορφὴ περὶ ἕκαστον πῶς δύναμις; εἶτα καὶ τὸ ὂν ὂν δύναμιν οὐδεμίαν ἕξει, ἀλλ̓ ὅταν αὐτῷ προσέλθῃ τὸ ποιόν, αἱ δὲ ἐνέργειαι τῶν οὐσιῶν, ὅσαι μάλιστά εἰσιν ἐνέργειαι, τοῦ ποιοῦ καθ̓ ἑαυτὰς ἐνεργοῦσαι καὶ τῶν οἰκείων δυνάμεων εἰσιν. ἀλλ̓ ἆρα κατὰ τὰς μετ̓ αὐτὰς οὐσίας δυνάμεις; οἷον πυκτικὴ δύναμις οὐ τοῦ ἀνθρώπου ἄνθρωπος, ἀλλὰ τὸ λογικόν: ὥστε οὐ ποιότης τὸ οὕτω λογικόν, ἀλλὰ μᾶλλον ἐξ ἀρετῆς κτήσαιτο ἄν τις: ὥστε ὁμώνυμον τὸ λογικόν: ὥστε εἴη ἂν ποιότης δύναμις προστιθεῖσα ταῖς οὐσίαις μεθ̓ ἑαυτὰς τὸ ποιαῖς εἶναι. αἱ δὲ διαφοραὶ αἱ πρὸς ἀλλήλας τὰς οὐσίας διιστᾶσαι ὁμωνύμως ποιότητες, ἐνέργειαι οὖσαι μᾶλλον καὶ λόγοι μέρη λόγων, τὸ τὶ οὐδὲν ἧττον δηλοῦσαι, κἂν δοκῶσι τὴν ποιὰν οὐσίαν λέγειν. αἱ δὲ ποιότητες αἱ κυρίως, καθ̓ ἃς ποιοί, ἃς δὴ λέγομεν δυνάμεις εἶναι, κατὰ τὸ κοινὸν εἶεν ἂν λόγοι τινὲς καὶ οἷον μορφαί, περί τε ψυχὴν κάλλη καὶ αἴσχη καὶ περὶ σῶμα ὡσαύτως. ἀλλὰ πῶς δυνάμεις πᾶσαι; κάλλος μὲν γὰρ ἔστω καὶ ὑγίεια ἑκατέρα, αἶσχος δὲ καὶ νόσος καὶ ἀσθένεια καὶ ἀδυναμία ὅλως πῶς; ὅτι καὶ κατὰ ταύτας ποιοὶ λέγονται. ἀλλὰ τί κωλύει λεγομένους ποιοὺς ὁμωνύμως λέγεσθαι καὶ μὴ καθ̓ ἕνα λόγον, καὶ μὴ μόνον τετραχῶς, ἀλλὰ καὶ καθ̓ ἕκαστον τῶν τεττάρων τοὐλάχιστον διχῶς; πρῶτον μὲν οὐ κατὰ τὸ ποιῆσαι παθεῖν ποιότης, ὥστε ἄλλως μὲν τὸ δυνάμενον ποιεῖν, ἄλλως δὲ τὸ πάσχον, ἀλλὰ κατὰ τὴν ὑγίειαν καὶ τὴν διάθεσιν καὶ τὴν ἕξιν ποιὸν καὶ τὴν νόσον ὡσαύτως καὶ τὴν ἰσχὺν καὶ τὴν ἀσθένειαν. ἀλλ̓ εἰ τοῦτο, οὐκέτι κοινὸν δύναμις, ἀλλὰ ἄλλο τι δεῖ τὸ κοινὸν ζητεῖν: οὐδ̓ αὖ λόγους πάσας: πῶς γὰρ νόσος ἐν ἕξει λόγος; ἀλλ̓ ἆρα τὰς μὲν ἐν εἴδεσι καὶ δυνάμεσι ποιότητας, ταύτας δὲ στερήσεις; ὥστε μὴ ἓν γένος, ἀλλὰ εἰς ἓν ὡς μίαν κατηγορίαν, οἷον ἐπιστήμην μὲν εἶδος καὶ δύναμιν, ἀνεπιστημοσύνην δὲ στέρησιν καὶ ἀδυναμίαν. μορφή τις καὶ ἀδυναμία καὶ νόσος, καὶ δύναται δὲ καὶ ποιεῖ πολλά, ἀλλὰ φαύλως, καὶ νόσος καὶ κακία. ἔκπτωσις τοῦ σκοποῦ οὖσα πῶς δύναμις; τὸ αὑτῆς ἑκάστη πράττει οὐ πρὸς τὸ ὀρθὸν βλέπουσα: οὐ γὰρ ἂν ἐποίησέ τι, μὴ δύναται. καὶ τὸ κάλλος δὲ δύναμιν ἔχει τινός. ἆῤ οὖν καὶ τὸ τρίγωνον; ὅλως οὐδὲ πρὸς δύναμιν δεῖ βλέπειν, ἀλλὰ μᾶλλον πρὸς διάκειται: ὥστε κατὰ τὰς οἷον μορφὰς καὶ χαρακτῆρας, καὶ κοινὸν μορφὴ καὶ τὸ εἶδος τὸ ἐπὶ τῇ οὐσίᾳ μετὰ τὴν οὐσίαν. ἀλλὰ πάλιν πῶς αἱ δυνάμεις; καὶ φύσει πυκτικὸς τῷ διακεῖσθαί πως ἔχει τοῦτο, καὶ ἀδύνατος πρός τι, καὶ ὅλως χαρακτήρ τις ποιότης οὐκ οὐσιώδης. δ̓ ἂν τὸ αὐτὸ δοκῇ καὶ εἰς οὐσίαν συμβάλλεσθαι καὶ εἰς μὴ οὐσίαν, οἷον θερμότης καὶ λευκότης καὶ ὅλως χρόα, τὸ μὲν τῆς οὐσίας ἄλλο, οἷον ἐνέργεια αὐτῆς, τὸ δὲ δευτέρως καὶ ἀπ̓ ἐκείνου καὶ ἄλλο ἐν ἄλλῳ, εἴδωλον αὐτοῦ καὶ ὅμοιον. ἀλλ̓ εἰ κατὰ τὴν μόρφωσιν καὶ χαρακτῆρα καὶ λόγον, πῶς τὰ κατὰ ἀδυναμίαν καὶ αἴσχη; λόγους ἀτελεῖς λεκτέον, οἷον ἐν τῷ αἰσχρῷ. καὶ ἐν τῇ νόσῳ πῶς λόγος; καὶ ἐνταῦθα λόγον κινούμενον τὸν τῆς ὑγιείας. οὐκ ἐν λόγῳ πάντα, ἀλλὰ ἀρκεῖ τὸ κοινὸν παρὰ τό πως διακεῖσθαι εἶναι ἔξωθεν τῆς οὐσίας, καὶ τὸ ἐπιγιγνόμενον μετὰ τὴν οὐσίαν ποιότης τοῦ ὑποκειμένου. τὸ δὲ τρίγωνον ποιότης τοῦ ἐν , οὐχ ἁπλῶς τρίγωνον, ἀλλὰ τὸ ἐν τούτῳ καὶ καθ̓ ὅσον ἐμόρφωσεν. ἀλλὰ καὶ ἀνθρωπότης ἐμόρφωσεν οὐσίωσεν.
§1.11 ἀλλ̓ εἰ ταῦτα οὕτως, διὰ τί πλείω εἴδη ποιότητος, καὶ ἕξεις καὶ διαθέσεις ἄλλο; οὐ γὰρ διαφορὰ ποιότητος τὸ μόνιμον καὶ τὸ μή, ἀλλ̓ ἀρκεῖ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν: προσθήκη δ̓ ἔξωθεν τὸ μένειν: εἰ μή τις λέγοι τὰς μὲν διαθέσεις μόνον ἀτελεῖς οἷον μορφάς, τὰς δὲ ἕξεις τελείας. ἀλλ̓ εἰ ἀτελεῖς, οὔπω ποιότητες: εἰ δ̓ ἤδη ποιότητες, προσθήκη τὸ μόνιμον. αἱ δὲ φυσικαὶ δυνάμεις πῶς ἕτερον εἶδος; εἰ μὲν γὰρ κατὰ τὰς δυνάμεις ποιότητες, οὐκ ἐφαρμόττει πάσαις τὸ τῆς δυνάμεως, ὡς εἴρηται: εἰ δὲ τῷ διακεῖσθαι τὸν φύσει πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν δύναμις προστεθεῖσα ποιεῖ, ἐπεὶ καὶ ἐν ταῖς ἕξεσι δύναμις. ἔπειτα διὰ τί κατὰ δύναμιν τοῦ κατὰ ἐπιστήμην διοίσει; , εἰ ποιοί, οὐδὲ διαφοραὶ ποιότητος αὗται, εἰ μὲν μελετήσας ἔχοι, δὲ φύσει, ἀλλ̓ ἔξωθεν διαφορά: κατ̓ αὐτὸ δὲ τὸ εἶδος τῆς πυκτικῆς πῶς; καὶ εἰ αἱ μὲν ἐκ πάθους, αἱ δὲ οὔ: οὐ γὰρ διαφέρει τὸ πόθεν ποιότης: λέγω δὲ ποιότητος παραλλαγαῖς καὶ διαφοραῖς. ἔχοι δ̓ ἂν ζήτησιν καί, εἰ ἐκ πάθους αἵδε, αἱ μὲν οὕτως, αἱ δὲ μὴ τῶν αὐτῶν, πῶς ἐν εἴδει τῷ αὐτῷ: καὶ εἰ αἱ μὲν τῷ γεγονέναι, αἱ δὲ τῷ ποιεῖν, ὁμωνύμως ἂν εἶεν. τί δὲ περὶ ἕκαστον μορφή; εἰ μὲν γὰρ καθ̓ εἶδός ἐστιν ἕκαστον, οὐ ποιόν: εἰ δὲ καθ̓ καλὸν μετὰ τὸ τοῦ ὑποκειμένου εἶδος αἰσχρόν, λόγον ἂν ἔχοι. τὸ δὲ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ ἀραιὸν καὶ τὸ πυκνὸν οὐκ ὀρθῶς ἂν λέγοιτο ποιά: οὐ γὰρ δὴ ταῖς διαστάσεσι ταῖς ἀπ̓ ἀλλήλων καὶ ἐγγὺς τὸ μανὸν καὶ τὸ πυκνὸν καὶ τραχύτης, καὶ οὐ πανταχοῦ ἐξ ἀνωμαλίας θέσεως καὶ ὁμαλότητος: εἰ δὲ καὶ ἐκ τούτων, οὐδὲν κωλύει καὶ ὡς ποιὰ εἶναι. τὸ δὲ κοῦφον καὶ βαρὺ γνωσθὲν δηλώσει, ὅπου δεῖ αὐτὰ θεῖναι. εἴη δ̓ ἂν καὶ ὁμωνυμία περὶ τὸ κοῦφον, εἰ μὴ τῷ σταθμῷ λέγοιτο τοῦ πλείονος καὶ ἐλάττονος, ἐν καὶ τὸ ἰσχνὸν καὶ τὸ λεπτόν, ἐν ἄλλῳ εἴδει παρὰ τὰ τέτταρα.
§1.12 ἀλλ̓ εἰ μὴ οὕτω τις ἀξιώσειε τὸ ποιὸν διαιρεῖν, τίνι ἂν διέλοι; ἐπισκεπτέον οὖν, εἰ δεῖ τὰς μὲν σώματος λέγοντα, τὰς δὲ ψυχῆς, τοῦ δὲ σώματος μερίζειν κατὰ τὰς αἰσθήσεις, τὰς μὲν ὄψει λέγοντα, τὰς δ̓ ἀκοῇ γεύσει, ἄλλας ὀσφρήσει ἁφῇ. τὰς δὲ τῆς ψυχῆς πῶς; ἐπιθυμητικοῦ, θυμοειδοῦς, λογιστικοῦ. ταῖς διαφοραῖς τῶν ἐνεργειῶν, αἳ γίνονται κατ̓ αὐτάς, ὅτι γεννητικαὶ αὗται τούτων. τῷ ὠφελίμῳ καὶ βλαβερῷ: καὶ πάλιν διαιρετέον τὰς ὠφελείας καὶ τὰς βλάβας. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν σωματικῶν τῷ ποιεῖν διάφορα τῷ ὠφελίμῳ καὶ βλαβερῷ: οἰκεῖαι γὰρ διαφοραὶ ποιότητος. γὰρ δοκεῖ ὠφέλεια καὶ τὸ βλάβος ἀπὸ τῆς ποιότητος καὶ ποιοῦ ζητητέον τρόπον ἄλλον. ἐπισκεπτέον δέ, πῶς καὶ ποιὸς κατὰ τὴν ποιότητα ἐν τῇ αὐτῇ ἔσται: οὐ γὰρ δὴ ἓν γένος ἀμφοῖν: καὶ εἰ πυκτικὸς ἐν ποιότητι, πῶς οὐ καὶ ποιητικός; καὶ εἰ τοῦτο, καὶ τὸ ποιητικόν: ὥστε οὐδὲν δεῖ εἰς τὸ πρός τι τὸ ποιητικὸν οὐδ̓ αὖ τὸ παθητικόν, εἰ παθητικὸς ποιός. καὶ ἴσως βέλτιον ἐνταῦθα ποιητικός, εἰ κατὰ δύναμιν λέγεται: δὲ δύναμις ποιότης: εἰ δὲ κατ̓ οὐσίαν δύναμις, δύναμις, οὐδ̓ οὕτω πρός τι οὐδὲ ποιὸν ἔτι. οὐδὲ γὰρ ὡς τὸ μεῖζον τὸ ποιητικόν: τὸ γὰρ μεῖζον τὴν ὑπόστασιν, καθ̓ μεῖζον, πρὸς τὸ ἔλαττον, τὸ δὲ ποιητικὸν τῷ τοιόνδε εἶναι ἤδη. ἀλλ̓ ἴσως κατὰ μὲν τὸ τοιόνδε ποιόν, δὲ δύναται εἰς ἄλλο ποιητικὸν λεγόμενον πρός τι. διὰ τί οὖν οὐ καὶ πυκτικὸς πρός τι, καὶ πυκτικὴ αὐτή; πρὸς ἄλλο γὰρ ὅλως πυκτική: καὶ γὰρ οὐδὲν αὐτῆς θεώρημα, μὴ πρὸς ἄλλο. καὶ περὶ τῶν ἄλλων δὲ τεχνῶν τῶν πλείστων ἐπισκεπτέον καὶ λεκτέον ἴσως: μὲν διατιθεῖσι τὴν ψυχήν, ποιότητες, δὲ ποιοῦσι, ποιητικαὶ καὶ κατὰ τοῦτο πρὸς ἄλλο καὶ πρός τι: ἐπεὶ καὶ ἄλλον τρόπον πρός τι, καθ̓ ἕξεις λέγονται. ἆῤ οὖν ἄλλη τις ὑπόστασις κατὰ τὸ ποιητικὸν τοῦ ποιητικοῦ οὐκ ἄλλου τινὸς ὄντος καθ̓ ὅσον ποιόν; τάχα μὲν γὰρ ἄν τις ἐπὶ τῶν ἐμψύχων καὶ ἔτι μᾶλλον ἐπὶ τῶν προαίρεσιν ἐχόντων τῷ νενευκέναι πρὸς τὸ ποιεῖν ὑπόστασιν εἶναι καὶ κατὰ τὸ ποιητικόν: ἐπὶ δὲ τῶν ἀψύχων δυνάμεων, ἃς ποιότητας εἴπομεν, τί τὸ ποιητικόν; ὅταν συντύχῃ αὐτῷ ἄλλο, ἀπέλαυσε καὶ μετέλαβε παῤ ἐκείνου οὗ ἔχει. εἰ δὲ τὸ αὐτὸ καὶ ποιεῖ εἰς ἄλλο καὶ πάσχει, πῶς ἔτι τὸ ποιητικόν; ἐπεὶ καὶ τὸ μεῖζον τρίπηχυ ὂν καθ̓ αὑτὸ καὶ μεῖζον καὶ ἔλαττον ἐν τῇ συντυχίᾳ τῇ πρὸς ἄλλο. ἀλλ̓ ἐρεῖ τις τὸ μεῖζον καὶ ἔλαττον μεταλήψει μεγέθους καὶ σμικρότητος: καὶ τοῦτο μεταλήψει ποιητικοῦ καὶ παθητικοῦ. ζητητέον δὲ καὶ ἐνταῦθα καὶ εἰ αἱ τῇδε ποιότητες καὶ αἱ ἐκεῖ ὑφ̓ ἕν: τοῦτο δὲ πρὸς τοὺς τιθεμένους κἀκεῖ. κἂν μὴ εἴδη τις διδῷ, ἀλλὰ νοῦν λέγων εἰ ἕξιν λέγοι, εἰ κοινόν τι ἐπ̓ ἐκείνης καὶ ταύτης τῆς ἕξεως. καὶ σοφία δὲ συγχωρεῖται. εἰ ὁμώνυμος πρὸς τὴν ἐνταῦθα, οὐκ ἠρίθμηται δηλονότι ἐν τούτοις: εἰ δὲ συνωνύμως, ἔσται τὸ ποιὸν κοινὸν ἐνταῦθα κἀκεῖ, εἰ μή τις τὰ ἐκεῖ λέγοι πάντα οὐσίας: καὶ τὸ νοεῖν τοίνυν. ἀλλὰ τοῦτο κοινὸν καὶ πρὸς τὰς ἄλλας κατηγορίας, εἰ τὸ διττὸν ὧδε κἀκεῖ, ὑφ̓ ἓν ἄμφω.
§1.13 περὶ δὲ τοῦ ποτὲ ὧδε ἐπισκεπτέον: εἰ τὸ χθὲς καὶ αὔριον καὶ πέρυσι καὶ τὰ τοιαῦτα μέρη χρόνου, διὰ τί οὐκ ἐν τῷ αὐτῷ ἔσται καὶ ταῦτα, ἐν ᾧπερ καὶ χρόνος; ἐπεὶ καὶ τὸ ἦν καὶ τὸ ἔστι καὶ τὸ ἔσται, εἴδη ὄντα χρόνου, δίκαιον δήπου ἐν χρόνος τετάχθαι. λέγεται δὲ τοῦ ποσοῦ χρόνος: ὥστε τί δεῖ κατηγορίας ἄλλης; εἰ δὲ λέγοιεν, ὡς οὐ μόνον χρόνος τὸ ἦν καὶ ἔσται, καὶ τὸ χθὲς καὶ τὸ πέρυσι, τὰ ὑπὸ τὸ ἦνὑποβεβλῆσθαι γὰρ δεῖ ταῦτα τῷ ἦνἀλλ̓ οὐ νῦν μόνον χρόνος, ἀλλὰ ποτὲ χρόνος, πρῶτον μὲν ἔσται, εἰ τὸ ποτὲ χρόνος, χρόνος: ἔπειτα, εἰ χρόνος παρεληλυθὼς τὸ χθές, σύνθετόν τι ἔσται, εἰ ἕτερον τὸ παρεληλυθὸς καὶ ἕτερον χρόνος: δύο οὖν κατηγορίαι καὶ οὐχ ἁπλοῦν. εἰ δὲ τὸ ἐν χρόνῳ φήσουσι τὸ ποτὲ εἶναι, ἀλλ̓ οὐ χρόνον, τοῦτο τὸ ἐν χρόνῳ εἰ μὲν τὸ πρᾶγμα λέγουσιν, οἷον Σωκράτης ὅτι πέρυσιν ἦν, μὲν Σωκράτης ἔξωθεν ἂν εἴη, καὶ οὐχ ἕν τι λέγουσιν. ἀλλὰ Σωκράτης πρᾶξις ἐν τούτῳ τῷ χρόνῳ τί ἂν εἴη ἐν μέρει τοῦ χρόνου; εἰ δ̓ ὅτι μέρος χρόνου λέγουσι, καὶ καθ̓ τι μέρος ἀξιοῦσι μὴ χρόνον ἁπλῶς τι λέγειν, ἀλλὰ μέρος χρόνου παρεληλυθός, πλείω ποιοῦσι, καὶ τὸ μέρος μέρος πρός τι ὂν προσλαμβάνουσι καὶ τὸ παρεληλυθὸς ἐγκείμενόν τι αὐτοῖς ἔσται τὸ αὐτὸ τῷ ἦν, ἦν εἶδος χρόνου. ἀλλ̓ εἰ τῷ ἀόριστον μὲν εἶναι τὸ ἦν, τὸ δὲ χθὲς καὶ τὸ πέρυσιν ὡρίσθαι, πρῶτον μὲν τὸ ἦν που τάξομεν: ἔπειτα τὸ χθὲς ἔσται ἦν ὡρισμένον: ὥστε ἔσται ὡρισμένος χρόνος τὸ χθές. τοῦτο δὲ ποσός τις χρόνος: ὥστε, εἰ χρόνος ποσόν, ποσὸν ὡρισμένον ἕκαστον τούτων ἔσται. εἰ δέ, ὅταν λέγωσι χθές, τοῦτο λέγουσιν, ὡς ἐν χρόνῳ παρεληλυθότι ὡρισμένῳ γέγονε τόδε, ἔτι πλείω καὶ μᾶλλον λέγουσιν: ἔπειτα, εἰ δεῖ ἐπεισάγειν ἄλλας κατηγορίας τῷ ἕτερον ἐν ἑτέρῳ ποιεῖν, ὡς ἐνταῦθα τὸ ἐν χρόνῳ, ἄλλας πολλὰς ἀνευρήσομεν ἀπὸ τοῦ ποιεῖν ἄλλο ἐν ἄλλῳ. λεχθήσεται δὲ σαφέστερον ἐν τοῖς ἑξῆς τοῖς περὶ τοῦ ποῦ.
§1.14–1.29
§1.14 ʽτ̔ δὲ ποῦ οἷον ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ μὲν οὖν Ἀκαδημία καὶ τὸ Λύκειον πάντως τόποι καὶ μέρη τόπου, ὥσπερ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ὡδὶ εἴδη μέρη: διαφέρει δέ, ὅτι ἀφωρισμένως μᾶλλον. εἰ οὖν τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ μέσον τόποι, οἷον Δελφοὶ τὸ μέσον, καὶ τὸ παρὰ τὸ μέσον, οἷον Ἀθῆναι καὶ Λύκειον δὴ καὶ τὰ ἄλλα, τί δεῖ ἔτι παρὰ τὸν τόπον ζητεῖν ἡμᾶς καὶ ταῦτα λέγοντας τόπον ἐφ̓ ἑκάστου τούτων σημαίνειν; εἰ δὲ ἄλλο ἐν ἄλλῳ λέγομεν, οὐχ ἓν λέγομεν οὐδὲ ἁπλοῦν λέγομεν. ἔπειτα, εἰ τοῦτον ἐνταῦθα λέγομεν, σχέσιν τινὰ γεννῶμεν τοῦδε ἐν τῷδε καὶ τοῦ δεξαμένου πρὸς ἐδέξατο: διὰ τί οὖν οὐ πρός τι, εἰ ἐκ τῆς ἑκατέρου πρὸς ἑκάτερον σχέσεως ἀπεγεννήθη τι; εἶτα τί διαφέρει τὸ ὧδε τοῦ Ἀθήνησιν; ἀλλὰ τὸ ὧδε τὸ δεικτικὸν τόπον φήσουσι σημαίνειν: ὥστε καὶ τὸ Ἀθήνησιν: ὥστε τοῦ τόπου τὸ Ἀθήνησιν. εἶτα, εἰ τὸ Ἀθήνησι τοῦτ̓ ἔστι τὸ ἐν Ἀθήναις ἐστί, πρὸς τῷ τόπῳ καὶ τὸ ἔστι προσκατηγορεῖται: δεῖ δὲ οὔ: ὥσπερ οὐδὲ τὸ ποιότης ἐστίν, ἀλλὰ τὸ ποιότης μόνον. πρὸς δὲ τούτοις, εἰ δεῖ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην κατηγορίαν ποιήσει; καὶ τὸ ἐν ὕλῃ ἄλλο, καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλο, καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ ὅλον ἐν μέρεσι, καὶ γένος ἐν εἴδεσι καὶ εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους αἱ κατηγορίαι ἔσονται.
§1.15 ἐν δὲ τῷ ποιεῖν λεγομένῳ τάδ̓ ἄν τις ἐπισκέψαιτο. λέγεται γάρ, ὡς, ἐπεὶ μετὰ τὴν οὐσίαν τὰ περὶ τὴν οὐσίαν ἦν ποσότης καὶ ἀριθμός, τὸ ποσὸν γένος ἕτερον ἦν καὶ ποιότητος οὔσης περὶ αὐτὴν ἄλλο γένος τὸ ποιόν, οὕτω καὶ ποιήσεως οὔσης ἄλλο γένος τὸ ποιεῖν. ἆῤ οὖν τὸ ποιεῖν ποίησις, ἀφ̓ ἧς τὸ ποιεῖν, ὥσπερ καὶ ποιότης, ἀφ̓ ἧς τὸ ποιόν; ἐνταῦθα ποίησις, ποιεῖν, ποιῶν εἰς ἓν ληπτέα. ἐμφαίνει δὲ μᾶλλον τὸ ποιεῖν καὶ τὸν ποιοῦντα, δὲ ποίησις οὔ: καὶ τὸ ποιεῖν ἐν ποιήσει εἶναί τινι: τοῦτο δὲ ἐνεργείᾳ: ὥστε ἐνέργειαν μᾶλλον εἶναι τὴν κατηγορίαν, περὶ τὴν οὐσίαν λέγεται θεωρεῖσθαι, ὡς ἐκεῖ ποιότης, καὶ αὐτὴ περὶ τὴν οὐσίαν ὥσπερ κίνησις, καὶ ἓν γένος κίνησις τῶν ὄντων. διὰ τί γὰρ ποιότης μὲν ἕν τι περὶ τὴν οὐσίαν, καὶ ποσότης ἕν τι, καὶ πρός τι διὰ τήν σχέσιν ἄλλου πρὸς ἄλλο, κινήσεως δὲ περὶ τὴν οὐσίαν οὔσης οὐκ ἔσται τι καὶ κίνησις ἓν γένος;
§1.16 εἰ δέ τις λέγοι τὴν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι, οὐδὲν ἐκώλυε τὴν μὲν ἐνέργειαν προτάττειν, εἶδος δὲ τὴν κίνησιν ὡς ἀτελῆ οὖσαν ὑποβάλλειν, κατηγοροῦντά γε αὐτῆς τὴν ἐνέργειαν, προστιθέντα δὲ τὸ ἀτελές. τὸ γὰρ ἀτελὲς λέγεται περὶ αὐτῆς, οὐχ ὅτι οὐδὲ ἐνέργεια, ἀλλὰ ἐνέργεια μὲν πάντως, ἔχει δὲ καὶ τὸ πάλιν: καὶ τὸ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν: ἔστι γὰρ ἤδη: ἀλλ̓ ἵνα ἐργάσηταί τι, ἕτερόν ἐστι μετ̓ αὐτήν: καὶ οὐκ αὐτὴ τελειοῦται τότε, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο: οἷον βάδισις ἐξ ἀρχῆς βάδισις ἦν. εἰ δὲ ἔδει στάδιον διανύσαι, οὔπω δὲ ἦν διανύσας, τὸ ἐλλεῖπον οὐ τῆς βαδίσεως οὐδὲ τῆς κινήσεως ἦν, ἀλλὰ τῆς ποσῆς βαδίσεως: βάδισις δὲ ἦν καὶ ὁποσηοῦν καὶ κίνησις ἤδη: γοῦν κινούμενος ἤδη κεκίνηται, καὶ τέμνων ἤδη ἔτεμε. καὶ ὡς λεγομένη ἐνέργεια οὐ δεῖται χρόνου, οὕτως οὐδ̓ κίνησις, ἀλλ̓ εἰς τοσοῦτον κίνησις: καὶ εἰ ἐν ἀχρόνῳ ʽ??ʼ ἐνέργεια, καὶ κίνησις ὅλως κίνησις. εἰ δ̓ ὅτι τὸ συνεχὲς προσλαβοῦσα πάντως ἐν χρόνῳ, καὶ ὅρασις μὴ διαλείπουσα τὸ ὁρᾶν ἐν συνεχείᾳ ἂν εἴη καὶ ἐν χρόνῳ. μαρτυρεῖ δὲ τούτῳ καὶ ἀναλογία λέγουσα ἀεὶ οἷόν τε εἶναι λαμβάνειν ἡστινοσοῦν κινήσεως καὶ μὴ εἶναι μήτε τοῦ χρόνου ἀρχὴν ἐν καὶ ἀφ̓ οὗ ἤρξατο μήτε αὐτῆς ἀρχὴν τῆς κινήσεως, ἀλλ̓ εἶναι αὐτὴν διαιρεῖν ἐπὶ τὸ ἄνω: ὥστε ἐξ ἀπείρου συμβαίνοι ἂν τοῦ χρόνου κεκινῆσθαι τὴν ἄρτι ἀρξαμένην καὶ αὐτὴν ἄπειρον εἰς τὸ ἀρξάμενον εἶναι. τοῦτο γὰρ συμβαίνει διὰ τὸ χωρίζειν ἐνέργειαν κινήσεως καὶ τὴν μὲν ἐν ἀχρόνῳ φάσκειν γενέσθαι, τὴν δὲ χρόνου δεῖσθαι λέγειν μὴ τὴν ποσὴν μόνον, ἀλλ̓ ὅλως τὴν φύσιν αὐτῆς ἀναγκάζεσθαι ποσὴν λέγειν καίτοι ὁμολογοῦντας καὶ αὐτοὺς κατὰ συμβεβηκὸς τὸ ποσὸν αὐτῇ παρεῖναι, εἰ ἡμερησία εἴη ὁποσουοῦν χρόνου. ὥσπερ οὖν ἐνέργεια ἐν ἀχρόνῳ, οὕτως οὐδὲν κωλύει καὶ κίνησιν ἦρχθαι ἐν ἀχρόνῳ, δὲ χρόνος τῷ τοσήνδε γεγονέναι: ἐπεὶ καὶ μεταβολαὶ ἐν ἀχρόνῳ ὁμολογοῦνται γίγνεσθαι ἐν τῷ λέγεσθαι ʽὥσπερ οὐ καὶ ἀθρόας γινομένης μεταβολῆσ̓. εἰ οὖν μεταβολή, διὰ τί οὐχὶ καὶ κίνησις; εἴληπται δὲ μεταβολὴ οὐκ ἐν τῷ μεταβεβληκέναι: οὐ γὰρ τῆς ἐν τῷ μεταβεβληκέναι ἐδεῖτο.
§1.17 εἰ δέ τις λέγοι μήτε τὴν ἐνέργειαν μήτε τὴν κίνησιν γένους δεῖσθαι καθ̓ αὑτά, ἀλλ̓ εἰς τὸ πρός τι ἀνάγειν τῷ τὴν μὲν ἐνέργειαν τοῦ δυνάμει εἶναι ἐνεργητικοῦ, τὴν δὲ κίνησιν τοῦ δυνάμει κινητικοῦ, λεκτέον, ὡς τὰ μὲν πρός τι αὐτὴ σχέσις ἐγέννα, ἀλλ̓ οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι: ὅταν δὲ τις ὑπόστασις, κἂν ἑτέρου κἂν πρὸς ἕτερον, τήν γε πρὸ τοῦ πρός τι εἴληχε φύσιν. αὕτη τοίνυν ἐνέργεια καὶ κίνησις καὶ ἕξις δὲ ἑτέρου οὖσα οὐκ ἀφῄρηται τοῦ πρὸ τοῦ πρός τι εἶναί τε καὶ νοεῖσθαι καθ̓ αὑτά: οὕτω πάντα ἔσται πρός τι: πάντως γὰρ ἔχει ὁτιοῦν σχέσιν πρὸς ὁτιοῦν, ὡς καὶ ἐπὶ τῆς ψυχῆς: αὐτή τε ποίησις καὶ τὸ ποιεῖν διὰ τί εἰς τὸ πρός τι οὐκ ἀναχθήσεται; γὰρ κίνησις ἐνέργεια πάντως ἔσται. εἰ δὲ τὴν μὲν ποίησιν εἰς τὸ πρός τι ἀνάξουσι, τὸ δὲ ποιεῖν ἓν γένος θήσονται, διὰ τί οὐ καὶ τὴν μὲν κίνησιν εἰς τὸ πρός τι, τὸ δὲ κινεῖσθαι ἕν τι γένος θήσονται, καὶ διαιρήσονται τὸ κινεῖσθαι ὡς ἓν διχῇ ἐν εἴδεσι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, ἀλλ̓ οὐχ ὡς νῦν τὸ μὲν ποιεῖν λέγουσι, τὸ δέ πάσχειν;
§1.18 ἐπισκεπτέον δέ, εἰ ἐν τῷ ποιεῖν τὰς μὲν ἐνεργείας φήσουσι, τὰς δὲ κινήσεις, τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ κινήσεις, οἷον τὸ τέμνειν: ἐν χρόνῳ γὰρ τὸ τέμνειν: πάσας κινήσεις μετὰ κινήσεως, καὶ εἰ πάσας πρὸς τὸ πάσχειν τὰς ποιήσεις τινας καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς μὲν πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς δὲ ἀπολύτους ἐνεργείας, ἐν ἑκατέροις ἑκάτερον. τὸ γοῦν βαδίζειν ἀπολελυμένον ὂν κίνησιν ἂν εἴποιεν, τὸ δὲ νοεῖν οὐκ ἔχον τὸ πάσχον καὶ αὐτὸ ἐνέργειαν, οἶμαι: οὐδὲ ποιεῖν φατέον τὸ νοεῖν καὶ τὸ βαδίζειν. ἀλλ̓ εἰ μὴ ἐν τῷ ποιεῖν ταῦτα, ποῦ λεκτέον. τάχα δὲ τὸ νοεῖν πρὸς τὸ νοητόν, ὥσπερ τὴν νόησιν: καὶ γὰρ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν. ἀλλ̓ εἰ κἀκεῖ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν, διὰ τί αὐτὸ τὸ αἰσθάνεσθαι οὐκέτι πρὸς τὸ αἰσθητόν; καὶ αἴσθησις δὲ πρὸς ἕτερον σχέσιν μὲν ἔχει πρὸς ἐκεῖνο, ἔχει δέ τι παρὰ τὴν σχέσιν, τὸ ἐνέργεια πάθος εἶναι. εἰ οὖν τὸ πάθος παρὰ τό τινος εἶναι καὶ ὑπό τινος, ἔστι τι ἕτερον καὶ ἐνέργεια. δὲ δὴ βάδισις ἔχουσα καὶ αὐτὴ τό τινος εἶναι ʽκαὶ ποδῶν εἶναἰ καὶ ὑπό τινος ἔχει τὸ κίνησις εἶναι. ἔχοι ἂν οὖν καὶ νόησις παρὰ τὸ πρός τι τὸ κίνησις εἶναι ἐνέργεια.
§1.19 ἐπισκεπτέον δέ, εἰ καί τινες ἐνέργειαι δόξουσιν ἀτελεῖς εἶναι μὴ προσλαβοῦσαι χρόνον, ὥστε εἰς ταὐτὸν ταῖς κινήσεσιν ἐλθεῖν, οἷον τὸ ζῆν καὶ ζωή. ἐν χρόνῳ γὰρ τελείῳ τὸ ζῆν ἑκάστου καὶ εὐδαιμονία ἐνέργεια οὐκ ἐν ἀμερεῖ, ἀλλὰ οἷον ἀξιοῦσι καὶ τὴν κίνησιν εἶναι: ὥστε κινήσεις ἄμφω λεκτέον καὶ ἕν τι τὴν κίνησιν καὶ γένος ἕν, θεωροῦντας παρὰ τὸ ποσὸν τὸ ἐν τῇ οὐσίᾳ καὶ τὸ ποιὸν καὶ κίνησιν οὖσαν περὶ αὐτήν: καί, εἰ βούλει, τὰς μὲν σωματικάς, τὰς δὲ ψυχικάς, τὰς μὲν παῤ αὐτῶν, τὰς δὲ ὑπ̓ ἄλλων εἰς αὐτά, τὰς μὲν ἐξ αὐτῶν, τὰς δὲ ἐξ ἄλλων, καὶ τὰς μὲν ἐξ αὐτῶν ποιήσεις εἴτε εἰς ἄλλα εἴτε ἀπολελυμένας, τὰς δὲ ἐξ ἄλλων πείσεις. καίτοι καὶ αἱ εἰς ἄλλα κινήσεις αἱ αὐταὶ ταῖς ἐξ ἄλλων: γὰρ τμῆσις, τε παρὰ τοῦ τέμνοντος τε ἐν τῷ τεμνομένῳ, μία, ἀλλὰ τὸ τέμνειν ἕτερον καὶ τὸ τέμνεσθαι. τάχα δὲ οὐδὲ μία τμῆσις ἀπὸ τοῦ τέμνοντος καὶ ἐν τῷ τεμνομένῳ, ἀλλ̓ ἔστι τὸ τέμνειν τὸ ἐκ τῆς τοιᾶσδε ἐνεργείας καὶ κινήσεως ἑτέραν ἐν τῷ τεμνομένῳ διάδοχον κίνησιν γίγνεσθαι. ἴσως οὐ κατ̓ αὐτὸ τὸ τέμνεσθαι τὸ διάφορον, ἀλλὰ κατ̓ ἄλλο τὸ ἐπιγιγνόμενον κίνημα, οἷον τὸ ἀλγεῖν: καὶ γὰρ τὸ πάσχειν ἐν τούτῳ. τί οὖν, εἰ μή τι ἀλγεῖ; τί ἄλλο ἐνέργεια τοῦ ποιοῦντος ἐν τῷδε οὖσα; οὕτω γὰρ καὶ τὸ οὕτω λεγόμενον ποιεῖν, καὶ διττὸν οὕτως εἶναι τὸ ποιεῖν, τὸ μὲν μὴ ἐν ἄλλῳ, τὸ δὲ ἐν ἄλλῳ συνιστάμενον: καὶ οὐκέτι τὸ μὲν ποιεῖν, τὸ δὲ πάσχειν, ἀλλὰ τὸ ποιεῖν ἐν ἄλλῳ πεποίηκε δύο νομίζειν εἶναι, τὸ μὲν ποιεῖν, τὸ δὲ πάσχειν: οἷον καὶ τὸ γράφειν, καίτοι ὂν ἐν ἄλλῳ, οὐκ ἐπιζητεῖ τὸ πάσχειν, ὅτι μὴ ἄλλο τι ἐν τῷ γραμματείῳ ποιεῖ παρὰ τὴν ἐνέργειαν τοῦ γράφοντος οἷον τὸ ἀλγεῖν. εἰ δέ τις λέγοι γεγράφθαι, οὐ τὸ πάσχειν λέγει. καὶ ἐπὶ τοῦ βαδίζειν, καίτοι οὔσης γῆς ἐφ̓ ἧς, οὐ προσποιεῖται τὸ πεπονθέναι. ἀλλ̓ ὅταν ἐπὶ σώματος ζῴου βαίνῃ, τὸ πάσχειν ἐπινοεῖ, ἐπιγίγνεται, ἄλγημα συλλογιζόμενος, οὐ τὸ βαδίζειν: ἐπενόησεν ἂν καὶ πρότερον. οὕτω καὶ ἐπὶ πάντων κατὰ μὲν τὸ ποιεῖν ἓν λεκτέον μετὰ τοῦ λεγομένου πάσχειν, τοῦ ἀντιθέτου. δὲ πάσχειν λέγεται, τὸ γενόμενον ὕστερον, οὐ τὸ ἀντίθετον, οἷον τῷ καίειν τὸ καίεσθαι: ἀλλὰ τὸ ἐκ τοῦ καίειν καὶ καίεσθαι ἑνὸς ὄντος, τὸ ἐπ̓ αὐτῷ γιγνόμενον ἄλγημα τι ἄλλο, οἷον μαραίνεσθαι. τί οὖν, εἴ τις αὐτὸ τοῦτο ἐργάζοιτο, ὥστε λυπεῖν, οὐχ μὲν ποιεῖ, δὲ πάσχει, καὶ ἐκ μιᾶς ἐνεργείας τὰ δύο; ἐν τῇ ἐνεργείᾳ οὐκέτι τὸ τῆς βουλήσεως τοῦ λυπεῖν, ἀλλὰ ποιεῖ τι ἕτερον, δἰ οὗ λυπεῖ, ἐν τῷ λυπησομένῳ γενόμενον ἓν ὂν καὶ ταὐτὸν πεποίηκεν ἄλλο, τὸ λυπεῖσθαι. τί οὖν; αὐτὸ τὸ ἓν γενόμενον, πρὶν καὶ λύπην ποιῆσαι, ὅλως λύπην οὐκ ἐμποιοῦν, οὐ πάθος ἐστὶ τοῦ εἰς ὅν, οἷον τὸ ἀκοῦσαι; οὐ πάθος τὸ ἀκοῦσαι οὐδ̓ ὅλως τὸ αἰσθάνεσθαι, ἀλλὰ τὸ λυπηθῆναί ἐστι γενέσθαι ἐν πάθει, μὴ ἀντίθετον τῷ ποιῆσαι.
§1.20 ἀλλ̓ ἔστω μὴ ἀντίθετον: ὅμως δὲ ἕτερον ὂν τοῦ ποιεῖν οὐκ ἐν τῷ αὐτῷ γένει τῇ ποιήσει. , εἰ κίνησις ἄμφω, ἔν τῷ αὐτῷ, οἷον ἀλλοίωσις κίνησις κατὰ τὸ ποιόν. ἆῤ οὖν, ὅταν μὲν ἀπὸ τοῦ ποιοῦ ἴῃ ἀλλοίωσις, ποίησις καὶ τὸ ποιεῖν ἀπαθοῦς αὐτοῦ ὄντος; ἐὰν μὲν ἀπαθὴς , ἐν τῷ ποιεῖν ἔσται, ἐὰν δὲ ἐνεργοῦν εἰς ἄλλο, οἷον τύπτον, καὶ πάσχῃ, οὐκέτι ποιεῖ. οὐδὲν κωλύει ποιοῦντα καὶ πάσχειν. εἰ οὖν κατ̓ αὐτὸ τὸ πάσχειν, οἷον τὸ τρίβειν, διὰ τί ποιεῖν μᾶλλον πάσχειν; , ὅτι ἀντιτρίβεται, καὶ πάσχει. ἆῤ οὖν, ὅτι ἀντικινεῖται, καὶ δύο κινήσεις φήσομεν περὶ αὐτόν; καὶ πῶς δύο; ἀλλὰ μία. καὶ πῶς αὐτὴ καὶ ποίησις καὶ πεῖσις; οὕτω μὲν ποίησις τῷ ἀπ̓ ἄλλου, τῷ εἰς ἄλλον δὲ πεῖσις αὐτὴ οὖσα. ἀλλὰ ἄλλην φήσομεν; καὶ πῶς ἄλλο τι διατίθησι τὸν πάσχοντα ἀλλοιοῦσα καὶ ποιῶν ἀπαθὴς ἐκείνου; πῶς γὰρ ἂν πάθοι ποιεῖ ἐν ἄλλῳ; ἆῤ οὖν τὸ ἐν ἄλλῳ τὴν κίνησιν εἶναι ποιεῖ τὸ πάσχειν, ἦν οὐ πάσχειν κατὰ τὸν ποιοῦντα; ἀλλ̓ εἰ τὸ μὲν λευκαίνει λόγος τοῦ κύκνου, δὲ λευκαίνεται γιγνόμενος κύκνος, πάσχειν φήσομεν ἰόντα εἰς οὐσίαν; εἰ δὲ καὶ ὕστερον λευκαίνοιτο γενόμενος, καὶ εἰ τὸ μὲν αὔξοι, τὸ δὲ αὔξοιτο, τὸ αὐξανόμενον πάσχειν; μόνον ἐν τῷ ποιῷ τὴν πεῖσιν; ἀλλ̓ εἰ τὸ μὲν καλὸν ποιοῖ, τὸ δὲ καλλύνοιτο, τὸ καλλυνόμενον πάσχειν; εἰ οὖν τὸ καλλῦνον χεῖρον γίγνοιτο καὶ ἀφανίζοιτο, οἷον καττίτερος, τὸ δὲ βέλτιον γίγνοιτο, χαλκός, πάσχειν τὸν χαλκὸν φήσομεν, τὸν δὲ ποιεῖν; τὸν δὲ μανθάνοντα πῶς πάσχειν τῆς τοῦ ποιοῦντος ἐνεργείας εἰς αὐτὸν ἰούσης; πάθησις πῶς ἂν εἴη μία γε οὖσα; ἀλλ̓ αὐτὴ μὲν οὐ πάθησις, δὲ ἔχων πάσχων ἔσται, τοῦ πάσχειν τινὸς λαμβανομένου: οὐδὲ γὰρ τῷ μὴ ἐνηργηκέναι αὐτόν: οὐ γὰρ τὸ μανθάνειν, ὥσπερ τὸ πληγῆναι, ἐν ἀντιλήψἑ??ʼ ὂν καὶ γνωρίσει, ὥσπερ οὐδὲ τὸ ὁρᾶν.
§1.21 τίνι οὖν γνωριοῦμεν τὸ πάσχειν; οὐ γὰρ δὴ τῇ ἐνεργείᾳ τῇ παῤ ἄλλου, εἰ τὴν ἐνέργειαν παραδεξάμενος αὑτοῦ ἐποιήσατο διαδεξάμενος. ἀλλ̓ ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον; τί οὖν, εἰ κάλλιον γίγνοιτο, δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; εἰ κατὰ κακίαν ἐνεργοῖ τις καὶ ἄρχοι εἰς ἄλλον ἀκολάστως; οὐδὲν κωλύει ἐνέργειαν εἶναι φαύλην καὶ πεῖσιν καλήν. τίνι οὖν διοριοῦμεν; ἆρα τῷ τὸ μὲν εἰς ἄλλον παῤ αὑτοῦ, τὸ δὲ ἀφ̓ ἑτέρου ἐν ἄλλῳ; τί οὖν, εἰ ἐξ αὑτοῦ μέν, μὴ εἰς ἄλλον δέ, οἷον τὸ νοεῖν, τὸ δοξάζειν; τὸ δὲ θερμανθῆναι παῤ αὑτοῦ διανοηθέντος θυμωθέντος ἐκ δόξης μηδενὸς ἔξωθεν προσελθόντος. τὸ μὲν ποιεῖν, εἴτε ἐν αὐτῷ εἴτε εἰς ἄλλο τι ὄν, κίνημα ἐξ αὑτοῦ. οὖν ἐπιθυμία τί καὶ πᾶσα ὄρεξις; ὄρεξις κινεῖται ἀπὸ τοῦ ὀρεκτοῦ, εἰ μή τις μὴ προσποιοῖ τὸ ἀφ̓ οὗ κεκίνηται, ὅτι δὲ μετ̓ ἐκεῖνο ἐγήγερται. τί οὖν διαφέρει τοῦ πεπλῆχθαι ὠσθέντα κατενεχθῆναι; ἀλλ̓ ἆρα διαιρετέον τὰς ὀρέξεις λέγοντα τὰς μὲν ποιήσεις, ὅσαι νῷ ἑπόμεναι, τὰς δὲ ὁλκὰς οὔσας πείσεις, τὸ δὲ πάσχειν οὐ τῷ παῤ ἑτέρου παῤ ἑαυτοῦἀπείη γὰρ ἄν τι ἐν ἑαυτῷἀλλ̓ ὅταν μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομείνῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν, ἥτις ἐξίστησι πρὸς τὸ χεῖρον μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν καὶ τὸ πάσχειν ἔχειν; ἀλλ̓ εἰ τὸ θερμαίνεσθαι θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τῷ μὲν εἰς οὐσίαν συντελοῦν, τῷ δὲ μή, τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν ἔσται. καὶ πῶς οὐ τὸ θερμαίνεσθαι διττόν; τὸ θερμαίνεσθαι, ὅταν εἰς οὐσίαν συντελῇ, καὶ τότε ἄλλου πάσχοντος εἰς οὐσίαν συντελέσει, οἷον θερμαινομένου τοῦ χαλκοῦ καὶ πάσχοντος, δὲ οὐσία ἀνδριάς, ὃς οὐκ αὐτὸς ἐθερμαίνετο, ἀλλ̓ κατὰ συμβεβηκός. εἰ οὖν καλλίων χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι κατὰ τὸ θερμαίνεσθαι, οὐδὲν κωλύει πάσχειν λέγειν: διττὸν γὰρ εἶναι τὸ πάσχειν, τὸ μὲν ἐν τῷ χεῖρον γίγνεσθαι, τὸ δ̓ ἐν τῷ βέλτιον, οὐδέτερον.
§1.22 οὐκοῦν γίγνεται τὸ πάσχειν τῷ ἔχειν ἐν αὑτῷ κίνησιν τὴν κατὰ τὸ ἀλλοιοῦσθαι ὁπωσοῦν: καὶ τὸ ποιεῖν οὖν ἔχειν ἐν αὑτῷ κίνησιν τὴν ἀπόλυτον παῤ αὑτοῦ τὴν τελευτῶσαν εἰς ἄλλο ἀπ̓ αὐτοῦ ὁρμωμένην ἀπὸ τοῦ λεγομένου ποιεῖν. καὶ κίνησις μὲν ἐπ̓ ἀμφοῖν, δὲ διαφορὰ διαιροῦσα τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ μὲν ποιεῖν, καθ̓ ὅσον ποιεῖν, ἀπαθὲς τηροῦσα, τὸ δὲ πάσχειν ἐν τῷ διατίθεσθαι ἑτέρως πρότερον εἶχε, τῆς τοῦ πάσχοντος οὐσίας οὐδὲν εἰς οὐσίαν προσλαμβανούσης, ἀλλὰ ἄλλου ὄντος τοῦ πάσχοντος, ὅταν τις οὐσία γίνηται. γίνεται τοίνυν τὸ αὐτὸ ἐν σχέσει τινὶ ποιεῖν, ἐν ἄλλῃ δὲ πάσχειν. παρὰ μὲν γὰρ τῷδε θεωρούμενον ποιεῖν ἔσται, κίνησις οὖσα αὐτή, παρὰ δὲ τῷδε πάσχειν, ὅτι τάδε οὕτως διατίθεται, ὥστε κινδυνεύειν ἄμφω πρός τι εἶναι, ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν, ʽεἰ μὲν παρὰ τούτῳ, τὸ αὐτὸ ποιεῖν, εἰ δὲ παρὰ τῷδε, πάσχειν̓, καὶ θεωρούμενον ἑκάτερον οὐ καθ̓ αὑτό, ἀλλὰ μετὰ τοῦ ποιοῦντος καὶ πάσχοντος ʽοὗτος κινεῖ καὶ οὗτος κινεῖταἰ καὶ δύο κατηγορίαι ἑκάτερον: καὶ ʽοὗτος δίδωσι τῷδε κίνησιν, οὗτος δὲ λαμβάνεἰ, ὥστε λῆψις καὶ δόσις καὶ πρός τι. εἰ ἔχοι λαβών, ὥσπερ λέγεται ἔχειν χρῶμα, διὰ τί οὐ καὶ ἔχει κίνησιν; καὶ ἀπόλυτος κίνησις, οἷον του βαδίζειν, ἔχει βάδισιν καὶ ἔχει δὲ νόησιν. ἐπισκεπτέον δέ, εἰ τὸ προνοεῖν ποιεῖν, εἰ καὶ τὸ προνοίας τυγχάνειν πάσχειν: εἰς ἄλλο γὰρ καὶ περὶ ἄλλου πρόνοια. οὐδὲ τὸ προνοεῖν ποιεῖν, καὶ εἰ περὶ ἄλλου τὸ νοεῖν, ἐκεῖνο πάσχειν. οὐδὲ τὸ νοεῖν ποιεῖν: οὐ γὰρ εἰς αὐτὸ τὸ νοούμενον, ἀλλὰ περὶ αὐτοῦ: οὐδὲ ποίησις ὅλως οὐδὲ δεῖ πάσας ἐνεργείας ποιήσεις λέγειν οὐδὲ ποιεῖν τι: κατὰ συμβεβηκὸς δὲ ποίησις. τί οὖν; εἰ βαδίζων ἴχνη εἰργάσατο, οὐ λέγομεν πεποιηκέναι; ἀλλ̓ ἐκ τοῦ εἶναι αὐτὸν ἄλλο τι. ποιεῖν κατὰ συμβεβηκὸς καὶ τὴν ἐνέργειαν κατὰ συμβεβηκός, ὅτι μὴ πρὸς τοῦτο ἑώρα: ἐπεὶ καὶ ἐπὶ τῶν ἀψύχων ποιεῖν λέγομεν, οἷον τὸ πῦρ θερμαίνειν καὶ ʽἐνήργησε τὸ φάρμακον̓. ἀλλὰ περὶ μὲν τούτων ἅλις.
§1.23 περὶ δὲ τοῦ ἔχειν, εἰ τὸ ἔχειν πολλαχῶς, διὰ τί οὐ πάντες οἱ τρόποι τοῦ ἔχειν εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσονται; ὥστε καὶ τὸ ποσόν, ὅτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ πατὴρ καὶ τὰ τοιαῦτα, ὅτι ἔχει υἱόν, καὶ υἱός, ὅτι ἔχει πατέρα, καὶ ὅλως κτήματα. εἰ δὲ τὰ μὲν ἄλλα ἐν ἐκείναις, ὅπλα δὲ καὶ ὑποδήματα καὶ τὰ περὶ τὸ σῶμα, πρῶτον μὲν ζητήσειεν ἄν τις, διὰ τί, καὶ διὰ τί ἔχων μὲν αὐτὰ μίαν ἄλλην κατηγορίαν ποιεῖ, καίων δὲ τέμνων κατορύττων ἀποβάλλων οὐκ ἄλλην ἄλλας; εἰ δ̓ ὅτι περίκειται, κἂν ἱμάτιον κέηται ἐπὶ κλίνης, ἄλλη κατηγορία ἔσται, κἂν κεκαλυμμένος τις. εἰ δὲ κατὰ τὴν κάθεξιν αὐτὴν καὶ τὴν ἕξιν, δηλονότι καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸ ἔχειν λεγόμενα καὶ εἰς ἕξιν αὐτά, ὅπου ποτὲ ἕξις, ἀνακτέον: οὐ γὰρ διοίσει κατὰ τὸ ἐχόμενον. εἰ μέντοι ποιότητα ἔχειν οὐ δεῖ λέγειν, ὅτι ἤδη ποιότης εἴρηται, οὐδὲ ποσότητα ἔχειν, ὅτι ποσότης, οὐδὲ μέρη ἔχειν, ὅτι οὐσία εἴρηται: διὰ τί δὲ ὅπλα ἔχειν εἰρημένης οὐσίας, ἐν ταῦτα; οὐσία γὰρ ὑπόδημα καὶ ὅπλα. πῶς δ̓ ὅλως ἁπλοῦν καὶ μιᾶς κατηγορίας ʽὅδε ὅπλα ἔχειτοῦτο γὰρ σημαίνει τὸ ὡπλίσθαι. ἔπειτα πότερον ἐπὶ ζῶντος μόνον κἂν ἀνδριὰς , ὅτῳ ταῦτα; ἄλλως γὰρ ἑκάτερον ἔχειν δοκεῖ καὶ ἴσως ὁμωνύμως: ἐπεὶ καὶ τὸ ἕστηκεν ἐπ̓ ἀμφοῖν οὐ ταὐτόν. ἔτι καὶ τὸ ἐν ὀλίγοις πῶς εὔλογον ἔχειν κατηγορίαν γενικὴν ἄλλην;
§1.24 ἐπὶ δὲ τοῦ κεῖσθαι, ἐν ὀλίγοις καὶ αὐτὸ ὄν ἀνακεῖσθαι, καθῆσθαι: καίτοι οὐ κεῖσθαι ἁπλῶς λεγομένων. ἀλλὰ ʽπὼς κεῖνταἰ καὶ ʽκεῖται ἐν σχήματι τοιῷδἐ. καὶ τὸ μὲν σχῆμα ἄλλο: τοῦ δὲ κεῖσθαι τί ἄλλο σημαίνοντος ʽἐν τόπῳ ἐστίν̓, εἰρημένου τοῦ σχήματος καὶ τοῦ τόπου, τί δεῖ εἰς ἓν δύο κατηγορίας συνάπτειν; ἔπειτα, εἰ μὲν τὸ κάθηται ἐνέργειαν σημαίνει, ἐν ταῖς ἐνεργείαις τακτέον, εἰ δὲ πάθος, ἐν τῷ πεπονθέναι πάσχειν. τὸ δὲ ἀνάκειται τί ἄλλο ἄνω κεῖται, ὥσπερ καὶ τὸ κάτω κεῖται μεταξὺ κεῖται. διὰ τί δὲ ἀνακλ̔??ʼσεως οὔσης ἐν τῷ πρός τι οὐχὶ καὶ ἀνακείμενος ἐκεῖ; ἐπεὶ καὶ τοῦ δεξιοῦ ὄντος ἐκεῖ καὶ δεξιὸς ἐκεῖ καὶ ἀριστερός. ταῦτα μὲν οὖν ἐπὶ τούτων.
§1.25 πρὸς δὲ τοὺς τέτταρας τιθέντας καὶ τετραχῶς διαιροῦντας εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πὼς ἔχοντα καὶ πρός τί πως ἔχοντα, καὶ κοινόν τι ἐπ̓ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει περιλαμβάνοντας τὰ πάντα, ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων ἓν γένος λαμβάνουσι, πολλὰ ἄν τις λέγοι. καὶ γὰρ ὡς ἀσύνετον αὐτοῖς καὶ ἄλογον τὸ τὶ τοῦτο καὶ οὐκ ἐφαρμόττον ἀσωμάτοις καὶ σώμασι: καὶ διαφορὰς οὐ καταλελοίπασιν, αἷς τὸ τὶ διαιρήσουσι: καὶ τὸ τὶ τοῦτο ὂν μὴ ὄν ἐστιν. εἰ μὲν οὖν ὄν, ἕν τι τῶν εἰδῶν ἐστιν: εἰ δὲ μὴ ὄν, ἔστι τὸ ὂν μὴ ὄνκαὶ μυρία ἕτερα. ταῦτα μὲν οὖν ἐν τῷ παρόντι ἐατέον, αὐτὴν δὲ τὴν διαίρεσιν ἐπισκεπτέον. ὑποκείμενα μὲν γὰρ πρῶτα τάξαντες καὶ τὴν ὕλην ἐνταῦθα τῶν ἄλλων προτάξαντες τὴν πρώτην αὐτοῖς δοκοῦσαν ἀρχὴν συντάττουσι τοῖς μετὰ τὴν ἀρχὴν αὐτῶν. καὶ πρῶτον μὲν τὰ πρότερα τοῖς ὑστέροις εἰς ἓν ἄγουσιν, οὐχ οἷόν τε ὂν ἐν γένει τῷ αὐτῷ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον εἶναι. ἐν μὲν γὰρ τοῖς ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τὸ ὕστερον παρὰ τοῦ προτέρου λαμβάνει τὸ εἶναι, ἐν δὲ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τὸ ἴσον εἰς τὸ εἶναι ἕκαστον ἔχει παρὰ τοῦ γένους, εἴπερ τοῦτο δεῖ γένος εἶναι τὸ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορούμενον: ἐπεὶ καὶ αὐτοὶ φήσουσι παρὰ τῆς ὕλης, οἶμαι, τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχειν. ἔπειτα τὸ ὑποκείμενον ἓν ἀριθμοῦντες οὐ τὰ ὄντα ἐξαριθμοῦνται, ἀλλ̓ ἀρχὰς τῶν ὄντων ζητοῦσι: διαφέρει δὲ ἀρχὰς λέγειν καὶ αὐτά. εἰ δὲ ὂν μὲν μόνον τὴν ὕλην φήσουσι, τὰ δ̓ ἄλλα πάθη τῆς ὕλης, οὐκ ἐχρῆν τοῦ ὄντος καὶ τῶν ἄλλων ἕν τι γένος προτάττειν: μᾶλλον δ̓ ἂν βέλτιον αὐτοῖς ἐλέγετο, εἰ τὸ μὲν οὐσίαν, τὰ δ̓ ἄλλα πάθη, καὶ διῃροῦντο ταῦτα. τὸ δὲ καὶ λέγειν τὰ μὲν ὑποκείμενα, τὰ δὲ τὰ ἄλλα, ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ διαφορὰν οὐκ ἔχοντος, ἀλλ̓ τῷ μεμερίσθαι, ὥσπερ ὄγκον εἰς μέρηκαίτοι οὐδὲ μεμερίσθαι τῷ συνεχῆ λέγειν τὴν οὐσίαν βέλτιον λέγειν ἦν τὸ ὑποκείμενον.
§1.26 ὅλως δὲ τὸ προτάττειν ἁπάντων, δυνάμει ἐστίν, ἀλλὰ μὴ ἐνέργειαν πρὸ δυνάμεως τάττειν, παντάπασιν ἀτοπώτατον. οὐδὲ γὰρ ἔστι τὸ δυνάμει εἰς ἐνέργειαν ἐλθεῖν ποτε τάξεως ἀρχὴν ἔχοντος ἐν τοῖς οὖσι τοῦ δυνάμει: οὐ γὰρ δὴ αὐτὸ ἑαυτὸ ἄξει, ἀλλὰ δεῖ πρὸ αὐτοῦ εἶναι τὸ ἐνεργείᾳ καὶ οὐκέτι τοῦτο ἀρχή, , εἰ ἅμα λέγοιεν, ἐν τύχαις θήσονται τὰς ἀρχάς. ἔπειτα, εἰ ἅμα, διὰ τί οὐκ ἐκεῖνο προτάττουσι; καὶ διὰ τί τοῦτο μᾶλλον ὄν, ἀλλ̓ οὐκ ἐκεῖνο; εἰ δὲ ὕστερον ἐκεῖνο, πῶς; οὐ γὰρ δὴ ὕλη τὸ εἶδος γεννᾷ, ἄποιος τὸ ποιόν, οὐδ̓ ἐκ τοῦ δυνάμει ἐνέργεια: ἐνυπῆρχε γὰρ ἂν τὸ ἐνεργείᾳ καὶ οὐχ ἁπλοῦν ἔτι. καὶ θεὸς δεύτερος αὐτοῖς τῆς ὕλης: καὶ γὰρ σῶμα ἐξ ὕλης ὂν καὶ εἴδους. καὶ πόθεν αὐτῷ τὸ εἶδος; εἰ δὲ καὶ ἄνευ τοῦ ὕλην ἔχειν, ἀρχοειδὴς ὢν καὶ λόγος ἀσώματος ἂν εἴη θεὸς καὶ τὸ ποιητικὸν ἀσώματον. εἰ δὲ καὶ ἄνευ τῆς ὕλης ἐστὶ τὴν οὐσίαν σύνθετος, ἅτε σῶμα ὤν, ἄλλην ὕλην τὴν τοῦ θεοῦ εἰσάξουσιν. ἔπειτα πῶς ἀρχὴ ὕλη σῶμα οὖσα; οὐ γὰρ ἔστι σῶμα μὴ οὐ πολλὰ εἶναι: καὶ πᾶν σῶμα ἐξ ὕλης καὶ ποιότητος. εἰ δὲ ἄλλως τοῦτο τὸ σῶμα, ὁμωνύμως λέγουσι σῶμα τὴν ὕλην. εἰ δὲ κοινὸν ἐπὶ σώματος τὸ τριχῇ διάστατον, μαθηματικὸν λέγουσιν: εἰ δὲ μετὰ ἀντιτυπίας τὸ τριχῇ, οὐχ ἓν λέγουσιν. ἔπειτα ἀντιτυπία ποιὸν παρὰ ποιότητος. καὶ πόθεν ἀντιτυπία; πόθεν δὲ τὸ τριχῇ διάστατον, τίς διέστησεν; οὐ γὰρ ἐν τῷ λόγῳ τοῦ τριχῇ διαστάτου ὕλη, οὐδ̓ ἐν τῷ τῆς ὕλης τὸ τριχῇ διάστατον. μετασχοῦσα τοίνυν μεγέθους οὐκέτ̓ ἂν ἁπλοῦν εἴη. ἔπειτα πόθεν ἕνωσις; οὐ γὰρ δὴ αὐτὸ ἕνωσις, ἀλλὰ μετοχῇ ἑνότητος. ἐχρῆν δὴ λογίσασθαι, ὡς οὐκ ἔστι δυνατὸν προτάττειν ἁπάντων ὄγκον, ἀλλὰ τὸ ἄογκον καὶ τὸ ἕν, καὶ ἐκ τοῦ ἑνὸς ἀρξαμένους εἰς τὰ πολλὰ τελευτᾶν καὶ ἐξ ἀμεγέθους εἰς μεγέθη, εἴ γε οὐκ ἔστι πολλὰ εἶναι μὴ ἑνὸς ὄντος, οὐδὲ μέγεθος μὴ ἀμεγέθους: εἴ γε τὸ μέγεθος ἓν οὐ τῷ αὐτὸ ἕν, ἀλλὰ τῷ μετέχειν τοῦ ἓν καὶ κατὰ σύμβασιν. δεῖ τοίνυν εἶναι τὸ πρώτως καὶ κυρίως πρὸ τοῦ κατὰ σύμβασιν: πῶς σύμβασις; καὶ ζητεῖν, τίς τρόπος τῆς συμβάσεως: τάχα γὰρ ἂν εὗρον τὸ μὴ κατὰ συμβεβηκὸς ἕν. λέγω δὲ κατὰ συμβεβηκός, ὅτῳ μὴ αὐτὸ ἕν, ἀλλὰ παῤ ἄλλου.
§1.27 ἐχρῆν δὲ καὶ ἄλλως τηροῦντας τὴν ἀρχὴν τῶν πάντων ἐν τῷ τιμίῳ μὴ τὸ ἄμορφον μηδὲ τὸ παθητὸν μηδὲ τὸ ζωῆς ἄμοιρον καὶ ἀνόητον καὶ σκοτεινὸν καὶ τὸ ἀόριστον τίθεσθαι ἀρχήν, καὶ τούτῳ ἀναφέρειν καὶ τὴν οὐσίαν. γὰρ θεὸς αὐτοῖς εὐπρεπείας ἕνεκεν ἐπεισάγεται παρά τε τῆς ὕλης ἔχων τὸ εἶναι καὶ σύνθετος καὶ ὕστερος, μᾶλλον δὲ ὕλη πως ἔχουσα. ἔπειτα εἰ ὑποκείμενον, ἀνάγκη ἄλλο εἶναι, ποιοῦν εἰς αὐτὴν ἔξω ὂν αὐτῆς παρέχει αὐτὴν ὑποκεῖσθαι τοῖς παῤ αὐτοῦ πεμπομένοις εἰς αὐτήν. εἰ δ̓ ἐν τῇ ὕλῃ καὶ αὐτὸς εἴη ὑποκείμενος καὶ αὐτὸς σὺν αὐτῇ γενόμενος, οὐκέτι ὑποκείμενον τὴν ὕλην παρέξεται οὐδὲ μετὰ τῆς ὕλης αὐτὸς ὑποκείμενον: τίνι γὰρ ὑποκείμενα ἔσται οὐκέτι ὄντος τοῦ παρέξοντος ὑποκείμενα αὐτὰ ἁπάντων καταναλωθέντων εἰς τὸ λεγόμενον ὑποκείμενον; πρός τι γὰρ τὸ ὑποκείμενον, οὐ πρὸς τὸ ἐν αὐτῷ, ἀλλὰ πρὸς τὸ ποιοῦν εἰς αὐτὸ κείμενον. καὶ τὸ ὑποκείμενον ὑπόκειται πρὸς τὸ οὐχ ὑποκείμενον: εἰ δὲ τοῦτο, πρὸς τὸ ἔξω: ὥστε παραλελειμμένον ἂν εἴη τοῦτο. εἰ δὲ οὐδὲν δέονται ἄλλου ἔξωθεν, αὐτὸ δὲ πάντα δύναται γίνεσθαι σχηματιζόμενον, ὥσπερ τῇ ὀρχήσει πάντα αὑτὸν ποιῶν, οὐκέτ̓ ἂν ὑποκείμενον εἴη, ἀλλ̓ αὐτὸ τὰ πάντα. ὡς γὰρ ὀρχηστὴς οὐχ ὑποκείμενον τοῖς σχήμασινἐνέργεια γὰρ αὐτοῦ τὰ ἄλλαοὕτως οὐδὲ ἣν λέγουσιν ὕλην ἔσται τοῖς πᾶσιν ὑποκείμενον, εἰ τὰ ἄλλα παῤ αὐτῆς εἴη: μᾶλλον δὲ οὐδὲ τὰ ἄλλα ὅλως ἔσται, εἴ γέ πως ἔχουσα ὕλη τὰ ἄλλα, ὥς πως ἔχων ὀρχούμενος τὰ σχήματα. εἰ δὲ τὰ ἄλλα οὐκ ἔσται, οὐδὲ ὅλως ὑποκείμενον αὕτη οὐδὲ τῶν ὄντων ὕλη, ἀλλὰ ὕλη μόνον οὖσα τούτῳ αὐτῷ οὐδὲ ὕλη: πρός τι γὰρ ὕλη. τὸ γὰρ πρός τι πρὸς ἄλλο καὶ ἐκ τοῦ αὐτοῦ γένους, οἷον διπλάσιον πρὸς ἥμισυ, οὐκ οὐσία πρὸς διπλάσιον: ὂν δὲ πρὸς μὴ ὂν πῶς πρός τι, εἰ μὴ κατὰ συμβεβηκός; τὸ δὲ καθ̓ αὑτὸ ὂν καὶ ὕλη ὂν πρὸς ὄν. εἰ γὰρ δύναμίς ἐστιν, μέλλει ἔσεσθαι, ἐκεῖνο δὲ μὴ οὐσία, οὐδ̓ ἂν αὐτὴ οὐσία: ὥστε συμβαίνει αὐτοῖς αἰτιωμένοις τοὺς ἐκ μὴ οὐσιῶν οὐσίας ποιοῦντας αὐτοὺς ποιεῖν ἐξ οὐσίας μὴ οὐσίαν: γὰρ κόσμος καθ̓ ὅσον κόσμος οὐκ οὐσία. ἄτοπον δὲ τὴν μὲν ὕλην τὸ ὑποκείμενον οὐσίαν, τὰ δὲ σώματα μὴ μᾶλλον οὐσίας, καὶ τούτων μᾶλλον μὴ τὸν κόσμον οὐσίαν, ἀλλ̓ μόνον, καθ̓ ὅσον μόριον αὐτοῦ, οὐσίαν: καὶ τὸ ζῷον μὴ παρὰ τῆς ψυχῆς ἔχειν τὴν οὐσίαν, παρὰ δὲ τῆς ὕλης μόνον, καὶ τὴν ψυχὴν πάθημα ὕλης καὶ ὕστερον. παρὰ τίνος οὖν ἔσχεν ὕλη τὸ ἐψυχῶσθαι, καὶ ὅλως τῆς ψυχῆς ὑπόστασις; πῶς δὲ ὕλη ὁτὲ μὲν σώματα γίνεται, ἄλλο δὲ αὐτῆς ψυχή; καὶ γὰρ εἰ ἄλλοθεν προσίοι τὸ εἶδος, οὐδαμῇ ψυχὴ ἂν γένοιτο ποιότητος προσελθούσης τῇ ὕλῃ, ἀλλὰ σώματα ἄψυχα. εἰ δέ τι αὐτὴν πλάττοι καὶ ψυχὴν ποιοῖ, πρὸ τῆς γινομένης ψυχῆς ἔσται ποιοῦσα ψυχή.
§1.28 ἀλλὰ γὰρ πολλῶν ὄντων τῶν λεγομένων πρὸς τὴν ὑπόθεσιν ταύτην τούτων μὲν παυστέον, μὴ καὶ ἄτοπον τὸ πρὸς οὕτω φανερὰν ἀτοπίαν φιλονεικεῖν, δεικνύντα, ὅτι τὸ μὴ ὂν ὡς τὸ μάλιστα ὂν προτάττουσι καὶ τὸ ὕστατον πρῶτον. αἴτιον δὲ αἴσθησις αὐτοῖς ἡγεμὼν γενομένη καὶ πιστὴ εἰς ἀρχῶν καὶ τῶν ἄλλων θέσιν: τὰ γὰρ σώματα νομίσαντες εἶναι τὰ ὄντα, εἶτα αὐτῶν τὴν μεταβολὴν εἰς ἄλληλα φοβηθέντες τὸ μένον ὑπ̓ αὐτὰ τοῦτο ᾠήθησαν τὸ ὂν εἶναι, ὥσπερ ἂν εἴ τις μᾶλλον τὸν τόπον τὰ σώματα νομίσειεν εἶναι τὸ ὄν, ὅτι οὐ φθείρεται τόπος, νομίσας. καίτοι καὶ οὗτος αὐτοῖς μένει, ἔδει δὲ οὐ τὸ ὁπωσοῦν μένον νομίσαι τὸ ὄν, ἀλλὰ ἰδεῖν πρότερον, τίνα δεῖ προσεῖναι τῷ ἀληθῶς ὄντι, οἷς οὖσιν ὑπάρχει καὶ τὸ ἀεὶ μένειν. οὐδὲ γὰρ, εἰ σκιὰ ἀεὶ μένοι παρακολουθοῦσα ἀλλοιουμένῳ ἄλλῳ, μᾶλλόν ἐστιν ἐκεῖνο: τό τε αἰσθητὸν μετ̓ ἐκείνου καὶ ἄλλων πολλῶν τῷ πλήθει μᾶλλον ἂν τὸ ὅλον ὂν εἴη, ἕν τι τῶν ἐν ἐκείνῳ. εἰ δὲ δὴ καὶ τὸ ὅλον, ὑποβάθρα ἐκεῖνο μὴ ὂν πῶς ἂν ἐκεῖνο; πάντων τε θαυμαστότατον τὸ τῇ αἰσθήσει πιστουμένους ἕκαστα τὸ μὴ τῇ αἰσθήσει ἁλωτὸν τίθεσθαι ὄν: οὐδὲ γὰρ ὀρθῶς τὸ ἀντιτυπὲς αὐτῇ διδόασι: ποιότης γὰρ τοῦτο. εἰ δὲ τῷ νῷ λέγουσι λαβεῖν, ἄτοπος νοῦς οὗτος τὴν ὕλην αὑτοῦ προτάξας καὶ τὸ ʽ??ʼν αὐτῇ δεδωκώς, ἀλλ̓ οὐχ αὑτῷ. οὐκ ὢν οὖν νοῦς αὐτοῖς πῶς ἂν πιστὸς εἴη περὶ τῶν κυριωτέρων αὑτοῦ λέγων καὶ οὐδαμῇ αὐτοῖς συγγενὴς ὤν; ἀλλὰ περὶ μὲν ταύτης τῆς φύσεως καὶ τῶν ὑποκειμένων ἱκανῶς καὶ ἐν ἄλλοις.
§1.29 τὰ δὲ ποια αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων, καὶ λέγουσιν: οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. εἰ τοίνυν ἕτερα, δεῖ αὐτὰ καὶ ἁπλᾶ εἶναι: εἰ τοῦτο, μὴ σύνθετα: εἰ τοῦτο, μηδ̓ ὕλην ἔχειν, ποιά: εἰ τοῦτο, ἀσώματα εἶναι καὶ δραστήρια: γὰρ ὕλη πρὸς τὸ πάσχειν αὐτοῖς ὑπόκειται. εἰ δὲ σύνθετα, πρῶτον μὲν ἄτοπος διαίρεσις ἀπλᾶ καὶ σύνθετα ἀντιδιαστέλλουσα καὶ ταῦτα ὑφ̓ ἓν γένος, ἔπειτα ἐν θατέρῳ τῶν εἰδῶν τὸ ἕτερον τιθεῖσα, ὥσπερ ἂν εἴ τις διαιρῶν τὴν ἐπιστήμην τὴν μὲν γραμματικὴν λέγοι, τὴν δὲ γραμματικὴν καὶ ἄλλο τι. εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ̓ οὐκ ἐν ὕλῃ γενόμενοι, σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου ποιοῦσιν ἐξ ὕλης καὶ εἴδους ἔσονται: οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ὕλην πως ἔχουσαν, τὰ ποιὰ δηλονότι πως ἔχοντα ἐροῦσι καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε σχέσις ἄλλη, τίς διαφορά; δηλονότι τό πως ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον: καίτοι εἰ μὴ κἀκεῖ ὑπόστασις, τί καταριθμοῦσιν ὡς ἓν γένος εἶδος; οὐ γὰρ δὴ ὑπὸ τὸ αὐτὸ τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν δύναται εἶναι. ἀλλὰ τί τοῦτο τὸ ἐπὶ τῇ ὕλῃ πως ἔχον; γὰρ ὂν οὐκ ὄν. καὶ εἰ ὄν, πάντως ἀσώματον: εἰ δὲ οὐκ ὄν, μάτην λέγεται, καὶ ὕλη μόνον, τὸ δὲ ποιὸν οὐδέν. ἀλλ̓ οὐδὲ τό πως ἔχον: ἔτι γὰρ μᾶλλον οὐκ ὄν. τὸ δὲ τέταρτον λεχθὲν καὶ πολλῷ μᾶλλον. μόνον ὂν ἄρα ὕλη. τίς οὖν τοῦτό φησιν; οὐ γὰρ δὴ αὐτὴ ὕλη: εἰ μὴ ἄρα αὐτή, πὼς γὰρ ἔχουσα νοῦςκαίτοι τό πως ἔχουσα προσθήκη κενή ὕλη ἄρα λέγει ταῦτα καὶ καταλαμβάνει. καὶ εἰ μὲν ἔλεγεν ἔμφρονα, θαῦμα ἂν ἦν, πῶς καὶ νοεῖ καὶ ψυχῆς ἔργα ποιεῖ οὔτε νοῦν οὔτε ψυχὴν ἔχουσα: εἰ δ̓ ἀφρόνως λέγοι αὑτὴν τιθεῖσα μή ἐστι μηδὲ δύναται, τίνι ταύτην δεῖ ἀνατιθέναι τὴν ἀφροσύνην; , εἰ ἔλεγεν αὐτή: νῦν δὲ οὔτε λέγει ἐκείνη, τε λέγων πολὺ τὸ παῤ ἐκείνης ἔχων λέγει, ὅλος μὲν ὢν ἐκείνης, εἰ καὶ μόνον ψυχὴν ἔχοι, ἀγνοίᾳ δὲ αὑτοῦ καὶ δυνάμεως τῆς λέγειν τἀληθῆ περὶ τῶν τοιούτων δυναμένης.
§1.30–2.11
§1.30 ἐν δὲ τοῖς πως ἔχουσιν ἄτοπον μὲν ἴσως τά πως ἔχοντα τρίτα τίθεσθαι ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ περὶ τὴν ὕλην πως ἔχοντα πάντα. ἀλλὰ διαφορὰν τῶν πως ἐχόντων φήσουσιν εἶναι καὶ ἄλλως πως ἔχειν τὴν ὕλην ὡδὶ καὶ οὕτως, ἄλλως δὲ ἐν τοῖς πως ἔχουσι, καὶ ἔτι τὰ μὲν ποιὰ περὶ τὴν ὕλην πως ἔχοντα, τὰ ἰδίως δέ πως ἔχοντα περὶ τὰ ποιά. ἀλλὰ τῶν ποιῶν αὐτῶν οὐδὲν ὕλης πως ἐχούσης ὄντων πάλιν τά πως ἔχοντα ἐπὶ τὴν ὕλην αὐτοῖς ἀνατρέχει καὶ περὶ τὴν ὕλην ἔσται. πῶς δὲ ἓν τό πως ἔχον πολλῆς διαφορᾶς ἐν αὐτοῖς οὔσης; πῶς γὰρ τὸ τρίπηχυ καὶ τὸ λευκὸν εἰς ἕν, τοῦ μὲν ποσοῦ, τοῦ δὲ ποιοῦ ὄντος; πῶς δὲ τὸ ποτὲ καὶ τὸ ποῦ; πῶς δὲ ὅλως πως ἔχοντα τὸ χθὲς καὶ τὸ πέρυσι καὶ τὸ ἐν Λυκείῳ καὶ Ἀκαδημίᾳ; καὶ ὅλως πῶς δὲ χρόνος πως ἔχων; οὔτε γὰρ αὐτὸς οὔτε τὰ ἐν αὐτῷ τῷ χρόνῳ, οὔτε τὰ ἐν τῷ τόπῳ οὔτε τόπος. τὸ δὲ ποιεῖν πῶς πως ἔχον; ἐπεὶ οὐδ̓ ποιῶν πως ἔχων, ἀλλὰ μᾶλλόν πως ποιῶν ὅλως οὐκ ὤν, ἀλλὰ ποιῶν μόνον: καὶ πάσχων οὔ πως ἔχων, ἀλλὰ μᾶλλόν πως πάσχων ὅλως πάσχων οὕτως. ἴσως δ̓ ἂν μόνον ἁρμόσει ἐπὶ τοῦ κεῖσθαι τό πως ἔχον καὶ ἐπὶ τοῦ ἔχειν ἐπὶ δὲ τοῦ ἔχειν οὐ πὼς ἔχον, ἀλλὰ ἔχον. τὸ δὲ πρός τι εἰ μὲν μὴ ὑφ̓ ἓν τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων, εἴ τινα διδόασιν ὑπόστασιν ταῖς τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων. ἔτι δ̓ ἐν γένει τῷ αὐτῷ ἐπιγενόμενον πρᾶγμα τοῖς ἤδη οὖσιν ἄτοπον συντάττειν εἰς ταὐτὸν γένος τοῖς πρότερον οὖσι: δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἴνα καὶ ἥμισυ καὶ διπλάσιον. περὶ δὲ τῶν ὅσοι ἄλλως τὰ ὄντα τὰς ἀρχὰς τῶν ὄντων ἔθεντο, εἴτε ἄπειρα εἴτε πεπερασμένα, εἴτε σώματα εἴτε ἀσώματα, καὶ τὸ συναμφότερον, χωρὶς περὶ ἑκάστων ἔξεστι ζητεῖν λαμβάνουσι καὶ τὰ παρὰ τῶν ἀρχαίων πρὸς τὰς δόξας αὐτῶν εἰρημένα.
§2.1 Ἐπεὶ δὲ περὶ τῶν λεγομένων δέκα γενῶν ἐπέσκεπται, εἴρηται δὲ καὶ περὶ τῶν εἰς ἓν ἀγόντων γένος τὰ πάντα τέτταρα ὑπὸ τὸ ἓν οἷον εἴδη τιθεμένων, ἀκόλουθον ἂν εἴη εἰπεῖν, τί ποτε ἡμῖν περὶ τούτων φαίνεται τὰ δοκοῦντα ἡμῖν πειρωμένοις εἰς τὴν Πλάτωνος ἀνάγειν δόξαν. εἰ μὲν οὖν ἓν ἔδει τίθεσθαι τὸ ὄν, οὐδὲν ἂν ἔδει ζητεῖν, οὔτ̓ εἰ γένος ἓν ἐπὶ πᾶσιν, οὔτε εἰ γένη μὴ ὑφ̓ ἕν, οὔτ̓ εἰ ἀρχάς, οὔτε εἰ τὰς ἀρχὰς καὶ γένη τὰς αὐτὰς δεῖ τίθεσθαι, οὔτε εἰ τὰ γένη καὶ ἀρχὰς τὰ αὐτά, τὰς μὲν ἀρχὰς ἁπάσας καὶ γένη, τὰ δὲ γένη οὐκ ἀρχάς, ἀνάπαλιν, ἐφ̓ ἑκατέρων τινὰς μὲν ἀρχὰς καὶ γένη καί τινα γένη καὶ ἀρχάς, ἐπὶ μὲν τῶν ἑτέρων πάντα καὶ θάτερα, ἐπὶ δὲ τῶν ἑτέρων τινὰ καὶ θάτερα. ἐπεὶ δὲ οὐχ ἕν φαμεν τὸ ὄνδιότι δέ, εἴρηται καὶ τῷ Πλάτωνι καὶ ἑτέροιςἀναγκαῖον ἴσως γίγνεται καὶ περὶ τούτων ἐπισκέψασθαι πρότερον εἰς μέσον θέντας, τίνα ἀριθμὸν λέγομεν καὶ πῶς. ἐπεὶ οὖν περὶ τοῦ ὄντος τῶν ὄντων ζητοῦμεν, ἀναγκαῖον πρῶτον παῤ αὑτοῖς διελέσθαι τάδε, τί τε τὸ ὂν λέγομεν, περὶ οὗ σκέψις ὀρθῶς ἂν γίνοιτο νυνί, καὶ τί δοκεῖ μὲν ἄλλοις εἶναι ὄν, γινόμενον δὲ αὐτὸ λέγομεν εἶναι, ὄντως δὲ οὐδέποτε ὄν. δεῖ δὲ νοεῖν ταῦτα ἀπ̓ ἀλλήλων διῃρημένα οὐχ ὡς γένους τοῦ τὶ εἰς ταῦτα διῃρημένου, οὐδ̓ οὕτως οἴεσθαι τὸν Πλάτωνα πεποιηκέναι. γελοῖον γὰρ ὑφ̓ ἓν θέσθαι τὸ ὂν τῷ μὴ ὄντι, ὥσπερ ἂν εἴ τις Σωκράτη ὑπὸ τὸ αὐτὸ θεῖτο καὶ τὴν τούτου εἰκόνα. τὸ γὰρ διελέσθαι ἐνταῦθά ἐστι τὸ ἀφορίσαι καὶ χωρὶς θεῖναι, καὶ τὸ δόξαν ὂν εἶναι εἰπεῖν οὐκ εἶναι ὄν, ὑποδείξαντα αὐτοῖς ἄλλο τὸ ὡς ἀληθῶς ὂν εἶναι. καὶ προστιθεὶς τῷ ὄντι τὸ ἀεὶ ὑπέδειξεν, ὡς δεῖ τὸ ὂν τοιοῦτον εἶναι, οἷον μηδέποτε ψεύδεσθαι τὴν τοῦ ὄντος φύσιν. περὶ δὴ τούτου τοῦ ὄντος λέγοντες καὶ περὶ τούτου ὡς οὐχ ἑνὸς ὄντος σκεψόμεθα: ὕστερον δέ, εἰ δοκεῖ, καὶ περὶ γενέσεως καὶ τοῦ γινομένου καὶ κόσμου αἰσθητοῦ τι ἐροῦμεν.
§2.2 ἐπεὶ οὖν οὐχ ἕν φαμεν, ἆρα ἀριθμόν τινα; ἄπειρον: πῶς γὰρ δὴ τὸ οὐχ ἓν ἓν ἅμα καὶ πολλὰ λέγομεν, καί τι ποικίλον ἓν τὰ πολλὰ εἰς ἓν ἔχον; ἀνάγκη τοίνυν τοῦτο τὸ οὕτως ἓν τῷ γένει ἓν εἶναι, εἴδη δ̓ αὐτοῦ τὰ ὄντα, οἷς πολλὰ καὶ ἕν, πλείω ἑνὸς γένη, ὑφ̓ ἓν δὲ τὰ πάντα, πλείω μὲν γένη, μηδὲν δὲ ἄλλο ὑπ̓ ἄλλο, ἀλλ̓ ἕκαστον περιεκτικὸν τῶν ὑπ̓ αὐτό, εἴτε καὶ αὐτῶν γενῶν ἐλαττόνων ὄντων εἰδῶν καὶ ὑπὸ τούτοις ἀτόμων, συντελεῖν ἅπαντα εἰς μίαν φύσιν καὶ ἐκ πάντων τῷ νοητῷ κόσμῳ, ὃν δὴ λέγομεν τὸ ὄν, τὴν σύστασιν εἶναι. εἰ δὴ τοῦτο, οὐ μόνον γένη ταῦτα εἶναι, ἀλλὰ καὶ ἀρχὰς τοῦ ὄντος ἅμα ὑπάρχειν: γένη μέν, ὅτι ὑπ̓ αὐτὰ ἄλλα γένη ἐλάττω καὶ εἴδη μετὰ τοῦτο καὶ ἄτομα: ἀρχὰς δέ, εἰ τὸ ὂν οὕτως ἐκ πολλῶν καὶ ἐκ τούτων τὸ ὅλον ὑπάρχει. εἰ μέντοι πλείω μὲν ἦν ἐξ ὧν, συνελθόντα δὲ τὰ ὅλα ἐποίει τὸ πᾶν, ἀλλ̓ οὐκ ἔχοντα ὑπ̓ αὐτά, ἀρχαὶ μὲν ἂν ἦσαν, γένη δὲ οὐκ ἄν: οἷον εἴ τις ἐκ τῶν τεσσάρων ἐποίει τὸ αἰσθητόν, πυρὸς καὶ τῶν τοιούτων: ταῦτα γὰρ ἀρχαὶ ἂν ἦσαν, γένη δὲ οὔ: εἰ μὴ ὁμωνύμως τὸ γένος. λέγοντες τοίνυν καὶ γένη τινὰ εἶναι, τὰ δ̓ αὐτὰ καὶ ἀρχάς, ἆρα τὰ μὲν γένη, ἕκαστον μετὰ τῶν ὑπ̓ αὐτὸ ὁμοῦ, μιγνύντες ἀλλήλοις τὸ ὅλον ἀποτελοῦμεν καὶ σύγκρασιν ποιοῦμεν ἁπάντων; ἀλλὰ δυνάμει, οὐκ ἐνεργείᾳ ἕκαστα οὐδὲ καθαρὸν αὐτὸ ἕκαστον ἔσται. ἀλλὰ τὰ μὲν γένη ἐάσομεν, τὰ δὲ καθ̓ ἕκαστον μίξομεν. τίνα οὖν ἔσται ἐφ̓ αὑτῶν τὰ γένη; ἔσται κἀκεῖνα ἐφ̓ αὑτῶν καὶ καθαρά, καὶ τὰ μιχθέντα οὐκ ἀπολεῖ αὐτά. καὶ πῶς; ταῦτα μὲν εἰς ὕστερον: νῦν δ̓ ἐπεὶ συγκεχωρήκαμεν καὶ γένη εἶναι καὶ προσέτι καὶ τῆς οὐσίας ἀρχὰς καὶ τρόπον ἕτερον ἀρχὰς καὶ συνθέσεις, πρῶτον λεκτέον πρὸς λέγομεν γένη καὶ πῶς διίσταμεν ἀπ̓ ἀλλήλων αὐτὰ καὶ οὐχ ὑφ̓ ἓν ἄγομεν, ὥσπερ ἐκ τύχης συνελθόντα καὶ ἕν τι πεποιηκότα: καίτοι πολλῷ εὐλογώτερον ὑφ̓ ἕν. , εἰ μὲν εἴδη οἷόν τε ἦν τοῦ ὄντος ἅπαντα εἶναι καὶ ἐφεξῆς τούτοις τὰ ἄτομα καὶ μηδὲν τούτων ἔξω, ἦν ἂν ἴσως ποιεῖν οὕτως: ἐπειδὴ δὲ τοιαύτη θέσις ἀναίρεσίς ἐστιν αὐτοῖςοὐδὲ γὰρ τὰ εἴδη εἴδη ἔσται, οὐδ̓ ὅλως πολλὰ ὑφ̓ ἕν, ἀλλὰ πάντα ἕν, μὴ ἑτέρου ἑτέρων ἔξω ἐκείνου τοῦ ἑνὸς ὄντων: πῶς γὰρ ἂν πολλὰ ἐγένετο τὸ ἕν, ὥστε καὶ εἴδη γεννῆσαι, εἰ μή τι ἦν παῤ αὐτὸ ἄλλο; οὐ γὰρ αὐτὸ πολλά, εἰ μή τις ὡς μέγεθος κερματιεῖ: ἀλλὰ καὶ οὕτως ἕτερον τὸ κερματίζον. εἰ δ̓ αὐτὸ κερματιεῖ ὅλως διαιρήσει, πρὸ τοῦ διαιρεθῆναι ἔσται διῃρημένον. ταύτῃ μὲν οὖν καὶ δἰ ἄλλα πολλὰ ἀποστατέον τοῦ γένος ἓν καὶ ὅτι οὐχ οἷόν τε ἕκαστον ὁτιοῦν ληφθὲν ὂν οὐσίαν λέγειν. εἰ δέ τις λέγοι ὄν, τῷ συμβεβηκέναι φήσει, οἷον εἰ λευκὸν λέγοι τὴν οὐσίαν: οὐ γὰρ ὅπερ λευκὸν λέγει.
§2.3 πλείω μὲν δὴ λέγομεν εἶναι καὶ οὐ κατὰ τύχην πλείω. οὐκοῦν ἀφ̓ ἑνός. , εἰ καὶ ἀφ̓ ἑνός, οὐ κατηγορουμένου δὲ κατ̓ αὐτῶν ἐν τῷ εἶναι, οὐδὲν κωλύει ἕκαστον οὐχ ὁμοειδὲς ὂν ἄλλῳ χωρὶς αὐτὸ εἶναι γένος. ἆῤ οὖν ἔξωθεν τοῦτο τῶν γενομένων γενῶν τὸ αἴτιον μέν, μὴ κατηγορούμενον δὲ τῶν ἄλλων ἐν τῷ τί ἐστιν; τὸ μὲν ἔξω: ἐπέκεινα γὰρ τὸ ἕν, ὡς ἂν μὴ συναριθμούμενον τοῖς γένεσιν, εἰ δἰ αὐτὸ τὰ ἄλλα, ἐπίσης ἀλλήλοις εἰς τὸ γένη εἶναι. καὶ πῶς ἐκεῖνο οὐ συνηρίθμηται; τὰ ὄντα ζητοῦμεν, οὐ τὸ ἐπέκεινα. τοῦτο μὲν οὖν οὕτως: τί δὲ τὸ συναριθμούμενον; ἐφ̓ οὗ καὶ θαυμάσειεν ἄν τις, πῶς συναριθμούμενον τοῖς αἰτιατοῖς. , εἰ μὲν ὑφ̓ ἓν γένος αὐτὰ καὶ τὰ ἄλλα, ἄτοπον: εἰ δὲ οἷς αἴτιον συναριθμεῖται ὡς αὐτὸ τὸ γένος καὶ τὰ ἄλλα ἐφεξῆς καὶ ἔστι διάφορα τὰ ἐφεξῆς πρὸς αὐτὸ καὶ οὐ κατηγορεῖται αὐτῶν ὡς γένος οὐδ̓ ἄλλο τι κατ̓ αὐτῶν, ἀνάγκη καὶ αὐτὰ γένη εἶναι ἔχοντα ὑφ̓ αὑτά: οὐδὲ γάρ, εἰ σὺ τὸ βαδίζειν ἐγέννας, ὑπὸ σὲ ὡς γένος τὸ βαδίζειν ἦν ἄν: καὶ εἰ μηδὲν ἦν πρὸ αὐτοῦ ἄλλο ὡς γένος αὐτοῦ, ἦν δὲ τὰ μετ̓ αὐτό, γένος ἂν ἦν τὸ βαδίζειν ἐν τοῖς οὖσιν. ὅλως δὲ ἴσως οὐδὲ τὸ ἓν φατέον αἴτιον τοῖς ἄλλοις εἶναι, ἀλλ̓ οἷον μέρη αὐτοῦ καὶ οἷον στοιχεῖα αὐτοῦ καὶ πάντα μίαν φύσιν μεριζομένην ταῖς ἡμῶν ἐπινοίαις, αὐτὸ δὲ εἶναι ὑπὸ δυνάμεως θαυμαστῆς ἓν εἰς πάντα καὶ φαινόμενον πολλὰ καὶ γινόμενον πολλά, οἷον ὅταν κινηθῇ, καὶ τὸ πολύχουν τῆς φύσεως ποιεῖν τὸ ἓν μὴ ἓν εἶναι, ἡμᾶς τε οἷον μοίρας αὐτοῦ προφέροντας ταύτας ἓν ἕκαστον τίθεσθαι καὶ γένος λέγειν ἀγνοοῦντας, ὅτι μὴ ὅλον ἅμα εἴδομεν, ἀλλὰ κατὰ μέρος προφέροντες πάλιν αὐτὰ συνάπτομεν οὐ δυνάμενοι ἐπὶ πολὺν χρόνον αὐτὰ κατέχειν σπεύδοντα πρὸς αὑτά. διὸ πάλιν μεθίεμεν εἰς τὸ ὅλον καὶ ἐῶμεν ἓν γενέσθαι, μᾶλλον δὲ ἓν εἶναι. ἀλλὰ ἴσως σαφέστερα ταῦτα ἔσται κἀκείνων ἐγνωσμένων, ἢν τὰ γένη λάβωμεν ὁπόσα: οὕτω γὰρ καὶ τὸ πῶς. ἀλλ̓ ἐπεὶ δεῖ λέγοντα μὴ ἀποφάσεις λέγειν, ἀλλὰ καὶ εἰς ἔννοιαν καὶ νόησιν ἰέναι τῶν λεγομένων, ὡδὶ ποιητέον:
§2.4 εἰ τὴν σώματος φύσιν ἰδεῖν ἐβουλόμεθα, οἷόν τί ἐστιν ἐν τῷδε τῷ ὅλῳ τοῦ σώματος αὐτοῦ φύσις, ἆῤ οὐ καταμαθόντες ἐπί τινος τῶν μερῶν αὐτοῦ, οἷον ἐπὶ λίθου, ὥς ἐστι τὸ μὲν ὡς ὑποκείμενον αὐτοῦ, τὸ δὲ ὁπόσον αὐτοῦ, τὸ μέγεθος, τὸ δὲ ὁποῖον, οἷον τὸ χρῶμα, καὶ ἐπὶ παντὸς ἄλλου σώματος εἴποιμεν ἄν, ὡς ἐν τῇ σώματος φύσει τὸ μέν ἐστιν οἷον οὐσία, τὸ δέ ἐστι ποσόν, τὸ δὲ ποιόν, ὁμοῦ μὲν πάντα, τῷ δὲ λόγῳ διαιρεθέντα εἰς τρία, καὶ σῶμα ἂν ἦν ἓν τὰ τρία; εἰ δὲ καὶ κίνησις αὐτοῦ παρῆν σύμφυτος τῇ συστάσει, καὶ τοῦτο ἂν συνηριθμήσαμεν, καὶ τὰ τέτταρα ἦν ἂν ἕν, καὶ τὸ σῶμα τὸ ἓν ἀπήρτιστο πρὸς τὸ ἓν καὶ τὴν αὐτοῦ φύσιν τοῖς ἅπασι. τὸν αὐτὸν δὴ τρόπον, ἐπειδὴ περὶ οὐσίας νοητῆς καὶ τῶν ἐκεῖ γενῶν καὶ ἀρχῶν λόγος ἐστίν, ἀφελόντας χρὴ τὴν ἐν τοῖς σώμασι γένεσιν καὶ τὴν δἰ αἰσθήσεως κατανόησιν καὶ τὰ μεγέθηοὕτω γὰρ καὶ τὸ χωρὶς καὶ τὸ διεστηκότα ἀπ̓ ἀλλήλων εἶναιλαβεῖν τινα νοητὴν ὑπόστασιν καὶ ὡς ἀληθῶς ὂν καὶ μᾶλλον ἕν. ἐν καὶ τὸ θαῦμα πῶς πολλὰ καὶ ἓν τὸ οὕτως ἕν: ἐπὶ μὲν γὰρ τῶν σωμάτων συγκεχώρηται τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι: καὶ γὰρ εἰς ἄπειρον τὸ αὐτὸ καὶ ἕτερον τὸ χρῶμα καὶ τὸ σχῆμα ἕτερον: καὶ γὰρ χωρίζεται: εἰ δέ τις λάβοι ψυχὴν μίαν, ἀδιάστατον, ἀμεγέθη, ἁπλούστατον, ὡς δόξει τῇ πρώτῃ τῆς διανοίας ἐπιβολῇ, πῶς ἄν τις ἐλπίσειε πολλὰ εὑρήσειν πάλιν αὖ; καίτοι νομίσας εἰς τοῦτο τελευτᾶν, ὅτε διῃρεῖτο τὸ ζῷον εἰς σῶμα καὶ ψυχήν, καὶ σῶμα μὲν πολυειδὲς καὶ σύνθετον καὶ ποικίλον, τὴν δὲ ψυχὴν ἐθάρρει ὡς ἁπλοῦν εὑρὼν ἀναπαύσασθαι τῆς πορείας ἐλθὼν ἐπ̓ ἀρχήν. ταύτην τοίνυν τὴν ψυχήν, ἐπειδήπερ ἐκ τοῦ νοητοῦ τόπου προεχειρίσθη ἡμῖν, ὡς ἐκεῖ τὸ σῶμα ἐκ τοῦ αἰσθητοῦ, λάβωμεν, πῶς τὸ ἓν τοῦτο πολλά ἐστι, καὶ πῶς τὰ πολλὰ ἕν ἐστιν, οὐ σύνθετον ἓν ἐκ πολλῶν, ἀλλὰ μία φύσις πολλά: διὰ γὰρ τούτου ληφθέντος καὶ φανεροῦ γενομένου καὶ τὴν περὶ τῶν γενῶν τῶν ἐν τῷ ὄντι ἔφαμεν ἀλήθειαν φανερὰν ἔσεσθαι.
§2.5 πρῶτον δὲ τοῦτο ἐνθυμητέον, ὡς, ἐπειδὴ τὰ σώματα, οἷον τῶν ζῴων καὶ τῶν φυτῶν, ἕκαστον αὐτῶν πολλά ἐστι καὶ χρώμασι καὶ σχήμασι καὶ μεγέθεσι καὶ εἴδεσι μερῶν καὶ ἄλλο ἄλλοθι, ἔρχεται δὲ τὰ πάντα ἐξ ἑνός, παντάπασιν ἐξ ἑνὸς ἕξει πάντη παντὸς ἑνός: μᾶλλον μὲν ἑνὸς οἷον τὸ ἐξ αὐτοῦ, ὥστε καὶ μᾶλλον ὄντος τὸ γενόμενον: ὅσῳ γὰρ πρὸς ἓν ἀπόστασις, τόσῳ καὶ πρὸς ὄν. ἐπεὶ οὖν ἐξ ἑνὸς μέν, οὐχ οὕτω δὲ ἑνός, ὡς πάντη ἓν αὐτοένοὐ γὰρ ἂν διεστηκὸς πλῆθος ἐποίειλείπεται εἶναι ἐκ πλήθους ἑνός. τὸ δὲ ποιοῦν ἦν ψυχή: τοῦτο ἄρα πλῆθος ἕν. τί οὖν; τὸ πλῆθος οἱ λόγοι τῶν γινομένων; ἆῤ οὖν αὐτὸ μὲν ἄλλο, οἱ λόγοι δὲ ἄλλοι; καὶ αὐτὴ λόγος καὶ κεφάλαιον τῶν λόγων καὶ ἐνέργεια αὐτῆς κατ̓ οὐσίαν ἐνεργούσης οἱ λόγοι: δὲ οὐσία δύναμις τῶν λόγων. πολλὰ μὲν δὴ οὕτω τοῦτο τὸ ἓν ἐξ ὧν εἰς ἄλλα ποιεῖ δεδειγμένον. τί δ̓ εἰ μὴ ποιοῖ, ἀλλά τις αὐτὴν μὴ ποιοῦσαν λαμβάνοι ἀναβαίνων αὐτῆς εἰς τὸ μὴ ποιοῦν; οὐ πολλὰς καὶ ἐνταῦθα εὑρήσει δυνάμεις; εἶναι μὲν γὰρ αὐτὴν πᾶς ἄν τις συγχωρήσειεν: ἆρα δὲ ταὐτὸν ὡς εἰ καὶ λίθον ἔλεγεν εἶναι; οὐ ταὐτόν. ἀλλ̓ ὅμως κἀκεῖ ἐπὶ τοῦ λίθου τὸ εἶναι τῷ λίθῳ ἦν οὐ τὸ εἶναι, ἀλλὰ τὸ λίθῳ εἶναι: οὕτω καὶ ἐνταῦθα τὸ εἶναι ψυχῇ μετὰ τοῦ εἶναι ἔχει τὸ ψυχῇ εἶναι. ἆῤ οὖν ἄλλο τὸ εἶναι, ἄλλο δὲ τὸ λοιπόν, συμπληροῖ τὴν τῆς ψυχῆς οὐσίαν; καὶ τὸ μὲν ὄν, διαφορὰ δὲ ποιεῖ τὴν ψυχήν; τι ὂν μὲν ψυχή, οὐ μέντοι οὕτως, ὡς ἄνθρωπος λευκός, ἀλλ̓ ὥς τις οὐσία μόνον: τοῦτο δὲ ταὐτὸν τῷ μὴ ἔξωθεν τῆς οὐσίας ἔχειν ἔχει.
§2.6 ἀλλ̓ ἆρα οὐκ ἔξωθεν μὲν ἔχει τῆς ἑαυτῆς οὐσίας, ἵνα μὲν κατὰ τὸ εἶναι , δὲ κατὰ τὸ τοιόνδε εἶναι; ἀλλ̓ εἰ κατὰ τὸ τοιόνδε εἶναι καὶ ἔξωθεν τὸ τοιόνδε, οὐ τὸ ὅλον καθ̓ ψυχὴ ἔσται οὐσία, ἀλλὰ κατά τι, καὶ μέρος αὐτῆς οὐσία, ἀλλ̓ οὐ τὸ ὅλον οὐσία. ἔπειτα τὸ εἶναι αὐτῇ τί ἔσται ἄνευ τῶν ἄλλων; λίθος; δεῖ τοῦτο εἶναι αὐτῆς ἐν τῷ εἶναι οἷον πηγὴν καὶ ἀρχήν, μᾶλλον δὲ πάντα, ὅσα αὐτή: καὶ ζωὴν τοίνυν καὶ συνάμφω ἕν. ἆῤ οὖν οὕτως ἕν, ὡς ἕνα λόγον; τὸ ὑποκείμενον ἕν: οὕτω δὲ ἕν, ὡς αὖ δύο καὶ πλείω, ὅσα ἐστὶν ψυχὴ τὰ πρῶτα: οὖν οὐσία καὶ ζωή, ἔχει ζωήν. ἀλλ̓ εἰ ἔχει, τὸ ἔχον καθ̓ αὑτὸ οὐκ ἐν ζωῇ, τε ζωὴ οὐκ ἐν οὐσίᾳ. ἀλλ̓ εἰ μὴ ἔχει θάτερον τὸ ἕτερον, λεκτέον ἓν ἄμφω. ἓν καὶ πολλὰ καὶ τοσαῦτα, ὅσα ἐμφαίνεται ἐν τῷ ἑνί, καὶ ἓν ἑαυτῷ, πρὸς δὲ τὰ ἄλλα πολλά, καὶ ἓν μὲν ὄν, ποιοῦν δὲ ἑαυτὸ ἐν τῇ οἷον κινήσει πολλά, καὶ ὅλον ἕν, οἷον δὲ θεωρεῖν ἐπιχειροῦν ἑαυτὸ πολλά: ὥσπερ γὰρ οὐκ ἀνέχεται ἑαυτοῦ τὸ ὂν ἓν εἶναι πάντα δυνάμενον, ὅσα ἐστίν. δὲ θεωρία αἰτία τοῦ φανῆναι αὐτὸ πολλά, ἵνα νοήσῃ: ἐὰν γὰρ ἓν φανῇ, οὐκ ἐνόησεν, ἀλλ̓ ἔστιν ἤδη ἐκεῖνο.
§2.7 τίνα οὖν ἐστι καὶ πόσα τὰ ἐνορώμενα; ἐπεὶ δὴ ἐν ψυχῇ εὕρομεν οὐσίαν ἅμα καὶ ζωὴν καὶ τοῦτο κοινὸν οὐσία ἐπὶ πάσης ψυχῆς, κοινὸν δὲ καὶ ζωή, ζωὴ δὲ καὶ ἐν νῷ, ἐπεισαγαγόντες καὶ τὸν νοῦν καὶ την τούτου ζωήν, κοινὸν τὸ ἐπὶ πάσῃ ζωῇ τὴν κίνησιν ἕν τι γένος θησόμεθα, οὐσίαν δὲ καὶ κίνησιν τὴν πρώτην ζωὴν οὖσαν δύο γένη θησόμεθα. καὶ γὰρ εἰ ἕν, χωρίζει αὐτὰ τῇ νοήσει τὸ ἓν οὐχ ἓν εὑρών: οὐκ ἂν δυνηθείη χωρίσαι. ὅρα δὲ καὶ ἐν ἄλλοις σαφῶς τοῦ εἶναι τὴν κίνησιν τὴν ζωὴν χωριζομένην, εἰ καὶ μὴ ἐν τῷ ἀληθινῷ εἶναι, ἀλλὰ τῇ σκιᾷ καὶ τῷ ὁμωνύμῳ τοῦ εἶναι. ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ ἀνθρώπου πολλὰ ἐλλείπει καὶ μάλιστα τὸ κύριον, ζωή, οὕτω καὶ ἐν τοῖς αἰσθητοῖς τὸ εἶναι σκιὰ τοῦ εἶναι ἀφῃρημένον τοῦ μάλιστα εἶναι, ἐν τῷ ἀρχετύπῳ ἦν ζωή. ἀλλ̓ οὖν ἔσχομεν ἐντεῦθεν χωρίσαι τοῦ ζῆν τὸ εἶναι καὶ τοῦ εἶναι τὸ ζῆν. ὄντος μὲν δὴ εἴδη πολλὰ καὶ ἓν γένος: κίνησις δὲ οὔτε ὑπὸ τὸ ὂν τακτέα οὔτ̓ ἐπὶ τῷ ὄντι, ἀλλὰ μετὰ τοῦ ὄντος, εὑρεθεῖσα ἐν αὐτῷ οὐχ ὡς ἐν ὑποκειμένῳ: ἐνέργεια γὰρ αὐτοῦ καὶ οὐδέτερον ἄνευ τοῦ ἑτέρου ἐπινοίᾳ, καὶ αἱ δύο φύσεις μία: καὶ γὰρ ἐνεργείᾳ τὸ ὄν, οὐ δυνάμει. καὶ εἰ χωρὶς μέντοι ἑκάτερον λάβοις, καὶ ἐν τῷ ὄντι κίνησις φανήσεται καὶ ἐν τῇ κινήσει τὸ ὄν, οἷον καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος ἑκάτερον χωρὶς εἶχε θάτερον, ἀλλ̓ ὅμως διάνοια δύο φησὶ καὶ εἶδος ἑκάτερον διπλοῦν ἕν. κινήσεως δὲ περὶ τὸ ὂν φανείσης οὐκ ἐξιστάσης τὴν ἐκείνου φύσιν, μᾶλλον δ̓ ἐν τῷ εἶναι οἷον τέλειον ποιούσης, ἀεί τε τῆς τοιαύτης φύσεως ἐν τῷ οὕτω κινεῖσθαι μενούσης, εἴ τις μὴ στάσιν ἐπεισάγοι, ἀτοπώτερος ἂν εἴη τοῦ μὴ κίνησιν διδόντος: προχειροτέρα γὰρ τῆς στάσεως περὶ τὸ ὂν ἔννοια καὶ νόησις τῆς περὶ τὴν κίνησιν οὔσης: τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ ἕνα λόγον ἔχον ἐκεῖ. ἔστω δὴ καὶ στάσις ἓν γένος ἕτερον ὂν κινήσεως, ὅπου καὶ ἐναντίον ἂν φανείη. τοῦ δὲ ὄντος ὡς ἕτερον, πολλαχῇ δῆλον ἂν εἴη καὶ διότι, εἰ τῷ ὄντι ταὐτὸν εἴη, οὐ μᾶλλον τῆς κινήσεως ταὐτὸν τῷ ὄντι. διὰ τί γὰρ μὲν στάσις τῷ ὄντι ταὐτόν, δὲ κίνησις οὔ, ζωή τις αὐτοῦ καὶ ἐνέργεια καὶ τῆς οὐσίας καὶ αὐτοῦ τοῦ εἶναι; ἀλλ̓ ὥσπερ ἐχωρίζομεν τὴν κίνησιν αὐτοῦ ὡς ταὐτόν τε καὶ οὐ ταὐτὸν αὐτῷ καὶ ὡς δύο ἄμφω ἐλέγομεν καὶ αυ ἕν, τὸν αὐτὸν τρόπον καὶ τὴν στάσιν χωριοῦμεν αὐτοῦ καὶ αὖ οὐ χωριοῦμεν τοσοῦτον χωρίζοντες τῷ νῷ, ὅσον ἄλλο γένος θέσθαι ἐν τοῖς οὖσιν: εἰ συνάγοιμεν πάντη εἰς ἓν τὴν στάσιν καὶ τὸ ὄν, μηδὲν μηδαμῇ διαφέρειν λέγοντες τό τε ὂν τῇ κινήσει ὡσαύτως, τὴν στάσιν καὶ τὴν κίνησιν διὰ μέσου τοῦ ὄντος εἰς ταὐτὸν συνάξομεν, καὶ ἔσται ἡμῖν κίνησις καὶ στάσις ἕν.
§2.8 ἀλλὰ χρὴ τρία ταῦτα τίθεσθαι, εἴπερ νοῦς χωρὶς ἕκαστον νοεῖ: ἅμα δὲ νοεῖ καὶ τίθησιν, εἴπερ νοεῖ, καὶ ἔστιν, εἴπερ νενόηται. οἷς μὲν γὰρ τὸ εἶναι μετὰ ὕλης ἐστί, τούτων οὐκ ἐν τῷ νῷ τὸ εἶναι: ἀλλ̓ ἔστιν ἄυλα: δ̓ ἐστὶν ἄυλα, εἰ νενόηται, τοῦτ̓ ἔστιν αὐτοῖς τὸ εἶναι. ἴδε δὴ νοῦν καθαρὸν καὶ βλέψον εἰς αὐτὸν ἀτενίσας, μὴ ὄμμασι τούτοις δεδορκώς. ὁρᾷς δὴ οὐσίας ἑστίαν καὶ φῶς ἐν αὐτῷ ἄυπνον καὶ ὡς ἕστηκεν ἐν αὑτῷ καὶ ὡς διέστηκεν ὁμοῦ ὄντα καὶ ζωὴν μένουσαν καὶ νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ̓ εἰς τὸ ἤδη, μᾶλλον δὲ τὸ ἀεὶ ἤδη καὶ τὸ παρὸν ἀεί, καὶ ὡς νοῶν ἐν ἑαυτῷ καὶ οὐκ ἔξω. ἐν μὲν οὖν τῷ νοεῖν ἐνέργεια καὶ κίνησις, ἐν δὲ τῷ ἑαυτὸν οὐσία καὶ τὸ ὄν: ὢν γὰρ νοεῖ καὶ ὄντα ἑαυτὸν καὶ εἰς οἷον ἐπερείδετο ὄν. μὲν γὰρ ἐνέργεια εἰς αὑτὸν οὐκ οὐσία, εἰς δὲ καὶ ἀφ̓ οὗ τὸ ὄν: τὸ γὰρ βλεπόμενον τὸ ὄν, οὐχ βλέψις: ἔχει δὲ καὶ αὕτη τὸ εἶναι, ὅτι ἀφ̓ οὗ καὶ εἰς ὄν. ἐνεργείᾳ δὲ ὄν, οὐ δυνάμει, συνάπτει πάλιν αὖ τὰ δύο καὶ οὐ χωρίζει, ἀλλὰ ποιεῖ ἑαυτὸν ἐκεῖνο κἀκεῖνο ἑαυτόν. ὂν δὲ τὸ πάντων ἑδραιότατον καὶ περὶ τὰ ἄλλα τὴν στάσιν ὑπεστήσατο καὶ ἔχει οὐκ ἐπακτόν, ἀλλ̓ ἐξ αὑτοῦ καὶ ἐν αὑτῷ. ἔστι δὲ καὶ εἰς λήγει νόησις οὐκ ἀρξαμένη στάσις, καὶ ἀφ̓ οὗ ὥρμηται οὐχ ὁρμήσασα στάσις: οὐ γὰρ ἐκ κινήσεως κίνησις οὐδ̓ εἰς κίνησιν. ἔτι δὲ μὲν ἰδέα ἐν στάσει πέρας οὖσα νοῦ, δὲ νοῦς αὐτῆς κίνησις, ὥστε ἓν πάντα, καὶ κίνησις καὶ στάσις, καὶ δἰ ὅλων ὄντα γένη καὶ ἕκαστον τῶν ὕστερόν τι ὂν καί τις στάσις καί τις κίνησις. τρία δὴ ταῦτα ἰδών τις, ἐν προσβολῇ τῆς τοῦ ὄντος φύσεως γεγενημένος, καὶ τῷ παῤ αὑτῷ ὄντι τὸ ὂν καὶ τοῖς ἄλλοις ἰδὼν τὰ ἄλλα, τὴν κίνησιν τὴν ἐν αὐτῷ τῇ ἐν αὑτῷ κινήσει, καὶ τῇ στάσει τὴν στάσιν, καὶ ταῦτα ἐκείνοις ἐφαρμόσας, ὁμοῦ μὲν γενομένοις καὶ οἷον συγκεχυμένοις συμμίξας οὐ διακρίνων, οἷον δ̓ ὀλίγον διαστήσας καὶ ἐπισχὼν καὶ διακρίνας εἰσιδὼν ὂν καὶ στάσιν καὶ κίνησιν, τρία ταῦτα καὶ ἕκαστον ἕν, ἆῤ οὐχ ἕτερα ἀλλήλων εἴρηκε καὶ διέστησεν ἐν ἑτερότητι καὶ εἶδε τὴν ἐν τῷ ὄντι ἑτερότητα τρία τιθεὶς καὶ ἓν ἕκαστον, πάλιν δὲ ταῦτα εἰς ἓν καὶ ἐν ἑνὶ καὶ πάντα ἕν, εἰς ταὐτὸν αὖ συνάγων καὶ βλέπων ταυτότητα εἶδε γενομένην καὶ οὖσαν; οὐκοῦν πρὸς τρισὶν ἐκείνοις ἀνάγκη δύο ταῦτα προστιθέναι, ταὐτόν, θάτερον, ὥστε τὰ πάντα γένη γίγνεσθαι πέντε πᾶσι, καὶ ταῦτα διδόντα τοῖς μετὰ ταῦτα τὸ ἑτέροις καὶ ταὐτοῖς εἶναι: καί τι γὰρ ταὐτὸν καί τι ἕτερον ἕκαστον: ἁπλῶς γὰρ ταὐτὸν καὶ ἕτερον ἄνευ τοῦ τὶ ἐν γένει ἂν εἴη. καὶ πρῶτα δὲ γένη, ὅτι μηδὲν αὐτῶν κατηγορήσεις ἐν τῷ τί ἐστι. τὸ γὰρ ὂν κατηγορήσεις αὐτῶν: ὄντα γάρ: ἀλλ̓ οὐχ ὡς γένος: οὐ γὰρ ὅπερ ὄν τι: οὐδ̓ αὖ τῆς κινήσεως οὐδὲ τῆς στάσεως: οὐ γὰρ εἴδη τοῦ ὄντος: ὄντα γὰρ τὰ μὲν ὡς εἴδη αὐτοῦ, τὰ δὲ μετέχοντα αὐτοῦ: οὐδ̓ αὖ τὸ ὂν μετέχον τούτων ὡς γενῶν αὐτοῦ, οὐδὲ γὰρ ἐπαναβέβηκεν αὐτῷ οὐδὲ πρότερα τοῦ ὄντος.
§2.9 ἀλλ̓ ὅτι μὲν ταῦτα γένη πρῶτα, ἐκ τούτων ἄν τις, ἴσως δὲ καὶ ἄλλων, βεβαιώσαιτο: ὅτι δὲ μόνα ταῦτα καὶ οὐκ ἄλλα πρὸς τούτοις, πῶς ἄν τις πιστεύσειε; διὰ τί γὰρ οὐ καὶ τὸ ἕν; διὰ τί δ̓ οὐ τὸ ποσόν; καὶ τὸ ποιὸν δέ; τὸ δὲ πρός τι καὶ τὰ ἄλλα, ἅπερ ἤδη ἕτεροι κατηρίθμηνται; τὸ μὲν οὖν ἕν, εἰ μὲν τὸ πάντως ἕν, μηδὲν ἄλλο πρόσεστι, μὴ ψυχή, μὴ νοῦς, μὴ ὁτιοῦν, οὐδενὸς ἂν κατηγοροῖτο τοῦτο, ὥστε οὐδὲ γένος: εἰ δὲ τὸ προσὸν τῷ ὄντι, ἐφ̓ οὗ τὸ ἓν ὂν λέγομεν, οὐ πρώτως ἓν τοῦτο. ἔτι ἀδιάφορον ὂν αὑτοῦ πῶς ἂν ποιήσειεν εἴδη; εἰ δὲ τοῦτο μή, οὐ γένος. πῶς γὰρ καὶ διαιρήσεις; διαιρῶν γὰρ πολλὰ ποιήσεις: ὥστε αὐτὸ τὸ ἓν πολλὰ ἔσται καὶ ἀπολεῖ ἑαυτό, εἰ ἐθέλοι γένος εἶναι. ἔπειτά τι προσθήσεις διαιρῶν εἰς εἴδη: οὐ γὰρ ἂν εἶεν διαφοραὶ ἐν τῷ ἕν, ὥσπερ εἰσὶ τῆς οὐσίας. ὄντος μὲν γὰρ δέχεται νοῦς εἶναι διαφοράς, ἑνὸς δὲ πῶς; εἶτα ἑκάστοτε μετὰ τῆς διαφορᾶς δύο τιθεὶς ἀναιρεῖς τὸ ἕν, ἐπείπερ πανταχοῦ μονάδος προσθήκη τὸ πρότερον ποσὸν ἀφανίζει. εἰ δέ τις λέγοι τὸ ἐπὶ τῷ ὄντι ἓν καὶ το ἐπὶ κινήσει ἓν καὶ τοῖς αλλοις. κοινὸν εἶναι, εἰς μὲν ταὐτὸν ἄγων τὸ ὂν καὶ τὸ ἕν, ἐν λόγῳ τὸ ὂν οὐκ ἐποίει τῶν ἄλλων γένος, ὅτι μὴ ὅπερ ὂν ὄντα, ἀλλ̓ ἕτερον τρόπον ὄντα, οὕτως οὐδὲ τὸ ἓν κοινὸν ἐπ̓ αὐτῶν ἔσται, ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ ἄλλως. εἰ δὲ μὴ πάντων λέγοι ποιεῖν, ἀλλὰ ἕν τι ἐφ̓ ἑαυτοῦ, ὥσπερ τὰ ἄλλα, εἰ μὲν ταὐτὸν αὐτῷ τὸ ὂν καὶ τὸ ὂν ἕν, ἤδη τοῦ ὄντος ἠριθμημένου ἐν τοῖς γένεσιν ὄνομα εἰσάγει: εἰ δὲ ἓν ἑκάτερον, τινὰ φύσιν λέγει, καὶ εἰ μὲν προστίθησί τι, ἓν λέγει, εἰ δὲ μηδέν, ἐκεῖνο, οὐδενὸς κατηγορεῖται, πάλιν αὖ λέγει. εἰ δὲ τὸ τῷ ὄντι συνόν, εἴπομεν μέν, ὅτι οὐ πρώτως ἓν λέγει. ἀλλὰ τί κωλύει πρώτως εἶναι τοῦτο ἐξῃρημένου: ἐκείνου τοῦ παντελῶς ἕν; καὶ γὰρ τὸ ὂν μετ̓ ἐκεῖνο λέγομεν ὂν καὶ ὂν πρώτως ὄν. ὅτι οὐκ ἦν τὸ πρὸ αὐτοῦ ὂν , εἴπερ ἦν, οὐκ ἂν ἦν πρώτως ὄν: τούτου δὲ τὸ πρὸ αὐτοῦ ἕν. ἔπειτα χωρισθὲν τῇ νοήσει τοῦ ὄντος διαφορὰς οὐκ ἔχει: ἔπειτα ἐν τῷ ὄντι, εἰ μὲν ἐπακολούθημα αὐτοῦ, καὶ πάντων καὶ ὕστερονπρότερον δὲ τὸ γένος: εἰ δὲ ἅμα, καὶ πάντωντὸ δὲ γένος οὐχ ἅμα: εἰ δὲ πρότερον, ἀρχή τις καὶ αὐτοῦ μόνον: εἰ δὲ ἀρχὴ αὐτοῦ, οὐ γένος αὐτοῦ: εἰ δὲ μὴ αὐτοῦ, οὐδὲ τῶν ἄλλων: δέοι ἂν καὶ τὸ ὂν καὶ τῶν ἄλλων πάντων. ὅλως γὰρ ἔοικε τὸ ἓν ἐν τῷ ὄντι πλησιάζον τῷ ἑνὶ καὶ οἷον συνεκπῖπτον τῷ ὄντι, τοῦ ὄντος τὸ μὲν πρὸς ἐκεῖνο ἓν ὄντος, τὸ δὲ μετ̓ ἐκεῖνο ὄντος, δύναται καὶ πολλὰ εἶναι, μένον αὐτὸ ἓν καὶ οὐ θέλον μερίζεσθαι οὐδὲ γένος εἶναι βούλεσθαι.
§2.10 πῶς οὖν ἕκαστον τοῦ ὄντος ἕν; τῷ τὸ τὶ ἓν οὐχ ἕν: πολλὰ γὰρ ἤδη τὸ τὶ ἕν: ἀλλ̓ ὁμωνύμως ἓν ἕκαστον τῶν εἰδῶν: τὸ γὰρ εἶδος πλῆθος, ὥστε ἓν ἐνταῦθα ὡς στρατὸς χορός. οὐ τοίνυν τὸ ἐκεῖ ἓν ἐν τούτοις, ὥστε οὐ κοινὸν τὸ ἓν οὐδὲ θεωροῖτο ἂν ἐν τῷ ὄντι καὶ τοῖς τὶ οὖσι τὸ αὐτό: ὥστε οὐ γένος τὸ ἕν: ἐπεὶ πᾶν γένος, καθ̓ οὗ ἀληθεύεται οὐκέτι καὶ τὰ ἀντικείμενα: καθ̓ οὗ δὲ παντὸς ὄντος ἀληθεύεται τὸ ἓν καὶ τὰ ἀντικείμενα, καθ̓ οὗ ἀληθεύσεται τὸ ἓν ὡς γένος, κατὰ τούτου ἔσται οὐχ ὡς γένος: ὥστε οὔτε τῶν πρώτων γενῶν ἀληθεύσεται ὡς γένος, ἐπείπερ καὶ τὸ ἓν ὂν οὐ μᾶλλον ἓν πολλά, οὐδέ τι τῶν ἄλλων γενῶν οὕτως ἕν, ὡς μὴ πολλά, οὔτε κατὰ τῶν ἄλλων τῶν ὑστέρων, πάντως πολλά. τὸ δ̓ ὅλον γένος οὐδὲν ἕν: ὥστε, εἰ τὸ ἓν γένος, ἀπολεῖ τὸ εἶναι ἕν: οὐ γὰρ ἀριθμὸς τὸ ἕν: ἀριθμὸς δ̓ ἔσται γενόμενον γένος. ἔτι τὸ ἓν ἀριθμῷ ἕν: εἰ γὰρ γένει ἕν, οὐ κυρίως ἕν. ἔτι ὥσπερ ἐν τοῖς ἀριθμοῖς τὸ ἓν οὐχ ὡς γένος κατ̓ αὐτῶν, ἀλλ̓ ἐνυπάρχειν μὲν λέγεται, οὐ γένος δὲ λέγεται, οὕτως οὐδ̓ εἰ ἐν τοῖς οὖσι τὸ ἕν, γένος ἂν εἴη οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων οὔτε τῶν πάντων. ἔτι ὥσπερ τὸ ἁπλοῦν ἀρχὴ μὲν ἂν εἴη τοῦ οὐχ ἁπλοῦ, οὐ μὴν τούτου καὶ γένοςἁπλοῦν γὰρ ἂν εἴη καὶ τὸ μὴ ἁπλοῦνοὕτω καὶ ἐπὶ τοῦ ἑνός, εἰ τὸ ἓν ἀρχή, οὐκ ἔσται τῶν μετ̓ αὐτὸ γένος. ἔσται οὖν οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων. ἀλλ̓ εἴπερ ἔσται, τῶν ἓν ἑκάστων, οἷον εἴ τις ἀξιώσειε χωρίσαι ἀπὸ τῆς οὐσίας τὸ ἕν. τινῶν οὖν ἔσται. ὥσπερ γὰρ τὸ ὂν οὐ πάντων γένος, ἀλλὰ τῶν ὂν εἰδῶν, οὕτω καὶ τὸ ἓν τῶν ἓν ἑκάστων εἰδῶν. τίς οὖν διαφορὰ ἄλλου πρὸς ἄλλο καθ̓ ἕν, ὥσπερ ἄλλου πρὸς ἄλλο ὄντος διαφορά; ἀλλ̓ εἰ συμμερίζεται τῷ ὄντι καὶ τῇ οὐσίᾳ καὶ τὸ ὂν τῷ μερισμῷ καὶ τῷ ἐν πολλοῖς θεωρεῖσθαι τὸ αὐτὸ γένος, διὰ τί οὐ καὶ τὸ ἓν τοσαῦτα φαινόμενον, ὅσα οὐσία, καὶ ἐπὶ τὰ ἴσα μεριζόμενον οὐκ ἂν εἴη γένος; πρῶτον οὐκ ἀνάγκη, εἴ τι ἐνυπάρχει πολλοῖς, γένος εἶναι οὔτε αὐτῶν, οἷς ἐνυπάρχει, οὔτε ἄλλων, οὐδ̓ ὅλως, εἴ τι κοινόν, πάντως γένος. τὸ γοῦν σημεῖον ἐνυπάρχον ταῖς γραμμαῖς οὐ γένος οὔτε αὐτῶν οὔτε ὅλως, οὐδέ γε, ὥσπερ ἐλέγετο, τὸ ἐν τοῖς ἀριθμοῖς ἓν οὔτε τῶν ἀριθμῶν οὔτε τῶν ἄλλων. δεῖ γὰρ τὸ κοινὸν καὶ ἐν πολλοῖς καὶ διαφοραῖς οἰκείαις χρῆσθαι καὶ εἴδη ποιεῖν καὶ ἐν τῷ τί ἐστι: τοῦ δὲ ἑνὸς τίνες ἂν εἶεν διαφοραί; ποῖα γεννᾷ εἴδη; εἰ δὲ τὰ αὐτὰ εἴδη ποιεῖ, περὶ τὸ ὄν, καὶ τὸ αὐτὸ ἂν εἴη τῷ ὄντι, καὶ ὄνομα μόνον θάτερον, καὶ ἀρκεῖ τὸ ὄν.
§2.11 ἐπισκεπτέον δέ, πῶς ἐν τῷ ὄντι τὸ ἕν, καὶ πῶς λεγόμενος μερισμὸς καὶ ὅλως τῶν γενῶν, καὶ εἰ αὐτὸς ἄλλος ἑκάτερος. πρῶτον οὖν, πῶς ὅλως ἓν ἕκαστον ὁτιοῦν λέγεται καὶ ἔστιν, εἶτα εἰ ὁμοίως καὶ ἐν τῷ ἑνὶ ὄντι λέγομεν καὶ ὡς ἐκεῖ λέγεται. τὸ μὲν οὖν ἐπὶ πάντων ἓν οὐ ταὐτόν: οὕτε γὰρ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως καὶ τῶν νοητῶνἀλλὰ γὰρ οὐδὲ τὸ ὄνοὔτε ἐπὶ τῶν αἰσθητῶν πρὸς ἄλληλα ὁμοίως: οὐ γὰρ ταὐτὸν ἐν χορῷ καὶ στρατοπέδῳ καὶ νηὶ καὶ οἰκίᾳ οὐδὲ αὖ ἐν τούτοις καὶ ἐν τῷ συνεχεῖ. ἀλλ̓ ὅμως πάντα τὸ αὐτὸ μιμεῖται, τυγχάνει δὲ τὰ μὲν πόρρωθεν, τὰ δὲ μᾶλλον, ἤδη δὲ καὶ ἀληθέστερον ἐν τῷ νῷ: ψυχὴ γὰρ μία καὶ ἔτι μᾶλλον νοῦς εἷς καὶ τὸ ὂν ἕν. ἆῤ οὖν ἐν ἑκάστῳ τὸ ὂν αὐτοῦ λέγοντες ἓν λέγομεν καὶ ὡς ἔχει ὄντος, οὕτω καὶ τοῦ ἑνός; συμβέβηκε μὲν τοῦτο, οὐ μέντοι καθ̓ ὂν καὶ ἕν, ἀλλ̓ ἔστι μὴ ἧττον ὂν ὑπάρχον ἧττον εἶναι ἕν. οὐ γὰρ ἧττον στρατὸς χορὸς οἰκίας, ἀλλ̓ ὅμως ἧττον ἕν. ἔοικεν οὖν τὸ ἐν ἑκάστῳ ἓν πρὸς ἀγαθὸν μᾶλλον βλέπειν, καὶ καθ̓ ὅσον τυγχάνει ἀγαθοῦ, κατὰ τοσοῦτον καὶ ἕν, καὶ τὸ μᾶλλον καὶ ἧττον τοῦ ἓν ἐν τούτῳ: εἶναι γὰρ θέλει ἕκαστον οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἀγαθοῦ. διὰ τοῦτο καὶ τὰ μὴ ἓν ὡς δύναται σπεύδει ἓν γενέσθαι, τὰ μὲν φύσει αὐτῇ τῇ φύσει συνιόντα εἰς ταὐτὸν ἑνοῦσθαι αὑτοῖς θέλοντα: οὐ γὰρ ἀπ̓ ἀλλήλων σπεύδει ἕκαστα, ἀλλ̓ εἰς ἄλληλα καὶ εἰς αὑτά: καὶ ψυχαὶ πᾶσαι εἰς ἓν ἂν βούλοιντο ἰέναι μετὰ τὴν αὑτῶν οὐσίαν. καὶ ἀμφοτέρωθεν δὲ τὸ ἕν: καὶ γὰρ τὸ ἀφ̓ οὗ καὶ τὸ εἰς : καὶ γὰρ ἄρχεται ἀπὸ τοῦ ἓν καὶ σπεύδει εἰς τὸ ἕν: οὕτω γὰρ καὶ τὸ ἀγαθόν: οὐδὲ γὰρ ὑπέστη ἐν τοῖς οὖσιν ὁτιοῦν, ὑποστάν τε ἂν ἀνέχοιτο μὴ πρὸς τὸ ἓν τὴν σπουδὴν ἔχον. τὰ μὲν δὴ φύσει οὕτω: τὰ δὲ ἐν ταῖς τέχναις αὐτὴ ἑκάστη ἕκαστον πρὸς τοῦτο καθ̓ ὅσον δύναται καὶ ὡς δύναται ἐκεῖνα οὕτως ποιεῖ: τὸ δὲ ὂν μάλιστα πάντων τούτου τυγχάνει: ἐγγὺς γάρ: ὅθεν τὰ μὲν ἄλλα λέγεται λέγεται μόνον, οἷον ἄνθρωπος: καὶ γάρ, εἴ ποτε λέγοιμεν εἷς, πρὸς δύο λέγομεν: εἰ δὲ καὶ ἄλλως τὸ ἓν λέγομεν ἐπ̓ αὐτοῦ, προστιθέντες λέγομεν. ἐπὶ δὲ τοῦ ὄντος λέγομεν τὸ ὅλον τοῦτο ἓν ὂν καὶ ἀξιοῦμεν ὡς ἓν ἐνδεικνύμενοι τὴν σφόδρα αὐτοῦ πρὸς τὸ ἀγαθὸν συνουσίαν. γίγνεται οὖν τὸ ἓν καὶ ἐν αὐτῷ ὡς ἀρχὴ καὶ τέλος, οὐχ ὡσαύτως δέ, ἀλλὰ ἄλλως, ὥστε καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ ἐν τῷ ἕν. τί οὖν τὸ ἐν αὐτῷ ἕν; οὐχὶ ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι καὶ κοινὸν θεωρούμενον; πρῶτον μὲν καὶ ἐν ταῖς γραμμαῖς κοινὸν τὸ σημεῖον καὶ οὐ γένος τῶν γραμμῶν: καὶ ἐν τοῖς ἀριθμοῖς κοινὸν τὸ ἓν δὴ ἴσως τοῦτο καὶ οὐ γένος: οὐδὲ γὰρ ταὐτὸν τὸ ἓν τὸ ἐπ̓ αὐτοῦ τοῦ ἓν τῷ ἐπὶ μονάδος καὶ δυάδος καὶ τῶν ἄλλων ἀριθμῶν. ἔπειτα καὶ ἐν τῷ ὄντι οὐδὲν κωλύει τὰ μὲν πρῶτα, τὰ δ̓ ὕστερα εἶναι, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα εἶναι. καὶ εἰ ταὐτὸν δὲ ἐν πᾶσι τὸ ἓν τοῖς τοῦ ὄντος, διαφορὰ οὐκ οὖσα αὐτοῦ οὐδὲ εἴδη ποιεῖ: εἰ δὲ μὴ εἴδη, οὐδὲ γένος αὐτὸ δύναται εἶναι.
§2.12–3.5
§2.12 καὶ ταῦτα μὲν οὕτω. πῶς δὲ τοῖς ἀριθμοῖς τὸ ἀγαθὸν ἐν τῷ ἓν εἶναι ἕκαστον ἀψύχοις οὖσιν; κοινὸν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἀψύχων. εἰ δέ τις λέγοι μὴ εἶναι ὅλως αὐτούς, ἡμεῖς περὶ ὄντων εἴπομεν, καθ̓ ἓν ἕκαστον. εἰ δὲ τὸ σημεῖον ζητοῖεν πῶς ἀγαθοῦ μετέχει, εἰ μὲν καθ̓ αὑτὸ φήσουσιν εἶναι, εἰ μὲν ἄψυχον φήσουσι, τὸ αὐτὸ ὅπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων ζητοῦσιν: εἰ δ̓ ἐν ἄλλοις, οἷον ἐν κύκλῳ, τὸ ἀγαθὸν τὸ ἐκείνου τούτῳ καὶ ὄρεξις πρὸς τοῦτο καὶ σπεύδει ὡς δύναται διὰ τούτου ἐκεῖ. ἀλλὰ πῶς τὰ γένη ταῦτα; ἆρα καὶ τὰ κερματιζόμενα ἕκαστα; ὅλον ἐν ἑκάστῳ ὧν γένος. καὶ πῶς ἔτι ἕν; τὸ γένει ἓν ὡς ἐν πολλοῖς ὅλον. ἆῤ οὖν μόνον ἐν τοῖς μετέχουσιν; οὔ, ἀλλὰ καὶ καθ̓ αὑτὸ καὶ ἐν τοῖς μετέχουσιν. ἀλλ̓ ἴσως σαφέστερον ἔσται ὕστερον.
§2.13 νῦν δέ, πῶς τὸ ποσὸν οὐκ ἐν τοῖς γένεσι τοῖς πρώτοις, καὶ αὖ τὸ ποιόν; ποσὸν μὲν οὐ πρῶτον μετὰ τῶν ἄλλων, ὅτι ἐκεῖνα μὲν ἅμα μετὰ τοῦ ὄντος. κίνησις γὰρ μετὰ τοῦ ὄντος ἐνεργείᾳ ὄντος ζωὴ αὐτοῦ οὖσα: καὶ στάσις ἐν αὐτῇ τῇ οὐσίᾳ συνεισῄει, μᾶλλον δὲ συνῆν τὸ εἶναι τούτοις ἑτέροις καὶ τοῖς αὐτοῖς, ὥστε συνορᾶσθαι καὶ ταῦτα. ἀριθμὸς δὲ ὕστερός τε ἐκείνων καὶ ἑαυτοῦ, καὶ τὸ ὕστερον παρὰ τοῦ προτέρου καὶ ἐφεξῆς ἀλλήλοις, καὶ ἐνυπάρχει τὰ ὕστερα ἐν τοῖς προτέροις: ὥστε ἐν μὲν τοῖς πρώτοις οὐκ ἂν καταριθμοῖτο: ζητητέον δέ, εἰ ὅλως γένος. τὸ μέντοι μέγεθος ἔτι μᾶλλον ὕστερον καὶ σύνθετον: ἀριθμὸς γὰρ ἐν τῷδε καὶ γραμμὴ ʽδύο τινἂ καὶ ἐπίπεδον ʽτρίἀ. εἰ μὲν οὖν παρὰ τοῦ ἀριθμοῦ ἔχει καὶ τὸ συνεχὲς μέγεθος τὸ ποσόν, τοῦ ἀριθμοῦ οὐκ ὄντος γένους πῶς ἂν τοῦτο ἔχοι; ἔνι δὲ καὶ ἐν τοῖς μεγέθεσι τὸ πρότερον καὶ τὸ ὕστερον. εἰ δὲ κοινὸν ἐπὶ ἀμφοῖν τὸ ποσοῖς, τί τοῦτό ἐστι ληπτέον, καὶ εὑρόντας θετέον γένος ὕστερον, οὐκ ἐν τοῖς πρώτοις: καὶ εἰ γένος μὴ ἐν τοῖς πρώτοις, εἴς τι ἀνακτέον τῶν πρώτων τῶν εἰς τὰ πρῶτα. δῆλον τοίνυν ἴσως, ὅτι ὅσον τι δηλοῖ τοῦ ποσοῦ φύσις καὶ μετρεῖ τὸ ὅσον ἑκάστου αὐτή τε ὅσον τι. ἀλλ̓ εἰ κοινὸν ἐπ̓ ἀριθμοῦ καὶ μεγέθους τὸ ὅσον, ἀριθμὸς πρῶτος, τὸ δὲ μέγεθος ἀπ̓ ἐκείνου, ὅλως μὲν ἀριθμὸς ἐν μίξει κινήσεως καὶ στάσεως, τὸ δὲ μέγεθος κίνησίς τις ἐκ κινήσεως, τῆς μὲν κινήσεως εἰς ἀόριστον προιούσης, τῆς δὲ στάσεως ἐν τῇ ἐποχῇ τοῦ προιόντος μονάδα ποιούσης. ἀλλὰ περὶ γενέσεως ἀριθμοῦ καὶ μεγέθους, μᾶλλον δὲ ὑποστάσεως καὶ ἐπινοίας, ὕστερον θεωρητέον. τάχα γὰρ μὲν ἀριθμὸς ἐν τοῖς πρώτοις γένεσι, τὸ δὲ μέγεθος ὕστερον ἐν συνθέσει: καὶ μὲν ἀριθμὸς ἑστώτων, τὸ δὲ μέγεθος ἐν κινήσει. ἀλλὰ ταῦτα μὲν ὕστερον, ὥς φαμεν.
§2.14 περὶ δὲ τοῦ ποιοῦ, διὰ τί οὐκ ἐν τοῖς πρώτοις; ὅτι καὶ τοῦτο ὕστερον καὶ μετὰ τὴν οὐσίαν. δεῖ δὲ τὴν οὐσίαν παρακολουθοῦντα ταῦτα ἔχειν τὴν πρώτην, μὴ ἐκ τούτων δὲ τὴν σύστασιν ἔχειν, μηδὲ διὰ τούτων συμπληροῦσθαι: εἴη ἂν ὑστέρα ποιότητος καὶ ποσότητος. ἐν μὲν οὖν ταῖς συνθέτοις οὐσίαις καὶ ἐκ πολλῶν, ἐν αἷς καὶ ἀριθμοὶ καὶ ποιότητες διαλλαγὴν ἐποίησαν αὐτῶν, καὶ ποιότητες εἶεν ἂν καὶ κοινότης τις ἐν αὐταῖς θεωρηθήσεται: ἐν δὲ τοῖς πρώτοις γένεσι τὴν διαίρεσιν οὐχ ἁπλῶν καὶ συνθέτων δεῖ ποιεῖσθαι, ἀλλ̓ ἁπλῶν καὶ τῶν τὴν οὐσίαν συμπληρούντων, οὐ τὴν τινὰ οὐσίαν. τὴν μὲν γὰρ τινὰ οὐσίαν συμπληροῦσθαι καὶ ἐκ ποιότητος οὐδὲν ἴσως ἄτοπον, ἐχούσης ἤδη τὴν οὐσίαν πρὸ τῆς ποιότητος, τὸ δὲ τοιόνδε ἔξωθεν, αὐτὴν δὲ τὴν οὐσίαν ἔχει οὐσιώδη ἔχειν. καίτοι ἐν ἄλλοις ἠξιοῦμεν τὰ μὲν τῆς οὐσίας συμπληρωτικὰ ὁμωνύμως ποιὰ εἶναι, τὰ δ̓ ἔξωθεν μετὰ τὴν οὐσίαν ὑπάρχοντα ποιά, καὶ τὰ μὲν ἐν ταῖς οὐσίαις ἐνεργείας αὐτῶν, τὰ δὲ μετ̓ αὐτὰς ἤδη πάθη: νῦν δὲ λέγομεν οὐκ οὐσίας ὅλως εἶναι συμπληρωτικὰ τὰ τῆς τινὸς οὐσίας: οὐ γὰρ οὐσίας προσθήκη γίνεται τῷ ἀνθρώπῳ, καθ̓ ἄνθρωπος, εἰς οὐσίαν: ἀλλ̓ ἔστιν οὐσία ἄνωθεν, πρὶν ἐπὶ τὴν διαφορὰν ἐλθεῖν, ὥσπερ καὶ ζῷον ἤδη, πρὶν ἐπὶ τὸ λογικὸν ἥκειν.
§2.15 πῶς οὖν τὰ τέτταρα γένη συμπληροῖ τὴν οὐσίαν οὔπω ποιὰν οὐσίαν ποιοῦντα; οὐδὲ γὰρ τινά. ὅτι μὲν οὖν τὸ ὂν πρῶτον, εἴρηται, καὶ ὡς κίνησις οὐκ ἂν εἴη ἄλλο οὐδ̓ στάσις οὐδὲ θάτερον οὐδὲ ταὐτόν, δῆλον: καὶ ὅτι οὐ ποιότητα ἐνεργάζεται κίνησις αὕτη, ἴσως μὲν φανερόν, λεχθὲν δὲ μᾶλλον ποιήσει σαφέστερον. εἰ γὰρ κίνησις ἐνέργειά ἐστιν αὐτῆς, ἐνέργεια δὲ τὸ ὂν καὶ ὅλως τὰ πρῶτα, οὐκ ἂν συμβεβηκὸς εἴη κίνησις, ἀλλ̓ ἐνέργεια οὖσα ἐνεργείᾳ ὄντος οὐδ̓ ἂν συμπληρωτικὸν ἔτι λέγοιτο, ἀλλ̓ αὐτή: ὥστε οὐκ ἐμβέβηκεν εἰς ὕστερόν τι οὐδ̓ εἰς ποιότητα, ἀλλ̓ εἰς τὸ ἅμα τέτακται. οὐ γὰρ ἔστιν ὄν, εἶτα κεκίνηται, οὐδὲ ἔστιν ὄν, εἶτα ἔστη: οὐδὲ πάθος στάσις, καὶ ταὐτὸν δὲ καὶ θάτερον οὐχ ὕστερα, ὅτι μὴ ὕστερον ἐγένετο πολλά, ἀλλ̓ ἦν ὅπερ ἦν ἓν πολλά: εἰ δὲ πολλά, καὶ ἑτερότης, καὶ εἰ ἓν πολλά, καὶ ταυτότης. καὶ ταῦτα εἰς τὴν οὐσίαν ἀρκεῖ: ὅταν δὲ μέλλῃ πρὸς τὰ κάτω προιέναι, τότε ἄλλα, οὐκέτι οὐσίαν ποιεῖ, ἀλλὰ ποιὰν οὐσίαν καὶ ποσὴν οὐσίαν, καὶ γιγνέσθω γένη οὐ πρῶτα.
§2.16 τὸ δὲ πρός τι παραφυάδι ἐοικὸς πῶς ἂν ἐν πρώτοις; ἑτέρου γὰρ πρὸς ἕτερον καὶ οὐ πρὸς αὑτὸ σχέσις καὶ πρὸς ἄλλο. ποῦ δὲ καὶ πότε ἔτι πόρρω: τό τε γὰρ ποῦ ἄλλο ἐν ἄλλῳ, ὥστε. δύο: τὸ δὲ γένος ἓν δεῖ εἶναι, οὐ σύνθεσιν: καὶ οὐδὲ τόπος ἐκεῖ: νῦν δὲ λόγος περὶ τῶν ὄντων κατὰ ἀλήθειαν: τε χρόνος εἰ ἐκεῖ, σκεπτέον. μᾶλλον δὲ ἴσως οὔ. εἰ δὲ καὶ μέτρον καὶ οὐχ ἁπλῶς μέτρον, ἀλλὰ κινήσεως, δύο καὶ σύνθετον τὸ ὅλον καὶ κινήσεως ὕστερον, ὥστε οὐχ ὅπου κίνησις ἐν ἴσῃ διαιρέσει. τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν ἐν κινήσει. εἰ ἄρα ἐκεῖ τὸ πάσχειν καὶ τὸ ποιεῖν, τὸ ποιεῖν δὲ δύο, ὁμοίως καὶ τὸ πάσχειν: οὐδέτερον οὖν ἁπλοῦν. καὶ τὸ ἔχειν δύο καὶ τὸ κεῖσθαι ἄλλο ἐν ἄλλῳ οὕτως, ὥστε τρία.
§2.17 ἀλλὰ τὸ καλὸν καὶ τὸ ἀγαθὸν καὶ αἱ ἀρεταὶ διὰ τί οὐκ ἐν τοῖς πρώτοις, ἐπιστήμη, νοῦς; τὸ μὲν ἀγαθόν, εἰ τὸ πρῶτον, ἣν δὴ λέγομεν τὴν τοῦ ἀγαθοῦ φύσιν, καθ̓ ἧς οὐδὲν κατηγορεῖται, ἀλλ̓ ἡμεῖς μὴ ἔχοντες ἄλλως σημῆναι οὕτω λέγομεν, γένος οὐδενὸς ἂν εἴη. οὐ γὰρ κατ̓ ἄλλων λέγεται ἦν ἂν καθ̓ ὧν λέγεται ἕκαστον ἐκεῖνο λεγόμενον: καὶ πρὸ οὐσίας δὲ ἐκεῖνο, οὐκ ἐν οὐσίᾳ. εἰ δ̓ ὡς ποιὸν τὸ ἀγαθόν, ὅλως τὸ ποιὸν οὐκ ἐν τοῖς πρώτοις. τί οὖν; τοῦ ὄντος φύσις οὐκ ἀγαθόν; πρῶτον μὲν ἄλλως καὶ οὐκ ἐκείνως, ὡς τὸ πρῶτον: καὶ ἔστιν ἀγαθὸν οὐχ ὡς ποιόν, ἀλλ̓ ἐν αὐτῷ. ἀλλὰ καὶ τὰ ἄλλα ἔφαμεν γένη ἐν αὐτῷ, καὶ διότι κοινόν τι ἦν ἕκαστον καὶ ἐν πολλοῖς ἑωρᾶτο, γένος. εἰ οὖν καὶ τὸ ἀγαθὸν ὁρᾶται ἐφ̓ ἑκάστῳ μέρει τῆς οὐσίας τοῦ ὄντος ἐπὶ τοῖς πλείστοις, διὰ τί οὐ γένος καὶ ἐν τοῖς πρώτοις; ἐν ἅπασι τοῖς μέρεσιν οὐ ταὐτόν, ἀλλὰ πρώτως καὶ δευτέρως καὶ ὑστέρως: γὰρ ὅτι θάτερον παρὰ θατέρου, τὸ ὕστερον παρὰ τοῦ προτέρου, ὅτι παῤ ἑνὸς πάντα τοῦ ἐπέκεινα, ἄλλα ἄλλως κατὰ φύσιν τὴν αὐτῶν μεταλαμβάνει. εἰ δὲ δὴ καὶ γένος ἐθέλοι τις θέσθαι, ὕστερον: ὕστερον γὰρ τῆς οὐσίας καὶ τοῦ τί ἐστι τὸ εἶναι αὐτὸ ἀγαθόν, κἂν ἀεὶ συνῇ, ἐκεῖνα δὲ ἦν τοῦ ὄντος ὂν καὶ εἰς τὴν οὐσίαν. ἐντεῦθεν γὰρ καὶ τὸ ἐπέκεινα τοῦ ὄντος, ἐπειδὴ τὸ ὂν καὶ οὐσία οὐ δύναται μὴ πολλὰ εἶναι, ἀλλὰ ἀνάγκη αὐτὸ ἔχειν ταῦτα τὰ ἠριθμημένα γένη καὶ εἶναι ἓν πολλά. εἰ μέντοι τὸ ἀγαθὸν τὸ ἐν τῷ ὄντι μὴ ὀκνοῖμεν λέγειν τὴν ἐνέργειαν αὐτοῦ τὴν κατὰ φύσιν πρὸς τὸ ἕν, τοῦτο δ̓ εἶναι τὸ ἀγαθὸν αὐτοῦ, ἵν̓ ἐκεῖθεν ἀγαθοειδὲς , ἔσται τὸ ἀγαθὸν τοῦτο ἐνέργεια πρὸς τὸ ἀγαθόν: τοῦτο δὲ ζωὴ αὐτοῦ: τοῦτο δὲ κίνησις, ἤδη ἐστὶν ἕν τι τῶν γενῶν.
§2.18 περὶ δὲ τοῦ καλοῦ, εἰ μὲν ἐκεῖνο πρώτη καλλονή, τὰ αὐτὰ ἂν καὶ παραπλήσια λέγοιτο τοῖς ἐπὶ τοῦ ἀγαθοῦ λόγοις: καὶ εἰ τὸ ἐπὶ τῇ ἰδέᾳ οἷον ἀποστίλβον, ὅτι μὴ τὸ αὐτὸ ἐν πᾶσι, καὶ ὅτι ὕστερον τὸ ἀποστίλβειν. εἰ δὲ οὐκ ἄλλο τι τὸ καλὸν οὐσία αὐτή, ἐν τῇ οὐσίᾳ εἴρηται. εἰ δὲ πρὸς ἡμᾶς τοὺς ὁρῶντας τῷ τοιόνδε πάθος ποιεῖν ἐστι, τοῦτο τὸ ἐνεργεῖν κίνησις, καὶ εἰ πρὸς ἐκεῖνο ἐνέργεια, κίνησις. ἔστι δὲ καὶ ἐπιστήμη αὐτοκίνησις ὄψις οὖσα τοῦ ὄντος καὶ ἐνέργεια, ἀλλ̓ οὐχ ἕξις: ὥστε καὶ αὐτὴ ὑπὸ τὴν κίνησιν, εἰ δὲ βούλει, ὑπὸ τὴν στάσιν, καὶ ὑπ̓ ἄμφω: εἰ δὲ ὑπ̓ ἄμφω, ὡς μικτόν: εἰ τοῦτο, ὕστερον τὸ μικτόν. δὲ νοῦς ὂν νοοῦν καὶ σύνθετον ἐκ πάντων οὐχ ἕν τι τῶν γενῶν: καὶ ἔστιν ἀληθινὸς νοῦς ὂν μετὰ πάντων καὶ ἤδη πάντα τὰ ὄντα, τὸ δὲ ὂν μόνον ψιλὸν εἰς γένος λαμβανόμενον στοιχεῖον αὐτοῦ. δικαιοσύνη δὲ καὶ σωφροσύνη καὶ ὅλως ἀρετὴ ἐνέργειαί τινες νοῦ πᾶσαι: ὥστε οὐκ ἐν πρώτοις, καὶ ὕστερα γένους καὶ εἴδη.
§2.19 γένη δὴ ὄντα τὰ τέτταρα ταῦτα καὶ πρῶτα ἆρα καθ̓ αὑτὸ ἕκαστον εἴδη ποιεῖ; οἷον τὸ ὂν διαιροῖτο ἂν ἤδη ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἄλλων; οὔ: ἐπειδὴ ἔξωθεν τοῦ γένους λαβεῖν δεῖ τὰς διαφοράς, καὶ εἶναι μὲν τοῦ ὄντος διαφορὰς ὄν, οὐ μέντοι τὰς διαφορὰς αὐτό. πόθεν οὖν ἕξει; οὐ γὰρ δὴ ἐκ τῶν οὐκ ὄντων. εἰ δὴ ἐξ ὄντων, ἦν δὲ τὰ γένη τὰ τρία τὰ λοιπά, δηλονότι ἐκ τούτων καὶ μετὰ τούτων προστιθεμένων καὶ συνδυαζομένων καὶ ἅμα γινομένων. ἀλλὰ ἅμα γινόμενα τοῦτο δὴ ἐποίει τὸ ἐκ πάντων. πῶς οὖν τὰ ἄλλα ἐστὶ μετὰ τὸ ἐκ πάντων; καὶ πῶς γένη πάντα ὄντα εἴδη ποιεῖ; πῶς δὲ κίνησις εἴδη κινήσεως; καὶ στάσις καὶ τὰ ἄλλα; ἐπεὶ κἀκεῖνο δεῖ παραφυλάττειν, ὅπως μὴ ἀφανίζοιτο ἕκαστον ἐν τοῖς εἴδεσι, μηδ̓ αὖ τὸ γένος κατηγορούμενον μόνον, ὡς ἐν ἐκείνοις θεωρούμενον, ἀλλ̓ ἐν ἐκείνοις ἅμα καὶ ἐν αὑτῷ καὶ μιγνύμενον αὖ καθαρόν, καὶ μὴ μιγνύμενον ὑπάρχῃ, μηδ̓ ἄλλοις συντελοῦν εἰς οὐσίαν αὑτὸ ἀπολλύῃ. περὶ μὲν δὴ τούτων σκεπτέον. ἐπεὶ δὲ ἔφαμεν τὸ ἐκ πάντων τῶν ὄντων νοῦν εἶναι ἕκαστον, πρὸ δὲ πάντων, ὡς εἰδῶν καὶ μερῶν, τὸ ὂν καὶ τὴν οὐσίαν τιθέμεθα νοῦν εἶναι, τὸν ἤδη νοῦν ὕστερον λέγομεν εἶναι: καὶ δὴ ταύτην τὴν ἀπορίαν χρήσιμον πρὸς τὸ ζητούμενον ποιησώμεθα καὶ οἷον παραδείγματι χρησάμενοι εἰς γνῶσιν τῶν λεγομένων αὑτοὺς ἐμβιβάζωμεν.
§2.20 λάβωμεν οὖν τὸν μὲν εἶναι νοῦν οὐδὲν ἐφαπτόμενον τῶν ἐν μέρει οὐδ̓ ἐνεργοῦντα περὶ ὁτιοῦν, ἵνα μὴ τὶς νοῦς γίγνοιτο, ὥσπερ ἐπιστήμη πρὸ τῶν ἐν μέρει εἰδῶν, καὶ ἐν εἴδει δὲ ἐπιστήμη πρὸ τῶν ἐν αὐτῇ μερῶν: πᾶσα μὲν οὐδὲν τῶν ἐν μέρει δύναμις πάντων, ἕκαστον δὲ ἐνεργείᾳ ἐκεῖνο, καὶ δυνάμει δὲ πάντα, καὶ ἐπὶ τῆς καθόλου ὡσαύτως: αἱ μὲν ἐν εἴδει, αἳ ἐν τῇ ὅλῃ δυνάμει κεῖνται, αἳ δὴ τὸ ἐν εἴδει λαβοῦσαι δυνάμει εἰσὶν ὅληκατηγορεῖται γὰρ πᾶσα, οὐ μόριον τῆς πάσης: αὐτήν γε μὴν δεῖ ἀκέραιον ἐφ̓ ἑαυτῆς εἶναιοὕτω δὴ ἄλλως μὲν νοῦν τὸν ξύμπαντα εἰπεῖν εἶναι πρὸ τῶν καθέκαστον ἐνεργείᾳ ὄντων, ἄλλως δὲ ἑκάστους, τοὺς μὲν ἐν μέρει ἐκ πάντων πληρωθέντας, τὸν δὲ ἐπὶ πᾶσι νοῦν χορηγὸν μὲν τοῖς καθ̓ ἕκαστα, δύναμιν δὲ αὐτῶν εἶναι καὶ ἔχειν ἐν τοῖς καθόλου ἐκείνους, ἐκείνους τε αὖ ἐν τοῖς ἐν μέρει οὖσιν ἔχειν τὸν καθόλου, ὡς τὶς ἐπιστήμη τὴν ἐπιστήμην: καὶ εἶναι καὶ καθ̓ αὑτὸν τὸν μέγαν νοῦν καὶ ἑκάστους αὖ ἐν αὑτοῖς ὄντας, καὶ ἐμπεριέχεσθαι αὖ τοὺς ἐν μέρει τῷ ὅλῳ καὶ τὸν ὅλον τοῖς ἐν μέρει, ἑκάστους δὲ ἐφ̓ ἑαυτῶν καὶ ἐν ἄλλῳ καὶ ἐφ̓ ἑαυτοῦ ἐκεῖνον καὶ ἐν ἐκείνοις, καὶ ἐν ἐκείνῳ μὲν πάντας ἐφ̓ ἑαυτοῦ ὄντι δυνάμει, ἐνεργείᾳ ὄντι τὰ πάντα ἅμα, δυνάμει δὲ ἕκαστον χωρίς, τοὺς δ̓ αὖ ἐνεργείᾳ μὲν εἰσί, δυνάμει δὲ τὸ ὅλον. καθ̓ ὅσον μὲν γὰρ τοῦτο λέγονταί εἰσιν, ἐνεργείᾳ εἰσὶν ἐκεῖνο λέγονται: δ̓ ἐν γένει ἐκείνῳ, δυνάμει ἐκεῖνο: δ̓ αὖ, μὲν γένος, δύναμις πάντων τῶν ὑπ̓ αὐτὸν εἰδῶν καὶ οὐδὲν ἐνεργείᾳ ἐκείνων, ἀλλὰ πάντα ἐν αὐτῷ ἥσυχα: δὲ ἐστι πρὸ τῶν εἰδῶν ἐνεργείᾳ, τῶν οὐ καθ̓ ἕκαστα. δεῖ δή, εἴπερ ἐνεργείᾳ ἔσονται, οἷον ἐν εἴδει, τὴν ἀπ̓ αὐτοῦ ἐνέργειαν αἰτίαν γίγνεσθαι.
§2.21 πῶς οὖν μένων αὐτὸς ἓν τῷ λόγῳ τὰ ἐν μέρει ποιεῖ; τοῦτο δὲ ταὐτὸν τῷ πῶς ἐκ τῶν τεττάρων ἐκείνων τὰ λεγόμενα ἐφεξῆς. ὅρα τοίνυν ἐν τούτῳ τῷ μεγάλῳ νῷ καὶ ἀμηχάνῳ, οὐ πολυλάλῳ ἀλλὰ πολύνῳ νῷ, τῷ πάντα νῷ καὶ ὅλῳ καὶ οὐ μέρει οὐδὲ τινὶ νῷ, ὅπως ἔνι τὰ πάντα ἐξ αὐτοῦ. ἀριθμὸν δὴ πάντως ἔχει ἐν τούτοις οἷς ὁρᾷ, καὶ ἔστι δὲ ἓν καὶ πολλά, καὶ ταῦτα δὲ δυνάμεις καὶ θαυμασταὶ δυνάμεις, οὐκ ἀσθενεῖς, ἀλλ̓ ἅτε καθαραὶ οὖσαι μέγισταί εἰσι καὶ οἷον σφριγῶσαι καὶ ἀληθῶς δυνάμεις, οὐ τὸ μέχρι τινὸς ἔχουσαι: ἄπειροι τοίνυν καὶ ἀπειρία καὶ τὸ μέγα. τοῦτο τοίνυν τὸ μέγα σὺν τῷ ἐν αὐτῷ καλῷ τῆς οὐσίας καὶ τῇ περὶ αὐτὸ ἀγλαίᾳ καὶ τῷ φωτὶ ὡς ἐν νῷ ὄντα ἰδὼν ὁρᾷς καὶ τὸ ποιὸν ἤδη ἐπανθοῦν, μετὰ δὲ τοῦ συνεχοῦς τῆς ἐνεργείας μέγεθος προφαινόμενον τῇ σῇ προσβολῇ ἐν ἡσύχῳ κείμενον. ἑνὸς δὲ καὶ δύο ὄντων καὶ τριῶν, καὶ τὸ μέγεθος τριττὸν ὂν καὶ τὸ ποσὸν πᾶν. τοῦ δὲ ποσοῦ ἐνορωμένου καὶ τοῦ ποιοῦ καὶ ἄμφω εἰς ἓν ἰόντων καὶ οἷον γινομένων καὶ σχῆμα ὅρα. εἰσπίπτοντος δὲ τοῦ θατέρου καὶ διαιροῦντος καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν σχημάτων τε διαφοραὶ καὶ ποιότητες ἄλλαι: καὶ ταυτότης μὲν συνοῦσα ἰσότητα ποιεῖ εἶναι, ἑτερότης δὲ ἀνισότητα ἐν ποσῷ, ἔν τε ἀριθμῷ ἔν τε μεγέθει, ἐξ ὧν καὶ κύκλους: καὶ τετράγωνα καὶ τὰ ἐξ ἀνίσων σχήματα, ἀριθμούς τε ὁμοίους καὶ ἀνομοίους, περιττούς τε καὶ ἀρτίους. οὖσα γὰρ ἔννους ζωὴ καὶ ἐνέργεια οὐκ ἀτελὴς οὐδὲν παραλείπει ὧν εὑρίσκομεν νῦν νοερὸν ἔργον ὄν, ἀλλὰ πάντα ἔχει ἐν τῇ αὐτῆς δυνάμει ὄντα αὐτὰ ἔχουσα καὶ ὡς ἂν νοῦς ἔχοι. ἔχει δὲ νοῦς ὡς ἐν νοήσει: νοήσει δὲ οὐ τῇ ἐν διεξόδῳ: παραλέλειπται δὲ οὐδὲν τῶν ὅσα λόγοι, ἀλλ̓ ἔστιν εἷς οἷον λόγος, μέγας, τέλειος, πάντας περιέχων, ἀπὸ τῶν πρώτων αὑτοῦ ἐπεξιών, μᾶλλον δὲ ἀεὶ ἐπεξελθών, ὥστε μηδέποτε τὸ ἐπεξιέναι ἀληθὲς εἶναι. ὅλως γὰρ πανταχοῦ, ὅσα ἄν τις ἐκ λογισμοῦ λάβῃ ἐν τῇ φύσει ὄντα, ταῦτα εὑρήσει ἐν νῷ ἄνευ λογισμοῦ ὄντα, ὥστε νομίζειν τὸ ὂν νοῦν λελογισμένον οὕτω ποιῆσαι, οἷον καὶ ἐπὶ τῶν λόγων τῶν τὰ ζῷα ποιούντων: ὡς γὰρ: ἂν ἀκριβέστατος λογισμὸς λογίσαιτο ὡς ἄριστα, οὕτως ἔχει πάντα ἐν τοῖς λόγοις πρὸ λογισμοῦ οὖσι. τί οὖν χρὴ προσδοκᾶν ἐν τοῖς πρὸ φύσεως καὶ τῶν λόγων τῶν ἐν αὐτῇ ἀνωτέρω εἶναι; ἐν οἷς γὰρ οὐσία οὐκ ἄλλο τι νοῦς, καὶ οὐκ ἐπακτὸν οὔτε τὸ ὂν αὐτοῖς οὔτε νοῦς, ἀμογητὶ ἂν εἴη ἄριστα ἔχον, εἴπερ κατὰ νοῦν κείσεται, καὶ τοῦτο ὄν, θέλει νοῦς καὶ ἔστι: διὸ καὶ ἀληθινὸν καὶ πρῶτον: εἰ γὰρ παῤ ἄλλου, ἐκεῖνο νοῦς. σχημάτων δὴ πάντων ὀφθέντων ἐν τῷ ὄντι καὶ ποιότητος ἁπάσηςἦν γὰρ οὐ τίς: οὐδὲ γὰρ ἦν εἶναι μίαν τῆς θατέρου φύσεως ἐνούσης, ἀλλὰ μία καὶ πολλαί: καὶ γὰρ ταυτότης ἦν: ἓν δὲ καὶ πολλά, καὶ ἐξ ἀρχῆς τὸ τοιοῦτον ὄν, ὥστε ἐν πᾶσιν εἴδεσι τὸ ἓν καὶ πολλά: μεγέθη δὴ διάφορα καὶ σχήματα διάφορα καὶ ποιότητες διάφοροι: οὐ γὰρ οὐδὲ θεμιτὸν ἦν παραλελεῖφθαι οὐδέν, τέλειον γὰρ ἐκεῖ τὸ πᾶν οὐκ ἂν ἦν πᾶνκαὶ ζωῆς ἐπιθεούσης, μᾶλλον δὲ συνούσης πανταχοῦ, πάντα ἐξ ἀνάγκης ζῷα ἐγίνετο, καὶ ἦν καὶ σώματα ὕλης καὶ ποιότητος οὐσῶν. γενομένων δὲ πάντων ἀεὶ καὶ μενόντων καὶ ἐν τῷ εἶναι αἰῶνι περιληφθέντων, χωρὶς μὲν ἑκάστων ἔστιν ὄντων, ὁμοῦ δ̓ αὖ ἐν ἑνὶ ὄντων, πάντων ἐν ἑνὶ ὄντων οἷον συμπλοκὴ καὶ σύνθεσις νοῦς ἐστι: καὶ ἔχων μὲν τὰ ὄντα ἐν αὑτῷ ζῷόν ἐστι παντελὲς καὶ ἔστι ζῷον, τῷ δ̓ ἐξ αὐτοῦ ὄντι παρέχων ἑαυτὸν ὁρᾶσθαι νοητὸν γενόμενος ἐκείνῳ δίδωσιν ὀρθῶς λέγεσθαι.
§2.22 καὶ ᾐνιγμένως Πλάτωνι τὸ ʽᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ παντελεῖ ζῴῳ οἷαί τε ἔνεισι καὶ ὅσαι καθορᾆ. ἐπεὶ καὶ ψυχὴ μετὰ νοῦν, καθ̓ ὅσον ψυχὴ ἔχουσα ἐν αὑτῇ, ἐν τῷ πρὸ αὑτῆς βέλτιον καθορᾷ: καὶ νοῦς ἡμῶν ἔχων ἐν αὑτῷ ἐν τῷ πρὸ αὑτοῦ βέλτιον καθορᾷ: ἐν μὲν γὰρ αὑτῷ καθορᾷ μόνον, ἐν δὲ τῷ πρὸ αὑτοῦ καὶ καθορᾷ, ὅτι καθορᾷ. δὴ νοῦς οὗτος, ὅν φαμεν καθορᾶν, οὐκ ἀπαλλαγεὶς τοῦ πρὸ αὐτοῦ ἐξ αὐτοῦ ὤν, ἅτε ὢν ἐξ ἑνὸς πολλὰ καὶ τὴν τοῦ θατέρου φύσιν συνοῦσαν ἔχων, εἷς πολλὰ γίνεται. εἷς δὲ νοῦς τὰ πολλὰ ὢν καὶ τοὺς πολλοὺς νοῦς ποιεῖ ἐξ ἀνάγκης τῆς τοιαύτης. ὅλως δὲ οὐκ ἔστι τὸ ἓν ἀριθμῷ λαβεῖν καὶ ἄτομον: τι γὰρ ἂν λάβῃς, εἶδος: ἄνευ γὰρ ὕλης. διὸ καὶ τοῦτο αἰνιττόμενος Πλάτων εἰς ἄπειρά φησι κατακερματίζεσθαι τὴν οὐσίαν. ἕως μὲν γὰρ εἰς ἄλλο εἶδος, οἷον ἐκ γένους, οὔπω ἄπειρον: περατοῦται γὰρ τοῖς γεννηθεῖσιν εἴδεσι: τὸ δ̓ ἔσχατον εἶδος, μὴ διαιρεῖται εἰς εἴδη, μᾶλλον ἄπειρον. καὶ τοῦτό ἐστι τὸ ʽτότε δὲ ἤδη εἰς τὸ ἄπειρον μεθέντα ἐᾶν χαίρειν̓. ἀλλ̓ ὅσον μὲν ἐπ̓ αὐτοῖς, ἄπειρα: τῷ δὲ ἑνὶ περιληφθέντα εἰς ἀριθμὸν ἔρχεται ἤδη. νοῦς μὲν οὖν ἔχει τὸ μεθ̓ ἑαυτὸν ψυχήν, ὥστε ἐν ἀριθμῷ εἶναι καὶ ψυχὴν μέχρι τοῦ ἐσχάτου αὐτῆς, τὸ δὲ ἔσχατον αὐτῆς ἤδη ἄπειρον παντάπασι. καὶ ἔστι νοῦς μὲν τοιοῦτος μέρος, καίπερ τὰ πάντα ἔχων, καὶ πᾶς καὶ οἱ αὐτοῦ μέρη ἐνεργείᾳ ὄντα αὐτοῦ ὄντος μέρους, ψυχὴ δὲ μέρος μέρους, ἀλλ̓ ὡς ἐνέργεια ἐξ αὐτοῦ: ὅτε μὲν γὰρ ἐν αὑτῷ ἐνεργεῖ, τὰ ἐνεργούμενα οἱ ἄλλοι νοῖ, ὅτε δὲ ἐξ αὑτοῦ, ψυχή. ψυχῆς δὲ ἐνεργούσης ὡς γένους εἴδους αἱ ἄλλαι ψυχαὶ ὡς εἴδη: καὶ τούτων αἱ ἐνέργειαι διτταί. μὲν γὰρ πρὸς τὸ ἄνω νοῦς, δὲ πρὸς τὸ κάτω αἱ ἄλλαι δυνάμεις κατὰ λόγον: δὲ ἐσχάτη ὕλης ἤδη ἐφαπτομένη καὶ μορφοῦσα καὶ τὸ κάτω αὐτῆς τὸ ἄλλο πᾶν οὐ κωλύει εἶναι ἄνω. καὶ τὸ κάτω λεγόμενον αὐτῆς ἴνδαλμά ἐστιν αὐτῆς, οὐκ ἀποτετμημένον δέ, ἀλλ̓ ὡς τὰ ἐν τοῖς κατόπτροις, ἕως ἂν τὸ ἀρχέτυπον παρῇ ἔξω. δεῖ δὲ λαβεῖν, πῶς τὸ ἔξω. καὶ μέχρι τοῦ πρὸ τοῦ εἰδώλου νοητὸς κόσμος ἅπας τέλειος ἐκ πάντων νοητῶν, ὥσπερ ὅδε μίμημα ὢν ἐκείνου, καθ̓ ὅσον οἷόν τε ἀποσώζειν εἰκόνα ζῴου, ζῷον αὐτό, ὡς τὸ γεγραμμένον τὸ ἐν ὕδατι φάντασμα τοῦ πρὸ ὕδατος καὶ γραφῆς δοκοῦντος εἶναι. τὸ δὲ μίμημα τὸ ἐν γραφῇ καὶ ὕδατι οὐ τοῦ συναμφοτέρου, ἀλλὰ τοῦ ἑτέρου τοῦ μορφωθέντος ὑπὸ θατέρου. νοητοῦ τοίνυν εἰκὼν ἔχουσα ἰνδάλματα οὐ τοῦ πεποιηκότος, ἀλλὰ τῶν περιεχομένων ἐν τῷ πεποιηκότι, ὧν καὶ ἄνθρωπος καὶ ἄλλο πᾶν ζῷον: ζῷον δὲ καὶ τοῦτο καὶ τὸ πεποιηκός, ἄλλως ἑκάτερον καὶ ἄμφω ἐν νοητῷ.
§3.1 Περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ, καὶ ὡς συμφώνως ἂν ἔχοι πρὸς τὴν τοῦ Πλάτωνος δόξαν, εἴρηται. δεῖ δὲ καὶ περὶ τῆς ἑτέρας φύσεως ἐπισκέψασθαι, πότερα τὰ αὐτὰ γένη θετέον, ἅπερ κἀκεῖ ἐθέμεθα, πλείω ἐνταῦθα πρὸς ἐκείνοις ἄλλα τιθέντας, ὅλως ἕτερα, τὰ μὲν ὡς ἐκεῖ, τὰ δ̓ ἄλλως. δεῖ μέντοι τὸ ταὐτὰ ἀναλογίᾳ καὶ ὁμωνυμίᾳ λαμβάνειν: τοῦτο δὲ φανήσεται γνωσθέντων. ἀρχὴ δὲ ἡμῖν ἥδε: ἐπειδὴ περὶ τῶν αἰσθητῶν λόγος ἡμῖν, πᾶν δὲ τὸ αἰσθητὸν τῷδε τῷ κόσμῳ περιείληπται, περὶ τοῦ κόσμου ἀναγκαῖον ἂν εἴη ζητεῖν διαιροῦντας τὴν φύσιν αὐτοῦ καὶ ἐξ ὧν ἔστι διαιροῦντας κατὰ γένη θεῖναι, ὥσπερ ἂν εἰ τὴν φωνὴν διῃρούμεθα ἄπειρον οὖσαν εἰς ὡρισμένα ἀνάγοντες τὸ ἐν πολλοῖς ταὐτὸν εἰς ἕν, εἶτα πάλιν ἄλλο καὶ ἕτερον αὖ, ἕως εἰς ἀριθμόν τινα θέντες ἕκαστον αὐτῶν, τὸ μὲν ἐπὶ τοῖς ἀτόμοις εἶδος λέγοντες, τὸ δ̓ ἐπὶ τοῖς εἴδεσι γένος. τὸ μὲν οὖν ἐπὶ τῆς φωνῆς ἕκαστον εἶδος καὶ ὁμοῦ πάντα τὰ φανέντα εἰς ἓν ἦν ἀνάγειν, καὶ κατηγορεῖν πάντων στοιχεῖον φωνήν: ἐπὶ δὲ ὧν ζητοῦμεν οὐχ οἷόν τε, ὡς δέδεικται. διὸ δεῖ πλείω γένη ζητεῖν, καὶ τῷδε τῷ παντὶ ἕτερα ἐκείνων, ἐπειδὴ καὶ ἕτερον τοῦτο ἐκείνου καὶ οὐ συνώνυμον, ὁμώνυμον δὲ καὶ εἰκών. ἀλλ̓ ἐπειδὴ καὶ ἐνταῦθα ἐν τῷ μίγματι καὶ ἐν τῇ συνθέσει τὸ μέν ἐστι σῶμα, τὸ δὲ ψυχήζῷον γὰρ τὸ πᾶν δὲ ψυχῆς φύσις ἐν ἐκείνῳ τῷ νοητῷ καὶ οὐδ̓ ἁρμόσει εἰς οὐσίας τῆς ἐνταῦθα λεγομένης σύνταξιν, ἀφοριστέον, εἰ καὶ χαλεπῶς, ὅμως μὴν τῆς ἐνταῦθ̔??ʼ πραγματείας, ὥσπερ ἂν εἴ τις βουλόμενος τοὺς πολίτας συντάξαι πόλεώς τινος, οἷον κατὰ τιμήσεις τέχνας, τοὺς ἐπιδημοῦντας ξένους παραλίποι χωρίς. περὶ δὲ τῶν παθημάτων, ὅσα μετὰ τοῦ σώματος διὰ τὸ σῶμα περὶ ψυχὴν συμβαίνει, περὶ τούτων ἐπισκεπτέον ὕστερον, ὅπως τακτέον, ὅταν περὶ τῶν ἐνταῦθα ζητῶμεν.
§3.2 καὶ πρῶτον περὶ τῆς λεγομένης οὐσίας θεωρητέον συγχωροῦντας τὴν περὶ τὰ σώματα φύσιν ὁμωνύμως οὐδὲ ὅλως οὐσίαν διὰ τὸ ἐφαρμόττειν τὴν ἔννοιαν ῥεόντων, ἀλλὰ γένεσιν οἰκείως λέγεσθαι. εἶτα τῆς γενέσεως τὰ μὲν τοῖα, τὰ δὲ τοῖα: καὶ τὰ μὲν σώματα εἰς ἕν, τά τε ἁπλᾶ τά τε σύνθετα, τά τε συμβεβηκότα παρακολουθοῦντα, διαιροῦντας ἀπ̓ ἀλλήλων καὶ ταῦτα: τὸ μὲν ὕλην, τὸ δὲ εἶδος ἐπ̓ αὐτῇ, καὶ χωρὶς ἑκάτερον ὡς γένος ὑφ̓ ἓν ἄμφω, ὡς οὐσίαν ἑκάτερον ὁμωνύμως ʽ γένεσιν̓. ἀλλὰ τί τὸ κοινὸν ἐπὶ ὕλης καὶ εἴδους; πῶς δὲ γένος ὕλη καὶ τίνων; τίς γὰρ διαφορὰ ὕλης; ἐν τίνι δὲ τὸ ἐξ ἀμφοῖν τακτέον; εἰ δὲ τὸ ἐξ ἀμφοῖν εἴη αὐτὸ σωματικὴ οὐσία, ἐκείνων δὲ ἑκάτερον οὐ σῶμα, πῶς ἂν ἐν ἑνὶ τάττοιτο καὶ τῷ αὐτῷ μετὰ τοῦ συνθέτου; πῶς δ̓ ἂν τὰ στοιχεῖά τινος μετ̓ αὐτοῦ; εἰ δ̓ ἀπὸ τῶν σωμάτων ἀρχοίμεθα, ἀρχοίμεθ̓ ἂν ἀπὸ συλλαβῶν. διὰ τί δὲ οὐκ ἀνὰ λόγον, εἰ καὶ μὴ κατὰ ταὐτὰ διαίρεσις, λέγοιμεν ἂν ἀντὶ μὲν τοῦ ἐκεῖ ὄντος ἐνταῦθα τὴν ὕλην, ἀντὶ δὲ τῆς ἐκεῖ κινήσεως ἐνταῦθα τὸ εἶδος, οἷον ζωήν τινα καὶ τελείωσιν τῆς ὕλης, τῆς δὲ ὕλης τὴν οὐκ ἔκστασιν κατὰ τὴν στάσιν, καὶ τὸ ταὐτὸν καὶ θάτερον οὔσης καὶ ἐνταῦθα ἑτερότητος πολλῆς καὶ ἀνομοιότητος μᾶλλον; πρῶτον μὲν ὕλη οὐχ οὕτως ἔχει καὶ λαμβάνει τὸ εἶδος ὡς ζωὴν αὐτῆς οὐδὲ ἐνέργειαν αὐτῆς, ἀλλ̓ ἔπεισιν ἀλλαχόθεν οὐκ ὄν τι ἐκείνης. εἶτα ἐκεῖ τὸ εἶδος ἐνέργεια καὶ κίνησις, ἐνταῦθα δὲ κίνησις ἄλλο καὶ συμβεβηκός: τὸ δὲ εἶδος στάσις αὐτῆς μᾶλλον καὶ οἷον ἡσυχία: ὁρίζει γὰρ ἀόριστον οὖσαν: τό τε ταὐτὸν ἐκεῖ καὶ τὸ ἕτερον ἑνὸς τοῦ αὐτοῦ καὶ ἑτέρου ὄντος, ἐνταῦθα δὲ ἕτερον μεταλήψει καὶ πρὸς ἄλλο καὶ τὶ ταὐτὸν καὶ ἕτερον οὐδ̓ ὡς ἐκεῖ εἴη ἄν τι ἐν τοῖς ὑστέροις. στάσις δὲ τῆς ὕλης πῶς ἐπὶ πάντα ἑλκομένης μεγέθη καὶ ἔξωθεν τὰς μορφὰς ἐχούσης καὶ οὐκ αὐτάρκους ἑαυτῇ μετὰ τούτων τὰ ἄλλα γεννᾶν; ταύτην μὲν οὖν τὴν διαίρεσιν ἀφετέον.
§3.3 πῶς δὲ λέγωμεν; ἔστω δὴ πρῶτον οὕτως, τὸ μὲν ὕλην εἶναι, τὸ δ̓ εἶδος, τὸ δὲ μικτὸν ἐξ ἀμφοῖν, τὰ δὲ περὶ ταῦτα: τῶν δὲ περὶ ταῦτα τὰ μὲν κατηγορούμενα μόνον, τὰ δὲ καὶ συμβεβηκότα: τῶν δὲ συμβεβηκότων τὰ μὲν ἐν αὐτοῖς, τὰ δὲ αὐτὰ ἐν ἐκείνοις, τὰ δὲ ἐνεργήματα αὐτῶν, τὰ δὲ πάθη, τὰ δὲ παρακολουθήματα: καὶ τὴν μὲν ὕλην κοινὸν μὲν καὶ ἐν πάσαις ταῖς οὐσίαις, οὐ μὴν γένος, ὅτι μηδὲ διαφορὰς ἔχειεἰ μή τις τὰς διαφορὰς κατὰ τὸ τὴν μὲν πυρίνην, τὴν δὲ τὴν ἀέρος μορφὴν ἔχειν. εἰ δέ τις ἀρκοῖτο τῷ κοινῷ τῷ ἐν πᾶσιν οἷς ἔστιν ὕλην εἶναι, ὡς ὅλον πρὸς μέρη, ἄλλως γένος ἂν εἴη: καὶ στοιχεῖον δὲ ἓν τοῦτο δυναμένου καὶ τοῦ στοιχείου γένους εἶναι: τὸ δὲ εἶδος προσκειμένου τοῦ περὶ τὴν ὕλην ἐν ὕλῃ τῶν μὲν ἄλλων εἰδῶν χωρίζει, οὐ μὴν περιλαμβάνει πᾶν εἶδος οὐσιῶδες. εἰ δὲ εἶδος λέγομεν τὸ ποιητικὸν οὐσίας καὶ λόγον τὸν οὐσιώδη κατὰ τὸ εἶδος, οὔπω τὴν οὐσίαν εἴπομεν πῶς δεῖ λαμβάνειν. τὸ δὲ ἐξ ἀμφοῖν εἰ τοῦτο μόνον οὐσίαν, ἐκεῖνα οὐκ οὐσίας: εἰ δὲ κἀκεῖνα καὶ τοῦτο, τί τὸ κοινὸν σκεπτέον. τὰ δὲ κατηγορούμενα μόνον ἐν τῷ πρός τι ἂν εἴη, οἷον αἴτιον εἶναι, στοιχεῖον εἶναι. τῶν δὲ ἐν αὐτοῖς συμβεβηκότων τὸ μὲν ποσὸν εἶναι, τὸ δὲ ποιὸν εἶναι, ἐν αὐτοῖς: τὰ δ̓ αὐτὰ ἐν ἐκείνοις, ὡς τόπος καὶ χρόνος, τὰ δὲ ἐνεργήματα αὐτῶν καὶ πάθη, ὡς κινήσεις, τὰ δὲ παρακολουθήματα, ὡς τόπος καὶ χρόνος, μὲν τῶν συνθέτων, δὲ τῆς κινήσεως. καὶ τὰ μὲν τρία εἰς ἓν εὕρομεν κοινόν τι, τὴν ἐνταῦθα ὁμώνυμον οὐσίαν: εἶτα τὰ ἄλλα ἐφεξῆς, πρός τι, ποσόν, ποιόν, ἐν χρόνῳ, ἐν τόπῳ, κίνησις, ʽτόπος, χρόνοσ̓: ληφθέντος τόπου καὶ χρόνου περιττὸν τὸ ἐν χρόνῳ καὶ τόπῳ, ὥστε εἶναι πέντε, ὡς ἓν τῶν πρώτων τριῶν: εἰ δὲ μὴ εἰς ἓν τὰ τρία, ἔσται ὕλη, εἶδος, συναμφότερον, πρός τι, ποσόν, ποιόν, κίνησις. καὶ ταῦτα εἰς τὰ πρός τι: περιεκτικὸν γὰρ μᾶλλον.
§3.4 τί οὖν ταὐτὸν ἐν τοῖς τρισί, καὶ τί ἔσται, ταῦτα ποιεῖ οὐσίαν τὴν ἐν τούτοις; ἆρα ὑποβάθραν τινὰ τοῖς ἄλλοις; ἀλλ̓ μὲν ὕλη ὑποβάθρα καὶ ἕδρα δοκεῖ τῷ εἴδει εἶναι, ὥστε τὸ εἶδος οὐκ ἔσται ἐν οὐσίᾳ. τό τε σύνθετον ἄλλοις ὑποβάθρα καὶ ἕδρα, ὥστε καὶ τὸ εἶδος μετὰ τῆς ὕλης ὑποβεβλήσεται τοῖς συνθέτοις πᾶσί γε τοῖς μετὰ τὸ σύνθετον, οἷον ποσῷ, ποιῷ, κινήσει. ἀλλ̓ ἆρα τὸ μὴ ἑτέρου λέγεται; λευκὸν μὲν γὰρ καὶ μέλαν ἄλλου τοῦ λελευκωμένου, καὶ τὸ διπλάσιον δὲ ἑτέρου: λέγω δὲ οὐ τοῦ ἡμίσεος εἶναι, ἀλλὰ ξύλον διπλάσιον: καὶ πατὴρ ἄλλου, πατήρ ἐστι, καὶ ἐπιστήμη δὲ ἄλλου τοῦ ἐν , καὶ τόπος δὲ πέρας ἄλλου, καὶ χρόνος μέτρον ἄλλου, πῦρ δὲ οὐκ ἄλλου οὐδὲ ξύλον καθ̓ ξύλον ἄλλου οὐδ̓ ἄνθρωπος ἄλλου οὐδὲ Σωκράτης οὐδ̓ ὅλως σύνθετος οὐσία οὐδὲ τὸ κατὰ τὴν οὐσίαν εἶδος ἄλλου, ὅτι οὐκ ἄλλου πάθος ἦν: οὐ γὰρ τῆς ὕλης εἶδος, τοῦ δὲ συναμφοτέρου μέρος: τὸ δὲ τοῦ ἀνθρώπου εἶδος καὶ ἄνθρωπος ταὐτόν: καὶ ὕλη μέρος ὅλου καὶ ἄλλου ὡς τοῦ ὅλου, οὐχ ὡς ἑτέρου ὄντος ἐκείνου, οὗ λέγεται: λευκὸν δὲ λέγεται εἶναι ἑτέρου ἐστίν. οὖν ἄλλου ὂν ἐκείνου λέγεται, οὐκ οὐσία: οὐσία τοίνυν, ὅπερ ἔστιν αὑτοῦ ἔστιν, μέρος ὂν τοιούτου συμπληρωτικόν ἐστι συνθέτου, ὄντος μὲν αὐτοῦ ἕκαστον μὲν ἑκάτερον αὑτοῦ, πρὸς δὲ τὸ σύνθετον ἄλλον τρόπον ἐκείνου λεγόμενον, μὲν μέρος, πρὸς ἄλλο λεγόμενον, καθ̓ αὑτὸ δὲ φύσει ἐν τῷ εἶναι ἔστιν οὐχ ἑτέρου λεγόμενον. κοινὸν δὲ καὶ τὸ ὑποκείμενον ἐπί τε τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ συναμφοτέρου: ἀλλὰ ἄλλως μὲν ὕλη τῷ εἴδει, ἄλλως δὲ τὸ εἶδος τοῖς πάθεσι καὶ τὸ συναμφότερον: οὔτε ὕλη ὑποκείμενον τῷ εἴδει: τελείωσις γὰρ τὸ εἶδος αὐτῆς καθ̓ ὅσον ὕλη καὶ καθ̓ ὅσον δυνάμει: οὐδ̓ αὖ τὸ εἶδος ἐν ταύτῃ: μεθ̓ οὗ γάρ τι ἀπαρτίζει ἕν τι, οὐκ ἔσται θάτερον ἐν θατέρῳ, ἀλλ̓ ἄμφω ὁμοῦ ὑποκείμενα ἄλλῳ, οἷον ἄνθρωπος καὶ τὶς ἄνθρωπος ὑπόκεινται τοῖς πάθεσι καὶ προυπάρχουσι τῶν ἐνεργειῶν καὶ τῶν παρακολουθούντων, καὶ ἀφ̓ ἧς δὲ τὰ ἄλλα καὶ δἰ ἣν τὰ ἄλλα καὶ περὶ τὸ πάσχειν καὶ ἀφ̓ ἧς τὸ ποιεῖν.
§3.5 ἀκουστέον δὲ ταῦτα περὶ τῆς ἐνθάδε οὐσίας λεγομένης: εἰ δέ πῃ ταῦτα καὶ ἐπ̓ ἐκείνης συμβαίνει, ἴσως μὲν κατ̓ ἀναλογίαν καὶ ὁμωνύμως. καὶ γὰρ τὸ πρῶτον ὡς πρὸς τὰ μετ̓ αὐτὸ λέγεται: οὐ γὰρ ἁπλῶς πρῶτον, ἀλλ̓ ἔστιν ὡς πρὸς ἐκεῖνα ἔσχατα ἄλλα πρῶτα μετ̓ ἐκεῖνα. καὶ τὸ ὑποκείμενον ἄλλως, καὶ τὸ πάσχειν ἐκεῖ ἀμφισβητεῖται, καὶ εἰ κἀκεῖ, ἄλλο τὸ ἐκεῖ πάσχειν: καὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κατὰ πάσης οὐσίας, εἰ τὸ ἐν ὑποκειμένῳ ʽεἶναἰ δεῖ μὴ ὡς μέρος ὑπάρχειν τοῦ ἐν ἐστι, μηδ̓ οὕτως, ὥστε μηδὲ συντελεῖν μετ̓ ἐκείνου εἰς ἕν τι: μεθ̓ οὗ γὰρ συντελεῖ εἰς σύνθετον οὐσίαν, ἐν ἐκείνῳ ὡς ὑποκειμένῳ οὐκ ἂν εἴη: ὥστε μήτε τὸ εἶδος ἐν τῇ ὕλῃ εἶναι ὡς ὑποκειμένῳ, μήτε τὸν ἄνθρωπον ἐν τῷ Σωκράτει μέρος ὄντα Σωκράτους. οὖν ʽ??ʼ ἐν ὑποκειμένῳ, οὐσία: εἰ δὲ λέγομεν μήτε ποκειμενῳ, μήτε καθ̓ ὑποκειμένου, προσθετέον ὡς λλου, ἵνα καὶ ἄνθρωπος λεγόμενος κατὰ τοῦ τινὸς ἀνθρώπου περιλαμβάνηται τῷ λόγῳ ἐν τῇ προσθήκῃ τῇ μὴ κατ̓ ἄλλου. ὅταν γὰρ τὸν ἄνθρωπον κατηγορῶ τοῦ Σωκράτους, οὕτως λέγω, οὐχ ὡς τὸ ξύλον λευκόν, ἀλλ̓ ὡς τὸ λευκὸν λευκόν: τὸν γὰρ Σωκράτην λέγων ἄνθρωπον τὸν τινὰ ἄνθρωπον λέγω ἄνθρωπον, καὶ τοῦ ἐν τῷ Σωκράτει ἀνθρώπου τὸν ἄνθρωπον: τοῦτο δὲ ταὐτὸν τῷ τὸν Σωκράτην Σωκράτην λέγειν, καὶ ἔτι τῷ κατὰ ζῴου λογικοῦ τοιοῦδε τὸ ζῷον κατηγορεῖν. εἰ δέ τις λέγοι μὴ ἴδιον εἶναι τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, τὴν γὰρ διαφορὰν μηδ̓ αὐτὴν εἶναι τῶν ἐν ὑποκειμένῳ, μέρος οὐσίας λαμβάνων τὸ δίπουν τοῦτο οὐκ ἐν ὑποκειμένῳ φησὶν εἶναι: ἐπεί, εἰ μὴ τὸ δίπουν λαμβάνοι, ἐστι τοιάδε οὐσία, ἀλλὰ διποδίαν, μὴ οὐσίαν λέγων, ἀλλὰ ποιότητα, ἐν ὑποκειμένῳ ἔσται τὸ δίπουν. ἀλλ̓ οὐδὲ χρόνος ἐν ὑποκειμένῳ, οὐδ̓ τόπος. ἀλλ̓ εἰ μὲν τὸ μέτρον λαμβάνεται κινήσεως κατὰ τὸ μεμετρημένον, τὸ μέτρον ἐν τῇ κινήσει ὑπάρξει ὡς ἐν ὑποκειμένῳ, τε κίνησις ἐν τῷ κινουμένῳ: εἰ δὲ κατὰ τὸ μετροῦν λαμβάνεται, ἐν τῷ μετροῦντι ἔσται τὸ μέτρον. δὲ τόπος πέρας τοῦ περιέχοντος ὢν ἐν ἐκείνῳ. καίτοι περὶ ταύτην τὴν οὐσίαν, περὶ ἧς λόγος, γίνεται ἐναντίως κατὰ ἓν τούτων κατὰ πλείω κατὰ πάντα τὰ εἰρημένα λαμβάνεσθαι τὴν οὐσίαν τὴν τοιαύτην ἐφαρμοττόντων καὶ τῇ ὕλῃ καὶ τῷ εἴδει καὶ τῷ συναμφοτέρῳ τῶν εἰρημένων.
§3.6–3.19
§3.6 εἰ δέ τις λέγοι, ὡς ταῦτα μὲν ἔστω τεθεωρημένα περὶ τὴν οὐσίαν, δ̓ ἔστιν οὐκ εἴρηται, αἰτεῖ ἔτι ἴσως αἰσθητὸν ἰδεῖν τοῦτο: τὸ δ̓ ἔστι τοῦτο καὶ τὸ εἶναι οὐκ ἂν ὁρῷτο. τί οὖν; τὸ πῦρ οὐκ οὐσία καὶ τὸ ὕδωρ; οὐσία οὖν ἑκάτερον, ὅτι ὁρᾶται; οὔ. ἀλλὰ τῷ ὕλην ἔχειν; οὔ. ἀλλὰ τῷ εἶδος; οὐδὲ τοῦτο. ἀλλ̓ οὐδὲ τῷ συναμφότερον. ἀλλὰ τίνι δή; τῷ εἶναι. ἀλλὰ καὶ τὸ ποσὸν ἔστι, καὶ τὸ ποιὸν ἔστιν. ἡμεῖς δὴ φήσομεν ἄρα, ὅτι ὁμωνύμως. ἀλλὰ τί ἐπὶ πυρὸς καὶ γῆς καὶ τῶν τοιούτων τὸ ἔστι, καὶ τίς διαφορὰ τούτου τοῦ ἔστι καὶ τοῦ ἐπὶ τῶν ἄλλων; ὅτι τὸ μὲν ἁπλῶς εἶναι λέγεται καὶ ἁπλῶς ὄν, τὸ δὲ λευκὸν εἶναι. τί οὖν; τὸ εἶναι τὸ προσκείμενον τῷ λευκῷ ταὐτὸν τῷ ἄνευ προσθήκης; οὐχί: ἀλλὰ τὸ μὲν πρώτως ὄν, τὸ δὲ κατὰ μετάληψιν καὶ δευτέρως. τό τε γὰρ λευκὸν προστεθὲν τῷ ὄντι πεποίηκε λευκὸν τὸ ὄν, τό τε ὂν τῷ λευκῷ προστεθὲν πεποίηκε τὸ λευκὸν ὄν, ὥστε ἑκατέρῳ, τῷ μὲν ὄντι συμβεβηκὸς τὸ λευκόν, τῷ δὲ λευκῷ συμβεβηκὸς τὸ ὄν. καὶ οὐχ οὕτως λέγομεν, ὡς ἂν εἴποι τις τὸν Σωκράτην λευκὸν καὶ τὸ λευκὸν Σωκράτην: ἐν γὰρ ἀμφοτέροις Σωκράτης αὐτός. ἀλλ̓ ἴσως τὸ λευκὸν οὐ ταὐτόν: ἐπὶ γὰρ τοῦ τὸ λευκὸν Σωκράτης ἐμπεριείληπται Σωκράτης τῷ λευκῷ, ἐν δὲ τῷ Σωκράτης λευκὸς καθαρῶς συμβεβηκὸς τὸ λευκόν. καὶ ἐνταῦθα τὸ ὂν λευκὸν συμβεβηκὸς ἔχει τὸ λευκόν, ἐν δὲ τῷ τὸ λευκὸν ὂν τὸ λευκὸν συνειλημμένον τῷ ὄντι. καὶ ὅλως τὸ μὲν λευκὸν ἔχει τὸ εἶναι, ὅτι περὶ τὸ ὂν καὶ ἐν ὄντι: παῤ ἐκείνου οὖν τὸ εἶναι: τὸ δὲ ὂν παῤ αὑτοῦ τὸ ὄν, παρὰ δὲ τοῦ λευκοῦ τὸ λευκόν, οὐχ ὅτι αὐτὸ ἐν τῷ λευκῷ, ἀλλ̓ ὅτι τὸ λευκὸν ἐν αὐτῷ. ἀλλ̓ ἐπεὶ καὶ τοῦτο τὸ ὂν τὸ ἐν τῷ αἰσθητῷ οὐ παῤ αὑτοῦ ὄν, λεκτέον, ὅτι παρὰ τοῦ ὄντως ὄντος ἔχει τὸ ὄν, παρὰ δὲ τοῦ ὄντως λευκοῦ ἔχει τὸ λευκὸν εἶναι, κἀκείνου τὸ λευκὸν ἔχοντος κατὰ μετάληψιν τοῦ ἐκεῖ ὄντος ἔχοντος τὸ εἶναι.
§3.7 εἰ δέ τις λέγοι παρὰ τῆς ὕλης ἔχειν τὰ τῇδε ὅσα ἐπ̓ αὐτῆς τὸ εἶναι, πόθεν ἕξει ὕλη τὸ εἶναι καὶ τὸ ὂν ἀπαιτήσομεν. ὅτι δὲ μὴ πρῶτον ὕλη, εἴρηται ἐν ἄλλοις: εἰ δέ, ὅτι τὰ ἄλλα οὐκ ἂν συσταίη μὴ ἐπὶ τῆς ὕλης, τὰ αἰσθητὰ φήσομεν. πρὸ τούτων δὲ οὖσαν ὕστερον πολλῶν εἶναι καὶ τῶν ἐκεῖ πάντων οὐδὲν κωλύει ἀμυδρὸν τὸ εἶναι ἔχουσαν καὶ ἧττον τὰ ἐπ̓ αὐτῆς, ὅσῳ τὰ μὲν λόγοι καὶ μᾶλλον ἐκ τοῦ ὄντος, δ̓ ἄλογος παντελῶς, σκιὰ λόγου καὶ ἔκπτωσις λόγου: εἰ δέ τις λέγοι, ὅτι τὸ εἶναι αὕτη δίδωσι τοῖς ἐπ̓ αὐτῆς, ὥσπερ Σωκράτης τῷ ἐπ̓ αὐτοῦ λευκῷ, λεκτέον, ὅτι τὸ μὲν μᾶλλον ὂν δοίη ἂν τῷ ἧττον ὄντι τὸ εἶναι, τὸ δὲ ἧττον ὂν οὐκ ἂν δοίη τῷ μᾶλλον ὄντι. ἀλλ̓ εἰ μᾶλλον ὂν τὸ εἶδος τῆς ὕλης, οὐκέτι κοινόν τι τὸ ὂν κατ̓ ἀμφοῖν, οὐδ̓ οὐσία γένος ἔχον τὴν ὕλην, τὸ εἶδος, τὸ συναμφότερον, ἀλλὰ κοινὰ μὲν πολλὰ αὐτοῖς ἔσται, ἅπερ λέγομεν, διάφορον δὲ ὅμως τὸ εἶναι. περὶ γὰρ ἐλαττόνως ὂν μᾶλλον ὂν προσελθὸν τάξει μὲν πρῶτον ἂν εἴη, οὐσίᾳ δὲ ὕστερον: ὥστε, εἰ μὴ ἐπίσης τὸ εἶναι τῇ ὕλῃ καὶ τῷ εἴδει καὶ τῷ συναμφοτέρῳ, κοινὸν μὲν οὐκ ἂν ἔτι εἴη οὐσία ὡς γένος: ἄλλως μέντοι ἕξει πρὸς τὰ μετὰ ταῦτα, ὡς κοινόν τι πρὸς ἐκεῖνα ἔχουσα τῷ αὐτῶν εἶναι, ὡς ζωῆς μέν τις ἀμυδρά, δ̓ ἐναργεστέρα, καὶ εἰκόνων μέν τις ὑποτύπωσις, δὲ ἐξεργασία μᾶλλον. εἰ δὲ τῷ ἀμυδρῷ τοῦ εἶναι μετροῖ τις τὸ εἶναι, τὸ δὲ ἐν τοῖς ἄλλοις πλέον ἐῴη, τοῦτο πάλιν αὖ κοινὸν ἔσται τὸ εἶναι. ἀλλὰ μήποτε οὐχ οὕτω δεῖ ποιεῖν. ἄλλο γὰρ ἕκαστον ὅλον, ἀλλ̓ οὐ κοινόν τι τὸ ἀμυδρόν, ὥσπερ ἐπὶ τῆς ζωῆς οὐκ ἂν εἴη κοινόν τι ἐπὶ θρεπτικῆς καὶ αἰσθητικῆς καὶ νοερᾶς. καὶ ἐνταῦθα τοίνυν τὸ εἶναι ἄλλο τὸ ἐπὶ τῆς ὕλης καὶ εἴδους καὶ συνάμφω ἀφ̓ ἑνὸς ἄλλως καὶ ἄλλως ῥυέντος. οὐ γὰρ μόνον, εἰ τὸ δεύτερον ἀπὸ τοῦ πρώτου, τὸ δὲ τρίτον ἀπὸ τοῦ δευτέρου, τὸ μὲν μᾶλλον, τὸ δὲ ἐφεξῆς χεῖρον καὶ ἔλαττον, ἀλλὰ κἂν ἀπὸ τοῦ αὐτοῦ ἄμφω, δὲ τὸ μὲν μᾶλλον μετασχὸν πυρός, οἷον κέραμος, τὸ δὲ ἧττον, ὥστε μὴ κέραμος γενέσθαι. τάχα δ̓ οὐδ̓ ἀπὸ τοῦ αὐτοῦ ὕλη καὶ τὸ εἶδος: διαφορὰ γὰρ καὶ ἐν ἐκείνοις.
§3.8 ἀλλ̓ ἄρα τὸ μὲν διαιρεῖν εἰς στοιχεῖα ἐᾶν δεῖ, καὶ μάλιστα περὶ τῆς αἰσθητῆς οὐσίας λέγοντα, ἣν δεῖ αἰσθήσει μᾶλλον λόγῳ λαμβάνειν, καὶ τὸ ἐξ ὧν σύγκειται μὴ προσποιεῖσθαιοὐ γὰρ οὐσίαι ἐκεῖνα, οὐκ ἂν αἰσθηταί γε οὐσίαιἑνὶ δὲ γένει περιλαμβάνοντα τὸ κοινὸν ἐπὶ λίθου καὶ γῆς καὶ ὕδατος καὶ τῶν ἐκ τούτων φυτῶν, αἰσθητά, καὶ ζῴων ὡσαύτως: οὐ γὰρ παραλελείψεται ὕλη οὐδὲ τὸ εἶδος: γὰρ αἰσθητὴ οὐσία ἔχει ταῦτα: ὕλη γὰρ καὶ εἶδος πῦρ καὶ γῆ καὶ τὰ μεταξύ, τὰ δὲ σύνθετα ἤδη πολλαὶ οὐσίαι εἰς ἕν: καὶ τὸ κοινὸν πᾶσι τούτοις, τῶν ἄλλων κεχώρισται: ὑποκείμενα γὰρ ταῦτα τοῖς ἄλλοις καὶ οὐκ ἐν ὑποκειμένῳ οὐδὲ ἄλλου: καὶ ὅσα εἴρηται, ὑπάρχει ταύτῃ. ἀλλ̓ εἰ αἰσθητὴ οὐσία οὐκ ἄνευ μεγέθους οὐδ̓ ἄνευ ποιότητος, πῶς ἔτι τὰ συμβεβηκότα χωριοῦμεν; χωρίζοντες γὰρ ταῦτα, τὸ μέγεθος, τὸ σχῆμα, τὸ χρῶμα, ξηρότητα, ὑγρότητα, τί τὴν οὐσίαν αὐτὴν θησόμεθα; ποιαὶ γὰρ οὐσίαι αὗται. ἀλλά τι ἔστι, περὶ συμβαίνει τὰ ποιοῦντα ἐκ τοῦ μόνον οὐσίαν εἶναι ποιὰν οὐσίαν εἶναι: καὶ ἔσται τὸ πῦρ οὐχ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ, οἷον μέρος. τοῦτο δὲ τί ἂν εἴη; ὕλη. ἀλλὰ ἆρά γε αἰσθητὴ οὐσία συμφόρησίς τις ποιοτήτων καὶ ὕλης, καὶ ὁμοῦ μὲν πάντα ταῦτα συμπαγέντα ἐπὶ ὕλης μιᾶς οὐσία, χωρὶς δὲ ἕκαστον λαμβανόμενον τὸ μὲν ποιόν, τὸ δὲ ποσὸν ἔσται, ποιὰ πολλά: καὶ μὲν ἂν ἐλλεῖπον μήπω ἀπηρτισμένην ἐᾷ γίνεσθαι τὴν ὑπόστασιν, μέρος τῆσδε τῆς οὐσίας, δ̓ ἂν γενομένῃ τῇ οὐσίᾳ ἐπισυμβῇ, τὴν οἰκείαν ἔχει τάξιν οὐ κρυπτόμενον ἐν τῷ μίγματι τῷ ποιοῦντι τὴν λεγομένην οὐσίαν; καὶ οὐ τοῦτό φημι, ὡς ἐκεῖ μετὰ τῶν ἄλλων ὄν ἐστιν οὐσία, συμπληροῦν ἕνα ὄγκον τοσόνδε καὶ τοιόνδε, ἀλλαχοῦ δὲ μὴ συμπληροῦν ποιόν, ἀλλὰ μηδὲ ἐκεῖ ἕκαστον οὐσίαν, τὸ δ̓ ὅλον τὸ ἐκ πάντων οὐσίαν. καὶ οὐ δυσχεραντέον, εἰ τὴν οὐσίαν τὴν αἰσθητὴν ἐξ οὐκ οὐσιῶν ποιοῦμεν: οὐδὲ γὰρ τὸ ὅλον ἀληθὴς οὐσία, ἀλλὰ μιμούμενον τὴν ἀληθῆ, ἥτις ἄνευ τῶν ἄλλων τῶν περὶ αὐτὴν ἔχει τὸ ὂν καὶ τῶν ἄλλων ἐξ αὐτῆς γινομένων, ὅτι ἀληθῶς ἦν: ὡδὶ δὲ καὶ τὸ ὑποβεβλημένον ἄγονον καὶ οὐχ ἱκανὸν εἶναι ὄν, ὅτι μηδὲ ἐξ αὐτοῦ τὰ ἄλλα, σκιὰ δὲ καὶ ἐπὶ σκιᾷ αὐτῇ οὔσῃ ζωγραφία καὶ τὸ φαίνεσθαι.
§3.9 καὶ περὶ μὲν τῆς λεγομένης οὐσίας αἰσθητῆς καὶ γένους ἑνὸς ταύτῃ: εἴδη δ̓ αὐτοῦ τίνα ἄν τις θεῖτο καὶ πῶς διέλοι; σῶμα μὲν οὖν τὸ σύμπαν θετέον εἶναι, τούτων δὲ τὰ μὲν ὑλικώτερα, τὰ δὲ ὀργανικά: ὑλικώτερα μὲν πῦρ, γῆ, ὕδωρ, ἀήρ: ὀργανικὰ δὲ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὰς μορφὰς τὰς παραλλαγὰς σχόντα: εἶτα εἴδη γῆς λαμβάνειν καὶ τῶν ἄλλων στοιχείων, καὶ ἐπὶ τῶν σωμάτων τῶν ὀργανικῶν τά τε φυτὰ κατὰ τὰς μορφὰς διαιροῦντα καὶ τὰ τῶν ζῴων σώματα τῷ τὰ μὲν ἐπίγεια καὶ ἔγγεια καὶ καθ̓ ἕκαστον στοιχεῖον τὰ ἐν αὐτῷ τῶν σωμάτων τὰ μὲν κοῦφα, τὰ δὲ βαρέα, τὰ δὲ μεταξύ: καὶ τὰ μὲν ἑστάναι ἐν μέσῳ, τὰ δὲ περιέχειν ἄνωθεν, τὰ δὲ μεταξύ: καὶ ἐν ἑκάστῳ τούτων σώματα ἤδη σχήμασι διειλημμένα, ὡς εἶναι σώματα τὰ μὲν ζῴων οὐρανίων, τὰ δὲ κατὰ ἄλλα στοιχεῖα: κατ̓ εἴδη διαστησάμενον τὰ τέσσαρα τὸ μετὰ τοῦτο ἄλλον τρόπον ἤδη συμπλέκειν καὶ μιγνύντα τὰς διαφορὰς αὐτῶν κατὰ τοὺς τόπους καὶ τὰς μορφὰς καὶ τὰς μίξεις, οἷον πύρινα γήινα τῷ πλείονι καὶ ἐπικρατοῦντι λεγόμενα. τὸ δὲ πρώτας καὶ δευτέρας λέγειν, τόδε τὸ πῦρ καὶ πῦρ, ἄλλως μὲν ἔχειν διαφοράν, ὅτι τὸ μὲν καθέκαστον, τὸ δὲ καθόλου, οὐ μέντοι οὐσίας διαφοράν: καὶ γὰρ καὶ ἐν ποιῷ τὶ λευκὸν καὶ λευκὸν καὶ γραμματική τις καὶ γραμματική. ἔπειτα τί ἔλαττον ἔχει γραμματικὴ πρὸς τινὰ γραμματικὴν καὶ ὅλως ἐπιστήμη πρὸς τινὰ ἐπιστήμην; οὐ γὰρ γραμματικὴ ὕστερον τῆς τινὸς γραμματικῆς, ἀλλὰ μᾶλλον οὔσης γραμματικῆς καὶ ἐν σοί: ἐπεὶ καὶ ἐν σοὶ τίς ἐστι τῷ ἐν σοί: αὕτη δὲ ταὐτὸν τῇ καθόλου. καὶ Σωκράτης οὐκ αὐτὸς ἔδωκε τῷ μὴ ἀνθρώπῳ τὸ εἶναι ἀνθρώπῳ, ἀλλ̓ ἄνθρωπος τῷ Σωκράτει: μεταλήψει γὰρ ἀνθρώπου τὶς ἄνθρωπος. ἔπειτα Σωκράτης τί ἂν εἴη ἄνθρωπος τοιόσδε, τὸ δὲ τοιόσδε τί ἂν ἐργάζοιτο πρὸς τὸ μᾶλλον οὐσίαν εἶναι; εἰ δ̓ ὅτι τὸ μὲν εἶδος μόνον ἄνθρωπος, τὸ δὲ εἶδος ἐν ὕλῃ, ἧττον ἄνθρωπος κατὰ τοῦτο ἂν εἴη: ἐν ὕλῃ γὰρ λόγος χείρων. εἰ δὲ καὶ ἄνθρωπος οὐ κατὰ τὸ εἶδος, ἀλλ̓ ἐν ὕλῃ, τί ἔλαττον ἕξει τοῦ ἐν ὕλῃ καὶ αὐτὸς λόγος τοῦ ἐν τινὶ ὕλῃ; ἔτι πρότερον τῇ φύσει τὸ γενικώτερον, ὥστε καὶ τὸ εἶδος τοῦ ἀτόμου: τὸ δὲ πρότερον τῇ φύσει καὶ ἁπλῶς πρότερον. πῶς οὖν ἂν ἧττον εἴη; ἀλλὰ τὸ καθέκαστον πρὸς ἡμᾶς γνωριμώτερον ὂν πρότερον: τοῦτο δ̓ οὐκ ἐν τοῖς πράγμασι τὴν διαφορὰν ἔχει. ἔπειτα οὕτως οὐχ εἷς λόγος τῆς οὐσίας: οὐ γὰρ αὐτὸς τοῦ πρώτως καὶ τοῦ δευτέρως οὐδ̓ ὑφ̓ ἓν γένος.
§3.10 ἔστι δὲ καὶ οὕτως διαιρεῖν, θερμῷ καὶ ξηρῷ, καὶ ξηρῷ καὶ ψυχρῷ, καὶ ψυχρῷ καὶ ὑγρῷ, ὅπως βούλεται τὸν συνδυασμὸν εἶναι: εἶτα ἐκ τούτων σύνθεσιν καὶ μῖξιν, καὶ μένειν ἐνταῦθα στάντα ἐπὶ τοῦ συνθέτου, κατὰ τὸ ἔγγειον καὶ ἐπίγειον, κατὰ τὰς μορφὰς καὶ κατὰ τὰς τῶν ζῴων διαφοράς, οὐ τὰ ζῷα διαιροῦντα, ἀλλὰ κατὰ τὰ σώματα αὐτῶν, ὥσπερ ὄργανα, διαιροῦντα. οὐκ ἄτοπος δὲ κατὰ τὰς μορφὰς διαφορά, εἴπερ οὐδ̓ κατὰ τὰς ποιότητας αὐτῶν διαίρεσις, θερμότητας, ψυχρότητας καὶ τὰ τοιαῦτα. εἰ δέ τις λέγοι ʽἀλλὰ κατὰ ταύτας ποιεῖ τὰ σώματἀ, καὶ κατὰ τὰς μίξεις φήσομεν ποιεῖν καὶ κατὰ τὰ χρώματα καὶ τὰ σχήματα: ἐπεὶ γὰρ περὶ αἰσθητῆς οὐσίας λόγος, οὐκ ἄτοπος ἂν εἴη, διαφοραῖς εἰ λαμβάνοιτο ταῖς πρὸς τὴν αἴσθησιν: οὐδὲ γὰρ ὂν ἁπλῶς αὕτη, ἀλλ̓ αἰσθητὸν ὂν τὸ ὅλον τοῦτο ἐπεὶ καὶ τὴν δοκοῦσαν ὑπόστασιν αὐτῆς σύνοδον τῶν πρὸς αἴσθησιν ἔφαμεν εἶναι καὶ πίστις τοῦ εἶναι παρὰ τῆς αἰσθήσεως αὐτοῖς. εἰ δὲ ἄπειρος σύνθεσις, κατ̓ εἴδη τῶν ζῴων διαιρεῖν, οἷον ἀνθρώπου εἶδος τὸ ἐπὶ σώματι: ποιότης γὰρ αὕτη σώματος, τὸ τοιοῦτον εἶδος, ποιότησι δ̓ οὐκ ἄτοπον διαιρεῖν. εἰ δ̓ ὅτι τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα εἴπομεν, ἀντιδιαιροῦντες τὸ σύνθετον τῷ ἁπλῷ, ὑλικώτερα εἴπομεν καὶ ὀργανικὰ οὐ προσποιούμενοι τὸ σύνθετον. ἔστι δ̓ οὐκ ἀντιδιαίρεσις τὸ σύνθετον πρὸς τὸ ἁπλοῦν εἶναι, ἀλλὰ κατὰ πρώτην διαίρεσιν τὰ ἁπλᾶ τῶν σωμάτων θέντα μίξαντα αὐτὰ ἀπ̓ ἄλλης ἀρχῆς ὑποβεβληκυίας διαφορὰν συνθέτων τόποις μορφαῖς ποιεῖσθαι, οἷον τὰ μὲν οὐράνια, τὰ δὲ γήινα. καὶ περὶ μὲν τῆς ἐν τοῖς αἰσθητοῖς οὐσίας γενέσεως ταῦτα.
§3.11 περὶ δὲ ποσοῦ καὶ ποσότητος, ὡς ἐν ἀριθμῷ δεῖ τίθεσθαι καὶ μεγέθει, καθ̓ ὅσον τοσοῦτον ἕκαστον, ἐστιν ἐν ἀριθμῷ τῶν ἐνύλων καὶ διαστήματι τοῦ ὑποκειμένουοὐ γὰρ περὶ χωριστοῦ ποσοῦ λόγος, ἀλλ̓ ποιεῖ τρίπηχυ εἶναι τὸ ξύλον, καὶ πεμπὰς ἐπὶ τοῖς ἵπποιςεἴρηται πολλάκις, ὅτι ταῦτα ποσὰ μόνον λεκτέον, τόπον δὲ καὶ χρόνον μὴ κατὰ τὸ ποσὸν νενοῆσθαι, ἀλλὰ τὸν μὲν χρόνον τῷ μέτρον κινήσεως εἶναι καὶ τῷ πρός τι δοτέον αὐτόν, τὸν δὲ τόπον σώματος περιεκτικόν, ὡς καὶ τοῦτον ἐν σχέσει καὶ τῷ πρός τι κεῖσθαι: ἐπεὶ καὶ κίνησις συνεχὴς καὶ οὐκ ἐν ποσῷ ἐτέθη. μέγα δὲ καὶ μικρὸν διὰ τί οὐκ ἐν ποσῷ; ποσότητι γάρ τινι μέγα τὸ μέγα, καὶ τὸ μέγεθος δὲ οὐ τῶν πρός τι, ἀλλὰ τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι: πρὸς γὰρ ἕτερον, ὥσπερ καὶ τὸ διπλάσιον. διὰ τί οὖν ὄρος μικρόν, κέγχρος δὲ μεγάλη; πρῶτον μὲν ἀντὶ τοῦ μικρότερον λέγεται. εἰ γὰρ πρὸς τὰ ὁμογενῆ ὁμολογεῖται καὶ παῤ αὐτῶν εἰρῆσθαι, ὁμολογεῖται, ὅτι ἀντὶ τοῦ μικρότερον λέγεται, καὶ μεγάλη κέγχρος οὐχ ἁπλῶς λεγομένη μεγάλη, ἀλλὰ κέγχρος μεγάλη. τοῦτο δὲ ταὐτὸν τῷ τῶν ὁμογενῶν: τῶν δὲ ὁμογενῶν κατὰ φύσιν ἂν λέγοιτο μείζων. ἔπειτα διὰ τί οὐ καὶ τὸ καλὸν λέγοιτο ἂν τῶν πρός τι; ἀλλά φαμεν καλὸν μὲν καθ̓ ἑαυτὸ καὶ ποιόν, κάλλιον δὲ τῶν πρός τι: καίτοι καὶ καλὸν λεγόμενον φανείη ἂν πρὸς ἄλλο αἰσχρόν, οἷον ἀνθρώπου κάλλος πρὸς θεῶν: ʽπιθήκων̓, φησίν, ʽ κάλλιστος αἰσχρὸς συμβάλλειν ἑτέρῳ γένεἰ: ἀλλ̓ ἐφ̓ ἑαυτοῦ μὲν καλόν, πρὸς ἄλλο δὲ κάλλιον τοὐναντίον. καὶ ἐνταῦθα τοίνυν ἐφ̓ ἑαυτοῦ μὲν μέγα μεγέθους, πρὸς ἄλλο δὲ οὐ τοιοῦτον: ἀναιρετέον τὸ καλόν, ὅτι ἄλλο κάλλιον αὐτοῦ. οὕτω τοίνυν οὐδ̓ ἀναιρετέον τὸ μέγα, ὅτι ἔστι τι μεῖζον αὐτοῦ: ἐπεὶ οὐδὲ τὸ μεῖζον ὅλως ἂν εἴη μὴ μεγάλου ὄντος, ὥσπερ οὐδὲ κάλλιον μὴ καλοῦ.
§3.12 ἀπολειπτέον τοίνυν καὶ ἐναντιότητα εἶναι περὶ τὸ ποσόν: αἱ γὰρ ἔννοιαι τὴν ἐναντιότητα συγχωροῦσιν, ὅταν μέγα λέγωμεν καὶ ὅταν μικρόν, ἐναντίας τὰς φαντασίας ποιοῦσαι, ὥσπερ ὅταν πολλὰ καὶ ὀλίγα: καὶ γὰρ τὰ παραπλήσια περὶ τοῦ ὀλίγα καὶ πολλὰ λεκτέον. πολλοὶ γὰρ οἱ ἐν τῇ οἰκίᾳ ἀντὶ τοῦ πλείους: τοῦτο δὲ πρὸς ἄλλο: καὶ ὀλίγοι ἐν τῷ θεάτρῳ ἀντὶ τοῦ ἐλάττους. καὶ δεῖ ὅλως τὰ πολλὰ πολὺ λέγειν πλῆθος ἐν ἀριθμῷ: πλῆθος δὲ πῶς τῶν πρός τι; τοῦτο δὲ ταὐτὸν τῷ ἐπέκτασις ἀριθμοῦ, τὸ δὲ ἐναντίον συστολή. τὸ δ̓ αὐτὸ καὶ ἐπὶ τοῦ συνεχοῦς τῆς ἐννοίας τὸ συνεχὲς προαγούσης εἰς τὸ πόρρω. ποσὸν μὲν οὖν, ὅταν τὸ ἓν προέλθῃ, καὶ τὸ σημεῖον. ἀλλ̓ ἐὰν μὲν ταχὺ στῇ ἑκάτερον, τὸ μὲν ὀλίγον, τὸ δὲ μικρόν: ἐὰν δ̓ πρόοδος προιοῦσα μὴ παύσηται ταχύ, τὸ μὲν πολύ, τὸ δὲ μέγα. τίς οὖν ὅρος; τίς δὲ καλοῦ; θερμοῦ δέ; καὶ ἔνι θερμότερον καὶ ἐνταῦθα. ἀλλὰ λέγεται τὸ μὲν θερμότερον πρός τι, τὸ δὲ θερμὸν ἁπλῶς ποιόν: ὅλως δὲ δεῖ λόγον τινά, ὥσπερ καλοῦ, οὕτω καὶ μεγάλου εἶναι, ὃς μεταληφθεὶς μέγα ποιεῖ, ὥσπερ καλὸν τοῦ καλοῦ. ἐναντιότης τοίνυν κατὰ ταῦτα περὶ τὸ ποσόν: κατὰ γὰρ τὸν τόπον οὐκέτι, ὅτι μὴ τοῦ ποσοῦ: ἐπεὶ καί, εἰ τοῦ ποσοῦ ἦν τόπος, οὐκ ἦν ἐναντίον τὸ ἄνω τινὶ μὴ ὄντος τοῦ κάτω ἐν τῷ παντί. ἐν δὲ τοῖς μέρεσι τὸ ἄνω καὶ κάτω λεγόμενον ἄλλο οὐδὲν ἂν σημαίνοι ἀνωτέρω καὶ κατωτέρω καὶ ὅμοιον τῷ δεξιὸν καὶ ἀριστερόν: ταῦτα δὲ τῶν πρός τι. συλλαβῇ δὲ καὶ λόγῳ συμβαίνει ποσοῖς εἶναι καὶ ὑποκεῖσθαι τῷ ποσῷ. φωνὴ γὰρ ποσή: αὕτη δὲ κίνησίς τις. εἰς κίνησιν οὖν ὅλως ἀνακτέον, ὡσπερ καὶ τὴν πρᾶξιν.
§3.13 τὸ μὲν οὖν συνεχὲς ἀπὸ τοῦ διωρισμένου κεχωρίσθαι καλῶς: τῷ κοινῷ καὶ τῷ ἰδίῳ ὅρῳ εἴρηται. τὸ δ̓ ἐντεῦθεν ἤδη ἐπὶ μὲν ἀριθμοῦ περιττῷ, ἀρτίῳ: καὶ πάλιν, εἴ τινες διαφοραὶ τούτων ἑκατέρου, παραλειπτέον τοῖς περὶ ἀριθμὸν ἔχουσιν ἤδη, δεῖ ταύτας μὲν διαφορὰς τῶν μοναδικῶν ἀριθμῶν τίθεσθαι, τῶν δ̓ ἐν τοῖς αἰσθητοῖς οὐκέτι. εἰ δὲ τοὺς ἐν τοῖς αἰσθητοῖς ἀριθμοὺς χωρίζει λόγος, οὐδὲν κωλύει καὶ τούτων τὰς αὐτὰς νοεῖν διαφοράς. τὸ δὲ συνεχὲς πῶς, εἰ τὸ μὲν γραμμή, τὸ δ̓ ἐπίπεδον, τὸ δὲ στερεόν; τὸ μὲν ἐφ̓ ἕν, τὸ δ̓ ἐπὶ δύο, τὸ δ̓ ἐπὶ τρία, οὐκ εἰς εἴδη διαιρουμένου δόξει, ἀλλὰ καταρίθμησιν μόνον ποιουμένου: ἀεὶ γὰρ ἐν τοῖς ἀριθμοῖς οὕτω λαμβανομένοις κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον κοινόν τι ἐπ̓ αὐτῶν οὐκ ἔστι γένος, οὐδ̓ ἐπὶ πρώτης καὶ δευτέρας καὶ τρίτης αὔξης κοινόν τι ἔσται. ἀλλὰ ἴσως καθ̓ ὅσον ποσὸν τὸ ἴσον ἐπ̓ αὐτοῖς καὶ οὐ τὰ μὲν μᾶλλον ποσά, τὰ δὲ ἧττον, κἂν τὰ μὲν ἐπὶ πλείω τὰς διαστάσεις ἔχῃ, τὰ δὲ ἐπ̓ ἔλαττον. ἐπὶ τῶν ἀριθμῶν τοίνυν, καθ̓ ὅσον πάντες ἀριθμοί, τὸ κοινὸν ἂν εἴη: ἴσως γὰρ οὐχ μονὰς τὴν δυάδα, οὐδ̓ δυὰς τὴν τριάδα, ἀλλὰ τὸ αὐτὸ τὰ πάντα. εἰ δὲ μὴ γίνεται, ἀλλ̓ ἔστιν, ἡμεῖς δ̓ ἐπινοοῦμεν γινόμενα, ἔστω μὲν ἐλάττων πρότερος, δὲ ὕστερος μείζων: ἀλλὰ καθ̓ ὅσον ἀριθμοὶ πάντες ὑφ̓ ἕν. καὶ ἐπὶ μεγεθῶν τοίνυν τὸ ἐπ̓ ἀριθμῶν μετενεκτέον: χωριοῦμεν δὲ ἀπ̓ ἀλλήλων γραμμήν, ἐπίπεδον, στερεόν, δὴ κέκληκε σῶμα, τῷ διάφορα τῷ εἴδει μεγέθη ὄντα εἶναι. εἰ δὲ δεῖ ἕκαστον τούτων διαιρεῖν, γραμμὴν μὲν εἰς εὐθύ, περιφερές, ἑλικοειδές, ἐπίπεδον δὲ εἰς εὐθύγραμμον καὶ περιφερὲς σχῆμα, στερεὸν δὲ εἰς στερεὰ σχήματα, σφαῖραν καὶ εὐθυγράμμους ἔχοντα πλευράς, καὶ ταῦτα πάλιν, οἷα οἱ γεωμέτραι ποιοῦσιν, εἰς τρίγωνα, τετράπλευρα, καὶ πάλιν ταῦτα εἰς ἄλλα, ἐπισκεπτέον.
§3.14 τί γὰρ ἂν φαῖμεν εὐθεῖαν; οὐ μέγεθος εἶναι; ποιὸν μέγεθος τὸ εὐθὺ φαίη τις ἄν. τί οὖν κωλύει διαφορὰν εἶναι γραμμή; οὐ γὰρ ἄλλου τινὸς τὸ εὐθὺ γραμμῆς: ἐπεὶ καὶ οὐσίας διαφορὰς κομίζομεν παρὰ τοῦ ποιοῦ. οὖν εὐθεῖα ποσὸν μετὰ διαφορᾶς, καὶ οὐ σύνθετον διὰ τοῦτο εὐθεῖα ἐξ εὐθύτητος καὶ γραμμῆς: εἰ δὲ σύνθετον, ὡς μετὰ οἰκείας διαφορᾶς. τὸ δ̓ ἐκ τριῶν γραμμῶν διὰ τί οὐκ ἐν τῷ ποσῷ; οὐχ ἁπλῶς τρεῖς γραμμαὶ τὸ τρίγωνον, ἀλλὰ οὑτωσὶ ἐχουσῶν, καὶ τὸ τετράπλευρον τέσσαρες οὑτωσί: καὶ γὰρ γραμμὴ εὐθεῖα οὑτωσὶ καὶ ποσόν: εἰ γὰρ τὴν εὐθεῖαν οὐ ποσὸν μόνον, τί κωλύει καὶ τὴν πεπερασμένην μὴ ποσὸν μόνον λέγειν; ἀλλὰ πέρας τῆς γραμμῆς στιγμὴ καὶ οὐκ ἐν ἄλλῳ. καὶ τὸ πεπερασμένον τοίνυν ἐπίπεδον ποσόν, ἐπείπερ γραμμαὶ περατοῦσιν, αἳ πολὺ μᾶλλον ἐν τῷ ποσῷ εἰ οὖν τὸ πεπερασμένον ἐπίπεδον ἐν τῶ ποσῷ, τοῦτο δὲ τετράγωνον ἑξάπλευρον πολύπλευρον, καὶ τὰ σχήματα πάντα ἐν τῷ ποσῷ. εἰ δ̓. ὅτι τὸ τρίγωνον λέγομεν ποιὸν καὶ τὸ τετράγωνον, ἐν ποιῷ θησόμεθα, οὐδὲν κωλύει ἐν πλείοσι κατηγορίαις θέσθαι τὸ αὐτό: καθ̓ μὲν μέγεθος καὶ τοιόνδε μέγεθος, ἐν τῷ ποσῷ, καθ̓ δὲ τοιάνδε μορφὴν παρέχεται, ἐν ποιῷ: καὶ αὐτὸ τοιάδε μορφὴ τὸ τρίγωνον. τί οὖν κωλύει καὶ τὴν σφαίραν ποιὸν λέγειν; εἰ οὖν τις ὁμόσε χωροῖ, τὴν γεωμετρίαν τοίνυν οὐ περὶ μεγέθη, ἀλλὰ περὶ ποιότητα καταγίνεσθαι. ἀλλ̓ οὐ δοκεῖ τοῦτο, ἀλλ̓ πραγματεία αὕτη περὶ μεγέθη. αἱ δὲ διαφοραὶ τῶν μεγεθῶν οὐκ ἀναιροῦσι τὸ μεγέθη αὐτὰ εἶναι, ὥσπερ οὐδ̓ αἱ τῶν οὐσιῶν οὐκ οὐσίας τὰς οὐσίας εἶναι. ἔτι πᾶν ἐπίπεδον πεπερασμένον, οὐ γὰρ οἷόν τε ἄπειρον εἶναί τι ἐπίπεδον: ἔτι ὥσπερ, ὅταν περὶ οὐσίαν ποιότητα λαμβάνω, οὐσιώδη ποιότητα λέγω, οὕτω καὶ πολὺ μᾶλλον, ὅταν τὰ σχήματα λαμβάνω, ποσότητος διαφορὰς λαμβάνω. ἔπειτα, εἰ μὴ ταύτας διαφορὰς μεγεθῶν ληψόμεθα, τίνων θησόμεθα; εἰ δὲ μεγεθῶν εἰσι διαφοραί, τὰ γενόμενα ἐκ τῶν διαφορῶν μεγέθη διάφορα ἐν εἴδεσιν αὐτῶν τακτέον.
§3.15 ἀλλὰ πῶς ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον; ὅμοια γὰρ τρίγωνα λέγεται. καὶ ὅμοια λέγεται μεγέθη καὶ ὁμοιότης λεγομένη οὐκ ἀναιρεῖ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον εἶναι ἐν τῷ ποσῷ: ἴσως γὰρ ἐνταῦθα ἐν τοῖς μεγέθεσι τὸ ὅμοιον ἄλλως καὶ οὐχ ὡς ἐν τῷ ποιῷ. ἔπειτα οὐκ, εἰ ἴδιον εἶπε τὸ ἴσον καὶ ἄνισον, ἀνεῖλε καὶ τὸ ὅμοιον κατηγορεῖν τινων: ἀλλ̓ εἰ εἶπε τὸ ὅμοιον καὶ ἀνόμοιον τοῦ ποιοῦ, ἄλλως λεκτέον, ὡς ἔφαμεν, τὸ ἐπὶ τοῦ ποσοῦ. εἰ δὲ ταὐτὸν τὸ ὅμοιον, καὶ ἐπὶ τούτων ἐπισκέψασθαι δεῖ ἰδιότητας ἄλλας ἑκατέρου τοῦ γένους, τοῦ τε ποσοῦ καὶ τοῦ ποιοῦ. λεκτέον, τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ποσοῦ λέγεσθαι, καθόσον αἱ διαφοραὶ ἐν αὐτῷ, καθόλου δέ, ὅτι συντάττειν δεῖ τὰς συμπληρούσας διαφορὰς τῷ οὗ διαφοραί, καὶ μάλιστα, ὅταν μόνου ἐκείνου διαφορὰ διαφορά. εἰ δ̓ ἐν ἄλλῳ μὲν συμπληροῖ τὴν οὐσίαν, ἐν ἄλλῳ δὲ μή, οὗ μὲν συμπληροῖ, συντακτέον, οὗ δὲ μὴ συμπληροῖ, μόνον ἐφ̓ ἑαυτοῦ ληπτέον: συμπληροῦν δὲ λέγω τὴν οὐσίαν οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν τοιάνδε, τοῦ τοιάνδε προσθήκην οὐκ οὐσιώδη δεχομένου. κἀκεῖνο δὲ ἐπισημαντέον, ὅτι ἴσα μὲν λέγομεν καὶ τρίγωνα καὶ τετράγωνα καὶ ἐπὶ πάντων σχημάτων, ἐπιπέδων τε καὶ στερεῶν: ὥστε ἴσον τε καὶ ἄνισον κείσθω ἐπὶ ποσοῦ ἴδιον. ὅμοιον δὲ καὶ ἀνόμοιον, εἰ ἐπὶ ποιοῦ, ἐπισκεπτέον. περὶ δὲ τοῦ ποιοῦ ἐλέχθη, ὡς σὺν ἄλλοις μὲν ὕλῃ καὶ ποσῷ συμμιχθὲν συμπλήρωσιν ἐργάζεται αἰσθητῆς οὐσίας, καὶ ὅτι κινδυνεύει λεγομένη αὕτη οὐσία εἶναι τοῦτο τὸ ἐκ πολλῶν, οὐ τί, ἀλλὰ ποιὸν μᾶλλον, καὶ μὲν λόγος εἶναι οἷον πυρὸς τὸ τὶ σημαίνων μᾶλλον, ἣν δὲ μορφὴν ἐργάζεται, ποιὸν μᾶλλον: καὶ λόγος τοῦ ἀνθρώπου τὸ τὶ εἶναι, τὸ δ̓ ἀποτελεσθὲν ἐν σώματος φύσει εἴδωλον ὂν τοῦ λόγου ποιόν τι μᾶλλον εἶναι: οἷον εἰ ἀνθρώπου ὄντος τοῦ Σωκράτους τοῦ ὁρωμένου εἰκὼν αὐτοῦ ἐν γραφῇ χρώματα καὶ φάρμακα οὖσα Σωκράτης λέγοιτο: οὕτως οὖν καὶ λόγου ὄντος, καθ̓ ὃν Σωκράτης, οὐ τὸν αἰσθητὸν Σωκράτην, ἀλλὰ χρώματα καὶ σχήματα ἐκείνων τῶν ἐν τῷ λόγῳ μιμήματα εἶναι, καὶ τὸν λόγον δὲ τοῦτον πρὸς τὸν ἀληθέστατον ἤδη λόγον τὸν ἀνθρώπου τὸ αὐτὸ πεπονθότα εἶναι. ταῦτα μὲν οὖν οὕτως.
§3.16 ἕκαστον δὲ λαμβανόμενον χωρὶς τῶν ἄλλων τῶν περὶ τὴν λεγομένην οὐσίαν ποιότητα τὴν ἐν τούτοις εἶναι, οὐ τὸ τὶ οὐδὲ τὸ ποσὸν οὐδὲ κίνησιν σημαίνοντα, χαρακτῆρα δὲ καὶ τὸ τοιόνδε καὶ τὸ ποιὸν δηλοῦντα, οἷον καλὸν καὶ αἰσχρὸν τὸ ἐπὶ σώματι: ὁμώνυμον γὰρ τὸ καλὸν τὸ τῇδε κἀκεῖ, ὥστε καὶ τὸ ποιόν: ἐπεὶ καὶ τὸ μέλαν καὶ τὸ λευκὸν ἄλλο. ἀλλὰ τὸ ἐν τῷ σπέρματι καὶ τῷ τοιούτῳ λόγῳ πότερα ταὐτὸν ὁμώνυμον τῷ φαινομένῳ; καὶ τοῖς ἐκεῖ προσνεμητέον τοῖς τῇδε; καὶ τὸ αἰσχρὸν τὸ περὶ τὴν ψυχήν; τὸ μὲν γὰρ καλὸν ὅτι ἄλλο, ἤδη δῆλον. ἀλλ̓ εἰ ἐν τούτῳ τῷ ποιῷ, καὶ ἀρετὴ ἐν τοῖς τῇδε ποιοῖς. τὰς μὲν ἐν τοῖς τῇδε ποιοῖς, τὰς δὲ ἐν τοῖς ἐκεῖ. ἐπεὶ καὶ τὰς τέχνας λόγους οὔσας ἀπορήσειεν ἄν τις εἰ: ἐν τοῖς τῇδε: καὶ γὰρ εἰ ἐν ὕλῃ λόγοι, ἀλλὰ ὕλη αὐτοῖς ψυχή: ἀλλ̓ ὅταν καὶ μετὰ ὕλης, πὼς ἐνταῦθα: οἷον κιθαρῳδία: καὶ γὰρ περὶ χορδὰς καὶ μέρος πως τῆς τέχνης ᾠδή, φωνὴ αἰσθητή, εἰ μὴ ἄρα ἐνεργείας ταύτας τις, ἀλλ̓ οὐ μέρη, θεῖτο. ἀλλ̓ οὖν ἐνέργειαι αἰσθηταί: ἐπεὶ καὶ τὸ καλὸν τὸ ἐν σώματι ἀσώματον: ἀλλ̓ ἀπέδομεν αὐτὸ αἰσθητὸν ὂν τοῖς περὶ σῶμα καὶ σώματος. γεωμετρίαν δὲ καὶ ἀριθμητικὴν διττὴν θεμένους τὰς μὲν ὡδὶ ἐν τῷδε τῷ ποιῷ τακτέον, τὰς δὲ αὐτῆς τῆς ψυχῆς πραγματείας πρὸς τὸ νοητὸν ἐκεῖ τακτέον. καὶ δὴ καὶ μουσικήν φησιν Πλάτων καὶ ἀστρονομίαν ὡσαύτως. τὰς τοίνυν τέχνας περὶ σώματα ἐχούσας καὶ ὀργάνοις αἰσθητοῖς καὶ αἰσθήσει χρωμένας, εἰ καὶ ψυχῆς εἰσι διαθέσεις, ἐπειδὴ κάτω νευούσης εἰσίν, ἐν τῷδε τῷ ποιῷ τακτέον. καὶ δὴ καὶ τὰς πρακτικὰς ἀρετὰς οὐδὲν κωλύει ἐνταῦθα τὰς οὕτω πραττούσας ὡς πολιτικῶς τὸ πράττειν ἔχειν, ὅσαι μὴ χωρίζουσι τὴν ψυχὴν πρὸς τὰ ἐκεῖ ἄγουσαι, ἀλλ̓ ἐνταῦθα τὸ καλῶς ἐνεργοῦσι προηγούμενον τοῦτο, ἀλλ̓ οὐχ ὡς ἀναγκαῖον τιθέμεναι. καὶ τὸ ἐν τῷ σπέρματι τοίνυν καλὸν καὶ πολὺ μᾶλλον τὸ μέλαν καὶ τὸ λευκὸν ἐν τούτοις. τί οὖν; καὶ τὴν ψυχὴν τὴν τοιαύτην, ἐν οὗτοι οἱ λόγοι, ἐν οὐσίᾳ τῇ τῇδε τάξομεν; οὐδὲ ταῦτα σώματα εἴπομεν, ἀλλ̓ ἐπεὶ περὶ σῶμα καὶ σωμάτων ποιήσεις οἱ λόγοι, ἐν ποιότητι ἐθέμεθα τῇ τῇδε: οὐσίαν δὲ αἰσθητὴν τὸ ἐκ πάντων τῶν εἰρημένων θέμενοι οὐδαμῶς ἀσώματον οὐσίαν ἐν αὐτῇ τάξομεν. ποιότητας δὲ ἀσωμάτους ἁπάσας λέγοντες ἐν αὐτῇ πάθη ὄντα νενευκότα τῇδε ἐνηριθμήσαμεν καὶ λόγους ψυχῆς τινος: τὸ γὰρ πάθος μεμερισμένον εἰς δύο, εἴς τε τὸ περὶ ἐστι καὶ ἐν ἐστιν, ἐδίδομεν ποιότητι οὐ σωματικῇ οὔσῃ, περὶ σῶμα δὲ οὔσῃ: οὐκέτι δὲ τὴν ψυχὴν τῇδε τῇ οὐσίᾳ, ὅτι τὸ πρὸς σῶμα αὐτῆς πάθος ἤδη δεδωκότες ἦμεν ποιῷ: ἄνευ δὲ τοῦ πάθους καὶ τοῦ λόγου νοουμένην τῷ ὅθεν ἐστὶν ἀποδεδώκαμεν οὐδεμίαν οὐσίαν ὁπωσοῦν νοητὴν ἐνταῦθα καταλιπόντες.
§3.17 εἰ μὲν οὖν οὕτω δοκεῖ, διαιρετέον τὰς μὲν ψυχικάς, τὰς δὲ σωματικάς, ὡς σώματος οὔσας ποιότητας. εἰ δὲ τὰς ψυχὰς ἁπάσας ἐκεῖ τις βούλεται, ταῖς αἰσθήσεσι τὰς τῇδε ποιότητας ἔστι διαιρεῖν, τὰς μὲν δἰ ὀμμάτων, τὰς δὲ δἰ ὤτων, τὰς δὲ δἰ ἁφῆς, γεύσεως, ὀσφρήσεως, καὶ τούτων εἴ τινες διαφοραί, ὄψεσι μὲν χρώματα, ἀκοαῖς δὲ φωνάς, καὶ ταῖς ἄλλαις αἰσθήσεσι: φωνὰς δέ, ποιαί, ἡδύ, τραχύ, λεῖον. ἐπεὶ δὲ τὰς διαφορὰς τὰς περὶ τὴν οὐσίαν ποιότησι διαιρούμεθα καὶ τὰς ἐνεργείας καὶ τὰς πράξεις καλὰς αἰσχρὰς καὶ ὅλως τοιάσδετὸ γὰρ ποσὸν ὀλιγάκις εἰς τὰς διαφορὰς τὰς εἴδη ποιούσας οὐδαμοῦκαὶ τὸ ποσὸν δὲ ποιότησι ταῖς αὐτῶν οἰκείαις, πῶς ἄν τις καὶ τὸ ποιὸν διέλοι κατ̓ εἴδη ἀπορήσειεν ἄν τις ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ ποίου γένους. ἄτοπον γὰρ ἑαυτῷ καὶ ὅμοιον, ὥσπερ ἂν εἴ τις διαφορὰς οὐσίας οὐσίας πάλιν αὖ λέγοι. τίνι οὖν τὸ λευκὸν καὶ τὸ μέλαν; τίνι δὲ τὰ χρώματα ὅλως ἀπὸ χυμῶν καὶ τῶν ἁπτικῶν ποιοτήτων; εἰ δὲ τοῖς διαφόροις αἰσθητηρίοις ταῦτα, οὐκ ἐν τοῖς ὑποκειμένοις διαφορά. ἀλλὰ κατὰ τὴν αὐτὴν αἴσθησιν πῶς; εἰ δ̓ ὅτι τὸ μὲν συγκριτικόν, τὸ δὲ διακριτικὸν ὀμμάτων, τὸ δὲ διακριτικὸν γλώττης καὶ συγκριτικόν, πρῶτον μὲν ἀμφισβητεῖται καὶ περὶ αὐτῶν τῶν παθῶν, εἰ διακρίσεις τινὲς καὶ συγκρίσεις ταῦτα: ἔπειτα οὐκ αὐτὰ οἷς διαφέρει εἴρηκεν. εἰ δέ τις λέγοι οἷς δύνανται, καὶ οὐκ ἄλογον δὲ οἷς δύνανται, ἐκεῖνο ἴσως λεκτέον, ὡς οἷς δύνανται διαιρετέον τὰ μὴ ὁρώμενα, οἷον τὰς ἐπιστήμας: αἰσθητὰ δὲ ταῦτα ὄντα διὰ τί ἐξ ὧν ποιεῖ; καὶ ἐν ταῖς ἐπιστήμαις δὲ διαιροῦντες οἷς δύνανται, καὶ ὅλως ταῖς τῆς ψυχῆς δυνάμεσι διαστησάμενοι ὡς ἕτεραι ἐξ ὧν ποιοῦσιν, ἔχομεν λόγῳ διαφορὰς αὐτῶν λαμβάνειν οὐ μόνον περὶ , ἀλλὰ καὶ λόγους αὐτῶν ὁρῶντες. τὰς μὲν τέχνας ἕξομεν τοῖς λόγοις αὐτῶν καὶ τοῖς θεωρήμασι, τὰς δὲ ἐπὶ σώματι ποιότητας πῶς; κἀκεῖ ἐπὶ τῶν λόγων τῶν διαφόρων πῶς ἕτεροι ζητήσειεν ἄν τις. καὶ γὰρ φαίνεται τὸ λευκὸν τοῦ μέλανος διαφέρειν: ἀλλὰ τίνι ζητοῦμεν.
§3.18 ἀλλὰ γὰρ ταῦτα ἅπαντα τὰ ἀπορηθέντα δεικνύει, ὡς τῶν ἄλλων δεῖ διαφορὰς ζητεῖν, αἷς χωριοῦμεν ἀπ̓ ἀλλήλων ἕκαστα, τῶν δὲ διαφορῶν διαφορὰς καὶ ἀδύνατον καὶ ἄλογον. οὔτε γὰρ οὐσίας οὐσιῶν οὔτε ποσοῦ ποσότητας οὔτε ποιότητας ποιοτήτων οὔτε διαφορὰς διαφορῶν οἷόν τε: ἀλλ̓ ἀνάγκη, οὗ ἐγχωρεῖ, τοῖς ἔξωθεν τοῖς ποιητικοῖς τοῖς τοιούτοις: οὗ δὲ μηδὲ ταῦτα, οἷον πράσινον ὠχροῦ, ἐπειδὴ λευκοῦ καὶ μέλανος λέγουσι, τί ἄν τις εἴποι; ἀλλὰ γάρ, ὅτι ἕτερα, αἴσθησις νοῦς ἐρεῖ, καὶ οὐ δώσουσι λόγον, μὲν αἴσθησις, ὅτι μηδ̓ αὐτῆς λόγος, ἀλλὰ μόνον μηνύσεις διαφόρους ποιήσασθαι, δὲ νοῦς ἐν ταῖς αὐτοῦ ἐπιβολαῖς ἁπλοῦς καὶ οὐ λόγοις χρῆται πανταχοῦ, ὡς λέγειν τόδε ἕκαστον τόδε. καὶ ἔστιν ἑτερότης ἐν ταῖς κινήσεσιν αὐτοῦ διαιροῦσα θάτερον ἀπὸ θατέρου οὐχ ἑτερότητος αὐτὴ δεομένη. αἱ τοίνυν ποιότητες πότερα διαφοραὶ πᾶσαι γίνοιντο ἂν οὔ; λευκότης μὲν γὰρ καὶ ὅλως αἱ χρόαι, καὶ περὶ ἁφὴν καὶ χυμοὺς γένοιντο ἂν διαφοραὶ ἑτέρων καὶ εἴδη ὄντα, γραμματικὴ δὲ καὶ μουσικὴ πῶς; τῷ τὴν μὲν γραμματικὴν ψυχήν, τὴν δὲ μουσικὴν καὶ μάλιστα, εἰ φύσει εἶεν, ὥστε καὶ εἰδοποιοὺς διαφορὰς γίνεσθαι. καὶ εἰ εἴη τις διαφορὰ ἐκ τούτου τοῦ γένους καὶ ἐξ ἄλλου: καὶ εἰ ἐκ τούτου τοῦ γένους, τῶν ἐκ τοῦ αὐτοῦ γένους, οἷον ποιοτήτων ποιότητας. ἀρετὴ γὰρ καὶ κακία μὲν ἕξις τοιάδε, δὲ τοιάδε: ὥστε ποιοτήτων οὐσῶν τῶν ἕξεων αἱ διαφοραὶ ποιότητες: εἰ μή τις φαίη τὴν μὲν ἕξιν ἄνευ τῆς διαφορᾶς μὴ ποιότητα εἶναι, τὴν δὲ διαφορὰν τὴν ποιότητα ποιεῖν. ἀλλ̓ εἰ τὸ γλυκὺ ὠφέλιμον, βλαβερὸν δὲ τὸ πικρόν, σχέσει, οὐ ποιότητι, διαιρεῖ. τί δ̓ εἰ τὸ γλυκὺ παχύ, τὸ δὲ αὐστηρὸν λεπτόν; οὐ τὸ τί ἦν γλυκὺ ἴσως λέγει παχύ, ἀλλ̓ γλυκύτης: καὶ ἐπὶ τοῦ αὐστηροῦ αὐτὸς λόγος: ὥστε εἰ πανταχοῦ μὴ ποιότητος ποιότης διαφορὰ σκεπτέον, ὥσπερ οὐδε οὐσίας οὐσία, οὐδὲ ποσοῦ ποσότης. τὰ πέντε τῶν τριῶν διαφέρει δυσίν. ὑπερέχει δυσί, διαφέρει δ̓ οὐ λέγεται: πῶς γὰρ ἂν καὶ διαφέροι δυσὶν ἐν τοῖς τρισίν; ἀλλ̓ οὐδὲ κίνησις κινήσεως κινήσει διαφέροι ἄν, οὐδ̓ ἐπὶ τῶν ἄλλων ἄν τις εὕροι. ἐπὶ δὲ τῆς ἀρετῆς καὶ κακίας τὸ ὅλον πρὸς τὸ ὅλον ληπτέον, καὶ οὕτως αὐτοῖς διοίσει. τὸ δὲ ἐκ ταὐτοῦ γένους, τοῦ ποιοῦ, καὶ μὴ ἐξ ἄλλου, εἴ τις διαιροῖ τῷ τὴν μὲν περὶ ἡδονάς, τὴν δὲ περὶ ὀργάς, καὶ τὴν μὲν περὶ καρποῦ κομιδήν, τὴν δὲ περὶ δαπάνην εἶναι, καὶ οὕτω παραδέξαιτο καλῶς ὡρίσθαι, δῆλον ὅτι ἔστι διαφορὰς εἶναι καὶ μὴ ποιότητας.
§3.19 τῇ δὲ ποιότητι συντακτέον, ὥσπερ ἐδόκει, καὶ τοὺς κατ̓ αὐτὰς ποιούς, καθ̓ ὅσον ποιότης περὶ αὐτούς, οὐ προσποιουμένους αὐτούς, ἵνα μὴ κατηγορίαι δύο, ἀλλ̓ εἰς τοῦτο ἀνιόντας ἀπ̓ αὐτῶν, ἀφ̓ οὗ λέγονται. τὸ δὲ οὐ λευκόν, εἰ μὲν σημαίνει ἄλλο χρῶμα, ποιότης. εἰ δὲ ἀπόφασις μόνον εἴη πραγμάτων ἐξαρίθμησις, οὐδὲν ἂν εἴη, εἰ μὴ: φωνὴ ὄνομα λόγος γινομένου καὶ αὐτοῦ πράγματος: καὶ εἰ μὲν φωνή, κίνησίς τις, εἰ δ̓ ὄνομα λόγος, πρός τι, καθὸ σημαντικά. εἰ δὲ μὴ μόνον πραγμάτων ἐξαρίθμησις κατὰ γένος, ἀλλὰ δεῖ καὶ τὰ λεγόμενα καὶ τὰ σημαίνοντα, τίνος ἕκαστον γένους σημαντικόν, ἐροῦμεν τὰ μὲν τίθεσθαι αὐτὰ μόνον δηλοῦντα, τὰ δὲ ἀναιρεῖν αὐτά: καίτοι βέλτιον ἴσως τὰς ἀποφάσεις αὐτῶν μὴ συναριθμεῖν τάς τε καταφάσεις μὴ συναριθμοῦντας διὰ τὸ σύνθετον. τὰς δὲ στερήσεις πῶς; , εἰ ὧν αἱ στερήσεις ποιότητες, καὶ αὐταὶ ποιότητες, οἷον νωδὸς τυφλός: δὲ γυμνὸς καὶ ἠμφιεσμένος οὐδέτερος ποιός, ἀλλὰ μᾶλλόν πως ἔχων: ἐν σχέσει οὖν τῇ πρὸς ἄλλο. πάθος δὲ τὸ μὲν ἐν τῷ πάσχειν ἔτι οὐ ποιότης, ἀλλά τις κίνησις: τὸ δὲ ἐν τῷ πεπονθέναι καὶ ἔχειν μένον ἤδη τὸ πάθος ποιότης: εἰ δὲ μὴ ἔχοι ἔτι τὸ πάθος, λέγοιτο δὲ πεπονθέναι, κεκινῆσθαι. τοῦτο δὲ ταὐτὸν τῷ ἦν ἐν κινήσει. δεῖ δὲ μόνον κίνησιν νοεῖν ἀφαιροῦντα τὸν χρόνον: οὐδὲ γὰρ οὐδὲ τὸ νῦν προσλαμβάνειν προσήκει. τὸ δὲ καλῶς καὶ τὰ τοιαῦτα εἰς μίαν νόησιν τὴν τοῦ γένους ἀνακτέον. εἰ δὲ τὸ μὲν ἐρυθριᾶν εἰς τὸ ποιὸν ἀνακτέον, τὸν δὲ ἐρυθρὸν μηκέτι, ἐπισκεπτέον. τὸ μὲν γὰρ ἐρυθαίνεσθαι ὀρθῶς οὐκ ἀνακτέον: πάσχει γὰρ ὅλως κινεῖται: εἰ δὲ μηκέτι ἐρυθαίνεται, ἀλλ̓ ἤδη ἐρυθρός ἐστι, διὰ τί οὐ ποιός; οὐ γὰρ χρόνῳ ποιός. τίνι ὁριστέον; ἀλλὰ τῷ τοιῷδε, καὶ ἐρυθρὸν λέγοντες ποιὸν λέγομεν: οὕτως τὰς ἕξεις μόνας ποιότητας ἐροῦμεν, τὰς δὲ διαθέσεις οὐκέτι. καὶ θερμὸς τοίνυν οὐχ θερμαινόμενος, καὶ νοσῶν οὐχ ἀγόμενος εἰς νόσον.
§3.20–4.5
§3.20 ὁρᾶν δὲ δεῖ, εἰ μὴ πάσῃ ποιότητί ἐστί τις ἄλλη ἐναντία: ἐπεὶ καὶ τὸ μέσον τοῖς ἄκροις δοκεῖ ἐπ̓ ἀρετῆς καὶ κακίας ἐναντίον εἶναι. ἀλλ̓ ἐπὶ τῶν χρωμάτων τὰ μεταξὺ οὐχ οὕτως. εἰ μὲν οὖν, ὅτι μίξεις τῶν ἄκρων τὰ μεταξύ, ἔδει μὴ ἀντιδιαιρεῖν, ἀλλὰ λευκῷ καὶ μέλανι, τὰ δ̓ ἄλλα συνθέσεις. τῷ μίαν τινὰ ἄλλην ἐπὶ τῶν μεταξύ, κἂν ἐκ συνθέσεως θεωρεῖσθαι, ἀντιτίθεμεν. ὅτι τὰ ἐναντία οὐ μόνον διαφέρει, ἀλλὰ καὶ πλεῖστον. ἀλλὰ κινδυνεύει τὸ πλεῖστον διαφέρειν λαμβάνεσθαι ἐν τῷ θέσθαι ἤδη ταῦτα τὰ μεταξύ: ἐπεί, εἴ τις ταύτην τὴν διάταξιν ἀφέλοι, τίνι τὸ πλεῖστον ὁριεῖ; ὅτι τὸ φαιὸν ἐγγυτέρω τοῦ λευκοῦ μᾶλλον τὸ μέλαν: καὶ τοῦτο παρὰ τῆς ὄψεως μηνύεται, καὶ ἐπὶ τῶν χυμῶν ὡσαύτως, θερμόν, ψυχρόν, τὸ μηδέτερον μεταξύ. ἀλλ̓ ὅτι μὲν οὕτως ὑπολαμβάνειν εἰθίσμεθα, δῆλον: τάχα δ̓ ἄν τις ἡμῖν συγχωροῖ ταῦτα, τὸ δὲ λευκὸν καὶ τὸ ξανθὸν καὶ ὁτιοῦν πρὸς ὁτιοῦν ὁμοίως πάντη ἕτερα ἀλλήλων εἶναι καὶ ἕτερα ὄντα ποιὰ ἐναντία εἶναι. οὐδὲ γὰρ τῷ εἶναι μεταξὺ αὐτῶν ἄλλα τούτων ἐναντιότης: ὑγιείᾳ γοῦν καὶ νόσῳ οὐδὲν παρεμπέπτωκε μεταξὺ καὶ ἐναντία. ὅτι τὰ γινόμενα ἐξ ἑκατέρου πλείστην παραλλαγὴν ἔχει. καὶ πῶς πλείστην ἔστιν εἰπεῖν μὴ οὐσῶν ἐν τοῖς μέσοις ἐλαττόνων; οὐκ ἔστιν οὖν ἐπὶ ὑγιείας καὶ νόσου πλεῖστον εἰπεῖν. ἄλλῳ τοίνυν τὸ ἐναντίον, οὐ τῷ πλεῖστον, ὁριστέον. εἰ δὲ τῷ πολλῷ, εἰ μὲν τὸ πολὺ ἀντὶ τοῦ πλέον πρὸς ἔλαττον, πάλιν τὰ ἄμεσα ἐκφεύξεται: εἰ δ̓ ἁπλῶς πολύ, ἕκαστον φύσει πολὺ ἀφεστάναι συγχρωρηθέντος, μὴ τῷ πλείονι μετρεῖν τὴν ἀπόστασιν. ἀλλ̓ ἐπισκεπτέον, πῶς τὸ ἐναντίον. ἆῤ οὖν τὰ μὲν ἔχοντά τινα ὁμοιότητα: λέγω δὲ οὐ κατὰ τὸ γένος οὐδὲ πάντως τῷ μεμῖχθαι ἄλλαις οἷον μορφαῖς αὐτῶν πλείονα ἐλάττονα: οὐκ ἐναντία, ἀλλ̓ οἷς μηδὲν ταὐτὸν κατὰ τὸ εἶδος ἐναντία, καὶ προσθετέον δὲ ἐν γένει τῷ ποιῷ: ἐντεῦθεν γὰρ τὰ μὲν ἄμεσα τῶν ἐναντίων, οἷς μηδὲν εἰς ὁμοίωσιν, οὐκ ὄντων ἄλλων τῶν οἷον ἐπαμφοτεριζόντων καὶ ὁμοιότητα πρὸς ἄλληλα ἐχόντων, τῶν δέ τινων μόνων μὴ ἐχόντων. εἰ δὲ τοῦτο, οἷς μέν ἐστι κοινότης ἐν τοῖς χρώμασιν, οὐκ ἂν εἴη ἐναντία. ἀλλ̓ οὐδὲν κωλύσει μὴ πᾶν μὲν παντί, ἄλλο δὲ ἄλλῳ οὕτως εἶναι ἐναντίον, καὶ ἐπὶ χυμῶν δὲ ὡσαύτως. ταῦτα μὲν οὖν οὕτω διηπορήσθω. περὶ δὲ τοῦ μᾶλλον ἐν μὲν τοῖς μετέχουσιν ὅτι ἐστίν, ἐδόκει, ὑγίεια δὲ αὐτὴ καὶ δικαιοσύνη ἠπορεῖτο. εἰ δὴ πλάτος ἔχει τούτων ἑκάστη αὐτῶν, καὶ τὰς ἕξεις αὐτὰς δοτέον: ἐκεῖ δὲ ἕκαστον τὸ ὅλον καὶ οὐκ ἔχει τὸ μᾶλλον.
§3.21 περὶ δὲ κινήσεως, εἰ δεῖ γένος θέσθαι, ὧδ̓ ἄν τις θεωρήσειε: πρῶτον μέν, εἰ μὴ εἰς ἄλλο γένος ἀνάγειν προσῆκεν, ἔπειτα, εἰ μηδὲν ἄνωθεν αὐτῆς ἐν τῷ τί ἐστι κατηγοροῖτο, εἶτα, εἰ πολλὰς διαφορὰς λαβοῦσα εἴδη ποιήσει, εἰς ποῖόν τις γένος αὐτὴν ἀνάξει; οὔτε γὰρ οὐσία οὔτε ποιότης τῶν ἐχόντων αὐτήν: οὐ μὴν οὐδ̓ εἰς τὸ ποιεῖν: καὶ γὰρ ἐν τῷ πάσχειν πολλαὶ κινήσεις: οὐδ̓ αὖ εἰς τὸ πάσχειν, ὅτι πολλαὶ κινήσεις ποιήσεις: ποιήσεις δὲ καὶ πείσεις εἰς ταύτην. οὐδ̓ αὖ εἰς τὸ πρός τι ὀρθῶς, ὅτι τινὸς κίνησις καὶ οὐκ ἐφ̓ αὑτῆς οὕτω γὰρ ἂν καὶ τὸ ποιὸν ἐν τῷ πρός τι: τινὸς γὰρ ποιότης καὶ ἔν τινι: καὶ τὸ ποσὸν ὡσαύτως. εἰ δ̓ ὅτι ὄντα ἐκεῖνά τινα, κἄν τινος , καθ̓ ἐστι τὸ μὲν ποιότης, τὸ δὲ ποσότης εἴρηται: τὸν αὐτὸν τρόπον, ἐπειδή, κἄν τινος κίνησις , ἔστι τι πρὸ τοῦ τινὸς εἶναι, ἔστιν ἐφ̓ αὑτοῦ ληπτέον ἂν εἴη. ὅλως γὰρ πρός τι δεῖ τίθεσθαι οὐχ ἐστιν, εἶτ̓ ἄλλου ἐστίν, ἀλλ̓ σχέσις ἀπογεννᾷ οὐδενὸς ὄντος ἄλλου παρὰ τὴν σχέσιν καθ̓ λέγεται, οἷον τὸ διπλάσιον καθ̓ λέγεται διπλάσιον ἐν τῇ πρὸς τὸ πηχυαῖον παραβολῇ τὴν γένεσιν λαβὸν καὶ τὴν ὑπόστασιν οὐδὲν νοούμενον πρὸ τούτου ἐν τῷ πρὸς ἕτερον παραβεβλῆσθαι ἔσχε τοῦτο λέγεσθαί τε καὶ εἶναι. τί οὖν ἐστι τοῦτο, ἑτέρου ὄν ἐστί τι, ἵνα καὶ ἑτέρου , ὡς τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ οὐσία; πρότερον, ὅτι μηδὲν πρὸ αὐτοῦ ὡς γένος κατηγορεῖται, ληπτέον. ἀλλ̓ εἰ τὴν μεταβολὴν λέγοι τις πρὸ κινήσεως εἶναι, πρῶτον μὲν ταὐτὸν λέγει γένος λέγων ἐκεῖνο ποιήσει ἕτερον παρὰ τὰ πρόσθεν εἰρημένα: εἶτα δῆλον, ὅτι ἐν εἴδει τὴν κίνησιν θήσεται καί τι ἕτερον ἀντιθήσει τῇ κινήσει τὴν γένεσιν ἴσως, μεταβολήν τινα κἀκείνην λέγων, κίνησιν δὲ οὔ. διὰ τί οὖν οὐ κίνησις γένεσις; εἰ μὲν γάρ, ὅτι μήπω ἐστὶ τὸ γινόμενον, κίνησις δὲ οὐ: περὶ τὸ μὴ ὄν, οὐδ̓ ἂν μεταβολὴ δηλονότι ἂν εἴη γένεσις: εἰ δ̓ ὅτι γένεσίς ἐστιν οὐδὲν ἄλλο ἀλλοίωσίς τις καὶ αὔξη τῷ ἀλλοιουμένων τινῶν καὶ αὐξομένων τὴν γένεσιν εἶναι, τὰ πρὸ τῆς γενέσεως λαμβάνει. δεῖ δὲ τὴν γένεσιν ἐν τούτοις ἕτερόν τι εἶδος λαβεῖν: οὐ γὰρ ἐν τῷ ἀλλοιοῦσθαι παθητικῶς τὸ γίνεσθαι καὶ γένεσις, οἷον θερμαίνεσθαι λευκαίνεσθαι: ἔστι γὰρ τούτων γενομένων μήπω τὴν ἁπλῶς γένεσιν γεγενῆσθαι, ἀλλὰ τῷ γίνεσθαι αὐτὸ τοῦτο τὸ ἠλλοιῶσθαι: ἀλλ̓ ὅταν ζῷον φυτόν, ὅταν εἶδός τι λαμβάνῃ. εἴποι δ̓ ἄν τις τὴν μεταβολὴν μᾶλλον ἁρμόττειν ἐν εἴδει τίθεσθαι τὴν κίνησιν, ὅτι τὸ μὲν τῆς μεταβολῆς ἄλλο ἀνθ̓ ἑτέρου ἐθέλει σημαίνειν, τὸ δὲ τῆς κινήσεως ἔχει καὶ τὴν ἐκ τοῦ οἰκείου μετάστασιν, ὥσπερ τοπικὴ κίνησις: εἰ δὲ μὴ τοῦτο βούλεταί τις, ἀλλ̓ μάθησις καὶ κιθάρισις, ὅλως ἀφ̓ ἕξεως κίνησις: ὥστε εἶδός τι ἂν εἴη κινήσεως μᾶλλον ἀλλοίωσις ἐκστατική τις οὖσα κίνησις.
§3.22 ἀλλ̓ ἔστω ταὐτὸν νοούμενον τὸ τῆς ἀλλοιώσεως κατὰ τὸ παρακολουθεῖν τῇ κινήσει τὸ ἄλλο. τί οὖν δεῖ λέγειν τὴν κίνησιν; ἔστω δὴ κίνησις, ὡς τύπῳ εἰπεῖν, ἐκ δυνάμεως ὁδὸς εἰς ἐκεῖνο, λέγεται δύνασθαι. ὄντος γὰρ δυνάμει τοῦ μέν, ὅτι ἥκοι ἂν εἰς εἶδός τι, οἷον δυνάμει ἀνδριάς, τοῦ δέ, ὅτι ἥκοι ἂν εἰς ἐνέργειαν, οἷον τὸ βαδιστικόν, ὅταν τὸ μὲν προίῃ εἰς ἀνδριάντα, πρόοδος κίνησις, τὸ δ̓ ὅταν ἐν τῷ βαδίζειν , τὸ βαδίζειν αὐτὸ κίνησις: καὶ ὄρχησις ἐπὶ τοῦ δυναμένου ὀρχεῖσθαι, ὅταν ὀρχῆται. καὶ ἐπὶ μέν τινι κινήσει εἶδος ἄλλο ἐπιγίνεται, εἰργάσατο κίνησις, τὸ δὲ ὡς ἁπλοῦν εἶδος ὂν τῆς δυνάμεως οὐδὲν ἔχει μετ̓ αὐτὴν παυσαμένης τῆς κινήσεως: ὥστε, εἴ τις λέγοι τὴν κίνησιν εἶδος ἐγρηγορὸς ἀντίθετον τοῖς ἄλλοις εἴδεσι τοῖς ἑστηκόσιν, τὰ μὲν μένει, τὰ δὲ οὔ, καὶ αἴτιον τοῖς ἄλλοις εἴδεσιν, ὅταν μετ̓ αὐτήν τι γίνηται, οὐκ ἂν ἄτοπος εἴη: εἰ δὲ καὶ ζωήν τις λέγοι σωμάτων ταύτην, περὶ ἧς λόγος νῦν ,οὐκ ἂν ἄτοπος εἴη: τὴν γὰρ κίνησιν ταύτην ὁμώνυμον δεῖ λέγειν ταῖς νοῦ καὶ ψυχῆς κινήσεσιν. ὅτι δὲ γένος ἐστίν, οὐχ ἧττον ἄν τις καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι ὁρισμῷ καὶ ἀδύνατον εἶναι λαβεῖν πιστώσαιτο. ἀλλὰ πῶς εἶδός τι, ὅταν πρὸς τὸ χεῖρον κίνησις, ὅταν παθητικὴ κίνησις; ὅμοιον, ὥσπερ ἂν εἰ θέρμανσις τὰ μὲν αὔξοι παρὰ τοῦ ἡλίου, τὰ δὲ εἰς τὸ ἐναντίον ἄγοι: καὶ κοινόν τι κίνησις, καὶ αὐτὴ ἐπ̓ ἀμφοῖν, τοῖς δὲ ὑποκειμένοις τὴν διαφορὰν τὴν δοκοῦσαν ἔχει. ὑγίανσις οὖν καὶ νόσανσις ταὐτόν; καθ̓ ὅσον μὲν κίνησις ταὐτόν: τίνι δὲ διοίσει; πότερα τοῖς ὑποκειμένοις, καὶ ἄλλῳ; ἀλλὰ τοῦτο ὕστερον, ὅταν περὶ ἀλλοιώσεως ἐπισκοπῶμεν: νῦν δὲ τί ταὐτὸν ἐν πάσῃ κινήσει σκεπτέον. οὕτω γὰρ ἂν καὶ γένος εἴη. πολλαχῶς ἂν λέγοιτο καὶ οὕτως ἔσται, ὥσπερ ἂν εἰ τὸ ὄν. πρὸς δὲ τὴν ἀπορίαν, ὅτι ἴσως δεῖ, ὅσαι μὲν εἰς τὸ κατὰ φύσιν ἄγουσιν ἐνεργοῦσιν ἐν τοῖς κατὰ φύσιν, ταύτας μὲν οἷον εἴδη εἶναι, ὡς εἴρηται, τὰς δὲ εἰς τὰ παρὰ φύσιν ἀγωγὰς ἀνὰ λόγον τίθεσθαι τοῖς ἐφ̓ ἄγουσιν. ἀλλὰ τί τὸ κοινὸν ἐπί τε ἀλλοιώσεως καὶ αὐξήσεως καὶ γενέσεως καὶ τῶν ἐναντίων τούτοις ἔτι τε τῆς κατὰ τόπον μεταβολῆς, καθ̓ κινήσεις αὗται πᾶσαι; τὸ μὴ ἐν τῷ αὐτῷ ἕκαστον, ἐν πρότερον ἦν, εἶναι μηδ̓ ἠρεμεῖν μηδ̓ ἐν ἡσυχίᾳ παντελεῖ, ἀλλά, καθ̓ ὅσον κίνησις πάρεστιν, ἀεὶ πρὸς ἄλλο τὴν ἀγωγὴν ἔχειν, καὶ τὸ ἕτερον τῷ οὐκ ἐν τῷ αὐτῷ μένειν: ἀπόλλυσθαι γὰρ τὴν κίνησιν, ὅταν μὴ ἄλλο. διὸ καὶ ἑτερότης οὐκ ἐν τῷ γεγονέναι καὶ μεῖναι ἐν τῷ ἑτέρῳ, ἀλλ̓ ἀεὶ ἑτερότης: ὅθεν καὶ χρόνος ἕτερον ἀεί, διότι κίνησις αὐτὸν ποιεῖ: μεμετρημένη γὰρ κίνησις οὐ μένουσα: συνθεῖ οὖν αὐτῇ ὡς ἐπὶ φερομένης ὀχούμενος. κοινὸν δὲ πᾶσι τὸ ἐκ δυνάμεως καὶ τοῦ δυνατοῦ εἰς ἐνέργειαν πρόοδον καὶ ἀγωγὴν εἶναι: πᾶν γὰρ τὸ κινούμενον καθ̓ ὁποιανοῦν κίνησιν προυπάρχον δυνάμενον τοῦτο ποιεῖν πάσχειν ἐν τῷ κινεῖσθαι γίνεται.
§3.23 καὶ ἔστιν κίνησις περὶ τὰ αἰσθητὰ παῤ ἄλλου ἐνιεμένη σείουσα καὶ ἐλαύνουσα καὶ ἐγείρουσα καὶ ὠθοῦσα τὰ μεταλαβόντα αὐτῆς, ὥστε μὴ εὕδειν μηδ̓ ἐν ταυτότητι εἶναι, ἵνα δὴ τῇ μὴ ἡσυχίᾳ καὶ οἷον πολυπραγμονήσει ταύτῃ εἰδώλῳ συνέχηται ζωῆς. δεῖ δὲ οὐ τὰ κινούμενα τὴν κίνησιν εἶναι νομίζειν: οὐ γὰρ οἱ πόδες βάδισις, ἀλλ̓ περὶ τοὺς πόδας ἐνέργεια ἐκ δυνάμεως. ἀοράτου δὲ τῆς δυνάμεως ὑπαρχούσης τοὺς ἐνεργοῦντας πόδας ὁρᾶν μόνον ἀνάγκη, οὐ πόδας ἁπλῶς, ὥσπερ ἂν εἰ ἡσύχαζον, ἀλλ̓ ἤδη μετ̓ ἄλλου, ἀοράτου μὲν τούτου, ὅτι δὲ μετ̓ ἄλλου κατὰ συμβεβηκὸς ὁρωμένου τῷ τοὺς πόδας ὁρᾶν ἄλλον τόπον ἔχοντας καὶ ἄλλον καὶ μὴ ἠρεμεῖν: τὸ δ̓ ἀλλοιούμενον παρὰ τοῦ ἀλλοιουμένου, ὅτι μὴ αὐτὴ ποιότης. ἐν τίνι οὖν κίνησις, ὅταν ἄλλο κινῇ, καὶ ὅταν δὲ ἐκ τῆς ἐνούσης δυνάμεως εἰς ἐνέργειαν ἴῃ; ἆρα ἐν τῷ κινοῦντι; καὶ πῶς τὸ κινούμενον καὶ πάσχον μεταλήψεται; ἀλλ̓ ἐν τῷ κινουμένῳ; διὰ τί οὖν ἐλθοῦσα οὐ μένει; δεῖ μήτε τοῦ ποιοῦντος ἀπηλλάχθαι μήτε ἐν αὐτῷ εἶναι, ἀλλ̓ ἐξ αὐτοῦ μὲν καὶ εἰς ἐκεῖνο, οὐκ ἐν ἐκείνῳ δὲ ἀποτετμημένην εἶναι, ἀλλ̓ ἀπ̓ ἐκείνου εἰς ἐκεῖνο, οἷον πνοὴν εἰς ἄλλο. ὅταν μὲν οὖν δύναμις τοῦ κινεῖν βαδιστικὴ , οἷον ὦσε καὶ πεποίηκεν ἄλλον ἀλλάττειν ἀεὶ τόπον, ὅταν δὲ θερμαντική, ἐθέρμανε: καὶ ὅταν δύναμις ὕλην λαβοῦσα εἰς φύσιν οἰκοδομῇ, αὔξησις, ὅταν δ̓ ἄλλη δύναμις ἀφαιρῇ, μείωσις τοῦ δυναμένου ἀφαίρεσιν παθεῖν μειουμένου: καὶ ὅταν γεννῶσα φύσις ἐνεργῇ, γένεσις, ὅταν δὲ αὕτη ἀδυνατῇ, δὲ φθείρειν δυναμένη ἐπικρατῇ, φθορά, οὐχ ἐν τῷ ἤδη γεγονότι, ἀλλ̓ ἐν τῷ πορευομένῳ: καὶ ὑγίανσις δὲ κατὰ τὰ αὐτὰ τῆς ποιεῖν δυναμένης ὑγίειαν ἐνεργούσης καὶ κρατούσης, νόσανσις δὲ τῆς ἐναντίας δυνάμεως τἀναντία ποιούσης: ὥστε συμβαίνειν μὴ παρὰ τὰ ἐν οἷς μόνον, ἀλλὰ καὶ παρὰ τὰ ἐξ ὧν καὶ δἰ ὧν, καὶ τὴν τῆς κινήσεως ἰδιότητα ποιὰν τὴν κίνησιν καὶ τοιάνδε εἶναι ἐν τοῖς τοιούτοις.
§3.24 περὶ δὲ τῆς κατὰ τόπον κινήσεως, εἰ τὸ ἄνω φέρεσθαι τῷ κάτω ἐναντίον, καὶ τὸ κύκλῳ τοῦ ἐπ̓ εὐθείας διοίσει, πῶς διαφορά, οἷον τὸ ὑπὲρ κεφαλῆς καὶ ὑπὸ πόδας ῥίπτειν; καὶ γὰρ δύναμις ὠστικὴ μία, εἰ μή τις ἄλλην τὴν ἄνω ὠθοῦσαν καὶ ἄλλην τὴν κάτω λέγοι, καὶ ἄλλως τὴν κάτω πρὸς τὴν ἄνω φοράν, καὶ μάλιστα εἰ φυσικῶς κινοῖτο, εἰ μὲν κουφότης εἴη, δὲ βαρύτης. ἀλλὰ κοινὸν καὶ τὸ αὐτὸ τὸ εἰς τὸν οἰκεῖον τόπον φέρεσθαι, ὥστε ἐνταῦθα κινδυνεύειν παρὰ τὰ ἔξω τὴν διαφορὰν γίνεσθαι. ἐπὶ δὲ τῆς κύκλῳ καὶ ἐπ̓ εὐθείας, εἰ οἷόν περ ἐπ̓ εὐθείας καὶ κύκλῳ περιθρέξαιεν, πῶς ἄλλη; παρὰ τὸ τῆς πορείας σχῆμα, εἰ μή τις μικτὴν λέγοι τὴν κύκλῳ, ὡς οὐ παντελῶς οὖσαν κίνησιν οὐδὲ πάντη ἐξισταμένην. ἀλλ̓ ἔοικεν ὅλως μία τις εἶναι τοπικὴ τοῖς ἔξωθεν τὰς διαφορὰς λαμβάνουσα.
§3.25 σύγκρισις δὲ καὶ διάκρισις ἐπισκεπτέα πῶς. ἆῤ ἕτεραι κινήσεις τῶν εἰρημένων, γενέσεως καὶ φθορᾶς, αὔξης καὶ φθίσεως, τοπικῆς μεταβολῆς, ἀλλοιώσεως, εἰς ταύτας αὐτὰς ἀνακτέον, τούτων τινὰς συγκρίσεις καὶ διακρίσεις θετέον; εἰ μὲν οὖν τοῦτ̓ ἔχει σύγκρισις, πρόσοδον ἑτέρου πρὸς ἕτερον καὶ τὸ πελάζειν, καὶ αὖ ἀποχώρησιν εἰς τοὐπίσω, τοπικὰς ἄν τις κινήσεις λέγοι δύο κινούμενα λέγων πρὸς ἕν τι, ἀποχωροῦντα ἀπ̓ ἀλλήλων. εἰ δὲ σύγκρασίν τινα καὶ μῖξιν λαμβάνουσι καὶ κρᾶσιν καὶ εἰς ἓν ἐξ ἑνὸς σύστασιν τὴν κατὰ τὸ συνίστασθαι γινομένην, οὐ κατὰ τὸ συνεστάναι ἤδη, εἰς τίνα ἄν τις ἀνάγοι τῶν εἰρημένων ταύτας; ἄρξει μὲν γὰρ τοπικὴ κίνησις, ἕτερον δὲ ἐπ̓ αὐτῇ τὸ γινόμενον ἂν εἴη, ὥσπερ καὶ τῆς αὔξης ἄν τις εὕροι ἄρχουσαν μὲν τὴν τοπικήν, ἐπιγινομένην δὲ τὴν κατὰ τὸ ποσὸν κίνησιν: οὕτω δὴ καὶ ἐνταῦθα ἡγεῖται μὲν τὸ κατὰ τόπον κινηθῆναι, ἕπεται δὲ οὐκ ἐξ ἀνάγκης συγκριθῆναι οὐδ̓ αὖ διακριθῆναι, ἀλλὰ γενομένης μὲν συμπλοκῆς τοῖς ἀπαντήσασι συνεκρίθη, σχισθέντων δὲ τῇ συντεύξει διεκρίθη: πολλαχοῦ δ̓ ἂν καὶ διακρινομένων ἐφέποιτο ἂν τοῦ τόπου, ἅμα συμβαίνοι τοῦ πάθους ἄλλου περὶ τὰ διακρινόμενα, οὐ κατὰ τὸ κινεῖσθαι τοπικῶς, νοουμένου, ἔν τε τῇ συγκρίσει ἄλλου πάθους καὶ συστάσεως ἐπακολουθοῦντος ἑτέρου τῆς τοπικῆς κινήσεως. ἆῤ οὖν ταύτας μὲν ἐφ̓ ἑαυτῶν, τὴν δὲ ἀλλοίωσιν εἰς ταύτας ἀνακτέον; πυκνὸν γὰρ γενόμενον ἠλλοίωται: τοῦτο δὲ ταὐτὸν τῷ συγκέκριται: μανὸν δὲ αὖ ἠλλοίωται: τοῦτο δὲ ταὐτὸν τῷ διακέκριται: καὶ οἴνου καὶ ὕδατος μιγνυμένων ἄλλο πρότερον ἦν ἑκάτερον ἐγένετο: τοῦτο δὲ σύγκρισις, πεποίηκε τὴν ἀλλοίωσιν. φατέον καὶ ἐνταῦθα ἡγεῖσθαι τὰς συγκρίσεις καὶ διακρίσεις τινῶν ἀλλοιώσεων, ἑτέρας δὲ αὐτὰς εἶναι συγκρίσεων διακρίσεων: οὔτε γὰρ τὰς ἄλλας ἀλλοιώσεις εἶναι τοιαύτας, οὔτε τὴν ἀραίωσιν καὶ πύκνωσιν σύγκρισιν καὶ διάκρισιν ἐκ τούτων ὅλως εἶναι: οὕτω γὰρ ἄν τις καὶ κενὸν παραδέχοιτο. ἐπὶ δὲ μελανίας λευκότητος πῶς; εἰ δὲ ἐν τούτοις ἀμφισβητεῖ, πρῶτον μὲν τὰς χρόας καὶ τάχα τὰς ποιότητας ἀναιρεῖ τάς γε πλείστας, μᾶλλον δὲ πάσας: εἰ γὰρ πᾶσαν ἀλλοίωσιν, ἣν λέγομεν κατὰ ποιότητα μεταβολήν, σύγκρισιν καὶ διάκρισιν λέγοι, τὸ γινόμενον οὐδέν ἐστιν, ἀλλὰ ἐγγὺς κείμενα καὶ διεστῶτα. ἔπειτα τὸ μανθάνειν καὶ τὸ διδάσκεσθαι πῶς συγκρίσεις;
§3.26 ἐπισκεπτέον δὴ περὶ τούτων καὶ ἤδη ζητητέον πάλιν αὖ τῶν κατ̓ εἴδη λεγομένων κινήσεων, οἷον ἐπὶ τοπικῆς, εἰ μὴ τῷ ἄνω καὶ κάτω καὶ εὐθείᾳ καὶ κύκλῳ, ὡς ἠπόρηται, εἰ ἐμψύχων καὶ ἀψύχων κινήσειοὐ γὰρ ὁμοία κίνησις τούτωνκαὶ πάλιν ταύτας τῇ πεζῇ καὶ τῷ νεῖν καὶ πτήσει. καὶ τῷ φύσει γε καὶ παρὰ φύσιν τάχ̓ ἄν τις διέλοι καθ̓ ἕκαστον εἶδος: τοῦτο δὲ οὐκ ἔξωθεν διαφοραὶ κινήσεων. ποιητικαὶ τούτων αὗται καὶ οὐκ ἂν ἄνευ τούτων. καὶ φύσις δὲ ἀρχὴ δοκεῖ τούτων. τὰς μὲν φύσει, τὰς δὲ τέχνῃ, τὰς δὲ προαιρέσει: φύσει μὲν αὐξήσεις, φθίσεις, τέχνῃ δὲ οἰκοδομεῖν, ναυπηγεῖν, προαιρέσει δὲ σκοπεῖσθαι, μανθάνειν, πολιτεύεσθαι, ὅλως λέγειν, πράττειν. περὶ αὐξήσεως αὖ καὶ ἀλλοιώσεως καὶ γενέσεως κατὰ φύσιν παρὰ φύσιν ὅλως τοῖς ὑποκειμένοις.
§3.27 περὶ δὲ στάσεως, ἀντιτέτακται κινήσει, ἠρεμίας τί ποτε χρὴ λέγειν; πότερα καὶ αὐτὸ ἕν τι γένος θετέον, εἴς τι γένος τῶν εἰρημένων ἀνακτέον; βέλτιον δ̓ ἴσως στάσιν τοῖς ἐκεῖ ἀποδόντα ἠρεμίαν ἐνταῦθα ζητεῖν. τὴν οὖν ἠρεμίαν ταύτην ζητητέον πρῶτον τί ποτέ ἐστι. καὶ εἰ μὲν ταὐτὸν φανείη τῇ στάσει, οὐδ̓ ὀρθῶς ἂν ἐνταῦθα ταύτην ζητοῖ οὐδενὸς ἑστηκότος, ἀλλὰ τοῦ φαινομένου ἑστάναι σχολαιοτέρᾳ τῇ κινήσει χρωμένου: εἰ δ̓ ἕτερον ἠρεμίαν στάσεως λέγοιμεν τῷ τὴν μὲν στάσιν περὶ τὸ ἀκίνητον παντελῶς εἶναι, τὴν δ̓ ἠρεμίαν περὶ τὸ ἑστώς, πεφυκὸς δὲ κινεῖσθαι, ὅταν μὴ κινῆται, εἰ μὲν τὸ ἠρεμίζεσθαι λέγοι τὸ ἠρεμεῖν, κίνησιν οὔπω παυσαμένην, ἀλλ̓ ἐνεστῶσαν: εἰ δὲ τὴν οὐκέτι περὶ τὸ κινούμενον οὖσαν, πρῶτον μὲν ζητητέον, εἴ τί ἐστι μὴ κινούμενον ἐνταῦθα. εἰ δὲ μὴ πάσας οἷόν τέ τι τὰς κινήσεις κινεῖσθαι, ἀλλὰ δεῖ κινήσεις τινὰς μὴ κινεῖσθαι, ἵνα καὶ ἐξῇ λέγειν τόδε τὸ κινούμενον εἶναι, τί ἄλλο χρὴ λέγειν τὸ μὴ κινούμενον κατὰ τόπον, ἀλλὰ ἠρεμοῦν ταύτην τὴν κίνησιν, ὅτι μὴ κινεῖται; ἀπόφασις ἄρα ἔσται ἠρεμία τοῦ κινεῖσθαι: τοῦτο δὲ οὐκ ἐν γένει. ἠρεμεῖ δὲ οὐκ ἄλλο τι ταύτην τὴν κίνησιν, οἷον τὴν τοπικήν: τὴν οὖν ἀφαίρεσιν τούτου λέγει. εἰ δέ τις λέγοι: διὰ τί δ̓ οὐ τὴν κίνησιν ἀπόφασιν τῆς στάσεως φήσομεν; ὅτι, φήσομεν, ἥκει τι φέρουσα κίνησις καὶ ἔστιν ἄλλο τι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον, δὲ ἠρεμία ἑκάστου οὐδέν ἐστι παῤ αὐτό, ἀλλὰ σημαίνει μόνον, ὅτι κίνησιν οὐκ ἔχει. τί οὖν οὐ καὶ ἐπὶ τῶν νοητῶν στάσιν εἴπομεν ἀπόφασιν κινήσεως; ὅτι οὐδ̓ ἔστιν εἰπεῖν ἀναίρεσιν τῆς κινήσεως τὴν στάσιν, ὅτι οὐ παυσαμένης τῆς κινήσεώς ἐστιν, ἀλλ̓ οὔσης ἐκείνης καὶ αὕτη ἐστί: καὶ οὐ πεφυκὸς κινεῖσθαι, καθ̓ ὅσον μὴ κινεῖται στάσις ἐκεῖ, ἀλλά, καθ̓ στάσις κατείληφεν, ἕστηκε, καθ̓ δέ ἐστι κινούμενον, ἀεὶ κινήσεται: διὸ καὶ στάσει ἕστηκε καὶ κινήσει κινεῖται: ἐνταῦθα δὲ κινήσει μὲν κινεῖται, ἀπουσίᾳ δὲ ἠρεμεῖ ἐστερημένον τῆς ὀφειλομένης κινήσεως. ἔπειτα δὲ ὁρᾶν δεῖ, τί ἐστιν στάσις αὐτὴ ἐνταῦθα λεγομένη: οἷον ἐν νόσῳ καὶ ὑγιείᾳ. κινεῖται μὲν οὖν ὑγιαζόμενος καὶ οὕτως, ὅταν ἐκ νόσου εἰς ὑγίειαν ἴῃ, ὑγιάζεται. τί οὖν τῇ ὑγιάνσει ταύτῃ ἠρεμίας εἶδος ἀντιτάξομεν; εἰ μὲν γὰρ τὸ ἐξ οὗ, νόσος, ἀλλ̓ οὐ στάσις: εἰ δὲ τὸ εἰς , ὑγίεια: οὐ ταὐτὸν τῇ στάσει. εἰ δέ τις λέγοι τὴν ὑγίειαν τὴν νόσον τινὰ στάσιν εἶναι, εἴδη στάσεως τὴν ὑγίειαν καὶ τὴν νόσον εἶναι φήσει: ὅπερ ἄτοπον. εἰ δὲ συμβεβηκέναι τῇ ὑγιείᾳ τὴν στάσιν, πρὸ τῆς στάσεως ὑγίεια οὐχ ὑγίεια ἔσται. ἀλλὰ περὶ μὲν τούτων, ὅπῃ δοκεῖ ἑκάστῳ.
§3.28 εἴρηται δ̓ ὅτι τὸ ποιεῖν καὶ τὸ πάσχειν κινήσεις λεκτέον, καὶ ἔστι τὰς μὲν τῶν κινήσεων ἀπολύτους, τὰς δὲ ποιήσεις, τὰς δὲ πείσεις λέγειν. καὶ περὶ τῶν ἄλλων γενῶν λεγομένων, ὅτι εἰς ταῦτα, καὶ περὶ τοῦ πρός τι, ὅτι ἄλλου πρὸς ἄλλο σχέσις, καὶ ὅτι σύνεισιν ἅμα καὶ ἄμφω, καὶ τὸ πρός τι δέ, ὅταν σχέσις οὐσίας ποιῇ αὐτό, οὐχ οὐσία ἔσται πρός τι, ἀλλ̓ καθ̓ μέρος, οἷον χεὶρ κεφαλὴ αἴτιον ἀρχὴ στοιχεῖον. ἔστι δὲ καὶ τὰ πρός τι διαιρεῖν, ὥσπερ διῄρηται τοῖς ἀρχαίοις, τὰ μὲν ὡς ποιητικά, τὰ δὲ ὡς μέτρα, τὰ δ̓ ἐν ὑπεροχῇ καὶ ἐλλείψει, τὰ δ̓ ὅλως χωρίζοντα ὁμοιότησι καὶ διαφοραῖς. καὶ περὶ μὲν τούτων τῶν γενῶν ταῦτα.
§4.1 Ἆρά γε ψυχὴ πανταχοῦ τῷ παντὶ πάρεστιν, ὅτι σῶμά ἐστι τοῦ παντὸς τοσόνδε, περὶ τὰ σώματα φύσιν ἔχουσα μερίζεσθαι, καὶ παῤ αὑτῆς πανταχοῦ ἔστιν; οὐχ οὗπερ ἂν ὑπὸ σώματος προαχθῇ, ἀλλὰ σώματος εὑρίσκοντος αὐτὴν πρὸ αὑτοῦ πανταχοῦ οὖσαν: ὥστε, ὅπου ἂν τεθῇ, ἐκεῖ εὑρίσκειν ψυχὴν οὖσαν πρὶν αὐτὸ τεθῆναι ἐν μέρει τοῦ παντὸς καὶ τὸ ὅλον τοῦ παντὸς σῶμα τεθῆναι ἐν ψυχῇ οὔσῃ. ἀλλ̓ εἰ ἔστιν εἰς τοσοῦτον πρὶν τὸ τοσόνδε σῶμα ἐλθεῖν πληροῦσα τὸ διάστημα πᾶν, πῶς οὐ μέγεθος ἕξει; τίς τρόπος ἂν εἴη τοῦ εἶναι ἐν τῷ παντὶ πρὶν τὸ πᾶν γενέσθαι τοῦ παντὸς οὐκ ὄντος; τό τε ἀμερῆ λεγομένην καὶ ἀμεγέθη εἶναι πανταχοῦ εἶναι μέγεθος οὐκ ἔχουσαν πῶς ἄν τις παραδέξαιτο; καὶ εἰ τῷ σώματι λέγοιτο συνεκτείνεσθαι μὴ σῶμα οὖσα, οὐδ̓ ὣς ἐκφεύγειν ποιεῖ τὴν ἀπορίαν τῷ κατὰ συμβεβηκὸς τὸ μέγεθος αὐτῇ διδόναι: ὁμοίως γὰρ ἄν τις καὶ ἐνταῦθα ζητήσειεν εὐλόγως, ὅπως κατὰ συμβεβηκὸς μεγεθύνεται. οὐ γὰρ δή, ὥσπερ ποιότης, οἷον γλυκύτης χρόα, κατὰ πᾶν τὸ σῶμα, οὕτω καὶ ψυχή: ταῦτα μὲν γὰρ πάθη τῶν σωμάτων, ὥστε πᾶν τὸ πεπονθὸς ἔχειν τὸ πάθος, καὶ μηδὲν εἶναι ἐφ̓ ἑαυτοῦ σώματος ὄν τι καὶ γινωσκόμενον τότε: διὸ καὶ ἐξ ἀνάγκης τοσοῦτον, τό τε ἄλλου μέρους λευκὸν οὐχ ὁμοπαθὲς τῷ ἄλλου. καὶ ἐπὶ τοῦ λευκοῦ τὸ αὐτὸ μὲν εἴδει τὸ ἐπ̓ ἄλλου πρὸς τὸ ἐπ̓ ἄλλου μέρους, οὐ μὴν ταὐτὸν ἀριθμῷ, ἐπὶ δὲ τῆς ψυχῆς τὸ αὐτὸ ἀριθμῷ τὸ ἐν τῷ ποδὶ καὶ τῇ χειρὶ ὑπάρχει, ὡς δηλοῦσιν αἱ ἀντιλήψεις: καὶ ὅμως ἐν μὲν ταῖς ποιότησι τὸ αὐτὸ μεμερισμένον θεωρεῖται, ἐπὶ δὲ ψυχῆς τὸ αὐτὸ οὐ μεμερισμένον, οὕτω δὲ μεμερίσθαι λεγόμενον, ὅτι πανταχοῦ. λέγωμεν οὖν ἐξ ἀρχῆς περὶ τούτων, εἴ τι ἡμῖν σαφὲς καὶ εὐπαράδεκτον γένοιτο, πῶς ἀσώματος καὶ ἀμεγέθης οὖσα δύναται εἰς πλεῖστον ἰέναι εἴτε πρὸ τῶν σωμάτων εἴτ̓ ἐν τοῖς σώμασι. τάχα δέ, εἰ φανείη καὶ πρὸ τῶν σωμάτων τοῦτο δύνασθαι, ῥᾴδιον ἂν καὶ ἐπὶ τῶν σωμάτων παραδέξασθαι τὸ τοιοῦτον γένοιτο.
§4.2 ἔστι δὴ τὸ μὲν ἀληθινὸν πᾶν, τὸ δὲ τοῦ παντὸς μίμημα τοῦδε τοῦ ὁρατοῦ φύσις. τὸ μὲν οὖν ὄντως πᾶν ἐν οὐδενί ἐστιν, οὐδὲν γάρ ἐστι πρὸ αὐτοῦ: δ̓ ἂν μετὰ τοῦτο , τοῦτο ἤδη ἀνάγκη ἐν τῷ παντὶ εἶναι, εἴπερ ἔσται, καὶ μάλιστα ἐξ ἐκείνου ἠρτημένον καὶ οὐ δυνάμενον ἄνευ ἐκείνου οὔτε μένειν οὔτε κινεῖσθαι. καὶ γὰρ εἰ μὴ ὡς ἐν τόπῳ τις τιθεῖτο τὸ τοιοῦτον τὸν τόπον νοῶν πέρας σώματος τοῦ περιέχοντος καθ̓ περιέχει διάστημά τι, πρότερον ἦν τῆς φύσεως τοῦ κενοῦ καὶ ἔτι ἐστίν, ἀλλὰ τῷ γε οἷον ἐρείδεσθαι ἐπ̓ αὐτοῦ καὶ ἀναπαύεσθαι πανταχοῦ ὄντος ἐκείνου καὶ συνέχοντος, τὴν τοῦ ὀνόματος ἀφεὶς κατηγορίαν τῇ διανοίᾳ τὸ λεγόμενον λαμβανέτω. τοῦτο δὲ ἄλλου χάριν εἴρηται, ὅτι τὸ πᾶν ἐκεῖνο καὶ πρῶτον καὶ ὂν οὐ ζητεῖ τόπον, οὐδ̓ ὅλως ἔν τινι. πᾶν δὴ τὸ πᾶν οὐκ ἔστιν ὅπως ἀπολείπεται ἑαυτοῦ, ἀλλ̓ ἔστι πεπληρωκὸς ἑαυτὸ καὶ ὂν ἴσον ἑαυτῷ: καὶ οὗ τὸ πᾶν, ἐκεῖ αὐτό: τὸ γὰρ πᾶν αὐτό ἐστιν. ὅλως τε, εἴ τι ἐν τῷ παντὶ ἱδρύθη ἄλλο ὂν παῤ ἐκεῖνο, μεταλαμβάνει αὐτοῦ καὶ συντυγχάνει αὐτῷ καὶ ἰσχύει παῤ αὐτοῦ οὐ μερίζον ἐκεῖνο, ἀλλ̓ εὑρίσκον αὐτὸ ἐν ἑαυτῷ αὐτὸ προσελθὸν ἐκείνῳ ἐκείνου οὐκ ἔξω ἑαυτοῦ γενομένου: οὐ γὰρ οἷόν τε ἐν τῷ μὴ ὄντι τὸ ὂν εἶναι, ἀλλ̓ εἴπερ τὸ μὴ ὂν ἐν τῷ ὄντι. ὅλῳ οὖν ἐντυγχάνει τῷ ὄντι: οὐ γὰρ ἦν ἀποσπᾶσθαι αὐτὸ ἀφ̓ ἑαυτοῦ, καὶ τὸ πανταχοῦ δὲ λέγεσθαι εἶναι αὐτὸ δηλοῖ ἐν τῷ ὄντι: ὥστε ἐν αὑτῷ. καὶ οὐδὲν θαυμαστόν, εἰ τὸ πανταχοῦ ἐν τῷ ὄντι καὶ ἐν αὑτῷ: ἤδη γὰρ γίνεται τὸ πανταχοῦ ἐν ἑνί. ἡμεῖς δὲ τὸ ὂν ἐν αἰσθητῷ θέμενοι καὶ τὸ πανταχοῦ ἐκεῖ τιθέμεθα, καὶ μέγα νομίζοντες τὸ αἰσθητὸν ἀποροῦμεν, πῶς ἐν μεγάλῳ καὶ τοσούτῳ ἐκείνη φύσις ἐκτείνεται: τὸ δέ ἐστι τοῦτο τὸ λεγόμενον μέγα μικρόν, δὲ νομίζεται μικρόν, ἐκεῖνο μέγα, εἴ γε ὅλον ἐπὶ πᾶν τούτου μέρος φθάνει, μᾶλλον δὲ τοῦτο πανταχόθεν τοῖς αὐτοῦ μέρεσιν ἐπ̓ ἐκεῖνο ἰὸν εὑρίσκει αὐτὸ πανταχοῦ πᾶν καὶ μεῖζον ἑαυτοῦ. ὅθεν ὡς οὐκ ἐν τῇ ἐκτάσει πλέον τι ληψόμενον: ἔξω γὰρ ἂν καὶ τοῦ παντὸς ἐγίνετο: περιθεῖν αὐτὸ ἐβουλήθη, οὔτε δὲ περιλαβεῖν δεδυνημένον οὐδ̓ αὖ ἐντὸς γενέσθαι ἠγάπησε τόπον ἔχειν καὶ τάξιν οὗ σώζοιτο γειτονοῦν αὐτῷ παρόντι καὶ οὐ παρόντι αὖ: ἔστι γὰρ ἐφ̓ ἑαυτοῦ ἐκεῖνο, κἄν τι αὐτῷ ἐθέλῃ παρεῖναι: ὅπου δὴ συνιὸν τὸ σῶμα τοῦ παντὸς εὑρίσκει τὸ πᾶν, ὥστε μηδὲν ἔτι δεῖσθαι τοῦ πόρρω, ἀλλὰ στρέφεσθαι ἐν τῷ αὐτῷ, ὡς παντὸς ὄντος τούτου οὗ κατὰ πᾶν μέρος αὑτοῦ ἀπολαύει ὅλου ἐκείνου. εἰ μὲν γὰρ ἐν τόπῳ ἦν ἐκεῖνο αὐτό, προσχωρεῖν τε ἔδει ἐκεῖ καὶ εὐθυπορεῖν καὶ ἐν ἄλλῳ μέρει αὐτοῦ ἄλλῳ μέρει ἐφάπτεσθαι ἐκείνου καὶ εἶναι τὸ πόρρω καὶ ἐγγύθεν: εἰ δὲ μήτε τὸ πόρρω μήτε τὸ ἐγγύθεν, ἀνάγκη ὅλον παρεῖναι, εἴπερ πάρεστι. καὶ ὅλως πάρεστιν ἐκείνων ἑκάστῳ, οἷς μήτε πόρρωθέν ʽἐστἰ μήτε ἐγγύθεν, δυνατοῖς δὲ δέξασθαί ἐστιν.
§4.3 ἆῤ οὖν αὐτὸ φήσομεν παρεῖναι, αὐτὸ μὲν ἐφ̓ ἑαυτοῦ εἶναι, δυνάμεις δὲ ἀπ̓ αὐτοῦ ἰέναι ἐπὶ πάντα, καὶ οὕτως αὐτὸ πανταχοῦ λέγεσθαι εἶναι; οὕτω γὰρ τὰς ψυχὰς οἷον βολὰς εἶναι λέγουσιν, ὥστε αὐτὸ μὲν ἱδρῦσθαι ἐν αὑτῷ, τὰς δὲ ἐκπεμφθείσας κατ̓ ἄλλο καὶ κατ̓ ἄλλο ζῷον γίνεσθαι. ἐφ̓ ὧν μὲν τὸ ἓν τῷ μὴ πᾶσαν τὴν φύσιν ἀποσώζειν τὴν οὖσαν ἐν αὐτῷ ἐκείνῳ ἐνταῦθα δύναμιν αὐτοῦ πάρεστι παρεῖναι, οὐ μὴν οὐδ̓ ὣς ἐκεῖνο μὴ ὅλως παρεῖναι, ἐπεὶ καὶ τότε οὐκ ἀποτέτμηται ἐκεῖνο τῆς δυνάμεως αὑτοῦ, ἣν ἔδωκεν ἐκείνῳ: ἀλλ̓ λαβὼν τοσοῦτον ἐδυνήθη λαβεῖν παντὸς παρόντος. οὗ δὲ πᾶσαι αἱ δυνάμεις, αὐτὸ σαφῶς πάρεστι χωριστὸν ὅμως ὄν: γενόμενον μὲν γὰρ τοῦδε εἶδος ἀπέστη ἂν τοῦ τε πᾶν εἶναι τοῦ τε εἶναι ἐν αὑτῷ πανταχοῦ, κατὰ συμβεβηκὸς δὲ καὶ ἄλλου. μηδενὸς δὲ ὂν τοῦ θέλοντος αὐτοῦ εἶναι ἂν αὐτὸ ἐθέλῃ ὡς δύναται πελάζει οὐ γενόμενον ἐκείνου, ἀλλ̓ ἐκείνου ἐφιεμένου αὐτοῦ, οὐδ̓ αὖ ἄλλου. θαυμαστὸν οὖν οὐδὲν οὕτως ἐν πᾶσιν εἶναι, ὅτι αὖ ἐν οὐδενί ἐστιν αὐτῶν οὕτως ὡς ἐκείνων εἶναι. διὸ καὶ τὸ κατὰ συμβεβηκὸς οὕτω λέγειν συμπαθεῖν τῷ σώματι καὶ τὴν ψυχὴν οὐκ ἄτοπον ἴσως, εἰ αὐτὴ μὲν ἐφ̓ ἑαυτῆς λέγοιτο εἶναι οὐχ ὕλης γενομένη οὐδὲ σώματος, τὸ δὲ σῶμα πᾶν κατὰ πᾶν ἑαυτοῦ οἱονεὶ ἐλλάμποιτο. θαυμάζειν δὲ οὐ δεῖ, εἰ αὐτὸ μὴ ὂν ἐν τόπῳ παντὶ τῷ ἐν τόπῳ ὄντι πάρεστιν: ἦν γὰρ ἂν τοὐναντίον θαυμαστὸν καὶ ἀδύνατον πρὸς τῷ θαυμαστῷ, εἰ τόπον καὶ αὐτὸ ἔχον οἰκεῖον παρῆν ἄλλῳ τῳ ἐν τόπῳ, ὅλως παρῆν, καὶ παρῆν οὕτως, ὥς τοι ἡμεῖς φαμεν. νῦν δέ φησιν λόγος, ὡς ἀνάγκη αὐτῷ τόπον οὐκ εἰληχότι πάρεστι τούτῳ ὅλον παρεῖναι, παντὶ δὲ παρὸν ὡς καὶ ἑκάστῳ ὅλον παρεῖναι. ἔσται αὐτοῦ τὸ μὲν ὡδί, τὸ δὲ ἄλλοθι: ὥστε μεριστὸν ἔσται καὶ σῶμα ἔσται. πῶς γὰρ δὴ καὶ μεριεῖς; ἆρά γε τὴν ζωὴν μεριεῖς; ἀλλ̓ εἰ τὸ πᾶν ἦν ζωή, τὸ μέρος ζωὴ οὐκ ἔσται. ἀλλὰ τὸν νοῦν, ἵν̓ μὲν ἐν ἄλλῳ, δὲ ἐν ἄλλῳ; ἀλλ̓ οὐδέτερον αὐτῶν νοῦς ἔσται. ἀλλὰ τὸ ὂν αὐτοῦ; ἀλλὰ τὸ μέρος οὐκ ὂν ἔσται, εἰ τὸ ὅλον τὸ ὂν ὑπῆρχε. τί οὖν, εἴ τις λέγοι καὶ τὸ σῶμα μεριζόμενον καὶ τὰ μέρη ἔχειν σώματα ὄντα; μερισμὸς ἦν οὐ σώματος, ἀλλὰ τοσοῦδε σώματος, καὶ σῶμα ἕκαστον ἐλέγετο τῷ εἴδει καθ̓ σῶμα: τοῦτο δὲ οὐκ εἶχε τοσόνδε τι, ἀλλ̓ οὐδ̓ ὁπωσοῦν τοσόνδε.
§4.4 πῶς οὖν τὸ ὂν καὶ τὰ ὄντα καὶ νοῦς πολλοὺς καὶ ψυχὰς πολλάς, εἰ τὸ ὂν πανταχοῦ ἓν καὶ μὴ ὡς ὁμοειδὲς καὶ νοῦς εἷς καὶ ψυχὴ μία; καίτοι ἄλλην μὲν τοῦ παντός, τὰς δὲ ἄλλας. τἁ??ʼτά τε γὰρ ἀντιμαρτυρεῖν δοκεῖ καὶ τὰ εἰρημένα, εἴ τινα ἀνάγκην, ἀλλ̓ οὐ πειθώ γε ἔχει ἀπίθανον νομιζούσης τῆς ψυχῆς τὸ ἓν οὕτω πανταχοῦ ταὐτὸν εἶναι. βέλτιον γὰρ ἴσως μερίσαντα τὸ ὅλον ὡς μηδὲν ἐλαττοῦσθαι ἀφ̓ οὗ μερισμὸς γεγένηται, καὶ γεννήσαντα ἀπ̓ αὐτοῦ, ἵνα δὴ βελτίοσι χρώμεθα ὀνόμασιν, οὕτω τὸ μὲν ἐᾶσαι ἐφ̓ αὑτοῦ εἶναι, τὰ δ̓ οἷον μέρη γενόμενα συμπληροῦν ἤδη τὰ πάντα. ἀλλ̓ εἰ ἐκεῖνο μένει τὸ ὂν ἐφ̓ ἑαυτοῦ, ὅτι παράδοξον εἶναι δοκεῖ τὸ ἅμα ὅλον τι πανταχοῦ παρεῖναι, αὐτὸς λόγος καὶ ἐπὶ τῶν ψυχῶν ἔσται, ἐν οἷς γὰρ λέγονται σώμασιν ὅλαι ἐν ὅλοις εἶναι, οὐκ ἔσονται, ἀλλ̓ μερισθήσονται μένουσαι ὅλαι ποῦ τοῦ σώματος δύναμιν αὑτῶν δώσουσιν; ἐφ̓ ὧν καὶ τῶν δυνάμεων αὐτὴ ἀπορία ἔσται, εἰ ὅλον πανταχοῦ. καὶ ἔτι τὸ μέν τι ψυχὴν ἕξει τοῦ σώματος, τὸ δὲ δύναμιν μόνον. ἀλλὰ πῶς ψυχαὶ πολλαὶ καὶ νοῖ πολλοὶ καὶ τὸ ὂν καὶ τὰ ὄντα; καὶ δὴ καὶ προιόντα ἐκ τῶν προτέρων ἀριθμοὶ ὄντα, ἀλλ̓ οὐ μεγέθη, ὁμοίως ἀπορίαν παρέξουσι πῶς πληροῦσι τὸ πᾶν. οὐδὲν οὖν ἡμῖν παρὰ τοῦ πλήθους οὕτω προιόντος ἐξεύρηται εἰς εὐπορίαν: ἐπεὶ καὶ τὸ ὂν πολλὰ συγχωροῦμεν εἶναι ἑτερότητι, οὐ τόπῳ. ὁμοῦ γὰρ πᾶν τὸ ὄν, κἂν πολὺ οὕτως : ʽἐὸν γὰρ ἐόντι πελάζεἰ καὶ πᾶν ὁμοῦ καὶ νοῦς πολὺς ἑτερότητι, οὐ τόπῳ, ὁμοῦ δὲ πᾶς. ἆῤ οὖν καὶ ψυχαί; καὶ ψυχαί: ἐπεὶ καὶ τὸ περὶ τὰ σώματα μεριστὸν λέγεται ἀμερὲς εἶναι τὴν φύσιν, τὰ δὲ σώματα μέγεθος ἔχοντα ταύτης τῆς ψυχῆς φύσεως αὐτοῖς παρούσης, μᾶλλον δὲ τῶν σωμάτων ἐκεῖ γενομένων, ὅσον ἐστὶ μεμερισμένα κατὰ πᾶν μέρος ἐκείνης ἐμφανταζομένης τῆς φύσεως περὶ τὰ σώματα οὕτως ἐνομίσθη εἶναι μεριστή. ἐπεί, ὅτι οὐ συνδιείληπται τοῖς μέρεσιν, ἀλλ̓ ὅλη πανταχοῦ, φανερὸν ποιεῖ τὸ ἓν καὶ τὸ ἀμέριστον ὄντως τῆς φύσεως. οὔτ̓ οὖν τὸ μίαν εἶναι τὰς πολλὰς ἀναιρεῖ, ὥσπερ οὐδὲ τὸ ὂν τα ὄντα, οὔτε μάχεται τὸ πλῆθος ἐκεῖ τῷ ἑνί, οὔτε τῷ πλήθει συμπληροῦν δεῖ ζωῆς τὰ σώματα, οὔτε διὰ τὸ μέγεθος τοῦ σώματος δεῖ νομίζειν τὸ πλῆθος τῶν ψυχῶν γίνεσθαι, ἀλλὰ πρὸ τῶν σωμάτων εἶναι καὶ πολλὰς καὶ μίαν. ἐν γὰρ τῷ ὅλῳ αἱ πολλαὶ ἤδη οὐ δυνάμει, ἀλλ̓ ἐνεργείᾳ ἑκάστη: οὔτε γὰρ μία ὅλη κωλύει τὰς πολλὰς ἐν αὐτῇ εἶναι, οὔτε αἱ πολλαὶ τὴν μίαν. διέστησαν γὰρ οὐ διεστῶσαι καὶ πάρεισιν ἀλλήλαις οὐκ ἀλλοτριωθεῖσαι: οὐ γὰρ πέρασίν εἰσι διωρισμέναι, ὥσπερ οὐδὲ ἐπιστῆμαι αἱ πολλαὶ ἐν ψυχῇ μιᾷ, καὶ ἔστιν μία τοιαύτη, ὥστε ἔχειν ἐν ἑαυτῇ πάσας. οὕτως ἐστὶν ἄπειρος τοιαύτη φύσις.
§4.5 καὶ τὸ μέγα αὐτῆς οὕτω ληπτέον, οὐκ ἐν ὄγκῳ: τοῦτο γὰρ μικρόν ἐστιν εἰς τὸ μηδὲν ἰόν, εἴ τις ἀφαιροῖ. ἐκεῖ δὲ οὐδὲ ἀφελεῖν ἔστιν, οὐδ̓ εἰ ἀφαιροῖς ἐπιλείψει. εἰ δὲ οὐκ ἐπιλείψει, τί δεῖ δεδιέναι, μή τινος ἀποστατῇ; πῶς γὰρ ἀποστατεῖ οὐκ ἐπιλείπουσα, ἀλλ̓ ἀέναος οὖσα φύσις οὐ ῥέουσα; ῥέουσα μὲν γὰρ ἐπὶ τοσοῦτον ἔρχεται, ἐφ̓ ὅσον ῥεῖν δύναται, μὴ ῥέουσα δέ: οὐδὲ γὰρ ἂν οὐδ̓ ὅπου ῥεύσειεν ἔχοι: τὸ πᾶν κατείληφε, μᾶλλον δὲ αὐτή ἐστι τὸ πᾶν καὶ μεῖζόν τι οὖσα κατὰ σώματος φύσιν. ὀλίγον γὰρ ἂν εἰκότως νομίζοιτο τῷ παντὶ διδόναι, ὅσον δύναται τοῦτο αὐτοῦ φέρειν. δεῖ δὲ ἐκεῖνο μήτε ἔλαττον λέγειν, μηδὲ τιθέμενον ἔλαττον τῷ ὄγκῳ ἀπιστεῖν ἤδη, ὡς οὐ δυνατὸν ἐπὶ τὸ μεῖζον αὐτοῦ ἰέναι τὸ ἔλαττον: οὔτε γὰρ τὸ ἔλαττον κατηγορητέον, οὐδὲ παραθετέον ὄγκον πρὸς ἄογκον ἐν μετρήσειὅμοιον γὰρ ὡς εἴ τις ἰατρικὴν λέγοι ἐλάττω εἶναι τοῦ σώματος τοῦ ἰατροῦοὐδ̓ αὖ οὕτω μεῖζον νομιστέον τῇ ποσοῦ μετρήσει: ἐπεὶ οὐδ̓ ἐπὶ τῆς ψυχῆς οὕτως τὸ μέγα καὶ τὸ μεῖζον τοῦ σώματος. μαρτυρεῖ δὲ τῷ μεγάλῳ τῆς ψυχῆς καὶ τὸ μείζονος τοῦ ὄγκου γινομένου φθάνειν ἐπὶ πᾶν αὐτοῦ τὴν αὐτὴν ψυχήν, ἐπ̓ ἐλάττονος ὄγκου ἦν. γελοῖον γὰρ πολλαχῇ, εἴ τις προσθείη καὶ τῇ ψυχῇ ὄγκον.
§4.6–5.3
§4.6 τί οὖν οὐκ ἐπ̓ ἄλλο σῶμα ἔρχεται; ὅτι ἐκεῖνο δεῖ, εἰ δύναται, προσελθεῖν, τὸ δὲ προσεληλυθὸς καὶ δεξάμενον ἔχει. τί οὖν; τὸ ἄλλο σῶμα τὴν αὐτὴν ψυχὴν ἔχει ἔχον καὶ αὐτὸ τὴν ἣν ἔχει ψυχήν; τί γὰρ διαφέρει; καὶ ταῖς προσθήκαις. εἶτα πῶς ἐν ποδὶ καὶ χειρὶ τὴν αὐτήν, τὴν δὲ ἐν τῷδε τῷ μέρει τοῦ παντὸς οὐ τὴν αὐτὴν τῇ ἐν τῷδε; εἰ δὲ αἱ αἰσθήσεις διάφοροι, καὶ τὰ πάθη τὰ συμπίπτοντα διάφορα λεκτέον εἶναι. ἄλλα οὖν ἐστι τὰ κρινόμενα, οὐ τὸ κρῖνον: δὲ κρίνων αὐτὸς δικαστὴς ἐν ἄλλοις καὶ ἄλλοις πάθεσι γινόμενος, καίτοι οὐχ πάσχων αὐτός, ἀλλ̓ τοῦ τοιοῦδε σώματος φύσις: καὶ ἔστιν οἷον εἰ αὐτὸς ἡμῶν καὶ ἡδονὴν κρίνοι τὴν περὶ τὸν δάκτυλον καὶ ἀλγηδόνα τὴν περὶ τὴν κεφαλήν. διὰ τί οὖν οὐ συναισθάνεται ἑτέρα τὸ τῆς ἑτέρας κρίμα; ὅτι κρίσις ἐστίν, ἀλλ̓ οὐ πάθος. εἶτα οὐδ̓ αὐτὴ κρίνασα κέκρικα λέγει, ἀλλ̓ ἔκρινε μόνον: ἐπεὶ οὐδὲ παῤ ἡμῖν ὄψις τῇ ἀκοῇ λέγει, καίτοι ἔκριναν ἄμφω, ἀλλὰ λογισμὸς ἐπ̓ ἀμφοῖν: τοῦτο δὲ ἕτερον ἀμφοῖν. πολλαχῇ δὲ καὶ λογισμὸς εἶδε τὸ ἐν ἑτέρῳ κρίμα καὶ σύνεσιν ἔσχεν ἑτέρου πάθους. εἴρηται δὲ περὶ τούτου καὶ ἐν ἄλλοις.
§4.7 ἀλλὰ πάλιν λέγωμεν πῶς ἐπὶ πάντα ἐστὶ τὸ αὐτό: τοῦτο δὲ ταὐτόν ἐστι τῷ πῶς ἕκαστον τῶν πολλῶν τῶν αἰσθητῶν οὐκ ἄμοιρον τοῦ αὐτοῦ πολλαχῇ κείμενον. οὐ γὰρ ἐκεῖνο ὀρθῶς ἔχει ἐκ τῶν εἰρημένων μερίζειν εἰς τὰ πολλά, ἀλλὰ τὰ πολλὰ μεμερισμένα εἰς τὸ ἓν μᾶλλον ἀνάγειν, κἀκεῖνο οὐκ ἐληλυθέναι πρὸς ταῦτα, ἀλλὰ ταῦτα ὅτι διέρριπται παρεσχηκέναι δόξαν ἡμῖν κατὰ ταῦτα κἀκεῖνο διειλῆφθαι, οἷον εἴ τις τὸ κρατοῦν καὶ συνέχον εἰς ἴσα τῷ κρατουμένῳ διαιροῖ. καίτοι κρατοίη ἂν καὶ χεὶρ σῶμα ὅλον καὶ ξύλον πολύπηχυ καὶ ἄλλο τι, καὶ ἐπὶ πᾶν μὲν τὸ κρατοῦν, οὐ διείληπται δὲ ὅμως εἰς ἴσα τῷ κρατουμένῳ ἐν τῇ χειρί, καθ̓ ὅσον ἐφάπτεται εἰς τοσοῦτον περιγραφομένης, ὡς δοκεῖ, τῆς δυνάμεως, ἀλλ̓ ὅμως τῆς χειρὸς ὁριζομένης τῷ αὑτῆς ποσῷ, οὐ τῷ τοῦ αἰωρουμένου καὶ κρατουμένου σώματος. καὶ εἰ προσθείης δὲ τῷ κρατουμένῳ σώματι μῆκος ἄλλο καὶ δύναιτο χεὶρ φέρειν, δύναμις κἀκεῖνο κρατεῖ οὐ διαληφθεῖσα εἰς τοσαῦτα μέρη, ὅσα τὸ σῶμα ἔχει. τί οὖν, εἴ τις τὸν ὄγκον τὸν σωματικὸν τῆς χειρὸς ὑποθεῖτο ἀφῃρῆσθαι, καταλείποι δὲ τὴν δύναμιν τὴν αὐτὴν τὴν ἀνέχουσαν καὶ πρότερον αὐτόν, τὴν πρόσθεν ἐν τῇ χειρὶ οὖσαν; ἆῤ οὐκ ἂν αὐτὴ ἀμέριστος οὖσα ἐν παντὶ ὡσαύτως κατὰ πᾶν μέρος εἴη; εἰ δὲ δὴ φωτεινὸν μικρὸν ὄγκον οἷον κέντρον ποιησάμενος μεῖζόν τι περιθείης σφαιρικὸν σῶμα διαφανές, ὥστε τὸ φῶς τὸ ἔνδον ἐν παντὶ τῷ περιέχοντι φαίνειν, οὐκ οὔσης ἄλλοθεν αὐγῆς τῷ ἔξωθεν ὄγκῳ, ἆῤ οὐκ ἐκεῖνο τὸ ἔνδον φήσομεν αὐτὸ μηδὲν παθεῖν, ἀλλὰ μένον ἐπὶ πάντα τὸν ἔξωθεν ὄγκον ἐληλυθέναι, καὶ τὸ ἐκεῖ ἐνορώμενον ἐν τῷ μικρῷ ὄγκῳ φῶς κατειληφέναι τὸ ἔξω; ἐπειδὴ τοίνυν οὐ παρὰ τοῦ ὄγκου τοῦ σωματικοῦ τοῦ μικροῦ ἐκείνου ἦν τὸ φῶςοὐ γὰρ σῶμα ἦν εἶχε τὸ φῶς, ἀλλ̓ φωτεινὸν σῶμα, ἑτέρᾳ δυνάμει, οὐ σωματικῇ οὔσῃφέρε, εἴ τις τὸν ὄγκον τοῦ σώματος ὑφέλοι, τηροῖ δὲ τὴν τοῦ φωτὸς δύναμιν, ἆῤ ἂν ἔτι εἴποις που εἶναι τὸ φῶς, ἐπ̓ ἴσης ἂν εἴη ἐντὸς καθ̓ ὅλην τε τὴν ἔξω σφαῖραν; οὐκέτι δὴ οὐδ̓ ἀπερείσῃ τῇ διανοίᾳ ὅπου πρότερον ἦν κείμενον, καὶ οὔτε ἔτι ἐρεῖς ὅθεν οὔτε ὅπῃ, ἀλλὰ περὶ μὲν τούτου ἄπορος ἔσῃ ἐν θαύματι ποιούμενος, ἅμα δὲ ὡδὶ τοῦ σφαιρικοῦ σώματος ἀτενίσας εἰς τὸ φῶς καὶ ὡδὶ αὐτοῦ: ἐπεὶ καὶ ἐπὶ τοῦ ἡλίου ἔχεις μὲν εἰπεῖν ὅθεν τὸ φῶς ἐπιλάμπει κατὰ πάντα τὸν ἀέρα εἰς τὸ σῶμα τοῦ ἡλίου βλέπων, τὸ δὲ αὐτὸ ὅμως ὁρᾷς φῶς πανταχοῦ οὐδὲ τοῦτο μεμερισμένον. δηλοῦσι δὲ αἱ ἀποτομαὶ ἐπὶ θάτερα ὅθεν ἐλήλυθεν διδοῦσαι εἶναι οὐδὲ μερίζουσαι. καὶ δὴ τοίνυν εἰ δύναμις μόνον ἥλιος ἦν σώματος χωρὶς οὖσα καὶ φῶς παρεῖχεν, οὐκ ἂν ἐντεῦθεν ἤρξατο οὐδ̓ ἂν εἶπες ὅθεν, ἀλλ̓ ἦν ἂν τὸ φῶς πανταχοῦ ἓν καὶ ταὐτὸν ὂν οὐκ ἀρξάμενον οὐδ̓ ἀρχήν ποθεν ἔχον.
§4.8 τὸ μὲν οὖν φῶς, ἐπειδὴ σώματός ἐστιν, ὅθεν ἐλήλυθεν εἰπεῖν ἔχεις ἔχων εἰπεῖν τὸ σῶμα ὅπου ἐστίν, ἄυλον δὲ εἴ τί ἐστι καὶ δεῖται οὐδὲν σώματος πρότερον ὂν τῇ φύσει παντὸς σώματος, ἱδρυμένον αὐτὸ ἐν ἑαυτῷ, μᾶλλον δὲ οὐδὲ ἱδρύσεως δεόμενον οὐδὲν τῆς τοιαύτης, τοῦτο δὴ τὸ τοιαύτην ἔχον φύσιν οὐκ ἔχον ἀρχὴν ὅθεν ὁρμηθείη οὔτε ἔκ τινος τόπου οὔτε τινὸς ὂν σώματος πῶς αὐτοῦ τὸ μὲν ὡδὶ φήσεις, τὸ δὲ ὡδί; ἤδη γὰρ ἂν καὶ τὸ ὅθεν ὡρμήθη ἔχον ἔχοι καὶ τό τινος εἶναι. λείπεται τοίνυν εἰπεῖν ὡς, εἴ τι αὐτοῦ μεταλαμβάνει, τῇ τοῦ ὅλου δυνάμει μεταλαμβάνει αὐτοῦ παντός: μηδὲν οὖν μήτ̓ ἄλλο τι μήτε μεμερισμένον. τῷ μὲν γὰρ σῶμα ἔχοντι τὸ πάσχειν κἂν κατὰ συμβεβηκὸς ἂν γένοιτο, καὶ ταύτῃ παθητὸν ἂν λέγοιτο καὶ μεριστόν, ἐπειδὴ σώματός ἐστί τι οἷον πάθος εἶδος: δέ ἐστι μηδενὸς σώματος, ἀλλὰ τὸ σῶμα ἐθέλει αὐτοῦ εἶναι, ἀνάγκη τοῦτο τά τε ἄλλα πάθη τοῦ σώματος μηδαμῶς αὐτὸ πάσχειν μερίζεσθαί τε οὐχ οἷόν τε: σώματος γὰρ καὶ τοῦτο καὶ πρώτως πάθος καὶ σῶμα. εἰ δὴ σῶμα τὸ μεριστόν, μὴ σῶμα τὸ ἀμέριστον. πῶς γὰρ καὶ μεριεῖς οὐκ ἔχον μέγεθος; εἰ οὖν οὐκ ἔχοντος μέγεθος τὸ ἔχον τὸ μέγεθος ἀμηγέπη μεταλαμβάνει, οὐ μεριζομένου αὐτοῦ ἂν μεταλαμβάνοι μέγεθος αὖ ἕξει πάλιν. ὅταν οὖν ἓν ἐν πολλοῖς λέγῃς, οὐκ αὐτὸ πολλὰ γενόμενον λέγεις, ἀλλὰ τῶν πολλῶν τὸ πάθος περιάπτεις τῷ ἑνὶ ἐκείνῳ ἐν πολλοῖς αὐτὸ ἅμα ὁρῶν. τὸ δὲ ἓν ἐν αὐτοῖς οὕτω ληπτέον ὡς οὐκ αὐτῶν γενόμενον ἑκάστου οὐδ̓ αὖ τοῦ παντός, ἀλλ̓ ἐκεῖνο μὲν αὑτοῦ εἶναι καὶ αὐτὸ εἶναι, αὐτὸ δὲ ὂν οὐκ ἀπολείπεσθαι ἑαυτοῦ, οὐδ̓ αὖ τοσοῦτον ὅσον τὸ πᾶν αἰσθητὸν οὐδ̓ εἴ τι μέρος τοῦ παντός: ὅλως γὰρ οὐδὲ ποσόν. πῶς ἂν οὖν τοσοῦτον; σώματι μὲν γὰρ τὸ τοσοῦτον, τῷ δὲ μὴ σώματι, ἀλλ̓ ἑτέρας ὄντι φύσεως, οὐδαμῇ δεῖ προσάπτειν τὸ τοσοῦτον. ὅπου δὲ μὴ τὸ τοσοῦτον, οὐ τοίνυν οὐδὲ τὸ ποῦ: οὐ τοίνυν οὐδὲ τὸ ἐνταῦθα καὶ ἐνταῦθα: ἤδη γὰρ ἂν πολλάκις που εἴη. εἰ τοίνυν μερισμὸς τοῖς τόποις, ὅταν τὸ μέν τι αὐτοῦ ὡδί, τὸ δὲ ὡδί, ὅτῳ τὸ ὡδὶ μὴ ὑπάρχει, πῶς ἂν τὸ μερίζεσθαι ἔχοι; ἀμέριστον ἄρα δεῖ αὐτὸ σὺν αὑτῷ εἶναι, κἂν τὰ πολλὰ αὐτοῦ ἐφιέμενα τυγχάνῃ. εἰ οὖν τὰ πολλὰ ἐφίεται αὐτοῦ, δηλονότι ὅλου ἐφίεται αὐτοῦ: ὥστε καὶ εἰ δύναται μεταλαβεῖν, ὅλου ἂν αὐτοῦ καθ̓ ὅσον δύναται μεταλαμβάνοι. δεῖ οὖν τὰ μεταλαμβάνοντα αὐτοῦ οὕτως ἔχειν αὐτοῦ, ὡς οὐ μετέλαβε, μὴ ἰδίου αὐτῶν ὄντος: οὕτως γὰρ ἂν μένοι αὐτὸ ἐφ̓ ἑαυτοῦ ὅλον καὶ ἐν οἷς ὁρᾶται ὅλον. εἰ γὰρ μὴ ὅλον, οὐκ αὐτὸ οὐδ̓ αὖ οὗ ἐφίεται μετάληψις ἔσται, ἀλλὰ ἄλλου, οὗ ἔφεσις οὐκ ἦν.
§4.9 καὶ γὰρ εἰ τὸ μέρος τὸ γενόμενον ἐν ἑκάστῳ ὅλον ἦν, καὶ αὐτὸ ἕκαστον οἷον τὸ πρῶτον, ἀποτετμημένων ἀεὶ ἑκάστων πολλὰ τὰ πρῶτα καὶ ἕκαστον πρῶτον. εἶτα ταῦτα τὰ πολλὰ πρῶτα τί ἂν εἴη τὸ διεῖργον, ὥστε μὴ ἓν ὁμοῦ πάντα εἶναι; οὐ γὰρ δὴ τὰ σώματα αὐτῶν: οὐ γὰρ τῶν σωμάτων οἷόν τε ἦν εἴδη αὐτὰ εἶναι, εἴπερ ὅμοια καὶ ταῦτα ἐκείνῳ τῷ πρώτῳ ἀφ̓ οὗ. εἰ δὲ δυνάμεις αὐτοῦ τὰ λεγόμενα μέρη τὰ ἐν τοῖς πολλοῖς, πρῶτον μὲν οὐκέτι ὅλον ἕκαστον: ἔπειτα πῶς ἦλθον ἀποτμηθεῖσαι καὶ καταλιποῦσαι; εἰ γὰρ καὶ κατέλιπον, δηλονότι κατέλιπόν ποι ἰοῦσαι. εἶτα πότερα ἔτι εἰσὶν ἐν αὐτῷ αἱ δυνάμεις αἱ ἐνταῦθα ἐν τῷ αἰσθητῷ γεγενημέναι οὔ; εἰ μὲν γὰρ μή εἰσιν, ἄτοπον ἐλαττωθῆναι ἐκεῖνο καὶ ἀδύναμον γεγονέναι ἐστερημένον ὧν πρότερον εἶχε δυνάμεων, χωρίς τε τὰς δυνάμεις εἶναι τῶν οὐσιῶν ἑαυτῶν πῶς ἂν οἷόν τε εἴη ἀποτετμημένας; εἰ δὲ ἐν ἐκείνῳ τέ εἰσι καὶ ἄλλοθι, ὅλαι μέρη αὐτῶν ἐνταῦθα ἔσονται. ἀλλ̓ εἰ μέρη, κἀκεῖ τὰ λοιπὰ μέρη: εἰ δὲ ὅλαι, ἤτοι αἵπερ ἐκεῖ καὶ ἐνταῦθα οὐ μεμερισμέναι καὶ πάλιν αὖ ἔσται τὸ αὐτὸ πανταχοῦ οὐ μεμερισμένον, πολλὰ γενόμενον ὅλον ἕκαστον αἱ δυνάμεις καὶ ὅμοιαι ἀλλήλαις, ὥστε καὶ μετὰ τῆς οὐσίας ἑκάστης δύναμις μία μόνον ἔσται συνοῦσα τῇ οὐσίᾳ, αἱ δ̓ ἄλλαι δυνάμεις μόνον. καίτοι οὐχ οἷόν τε, ὥσπερ οὐσίαν ἄνευ δυνάμεως, οὕτως οὐδὲ δύναμιν ἄνευ οὐσίας. γὰρ δύναμις ἐκεῖ ὑπόστασις καὶ οὐσία μεῖζον οὐσίας. εἰ δ̓ ἕτεραι ὡς ἐλάττους καὶ ἀμυδραὶ δυνάμεις αἱ ἐξ ἐκείνου, οἱονεὶ φῶς ἐκ φωτὸς ἀμυδρὸν ἐκ φανοτέρου, καὶ δὴ οὐσίαι συνοῦσαι ταῖς δυνάμεσι ταύταις, ἵνα μὴ γίνηται ἄνευ οὐσίας δύναμις, πρῶτον μὲν. καὶ ἐπὶ τῶν τοιούτων δυνάμεων ἀναγκαῖον ὁμοειδῶν πάντως πρὸς ἀλλήλας γινομένων τὴν αὐτὴν πανταχοῦ συγχωρεῖν εἶναι, καί, εἰ μὴ πανταχοῦ, ἀλλ̓ οὖν πανταχῇ ἅμα τὴν αὐτὴν ὅλην, οὐ μεμερισμένην, οἷον ἐν ἑνὶ καὶ τῷ αὐτῷ σώματι. εἰ δὲ τοῦτο, διὰ τί οὐκ ἐν παντὶ τῷ ὅλῳ; εἰ δὲ μεμερίσθαι ἑκάστην εἰς ἄπειρον, οὐκέτι οὐδ̓ αὐτὴ ὅλη, ἀλλὰ τῷ μερισμῷ ἔσται ἀδυναμία. ἔπειτα ἄλλη κατ̓ ἄλλο οὖσα οὐ καταλείψει συναίσθησιν. ἔπειτα δέ, καθάπερ τὸ ἴνδαλμά τινος, οἷον καὶ τὸ ἀσθενέστερον φῶς, ἀποτεμνόμενον τοῦ παῤ οὗ ἐστιν οὐκέτ̓ ἂν εἴη καὶ ὅλως πᾶν τὸ παῤ ἄλλου τὴν ὑπόστασιν ἔχον ἴνδαλμα ὂν ἐκείνου οὐχ οἷόν τε ἀποτέμνοντα ἐν ὑποστάσει ποιεῖν εἶναι, οὐδ̓ ἂν αἱ δυνάμεις αὗται αἱ ἀπ̓ ἐκείνου ἐλθοῦσαι ἀποτετμημέναι ἂν ἐκείνου εἶεν. εἰ δὲ τοῦτο, οὗ εἰσιν αὗται, κἀκεῖνο ἀφ̓ οὗ ἐγένοντο ἐκεῖ ἅμα ἔσται, ὥστε πανταχοῦ ἅμα πάλιν αὐτὸ οὐ μεμερισμένον ὅλον ἔσται.
§4.10 εἰ δέ τις λέγοι, ὡς οὐκ ἀνάγκη τὸ εἴδωλόν του συνηρτῆσθαι τῷ ἀρχετύπῳἔστι γὰρ καὶ εἰκόνα εἶναι ἀπόντος τοῦ ἀρχετύπου, ἀφ̓ οὗ εἰκών, καὶ τοῦ πυρὸς ἀπελθόντος τὴν θερμότητα εἶναι ἐν τῷ θερμανθέντι: πρῶτον μὲν ἐπὶ τοῦ ἀρχετύπου καὶ τῆς εἰκόνος, εἰ τὴν παρὰ τοῦ ζωγράφου εἰκόνα λέγοι τις, οὐ τὸ ἀρχέτυπον φήσομεν τὴν εἰκόνα πεποιηκέναι, ἀλλὰ τὸν ζωγράφον οὐκ οὖσαν αὐτοῦ εἰκόνα οὐδ̓ εἰ αὑτόν τις γράφοι: τὸ γὰρ γράφον ἦν οὐ τὸ σῶμα τοῦ ζωγράφου οὐδὲ τὸ εἶδος τὸ μεμιμημένον: καὶ οὐ τὸν ζωγράφον, ἀλλὰ τὴν θέσιν τὴν οὑτωσὶ τῶν χρωμάτων λεκτέον ποιεῖν τὴν τοιαύτην εἰκόνα, οὐδὲ κυρίως τῆς εἰκόνος καὶ τοῦ ἰνδάλματος ποίησις, οἷον ἐν ὕδασι καὶ κατόπτροις ἐν σκιαῖς: ἐνταῦθα γὰρ ὑφίσταταί τε παρὰ τοῦ προτέρου κυρίως καὶ γίνεται ἀπ̓ αὐτοῦ καὶ οὐκ ἔστιν ἀπ̓ αὐτοῦ ἀποτετμημένα τὰ γεγενημένα εἶναι. τοῦτον δὲ τὸν τρόπον καὶ τὰς ἀσθενεστέρας δυνάμεις παρὰ τῶν προτέρων ἀξιώσουσι γίνεσθαι. τὸ δ̓ ἐπὶ τοῦ πυρὸς λεγόμενον οὐκ εἰκόνα τὴν θερμότητα τοῦ πυρὸς λεκτέον εἶναι, εἰ μή τις λέγοι καὶ πῦρ ἐν τῇ θερμότητι εἶναι: εἰ γὰρ τοῦτο, χωρὶς πυρὸς ποιήσει τὴν θερμότητα. εἶτα κἂν εἰ μὴ αὐτίκα, ἀλλ̓ οὖν παύεται καὶ ψύχεται τὸ σῶμα τὸ θερμανθὲν ἀποστάντος τοῦ πυρός. εἰ δὲ καὶ οὗτοι ταύτας τὰς δυνάμεις σβεννύοιεν, πρῶτον μὲν ἓν μόνον ἄφθαρτον φήσουσι, τὰς δὲ ψυχὰς καὶ τὸν νοῦν φθαρτὰ ποιήσουσιν: εἶτα καὶ ἐκ ῥεούσης οὐσίας ῥέοντα τὰ ἐξ αὐτῆς ποιήσουσι, καίτοι, εἰ μένοι ἱδρυθεὶς ἥλιος ὁπουοῦν, τὸ αὐτὸ φῶς ἂν παρέχοι τοῖς αὐτοῖς τόποις: εἰ δὲ λέγοι τις μὴ τὸ αὐτό, τούτῳ ἂν πιστῷτο τὸ τὸ σῶμα ῥεῖν τοῦ ἡλίου. ἀλλ̓ ὅτι μὲν μὴ φθαρτὰ τὰ παῤ ἐκείνου, ἀθάνατοι δὲ καὶ αἱ ψυχαὶ καὶ νοῦς πᾶς, καὶ ἐν ἄλλοις διὰ πλειόνων εἴρηται.
§4.11 ἀλλὰ διὰ τί, εἴπερ ὅλον πανταχοῦ, οὐχ ὅλου πάντα μεταλαμβάνει τοῦ νοητοῦ; πῶς δὲ τὸ μὲν πρῶτον ἐκείνου, τὸ δὲ ἔτι δεύτερον καὶ μετ̓ ἐκεῖνο ἄλλα; τὸ παρὸν ἐπιτηδειότητι τοῦ δεξομένου παρεῖναι νομιστέον, καὶ εἶναι μὲν πανταχοῦ τοῦ ὄντος τὸ ὂν οὐκ ἀπολειπόμενον ἑαυτοῦ, παρεῖναι δὲ αὐτῷ τὸ δυνάμενον παρεῖναι καὶ καθ̓ ὅσον δύναται κατὰ τοσοῦτον αὐτῷ οὐ τόπῳ παρεῖναι, οἷον τῷ φωτὶ τὸ διαφανές. τῷ δὲ τεθολωμένῳ μετάληψις ἄλλως. καὶ δὴ τὰ πρῶτα καὶ δεύτερα καὶ τρίτα τάξει καὶ δυνάμει καὶ διαφοραῖς, οὐ τόποις. οὐδὲν γὰρ κωλύει ὁμοῦ εἶναι τὰ διάφορα, οἷον ψυχὴν καὶ νοῦν καὶ πάσας ἐπιστήμας μείζους τε καὶ ὑφειμένας. ἐπεὶ καὶ ἀπὸ τοῦ αὐτοῦ μὲν ὀφθαλμὸς εἶδε τὸ χρῶμα, δὲ ὄσφρησις τὸ εὐῶδες, ἄλλη δὲ αἴσθησις ἄλλο, ὁμοῦ πάντων, ἀλλ̓ οὐ χωρὶς ὄντων. οὔκουν ἐκεῖνο ποικίλον καὶ πολύ; τὸ ποικίλον ἁπλοῦν αὖ, καὶ τὰ πολλὰ ἕν. λόγος γὰρ εἷς καὶ πολύς, καὶ πᾶν τὸ ὂν ἕν. καὶ γαρ τὸ ἕτερον ἐν αὐτῷ καὶ ἑτερότης αὐτοῦ: οὐ γὰρ δὴ τοῦ μὴ ὄντος. καὶ τὸ ὂν δὲ τοῦ ἑνὸς οὐ κεχωρισμένου, καὶ ὅπου ἂν τὸ ὄν, πάρεστιν αὐτῷ καὶ τὸ αὐτοῦ ἕν, καὶ τὸ ἓν ὂν αὖ ἐφ̓ ἑαυτοῦ. ἔστι γὰρ καὶ παρεῖναι χωρὶς ὄν. ἄλλως δὲ τὰ αἰσθητὰ τοῖς νοητοῖς πάρεστιν, ὅσα πάρεστιν αὐτῶν καὶ οἷς πάρεστιν, ἄλλως τὰ νοητὰ αὑτοῖς ἐπεὶ καὶ ἄλλως ψυχῇ σῶμα, ἄλλως ἐπιστήμη ψυχῇ καὶ ἐπιστήμη ἐπιστήμῃ ἐν τῷ αὐτῷ ἑκατέρα οὖσα: σῶμα δὲ σώματι παρὰ ταῦτα ἑτέρως.
§4.12 ὥσπερ δὲ φωνῆς οὔσης κατὰ τὸν ἀέρα πολλάκις καὶ λόγου ἐν τῇ φωνῇ οὖς μὲν παρὸν ἐδέξατο καὶ ᾔσθετο καὶ εἰ ἕτερον θείης μεταξὺ τῆς ἐρημίας, ἦλθε καὶ πρὸς αὐτὸ λόγος καὶ φωνή, μᾶλλον δὲ τὸ οὖς ἦλθε πρὸς τὸν λόγον, καὶ ὀφθαλμοὶ πολλοὶ τὸ αὐτὸ εἶδον καὶ πάντες ἐπλήσθησαν τῆς θέας καίτοι ἐν ἀφωρισμένῳ τοῦ θεάματος κειμένου, ὅτι μὲν ὀφθαλμός, τὸ δὲ οὖς ἦν, οὕτω τοι καὶ τὸ δυνάμενον ψυχὴν ἔχειν ἕξει καὶ ἄλλο αὖ καὶ ἕτερον ἀπὸ τοῦ αὐτοῦ. ἦν δὲ φωνὴ πανταχοῦ τοῦ ἀέρος οὐ μία μεμερισμένη, ἀλλὰ μία πανταχοῦ ὅλη, καὶ τὸ τῆς ὄψεως δέ, εἰ παθὼν ἀὴρ τὴν μορφὴν ἔχοι, ἔχει οὐ μεμερισμένην: οὗ γὰρ ἂν ὄψις τεθῇ, ἔχει ἐκεῖ τὴν μορφήν. ἀλλὰ τοῦτο μὲν οὐ πᾶσα δόξα συγχωρεῖ, εἰρήσθω δ̓ οὖν δἰ ἐκεῖνο, ὅτι ἀπὸ τοῦ αὐτοῦ ἑνὸς μετάληψις. τὸ δὲ ἐπὶ τῆς φωνῆς ἐναργέστερον, ὡς ἐν παντὶ τῷ ἀέρι ὅλον τὸ εἶδός ἐστιν: οὐ γὰρ ἂν ἤκουσε πᾶς τὸ αὐτὸ μὴ ἑκασταχοῦ ὅλου ὄντος τοῦ φωνηθέντος λόγου καὶ ἑκάστης ἀκοῆς τὸ πᾶν ὁμοίως δεδεγμένης. εἰ δὲ μηδ̓ ἐνταῦθα ὅλη φωνὴ καθ̓ ὅλον τὸν ἀέρα παρατέταται, ὡς τόδε μὲν τὸ μέρος αὐτῆς τῷδε συνεζεῦχθαι τῷ μέρει, τόδε δὲ τῷδε συμμεμερίσθαι, τί δεῖ ἀπιστεῖν, εἰ ψυχὴ μὴ παρατέταται συμμεριζομένη, ἀλλὰ πανταχοῦ οὗ ἂν παρῇ πάρεστι καὶ ἔστὶ πανταχοῦ τοῦ παντὸς οὐ μεμερισμένη; καὶ γενομένη μὲν ἐν σώμασιν, οἷς ἂν γένοιτο, ἀνάλογον ἕξει τῇ ἤδη ἐν τῷ ἀέρι φωνηθείσῃ φωνῇ, πρὸ δὲ τῶν σωμάτων τῷ φωνοῦντι καὶ φωνήσοντι: καίτοι καὶ γενομένη ἐν σώματι οὐδ̓ ὣς ἀπέστη τοῦ κατὰ τὸν φωνοῦντα εἶναι, ὅστις φωνῶν καὶ ἔχει τὴν φωνὴν καὶ δίδωσι. τὰ μὲν οὖν τῆς φωνῆς ταυτότητα μὲν οὐκ ἔχει τοῖς πρὸς εἴληπται, ἔχει δ̓ οὖν ὁμοιότητα κατά τι: τὰ δὲ τῆς ψυχῆς ἅτε φύσεως ὄντα τῆς ἑτέρας δεῖ λαμβάνειν ὡς οὐκ ὄντος αὐτῆς τοῦ μὲν ἐν σώμασι, τοῦ δὲ ἐφ̓ ἑαυτοῦ, ἀλλὰ ὅλου ἐν αὑτῷ καὶ ἐν πολλοῖς αὖ φανταζομένου. καὶ αὖ εἰ ἦλθεν ἄλλο εἰς τὸ λαβεῖν ψυχήν, ἐξ ἀφανοῦς αὖ καὶ τοῦτο ἔχει, ὅπερ ἦν καὶ ἐν τοῖς ἄλλοις. οὐδὲ γὰρ οὕτω προητοίμαστο, ὥστε μέρος αὐτῆς ὡδὶ κείμενον εἰς τοῦτο ἐλθεῖν, ἀλλὰ τὸ λεγόμενον ἥκειν ἦν ἐν παντὶ ἐν ἑαυτῷ καὶ ἔστιν ἐν ἑαυτῷ καίτοι δοκοῦν ἐνταῦθα ἐλθεῖν. πῶς γὰρ καὶ ἦλθεν; εἰ οὖν μὴ ἦλθεν, ὤφθη δὲ νῦν παροῦσα, καὶ παροῦσα οὐ τῷ ἀναμεῖναι τὸ μεταληψόμενον, δηλονότι οὖσα ἐφ̓ ἑαυτῆς πάρεστι καὶ τούτῳ. εἰ δ̓ οὖσα ἐφ̓ ἑαυτῆς τούτῳ πάρεστι, τοῦτο ἦλθε πρὸς αὐτήν. εἰ δὲ τοῦτο ἔξω ὂν τοῦ ὄντως ὄντος ἦλθε πρὸς τὸ ὄντως ὄν, καὶ ἐγένετο ἐν τῷ τῆς ζωῆς κόσμῳ, ἦν δὲ κόσμος τῆς ζωῆς ἐφ̓ ἑαυτοῦ, καὶ πᾶς δὴ ἦν ἐφ̓ ἑαυτοῦ οὐ διειλημμένος εἰς τὸν ἑαυτοῦ ὄγκον: οὐδὲ γὰρ ὄγκος ἦν: καὶ τὸ ἐληλυθὸς δὴ οὐκ εἰς ὄγκον ἦλθε. μετέλαβεν ἄρα αὐτοῦ οὐ μέρος ὅλου. ἀλλὰ κἂν ἄλλο ἥκῃ εἰς τὸν τοιοῦτον κόσμον, ὅλου αὐτοῦ μεταλήψεται. ὁμοίως ἄρα, εἰ λέγοιτο ἐκεῖνος ἐν τούτοις ὅλος, ἐν παντὶ ἑκάστῳ ἔσται. καὶ πανταχοῦ ἄρα αὐτὸς εἷς ἀριθμῷ οὐ μεμερισμένος, ἀλλ̓ ὅλος ἔσται.
§4.13 πόθεν οὖν ἔκτασις ἐπὶ πάντα τὸν οὐρανὸν καὶ τὰ ζῷα; οὐκ ἐξετάθη. μὲν γὰρ αἴσθησις, προσέχοντες ἀπιστοῦμεν τοῖς λεγομένοις, λέγει ὅτι ὧδε καὶ ὧδε, δὲ λόγος τὸ ὧδε καὶ ὧδέ φησιν οὐκ ἐκταθέντος ὧδε καὶ ὧδε γεγονέναι, ἀλλὰ τὸ ἐκταθὲν πᾶν αὐτοῦ μετειληφέναι ὄντος ἀδιαστάτου αὐτοῦ. εἰ οὖν τι μεταλήψεταί τινος, δῆλον ὅτι οὐχ αὑτοῦ μεταλήψεται: οὐ μετειληφὸς ἔσται, ἀλλ̓ αὐτὸ ἔσται. δεῖ οὖν σῶμα μεταλαμβάνον τινὸς οὐ σώματος μεταλαμβάνειν: ἔχει γὰρ ἤδη. σῶμα δὴ οὐ σώματος μεταλήψεται. οὐδὲ μέγεθος τοίνυν μεγέθους μεταλήψεται: ἔχει γὰρ ἤδη. οὐδὲ γὰρ εἰ προσθήκην λάβοι, τὸ μέγεθος ἐκεῖνο, πρότερον ἦν, μεγέθους μεταλήψεται: οὐ γὰρ τὸ δίπηχυ τρίπηχυ γίνεται, ἀλλὰ τὸ ὑποκείμενον ἄλλο ποσὸν ἔχον ἄλλο ἔσχεν: ἐπεὶ οὕτω γε αὐτὰ τὰ δύο τρία ἔσται. εἰ οὖν τὸ διειλημμένον καὶ τὸ ἐκτεταμένον εἰς τόσον ἄλλου γένους μεταλήψεται ὅλως ἄλλο ἄλλου, δεῖ τὸ οὗ μεταλαμβάνει μήτε διειλημμένον εἶναι μήτε ἐκτεταμένον μήτε ὅλως ποσόν τι εἶναι. ὅλον ἄρα δεῖ τὸ παρεσόμενον αὐτὸ πανταχοῦ ἀμερὲς ὂν παρεῖναι, οὐχ οὕτω δὲ ἀμερές, ὡς μικρόν: οὕτω γὰρ οὐδὲν ἧττον καὶ μεριστὸν ἔσται καὶ οὐ παντὶ αὐτῷ ἐφαρμόσει οὐδ̓ αὖ αὐξομένῳ τὸ αὐτὸ συνέσται: ἀλλ̓ οὐδ̓ οὕτως, ὡς σημεῖον: οὐ γὰρ ἓν σημεῖον ὄγκος, ἀλλ̓ ἄπειρα ἐν αὐτῷ: ὥστε καὶ τοῦτο ἄπειρα σημεῖα ἔσται, εἴπερ ἔσται, καὶ οὐ συνεχές: ὥστε οὐδ̓ ὣς ἐφαρμόσει. εἰ οὖν ὄγκος πᾶς ἕξει αὐτὸ ὅλον, ἕξει αὐτὸ κατὰ πᾶν ἑαυτοῦ.
§4.14 ἀλλ̓ εἰ αὐτὴ ἑκασταχοῦ ψυχή, πῶς ἰδία ἑκάστου; καὶ πῶς μὲν ἀγαθή, δὲ κακή; ἐξαρκεῖ καὶ ἑκάστῳ καὶ πάσας ψυχὰς ἔχει καὶ πάντας νοῦς. καὶ γὰρ ἕν ἐστι καὶ ἄπειρον αὖ καὶ πάντα ὁμοῦ καὶ ἕκαστον ἔχει διακεκριμένον καὶ αὖ οὐ διακριθὲν χωρίς: πῶς γὰρ ἂν καὶ ἄπειρον; οὕτω λέγοιτο, ὅτι ὁμοῦ πάντα ἔχει, πᾶσαν ζωὴν καὶ πᾶσαν ψυχὴν καὶ νοῦν ἅπαντα. ἕκαστον δὲ αὐτῶν οὐ πέρασιν ἀφώρισται: διὰ τοῦτο αὖ καὶ ἕν. οὐ γὰρ δὴ μίαν ζωὴν ἔδει αὐτὸ ἔχειν, ἀλλ̓ ἄπειρον, καὶ αὖ μίαν καὶ τὴν μίαν οὕτω μίαν, ὅτι πάσας ὁμοῦ οὐ συμφορηθείσας εἰς ἕν, ἀλλ̓ ἀφ̓ ἑνὸς ἀρξαμένας καὶ μενούσας ὅθεν ἤρξαντο, μᾶλλον δὲ οὐδὲ ἤρξαντο, ἀλλ̓ οὕτως εἶχον ἀεί: οὐδὲν γὰρ γινόμενον ἐκεῖ: οὐδὲ μεριζόμενον τοίνυν, ἀλλὰ δοκεῖ μερίζεσθαι τῷ λαβόντι. τὸ δὲ ἐκεῖ τὸ ἔκπαλαι καὶ ἐξ ἀρχῆς: τὸ δὲ γινόμενον πελάζει καὶ συνάπτεσθαι δοκεῖ καὶ ἐξήρτηται ἐκείνου. ἡμεῖς δέτίνες δὲ ἡμεῖς; ἆρα ἐκεῖνο τὸ πελάζον καὶ τὸ γινόμενον ἐν χρόνῳ; καὶ πρὸ τοῦ ταύτην τὴν γένεσιν γενέσθαι ἦμεν ἐκεῖ ἄνθρωποι ἄλλοι ὄντες καί τινες καὶ θεοί, ψυχαὶ καθαραὶ καὶ νοῦς συνημμένος τῇ ἁπάσῃ οὐσίᾳ, μέρη ὄντες τοῦ νοητοῦ οὐκ ἀφωρισμένα οὐδ̓ ἀποτετμημένα, ἀλλ̓ ὄντες τοῦ ὅλου: οὐδὲ γὰρ οὐδὲ νῦν ἀποτετμήμεθα. ἀλλὰ γὰρ νῦν ἐκείνῳ τῷ ἀνθρώπῳ προσελήλυθεν ἄνθρωπος ἄλλος εἶναι θέλων καὶ εὑρὼν ἡμᾶς: ἦμεν γὰρ τοῦ παντὸς οὐκ ἔξω: περιέθηκεν ἑαυτὸν ἡμῖν καὶ προσέθηκεν ἑαυτὸν ἐκείνῳ τῷ ἀνθρώπῳ τῷ ὃς ἦν ἕκαστος ἡμῶν τότεοἷον εἰ φωνῆς οὔσης μιᾶς καὶ λόγου ἑνὸς ἄλλος ἄλλοθεν παραθεὶς τὸ οὖς ἀκούσειε καὶ δέξαιτο καὶ γένοιτο κατ̓ ἐνέργειαν ἀκοή τις ἔχουσα τὸ ἐνεργοῦν εἰς αὐτὴν παρόνκαὶ γεγενήμεθα τὸ συνάμφω, καὶ οὐ θάτερον, πρότερον ἦμεν, καὶ θάτερόν ποτε, ὕστερον προσεθέμεθα ἀργήσαντος τοῦ προτέρου ἐκείνου καὶ ἄλλον τρόπον οὐ παρόντος.
§4.15 ἀλλὰ πῶς προσελήλυθε τὸ προσεληλυθός; ἐπεὶ ἐπιτηδειότης αὐτῷ παρῆν, ἔσχε πρὸς ἦν ἐπιτήδειον. ἦν δὲ γενόμενον οὕτως, ὡς δέξασθαι ψυχήν. δὲ γίνεται ὡς μὴ δέξασθαι πᾶσαν καίτοι παροῦσαν πᾶσαν, ἀλλ̓ οὐχ αὑτῷ, οἷον καὶ ζῷα τὰ ἄλλα καὶ τὰ φυτά, τοσοῦτον ἔχει, ὅσον δύναται λαβεῖν: οἷον φωνῆς λόγον σημαινούσης τὰ μὲν καὶ τοῦ λόγου μετέσχε μετὰ τῆς κατὰ φωνὴν ἠχῆς, τὰ δὲ τῆς φωνῆς καὶ τῆς πληγῆς μόνον. γενομένου δὴ ζῴου, ἔχει μὲν παροῦσαν αὑτῷ ἐκ τοῦ ὄντος ψυχήν, καθ̓ ἣν δὴ ἀνήρτηται εἰς πᾶν τὸ: ὄν, παρόντος δὲ καὶ σώματος οὐ κενοῦ οὐδὲ ψυχῆς ἀμοίρου, ἔκειτο μὲν οὐδὲ πρότερον ἐν τῷ ἀψύχῳ, ἔτι δὲ μᾶλλον οἷον ἐγγὺς γενόμενον τῇ ἐπιτηδειότητι, καὶ γενομένου οὐκ ἔτι σώματος μόνου, ἀλλὰ καὶ ζῶντος σώματος, καὶ τῇ οἷον γειτονείᾳ καρπωσαμένου τι ἴχνος ψυχῆς, οὐκ ἐκείνης μέρους, ἀλλ̓ οἷον θερμασίας τινὸς ἐλλάμψεως ἐλθούσης, γένεσις ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ ἀλγηδόνων ἐν αὐτῷ ἐξέφυ. ἦν δὴ οὐκ ἀλλότριον τὸ σῶμα τοῦ ζῴου τοῦ γεγενημένου. μὲν δὴ ἐκ τοῦ θείου ψυχὴ ἥσυχος ἦν κατὰ τὸ ἦθος τὸ ἑαυτῆς ἐφ̓ ἑαυτῆς βεβῶσα, τὸ δὲ ὑπ̓ ἀσθενείας θορυβούμενον καὶ ῥέον τε αὐτὸ καὶ πληγαῖς κρουόμενον ταῖς ἔξω πρῶτον αὐτό, εἶτα εἰς τὸ κοινὸν τοῦ ζῴου ἐφθέγγετο, καὶ τὴν αὑτοῦ ταραχὴν ἐδίδου τῷ ὅλῳ: οἷον ἐν ἐκκλησίᾳ δημογερόντων καθημένων ἐφ̓ ἡσύχῳ συννοίᾳ δῆμος ἄτακτος τροφῆς δεόμενος καὶ ἄλλα δὴ πάσχει αἰτιώμενος τὴν πᾶσαν ἐκκλησίαν εἰς θόρυβον ἀσχήμονα ἂν ἐμβάλλοι. ὅταν μὲν οὖν ἡσυχίαν ἀγόντων τῶν τοιούτων ἀπό του φρονοῦντος ἥκῃ εἰς αὐτοὺς λόγος, κατέστη εἰς τάξιν μετρίαν τὸ πλῆθος, καὶ οὐ κεκράτηκε τὸ χεῖρον: εἰ δὲ μή, κρατεῖ τὸ χεῖρον ἡσυχίαν ἄγοντος τοῦ βελτίονος, ὅτι μὴ ἠδυνήθη τὸ θορυβοῦν δέξασθαι τὸν ἄνωθεν λόγον, καὶ τοῦτό ἐστι πόλεως καὶ ἐκκλησίας κακία. τοῦτο δὲ καὶ ἀνθρώπου κακία αὖ ἔχοντος δῆμον ἐν αὑτῷ ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ φόβων κρατησάντων συνδόντος ἑαυτὸν τοῦ τοιούτου ἀνθρώπου δήμῳ τῷ τοιούτῳ: ὃς δ̓ ἂν τοῦτον τὸν ὄχλον δουλώσηται καὶ ἀναδράμῃ εἰς ἐκεῖνον, ὅς ποτε ἦν, κατ̓ ἐκεῖνόν τε ζῇ καὶ ἔστιν ἐκεῖνος διδοὺς τῷ σώματι, ὅσα δίδωσιν ὡς ἑτέρῳ ὄντι ἑαυτοῦ: ἄλλος δέ τις ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἄλλως ζῇ, μικτός τις ἐξ ἀγαθοῦ ἑαυτοῦ καὶ κακοῦ ἑτέρου γεγενημένος.
§4.16 ἀλλ̓ εἰ ἐκείνη φύσις οὐκ ἂν γένοιτο κακὴ καὶ οὗτος τρόπος ψυχῆς εἰς σῶμα ἰούσης καὶ παρούσης, τίς κάθοδος ἐν περιόδοις καὶ ἄνοδος αὖ καὶ αἱ δίκαι καὶ αἱ εἰς ἄλλων ζῴων σώματα εἰσκρίσεις; ταῦτα γὰρ παρὰ τῶν πάλαι περὶ ψυχῆς ἄριστα πεφιλοσοφηκότων παρειλήφαμεν, οἷς πειρᾶσθαι προσήκει σύμφωνον μὴ διάφωνόν γε ἐπιδεῖξαι τὸν νῦν προκείμενον λόγον. ἐπειδὴ τοίνυν τὸ μεταλαμβάνειν ἐκείνης τῆς φύσεως ἦν οὐ τὸ ἐλθεῖν ἐκείνην εἰς τὰ τῇδε ἀποστᾶσαν ἑαυτῆς, ἀλλὰ τὸ τήνδε ἐν ἐκείνῃ γίνεσθαι καὶ μεταλαβεῖν, δῆλον ὅτι λέγουσιν ἐκεῖνοι ἥκειν λεκτέον εἶναι τὴν σώματος φύσιν ἐκεῖ γενέσθαι καὶ μεταλαβεῖν ζωῆς καὶ ψυχῆς καὶ ὅλως οὐ τοπικῶς τὸ ἥκειν, ἀλλ̓ ὅστις τρόπος τῆς τοιαύτης κοινωνίας: ὥστε τὸ μὲν κατελθεῖν τό τε ἐν σώματι γενέσθαι, ὥς φαμεν ψυχὴν ἐν σώματι γενέσθαι, τὸ τούτῳ δοῦναί τι παῤ αὑτῆς, οὐκ ἐκείνου γενέσθαι, τὸ δ̓ ἀπελθεῖν τὸ μηδαμῇ τὸ σῶμα ἐπικοινωνεῖν αὐτῆς: τάξιν δὲ εἶναι τῆς τοιαύτης κοινωνίας τοῖς τοῦδε τοῦ παντὸς μέρεσι, τὴν δὲ οἷον ἐν ἐσχάτῳ τῷ νοητῷ τόπῳ πλεονάκις διδόναι ἑαυτῆς ἅτε πλησίον τῇ δυνάμει οὖσαν καὶ ἐν βραχυτέροις διαστήμασι φύσεως τῆς τοιαύτης νόμῳ: κακὸν δὲ εἶναι τὴν τοιαύτην κοινωνίαν καὶ ἀγαθὸν τὴν ἀπαλλαγήν. διὰ τί; ὅτι, κἂν μὴ τοῦδε , ἀλλ̓ οὖν ψυχὴ τοῦδε λεγομένη ὁπωσοῦν μερική πως ἐκ τοῦ παντὸς γίνεται: γὰρ ἐνέργεια αὐτῆς οὐκέτι πρὸς τὸ ὅλον καίπερ τοῦ ὅλου οὔσης, ὥσπερ ἂν εἰ ἐπιστήμης ὅλης οὔσης κατά τι θεώρημα ἐπιστήμων ἐνεργοῖ: τὸ δ̓ ἀγαθὸν αὐτῷ ἦν οὐ κατά τι τῆς ἐπιστήμης, ἀλλὰ κατὰ τὴν πᾶσαν ἣν ἔχει. καὶ τοίνυν αὕτη τοῦ παντὸς οὖσα κόσμου νοητοῦ καὶ ἐν τῷ ὅλῳ τὸ μέρος ἀποκρύπτουσα οἷον ἐξέθορεν ἐκ τοῦ παντὸς εἰς μέρος, εἰς ἐνείργει ἑαυτὴν μέρος ὄν, οἷον εἰ πῦρ πᾶν καίειν δυνάμενον μικρόν τι καίειν ἀναγκάζοιτο καίτοι πᾶσαν ἔχον τὴν δύναμιν. ἔστι γὰρ ψυχὴ χωρὶς πάντη οὖσα ἑκάστη οὐχ ἑκάστη, ὅταν δὲ διακριθῇ οὐ τόπῳ, ἀλλ̓ ἐνεργείᾳ γένηται τὸ καθέκαστον, μοῖρά τίς ἐστιν, οὐ πᾶσα, καίτοι καὶ ὣς πᾶσα τρόπον ἄλλον: οὐδενὶ δὲ ἐπιστατοῦσα πάντη πᾶσα, οἷον δυνάμει τότε μέρος οὖσα. τὸ δὲ εἰς ᾅδου γίνεσθαι, εἰ μὲν ἐν τῷ ἀιδεῖ, τὸ χωρὶς λέγεται: εἰ δέ τινα χείρω τόπον, τί θαυμαστόν; ἐπεὶ καὶ νῦν οὗ τὸ σῶμα ἡμῶν καὶ ἐν τόπῳ κἀκείνη λέγεται ἐκεῖ. ἀλλὰ οὐκ ὄντος ἔτι τοῦ σώματος; τὸ εἴδωλον εἰ μὴ ἀποσπασθείη, πῶς οὐκ ἐκεῖ, οὗ τὸ εἴδωλον; εἰ δὲ παντελῶς λύσειε φιλοσοφία, κἂν ἀπέλθοι τὸ εἴδωλον εἰς τὸν χείρω τόπον μόνον, αὐτὴ δὲ καθαρῶς ἐν τῷ νοητῷ οὐδενὸς ἐξῃρημένου αὐτῆς. τὸ μὲν οὖν ἐκ τοῦ τοιοῦδε εἴδωλον γενόμενον οὕτως: ὅταν δ̓ αὐτὴ οἷον ἐλλάμψῃ πρὸς ἑαυτήν, τῇ νεύσει τῇ ἐπὶ θάτερα πρὸς τὸ ὅλον συνέσταλται καὶ οὐκ ἔστιν ἐνεργείᾳ οὐδ̓ αὖ ἀπόλωλεν. ἀλλὰ περὶ μὲν τούτων ταῦτα: πάλιν δὲ ἀναλαβόντες τὸν ἐξ ἀρχῆς λόγον λέγωμεν.
§5.1 Τὸ ἓν καὶ ταὐτὸ ἀριθμῷ πανταχοῦ ἅμα ὅλον εἶναι κοινὴ μέν τις ἔννοιά φησιν, ὅταν πάντες κινούμενοι αὐτοφυῶς λέγωσι τὸν ἐν ἑκάστῳ ἡμῶν θεὸν ὡς ἕνα καὶ τὸν αὐτόν. καὶ εἴ τις αὐτοὺς τὸν τρόπον μὴ ἀπαιτοῖ, μηδὲ λόγῳ ἐξετάζειν τὴν δόξαν αὐτῶν ἐθέλοι, οὕτως ἂν καὶ θεῖντο καὶ ἐνεργοῦντες τῇ διανοίᾳ τοῦτο οὕτως ἀναπαύοιντο εἰς ἕν πως συνερείδοντες καὶ ταὐτὸν καὶ οὐδ̓ ἂν ἐθέλοιεν ταύτης τῆς ἑνότητος ἀποσχίζεσθαι. καὶ ἔστι πάντων βεβαιοτάτη ἀρχή, ἣν ὥσπερ αἱ ψυχαὶ ἡμῶν φθέγγονται, οὐκ ἐκ τῶν καθέκαστα συγκεφαλαιωθεῖσα, ἀλλὰ πρὸ τῶν καθέκαστα πάντων προελθοῦσα καὶ πρὸ ἐκείνης τῆς τοῦ ἀγαθοῦ πάντα ὀρέγεσθαι τιθεμένης τε καὶ λεγούσης. οὕτω γὰρ ἂν αὕτη ἀληθὴς εἴη, εἰ τὰ πάντα εἰς ἓν σπεύδοι, καὶ ἓν εἴη, καὶ τούτου ὄρεξις εἴη. τὸ γὰρ ἓν τοῦτο προιὸν μὲν ἐπὶ θάτερα, ἐφ̓ ὅσον προελθεῖν αὐτῷ οἷόν τε, πολλὰ ἂν φανείη τε καί πως καὶ εἴη, δ̓ ἀρχαία φύσις καὶ ὄρεξις τοῦ ἀγαθοῦ ὅπερ ἐστὶν αὐτοῦ εἰς ἓν ὄντως ἄγει, καὶ ἐπὶ τοῦτο σπεύδει πᾶσα φύσις, ἐφ̓ ἑαυτήν. τοῦτο γάρ ἐστι τὸ ἀγαθὸν τῇ μιᾷ ταύτῃ φύσει τὸ εἶναι αὑτῆς καὶ εἶναι αὑτήν: τοῦτο δ̓ ἐστὶ τὸ εἶναι μίαν. οὕτω δὲ καὶ τὸ ἀγαθὸν ὀρθῶς ἂν λέγοιτο οἰκεῖον: διὸ οὐδὲ ἔξω ζητεῖν αὐτὸ δεῖ. ποῦ γὰρ ἂν εἴη ἔξω τοῦ ὄντος περιπεπτωκός; πῶς ἄν τις ἐν τῷ μὴ ὄντι ἐξεύροι αὐτό; ἀλλὰ δηλονότι ἐν τῷ ὄντι οὐκ ὂν αὐτὸ μὴ ὄν. εἰ δὲ ὂν καὶ ἐν τῷ ὄντι ἐκεῖνο, ἐν ἑαυτῷ ἂν εἴη ἑκάστῳ. οὐκ ἀπέστημεν ἄρα τοῦ ὄντος, ἀλλ̓ ἐσμὲν ἐν αὐτῷ, οὐδ̓ αὖ ἐκεῖνο ἡμῶν: ἓν ἄρα πάντα τὰ ὄντα.
§5.2 λόγος δὲ ἐπιχειρήσας ἐξέτασιν ποιεῖσθαι τοῦ λεγομένου οὐχ ἕν τι ὤν, ἀλλά τι μεμερισμένον, παραλαμβάνων τε εἰς τὴν ζήτησιν τὴν τῶν σωμάτων φύσιν καὶ ἐντεῦθεν τὰς ἀρχὰς λαμβάνων ἐμέρισέ τε τὴν οὐσίαν τοιαύτην εἶναι νομίσας, καὶ τῇ ἑνότητι ἠπίστησεν αὐτῆς ἅτε μὴ ἐξ ἀρχῶν τῶν οἰκείων τὴν ὁρμὴν τῆς ζητήσεως πεποιημένος. ἡμῖν δὲ ληπτέον εἰς τὸν ὑπὲρ τοῦ ἑνὸς καὶ πάντη ὄντος λόγον οἰκείας εἰς πίστιν ἀρχάς: τοῦτο δ̓ ἐστὶ νοητὰς νοητῶν καὶ τῆς ἀληθινῆς οὐσίας ἐχομένας. ἐπεὶ γὰρ τὸ μέν ἐστι πεφορημένον καὶ παντοίας δεχόμενον μεταβολὰς καὶ εἰς πάντα τόπον διειλημμένον, δὴ γένεσιν ἂν προσήκοι ὀνομάζειν, ἀλλ̓ οὐκ οὐσίαν, τὸ δὲ ὂν ἀεί, οὐ διειλημμένον, ὡσαύτως κατὰ ταὐτὰ ἔχον, οὔτε γινόμενον οὔτε ἀπολλύμενον οὐδέ τινα χώραν οὐδὲ τόπον οὐδέ τινα ἕδραν ἔχον οὐδ̓ ἐξιόν ποθεν οὐδ̓ αὖ εἰσιὸν εἰς ὁτιοῦν, ἀλλ̓ ἐν ἑαυτῷ μένον, περὶ μὲν ἐκείνων λέγων ἄν τις ἐξ ἐκείνης τῆς φύσεως καὶ τῶν ὑπὲρ αὐτῆς ἀξιουμένων συλλογίζοιτο ἂν εἰκότως δἰ εἰκότων εἰκότας καὶ τοὺς συλλογισμοὺς ποιούμενος. ὅταν δ̓ αὖ τοὺς περὶ τὼν νοητῶν λόγους τις ποιῆται, λαμβάνων τὴν τῆς οὐσίας φύσιν περὶ ἧς πραγματεύεται τὰς ἀρχὰς τῶν λόγων δικαίως ἂν ποιοῖτο μὴ παρεκβαίνων ὥσπερ ἐπιλελησμένος ἐπ̓ ἄλλην φύσιν, ἀλλ̓ ἀπ̓ αὐτῆς ἐκείνης περὶ αὐτῆς τὴν κατανόησιν ποιούμενος, ἐπειδὴ πανταχοῦ τὸ τί ἐστιν ἀρχή, καὶ τοῖς καλῶς ὁρισαμένοις λέγεται καὶ τῶν συμβεβηκότων τὰ πολλὰ γινώσκεσθαι, οἷς δὲ καὶ πάντα ἐν τῷ τί ἐστιν ὑπάρχει, πολλῷ μᾶλλον ἐν τούτοις ἔχεσθαι δεῖ τούτου, καὶ εἰς τοῦτο βλεπτέον καὶ πρὸς τοῦτο πάντα ἀνενεκτέον.
§5.3 εἰ δὴ τὸ ὂν ὄντως τοῦτο καὶ ὡσαύτως ἔχει καὶ οὐκ ἐξίσταται αὐτὸ ἑαυτοῦ καὶ γένεσις περὶ αὐτὸ οὐδεμία οὐδ̓ ἐν τόπῳ ἐλέγετο εἶναι, ἀνάγκη αὐτὸ οὕτως ἔχον ἀεί τε σὺν αὑτῷ εἶναι, καὶ μὴ διεστάναι ἀφ̓ αὑτοῦ μηδὲ αὐτοῦ τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ εἶναι, μηδὲ προιέναι τι ἀπ̓ αὐτοῦ: ἤδη γὰρ ἂν ἐν ἄλλῳ καὶ ἄλλῳ εἴη, καὶ ὅλως ἔν τινι εἴη, καὶ οὐκ ἐφ̓ ἑαυτοῦ οὐδ̓ ἀπαθές: πάθοι γὰρ ἄν, εἰ ἐν ἄλλῳ: εἰ δ̓ ἐν ἀπαθεῖ ἔσται, οὐκ ἐν ἄλλῳ. εἰ οὖν μὴ ἀποστὰν ἑαυτοῦ μηδὲ μερισθὲν μηδὲ μεταβάλλον αὐτὸ μηδεμίαν μεταβολὴν ἐν πολλοῖς ἅμα εἴη ἓν ὅλον ἅμα ἑαυτῷ ὄν, τὸ αὐτὸ ὂν πανταχοῦ ἑαυτῷ τὸ ἐν πολλοῖς εἶναι ἂν ἔχοι: τοῦτο δέ ἐστιν ἐφ̓ ἑαυτοῦ ὂν μὴ αὖ ἐφ̓ ἑαυτοῦ εἶναι. λείπεται τοίνυν λέγειν αὐτὸ μὲν ἐν οὐδενὶ εἶναι, τὰ δ̓ ἄλλα ἐκείνου μεταλαμβάνειν, ὅσα δύναται αὐτῷ παρεῖναι, καὶ καθ̓ ὅσον ἐστὶ δυνατὸν αὐτῷ παρεῖναι. ἀνάγκη τοίνυν τὰς ὑποθέσεις καὶ τὰς ἀρχὰς ἐκείνας ἀναιρεῖν μηδεμίαν εἶναι τοιαύτην φύσιν λέγοντας , εἰ τοῦτ̓ ἔστιν ἀδύνατον καὶ ἔστιν ἐξ ἀνάγκης τοιαύτη φύσις καὶ οὐσία, παραδέχεσθαι τὸ ἐξ ἀρχῆς, τὸ ἓν καὶ ταὐτὸν ἀριθμῷ μὴ μεμερισμένον, ἀλλὰ ὅλον ὄν, τῶν ἄλλων τῶν παῤ αὐτὸ μηδενὸς ἀποστατεῖν οὐδὲν τοῦ χεῖσθαι δεηθὲν οὐδὲ τῷ μοίρας τινὰς ἀπ̓ αὐτοῦ ἐλθεῖν μηδ̓ αὖ τῷ αὐτὸ μὲν μεῖναι ἐν αὑτῷ ὅλον, ἄλλο δέ τι ἀπ̓ αὐτοῦ γεγονὸς καταλελοιπὸς αὐτὸ ἥκειν εἰς τὰ ἄλλα πολλαχῇ. ἔσται τε γὰρ οὕτως τὸ μὲν ἄλλοθι, τὸ δ̓ ἀπ̓ αὐτοῦ ἄλλοθι, καὶ τόπον ἕξει διεστηκὸς ἀπὸ τῶν ἀπ̓ αὐτοῦ. καὶ ἐπ̓ ἐκείνων αὖ εἰ ἕκαστον ὅλον μέρος: καὶ εἰ μὲν μέρος, οὐ τὴν τοῦ ὅλου ἀποσώσει φύσιν, ὅπερ δὴ εἴρηται: εἰ δὲ ὅλον ἕκαστον, ἕκαστον μεριοῦμεν ἴσα μέρη τῷ ἐν ἐστιν ταὐτὸν ὅλον πανταχοῦ συγχωρήσομεν δύνασθαι εἶναι. οὗτος δὴ λόγος ἐξ αὐτοῦ τοῦ πράγματος καὶ τῆς οὐσίας ἀλλότριον οὐδὲν οὐδ̓ ἐκ τῆς ἑτέρας φύσεως ἑλκύσας.
§5.4–6.6
§5.4 ἰδὲ δέ, εἰ βούλει, καὶ τόνδε τὸν θεόν: οὐ πῇ μὲν εἶναι, πῇ δ̓ οὐκ εἶναί φαμεν. ἔστι γὰρ ἀξιούμενόν τε παρὰ πᾶσι τοῖς ἔννοιαν ἔχουσι θεῶν οὐ μόνον περὶ ἐκείνου, ἀλλὰ καὶ περὶ πάντων λέγειν θεῶν, ὡς πανταχοῦ πάρεισι, καὶ λόγος δέ φησι δεῖν οὕτω τίθεσθαι. εἰ οὖν πανταχοῦ, οὐχ οἷόν τε μεμερισμένον: οὐ γὰρ ἂν ἔτι πανταχοῦ αὐτὸς εἴη, ἀλλ̓ ἕκαστον αὐτοῦ μέρος τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ ἔσται αὐτός τε οὐχ εἷς ἔτι ἔσται, ὥσπερ εἰ τμηθείη τι μέγεθος εἰς πολλά, ἀπολλύμενόν τε ἔσται καὶ τὰ μέρη πάντα οὐκέτι τὸ ὅλον ἐκεῖνο ἔσται: πρὸς τούτοις δὲ καὶ σῶμα ἔσται. εἰ δὴ ταῦτα ἀδύνατα, πάλιν αὖ ἀνεφάνη τὸ ἀπιστούμενον ἐν πάσῃ φύσει ἀνθρώπου ὁμοῦ τῷ θεὸν νομίζειν καὶ πανταχοῦ τὸ αὐτὸ ἅμα ὅλον εἶναι. πάλιν δέ, εἰ ἄπειρον λέγομεν ἐκείνην τὴν φύσιν: οὐ γὰρ δὴ πεπερασμένην: τί ἂν ἄλλο εἴη, ὅτι οὐκ ἐπιλείψει; εἰ δὲ μὴ ἐπιλείψει, ὅτι πάρεστιν ἑκάστῳ. εἰ γὰρ μὴ δύναται παρεῖναι, ἐπιλείψει τε καὶ ἔσται ὅπου οὔ. καὶ γὰρ εἰ λέγοιμεν ἄλλο μετ̓ αὐτὸ τὸ ἕν, ὁμοῦ αὖ αὐτῷ καὶ τὸ μετ̓ αὐτὸ περὶ ἐκεῖνο καὶ εἰς ἐκεῖνο καὶ αὐτοῦ οἷον γέννημα συναφὲς ἐκείνῳ, ὥστε τὸ μετέχον τοῦ μετ̓ αὐτὸ κἀκείνου μετειληφέναι. πολλῶν γὰρ ὄντων τῶν ἐν τῷ νοητῷ, πρώτων τε καὶ δευτέρων καὶ τρίτων, καὶ οἷον σφαίρας μιᾶς εἰς ἓν κέντρον ἀνημμένων, οὐ διαστήμασι διειλημμένων, ἀλλ̓ ὄντων ὁμοῦ αὑτοῖς ἁπάντων, ὅπου ἂν παρῇ τὰ τρίτα, καὶ τὰ δεύτερα καὶ τὰ πρῶτα πάρεστι.
§5.5 καὶ σαφηνείας μὲν ἕνεκα λόγος πολλάκις οἷον ἐκ κέντρου ἑνὸς πολλὰς γραμμὰς ποιήσας εἰς ἔννοιαν τοῦ πλήθους τοῦ γενομένου ἐθέλει ἄγειν. δεῖ δὲ τηροῦντας ὁμοῦ πάντα τὰ λεγόμενα πολλὰ γεγονέναι λέγειν, ὡς κἀκεῖ ἐπὶ τοῦ κύκλου οὐκ οὔσας γραμμὰς ἀφωρισμένας ἔστι λαμβάνειν: ἐπίπεδον γὰρ ἕν. οὗ δὲ οὐδὲ κατ̓ ἐπίπεδον ἓν διάστημά τι, ἀλλ̓ ἀδιάστατοι δυνάμεις καὶ οὐσίαι, πάντα ἂν εἰκότως κατὰ κέντρα λέγοιτο ἐν ἑνὶ ὁμοῦ κέντρῳ ἡνωμένα, οἷον ἀφέντα τὰς γραμμὰς τὰ πέρατα αὐτῶν τὰ πρὸς τῷ κέντρῳ κείμενα, ὅτε δὴ καὶ ἕν ἐστι πάντα. πάλιν δέ, εἰ προσθείης τὰς γραμμάς, αἱ μὲν ἐξάψονται τῶν κέντρων αὑτῶν κατέλιπον ἑκάστη, ἔσται γε μὴν οὐδὲν ἧττον κέντρον ἕκαστον οὐκ ἀποτετμημένον τοῦ ἑνὸς πρώτου κέντρου, ἀλλ̓ ὁμοῦ ὄντα ἐκείνῳ ἕκαστον αὖ ἔσται καὶ τοσαῦτα ὅσαι αἱ γραμμαὶ αἷς ἔδοσαν αὑτὰ πέρατα εἶναι ἐκείνων, ὥστε ὅσων μὲν ἐφάπτεται γραμμῶν τοσαῦτα φανῆναι, ἓν δὲ ὁμοῦ πάντα ἐκεῖνα εἶναι. εἰ δ̓ οὖν κέντροις πολλοῖς ἀπεικάσαμεν πάντα τὰ νοητὰ εἰς ἓν κέντρον ἀναφερομένοις καὶ ἑνουμένοις, πολλὰ δὲ φανεῖσι διὰ τὰς γραμμὰς οὐ τῶν γραμμῶν γεννησασῶν αὐτά, ἀλλὰ δειξασῶν, αἱ γραμμαὶ παρεχέτωσαν ἡμῖν χρείαν ἐν τῷ παρόντι ἀνάλογον εἶναι ὧν ἐφαπτομένη νοητὴ φύσις πολλὰ καὶ πολλαχοῦ φαίνεται παρεῖναι.
§5.6 πολλὰ γὰρ ὄντα τὰ νοητὰ ἕν ἐστι, καὶ ἓν ὄντα τῇ ἀπείρῳ φύσει πολλά ἐστι, καὶ πολλὰ ἐν ἑνὶ καὶ ἓν ἐπὶ πολλοῖς καὶ ὁμοῦ πάντα, καὶ ἐνεργεῖ πρὸς τὸ ὅλον μετὰ τοῦ ὅλου, καὶ ἐνεργεῖ πρὸς τὸ μέρος αὖ μετὰ τοῦ ὅλου. δέχεται δὲ τὸ μέρος εἰς αὑτὸ τὸ ὡς μέρους πρῶτον ἐνέργημα, ἀκολουθεῖ δὲ τὸ ὅλον: οἷον εἰ ἄνθρωπος ἐλθὼν εἰς τόν τινα ἄνθρωπον τὶς ἄνθρωπος γίνοιτο ὢν αὖ ἄνθρωπος. μὲν οὖν ἄνθρωπος ἐν τῇ ὕλῃ ἀφ̓ ἑνὸς τοῦ ἀνθρώπου τοῦ κατὰ τὴν ἰδέαν πολλοὺς ἐποίησε τοὺς αὐτοὺς ἀνθρώπους, καὶ ἔστιν ἓν τὸ αὐτὸ ἐν πολλοῖς οὕτως, ὅτι ἐστὶν ἕν τι οἷον ἐνσφραγιζόμενον ἐν πολλοῖς. αὐτὸ δὲ ἄνθρωπος καὶ αὐτὸ ἕκαστον καὶ ὅλον τὸ πᾶν οὐχ οὕτως ἐν πολλοῖς, ἀλλὰ τὰ πολλὰ ἐν αὐτῷ, μᾶλλον δὲ περὶ αὐτό. ἄλλον γὰρ τρόπον τὸ λευκὸν πανταχοῦ καὶ ψυχὴ ἑκάστου ἐν παντὶ μέρει τοῦ σώματος αὐτή: οὕτω γὰρ καὶ τὸ ὂν πανταχοῦ.
§5.7 ἀνάγεται γὰρ καὶ τὸ ἡμέτερον καὶ ἡμεῖς εἰς τὸ ὄν, καὶ ἀναβαίνομέν τε εἰς ἐκεῖνο καὶ τὸ πρῶτον ἀπ̓ ἐκείνου, καὶ νοοῦμεν ἐκεῖνα οὐκ εἴδωλα αὐτῶν οὐδὲ τύπους ἔχοντες. εἰ δὲ μὴ τοῦτο, ὄντες ἐκεῖνα. εἰ οὖν ἀληθινῆς ἐπιστήμης μετέχομεν, ἐκεῖνα ἐσμὲν οὐκ ἀπολαβόντες αὐτὰ ἐν ἡμῖν, ἀλλ̓ ἡμεῖς ἐν ἐκείνοις ὄντες. ὄντων δὲ καὶ τῶν ἄλλων, οὐ μόνον ἡμῶν, ἐκεῖνα, πάντες ἐσμὲν ἐκεῖνα. ὁμοῦ ἄρα ὄντες μετὰ πάντων ἐσμὲν ἐκεῖνα: πάντα ἄρα ἐσμὲν ἕν. ἔξω μὲν οὖν ὁρῶντες ὅθεν ἐξήμμεθα ἀγνοοῦμεν ἓν ὄντες, οἷον πρόσωπα πολλὰ εἰς τὸ ἔξω κορυφὴν ἔχοντα εἰς τὸ εἴσω μίαν. εἰ δέ τις ἐπιστραφῆναι δύναιτο παῤ αὑτοῦ τῆς Ἀθηνᾶς αὐτῆς εὐτυχήσας τῆς ἕλξεως, θεόν τε καὶ αὑτὸν καὶ τὸ πᾶν, ὄψεται: ὄψεται δὲ τὰ μὲν πρῶτα οὐχ ὡς τὸ πᾶν, εἶτ̓ οὐκ ἔχων ὅπῃ αὑτὸν στήσας ὁριεῖται, μέχρι τίνος αὐτός ἐστιν, ἀφεὶς περιγράφειν ἀπὸ τοῦ ὄντος ἅπαντος αὑτὸν εἰς ἅπαν τὸ πᾶν ἥξει προελθὼν οὐδαμοῦ, ἀλλ̓ αὐτοῦ μείνας, οὗ ἵδρυται τὸ πᾶν.
§5.8 οἶμαι δὲ ἔγωγε καὶ εἴ τις ἐπισκέψαιτο τὴν τῆς ὕλης τῶν εἰδῶν μετάληψιν, μᾶλλον ἂν εἰς πίστιν ἐλθεῖν τοῦ λεγομένου καὶ μὴ ἂν ἔτι ὡς ἀδυνάτῳ ἀπιστεῖν αὖ ἀπορεῖν. εὔλογον γὰρ καὶ ἀναγκαῖον, οἶμαι, μὴ κειμένων τῶν εἰδῶν χωρὶς καὶ αὖ τῆς ὕλης πόρρωθεν ἄνωθέν ποθεν τὴν ἔλλαμψιν εἰς αὐτὴν γεγονέναι: μὴ γὰρ κενὸν τοῦτο λεγόμενον. τί γὰρ ἂν εἴη τὸ πόρρω ἐν τούτοις καὶ τὸ χωρίς; καὶ οὐκ ἂν τὸ δύσφραστον καὶ τὸ ἀπορώτατον ἦν τὸ τῆς μεταλήψεως λεγόμενον, ἀλλ̓ εἴρητο ἂν προ χειρότατα γνώριμον ὂν τοῖ παραδείγμασιν. ἀλλὰ κἂν ἔλλαμψιν λέγωμέν ποτε, οὐχ οὕτως ἐροῦμεν, ὡς ἐπὶ τῶν αἰσθητῶν λέγομεν εἰς αἰσθητὸν τὰς ἐλλάμψεις: ἀλλ̓ ἐπεὶ εἴδωλα τὰ ἐν τῇ ὕλῃ, ἀρχετύπων δὲ τάξιν ἔχει τὰ εἴδη, τὸ δὲ τῆς ἐλλάμψεως τοιοῦτον οἷον χωρὶς ἔχειν τὸ ἐλλαμπόμενον, οὕτω λέγομεν. δεῖ δὲ νῦν ἀκριβέστερον λέγοντας μὴ οὕτω τίθεσθαι ὡς χωρὶς ὄντος τόπῳ τοῦ εἴδους εἰθ̓ ὥσπερ ἐν ὕδατι ἐνορᾶσθαι τῇ ὕλῃ τὴν ἰδέαν, ἀλλὰ τὴν ὕλην πανταχόθεν οἷον ἐφαπτομένην καὶ αὖ οὐκ ἐφαπτομένην τῆς ἰδέας κατὰ πᾶν ἑαυτῆς ἴσχειν παρὰ τοῦ εἴδους τῷ πλησιασμῷ ὅσον δύναται λαβεῖν οὐδενὸς μεταξυ ὄντος, οὐ τῆς ἰδέας διὰ πάσης διεξελθούσης καὶ ἐπιδραμούσης, ἀλλ̓ ἐν αὑτῇ μενούσης. εἰ γὰρ μὴ ἐν τῇ ὕλῃ ἐστὶν οἷον πυρὸς ἰδέατὴν δὲ τοῖς στοιχείοις ὑποβεβλημένην λόγος λαμβανέτωαὐτὸ δὴ πῦρ οὐκ ἐγγενόμενον αὐτὸ τῇ ὕλῃ μορφὴν πυρὸς κατὰ πᾶσαν τὴν πυρωθεῖσαν ὕλην παρέξεται. ὄγκος δὲ πολὺς πῦρ τὸ πρῶτον ἔνυλον ὑποκείσθω γενόμενον. δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν λεγομένων στοιχείων ἁρμόσει. εἰ οὖν τὸ ἓν ἐκεῖνο πῦρ ἐν πᾶσι θεωρεῖται παρέχον εἰκόνα ἑαυτοῦ καὶ οὐ τόπῳ χωρὶς ὄν, οὐ παρέξει ὡς ἔλλαμψις ὁρωμένη: ἤδη γὰρ ἂν εἴη που πᾶν τοῦτο τὸ πῦρ τὸ ἐν αἰσθήσει, εἰ πᾶν αὐτὸ πολλὰ εἴη ἑαυτοῦ τῆς ἰδέας αὐτῆς μενούσης ἐν ἀτόπῳ αὐτὸ τόπους γεννῆσαν ἐξ αὑτοῦ: ἐπείπερ ἔδει τὸ αὐτὸ πολὺ γενόμενον φυγεῖν ἀφ̓ ἑαυτοῦ, ἵν̓ πολὺ οὕτως καὶ πολλάκις μεταλάβῃ τοῦ αὐτοῦ. καὶ οὐκ ἔδωκε μὲν ἑαυτῆς οὐδὲν τῇ ὕλῃ ἰδέα ἀσκέδαστος οὖσα, οὐ μὴν ἀδύνατος γέγονεν ἓν οὖσα τὸ μὴ ἓν τῷ ἑνὶ αὐτῆς μορφῶσαι καὶ παντὶ αὐτοῦ οὕτω τοι παρεῖναι, ὡς μὴ ἄλλῳ μὲν μέρει αὑτῆς τόδε, ἄλλῳ δὲ ἄλλο μορφῶσαι, ἀλλὰ παντὶ ἕκαστον καὶ πᾶν. γελοῖον γὰρ πολλὰς ἰδέας πυρὸς ἐπεισφέρειν, ἵν̓ ἕκαστον πῦρ ὑφ̓ ἑκάστης ἄλλης, τὸ δὲ ἄλλης, μορφοῖτο: ἄπειροι γὰρ οὕτως ἔσονται αἱ ἰδέαι. εἶτα πῶς καὶ μεριεῖς τὰ γινόμενα συνεχοῦς πυρὸς ἑνὸς ὄντος; καὶ εἰ προσθείημεν τῇ ὕλῃ ταύτῃ ἄλλο πῦρ μεῖζον ποιήσαντες αὐτό, καὶ κατ̓ ἐκεῖνο αὖ τὸ μέρος τῆς ὕλης φατέον τὴν αὐτὴν ἰδέαν τὰ αὐτὰ εἰργάσθαι: οὐ γὰρ δὴ ἄλλην.
§5.9 καὶ τοίνυν εἰ πάντα γενόμενα ἤδη τὰ στοιχεῖα τῷ λόγῳ τις εἰς ἓν σφαιρικὸν σχῆμα ἄγοι, οὐ πολλοὺς φατέον τὴν σφαῖραν ποιεῖν κατὰ μέρη ἄλλον ἄλλῃ ἀποτεμνόμενον αὑτῷ εἰς τὸ ποιεῖν μέρος, ἀλλ̓ ἓν εἶναι τὸ αἴτιον τῆς ποιήσεως ὅλῳ ἑαυτῷ ποιοῦν οὐ μέρους αὐτοῦ ἄλλου ἄλλο ποιοῦντος: οὕτω γὰρ ἂν πάλιν πολλοὶ εἶεν, εἰ μὴ εἰς ἓν ἀμερὲς ἀναφέροις τὴν ποίησιν, μᾶλλον δ̓ εἰ μὴ ἓν ἀμερὲς τὸ ποιοῦν τὴν σφαῖραν εἴη οὐκ αὐτοῦ χυθέντος εἰς τὴν σφαῖραν τοῦ ποιοῦντος, ἀλλὰ τῆς σφαίρας ὅλης εἰς τὸ ποιοῦν ἀνηρτημένης. καὶ ζωὴ τοίνυν μία τὴν σφαῖραν ἔχει αὐτὴ τῆς σφαίρας αὖ τεθείσης ἐν ζωῇ μιᾷ: καὶ τὰ ἐν τῇ σφαίρᾳ τοίνυν πάντα εἰς μίαν ζωήν: καὶ πᾶσαι αἱ ψυχαὶ τοίνυν μία, οὕτω δὲ μία, ὡς ἄπειρος αὖ. διὸ καὶ οἱ μὲν ἀριθμὸν ἔλεγον, οἱ δὲ αὑτὸν αὔξοντα τὴν φύσιν αὐτῆς, φαντασθέντες ταύτῃ ἴσως, ὡς οὐδενὶ ἐπιλείπει, ἀλλ̓ ἐπὶ πάντα ἐστὶν ἔστι μένουσα, καὶ εἰ πλείων κόσμος ἦν, οὐκ ἂν ἐπέλιπεν δύναμις μὴ οὐκ ἐπὶ πάντα αὖ ἐλθεῖν, μᾶλλον δὲ τοῦτον ἐν πάσῃ αὐτῇ εἶναι. δεῖ δῆτα λαβεῖν τὸ αὖξον οὐχ ὡς τῷ ῥήματι λέγεται, ἀλλ̓ ὅτι οὐκ ἐπιλείπει εἰς τὸ πανταχοῦ ἓν οὖσα: τοιοῦτον γὰρ αὐτῆς τὸ ἓν ὡς μὴ τοιοῦτον εἶναι οἷον μεμετρῆσθαι ὅσον: τοῦτο γὰρ φύσεως ἄλλης τῆς τὸ ἓν ψευδομένης καὶ μεταλήψει ἓν φανταζομένης. τὸ δ̓ ἀληθείας ἐχόμενον ἓν οἷον μήτε συγκεῖσθαι ἐκ πολλῶν, ἵνα μὴ ἀφαιρεθέντος τινὸς ἀπ̓ αὐτοῦ ἀπολωλὸς ἐκεῖνο τὸ ὅλον ἕν, μήτε διειλῆφθαι πέρασιν, ἵνα μὴ ἐναρμοζομένων αὐτῷ τῶν ἄλλων ἐλαττοῖτο αὐτῶν μειζόνων ὄντων διασπῷτο βουλόμενον ἐπὶ πάντα ἰέναι, παρῇ τε οὐχ ὅλον πᾶσιν, ἀλλὰ μέρεσιν αὑτοῦ μέρεσιν ἐκείνων, καὶ τὸ λεγόμενον δὴ τοῦτο ἀγνοῇ ὅπου γῆς ἐστιν εἰς μίαν τινὰ συντέλειαν οὐ δυνάμενον ἰέναι ἅτε διεσπασμένον ἑαυτοῦ. εἴπερ οὖν ἀληθεύσει τὸ ἓν τοῦτο, καθ̓ οὗ δὴ καὶ κατηγορεῖν ἔστιν ὡς οὐσίαν τὸ ἕν, δεῖ αὐτὸ φανῆναι τρόπον τινὰ τὴν ἐναντίαν αὐτῷ φύσιν ἔχον τὴν τοῦ πλήθους ἐν τῇ δυνάμει, τῷ δὲ μὴ ἔξωθεν αὖ τὸ πλῆθος τοῦτο ἔχειν, ἀλλὰ παῤ αὑτοῦ καὶ ἐξ αὑτοῦ, τούτῳ ἓν ὄντως εἶναι, καὶ ἐν τῷ ἑνὶ ἔχειν τὸ εἶναι ἄπειρόν τε καὶ πλῆθος, τοιοῦτον δὲ ὂν πανταχοῦ ὅλον φαίνεσθαι ἕνα λόγον ἔχον ἑαυτὸν περιέχοντα καὶ τὸν περιέχοντα αὐτὸν εἶναι οὐδαμοῦ αὑτοῦ ἀποστατοῦντα, ἀλλ̓ ἐν αὑτῷ πανταχοῦ ὄντα. οὐ δή ἐστιν αὐτὸ οὕτως ἄλλου τόπῳ διειλημμένον: πρὸ γὰρ τῶν ἐν τόπῳ ἁπάντων ἦν καὶ οὐδὲν ἐδεῖτο αὐτὸ τούτων, ἀλλὰ ταῦτα ἐκείνου, ἵνα ἱδρυθῇ. ἱδρυθέντα δὲ οὐκ ἀπέστησεν ἐκεῖνο τῆς αὐτοῦ ἐν αὑτῷ ἕδρας: κινηθείσης γὰρ ἐκείνης ἀπώλετο ἂν αὐτὰ ἀπολομένης αὐτῶν τῆς βάσεως καὶ τοῦ στηρίζοντος αὐτά, οὐδ̓ αὖ ἐκεῖνο οὕτως ἀνόητον ἦν, ὥστε ἀπαλλαγὲν αὐτὸ ἑαυτοῦ διασπασθῆναι καὶ σωζόμενον ἐν ἑαυτῷ ἀπίστῳ δοῦναι ἑαυτὸ τόπῳ τῷ αὐτοῦ πρὸς τὸ σώζεσθαι δεομένῳ.
§5.10 μένει οὖν ἐν ἑαυτῷ σωφρονοῦν καὶ οὐκ ἂν ἐν ἄλλῳ γένοιτο: ἐκεῖνα δὲ τὰ ἄλλα ἀνήρτηται εἰς αὐτὸ ὥσπερ οὗ ἐστι πόθῳ ἐξευρόντα, καὶ οὗτός ἐστιν θυραυλῶν Ἔρως παρὼν ἔξωθεν ἀεὶ καὶ ἐφιέμενος τοῦ καλοῦ καὶ ἀγαπῶν ἀεὶ οὕτως ὡς δύναται μετασχεῖν. ἐπεὶ καὶ ἐνταῦθα ἐραστὴς οὐ δεχόμενος τὸ κάλλος, ἀλλὰ παρακείμενος οὕτως ἔχει. τὸ δὲ ἐφ̓ ἑαυτοῦ μένει, καὶ οἱ τοῦ ἑνὸς ἐρασταὶ πολλοὶ ὅλου ἐρῶντες ὅλον ἔχουσιν οὕτως, ὅταν ἔχωσι: τὸ γὰρ ὅλον ἦν τὸ ἐρώμενον. πῶς ἂν οὖν ἐκεῖνο οὐκ ἂν πᾶσιν ἀρκοῖ μένον; ἐπεὶ καὶ διὰ τοῦτο ἀρκεῖ, ὅτι μένει, καὶ καλόν, ὅτι πᾶσιν ὅλον. καὶ γὰρ καὶ τὸ φρονεῖν πᾶσιν ὅλον: διὸ καὶ ξυνὸν τὸ φρονεῖν, οὐ τὸ μὲν ὧδε, τὸ δὲ ὡδὶ ὄν: γελοῖον γάρ, εἰ καὶ τόπου δεόμενον τὸ φρονεῖν ἔσται. καὶ οὐχ οὕτω τὸ φρονεῖν, ὡς τὸ λευκόν: οὐ γὰρ σώματος τὸ φρονεῖν: ἀλλ̓ εἴπερ ὄντως μετέχομεν τοῦ φρονεῖν, ἓν δεῖ εἰς τὸ αὐτὸ πᾶν ἑαυτῷ συνεῖναι. καὶ οὕτως ἐκεῖθεν, οὐ μοίρας αὐτοῦ λαβόντες, οὐδὲ ὅλον ἐγώ, ὅλον δὲ καὶ σύ, ἀποσπασθὲν ἑκάτερον ἑκατέρου. μιμοῦνται δὲ καὶ ἐκκλησίαι καὶ πᾶσα σύνοδος ὡς εἰς ἓν τῷ φρονεῖν ἰόντων: καὶ χωρὶς ἕκαστος εἰς τὸ φρονεῖν ἀσθενής, συμβάλλων δὲ εἰς ἓν πᾶς ἐν: τῇ συνόδῳ καὶ τῇ ὡς ἀληθῶς συνέσει τὸ φρονεῖν ἐγέννησε καὶ εὗρε. τί γὰρ δὴ καὶ διείρξει, ὡς μὴ ἐν τῷ αὐτῷ εἶναι νοῦν ἀπ̓ ἄλλου καὶ ἄλλου; ἀλλ̓ ὁμοῦ ὄντες ἡμῖν οὐχ ὁμοῦ δοκοῦσιν εἶναι: οἷον εἴ τις πολλοῖς τοῖς δακτύλοις ἐφαπτόμενος τοῦ αὐτοῦ ἄλλου καὶ ἄλλου ἐφ ʽ??ʼπτεσθαι νομίζοι, τὴν αὐτὴν χορδὴν μὴ ὁρῶν κρούοι. καίτοι καὶ ταῖς ψυχαῖς ὡς ἐφαπτόμεθα τοῦ ἀγαθοῦ ἐχρῆν ἐνθυμεῖσθαι. οὐ γὰρ ἄλλου μὲν ἐγώ, ἄλλου δὲ σὺ ἐφάπτῃ, ἀλλὰ τοῦ αὐτοῦ, οὐδὲ τοῦ αὐτοῦ μέν, προσελθόντος δ̓ ἐμοὶ ῥεύματος ἐκεῖθεν ἄλλου, σοὶ δὲ ἄλλου, ὥστε τὸ μὲν εἶναί που ἄνω, τὰ δὲ παῤ αὐτοῦ ἐνταῦθα: καὶ δίδωσι τὸ διδὸν τοῖς λαμβάνουσιν, ἵνα ὄντως λαμβάνωσι, καὶ δίδωσι τὸ διδὸν οὐ τοῖς ἀλλοτρίοις, ἀλλὰ τοῖς ἑαυτοῦ. ἐπεὶ οὐ πόμπιος νοερὰ δόσις: ἐπεὶ καὶ ἐν τοῖς διεστηκόσιν ἀπ̓ ἀλλήλων τοῖς τόποις σώμασιν δόσις ἄλλου τῇ ἄλλου συγγενὴς καὶ εἰς τὸ αὐτὸ δόσις καὶ ποίησις, καὶ τό γε σωματικὸν τοῦ παντὸς δρᾷ καὶ πάσχει ἐν αὑτῷ καὶ οὐδὲν ἔξωθεν εἰς αὐτό. εἰ δὴ ἐπὶ σώματος οὐδὲν ἔξωθεν τοῦ ἐκ φύσεως οἷον φεύγοντος ἑαυτό, ἐπὶ πράγματος ἀδιαστάτου πῶς τὸ ἔξωθεν; ἐν τῷ αὐτῷ ἄρα ὄντες καὶ ὁρῶμεν τἀγαθὸν καὶ ἐφαπτόμεθα αὐτοῦ ὁμοῦ ὄντες τοῖς ἡμετέροις νοητοῖς. καὶ κόσμος εἷς πολὺ μᾶλλον ἐκεῖ: δύο κόσμοι αἰσθητοὶ ἔσονται ὅμοια μεμερισμένοι, καὶ σφαῖρα νοητή, εἰ οὕτως ἕν, ὡς αὕτη, οὐδὲν διοίσει, γελοιοτέρα ἔσται, εἴπερ τῇ μὲν ἐξ ἀνάγκης ὄγκος εὔλογος, δὲ μηδὲν δεομένη ἐκτενεῖ ἑαυτὴν καὶ ἑαυτῆς ἐκστήσεται. τί δὲ καὶ ἐμπόδιον τοῦ εἰς ἕν; οὐ γὰρ δὴ τὸ ἕτερον ἀπωθεῖ θάτερον τόπον οὐ παρέχον, ὥσπερ οὐδ̓ ὁρῶντες πᾶν μάθημα καὶ θεώρημα καὶ ὅλως ἐπιστήμας πάσας ἐπὶ ψυχῆς οὐ στενοχωρουμένας. ἀλλ̓ ἐπὶ οὐσιῶν φήσει τις οὐ δυνατόν. ἀλλ̓ οὐ δυνατὸν ἦν ἄν, εἴπερ ὄγκοι ἦσαν αἱ ἀληθιναὶ οὐσίαι.
§5.11 ἀλλὰ πῶς τὸ ἀδιάστατον παρήκει παρὰ πᾶν σῶμα μέγεθος τοσοῦτον ἔχον; καὶ πῶς οὐ διασπᾶται ἓν ὂν καὶ ταὐτόν; πολλάκις ἠπόρηται παύειν τοῦ λόγου τὸ ἄπορον τῆς διανοίας περὶ ταῦτα τῇ προθυμίᾳ βουλομένου. ἀποδέδεικται μὲν οὖν ἤδη πολλαχῇ, ὅτι οὕτως: δεῖ δέ τινων καὶ παραμυθιῶν, καίτοι οὐκ ἐλάχιστον, ἀλλὰ μέγιστον εἰς πειθὼ ἦν ἐκείνη φύσις οἵα ἐστὶ διδαχθεῖσα, ὅτι οὐκ ἔστιν οἵα λίθος, οἷον κύβος τις μέγας κείμενος οὗ κεῖται τοσοῦτον ἐπέχων, ὅσος ἐστίν, ἐκβαίνειν οὐκ ἔχων τοὺς αὑτοῦ ὅρους μετρηθεὶς ἐπὶ τοσοῦτον καὶ τῷ ὄγκῳ καὶ τῇ συμπεριγραφείσῃ ἐν αὐτῷ τοῦ λίθου δυνάμει: ἀλλὰ οὖσα πρώτη φύσις καὶ οὐ μετρηθεῖσα οὐδὲ ὁρισθεῖσα ὁπόσον δεῖ εἶναι: ταύτῃ γὰρ αὖ ἑτέρα μετρηθήσεται: πᾶσά ἐστι δύναμις οὐδαμοῦ τοσήδε. διὸ οὐδ̓ ἐν χρόνῳ, ἀλλὰ παντὸς χρόνου ἔξω, τοῦ μὲν χρόνου σκιδναμένου ἀεὶ πρὸς διάστασιν, τοῦ δ̓ αἰῶνος ἐν τῷ αὐτῷ μένοντος καὶ κρατοῦντος καὶ πλείονος ὄντος δυνάμει ἀιδίῳ τοῦ ἐπὶ πολλὰ δοκοῦντος ἰέναι χρόνου, οἱονεὶ γραμμῆς εἰς ἄπειρον ἰέναι δοκούσης εἰς σημεῖον ἀνηρτημένης καὶ περὶ αὐτὸ θεούσης πανταχῇ οὗ ἂν δράμῃ τοῦ σημείου αὐτῇ ἐμφανταζομένου αὐτοῦ οὐ θέοντος, ἀλλὰ περὶ αὐτὸ ἐκείνης κυκλουμένης. εἰ τοίνυν χρόνος πρὸς τὸ ἐν τῷ αὐτῷ μένον ἐν οὐσίᾳ ἔχει τὴν ἀναλογίαν, ἔστι δὲ ἐκείνη φύσις οὐ μόνον τῷ ἀεὶ ἄπειρος, ἀλλὰ καὶ τῇ δυνάμει, χρὴ καὶ πρὸς ταύτην τὴν ἀπειρίαν τῆς δυνάμεως ἀντιπαραθέουσαν ἀποδοῦναι φύσιν ἀνταιωρουμένην καὶ ἐξηρτημένην ἐκείνης: ταύτης τὰ ἴσα πως τῷ χρόνῳ θεούσης πρὸς μένουσαν δύναμιν πλείω οὖσαν τῷ ποιεῖν ἐκείνη ἐστὶν ὅσον παρετάθη. τίς οὖν αὕτη ἐστὶν μεταλαμβάνουσα ταύτης τῆς φύσεως καθ̓ ὅσον οἷόν τε αὐτῇ μεταλαβεῖν, πάσης μὲν παρούσης, οὐ παντὶ δὲ πάσης ἐνορωμένης ἀδυναμίᾳ τοῦ ὑποκειμένου; πάρεστι δὲ ταὐτὸν πάντη οὐχ ὡς τὸ ἔνυλον τρίγωνον ἐν πολλοῖς πλείω ὂν ἀριθμῷ ταὐτόν, ἀλλ̓ ὡς τὸ ἄυλον αὐτό, ἀφ̓ οὗ καὶ τὰ ἐν ὕλῃ. διὰ τί οὖν οὐ πανταχοῦ τρίγωνον ἔνυλον, εἴπερ πανταχοῦ τὸ ἄυλον; ὅτι οὐ πᾶσα μετέσχεν ὕλη, ἀλλὰ ἄλλη ἄλλο τι ἔχει, καὶ οὐ πᾶσα πρὸς πᾶν: ἐπεὶ οὐδὲ πρώτη πᾶσα πρὸς πᾶν, ἀλλὰ πρὸς τὰ πρῶτα τῶν γενῶν, εἶτ̓ ἐπὶ τούτοις ἄλλα: παρῆν μέντοι παντί.
§5.12 πάρεστιν οὖν πῶς; ὡς ζωὴ μία: οὐ γὰρ μέχρι τινὸς ἐν ζῴῳ ζωή, εἶτ̓ οὐ δύναται εἰς ἅπαν φθάσαι, ἀλλὰ πανταχοῦ. εἰ δέ τις ζητεῖ πάλιν πῶς, ἀναμνησθήτω τῆς δυνάμεως. ὅτι μὴ ποσή, ἀλλ̓ εἰς ἄπειρον διαιρῶν τῇ διανοίᾳ ἀεὶ ἔχει δύναμιν τὴν αὐτὴν βυσσόθεν ἄπειρον: οὐ γὰρ ἐν ἑαυτῇ ἔχει ὕλην, ἵνα τῷ μεγέθει τοῦ ὄγκου συνεπιλείπῃ εἰς μικρὸν ἐλθοῦσα. ἐὰν οὖν λάβῃς ἀέναον ἐν αὐτῇ ἀπειρίαν, φύσιν ἀκάματον καὶ ἄτρυτον καὶ οὐδαμῇ ἐλλείπουσαν, ἐν αὑτῇ οἷον ὑπερζέουσαν ζωῇ, που ἐπιβαλὼν πρός τι ἀτενίσας οὐχ εὑρήσεις ἐκεῖ, τοὐναντίον δ̓ ἄν σοι γένοιτο: οὐ γὰρ σύ γε ὑπερβήσῃ παρελθὼν οὐδὲ αὖ στήσῃ εἰς μικρὸν ὡς οὐκέτι ἐχούσης διδόναι τῷ κατὰ μικρὸν ἐπιλιπεῖν, ἀλλ̓ συνθεῖν δυνηθείς, μᾶλλον δὲ ἐν τῷ παντὶ γενόμενος, οὐδὲν ἔτι ζητήσεις, ἀπειπὼν παρεκβήσῃ εἰς ἄλλο καὶ πεσῇ παρὸν οὐκ ἰδὼν τῷ εἰς ἄλλο βλέπειν. ἀλλ̓ εἰ οὐδὲν ἔτι ζητήσεις, πῶς ποτε τοῦτο πείσῃ; ὅτι παντὶ προσῆλθες καὶ οὐκ ἔμεινας ἐν μέρει αὐτοῦ οὐδ̓ εἶπας οὐδὲ σύ ʽτοσοῦτός εἰμἰ, ἀφεὶς δὲ τὸ τοσοῦτον γέγονας πᾶς, καίτοι καὶ πρότερον ἦσθα πᾶς: ἀλλ̓ ὅτι καὶ ἄλλο τι προσῆν σοι μετὰ τὸ πᾶν, ἐλάττων ἐγίνου τῇ προσθήκῃ: οὐ γὰρ ἐκ τοῦ ὄντος ἦν προσθήκηοὐδὲν γὰρ ἐκείνῳ προσθήσειςἀλλὰ τοῦ μὴ ὄντος. γενόμενος δέ τις καὶ ἐκ τοῦ μὴ ὄντος ἐστὶν οὐ πᾶς, ἀλλ̓ ὅταν τὸ μὴ ὂν ἀφῇ. αὔξεις τοίνυν σεαυτὸν ἀφεὶς τὰ ἄλλα καὶ πάρεστί σοι τὸ πᾶν ἀφέντι, μετὰ δὲ ἄλλων ὄντι οὐ φαίνεται, οὐδ̓ ἦλθεν, ἵνα παρῇ, ἀλλὰ σὺ ἀπῆλθες ʽὅτε οὐ πάρεστιν̓. εἰ δ̓ ἀπῆλθες, οὐκ ἀπ̓ αὐτοῦαὐτὸ γὰρ πάρεστινοὐδέ ποι ἀπῆλθες, ἀλλὰ παρὼν ἐπὶ τὰ ἐναντία ἐστράφης. οὕτω γὰρ καὶ οἱ ἄλλοι θεοὶ πολλῶν παρόντων ἑνὶ φαίνονται πολλάκις, ὅτι εἷς ἐκεῖνος μόνος δύναται βλέπειν. ἀλλ̓ οὗτοι μὲν οἱ θεοί, ὅτι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, εἰς ἐκεῖνον δὲ αἱ πόλεις ἐπιστρέφονται καὶ πᾶσα γῆ καὶ πᾶς οὐρανός, πανταχοῦ ἐπ̓ αὐτοῦ καὶ ἐν αὐτῷ μένοντα καὶ ἔχοντα ἐξ αὐτοῦ τὸ ὂν καὶ τὰ ἀληθῶς ὄντα μέχρι ψυχῆς καὶ ζωῆς ἀνηρτημένα καὶ εἰς ἓν ἰόντα ἀμεγέθει τῷ ἀπείρῳ.
§6.1 Ἆῤ ἐστὶ τὸ πλῆθος ἀπόστασις τοῦ ἑνός, καὶ ἀπειρία ἀπόστασις παντελὴς τῷ πλῆθος ἀνάριθμον εἶναι, καὶ διὰ τοῦτο κακὸν ἀπειρία καὶ ἡμεῖς κακοί, ὅταν πλῆθος; καὶ γὰρ πολὺ ἕκαστον, ὅταν ἀδυνατοῦν εἰς αὐτὸ μένειν χέηται καὶ ἐκτείνηται σκιδυάμενον. καὶ πάντη μὲν στερισκόμενον ἐν τῇ χύσει τοῦ ἑνὸς πλῆθος γίγνεται, οὐκ ὄντος τοῦ ἄλλο πρὸς ἄλλο μέρος αὐτοῦ ἑνοῦντος: εἰ δέ τι γένοιτο ἀεὶ χεόμενον μένον, μέγεθος γίνεται. ἀλλὰ τί δεινὸν τῷ μεγέθει; εἰ ᾐσθάνετο, ἦν ἄν: ἀφ̓ ἑαυτοῦ γὰρ γενόμενον καὶ ἀφιστάμενον εἰς τὸ πόρρω ᾐσθάνετο. ἕκαστον γὰρ οὐκ ἄλλο, ἀλλ̓ αὑτὸ ζητεῖ, δ̓ ἔξω πορεία μάταιος ἀναγκαία. μᾶλλον δέ ἐστιν ἕκαστον, οὐχ ὅταν γένηται πολὺ μέγα, ἀλλ̓ ὅταν ἑαυτοῦ : ἑαυτοῦ δέ ἐστι πρὸς αὑτὸ νενευκός. δὲ ἔφεσις πρὸς τὸ οὕτω μέγα ἀγνοοῦντός ἐστι τὸ ὄντως μέγα καὶ σπεύδοντος οὐχ οἷ δεῖ, ἀλλὰ πρὸς τὸ ἔξω: τὸ δὲ πρὸς αὑτὸ τὸ ἔνδον ἦν. μαρτύριον δὲ τὸ γενόμενον μεγέθει, εἰ μὲν ἀπηρτημένον, ὡς ἕκαστον τῶν μερῶν αὐτοῦ εἶναι, ἐκεῖνα εἶναι ἕκαστα, ἀλλ̓ οὐκ αὐτὸ τὸ ἐξ ἀρχῆς: εἰ δ̓ ἔσται αὐτό, δεῖ τὰ πάντα μέρη πρὸς ἕν: ὥστε εἶναι αὐτό, ὅταν ἀμηγέπη ἕν, μὴ μέγα, . γίνεται τοίνυν διὰ μὲν τὸ μέγεθος καὶ ὅσον ἐπὶ τῷ μεγέθει ἀπολλύμενον αὑτοῦ: ὅτι δὲ ἔχει ἕν, ἔχει ἑαυτό. καὶ μὴν τὸ πᾶν μέγα καὶ καλόν. ὅτι οὐκ ἀφείθη φυγεῖν εἰς τὴν ἀπειρίαν, ἀλλὰ περιελήφθη ἑνί: καὶ καλὸν οὐ τῷ μέγα, ἀλλὰ τῷ καλῷ: καὶ ἐδεήθη τοῦ καλοῦ, ὅτι ἐγένετο μέγα. ἐπεὶ ἔρημον ὂν τούτου ὅσῳ μέγα, τοσούτῳ ἂν κατεφάνη αἰσχρόν: καὶ οὕτω τὸ μέγα ὕλη τοῦ καλοῦ, ὅτι πολὺ τὸ δεόμενον κόσμου. μᾶλλον οὖν ἄκοσμον τὸ μέγα καὶ μᾶλλον αἰσχρόν.
§6.2 τί οὖν ἐπὶ τοῦ λεγομένου ἀριθμοῦ τῆς ἀπειρίας; ἀλλὰ πρῶτον, πῶς ἀριθμός, εἰ ἄπειρος; οὔτε γὰρ τὰ αἰσθητὰ ἄπειρα, ὥστε οὐδὲ ἐπ̓ αὐτοῖς ἀριθμός, οὔτε ἀριθμῶν τὴν ἀπειρίαν ἀριθμεῖ: ἀλλὰ κἂν διπλάσια πολλαπλάσια ποιῇ, ὁρίζει ταῦτα, κἂν πρὸς τὸ μέλλον τὸ παρεληλυθὸς λαμβάνῃ, καὶ ὁμοῦ, ὁρίζει ταῦτα. ἆῤ οὖν οὐχ ἁπλῶς ἄπειρος, οὕτω δέ, ὥστε ἀεὶ ἐξεῖναι λαμβάνειν; οὐκ ἐπὶ τῷ ἀριθμοῦντι τὸ γεννᾶν, ἀλλ̓ ἤδη ὥρισται καὶ ἕστηκεν. ἐν μὲν τῷ νοητῷ, ὥσπερ τὰ ὄντα, οὕτω καὶ ἀριθμὸς ὡρισμένος ὅσος τὰ ὄντα: ἡμεῖς δὲ ὡς τὸν ἄνθρωπον πολλὰ ποιοῦμεν ἐφαρμόζοντες πολλάκις καὶ τὸ καλὸν καὶ τὰ ἄλλα, οὕτω μετὰ τοῦ εἰδώλου ἑκάστου καὶ εἴδωλον ἀριθμοῦ συναπογεννῶμεν, καὶ ὥς τι ἄστυ πολλαπλασιοῦμεν οὐχ ὑφεστώς, οὕτως τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀριθμοὺς πολλαπλασίους ποιοῦμεν: καὶ εἰ τοὺς χρόνους δὲ ἀριθμοῖμεν, ἀφ̓ ὧν ἔχομεν ἀριθμῶν ἐπάγομεν ἐπὶ τοὺς χρόνους μενόντων ἐν ἡμῖν ἐκείνων.
§6.3 ἀλλὰ τὸ ἄπειρον δὴ τοῦτο πῶς ὑφέστηκεν ὂν ἄπειρον; γὰρ ὑφέστηκε καὶ ἔστιν, ἀριθμῷ κατείληπται ἤδη. ἀλλὰ πρότερον, εἰ ἐν τοῖς οὖσιν ὄντως πλῆθος, πῶς κακὸν τὸ πλῆθος; ὅτι ἥνωται τὸ πλῆθος, καὶ κεκώλυται πάντη πλῆθος εἶναι ἓν ὂν πλῆθος, καὶ διὰ τοῦτο δὲ ἐλαττοῦται τοῦ ἑνός, ὅτι πλῆθος ἔχει, καὶ ὅσον πρὸς τὸ ἓν χεῖρον. καὶ οὐκ ἔχον δὲ τὴν φύσιν ἐκείνου, ἀλλὰ ἐκβεβηκός, ἠλάττωται, τῷ δ̓ ἑνὶ παῤ ἐκείνου τὸ σεμνὸν ἔχει, καὶ ἀνέστρεψε δὲ τὸ πλῆθος εἰς ἓν καὶ ἔμεινεν. ἀλλ̓ ἀπειρία πῶς; γὰρ οὖσα ἐν τοῖς οὖσιν ἤδη ὥρισται, εἰ μὴ ὥρισται, οὐκ ἐν τοῖς οὖσιν, ἀλλ̓ ἐν τοῖς γινομένοις ἴσως, ὡς καὶ τῷ χρόνῳ. κἂν ὁρισθῇ, τούτῳ γε ἄπειρος: οὐ γὰρ τὸ πέρας, ἀλλὰ τὸ ἄπειρον ὁρίζεται: οὐ γὰρ δὴ ἄλλο τι μεταξὺ πέρατος καὶ ἀπείρου, τὴν τοῦ ὅρου δέχεται φύσιν. τοῦτο δὴ τὸ ἄπειρον φεύγει μὲν αὐτὸ τὴν τοῦ πέρατος ἰδέαν, ἁλίσκεται δὲ περιληφθὲν ἔξωθεν. φεύγει δὲ οὐκ εἰς τόπον ἄλλον ἐξ ἑτέρου: οὐ γὰρ οὐδ̓ ἔχει τόπον: ἀλλ̓ ὅταν ἁλῷ, ὑπέστη τόπος. διὸ οὐδὲ τὴν λεγομένην κίνησιν αὐτῆς τοπικὴν θετέον οὐδέ τινα ἄλλην τῶν λεγομένων αὐτῇ παῤ αὐτῆς ὑπάρχειν: ὥστε οὐδ̓ ἂν κινοῖτο. ἀλλ̓ οὐδ̓ ἕστηκεν αὖ: ποῦ γὰρ τοῦ ποῦ ὕστερον γινομένου; ἀλλ̓ ἔοικεν κίνησις αὐτῆς οὕτω λέγεσθαι, ὅτι μὴ μένει. ἆῤ οὖν οὕτως ἔχει, ὡς μετέωρος εἶναι ἐν τῷ αὐτῷ, αἰωρεῖσθαι ἐκεῖσε καὶ δεῦρο; οὐδαμῶς. ἄμφω γὰρ πρὸς τὸν αὐτὸν τόπον κρίνεται, τό τε μετέωρον οὐ παρεγκλῖνον καὶ τὸ παρεγκλῖνον. τί ἂν οὖν τις ἐπινοήσειεν αὐτήν; χωρίσας τὸ εἶδος τῇ διανοίᾳ. τί οὖν νοήσει; τὰ ἐναντία ἅμα καὶ οὐ τὰ ἐναντία: καὶ γὰρ μέγα καὶ σμικρὸν νοήσει: γίνεται γὰρ ἄμφω: καὶ ἑστὼς καὶ κινούμενον: καὶ γὰρ ταῦτα γίνεται. ἀλλὰ πρὸ τοῦ γίνεσθαι δῆλον, ὅτι οὐδέτερον ὡρισμένως: εἰ δὲ μή, ὥρισας. εἰ οὖν ἄπειρος καὶ ταῦτα ἀπείρως καὶ ἀορίστως, φαντασθείη γ̓ ἂν ἑκάτερα. καὶ προσελθὼν ἐγγὺς μὴ ἐπιβάλλων τι πέρας ὥσπερ δίκτυον ὑπεκφεύγουσαν ἕξεις καὶ οὐδὲν ἓν εὑρήσεις: ἤδη γὰρ ἂν ὥρισας: ἀλλ̓ εἴ τῷ προσέλθοις ὡς ἑνί, πολλὰ φανεῖται, κἂν πολλὰ εἴπῃς, πάλιν αὖ ψεύσῃ: οὐκ ὄντος γὰρ ἑκάστου ἑνὸς οὐδὲ πολλὰ τὰ πάντα: καὶ αὕτη φύσις αὐτῆς καθ̓ ἕτερον τῶν φαντασμάτων κίνησις, καὶ καθ̓ προσῆλθεν φαντασία στάσις. καὶ τὸ μὴ δύνασθαι δἰ αὑτῆς αὐτὴν ἰδεῖν, κίνησις ἀπὸ νοῦ καὶ ἀπολίσθησις: τὸ δὲ μὴ ἀποδρᾶναι ἔχειν, εἴργεσθαι δὲ ἔξωθεν καὶ κύκλῳ καὶ μὴ ἐξεῖναι προχωρεῖν, στάσις ἂν εἴη: ὥστε μὴ μόνον ἐξεῖναι κινεῖσθαι λέγειν.
§6.4 περὶ δὲ τῶν ἀριθμῶν ὅπως ἔχουσιν ἐν τῷ νοητῷ σκεπτέον, πότερα ὡς ἐπιγινομένων τοῖς ἄλλοις εἴδεσιν καὶ παρακολουθούντων ἀεί: οἷον ἐπειδὴ τὸ ὂν τοιοῦτον οἷον πρῶτον αὐτὸ εἶναι, ἐνοήσαμεν μονάδα, εἶτα, ἐπεὶ κίνησις ἐξ αὐτοῦ καὶ στάσις, τρία ἤδη, καὶ ἐφ̓ ἑκάστου τῶν ἄλλων ἕκαστον: οὐχ οὕτως, ἀλλὰ συνεγεννήθη ἑκάστῳ μονὰς μία, ἐπὶ μὲν τοῦ πρώτου ὄντος μονάς, ἐπὶ δὲ τοῦ μετ̓ ἐκεῖνο, εἰ τάξις ἐστί, δυὰς καὶ ὅσον τὸ πλῆθος ἑκάστου, οἷον εἰ δέκα, δεκάς: οὐχ οὕτως, ἀλλ̓ αὐτὸς ἐφ̓ ἑαυτοῦ ἀριθμὸς ἐνοήθη: καὶ εἰ οὕτως, πότερα πρότερος τῶν ἄλλων, ὕστερος. μὲν οὖν Πλάτων εἰς ἔννοιαν ἀριθμοῦ τοὺς ἀνθρώπους ἐληλυθέναι εἰπὼν ἡμερῶν πρὸς νύκτας τῇ παραλλαγῇ τῇ τῶν πραγμάτων ἑτερότητι διδοὺς τὴν νόησιν τάχ̓ ἂν τὰ ἀριθμητὰ πρότερον δἰ ἑτερότητος ποιεῖν ἀριθμὸν λέγοι, καὶ εἶναι αὐτὸν συνιστάμενον ἐν μεταβάσει ψυχῆς ἐπεξιούσης ἄλλο μετ̓ ἄλλο πρᾶγμα καὶ τότε γίνεσθαι, ὅταν ἀριθμῇ ψυχή: τοῦτο δ̓ ἐστίν, ὅταν αὐτὰ διεξίῃ καὶ λέγῃ παῤ αὑτῇ ἄλλο, τὸ δ̓ ἄλλο, ὡς, ἕως γε ταὐτόν τι καὶ μὴ ἕτερον μετ̓ αὐτὸ νοεῖ, ἓν λεγούσης. ἀλλὰ μὴν ὅταν λέγῃ ἐν τῷ ἀληθινῷ ἀριθμῷ οὐσίαν καὶ τὸν ἀριθμὸν ἐν οὐσίᾳ, πάλιν αὖ ὑπόστασίν τινα ἂν ἐφ̓ ἑαυτοῦ τοῦ ἀριθμοῦ λέγοι καὶ οὐκ ἐν τῇ ἀριθμούσῃ ὑφίστασθαι ψυχῇ, ἀλλὰ ἀνακινεῖσθαι ἐν αὐτῇ ἐκ τῆς περὶ τὰ αἰσθητὰ παραλλαγῆς τὴν ἔννοιαν τοῦ ἀριθμοῦ.
§6.5 τίς οὖν φύσις αὐτοῦ; ἆρα παρακολούθημα καὶ οἷον ἐπιθεωρούμενον ἑκάστῃ οὐσίᾳ; οἷον ἄνθρωπος καὶ εἷς ἄνθρωπος καὶ ὂν καὶ ἓν ὂν καὶ τὰ πάντα ἕκαστα τὰ νοητὰ καὶ πᾶς ἀριθμός; ἀλλὰ πῶς δυὰς καὶ τριὰς καὶ πῶς τὰ πάντα καθ̓ ἓν καὶ τοιοῦτος ἀριθμὸς εἰς ἓν ἂν συνάγοιτο; οὕτω γὰρ ἔσται πλῆθος μὲν ἑνάδων, εἰς ἓν δὲ οὐδεὶς παρὰ τὸ ἁπλοῦν ἕν: εἰ μή τις λέγοι, ὡς δυὰς μέν ἐστιν ἐκεῖνο τὸ πρᾶγμα, μᾶλλον δὲ τὸ ἐπὶ τῷ πράγματι θεωρούμενον, δύο ἔχει δυνάμεις συνειλημμένας, οἷον σύνθετον εἰς ἕν, οἵους ἔλεγον οἱ Πυθαγόρειοι, οἳ ἐδόκουν λέγειν ἀριθμοὺς ἐκ τοῦ ἀνὰ λόγον, οἷον δικαιοσύνην τετράδα καὶ ἄλλον ἄλλως: ἐκείνως δὲ μᾶλλον τῷ πλήθει τοῦ πράγματος ἑνὸς ὄντος ὅμως καὶ τὸν ἀριθμὸν συζυγῆ, τοσοῦτον ἕν, οἷον δεκάδα. καίτοι ἡμεῖς οὐχ οὕτω τὰ δέκα, ἀλλὰ συνάγοντες καὶ τὰ διεστῶτα δέκα λέγομεν. οὕτω μὲν δέκα λέγομεν, ὅταν δὲ ἐκ πολλῶν γίνηται ἕν, δεκάδα, ὡς κἀκεῖ οὕτως. ἀλλ̓ εἰ οὕτως, ἆῤ ἔτι ὑπόστασις ἀριθμοῦ ἔσται ἐπὶ τοῖς πράγμασιν αὐτοῦ θεωρουμένου; ἀλλὰ τί κωλύει, φαίη ἄν τις, καὶ τοῦ λευκοῦ ἐπὶ τοῖς πράγμασι θεωρουμένου ὑπόστασιν τοῦ λευκοῦ ἐν τοῖς πράγμασιν εἶναι; ἐπεὶ καὶ κινήσεως ἐπὶ τῷ ὄντι θεωρουμένης ὑπόστασις ἦν κινήσεως ἐν τῷ ὄντι οὔσης. δ̓ ἀριθμὸς οὐχ ὡς κίνησις: ἀλλ̓ ὅτι κίνησίς τι, οὕτως ἓν ἐπ̓ αὐτῆς ἐθεωρήθη: λέγεται. εἶτα καὶ τοιαύτη ὑπόστασις ἀφίστησι τὸν ἀριθμὸν τοῦ οὐσίαν εἶναι, συμβεβηκὸς δὲ μᾶλλον ποιεῖ. καίτοι οὐδὲ συμβεβηκὸς ὅλως: τὸ γὰρ συμβεβηκὸς δεῖ τι εἶναι πρὸ τοῦ συμβεβηκέναι, κἂν ἀχώριστον , ὅμως εἶναί τι ἐφ̓ ἑαυτοῦ φύσιν τινά, ὡς τὸ λευκόν, καὶ κατηγορεῖσθαι κατ̓ ἄλλου ἤδη ὂν κατηγορηθήσεται: ὥστε, εἰ περὶ ἕκαστον τὸ ἓν καὶ οὐ ταὐτὸν τῷ ἀνθρώπῳ τὸ εἷς ἄνθρωπος, ἀλλ̓ ἕτερον τὸ ἓν τοῦ ἀνθρώπου καὶ κοινὸν τὸ ἓν καὶ ἐφ̓ ἑκάστου τῶν ἄλλων, πρότερον ἂν εἴη τὸ ἓν τοῦ ἀνθρώπου καὶ ἑκάστου τῶν ἄλλων, ἵνα καὶ ἄνθρωπος καὶ ἕκαστον τῶν ἄλλων τύχῃ ἕκαστον τοῦ ἓν εἶναι. καὶ πρὸ κινήσεως τοίνυν, εἴπερ καὶ κίνησις ἕν, καὶ πρὸ τοῦ ὄντος, ἵνα καὶ αὐτὸ τοῦ ἓν εἶναι τύχῃ: λέγω δὲ οὐ τὸ ἓν ἐκεῖνο, δὴ ἐπέκεινα τοῦ ὄντος φαμέν, ἀλλὰ τοῦτο τὸ ἕν, κατηγορεῖται τῶν εἰδῶν ἑκάστου. καὶ δεκὰς τοίνυν πρὸ τοῦ καθ̓ οὗ κατηγορεῖται δεκάς: καὶ τοῦτο ἔσται αὐτοδεκάς: οὐ γὰρ δὴ πράγματι ἐπιθεωρεῖται δεκὰς αὐτοδεκὰς ἔσται. ἀλλ̓ ἆρα συνεγένετο καὶ συνυπέστη τοῖς οὖσιν; ἀλλ̓ εἰ συνεγεννήθη ὡς μὲν συμβεβηκός, οἷον τῷ ἀνθρώπῳ ὑγίεια, δεῖ καὶ καθ̓ αὑτὸ εἶναι, καὶ εἰ ὡς στοιχεῖον δὲ συνθέτου τὸ ἕν, δεῖ πρότερον εἶναι ἓν αὐτό τε τὸ ἕν, ἵνα σὺν ἄλλῳ: εἶτα συμμιχθὲν ἄλλῳ τῷ γενομένῳ δἰ αὐτὸ ἓν ἐκεῖνο ποιήσει ψευδῶς ἕν, δύο ποιοῦν αὐτό. ἐπὶ δὲ τῆς δεκάδος πῶς; τί γὰρ δεῖ ἐκείνῳ τῆς δεκάδος, ἔσται διὰ τὴν τοσαύτην δύναμιν δεκάς; ἀλλ̓ εἰ εἰδοποιήσει αὐτὸ ὥσπερ ὕλην καὶ ἔσται παρουσίᾳ δεκάδος δέκα καὶ δεκάς, δεῖ πρότερον ἐφ̓ ἑαυτῆς τὴν δεκάδα οὐκ ἄλλο τι οὖσαν δεκάδα μόνον εἶναι.
§6.6 ἀλλ̓ εἰ ἄνευ τῶν πραγμάτων τὸ ἓν αὐτὸ καὶ δεκὰς αὐτή, εἶτα τὰ πράγματα τὰ νοητὰ μετὰ τὸ εἶναι ὅπερ ἐστὶ τὰ μὲν ἑνάδες ἔσονται, τὰ δὲ καὶ δυάδες καὶ τριάδες, τίς ἂν εἴη φύσις αὐτῶν καὶ πῶς συστᾶσα; λόγῳ δὲ δεῖ νομίζειν τὴν γένεσιν αὐτῶν ποιεῖσθαι. πρῶτον τοίνυν δεῖ λαβεῖν τὴν οὐσίαν καθόλου τῶν εἰδῶν, ὅτι ἐστὶν οὐχὶ νοήσαντος ἕκαστον τοῦ νενοηκότος, εἶτ̓ αὐτῇ τῇ νοήσει τὴν ὑπόστασιν αὐτῶν παρασχομένου. οὐ γάρ, ὅτι ἐνόησε τί ποτ̓ ἐστὶ δικαιοσύνη, δικαιοσύνη ἐγένετο, οὐδ̓ ὅτι ἐνόησε τί ποτ̓ ἐστὶ κίνησις, κίνησις ὑπέστη: οὕτω γὰρ ἔμελλε τοῦτο τὸ νόημα καὶ ὕστερον εἶναι τοῦ πράγματος αὐτοῦ τοῦ νοηθέντος, δικαιοσύνης αὐτῆς νόησις αὐτῆς, καὶ πάλιν αὖ νόησις προτέρα τοῦ ἐκ τῆς νοήσεως ὑποστάντος, εἰ τῷ νενοηκέναι ὑπέστη. εἰ δὲ τῇ νοήσει τῇ τοιαύτῃ ταὐτὸν δικαιοσύνη, πρῶτον μὲν ἄτοπον μηδὲν εἶναι δικαιοσύνην τὸν οἷον ὁρισμὸν αὐτῆς: τί γάρ ἐστι τὸ νενοηκέναι δικαιοσύνην κίνησιν, τὸ τί ἐστιν αὐτῶν λαβεῖν; τοῦτο δὲ ταὐτὸν τῷ μὴ ὑφεστῶτος πράγματος λόγον λαβεῖν: ὅπερ ἀδύνατον. εἰ δέ τις λέγοι, ὡς ἐπὶ τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστιν ἐπιστήμη τῷ πράγματι, ἐκείνως χρὴ νοεῖν τὸ λεγόμενον, ὡς ??ʼ τὴν ἐπιστήμην τὸ πρᾶγμα λέγει εἶναι οὐδὲ τὸν λόγον τὸν θεωροῦντα τὸ πρᾶγμα αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ ἀνάπαλιν τὸ πρᾶγμα αὐτὸ ἄνευ ὕλης ὂν νοητόν τε καὶ νόησιν εἶναι, οὐχ οἵαν λόγον εἶναι τοῦ πράγματος οὐδ̓ ἐπιβολὴν πρὸς αὐτό, ἀλλ̓ αὐτὸ τὸ πρᾶγμα ἐν τῷ νοητῷ ὂν τὶ ἄλλο νοῦν καὶ ἐπιστήμην εἶναι: οὐ γὰρ ἐπιστήμη πρὸς αὑτήν, ἀλλὰ τὸ πρᾶγμα ἐκεῖ τὴν ἐπιστήμην οὐ μένουσαν, οἵα ἐστὶν τοῦ ἐν ὕλῃ πράγματος, ἑτέραν ἐποίησεν εἶναι: τοῦτο δ̓ ἐστὶν ἀληθινὴν ἐπιστήμην: τοῦτο δ̓ ἐστὶν οὐκ εἰκόνα τοῦ πράγματος, ἀλλὰ τὸ πρᾶγμα αὐτό. νόησις τοίνυν τῆς κινήσεως οὐ πεποίηκεν αὐτοκίνησιν, ἀλλ̓ αὐτοκίνησις πεποίηκε τὴν νόησιν, ὥστε αὐτὴ ἑαυτὴν κίνησιν καὶ νόησιν: γὰρ κίνησις ἐκεῖ κἀκείνου νόησις, καὶ αὐτὸ δὲ κίνησις, ὅτι πρώτη: οὐ γὰρ ἄλλη πρὸ αὐτῆς: καὶ ὄντως, ὅτι μὴ συμβέβηκεν ἄλλῳ, ἀλλὰ τοῦ κινουμένου ἐνέργεια ὄντος ἐνεργείᾳ: ὥστε αὖ καὶ οὐσία: ἐπίνοια δὲ τοῦ ὄντος ἑτέρα. καὶ δικαιοσύνη δὲ οὐ νόησις δικαιοσύνης, ἀλλὰ νοῦ οἷον διάθεσις, μᾶλλον δὲ ἐνέργεια τοιάδε, ἧς ὡς ἀληθῶς καλὸν τὸ πρόσωπον καὶ οὔτε ἕσπερος οὔθ̓ ἑῷος οὕτω καλὰ οὐδ̓ ὅλως τι τῶν αἰσθητῶν, ἀλλ̓ οἷον ἄγαλμά τι νοερόν, οἷον ἐξ αὑτοῦ ἑστηκὸς καὶ προφανὲν ἐν αὑτῷ, μᾶλλον δὲ ὂν ἐν αὑτῷ.
§6.7–6.18
§6.7 ὅλως γὰρ δεῖ νοῆσαι τὰ πράγματα ἐν μιᾷ φύσει καὶ μίαν φύσιν πάντα ἔχουσαν καὶ οἷον περιλαβοῦσαν, οὐχ ὡς ἐν τοῖς αἰσθητοῖς ἕκαστον χωρίς, ἀλλαχοῦ ἥλιος καὶ ἄλλο ἄλλοθι, ἀλλ̓ ὁμοῦ ἐν ἑνὶ πάντα: αὕτη γὰρ νοῦ φύσις: ἐπεὶ καὶ ψυχὴ οὕτω μιμεῖται καὶ λεγομένη φύσις, καθ̓ ἡν καὶ ὑφ̓ ἧς ἕκαστα γεννᾶται, ἄλλο ἄλλοθι αὐτῆς ὁμοῦ ἑαυτῇ οὔσης. ὁμοῦ δὲ πάντων ὄντων ἕκαστον αὖ χωρίς ἐστιν: ἐνορᾷ δὲ αὐτὰ τὰ ἐν τῷ νῷ καὶ τῇ οὐσίᾳ ἔχων νοῦς οὐκ ἐπιβλέπων, ἀλλ̓ ἔχων, οὐδὲ χωρίζων ἕκαστον: κεχώρισται γὰρ ἤδη ἐν αὐτῷ ἀεί. πιστούμεθα δὲ πρὸς τοὺς τεθαυμακότας ἐκ τῶν μετειληφότων: τὸ δὲ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος ψυχῆς ἔρωτι πρὸς αὐτὸν καὶ τῶν ἄλλων τὸν εἰς ψυχὴν ἔρωτα διὰ τὴν τοιαύτην φύσιν καὶ τῷ ἔχειν κατά τι ὡμοίωται. καὶ γὰρ δὴ καὶ ἄτοπον εἶναί τι ζῷον καλὸν αὐτοζῴου μὴ θαυμαστοῦ τὸ κάλλος καὶ ἀφράστου ὄντος. τὸ δὴ παντελὲς ζῷον ἐκ πάντων ζῴων ὄν, μᾶλλον δὲ ἐν αὑτῷ τὰ πάντα ζῷα περιέχον καὶ ἓν ὂν τοσοῦτον, ὅσα τὰ πάντα, ὥσπερ καὶ τόδε τὸ πᾶν ἓν ὂν καὶ πᾶν τὸ ὁρατὸν περιέχον πάντα τὰ ἐν τῷ ὁρατῷ.
§6.8 ἐπειδὴ τοίνυν καὶ ζῷον πρώτως ἐστὶ καὶ διὰ τοῦτο αὐτοζῷον καὶ νοῦς ἐστι καὶ οὐσία ὄντως καί φαμεν ἔχειν καὶ ζῷα τὰ πάντα καὶ ἀριθμὸν τὸν σύμπαντα καὶ δίκαιον αὐτὸ καὶ καλὸν καὶ ὅσα ἄλλα τοιαῦταἄλλως γὰρ αὐτοάνθρωπόν φαμεν καὶ ἀριθμὸν αὐτὸν καὶ δίκαιον αὐτό: σκεπτέον πῶς τούτων ἕκαστον καὶ τί ὂν εἰς ὅσον οἷόν τέ τι εὑρεῖν περὶ τούτων. πρῶτον τοίνυν ἀφετέον πᾶσαν αἴσθησιν καὶ νοῦν νῷ θεωρητέον καὶ ἐνθυμητέον, ὡς καὶ ἐν ἡμῖν ζωὴ καὶ νοῦς οὐκ ἐν ὄγκῳ, ἀλλ̓ ἐν δυνάμει ἀόγκῳ, καὶ τὴν ἀληθινὴν οὐσίαν ἐκδεδυκέναι ταῦτα καὶ δύναμιν εἶναι ἐφ̓ ἑαυτῆς βεβῶσαν, οὐκ ἀμενηνόν τι χρῆμα, ἀλλὰ πάντων ζωτικωτάτην καὶ νοερωτάτην, ἧς οὔτε τι ζωτικώτερον οὔτε νοερώτερον οὔτε οὐσιωδέστερον, οὗ τὸ ἐφαψάμενον ἔχει ταῦτα κατὰ λόγον τῆς ἐπαφῆς, τὸ μὲν ἐγγὺς ἐγγυτέρω, τὸ δὲ πόρρω πορρωτέρω. εἴπερ οὖν ἐφετὸν τὸ εἶναι, τὸ μάλιστα ὂν μᾶλλον τε μάλιστα νοῦς, εἴπερ τὸ νοεῖν ὅλως: καὶ τὸ τῆς ζωῆς ὡσαύτως. εἰ δὴ τὸ ὂν πρῶτον δεῖ λαβεῖν πρῶτον ὄν, εἶτα νοῦν, εἶτα τὸ ζῷοντοῦτο γὰρ ἤδη πάντα δοκεῖ περιέχειν δὲ νοῦς δεύτερονἐνέργεια γὰρ τῆς οὐσίας, οὔτ̓ ἂν κατὰ τὸ ζῷον ἀριθμὸς εἴηἤδη γὰρ καὶ πρὸ αὐτοῦ καὶ ἓν καὶ δύο ἦνοὔτε κατὰ τὸν νοῦν: πρὸ γὰρ αὐτοῦ οὐσία ἓν οὖσα καὶ πολλὰ ἦν.
§6.9 λείπεται τοίνυν θεωρεῖν, πότερα οὐσία τὸν ἀριθμὸν ἐγέννησε τῷ αὐτῆς μερισμῷ, ἀριθμὸς ἐμέρισε τὴν οὐσίαν: καὶ δὴ καὶ οὐσία καὶ κίνησις καὶ στάσις καὶ ταὐτὸν καὶ ἕτερον αὐτὰ τὸν ἀριθμὸν ἀριθμὸς ταῦτα. ἀρχὴ δὲ τῆς σκέψεως: ἆῤ οἷόν τε ἀριθμὸν εἶναι ἐφ̓ ἑαυτοῦ δεῖ καὶ τὰ δύο ἐπὶ δυσὶ πράγμασι θεωρεῖσθαι, καὶ τὰ τρία ὡσαύτως; καὶ δὴ καὶ τὸ ἓν τὸ ἐν τοῖς ἀριθμοῖς; εἰ γὰρ ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἀριθμητῶν δύναιτο εἶναι, πρὸ τῶν ὄντων δύναιτο ἂν εἶναι. ἆῤ οὖν καὶ πρὸ τοῦ ὄντος; τοῦτο ἐατέον καὶ πρὸ ἀριθμοῦ ἐν τῷ παρόντι καὶ δοτέον ἀριθμὸν ἐξ ὄντος γίνεσθαι. ἀλλ̓ εἰ τὸ ἓν ἓν ὄν ἐστι καὶ τὰ δύο δύο ὄντα ἐστί, προηγήσεται τοῦ τε ὄντος τὸ ἓν καὶ ἀριθμὸς τῶν ὄντων. ἆῤ οὖν τῇ ἐπινοίᾳ καὶ τῇ ἐπιβολῇ; καὶ τῇ ὑποστάσει. σκεπτέον δὲ ὧδε: ὅταν τις ἄνθρωπον ὄντα νοῇ καὶ καλὸν ἕν, ὕστερον δήπου τὸ ἓν νοεῖ ἐφ̓ ἑκατέρῳ: καὶ δὴ καὶ ὅταν ἵππον καὶ κύνα: καὶ δὴ σαφῶς τὰ δύο ἐνταῦθα ὕστερον. ἀλλ̓ εἰ γεννῴη ἄνθρωπον καὶ γεννῴη ἵππον καὶ κύνα ἐν αὑτῷ ὄντας προφέροι καὶ μὴ κατὰ τὸ ἐπελθὸν μήτε γεννῴη μήτε προφέροι, ἆῤ οὐκ ἐρεῖ ʽεἰς ἓν ἰτέον καὶ μετιτέον εἰς ἄλλο ἓν καὶ δύο ποιητέον καὶ μετ̓ ἐμοῦ καὶ ἄλλο ποιητέον̓; καὶ μὴν οὐδὲ τὰ ὄντα, ὅτε ἐγένετο, ἠριθμήθη, ἀλλ̓ ὅσα δεῖ γενέσθαι δῆλον ἦν, ὅτε ἔδει. πᾶς ἄρα ἀριθμὸς ἦν πρὸ αὐτῶν τῶν ὄντων. ἀλλ̓ εἰ πρὸ τῶν ὄντων, οὐκ ἦν ὄντα. ἦν ἐν τῷ ὄντι, οὐκ ἀριθμὸς ὢν τοῦ ὄντοςἓν γὰρ ἦν ἔτι τὸ ὄνἀλλ̓ τοῦ ἀριθμοῦ δύναμις ὑποστᾶσα ἐμέρισε τὸ ὂν καὶ οἷον ὠδίνειν ἐποίησεν αὐτὸ τὸ πλῆθος: γὰρ οὐσία αὐτοῦ ἐνέργεια ἀριθμὸς ἔσται καὶ τὸ ζῷον αὐτὸ καὶ νοῦς ἀριθμός. ἆῤ οὖν τὸ μὲν ὂν ἀριθμὸς ἡνωμένος, τὰ δὲ ὄντα ἐξεληλιγμένος ἀριθμός, νοῦς δὲ ἀριθμὸς ἐν ἑαυτῷ κινούμενος, τὸ δὲ ζῷον ἀριθμὸς περιέχων; ἐπεὶ καὶ ἀπὸ τοῦ ἑνὸς γενόμενον τὸ ὄν, ὡς ἦν ἓν ἐκεῖνο, δεῖ αὐτὸ οὕτως ἀριθμὸν εἶναι: διὸ καὶ τὰ εἴδη ἔλεγον καὶ ἑνάδας καὶ ἀριθμούς. καὶ οὗτός ἐστιν οὐσιώδης ἀριθμός: ἄλλος δὲ μοναδικὸς λεγόμενος εἴδωλον τούτου. δὲ οὐσιώδης μὲν ἐπιθεωρούμενος τοῖς εἴδεσι καὶ συγγεννῶν αὐτά, πρώτως δὲ ἐν τῷ ὄντι καὶ μετὰ τοῦ ὄντος καὶ πρὸ τῶν ὄντων. βάσιν δὲ ἔχει τὰ ὄντα ἐν αὐτῷ καὶ πηγὴν καὶ ῥίζαν καὶ ἀρχήν. καὶ γὰρ τῷ ὄντι τὸ ἓν ἀρχὴ καὶ ἐπὶ τούτου ἐστὶν ὄν: σκεδασθείη γὰρ ἄν: ἀλλ̓ οὐκ ἐπὶ τῷ ὄντι τὸ ἕν: ἤδη γὰρ ἂν εἴη ἓν πρὶν τυχεῖν τοῦ ἑνός, καὶ ἤδη τὸ τυγχάνον τῆς δεκάδος δεκὰς πρὶν τυχεῖν τῆς δεκάδος.
§6.10 ἑστὼς οὖν τὸ ὂν ἐν πλήθει ἀριθμός, ὅτε πολὺ μὲν ἠγείρετο, παρασκευὴ δὲ οἷον ἦν πρὸς τὰ ὄντα καὶ προτύπωσις καὶ οἷον ἑνάδες τόπον ἔχουσαι τοῖς ἐπ̓ αὐτὰς ἱδρυθησομένοις. καὶ γὰρ καὶ νῦν ʽτοσοῦτον βούλομαἴ φησι ʽπλῆθος χρυσοῦ οἰκιῶν̓. καὶ ἓν μὲν χρυσός, βούλεται δὲ οὐ τὸν ἀριθμὸν χρυσὸν ποιῆσαι, ἀλλὰ τὸν χρυσὸν ἀριθμόν, καὶ τὸν ἀριθμὸν ἤδη ἔχων ἐπιθεῖναι ζητεῖ τοῦτον τῷ χρυσῷ, ὥστε συμβῆναι τῷ χρυσῷ τοσούτῳ γενέσθαι. εἰ δὲ τὰ ὄντα μὲν ἐγίνετο πρὸ ἀριθμοῦ, δ̓ ἀριθμὸς ἐπ̓ αὐτοῖς ἐπεθεωρεῖτο τοσαῦτα κινηθείσης τῆς ἀριθμούσης φύσεως, ὅσα τὰ ἀριθμητά, κατὰ συντυχίαν ἦν ἂν τοσαῦτα καὶ οὐ κατὰ πρόθεσιν τοσαῦτα, ὅσα ἐστίν. εἰ οὖν μὴ εἰκῆ τοσαῦτα, ἀριθμὸς αἴτιος προὼν τοῦ τοσαῦτα: τοῦτο δέ ἐστιν, ἤδη ὄντος ἀριθμοῦ μετέσχε τὰ γενόμενα τοῦ τοσαῦτα, καὶ ἕκαστον μὲν τοῦ ἓν μετέσχεν, ἵνα ἓν . ἔστι δὲ ὂν παρὰ τοῦ ὄντος, ἐπεὶ καὶ τὸ ὂν παῤ αὑτοῦ ὄν: ἓν δὲ παῤ αὐτοῦ ἕν: ἕκαστόν τε ἕν, εἰ ὁμοῦ πολλὰ ἦν τὸ ἓν τὸ ἐπ̓ αὐτοῖς, ὡς τριὰς ἓν καὶ τὰ πάντα ὄντα οὕτως ἕν, οὐχ ὡς τὸ ἓν τὸ κατὰ τὴν μονάδα, ἀλλ̓ ὡς ἓν μυριὰς ἄλλος τις ἀριθμός. ἐπεὶ καὶ λέγων ἤδη πράγματα μύρια γενόμενα, εἰ εἶπε μύρια ἀριθμῶν, οὐ παῤ αὑτῶν φησι τὰ μύρια προσφωνεῖσθαι δεικνύντων ὥσπερ τὰ χρώματα αὐτῶν, ἀλλὰ τῆς διανοίας λεγούσης τοσαῦτα: εἰ γὰρ μὴ λέγοι, οὐκ ἂν εἰδείη, ὅσον τὸ πλῆθος. πῶς οὖν ἐρεῖ; ἐπιστάμενος ἀριθμεῖν: τοῦτο δέ, εἰ ἀριθμόν εἰδείη. εἰδείη δ̓ ἄν, εἰ εἴη ἀριθμός. ἀγνοεῖν δὲ τὴν φύσιν ἐκείνην, ὅσα ἐστὶ τὸ πλῆθος, ἄτοπον, μᾶλλον δὲ ἀδύνατον. ὥσπερ τοίνυν εἰ λέγοι τις ἀγαθά, τὰ παῤ αὑτῶν τοιαῦτα λέγει, κατηγορεῖ τὸ ἀγαθὸν ὡς συμβεβηκὸς αὐτῶν: καὶ εἰ τὰ πρῶτα λέγοι, ὑπόστασιν λέγει τὴν πρώτην, εἰ δὲ οἷς συμβέβηκε τὸ ἀγαθόν, δεῖ εἶναι φύσιν ἀγαθοῦ, ἵνα καὶ ἄλλοις συμβεβήκῃ, τὸ αἴτιον τὸ πεποιηκὸς καὶ ἐν ἄλλῳ εἶναι, αὐτοαγαθὸν γεγεννηκὸς τὸ ἀγαθὸν ἐν φύσει οἰκείᾳ: οὕτω καὶ ἐπὶ τῶν ὄντων λέγων ἀριθμόν, οἷον δεκάδα, αὐτὴν ὑφεστῶσαν δεκάδα ἂν λέγοι, οἷς συμβέβηκε δεκὰς λέγων αὐτὴν δεκάδα ἀναγκάζοιτο ἂν τίθεσθαι ἐφ̓ ἑαυτῆς οὐκ ἄλλο τι δεκάδα οὖσαν. ἀνάγκη τοίνυν, εἰ τὰ ὄντα δεκάδα λέγοι, αὐτὰ δεκάδα εἶναι πρὸ αὐτῶν ἄλλην δεκάδα εἶναι οὐκ ἄλλο τι αὐτὸ τοῦτο δεκάδα οὖσαν. καθόλου τοίνυν δεικτέον, ὅτι πᾶν τι περ ἂν κατ̓ ἄλλου κατηγορῆται παῤ ἄλλου ἐλήλυθεν εἰς ἐκεῖνο, ἐνέργειά ἐστιν ἐκείνου. καὶ εἰ τοιοῦτον, οἷον μὴ ποτὲ μὲν παρεῖναι, ποτὲ δὲ μὴ παρεῖναι, ἀλλ̓ ἀεὶ μετ̓ ἐκείνου εἶναι, εἰ οὐσία ἐκεῖνο, οὐσία καὶ αὐτὸ καὶ οὐ μᾶλλον ἐκεῖνο αὐτὸ οὐσία: εἰ δὲ μὴ οὐσίαν διδοίη, ἀλλ̓ οὖν τῶν ὄντων καὶ ὄν. καὶ εἰ μὲν δύναιτο τὸ πρᾶγμα ἐκεῖνο νοεῖσθαι ἄνευ τῆς ἐνεργείας αὐτοῦ, ἅμα μὲν εἶναι οὐδὲν ἧττον ἐκείνῳ, ὕστερον δὲ τῇ ἐπινοίᾳ τάττεσθαι παῤ ἡμῶν: εἰ δὲ μὴ παρεπινοεῖσθαι οἷόν τε ἄνευ ἐκείνου, οἷον ἄνθρωπον ἄνευ τοῦ ἕν, οὐχ ὕστερον αὐτοῦ, ἀλλὰ συνυπάρχον, πρότερον αὐτοῦ, ἵνα αὐτὸ δἰ ἐκεῖνο ὑπάρχῃ: ἡμεῖς δέ φαμεν πρότερον τὸ ἓν καὶ τὸν ἀριθμόν.
§6.11 ἀλλ̓ εἰ τὴν δεκάδα μηδὲν εἶναί τις λέγοι ἑνάδας τοσαύτας, εἰ μὲν τὴν ἑνάδα συγχωροῖ εἶναι, διὰ τί μίαν μὲν συγχωρήσει ἑνάδα εἶναι, τὰς δὲ δέκα οὐκέτι; ὡς γὰρ μία τὴν ὑπόστασιν ἔχει, διὰ τί οὐ καὶ αἱ ἄλλαι; οὐ γὰρ δὴ συνεζεῦχθαι δεῖ ἑνί τινι τῶν ὄντων τὴν μίαν ἑνάδα: οὕτω γὰρ ἂν οὐκέτι ἕκαστον τῶν ἄλλων ἓν εἴη. ἀλλ̓ εἰ δεῖ καὶ ἕκαστον τῶν ἄλλων ἓν εἶναι, κοινὸν τὸ ἕν. τοῦτο δὲ φύσις μία κατὰ πολλῶν κατηγορουμένη, ἣν ἐλέγομεν καὶ πρὸ τοῦ ἐν πολλοῖς θεωρεῖσθαι δεῖν καθ̓ αὑτὴν ὑπάρχειν. οὔσης δὲ ἑνάδος ἐν τούτῳ καὶ πάλιν ἐν ἄλλῳ θεωρουμένης, εἰ μὲν κἀκείνη ὑπάρχει, οὐ μία μόνον ἑνὰς τὴν ὑπόστασιν ἕξει καὶ οὕτω πλῆθος ἔσται ἑνάδων: εἰ δ̓ ἐκείνην μόνην τὴν πρώτην, ἤτοι τῷ μάλιστα ὄντι συνοῦσαν τῷ μάλιστα ἑνὶ πάντη. ἀλλ̓ εἰ μὲν τῷ μάλιστα ὄντι, ὁμωνύμως ἂν αἱ ἄλλαι ἑνάδες καὶ οὐ συνταχθήσονται τῇ πρώτῃ, ἀριθμὸς ἐξ ἀνομοίων μονάδων καὶ διαφοραὶ τῶν μονάδων καθ̓ ὅσον μονάδες: εἰ δὲ τῷ μάλιστα ἑνί, τί ἂν δέοιτο τὸ μάλιστα ἕν, ἵνα ἓν , τῆς μονάδος ταύτης; εἰ δὴ ταῦτα ἀδύνατα, ἀνάγκη ἓν εἶναι οὐκ ἄλλο τι ὂν ἓν ψιλόν, ἀπηρημωμένον τῇ οὐσίᾳ αὑτοῦ πρὸ τοῦ ἕκαστον ἓν λεχθῆναι καὶ νοηθῆναι. εἰ οὖν τὸ ἓν ἄνευ τοῦ πράγματος τοῦ λεγομένου ἓν κἀκεῖ ἔσται, διὰ τί οὐ καὶ ἄλλο ἓν ὑποστήσεται; καὶ χωρὶς μὲν ἕκαστον πολλαὶ μονάδες, καὶ πολλὰ ἕν: εἰ δ̓ ἐφεξῆς οἷον γεννῴη φύσις, μᾶλλον δὲ γεννήσασα εἴη οὐ στᾶσα καθ̓ ἓν ὧν ἐγέννα, οἷον συνεχῆ ἕνα ποιοῦσα, περιγράψασα μὲν ἂν καὶ στᾶσα θᾶττον ἐν τῇ προόδῳ τοὺς ἐλάττους ἀριθμοὺς ἀπογεννήσαι, εἰς πλέον δὲ κινηθεῖσα, οὐκ ἐπ̓ ἄλλοις, ἀλλ̓ ἐν αὐταῖς ταῖς κινήσεσι, τοὺς μείζους ἀριθμοὺς ὑποστήσαι, καὶ οὕτω δὴ ἑκάστοις ἀριθμοῖς ἐφαρμόσαι τὰ πλήθη ἕκαστα καὶ ἕκαστον τῶν ὄντων εἰδυῖα, ὡς, εἰ μὴ ἐφαρμοσθείη ἕκαστον ἀριθμῷ ἑκάστῳ, οὐδ̓ ἂν εἴη ἄλλο τι ἂν παρεκβὰν εἴη ἀνάριθμον καὶ ἄλογον γεγενημένον.
§6.12 ἀλλ̓ εἰ καὶ τὸ ἓν καὶ τὴν μονάδα μὴ ὑπόστασιν λέγοι ἔχειν: οὐδὲν γὰρ ἕν, μὴ τὶ ἕν: πάθημα δέ τι τῆς ψυχῆς πρὸς ἕκαστον τῶν ὄντων, πρῶτον μὲν τί κωλύει, καὶ ὅταν λέγῃ ὄν, πάθημα λέγειν εἶναι τῆς ψυχῆς καὶ μηδὲν εἶναι ὄν; εἰ δ̓ ὅτι νύττει τοῦτο καὶ πλήττει καὶ φαντασίαν περὶ ὄντος ποιεῖ, νυττομένην καὶ φαντασίαν λαμβάνουσαν τὴν ψυχὴν καὶ περὶ τὸ ἓν ὁρῶμεν. ἔπειτα πότερα καὶ τὸ πάθημα καὶ τὸ νόημα τῆς ψυχῆς ἓν πλῆθος; ἀλλ̓ ὅταν λέγωμεν μὴ ἕν, ἐκ μὲν τοῦ πράγματος αὐτοῦ οὐκ ἔχομεν τὸ ἕν. φαμὲν γὰρ οὐκ εἶναι ἐν αὐτῷ τὸ ἕν: ἔχομεν ἄρα ἕν, καὶ ἔστιν ἐν ψυχῇ ἄνευ τοῦ τὶ ἕν. ἀλλ̓ ἔχομεν τὸ ἓν ἐκ τῶν ἔξωθεν λαβόντες τινὰ νόησιν καί τινα τύπον, οἷον ἐννόημα ἐκ τοῦ πράγματος. οἱ μὲν γὰρ τῶν λεγομένων παῤ αὐτοῖς ἐννοημάτων ἓν εἶδος τὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνὸς τιθέντες ὑποστάσεις ἂν τοιαύτας τιθεῖεν, εἴπερ τι τῶν τοιούτων ἐν ὑποστάσει, πρὸς οὓς περὶ αὐτῶν καιρίως ἂν λέγοιτο: ἀλλ̓ οὔκ, εἰ τοιοῦτον οἷον ὕστερον ἀπὸ τῶν πραγμάτων λέγοιεν γεγονέναι ἐν ἡμῖν πάθημα νόημα, οἷον καὶ τὸ τοῦτο καὶ τὸ τὶ καὶ δὴ καὶ ὄχλον καὶ ἑορτὴν καὶ στρατὸν καὶ πλῆθος. καὶ γάρ, ὥσπερ τὸ πλῆθος παρὰ τὰ πράγματα τὰ πολλὰ λεγόμενα οὐδέν ἐστιν, οὐδ̓ ἑορτὴ παρὰ τοὺς συναχθέντας καὶ εὐθυμουμένους ἐπὶ ἱεροῖς, οὕτως οὐδὲ τὸ ἓν μόνον τὶ καὶ ἀπηρημωμένον τῶν ἄλλων νοοῦμεν, ὅταν λέγωμεν ἕν. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εἶναι, οἷον καὶ δεξιὸν καὶ τὸ ἄνω καὶ τὰ ἀντικείμενα τούτοις. τί γὰρ ἂν εἴη πρὸς ὑπόστασιν ἐπὶ δεξιοῦ ὅτι μὲν ὡδί, δ̓ ὡδὶ ἕστηκεν κάθηται; καὶ δὴ καὶ ἐπὶ τοῦ ἄνω ὡσαύτως, τὸ μὲν τοιαύτην θέσιν καὶ ἐν τούτῳ τοῦ παντὸς μᾶλλον, λέγομεν ἄνω, τὸ δὲ τὸ λεγόμενον κάτω. πρὸς δὴ τὰ τοιαῦτα πρῶτον μὲν ἐκεῖνο λεκτέον, ὡς ὑπόστασίς τις τῶν εἰρημένων ἐν ἑκάστῳ τούτων, οὐ μέντοι αὐτὴ ἐπὶ πάντων, οὔτε αὐτῶν πρὸς ἄλληλα οὔτε πρὸς τὸ ἓν ἁπάντων. χωρὶς μέντοι πρὸς ἕκαστον τῶν λεχθέντων ἐπιστατέον.
§6.13 τὸ δὴ ἀπὸ τοῦ ὑποκειμένου γενέσθαι τὴν νόησιν τοῦ ἑνὸς τοῦ ὑποκειμένου καὶ τοῦ ἐν αἰσθήσει ἀνθρώπου ὄντος ἄλλου ὁτουοῦν ζῴου καὶ λίθου πῶς ἂν εἴη εὔλογον, ἄλλου μὲν ὄντος τοῦ φανέντος, ἄλλου δὲ καὶ οὐ ταὐτοῦ ὄντος τοῦ ἕν; οὐ γὰρ ἂν καὶ ἐπὶ τοῦ μὴ ἀνθρώπου τὸ ἓν διάνοια κατηγόρει. ἔπειτα, ὥσπερ ἐπὶ τοῦ δεξιοῦ καὶ τῶν τοιούτων οὐ μάτην κινουμένη, ἀλλ̓ ὁρῶσα θέσιν διάφορον ἔλεγε τὸ ὡδί, οὑτωσί τι ἐνταῦθα ὁρῶσα λέγει ἕν: οὐ γὰρ δὴ κενὸν πάθημα καὶ ἐπὶ μηδενὶ τὸ ἓν λέγει. οὐ γὰρ διότι μόνον καὶ οὐκ ἄλλο: καὶ γὰρ ἐν τῷ ʽκαὶ οὐκ ἄλλὀ ἄλλο ἓν λέγει: ἔπειτα τὸ ἄλλο καὶ τὸ ἕτερον ὕστερον. μὴ γὰρ ἐρείσασα πρὸς ἓν οὔτε ἄλλο ἐρεῖ διάνοια οὔτε ἕτερον, τό τε μόνον ὅταν λέγῃ, ἓν μόνον λέγει: ὥστε τὸ ἓν λέγει πρὸ τοῦ μόνον. ἔπειτα τὸ λέγον, πρὶν εἰπεῖν περὶ ἄλλου ἕν, ἐστὶν ἓν καὶ περὶ οὗ λέγει, πρὶν εἰπεῖν νοῆσαί τινα περὶ αὐτοῦ, ἐστὶν ἕν. γὰρ ἓν πλείω ἑνὸς καὶ πολλά: καὶ εἰ πολλά, ἀνάγκη προυπάρχειν ἕν. ἐπεὶ καὶ ὅταν πλῆθος λέγῃ, πλείω ἑνὸς λέγει, καὶ ὅταν στρατόν, πολλοὺς ὡπλισμένους καὶ εἰς ἓν συντεταγμένους νοεῖ: κἂν πλῆθος ὂν οὐκ ἐᾷ πλῆθος εἶναι διάνοια, δῆλόν που καὶ ἐνταῦθα ποιεῖ διδοῦσα τὸ ἕν, μὴ ἔχει τὸ πλῆθος, ὀξέως τὸ ἓν τὸ ἐκ τῆς τάξεως ἰδοῦσα τὴν τοῦ πολλοῦ φύσιν συνήγαγεν εἰς ἕν: οὐδὲ γὰρ οὐδ̓ ἐνταῦθα τὸ ἓν ψεύδεται, ὥσπερ καὶ ἐπὶ οἰκίας τὸ ἐκ πολλῶν λίθων ἕν, μᾶλλον μέντοι τὸ ἓν ἐπὶ οἰκίας. εἰ οὖν μᾶλλον ἐπὶ τοῦ συνεχοῦς καὶ μᾶλλον ἐπὶ τοῦ μὴ μεριστοῦ, δῆλον ὅτι ὄντος τινὸς φύσεως τοῦ ἑνὸς καὶ ὑφεστώσης. οὐ γὰρ οἷόν τε ἐν τοῖς μὴ οὖσι τὸ μᾶλλον εἶναι, ἀλλ̓ ὥσπερ τὴν οὐσίαν κατηγοροῦντες καθ̓ ἑκάστου τῶν αἰσθητῶν, κατηγοροῦντες δὲ καὶ κατὰ τῶν νοητῶν, κυριώτερον κατὰ τῶν νοητῶν τὴν κατηγορίαν ποιούμεθα ἐν τοῖς οὖσι τὸ μᾶλλον καὶ κυριώτερον τιθέντες, καὶ τὸ ὂν μᾶλλον ἐν οὐσίᾳ καὶ αἰσθητῇ ἐν τοῖς ἄλλοις γένεσιν, οὕτω καὶ τὸ ἓν μᾶλλον καὶ κυριώτερον ἔν τε τοῖς αἰσθητοῖς αὐτοῖς διάφορον κατὰ τὸ μᾶλλον καὶ ἐν τοῖς νοητοῖς ὁρῶντας εἶναι κατὰ πάντας τοὺς τρόπους, εἰς ἀναφορὰν μέντοι ἑνὸς εἶναι φατέον. ὥσπερ δὲ οὐσία καὶ τὸ εἶναι νοητὸν καὶ οὐκ αἰσθητόν ἐστι, κἂν μετέχῃ τὸ αἰσθητὸν αὐτῶν, οὕτω καὶ τὸ ἓν περὶ αἰσθητὸν μὲν ἂν κατὰ μετοχὴν θεωροῖτο, νοητὸν μέντοι καὶ νοητῶς διάνοια αὐτὸ λαμβάνει: ὥστε ἀπ̓ ἄλλου ἄλλο νοεῖ, οὐχ ὁρᾷ: προῄδει ἄρα. εἰ δὲ προῄδει, ὂν τόδε τι ταὐτὸν τῷ ὄν, καὶ ὅταν τι ἕν, ἓν αὖ λέγει: ὥσπερ ὅταν τινὲς δύο καὶ ὅταν τινὰς πολλούς. εἰ τοίνυν μήτε τι νοῆσαι μήτε εἰπεῖν ἔστιν ἄνευ τοῦ ἓν τοῦ δύο τινος ἀριθμοῦ, πῶς οἷόν τε ἄνευ οὗ οὐχ οἷόν τέ τι νοῆσαι εἰπεῖν μὴ εἶναι; οὗ γὰρ μὴ ὄντος μηδ̓ ὁτιοῦν δύναται νοῆσαι εἰπεῖν λέγειν μὴ εἶναι ἀδύνατον: ἀλλ̓ οὗ χρεία πανταχοῦ πρὸς παντὸς νοήματος λόγου γένεσιν προυπάρχειν δεῖ καὶ λόγου καὶ νοήσεως: οὕτω γὰρ ἂν πρὸς τὴν τούτων γένεσιν παραλαμβάνοιτο. εἰ δὲ καὶ εἰς οὐσίας ἑκάστης ὑπόστασινοὐδὲν γὰρ ὄν, μὴ ἕνκαὶ πρὸ οὐσίας ἂν εἴη καὶ γεννῶν τὴν οὐσίαν. διὸ καὶ ἓν ὄν, ἀλλ̓ οὐκ ὄν, εἶτα ἕν: ἐν μὲν γὰρ τῷ ὂν καὶ ἓν πολλὰ ἂν εἴη, ἐν δὲ τῷ ἓν οὐκ ἔνι τὸ ὄν, εἰ μὴ καὶ ποιήσειεν αὐτὸ προσνεῦσαν αὐτοῦ τῇ γενέσει. καὶ τὸ τοῦτο δὲ οὐ κενόν: ὑπόστασιν γὰρ δεικνυμένην λέγει ἀντὶ τοῦ ὀνόματος αὐτοῦ καὶ παρουσίαν τινά, οὐσίαν ἄλλο τι τῶν ὄντων: ὥστε τὸ τοῦτο σημαίνοι ἂν οὐ κενόν τι οὐδ̓ ἐστὶ πάθημα της διανοίας ἐπὶ μηδενὶ ὄντι, ἀλλ̓ ἔστι πρᾶγμα ὑποκείμενον, ὥσπερ εἰ καὶ τὸ ἴδιον αὐτοῦ τινος ὄνομα λέγοι.
§6.14 πρὸς δὲ τὰ κατὰ τὸ πρός τι λεχθέντα ἄν τις εὐλόγως λέγοι, ὡς οὐκ ἔστι τὸ ἓν τοιοῦτον οἷον ἄλλου παθόντος αὐτὸ μηδὲν παθὸν ἀπολωλεκεναι τὴν αὑτοῦ φύσιν, ἀλλὰ δεῖ, εἰ μέλλοι ἐκ τοῦ ἓν ἐκβῆναι, πεπονθέναι τὴν τοῦ ἑνὸς στέρησιν εἰς δύο πλείω διαιρεθέν. εἰ οὖν αὐτὸς ὄγκος διαιρεθεὶς δύο γίνεται οὐκ ἀπολόμενος ὡς ὄγκος, δῆλον, ὅτι παρὰ τὸ ὑποκείμενον ἦν ἐν αὐτῷ προσὸν τὸ ἕν, ἀπέβαλε τῆς διαιρέσεως αὐτὸ φθειράσης. δὴ ὁτὲ μὲν τῷ αὐτῷ πάρεστιν, ὁτὲ δὲ ἀπογίνεται, πῶς οὐκ ἐν τοῖς οὖσι τάξομεν, ὅπου ἂν ; καὶ συμβεβηκέναι μὲν τούτοις, καθ̓ αὑτὸ δὲ εἶναι, ἔν τε τοῖς αἰσθητοῖς ὅταν φαίνηται ἔν τε τοῖς νοητοῖς, τοῖς μὲν ὑστέροις συμβεβηκός, ἐφ̓ ἑαυτοῦ δὲ ἐν τοῖς νοητοῖς, τῷ πρώτῳ, ὅταν ἕν, εἶτα ὄν. εἰ δέ τις λέγοι, ὡς καὶ τὸ ἓν μηδὲν παθὸν προσελθόντος ἄλλου αὐτῷ οὐκέτι ἕν, ἀλλὰ δύο ἔσται, οὐκ ὀρθῶς ἐρεῖ. οὐ γὰρ τὸ ἓν ἐγένετο δύο, οὔτε προσετέθη οὔτε τὸ προστεθέν, ἀλλ̓ ἑκάτερον μένει ἕν, ὥσπερ ἦν: τὰ δὲ δύο κατηγορεῖται κατ̓ ἀμφοῖν, χωρὶς δὲ τὸ ἓν καθ̓ ἑκατέρου μένοντος. οὔκουν τὰ δύο φύσει ἐν σχέσει καὶ δυάς: ἀλλ̓ εἰ μὲν κατὰ τὴν σύνοδον καὶ τὸ συνόδῳ εἶναι ταὐτὸν τῷ δύο ποιεῖν, τάχ̓ ἂν τοιαύτη σχέσις τὰ δύο καὶ δυάς: νῦν δὲ καὶ ἐν τῷ ἐναντίῳ πάθει θεωρεῖται πάλιν αὖ δυάς: σχισθέντος γὰρ ἑνός τινος γίνεται δύο. οὐ τοίνυν οὔτε σύνοδος οὔτε σχίσις τὰ δύο, ἵν̓ ἂν ἦν σχέσις. αὐτὸς δὲ λόγος καὶ ἐπὶ παντὸς ἀριθμοῦ. ὅταν γὰρ σχέσις γεννῶσά τι, ἀδύνατον τὴν ἐναντίαν τὸ αὐτὸ γεννᾶν, ὡς τοῦτο εἶναι τὸ πρᾶγμα τὴν σχέσιν. τί οὖν τὸ κύριον αἴτιον; ἓν μὲν εἶναι τοῦ ἓν παρουσίᾳ, δύο δέ, δυάδος, ὥσπερ καὶ λευκὸν λευκοῦ καὶ καλὸν καλοῦ καὶ δικαίου δίκαιον: οὐδὲ ταῦτα θετέον εἶναι, ἀλλὰ σχέσεις καὶ ἐν τούτοις αἰτιατέον, ὡς δίκαιον μὲν διὰ τὴν πρὸς τάδε τοιάνδε σχέσιν, καλὸν δέ, ὅτι οὕτω διατιθέμεθα οὐδενὸς ὄντος ἐν αὐτῷ τῷ ὑποκειμένῳ οἵου διαθεῖναι ἡμᾶς οὐδ̓ ἥκοντος ἐπακτοῦ τῷ καλῷ φαινομένῳ. ὅταν τοίνυν ἴδῃς τι ἓν λέγεις, πάντως δήπου ἐστὶ καὶ μέγα καὶ καλὸν καὶ μυρία ἂν εἴη εἰπεῖν περὶ αὐτοῦ. ὡς οὖν τὸ μέγα καὶ μέγεθός ἐστιν ἐν αὐτῷ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἄλλαι ποιότητες, διὰ τί οὐχὶ καὶ τὸ ἕν; οὐ γὰρ δὴ ποιότης μὲν ἔσται πᾶσα ἡτισοῦν, ποσότης δ̓ ἐν τοῖς οὖσιν οὐκ ἔσται, οὐδὲ ποσότης μὲν τὸ συνεχές, τὸ δὲ διωρισμένον οὐκ ἔσται, καίτοι μέτρῳ τὸ συνεχὲς χρῆται τῷ διωρισμένῳ. ὡς οὖν μέγα μεγέθους παρουσίᾳ, οὕτω καὶ ἓν ἑνὸς καὶ δύο δυάδος καὶ τὰ ἄλλα ὡσαύτως. τὸ δὲ ζητεῖν πῶς μεταλαμβάνει κοινὸν πρὸς πάντων τῶν εἰδῶν τὴν ζητουμένην μετάληψιν: φατέον δ̓ ἐν μὲν τοῖς διῃρημένοις ἄλλως θεωρεῖσθαι τὴν δεκάδα ἐνοῦσαν, ἐν δὲ τοῖς συνεχέσιν ἄλλως, ἐν δὲ ταῖς πολλαῖς εἰς ἓν τοσαύταις δυνάμεσιν ἄλλως: καὶ ἐν τοῖς νοητοῖς ἤδη ἀναβεβηκέναι, ἔτι δὲ ἐκεῖ μηκέτι ἐν ἄλλοις θεωρουμένους, ἀλλ̓ αὐτοὺς ἐφ̓ ἑαυτῶν ὄντας τοὺς ἀληθεστάτους ἀριθμοὺς εἶναι, αὐτοδεκάδα, οὐ δεκάδα τινῶν νοητῶν.
§6.15 πάλιν γὰρ ἐξ ἀρχῆς τούτων ἤδη λεχθέντων λέγωμεν τὸ μὲν ξύμπαν ὂν τὸ ἀληθινὸν ἐκεῖνο καὶ ὂν εἶναι καὶ νοῦν καὶ ζῷον τέλειον εἶναι, ὁμοῦ δὲ πάντα ζῷα εἶναι, οὗ δὴ τὸ ἓν ἑνί, ὡς ἦν αὐτῷ δυνατόν, μεμίμηται καὶ τόδε τὸ ζῷον τὸ πᾶν: ἔφυγε γὰρ τοῦ αἰσθητοῦ φύσις τὸ ἐκεῖ ἕν, εἴπερ καὶ ἔμελλεν αἰσθητὸν εἶναι. ἀριθμὸν δὴ δεῖ αὐτὸ εἶναι σύμπαντα: εἰ γὰρ μὴ τέλειος εἴη, ἐλλείποι ἂν ἀριθμῷ τινι: καὶ εἰ μὴ πᾶς ἀριθμὸς ζῴων ἐν αὐτῷ εἴη, παντελὲς ζῷον οὐκ ἂν εἴη. ἔστιν οὖν ἀριθμὸς πρὸ ζῴου παντὸς καὶ τοῦ παντελοῦς ζῴου. ʽ??ʼ μὲν δὴ ἄνθρωπος ἐν τῷ νοητῷ καὶ τὰ ἄλλα ζῷα, καθ̓ ἔστι: καὶ ζῷον παντελές ἐστιν ἐκεῖνο: καὶ γὰρ καὶ ἐνταῦθα ἄνθρωπος, ζῷον τὸ πᾶν, μέρος αὐτοῦ: καὶ ἕκαστον, ζῷον, ἐκεῖ ἐν ζῴῳ ἐστίν. ἐν δὲ τῷ νῷ, καθ̓ ὅσον νοῦς, ὡς μὲν μέρη οἱ νοῖ πάντες καθέκαστον: ἀριθμὸς δὲ καὶ τούτων. οὐ τοίνυν οὐδ̓ ἐν νῷ ἀριθμὸς πρώτως: ὡς δὲ ἐν νῷ, ὅσα νοῦ ἐνέργειαι, καὶ ὡς νοῦ δικαιοσύνη καὶ σωφροσύνη καὶ αἱ ἄλλαι ἀρεταὶ καὶ ἐπιστήμη καὶ ὅσα νοῦς ἔχων νοῦς ἐστιν ὄντως. πῶς οὖν οὐκ ἐν ἄλλῳ ἐπιστήμη; ὅτι ἐστὶ ταὐτὸν καὶ ὁμοῦ ἐπιστήμων, τὸ ἐπιστητόν, ἐπιστήμη, καὶ τὰ ἄλλα ὡσαύτως. διὸ καὶ πρώτως ἕκαστον καὶ οὐ συμβεβηκὸς δικαιοσύνη, ψυχῇ δέ, καθ̓ ὅσον ψυχή, συμβεβηκός: δυνάμει γὰρ μᾶλλον ταῦτα, ἐνεργείᾳ δέ, ὅταν πρὸς νοῦν καὶ συνῇ. μετὰ δὲ τοῦτο ἤδη τὸ ὂν καὶ ἐν τούτῳ ἀριθμός, μεθ̓ οὗ τὰ ὄντα γεννᾷ κινούμενον κατ̓ ἀριθμόν, προστησάμενον τοὺς ἀριθμοὺς τῆς ὑποστάσεως αὐτῶν, ὥσπερ καὶ αὐτοῦ τὸ ἓν συνάπτον αὐτὸ τὸ ὂν πρὸς τὸ πρῶτον, οἱ δ̓ ἀριθμοὶ οὐκέτι τὰ ἄλλα πρὸς τὸ πρῶτον: ἀρκεῖ γὰρ τὸ ὂν συνημμένον: τὸ δὲ ὂν γενόμενον ἀριθμὸς συνάπτει τὰ ὄντα πρὸς αὑτό: σχίζεται γὰρ οὐ καθ̓ ἕν, ἀλλὰ μένει τὸ ἓν αὐτοῦ: σχιζόμενον δὲ κατὰ τὴν αὑτοῦ φύσιν εἰς ὅσα ἠθέλησεν, εἶδεν εἰς ὅσα καὶ τὸν ἀριθμὸν ἐγέννησεν ἐν αὐτῷ ἄρα ὄντα: ταῖς γὰρ δυνάμεσι τοῦ ἀριθμοῦ ἐσχίσθη καὶ τοσαῦτα ἐγέννησεν, ὅσα ἦν ἀριθμός. ἀρχὴ οὖν καὶ πηγὴ ὑποστάσεως τοῖς οὖσιν ἀριθμὸς πρῶτος καὶ ἀληθής. διὸ καὶ ἐνταῦθα μετ̓ ἀριθμῶν γένεσις ἑκάστοις, κἂν ἄλλον ἀριθμὸν λάβῃ τι, ἄλλο γεννᾷ γίνεται οὐδέν. καὶ οὗτοι μὲν πρῶτοι ἀριθμοί, ὡς ἀριθμητοί: οἱ δ̓ ἐν τοῖς ἄλλοις ἤδη ἀμφότερα ἔχουσιν: μὲν παρὰ τούτων, ἀριθμητοί, δὲ κατὰ τούτους, τὰ ἄλλα μετροῦσιν ἀριθμοῦντες καὶ τοὺς ἀριθμοὺς καὶ τὰ ἀριθμητά. τίνι γὰρ δέκα ἂν λέγοιεν τοῖς παῤ αὐτοῖς ἀριθμοῖς;
§6.16 τούτους δή, οὕς φαμεν πρώτους ἀριθμοὺς καὶ ἀληθεῖς, ποῦ ἄν, τις ἂν φαίη, θείητε καὶ εἰς τί γένος τῶν ὄντων; ἐν μὲν γὰρ τῷ ποσῷ δοκοῦσιν εἶναι παρὰ πᾶσι καὶ δὴ καὶ ποσοῦ μνήμην ἐν τῷ πρόσθεν ἐποιεῖσθε ἀξιοῦντες ὁμοίως τῷ συνεχεῖ καὶ τὸ διωρισμένον ἐν τοῖς οὖσι τιθέναι. πάλιν τε αὖ λέγετε, ὡς πρώτων ὄντων οὗτοί εἰσιν οἱ ἀριθμοί: ἄλλους τε αὖ ἀριθμοὺς παῤ ἐκείνους εἶναι λέγετε ἀριθμοῦντας. πῶς οὖν ταῦτα διατάττεσθε, λέγετε ἡμῖν: ἔχει γὰρ πολλὴν ἀπορίαν: ἐπεὶ καὶ τὸ ἓν τὸ ἐν τοῖς αἰσθητοῖς πότερα ποσόν τι πολλάκις μὲν τὸ ἓν ποσόν, αὐτὸ δὲ μόνον ἀρχὴ ποσοῦ καὶ οὐ ποσόν; καὶ πότερα ἀρχὴ οὖσα συγγενὲς ἄλλο τι; ταῦτα ἡμῖν πάντα δίκαιοι διασαφεῖν ἐστε. λεκτέον οὖν ἀρξαμένοις ἐντεῦθεν περὶ τούτων, ὡς ὅταν μένπρῶτον δ̓ ἐπὶ τῶν αἰσθητῶν ποιητέον τὸν λόγον: ὅταν τοίνυν ἄλλον μετ̓ ἄλλου λαβὼν εἴπῃς δύο, οἷον κύνα καὶ ἄνθρωπον καὶ ἀνθρώπους δύο πλείους, δέκα εἰπὼν καὶ ἀνθρώπων δεκάδα, ἀριθμὸς οὗτος οὐκ οὐσία οὐδ̓ ὡς ἐν αἰσθητοῖς, ἀλλὰ καθαρῶς ποσόν: καὶ μερίζων καθ̓ ἕνα καὶ τῆς δεκάδος ταύτης ποιῶν μέρη τὰ ἕνα ἀρχὴν ποιεῖς καὶ τίθεσαι ποσοῦ: εἷς γὰρ τῶν δέκα οὐχ ἓν καθ̓ αὑτό. ὅταν δὲ τὸν ἄνθρωπον αὐτὸν ἐφ̓ ἑαυτοῦ λέγῃς ἀριθμόν τινα, οἷον δυάδα, ζῷον καὶ λογικόν, οὐχ εἷς ἔτι τρόπος ἐνταῦθα, ἀλλ̓ μὲν διεξοδεύεις καὶ ἀριθμεῖς, ποσόν τι ποιεῖς, δὲ τὰ ὑποκείμενά ἐστι δύο καὶ ἑκάτερον ἕν, εἰ τὸ ἓν ἑκάτερον συμπληροῦν τὴν οὐσίαν καὶ ἑνότης ἐν ἑκατέρῳ, ἀριθμὸν ἄλλον καὶ οὐσιώδη λέγεις: καὶ δυὰς αὕτη οὐχ ὕστερον οὐδὲ ὅσον λέγει μόνον ἔξωθεν τοῦ πράγματος, ἀλλὰ τὸ ἐν τῇ οὐσίᾳ καὶ συνέχον τὴν τοῦ πράγματος φύσιν: οὐ γὰρ ποιεῖς ἀριθμὸν σὺ ἐνταῦθα ἐν διεξόδῳ ἐπιὼν πράγματα καθ̓ αὑτὰ ὄντα οὐδὲ συνιστάμενα ἐν τῷ ἀριθμεῖσθαι. τί γὰρ ἂν γένοιτο εἰς οὐσίαν ἄλλῳ ἀνθρώπῳ μετ̓ ἄλλου ἀριθμουμένῳ; οὐδὲ γάρ τις ἑνάς, ὥσπερ ἐν χορῷ, ἀλλ̓ δεκὰς αὕτη τῶν ἀνθρώπων ἐν σοὶ τῷ ἀριθμοῦντι τὴν ὑπόστασιν ἂν ἔχοι, ἐν δὲ τοῖς δέκα οὓς ἀριθμεῖς μὴ συντεταγμένοις εἰς ἓν οὐδὲ δεκὰς ἂν λέγοιτο, ἀλλὰ δέκα σὺ ποιεῖς ἀριθμῶν καὶ ποσῶν τοῦτο τὸ δέκα: ἐν δὲ τῷ χορῷ καὶ ἔστι τι ἔξω καὶ ἐν τῷ στρατῷ. πῶς δ̓ ἐν σοί; μὲν πρὸ τοῦ ἀριθμεῖν ἐγκείμενος ἄλλως: δ̓ ἐκ τοῦ φανῆναι ἔξωθεν πρὸς τὸν ἐν σοὶ ἐνέργεια ἐκείνων κατ̓ ἐκείνους, ἀριθμοῦντος ἅμα καὶ ἀριθμὸν γεννῶντος καὶ ἐν τῇ ἐνεργείᾳ ὑπόστασιν ποιοῦντος ποσοῦ, ὥσπερ καὶ ἐν τῷ βαδίζειν ὑπόστασίν τινος κινήσεως. πῶς οὖν ἄλλως ἐν ἡμῖν; τῆς οὐσίας ἡμῶν: μετέχουσά, φησιν, ἀριθμοῦ καὶ ἁρμονίας καὶ ἀριθμὸς αὖ καὶ ἁρμονία: οὔτε γὰρ σῶμά, φησί τις, οὔτε μέγεθος: ἀριθμὸς ἄρα ψυχή, εἴπερ οὐσία. μὲν δὴ τοῦ σώματος ἀριθμὸς οὐσία, ὡς σῶμα, δὲ τῆς ψυχῆς οὐσίαι, ὡς ψυχαί. καὶ δὴ ὅλως ἐπὶ τῶν νοητῶν, εἰ ἔστι τὸ ἐκεῖ ζῷον αὐτὸ πλείω, οἷον τριάς, αὕτη τριὰς οὐσιώδης ἐν τῷ ζῴῳ. δὲ τριὰς μήπω ζῴου, ἀλλ̓ ὅλως τριὰς ἐν τῷ ὄντι, ἀρχὴ οὐσίας. εἰ δ̓ ἀριθμοῖς ζῷον καὶ καλόν, ἑκάτερον μὲν ἕν, σὺ δὲ γεννᾷς ἀριθμὸν ἐν σοὶ καὶ ἐνεργεῖς ποσὸν καὶ δυάδα. εἰ μέντοι ἀρετὴν τέτταρα λέγοις, καὶ τετράς ἐστί τις, οἷον τὰ μέρη αὐτῆς εἰς ἕν, καὶ ἑνάδα τετράδα, οἷον τὸ ὑποκείμενον, καὶ σὺ τετράδα ἐφαρμόττεις τὴν ἐν σοί.
§6.17 δὲ λεγόμενος ἄπειρος ἀριθμὸς πῶς; πέρας γὰρ οὗτοι αὐτῷ διδόασιν οἱ λόγοι. καὶ ὀρθῶς, εἴπερ ἔσται ἀριθμός: τὸ γὰρ ἄπειρον μάχεται τῷ ἀριθμῷ. διὰ τί οὖν λέγομεν ʽἄπειρος ἀριθμόσ̓; ἆῤ οὖν ὥσπερ ἄπειρον λέγομεν γραμμήνλέγομεν δὲ γραμμὴν ἄπειρον, οὐχ ὅτι ἔστι τις τοιαύτη, ἀλλ̓ ὅτι ἔξεστιν ἐπὶ τῇ μεγίστῃ, οἷον τοῦ παντός, ἐπινοῆσαι μείζωοὕτω καὶ ἐπὶ τοῦ ἀριθμοῦ; γνωσθέντος γὰρ ὅσος ἐστὶν ἔστιν αὐτὸν διπλασίονα ποιῆσαι τῇ διανοίᾳ οὐκ ἐκείνῳ συνάψαντα: το γὰρ ἐν σοὶ μόνῳ νόημα καὶ φάντασμα πῶς ἂν τοῖς οὖσι προσάψαις; φήσομεν ἄπειρον ἐν τοῖς νοητοῖς εἶναι γραμμήν: ποσὴ γὰρ ἂν εἴη ἐκεῖ γραμμή. ἀλλ̓ εἰ μὴ ποσή τις, ἐν ἀριθμῷ ἄπειρος ἂν εἴη. τὸ ἄπειρον ἄλλον τρόπον, οὐχ ὡς ἀδιεξίτητον: ἀλλὰ πῶς ἄπειρος; ἐν τῶ λόγῳ τῆς αὐτογραμμῆς οὐκ ἔνι προσνοούμενον πέρας. τί οὖν ἐκεῖ γραμμὴ καὶ ποῦ; ὕστερον μὲν γὰρ ἀριθμοῦ: ἐνορᾶται γὰρ ἐν αὐτῇ τὸ ἕν: καὶ γὰρ ἀφ̓ ἑνὸς καὶ πρὸς μίαν διάστασιν: ποσὸν δὲ τὸ τῆς διαστάσεως μέτρον οὐκ ἔχει: ἀλλὰ ποῦ τοῦτο; ἆρα μόνον ἐν νοήσει οἷον ὁριστικῇ; καὶ πρᾶγμα, νοερὸν μέντοι. πάντα γὰρ οὕτως, ὡς καὶ νοερὰ καί πως τὸ πρᾶγμα: καὶ δὴ καὶ περὶ ἐπιπέδου καὶ στερεοῦ καὶ πάντων τῶν σχημάτων ποῦ καὶ ὅπως: οὐ γὰρ δὴ ἡμεῖς τὰ σχήματα ἐπινοοῦμεν. μαρτυρεῖ δὲ τό τε τοῦ παντὸς σχῆμα πρὸ ἡμῶν καὶ τὰ ἄλλα, ὅσα φυσικὰ σχήματα ἐν τοῖς φύσει οὖσιν, δὴ ἀνάγκη πρὸ τῶν σωμάτων εἶναι ἀσχημάτιστα ἐκεῖ καὶ πρῶτα σχήματα. οὐ γὰρ μορφαὶ ἐν ἄλλοις, ἀλλὰ αὐτὰ αὑτῶν ὄντα οὐκ ἐδεῖτο ἐκταθῆναι: τὰ γὰρ ἐκταθέντα ἄλλων. πάντοτε οὖν σχῆμα ἓν τῷ ὄντι, διεκρίθη δὲ ἤτοι ἐν τῷ ζῴῳ πρὸ τοῦ ζῴου. λέγω δὲ διεκρίθη, οὐχ ὅτι ἐμεγεθύνθη, ἀλλ̓ ὅτι ἕκαστον ἐμερίσθη πρὸς ἕκαστον, ὡς τὸ ζῷον, καὶ τοῖς σώμασιν ἐδόθη τοῖς ἐκεῖ, οἷον πυρί, εἰ βούλει, τῷ ἐκεῖ ἐκεῖ πυραμίς. διὸ καὶ τοῦτο μιμεῖσθαι θέλει μὴ δυνάμενον ὕλης αἰτίᾳ καὶ τὰ ἄλλα ἀνὰ λόγον, ὡς λέγεται περὶ τῶν τῇδε. ἀλλ̓ οὖν ἐν τῷ ζῴῳ καθ̓ ζῷον; ἐν τῷ νῷ πρότερον. ἔστι μὲν γὰρ ἐν τῷ ζῴῳ: εἰ μὲν οὖν τὸ ζῷον περιεκτικὸν ἦν τοῦ νοῦ, ἐν τῷ ζῴῳ πρώτως, εἰ δὲ νοῦς κατὰ τὴν τάξιν πρότερον, πρότερον ἐν νῷ. ἀλλ̓ εἰ ἐν τῷ ζῴῳ τῷ παντελεῖ καὶ ψυχαί, πρότερον νοῦς. ἀλλὰ ʽνοῦσ̓ φησιν ʽὅσα ὁρᾷ ἐν τῷ παντελεῖ ζῴᾠ: εἰ οὖν ὁρᾷ, ὕστερος. δυνατὸν τὸ ὁρᾷ οὕτως εἰρῆσθαι, ὡς ἐν τῇ ὁράσει τῆς ὑποστάσεως γινομένης: οὐ γὰρ ἄλλος, ἀλλὰ πάντα ἕν, καὶ νόησις δὲ ψιλὴν ἔχει σφαῖραν, τὸ δὲ ζῷον ζῴου σφαῖραν.
§6.18 ἀλλὰ γὰρ ἀριθμὸς ἐκεῖ ὥρισται: ἡμεῖς δ̓ ἐπινοήσομεν πλείονα τοῦ προτεθέντος, καὶ τὸ ἄπειρον οὕτως ἀριθμούντων. ἐκεῖ δὲ ἐπινοῆσαι πλέον οὐκ ἔστι τοῦ ἐπινοηθέντος: ἤδη γὰρ ἔστιν: οὐδ̓ ἐλήφθη τις οὐδὲ ληφθήσεται, ἵνα τις καὶ προστεθῇ αὐτῷ. εἴη δὲ ἂν κἀκεῖ ἄπειρος, ὅτι οὐκ ἔστι μεμετρημένος: ὑπὸ τίνος γάρ; ἀλλ̓ ὃς ἔστι, πᾶς ἐστιν ἓν ὢν καὶ ὁμοῦ καὶ ὅλος δὴ καὶ οὐ περιειλημμένος πέρατί τινι, ἀλλ̓ ἑαυτῷ ὢν ὃς ἔστι: τῶν γὰρ ὄντων ὅλως οὐδὲν ἐν πέρατι, ἀλλ̓ ἔστι τὸ πεπερασμένον καὶ μεμετρημένον τὸ εἰς ἀπειρίαν κωλυθὲν δραμεῖν καὶ μέτρου δεόμενον: ἐκεῖνα δὲ πάντα μέτρα, ὅθεν καὶ καλὰ πάντα. καὶ γάρ, ζῷον, καλόν, ἀρίστην τὴν ζωὴν ἔχον, οὐδεμιᾷ ζωῇ ἐλλεῖπον, οὐδ̓ αὖ πρὸς θάνατον συμμιγῆ ἔχον τὴν ζωήν: οὐδὲν γὰρ θνητὸν οὐδ̓ ἀποθνῆσκον: οὐδ̓ αὖ ἀμενηνὴ ζωὴ τοῦ ζῴου αὐτοῦ, ἀλλ̓ πρώτη καὶ ἐναργεστάτη καὶ τὸ τρανὸν ἔχουσα τοῦ ζῆν, ὥσπερ τὸ πρῶτον φῶς, ἀφ̓ οὗ καὶ αἱ ψυχαὶ ζῶσί τε ἐκεῖ καὶ αἱ δεῦρο ἰοῦσαι κομίζονται. οἶδε δὲ καὶ ὅτου χάριν ζῇ καὶ πρὸς ζῇ, ἀφ̓ οὗ καὶ ζῇ: ἐξ οὗ γὰρ καὶ εἰς ζῇ. δὲ πάντων φρόνησις καὶ πᾶς νοῦς ἐπὼν καὶ συνὼν καὶ ὁμοῦ ὢν ἀγαθώτερον αὐτὸ ἐπιχρώσας καὶ συγκερασάμενος φρόνησιν σεμνότερον αὐτοῦ τὸ κάλλος παρέχεται: ἐπεὶ καὶ ἐνταῦθα φρόνιμος ζωὴ τὸ σεμνὸν καὶ τὸ καλὸν κατὰ ἀλήθειάν ἐστι, καίτοι ἀμυδρῶς ὁρᾶται: ἐκεῖ δὲ καθαρῶς ὁρᾶται. δίδωσι γὰρ τῷ ὁρῶντι ὅρασιν καὶ δύναμιν εἰς τὸ μᾶλλον ζῆν καὶ μᾶλλον εὐτόνως ζῶντα ὁρᾶν καὶ γενέσθαι ὁρᾷ. ἐνταῦθα μὲν γὰρ ποσβολὴ καὶ πρὸς ἄψυχα πολλή, καὶ ὅταν πρὸς ζῷα, τὸ μὴ ζῶν αὐτῶν προβέβληται, καὶ ἔνδον ζωὴ μέμικται. ἐκεῖ δὲ ζῷα πάντα καὶ ὅλα ζῶντα καὶ καθαρά, κἂν ὡς οὐ ζῷόν τι λάβῃς, ἐξέλαμψεν αὑτοῦ εὐθέως καὶ αὐτὸ τὴν ζωήν: τὴν δὲ οὐσίαν ἐν αὐτοῖς διαβᾶσαν, ἀκίνητον εἰς μεταβολὴν παρέχουσαν αὐτοῖς τὴν ζωὴν καὶ τὴν φρόνησιν καὶ τὴν ἐν αὐτοῖς σοφίαν καὶ ἐπιστήμην θεασάμενος τὴν κάτω φύσιν ἅπασαν γελάσει τῆς εἰς οὐσίαν προσποιήσεως. παρὰ γὰρ ταύτης μένει μὲν ζωή, μένει δὲ νοῦς, ἕστηκε δὲ ἐν αἰῶνι τὰ ὄντα: ἐξίστησι δὲ οὐδὲν οὐδέ τι τρέπει οὐδὲ παρακινεῖ αὐτό: οὐδὲ γὰρ ἔστι τι ὂν μετ̓ αὐτό, ἐφάψεται αὐτοῦ: εἰ δέ τι ην, ὑπὸ τούτου ἂν ἦν: καὶ εἰ ἐναντίον τι ἦν, ἀπαθὲς ἂν ἦν τοῦτο ὑπ̓ αὐτοῦ τοῦ ἐναντίου. ὂν δὲ αὐτὸ οὐκ ἂν τοῦτο ἐποίησεν ὄν, ἀλλ̓ ἕτερον πρὸ αὐτοῦ κοινὸν καὶ ἦν ἐκεῖνο τὸ ὄν: ὥστε ταύτῃ Παρμενίδης ὀρθῶς ἓν εἰπὼν τὸ ὄν: καὶ οὐ δἰ ἐρημίαν ἄλλου ἀπαθές, ἀλλ̓ ὅτι ὄν. μόνῳ γὰρ τούτῳ παῤ αὑτοῦ ἔστιν εἶναι. πῶς ἂν οὖν τις τὸ ὂν παῤ αὐτοῦ ἀφέλοιτο ὁτιοῦν ἄλλο, ὅσα ὄντως ἐνἑ??ʼγείᾳ καὶ ὅσα ἀπ̓ αὐτοῦ; ἕως γὰρ ἂν , χορηγεῖ: ἔστι δ̓ ἀεί: ὥστε κἀκεῖνα. οὕτω δ̓ ἐστὶν ἐν δυνάμει καὶ κάλλει μέγα, ὥστε θέλγειν καὶ τὰ πάντα ἀνηρτῆσθαι αὐτοῦ καὶ ἴχνος αὐτοῦ παῤ αὐτοῦ ἔχοντα ἀγαπᾶν καὶ μετὰ τοῦτο τἀγαθὸν ζητεῖν: τὸ γὰρ εἶναι πρὸ ἐκείνου ὡς πρὸς ἡμᾶς, καὶ πᾶς δὲ κόσμος οὗτος καὶ ζῆν καὶ φρονεῖν, ἵνα , θέλει, καὶ πᾶσα ψυχὴ καὶ πᾶς νοῦς ἔστιν εἶναι: τὸ δὲ εἶναι αὔταρκες ἑαυτῷ.
§7.1–7.13
§7.1 Εἰς γένεσιν πέμπων θεὸς θεός τις τὰς ψυχὰς φωσφόρα περὶ τὸ πρόσωπον ἔθηκεν ὄμματα καὶ τὰ ἄλλα ὄργανα ταῖς αἰσθήσεσιν ἑκάσταις ἔδωκε προορώμενος, ὡς οὕτως ἂν σώζοιτο, εἰ προορῷτο καὶ προακούοι καὶ ἁψαμένη τὸ μὲν φεύγοι, τὸ δὲ διώκοι. πόθεν δὴ προιδὼν ταῦτα; οὐ γὰρ δὴ πρότερον γενομένων ἄλλων, εἶτα δἰ ἀπουσίαν αἰσθήσεων φθαρέντων, ἔδωκεν ὕστερον ἔχοντες ἔμελλον ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα τὸ παθεῖν φυλάξασθαι. εἴποι ἄν τις, ᾔδει, ὅτι ἐν θερμοῖς καὶ ψυχροῖς ἔσοιτο τὸ ζῷον καὶ τοῖς ἄλλοις σωμάτων πάθεσι: ταῦτα δὲ εἰδώς, ὅπως μὴ φθείροιτο ῥᾳδίως τῶν ζῴων τὰ σώματα, τὸ αἰσθάνεσθαι ἔδωκε, καὶ δἰ ὧν ἐνεργήσουσιν αἱ αἰσθήσεις ὀργάνων. ἀλλ̓ ἤτοι ἐχούσαις τὰς δυνάμεις ἔδωκε τὰ ὄργανα ἄμφω. ἀλλ̓ εἰ μὲν ἔδωκε καὶ τὰς αἰσθήσεις, οὐκ ἦσαν αἰσθητικαὶ πρότερον ψυχαὶ οὖσαι: εἰ δ̓ εἶχον, ὅτε ἐγένοντο ψυχαί, καὶ ἐγένοντο, ἵν̓ εἰς γένεσιν ἴωσι, σύμφυτον αὐταῖς τὸ εἰς γένεσιν ἰέναι. παρὰ φύσιν ἄρα τὸ ἀπὸ γενέσεως καὶ ἐν τῷ νοητῷ εἶναι: καὶ πεποίηνται δή, ἵνα ἄλλου ὦσι καὶ ἵνα ἐν κακῷ εἶεν: καὶ πρόνοια, ἵνα σώζοιντο ἐν τῷ κακῷ, καὶ λογισμὸς τοῦ θεοῦ οὗτος καὶ ὅλως λογισμός. ἀρχαὶ δὲ λογισμῶν τίνες; καὶ γάρ, εἰ ἐξ ἄλλων λογισμῶν, δεῖ ἐπί τι πρὸ λογισμοῦ τινά γε πάντως ἰέναι. τίνες οὖν ἀρχαί; γὰρ αἴσθησις νοῦς. ἀλλὰ αἴσθησις μὲν οὔπω: νοῦς ἄρα. ἀλλ̓ εἰ νοῦς αἱ προτάσεις, τὸ συμπέρασμα ἐπιστήμη: περὶ αἰσθητοῦ οὐδενὸς ἄρα. οὗ γὰρ ἀρχὴ μὲν ἐκ τοῦ νοητοῦ, τελευτὴ δὲ εἰς νοητὸν ἀφικνεῖται, πῶς ἔνι ταύτην τὴν ἕξιν πρὸς αἰσθητοῦ διανόησιν ἀφικνεῖσθαι; οὔτ̓ οὖν ζῴου πρόνοια οὔθ̓ ὅλως τοῦδε τοῦ παντὸς ἐκ λογισμοῦ ἐγένετο: ἐπεὶ οὐδὲ ὅλως λογισμὸς ἐκεῖ, ἀλλὰ λέγεται λογισμὸς εἰς ἔνδειξιν τοῦ πάντα οὕτως, ὡς ἄν τις σοφὸς ἐκ λογισμοῦ ἐν τοῖς ὑστέροις, καὶ προόρασις, ὅτι οὕτως, ὡς ἄν τις σοφὸς ἐν τοῖς ὕστερον προίδοιτο. ἐν γὰρ τοῖς μὴ γενομένοις πρὸ λογισμοῦ λογισμὸς χρήσιμον ἀπορίᾳ δυνάμεως τῆς πρὸ λογισμοῦ, καὶ προόρασις, ὅτι μὴ ἦν δύναμις τῷ προορῶντι, καθ̓ ἣν οὐκ ἐδεήθη προοράσεως. καὶ γὰρ προόρασις, ἵνα μὴ τοῦτο, ἀλλὰ τοῦτο, καὶ οἷον φοβεῖται τὸ μὴ τοιοῦτον: οὗ δὲ τοῦτο μόνον, οὐ προόρασις: καὶ λογισμὸς τοῦτο ἀντὶ τούτου. μόνου δ̓ ὄντος θατέρου τί καὶ λογίζεται; πῶς οὖν τὸ μόνον καὶ ἓν καὶ ἁπλῶς ἔχει ἀναπτυσσόμενον τὸ τοῦτο, ἵνα μὴ τοῦτο; καὶ ἔμελλε γὰρ τοῦτο, εἰ μὴ τοῦτο, καὶ χρήσιμον τοῦτο ἀνεφάνη καὶ σωτήριον τοῦτο γενόμενον. προείδετο ἄρα καὶ προελογίσατο ἄρα. καὶ δὴ καὶ τὸ νῦν ἐξ ἀρχῆς λεχθὲν τὰς αἰσθήσεις διὰ τοῦτο ἔδωκε καὶ τὰς δυνάμεις, εἰ καὶ ὅτι μάλιστα ἄπορος δόσις καὶ πῶς. οὐ μὴν ἀλλ̓ εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι, μηδὲ θέμις τοῦ θεοῦ ὁτιοῦν ὂν ἄλλο τι νομίζειν ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, καὶ τοῦ μέλλοντος ὡς ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστι τὸ μέλλον, ἀνάγκη οὕτω παρεῖναι, ὡς προνενοημένον εἰς τὸ ὕστερον: τοῦτο δέ ἐστιν, ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δ̓ ἐστὶ μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν, ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε: ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν τόδε: τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν.
§7.2 διὸ καὶ ἐντεῦθεν ἄν τις οὐχ ἧττον καταμάθοι τὴν νοῦ φύσιν, ἣν κἂν πλέον τῶν ἄλλων ὁρῶμεν, οὐδ̓ ὣς ὅσον ἐστὶ τὸ νοῦ χρῆμα ὁρῶμεν. τὸ μὲν γὰρ ὅτι δίδομεν αὐτὸν ἔχειν, τὸ δὲ διότι οὐκέτι, , εἰ δοίημεν, χωρίς. καὶ ὁρῶμεν ἄνθρωπον ὀφθαλμόν, εἰ τύχοι, ὥσπερ ἄγαλμα ἀγάλματος: τὸ δέ ἐστιν ἐκεῖ ἄνθρωπος καὶ διὰ τί ἄνθρωπος, εἴπερ καὶ νοερὸν αὐτὸν δεῖ τὸν ἐκεῖ ἄνθρωπον εἶναι καὶ ὀφθαλμὸν καὶ διὰ τί οὐκ ἂν ὅλως εἴη, εἰ μὴ διὰ τίἐνταῦθα δὲ ὥσπερ ἕκαστον τῶν μερῶν χωρίς, οὕτω καὶ τὸ διὰ τί. ἐκεῖ δ̓ ἐν ἑνὶ πάντα, ὥστε ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ διὰ τί τοῦ πράγματος. πολλαχοῦ δὲ καὶ ἐνταῦθα τὸ πρᾶγμα καὶ τὸ διὰ τί ταὐτόν, οἷον τί ἐστιν ἔκλειψις. τί οὖν κωλύει καὶ ἕκαστον διὰ τί εἶναι καὶ ἐπὶ τῶν ἄλλων, καὶ τοῦτο εἶναι τὴν οὐσίαν ἑκάστου; μᾶλλον δὲ ἀνάγκη: καὶ πειρωμένοις οὕτως τὸ τί ἦν εἶναι λαμβάνειν ὀρθῶς συμβαίνει. γὰρ ἔστιν ἕκαστον, διὰ τοῦτο ἔστι. λέγω δὲ οὐχ, ὅτι τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναιτοῦτο μὲν γὰρ ἀληθέςἀλλ̓ ὅτι, εἰ καὶ αὐτὸ τὸ εἶδος ἕκαστον πρὸς αὑτὸ ἀναπτύσσοις, εὑρήσεις ἐν αὐτῷ τὸ διὰ τί. ἀργὸν μὲν γὰρ ὂν καὶ ζωὴν ἔχον τὸ διὰ τί οὐ πάντως ἔχει, εἶδος δὲ ὂν καὶ νοῦ ὂν πόθεν ἂν λάβοι τὸ διὰ τί; εἰ δὲ παρὰ νοῦ τις λέγοι, οὐ χωρίς ἐστιν, εἴ γε καὶ αὐτό ἐστιν: εἰ οὖν δεῖ ἔχειν ταῦτα μηδενὶ ἐλλείποντα, μηδὲ τῷ διὰ τί ἐλλείπειν. νοῦς δὲ ἔχει τὸ διὰ τί οὕτως ἕκαστον τῶν ἐν αὐτῷ: τὰ δὲ ἐν αὐτῷ αὐτὸς ἕκαστον ἂν εἴη τῶν ἐν αὐτῷ, ὥστε μηδὲν προσδεῖσθαι τοῦ διὰ τί γέγονεν, ἀλλ̓ ὁμοῦ γέγονε καὶ ἔχει ἐν αὑτῷ τὴν τῆς ὑποστάσεως αἰτίαν. γεγονὸς δὲ οὐκ εἰκῆ οὐδὲν ἂν παραλελειμμένον ἔχοι τοῦ διὰ τί, ἀλλὰ πᾶν ἔχον ἔχει καὶ τὸ καλῶς ὁμοῦ τῆς αἰτίας. καὶ τοῖς ἄρα μεταλαμβάνουσιν οὕτω δίδωσιν, ὡς τὸ διὰ τί ἔχειν. καὶ μήν, ὥσπερ ἐν τῷδε τῷ παντὶ ἐκ πολλῶν συνεστηκότι συνείρεται πρὸς ἄλληλα τὰ πάντα, καὶ ἐν τῷ πάντα εἶναι ἔστι καὶ διότι ἕκαστον, ὥσπερ καὶ ἐφ̓ ἑκάστου τὸ μέρος πρὸς τὸ ὅλον ἔχον ὁρᾶται, οὐ τούτου γενομένου, εἶτα τούτου μετὰ τόδε, ἀλλὰ πρὸς ἄλληλα ὁμοῦ τὴν αἰτίαν καὶ τὸ αἰτιατὸν συνιστάντων, οὕτω χρὴ πολὺ μᾶλλον ἐκεῖ τά τε πάντα πρὸς τὸ ὅλον ἕκαστα καὶ ἕκαστον πρὸς αὑτό. εἰ οὖν συνυπόστασις ὁμοῦ πάντων καὶ οὐκ εἰκῆ πάντων καὶ δεῖ μὴ ἀπηρτῆσθαι, ἐν αὑτοῖς ἂν ἔχοι τὰ αἰτιατὰ τὰς αἰτίας, καὶ τοιοῦτον ἕκαστον, οἷον ἀναιτίως τὴν αἰτίαν ἔχειν. εἰ οὖν μὴ ἔχει αἰτίαν τοῦ εἶναι, αὐτάρκη δέ ἐστι καὶ μεμονωμένα αἰτίας ἐστίν, εἴη ἂν ἐν αὑτοῖς ἔχοντα σὺν αὑτοῖς τὴν αἰτίαν. καὶ γὰρ αὖ εἰ μηδέν ἐστι μάτην ἐκεῖ, πολλὰ δὲ ἐν ἑκάστῳ ἐστὶ πάντα ὅσα ἔχει, ἔχοις ἂν εἰπεῖν διότι ἕκαστον. προῆν ἄρα καὶ συνῆν τὸ διότι ἐκεῖ οὐκ ὂν διότι, ἀλλ̓ ὅτι: μᾶλλον δὲ ἄμφω ἕν. τί γὰρ ἂν καὶ περιττὸν εἶχε νοῦ, ὡς ἂν νοῦ νόημα μὴ τοιοῦτον ὄν, οἷον μὴ τέλειον γέννημα; εἰ οὖν τέλειον, οὐκ ἔστιν εἰπεῖν ὅτῳ ἐλλείπει, οὐδὲ διὰ τί τοῦτο οὐ πάρεστι. παρὸν ἄρα ἔχοις ἂν εἰπεῖν διότι πάρεστιν: ἐν ἄρα τῇ ὑποστάσει τὸ διὰ τί: ἐν ἑκάστῳ τοίνυν νοήματι καὶ ἐνεργήματι, οἷον κατ̓ ἄνθρωπον πᾶς προεφάνη ἄνθρωπος συμφέρων ἑαυτὸν αὐτῷ καὶ πάντα ὅσα ἔχει ἐξ ἀρχῆς ὁμοῦ ἔχων ἕτοιμός ἐστιν ὅλος. εἶτα, εἰ μὴ πᾶς ἐστιν, ἀλλὰ δεῖ τι αὐτῷ προσθεῖναι, γεννήματός ἐστιν. ἔστι δὲ ἀεί: ὥστε πᾶς ἐστιν. ἀλλ̓ γινόμενος ἄνθρωπος γενητός.
§7.3 τί οὖν κωλύει προβουλεύσασθαι περὶ αὐτοῦ; κατ̓ ἐκεῖνόν ἐστιν, ὥστε οὔτε τι ἀφελεῖν δεῖ οὔτε προσθεῖναι, ἀλλὰ τὸ βουλεύσασθαι καὶ λελογίσθαι διὰ τὴν ὑπόθεσιν: ὑπέθετο γὰρ γινόμενα. καὶ οὕτω μὲν βούλευσις καὶ λογισμός: τῷ δ̓ ἀεὶ γινόμενα ἐνδείξασθαι καὶ ὅτι λογίζεται ἀνεῖλεν. οὐ γὰρ ἔνι λογίζεσθαι ἐν τῷ ἀεί: καὶ γὰρ αὖ ἐπιλελησμένου ἦν, ὅπως καὶ πρότερον: εἶτα, εἰ μὲν ἀμείνω ὕστερον, οὐκ ἂν καλὰ πρότερον: εἰ δ̓ ἦν καλά, ἔχει τὸ ὡσαύτως. καλὰ δ̓ ἐστὶ μετὰ τῆς αἰτίας: ἐπεὶ καὶ νῦν καλόν τι, ὅτι πάντα. τοῦτο γὰρ καὶ εἶδος τὸ πάντα καὶ ὅτι τὴν ὕλην κατέχει: κατέχει δέ, εἰ μηδὲν αὐτῆς ἀμόρφωτον καταλείπει. καταλείπει δέ, εἴ τις μορφὴ ἐλλείποι, οἷον ὀφθαλμὸς ἄλλο τι: ὥστε αἰτιολογῶν πάντα λέγεις. διὰ τί οὖν ὀφθαλμοί; ἵνα πάντα: καὶ διὰ τί ὀφρύες; ἵνα πάντα. καὶ γὰρ εἰ ἕνεκα σωτηρίας λέγοις, φυλακτικὸν τῆς οὐσίας λέγεις ἐν αὐτῇ ὑπάρχον, τοῦτο δὲ εἶναι συμβαλλόμενον. οὕτως ἄρα οὐσία ἦν πρὶν καὶ τοῦτο, καὶ τὸ αἴτιον ἄρα μερος τῆς οὐσίας: καὶ ἄλλο τοίνυν τοῦτο, δ̓ ἐστὶ τῆς οὐσίας. πάντα τοίνυν ἀλλήλοις καὶ ὅλη καὶ τελεία καὶ πᾶσα καὶ τὸ καλῶς μετὰ τῆς αἰτίας καὶ ἐν τῇ αἰτίᾳ, καὶ οὐσία καὶ τὸ τί ἦν εἶναι καὶ τὸ διότι ἕν. εἰ τοίνυν ἔγκειται τὸ αἰσθητικὸν εἶναι καὶ οὕτως αἰσθητικὸν ἐν τῷ εἴδει ὑπὸ ἀιδίου ἀνάγκης καὶ τελειότητος, νοῦ ἐν αὑτῷ ἔχοντος, εἴπερ τέλειος, τὰς αἰτίας, ὥστε ἡμᾶς ὕστερον ἰδεῖν, ὡς ἄρα ὀρθῶς οὕτως ἔχειἐκεῖ γὰρ ἓν καὶ συμπληρωτικὸν τὸ αἴτιον καὶ οὐχὶ ἄνθρωπος ἐκεῖ μόνον νοῦς ἦν, προσετέθη δὲ τὸ αἰσθητικόν, ὅτε εἰς γένεσιν ἐστέλλετοπῶς οὐκ ἂν ἐκεῖνος νοῦς πρὸς τὰ τῇδε ῥέποι; τί γὰρ ἂν εἴη αἰσθητικὸν ἀντιληπτικὸν αἰσθητῶν; πῶς δ̓ οὐκ ἄτοπον, ἐκεῖ μὲν αἰσθητικὸν ἐξ ἀιδίου, ἐνταῦθα δὲ αἰσθάνεσθαι καὶ τῆς ἐκεῖ δυνάμεως τὴν ἐνέργειαν πληροῦσθαι ἐνταῦθα, ὅτε χείρων ψυχὴ γίνεται;
§7.4 πάλιν οὖν πρὸς ταύτην τὴν ἀπορίαν ἄνωθεν ληπτέον τὸν ἄνθρωπον ὅστις ἐκεῖνός ἐστιν. ἴσως δὲ πρότερον. χρὴ τὸν τῇδε ἄνθρωπον ὅστις ποτ̓ ἐστὶν εἰπεῖν, μή ποτε οὐδὲ τοῦτον ἀκριβῶς εἰδότες ὡς ἔχοντες τοῦτον ἐκεῖνον ζητοῦμεν. φανείη δ̓ ἂν ἴσως τισὶν αὐτὸς οὗτός τε κἀκεῖνος ??ʼναι. ἀρχὴ δὲ τῆς σκέψεως ἐντεῦθεν: ἆρα ἄνθρωπος οὗτος λόγος ἐστὶ ψυχῆς ἕτερος τῆς τὸν ἄνθρωπον τοῦτον ποιούσης καὶ ζῆν αὐτὸν καὶ λογίζεσθαι παρεχομένης; ψυχὴ τοιαύτη ἄνθρωπός ἐστιν; τῷ σώματι τῷ τοιῷδε ψυχὴ προσχρωμένη; ἀλλ̓ εἰ μὲν ζῷον λογικὸν ἄνθρωπος, ζῷον δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, οὐκ ἂν εἴη λόγος οὗτος τῇ ψυχῇ αὐτός. ἀλλ̓ εἰ τὸ ἐκ ψυχῆς λογικῆς καὶ σώματος λόγος τοῦ ἀνθρώπου, πῶς ἂν εἴη ὑπόστασις ἀίδιος, τούτου τοῦ λόγου τοῦ τοιούτου ἀνθρώπου γινομένου, ὅταν σῶμα καὶ ψυχὴ συνέλθῃ; ἔσται γὰρ λόγος οὗτος δηλωτικὸς τοῦ ἐσομένου, οὐχ οἷος ὅν φαμεν αὐτοάνθρωπος, ἀλλὰ μᾶλλον ἐοικὼς ὅρῳ, καὶ τοιούτῳ οἵῳ μηδὲ δηλωτικῷ τοῦ τί ἦν εἶναι. οὐδὲ γὰρ εἴδους ἐστὶ τοῦ ἐνύλου, ἀλλὰ τὸ συναμφότερον δηλῶν, ἔστιν ἤδη: εἰ δὲ τοῦτο, οὔπω εὕρηται ἄνθρωπος: ἦν γὰρ κατὰ τὸν λόγον. εἰ δέ τις λέγοι ʽτὸν λόγον δεῖ τὸν τῶν τοιούτων εἶναι συναμφότερόν τι, τόδε ἐν τῷδἐ, καθ̓ ἐστιν ἕκαστον οὐκ ἀξιοῖ λέγειν: χρὴ δέ, εἰ καὶ ὅτι μάλιστα τῶν ἐνύλων εἰδῶν καὶ μετὰ ὕλης τοὺς λόγους χρὴ λέγειν, ἀλλὰ τὸν λόγον αὐτὸν τὸν πεποιηκότα, οἷον τὸν ἄνθρωπον, λαμβάνειν καὶ μάλιστα, ὅσοι τὸ τί ἦν εἶναι ἀξιοῦσιν ἐφ̓ ἑκάστου ὁρίζεσθαι, ὅταν κυρίως ὁρίζωνται. τί οὖν ἐστι τὸ εἶναι ἀνθρώπῳ; τοῦτο δ̓ ἐστί, τί ἐστι τὸ πεποιηκὸς τοῦτον τὸν ἄνθρωπον ἐνυπάρχον, οὐ χωριστόν; ἆῤ οὖν αὐτὸς λόγος ζῷόν ἐστι λογικὸν τὸ συναμφότερον, αὐτὸς δέ τις ποιητικὸς ζῴου λογικοῦ; τίς ὢν αὐτός; τὸ ζῷον ἀντὶ ζωῆς λογικῆς ἐν τῷ λόγῳ. ζωὴ τοίνυν λογικὴ ἄνθρωπος. ἆῤ οὖν ζωὴ ἄνευ ψυχῆς; γὰρ ψυχὴ παρέξεται τὴν ζωὴν τὴν λογικὴν καὶ ἔσται ἄνθρωπος ἐνέργεια ψυχῆς καὶ οὐκ οὐσία, ψυχὴ ἄνθρωπος ἔσται. ἀλλ̓ εἰ ψυχὴ λογικὴ ἄνθρωπος ἔσται, ὅταν εἰς ἄλλο ζῷον ἴῃ ψυχή, πῶς οὐκ ἄνθρωπος;
§7.5 λόγον τοίνυν δεῖ τὸν ἄνθρωπον ἄλλον παρὰ τὴν ψυχὴν εἶναι. τί οὖν κωλύει συναμφότερόν τι τὸν ἄνθρωπον εἶναι, ψυχὴν ἐν τοιῷδε λόγῳ, ὄντος τοῦ λόγου οἷον ἐνεργείας τοιᾶσδε, τῆς δὲ ἐνεργείας μὴ δυναμένης ἄνευ τοῦ ἐνεργοῦντος εἶναι; οὕτω γὰρ καὶ οἱ ἐν τοῖς σπέρμασι λόγοι: οὔτε γὰρ ἄνευ ψυχῆς οὔτε ψυχαὶ ἁπλῶς. οἱ γὰρ λόγοι οἱ ποιοῦντες οὐκ ἄψυχοι, καὶ θαυμαστὸν οὐδὲν τὰς τοιαύτας οὐσίας λόγους εἶναι. οἱ οὖν μὴ ποιοῦντες ἄνθρωπον λόγοι ποίας ψυχῆς ἐνέργειαι; ἆρα τῆς φυτικῆς; τῆς ζῷον ποιούσης, ἐναργεστέρας τινὸς καὶ αὐτὸ τοῦτο ζωτικωτέρας. δὲ ψυχὴ τοιαύτη ἐγγενομένη τῇ τοιαύτῃ ὕλῃ, ἅτε οὖσα τοῦτο, οἷον οὕτω διακειμένη καὶ ἄνευ τοῦ σώματος, ἄνθρωπος, ἐν σώματι δὲ μορφώσασα καθ̓ αὑτὴν καὶ ἄλλο εἴδωλον ἀνθρώπου ὅσον ἐδέχετο τὸ σῶμα ποιήσασα, ὥσπερ καὶ τούτου αὖ ποιήσει ζωγράφος ἔτι ἐλάττω ἄνθρωπόν τινα, τὴν μορφὴν ἔχει καὶ τοὺς λόγους τὰ ἤθη, τὰς διαθέσεις, τὰς δυνάμεις, ἀμυδρὰ πάντα, ὅτι μὴ οὗτος πρῶτος: καὶ δὴ καὶ εἴδη αἰσθήσεων ἄλλων, αἰσθήσεις ἄλλας ἐναργεῖς δοκούσας εἶναι, ἀμυδροτέρας δὲ ὡς πρὸς τὰς πρὸ αὐτῶν καὶ εἰκόνας: δὲ ἐπὶ τούτῳ ἄνθρωπος ψυχῆς ἤδη θειοτέρας, ἐχούσης βελτίω ἄνθρωπον καὶ αἰσθήσεις ἐναργεστέρας. καὶ εἴη ἂν Πλάτων τοῦτον ὁρισάμενος, προσθεὶς δὲ τὸ ʽχρωμένην σώματἰ, ὅτι ἐποχεῖται τῇ ἥτις προσχρῆται πρώτως σώματι, δὲ δευτέρως. ἤδη γὰρ αἰσθητικοῦ ὄντος τοῦ γενομένου ἐπηκολούθησεν αὕτη τρανοτέραν ζωὴν διδοῦσα: μᾶλλον δὲ οὐδ̓ ἐπηκολούθησεν, ἀλλὰ οἷον προσέθηκεν αὐτήν: οὐ γὰρ ἐξίσταται τοῦ νοητοῦ, ἀλλὰ συναψαμένη οἷον ἐκκρεμαμένην ἔχει τὴν κάτω συμμίξασα ἑαυτὴν λόγῳ πρὸς λόγον. ὅθεν καὶ ἀμυδρὸς οὗτος ὢν ἐγένετο φανερὸς τῇ ἐλλάμψει.
§7.6 πῶς οὖν ἐν τῇ κρείττονι τὸ αἰσθητικόν; ʽ??ʼ τὸ αἰσθητικὸν τῶν ἐκεῖ αἰσθητῶν, καὶ ὡς ἐκεῖ τὰ αἰσθητά. διὸ καὶ οὕτως αἰσθάνεται τὴν αἰσθητὴν ἁρμονίαν τῇ δὲ αἰσθήσει παραδεξαμένου τοῦ αἰσθητικοῦ ἀνθρώπου καὶ συναρμόσαντος εἰς ἔσχατον πρὸς τὴν ἐκεῖ ἁρμονίαν καὶ πῦρ ἐναρμόσαντος πρὸς τὸ ἐκεῖ πῦρ, οὗ αἴσθησις ἦν ἐκείνῃ τῇ ψυχῇ ἀνὰ λόγον τοῦ πυρὸς τοῦ ἐκεῖ φύσει. εἰ γὰρ ἦν ἐκεῖ σώματα ταῦτα, ἦσαν ἂν αὐτῶν τῇ ψυχῇ αἰσθήσεις καὶ ἀντιλήψεις: καὶ ἄνθρωπος ἐκεῖ, τοιαύτη ψυχή, ἀντιληπτικὴ τούτων, ὅθεν καὶ ὕστερος ἄνθρωπος, τὸ μίμημα, εἶχε τοὺς λόγους ἐν μιμήσει: καὶ ἐν νῷ ἄνθρωπος τὸν πρὸ πάντων τῶν ἀνθρώπων ἄνθρωπον. ἐλλάμπει δ̓ οὗτος τῷ δευτέρῳ καὶ οὗτος τῷ τρίτῳ: ἔχει δέ πως πάντας ἔσχατος, οὐ γινόμενος ἐκείνοις, ἀλλὰ παρακείμενος ἐκείνοις. ἐνεργεῖ δὲ μὲν ἡμῶν κατὰ τὸν ἔσχατον, τῷ δέ τι καὶ παρὰ τοῦ πρὸ αὐτοῦ, τῷ δὲ καὶ παρὰ τοῦ τρίτου ἐνέργεια, καὶ ἔστιν ἕκαστος καθ̓ ὃν ἐνεργεῖ, καίτοι πάντας ἕκαστος ἔχει καὶ αὖ οὐκ ἔχει. τοῦ δὲ σώματος χωρισθείσης τῆς τρίτης ζωῆς καὶ τοῦ τρίτου ἀνθρώπου, εἰ συνέποιτο δευτέρα, συνέποιτο δὲ μὴ χωρισθεῖσα τῶν ἄνω, οὗ ἐκείνη καὶ αὕτη λέγεται εἶναι. μεταλαβούσης δὲ θήρειον σῶμα θαυμάζεται, πῶς λόγος οὖσα ἀνθρώπου: πάντα ἦν, ἄλλοτε δὲ ἐνεργεῖ κατ̓ ἄλλον. καθαρὰ μὲν οὖν οὖσα καὶ πρὶν κακυνθῆναι ἄνθρωπον θέλει καὶ ἄνθρωπος ἔστι. καὶ γὰρ κάλλιον τοῦτο, καὶ τὸ κάλλιον ποιεῖ. ποιεῖ δὲ καὶ δαίμονας προτέρους, ὁμοειδεῖς τῇ ἄνθρωπον, καὶ πρὸ αὐτῆς δαιμονιώτερος, μᾶλλον δὲ θεός, καὶ ἔστι μίμημα θεοῦ δαίμων εἰς θεὸν ἀνηρτημένος, ὥσπερ ἄνθρωπος εἰς ἄνθρωπον. οὐ γὰρ λέγεται θεός, εἰς ὃν ἄνθρωπος. ἔχει γὰρ διαφοράν, ἣν ἔχουσι ψυχαὶ πρὸς ἀλλήλας, κἂν ἐκ τοῦ αὐτοῦ ὦσι στοίχου. λέγειν δὲ δεῖ δαίμονας εἶδος δαιμόνων, οὕς φησιν Πλάτων δαίμονας. ὅταν δὲ συνέπηται τὴν θήρειον φύσιν ἑλομένη ψυχὴ συνηρτημένη τῇ ὅτε ἄνθρωπος ἦν, τὸν ἐν αὐτῇ λόγον ἐκείνου τοῦ ζῴου ἔδωκεν. ἔχει γάρ, καὶ ἐνέργεια αὕτη χείρων.
§7.7 ἀλλ̓ εἰ κακυνθεῖσα καὶ χείρων γενομένη πλάττει θήρειον φύσιν, οὐκ ἦν ἐξ ἀρχῆς βοῦν ἐποίει ἵππον, καὶ λόγος δὲ ἵππου καὶ ἵππος παρὰ φύσιν. ἔλαττον, οὐ μὴν παρὰ φύσιν, ἀλλ̓ ἐκεῖνό πως καὶ ἐξ ἀρχῆς ἵππος κύων: καὶ εἰ μὲν ἕξει, ποιεῖ τὸ κάλλιον, εἰ δὲ μή, δύναται, γε ποιεῖν προσταχθεῖσα: οἷα καὶ οἱ πολλὰ εἴδη ποιεῖν εἰδότες δημιουργοί, εἶτα ποιοῦντες τοῦτο, προσετάχθησαν, ὕλη ἐθέλει τῇ ἐπιτηδειότητι. τί γὰρ κωλύει τὴν μὲν δύναμιν τῆς τοῦ παντὸς ψυχῆς προυπογραφειν, ἅτε λόγον πάντα οὖσαν, πρὶν καὶ παῤ αὐτῆς ἥκειν τὰς ψυχικὰς δυναμεις, καὶ τὴν προυπογραφὴν οἷον προδρόμους ἐλλάμψεις εἰς τὴν ὕλην εἶναι, ἤδη δὲ τοῖς τοιούτοις ἴχνεσιν ἐπακολουθοῦσαν τὴν ἐξεργαζομένην ψυχην κατὰ μέρη τὰ ἴχνη διαρθροῦσαν ποιῆσαι καὶ γενέσθαι ἑκάστηι τοῦτο, προσῆλθε, σχηματίσασαν ἑαυτήν, ὥσπερ τὸν ἐν ὀρχήσει πρὸς τὸ δοθὲν αὐτῷ δρᾶμα; ἀλλὰ γὰρ ἐπισπώμενοι τῷ ἐφεξῆς εἰς τοῦτο ἥκομεν. ἦν δὲ ἡμῖν λόγος, τὸ αἰσθητικὸν ὅπως τοῦ ἀνθρώπου καὶ πῶς οὐκ ἐκεῖνα πρὸς γένεσιν βλέπει: καὶ ἡμῖν ἐφαίνετο καὶ λόγος ἐδείκνυεν οὐκ ἐκεῖνα πρὸς τὰ τῆδε βλέπειν, ἀλλὰ ταῦτα εἰς ἐκεῖνα ἀνηρτῆσθαι καὶ μιμεῖσθαι ἐκεῖνα, καὶ τοῦτον τὸν ἄνθρωπον παῤ ἐκείνου ἔχοντα τὰς δυνάμεις πρὸς ἐκεῖνα καὶ συνεζεῦχθαι ταῦτα τὰ αἰσθητὰ τούτῳ, ἐκεῖνα δ̓ ἐκείνῳ: ἐκεῖνα γάρ τὰ αἰσθητά, οὕτως ὠνομάσαμεν, ὅτι ἀσώματα, ἄλλον τρόπον ἐν ἀντιλήψει, καὶ τήνδε τὴν αἴσθησιν ἀμυδροτέραν οὖσαν τῆς ἐκεῖ ἀντιλήψεως, ἣν ὠνομάζομεν αἴσθησιν, ὅτι σωμάτων ἦν, ἐναργεστέραν εἶναι: καὶ διὰ τοῦτο καὶ τοῦτον αἰσθητικόν, ὅτι ἐλαττόνως, καὶ ἐλαττόνων ἀντιληπτικὸν εἰκόνων ἐκείνων: ὥστε εἶναι τὰς αἰσθήσεις ταύτας ἀμυδρὰς νοήσεις, τὰς δὲ ἐκεῖ νοήσεις ἐναργεῖς αἰσθήσεις.
§7.8 ἀλλὰ τὸ μὲν αἰσθητικὸν οὕτως. τὸ δὲ ἵππος ὅλος καὶ ἕκαστον τῶν ζῴων ἐκεῖ πῶς οὐ πρὸς τὰ ἐνταῦθα ἐθέλει βλέπειν; ἀλλ̓ εἰ μέν, ἵνα ἐνταῦθα ἵππος γένοιτο ἄλλο τι ζῷον, ἐξεῦρε νόησιν ἵππου: καίτοι πῶς οἷόν τε ἦν βουλόμενον ἵππον ποιῆσαι νοῆσαι ἵππον; ἤδη γὰρ δῆλον ὅτι ὑπῆρχεν ἵππου νόησις, εἴπερ ἠβουλήθη ἵππον ποιῆσαι: ὥστε οὐκ ἔστιν, ἵνα ποιήσῃ, νοῆσαι, ἀλλὰ πρότερον εἶναι τὸν μὴ γενόμενον ἵππον πρὸ τοῦ μετὰ ταῦτα ἐσομένου. εἰ οὖν πρὸ τῆς γενέσεως ἦν καὶ οὐχ, ἵνα γένηται, ἐνοήθη, οὐ πρὸς τὰ τῇδε βλέπων εἶχε παῤ ἑαυτῷ ὃς εἶχε τὸν ἐκεῖ ἵππον, οὐδ̓ ἵνα τὰ τῇδε ποιήσῃ, εἶχε τοῦτόν τε καὶ τὰ ἄλλα, ἀλλὰ ἦν μὲν ἐκεῖνα, ταῦτα δὲ ἐπηκολούθει ἐξ ἀνάγκης ἐκείνοις: οὐ γὰρ ἦν στῆναι μέχρι τῶν ἐκεῖ. τίς γὰρ ἂν ἔστησε δύναμιν μένειν τε καὶ προιέναι δυναμένην; ἀλλὰ διὰ τί ἐκεῖ ζῷα ταῦτα; τί γὰρ ἐν θεῷ ταῦτα; τὰ μὲν γὰρ λογικὰ ἔστω: ἀλόγων δὲ τοσοῦτον πλῆθος τί τὸ σεμνὸν ἔχει; τί δὲ οὐ τοὐναντίον; ὅτι μὲν οὖν πολλὰ δεῖ τοῦτο τὸ ἓν εἶναι ὂν μετὰ τὸ πάντη ἕν, δῆλον: οὐκ ἂν ἦν μετ̓ ἐκεῖνο, ἀλλ̓ ἐκεῖνο. μετ̓ ἐκεῖνο δὲ ὂν ὑπὲρ μὲν ἐκεῖνο πρὸς τὸ μᾶλλον ἓν γενέσθαι οὐκ ἦν, ἐλλεῖπον δὲ ἐκείνου: τοῦ δ̓ ἀρίστου ὄντος ἑνὸς ἔδει πλέον ἓν εἶναι: τὸ γὰρ πλῆθος ἐν ἐλλείψει. τί οὖν κωλύει δυάδα εἶναι; ἑκάτερον τῶν ἐν τῇ δυάδι οὐχ οἷόν τε ἦν ἓν παντελῶς εἶναι, ἀλλὰ πάλιν αὖ δύο τοὐλάχιστον εἶναι, καὶ ἐκείνων αὖ ὡσαύτως: εἶτα καὶ κίνησις ἦν ἐν τῇ δυάδι τῇ πρώτῃ καὶ στάσις, ἦν δὲ καὶ νοῦς, καὶ ζωὴ ἦν ἐν αὐτῷ: καὶ τέλειος νοῦς καὶ ζωὴ τελεία. ἦν τοίνυν οὐχ ὡς νοῦς εἷς, ἀλλὰ πᾶς καὶ πάντας τοὺς καθ̓ ἕκαστα νοῦς ἔχων καὶ τοσοῦτος, ὅσοι πάντες, καὶ πλείων: καὶ ἔζη οὐχ ὡς ψυχὴ μία, ἀλλ̓ ὡς πᾶσαι καὶ πλείω δύναμιν εἰς τὸ ποιεῖν ψυχὰς ἑκάστας ἔχων, καὶ ζῷον παντελὲς ἦν, οὐκ ἄνθρωπον ἐν αὑτῷ μόνον ἔχον: μόνος γὰρ ἂν ἄνθρωπος ἐνταῦθα ἦν.
§7.9 ἀλλ̓ ἔστω, φήσει τις, τὰ τίμια τῶν ζῴων: πῶς δ̓ αὖ τὰ εὐτελῆ καὶ τὰ ἄλογα ἦν; τὸ εὐτελὲς δηλονότι τῷ ἀλόγως ἔχοντι, εἰ τῷ λογικῷ τὸ τίμιον: καὶ εἰ τῷ νοερῷ τὸ τίμιον, τῷ ἀνοήτῳ τὸ ἐναντίον. καίτοι πῶς ἀνόητον ἄλογον ἐκείνου ὄντος ἐν ἕκαστα ἐξ οὗ; πρὸ δὴ τῶν περὶ ταῦτα καὶ πρὸς ταῦτα λεχθησομένων λάβωμεν, ὡς ἄνθρωπος ἐνταῦθα οὐ τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος, ὥστε καὶ τὰ ἄλλα ζῷα οὐχ οἷα τὰ ἐνταῦθα κἀκεῖ, ἀλλὰ μειζόνως δεῖ ἐκεῖνα λαμβάνειν: εἶτα οὑ̓??ʼ τὸ λογικὸν ἐκεῖ: ὧδε γὰρ ἴσως λογικός, ἐκεῖ δὲ πρὸ τοῦ λογίζεσθαι. διὰ τί οὖν ἐνταῦθα λογίζεται οὗτος, τὰ δ̓ ἄλλα οὔ; διαφόρου ὄντος ἐκεῖ τοῦ νοεῖν ἔν τε ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις, διάφορον καὶ τὸ λογίζεσθαι: ἔνι γάρ πως καὶ τοῖς ἄλλοις ζῴοις πολλὰ διανοίας ἔργα. διὰ τί οὖν οὐκ ἐπίσης λογικά; διὰ τί δὲ ἄνθρωποι πρὸς ἀλλήλους οὐκ ἐπίσης; δεῖ δὴ ἐνθυμεῖσθαι, ὡς τὰς πολλὰς ζωὰς οἷον κινήσεις οὔσας καὶ τὰς πολλὰς νοήσεις οὐκ ἐχρῆν τὰς αὐτὰς εἶναι, ἀλλὰ καὶ ζωὰς διαφόρους καὶ νοήσεις ὡσαύτως: τὰς δὲ διαφοράς πως φωτεινοτέρας καὶ ἐναργεστέρας καὶ τὸ ἐγγὺς δὲ τῶν πρώτων πρώτας καὶ δευτέρας καὶ τρίτας. διόπερ τῶν νοήσεων αἱ μὲν θεοί, αἱ δὲ δεύτερόν τι γένος, ἐν τὸ λογικὸν ἐπίκλην ἐνταῦθα, ἑξῆς δ̓ ἀπὸ τούτων τὸ ἄλογον κληθέν: ἐκεῖ δὲ καὶ τὸ ἄλογον λεγόμενον λόγος ἦν, καὶ τὸ ἄνουν νοῦς ἦν, ἐπεὶ καὶ νοῶν ἵππον νοῦς ἐστι, καὶ νόησις ἵππου νοῦς ἦν. ἀλλ̓ εἰ μὲν νόησις μόνον, ἄτοπον οὐδὲν τὴν νόησιν αὐτὴν νόησιν οὖσαν ἀνοήτου εἶναι: νῦν δ̓ εἰ ταὐτὸν νόησις τῷ πράγματι, πῶς μὲν νόησις, ἀνόητον δὲ τὸ πρᾶγμα; οὕτω γὰρ ἂν νοῦς ἀνόητον ἑαυτὸν ποιοῖ. οὐκ ἀνόητον, ἀλλὰ νοῦς τοιόσδε: ζωὴ γὰρ τοιάδε. ὡς γὰρ ἡτισοῦν ζωὴ οὐκ ἀπήλλακται τοῦ εἶναι ζωή, οὕτως οὐδὲ νοῦς τοιόσδε ἀπήλλακται τοῦ εἶναι νοῦς: ἐπεὶ οὐδὲ νοῦς κατὰ ὁτιοῦν ζῷον ἀπήλλακται αὖ τοῦ νοῦς εἶναι πάντων, οἷον καὶ ἀνθρώπου, εἴπερ ἕκαστον μέρος, τι ἂν λάβῃς, πάντα, ἀλλ̓ ἴσως ἄλλως. ἐνεργείᾳ μὲν γὰρ ἐκεῖνο, δύναται δὲ πάντα: λαμβάνομεν δὲ καθ̓ ἕκαστον τὸ ἐνεργείᾳ: τὸ δ̓ ἐνεργείᾳ ἔσχατον, ὥστε τοῦδε τοῦ νοῦ τὸ ἔσχατον ἵππον εἶναι καὶ ἔληξε προιὼν ἀεὶ εἰς ἐλάττω ζωὴν ἵππον εἶναι, ἄλλον δὲ κατωτέρω λῆξαι. ἐξελιττόμεναι γὰρ αἱ δυνάμεις καταλείπουσιν ἀεὶ εἰς τὸ ἄνω. προίασι δέ τι ἀφιεῖσαι καὶ ἐν τῷ ἀφεῖναι δὲ ἄλλα καὶ ἄλλα διὰ τὸ ἐνδεὲς τοῦ ζῴου, τοῦ φανέντος ἐκ τοῦ ἐλλείποντος, ἕτερον ἐξευροῦσαι προσθεῖναι: οἷον ἐπεὶ οὐκ ἔστιν ἔτι τὸ ἱκανὸν εἰς ζωήν, ἀνεφάνη ὄνυξ ταὶ τὸ γαμψώνυχον τὸ καρχαρόδουν κέρατος φύσις: ὥστε, κατῆλθεν νοῦς, ταύτῃ πάλιν αὖ τῷ αὐτάρκει τῆς φύσεως ἀνακύψαι καὶ εὑρεῖν ἐν αὑτῷ τοῦ ἐλλείποντος κειμένην ἴασιν.
§7.10 ἀλλὰ πῶς ἐκεῖ ἐνέλειπε; τί γὰρ κέρατα ἐκεῖ πρὸς ἄμυναν; πρὸς τὸ αὔταρκες ὡς ζῴου καὶ τὸ τέλειον. ὡς γὰρ ζῷον ἔδει τέλειον εἶναι, καὶ ὡς νοῦν δὲ τέλειον, καὶ ὡς ζωὴν δὲ τέλειον: ὥστε, εἰ μὴ τοῦτο, ἀλλὰ τοῦτο. καὶ διαφορὰ τῷ ἄλλο ἀντὶ ἄλλου, ἵνα ἐκ πάντων μὲν τὸ τελειότατον ζῷον καὶ τέλειος νοῦς καὶ τελειοτάτη ζωή, ἕκαστον δὲ ὡς ἕκαστον τέλειον. καὶ μήν, εἰ ἐκ πολλῶν, δεῖ εἶναι αὖ ἓν οὐχ οἷόν τε ἐκ πολλῶν μὲν εἶναι, τῶν αὐτῶν δὲ πάντων: αὔταρκες ἦν ἂν ἕν. δεῖ τοίνυν ἐξ ἑτέρων ἀεὶ κατ̓ εἶδος, ὥσπερ καὶ πᾶν σύνθετον, καὶ σωζομένων ἑκάστων, οἷαι καὶ αἱ μορφαὶ καὶ οἱ λόγοι. αἵ τε γὰρ μορφαί, οἷον ἀνθρώπου, ἐξ ὅσων διαφορῶν, καίτοι τὸ ἐπὶ πᾶσιν ἕν: καὶ βελτίω καὶ χείρω ἀλλήλων, ὀφθαλμὸς καὶ δάκτυλος, ἀλλ̓ ἑνός, καὶ χεῖρον ὡς πρὸς τὸ πᾶν, ἀλλ̓ ὅτι οὕτω, βέλτιον: καὶ λόγος δὲ ζῷον καὶ ἄλλο τι, μὴ ταὐτὸν τῷ ζῷον. καὶ ἀρετὴ δὲ τὸ κοινὸν καὶ τὸ ἴδιον καὶ τὸ ὅλον καλὸν ἀδιαφόρου τοῦ κοινοῦ ὄντος.
§7.11 λέγεται δὲ οὐδ̓ οὐρανός, καὶ πολλὰ δὲ φαίνεται, οὐκ ἀτιμάσαι τὴν τῶν ζῴων πάντων φύσιν: ἐπεὶ καὶ τόδε τὸ πᾶν πάντα ἔχει. πόθεν οὖν ἔχει; πάντα οὖν ἔχει ὅσα ἐνταῦθα τὰ ἐκεῖ; ὅσα λόγῳ πεποίηται καὶ κατ̓ εἶδος. ἀλλ̓ ὅταν πῦρ ἔχῃ, καὶ ὕδωρ ἔχει, ἔχει δὲ πάντως καὶ φυτά. πῶς οὖν τὰ φυτὰ ἐκεῖ; καὶ πῶς πῦρ ζῇ; καὶ πῶς γῆ; γὰρ ζῇ, οἷον νεκρὰ ἔσται ἐκεῖ, ὥστε μὴ πᾶν τὸ ἐκεῖ ζῆν. καὶ τί ὅλως ἐστὶν ἐκεῖ καὶ ταῦτα; τὰ μὲν οὖν φυτὰ δύναιτ̓ ἂν τῷ λόγῳ συναρμόσαι: ἐπεὶ καὶ τὸ τῇδε φυτὸν λόγος ἐστὶν ἐν ζωῇ κείμενος. εἰ δὴ ἔνυλος λόγος τοῦ φυτοῦ, καθ̓ ὃν τὸ φυτόν ἐστι, ζωή τις ἐστὶ τοιάδε καὶ ψυχή τις καὶ λόγος ἕν τι, ἤτοι τὸ πρῶτον φυτόν ἐστιν οὗτος οὔ, ἀλλὰ πρὸ αὐτοῦ φυτὸν τὸ πρῶτον, ἀφ̓ οὗ καὶ τοῦτο. καὶ γὰρ ἐκεῖνο ἕν, ταῦτα δὲ πολλὰ καὶ ἀφ̓ ἑνὸς ἐξ ἀνάγκης. εἰ δὴ τοῦτο, δεῖ πολὺ πρότερον ἐκεῖνο ζῆν καὶ αὐτὸ τοῦτο φυτὸν εἶναι, ἀπ̓ ἐκείνου δὲ ταῦτα δευτέρως καὶ τρίτως καὶ κατ̓ ἴχνος ἐκείνου ζῆν. γῆ δὲ πῶς; καὶ τί τὸ γῇ εἶναι; καὶ τίς ἐκεῖ γῆ τὸ ζῆν ἔχουσα; πρότερον τίς αὕτη: τοῦτο. δ̓ ἐστὶ τί τὸ εἶναι ταύτῃ. δεῖ δὴ μορφήν τινα εἶναι καὶ ἐνταῦθα καὶ λόγον. ἐκεῖ μὲν οὖν ἐπὶ τοῦ φυτοῦ ἔζη καὶ τῇδε αὐτοῦ λόγος. ἆῤ οὖν καὶ ἐν τῇδε τῇ γῇ; , εἰ λάβοιμεν τὰ μάλιστα γήινα γεννώμενα καὶ πλαττόμενα ἐν αὐτῇ, εὕροιμεν ἂν καὶ ἐνταῦθα τὴν γῆς φύσιν. λίθων τοίνυν αὐξήσεις τε καὶ πλάσεις καὶ ὀρῶν ἀναφυομένων ἔνδον μορφώσεις πάντως που λόγου ἐμψύχου δημιουργοῦντος ἔνδοθεν καὶ εἰδοποιοῦντος χρὴ νομίζειν γίνεσθαι, καὶ τοῦτο εἶναι τὸ εἶδος τῆς γῆς τὸ ποιοῦν, ὥσπερ ἐν τοῖς δένδροις τὴν λεγομένην φύσιν, τῷ δὲ ξύλῳ τοῦ δένδρου ἀνάλογον τὴν λεγομένην εἶναι γῆν, καὶ ἀποτμηθέντα τὸν λίθον οὕτως ἔχειν, ὡς εἰ ἐκ τοῦ δένδρου τι κοπείη, μὴ παθόντος δὲ τούτου, ἀλλ̓ ἔτι συνηρτημένου, ὡς τὸ μὴ κοπὲν ἐκ τοῦ ζῶντος φυτοῦ. τὴν δὴ δημιουργοῦσαν ἐγκαθημένην τῇ γῇ φύσιν ζωὴν ἐν λόγῳ ἀνευρόντες πιστοίμεθα ἂν τὸ ἐντεῦθεν ῥᾳδίως τὴν ἐκεῖ γῆν πολὺ πρότερον ζῶσαν εἶναι καὶ ζωὴν ἔλλογον γῆς, αὐτογῆν καὶ πρώτως γῆν, ἀφ̓ ἧς καὶ ἐνταῦθα γῆ. εἰ δὲ καὶ τὸ πῦρ λόγος τις ἐν ὕλῃ ἐστὶ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ οὐκ ἐκ τοῦ αὐτομάτου πῦρπόθεν γάρ; οὐ γὰρ ἐκ παρατρίψεως, ὡς ἄν τις οἰηθείη: ἤδη γὰρ ὄντος ἐν τῷ παντὶ πυρὸς παράτριψις ἐχόντων τῶν παρατριβομένων σωμάτων: οὐδὲ γὰρ ὕλη οὕτως δυνάμει, ὥστε παῤ αὐτῆς: εἰ δὴ κατὰ λόγον δεῖ τὸ ποιοῦν εἶναι ὡς μορφοῦν, τί ἂν εἴη; ψυχὴ ποιεῖν πῦρ δυναμένη: τοῦτο δ̓ ἐστὶ ζωὴ καὶ λόγος, ἓν καὶ ταὐτὸν ἄμφω. διὸ καὶ Πλάτων ἐν ἑκάστῳ τούτων ψυχήν φησιν εἶναι οὐκ ἄλλως ὡς ποιοῦσαν τοῦτο δὴ τὸ αἰσθητὸν πῦρ. ἔστιν οὖν καὶ τὸ ἐνταῦθα ποιοῦν πῦρ ζωή τις πυρίνη, ἀληθέστερον πῦρ. τὸ ἄρα ἐπέκεινα πῦρ. μᾶλλον ὂν πῦρ μᾶλλον ἂν εἴη ἐν ζωῇ: ζῇ ἄρα καὶ αὐτὸ τὸ πῦρ. δ̓ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, ὕδατός τε καὶ ἀέρος. ἀλλὰ διὰ τί οὐκ ἔμψυχα καὶ ταῦτα ὥσπερ γῆ; ὅτι μὲν οὖν καὶ ταῦτα ἐν ζῴῳ τῷ παντί, δῆλόν που, καὶ ὅτι μέρη ζῴου: οὐ φαίνεται δὲ ζωὴ ἐν αὐτοῖς, ὥσπερ οὐδ̓ ἐπὶ τῆς γῆς: συλλογίζεσθαι δ̓ ἦν κἀκεῖ καὶ ἐκ τῶν γινομένων ἐν αὐτῇ: ἀλλὰ γίνεται καὶ ἐν πυρὶ ζῷα, καὶ ἐν ὕδατι δὲ φανερώτερον: καὶ ἀέρινοι δὲ ζῴων συστάσεις. γινόμενον δὲ τὸ πῦρ ἕκαστον καὶ ταχὺ σβεννύμενον τὴν ἐν τῷ ὅλῳ ψυχὴν παρέρχεται εἴς τε ὄγκον οὐ γεγένηται μένον, ἵν̓ ἂν ἔδειξε τὴν ἐν αὐτῷ ψυχήν, ἀήρ τε καὶ ὕδωρ ὡσαύτως: ἐπεί, εἰ παγείη πως κατὰ φύσιν, δείξειεν ἄν: ἀλλ̓ ὅτι ἔδει εἶναι κεχυμένα, ἣν ἔχει οὐ δείκνυσι. καὶ κινδυνεύει ὅμοιον εἶναι οἷον τὸ ἐπὶ τῶν ὑγρῶν τῶν ἐν ἡμῖν, οἷον αἵματος: μὲν γὰρ σὰρξ ἔχειν δοκεῖ καὶ τι ἂν σὰρξ γένηται ἐκ τοῦ αἵματος, τὸ δ̓ αἷμα αἴσθησιν οὐ παρεχόμενον ἔχειν οὐ δοκεῖ. καίτοι ἀνάγκη ἐνεῖναι καὶ ἐν αὐτῷ: ἐπεὶ καὶ οὐδέν ἐστι βίαιον γινόμενον περὶ αὐτό, ἀλλ̓ ἕτοιμόν ἐστι διεστάναι τῆς ἐνυπαρχούσης ψυχῆς, οἷον καὶ ἐπὶ τῶν στοιχείων τῶν τριῶν δεῖ νομίζειν εἶναι: ἐπεὶ καὶ ὅσα ἐξ ἀέρος συστάντος μᾶλλον ζῷα ἔχει τὸ μὴ αἰσθάνεσθαι εἰς τὸ παθεῖν. ὥσπερ δὲ ἀὴρ τὸ φῶς ἀτενὲς ὂν καὶ μένον, ἕως μένει αὐτός, παρέρχεται, τοῦτον τὸν τρόπον πάρεισι καὶ τὴν ψυχὴν αὐτοῦ κύκλῳ καὶ οὐ πάρεισι: καὶ τὰ ἄλλα ὡσαύτως.
§7.12 ἀλλὰ πάλιν ὧδε λέγωμεν: ἐπεὶ γάρ φαμεν πρὸς οἷον παράδειγμα ἐκείνου τόδε τὸ πᾶν εἶναι, δεῖ κἀκεῖ πρότερον τὸ πᾶν ζῷον εἶναι καί, εἰ παντελὲς τὸ εἶναι αὐτῷ, πάντα εἶναι. καὶ οὐρανὸν δὴ ἐκεῖ ζῷον εἶναι, καὶ οὐκ ἔρημον τοίνυν ἄστρων, τῶν ἐνταῦθα τοῦτο λεγομένων οὐρανόν, καὶ τὸ οὐρανῷ εἶναι τοῦτο. ἔστι δ̓ ἐκεῖ δηλονότι καὶ γῆ οὐκ ἔρημος, ἀλλὰ πολὺ μᾶλλον ἐζωωμένη, καὶ ἔστιν ἐν αὐτῇ ζῷα ξύμπαντα, ὅσα πεζὰ καὶ χερσαῖα λέγεται ἐνταῦθα, καὶ φυτὰ δηλονότι ἐν τῷ ζῆν ἱδρυμένα: καὶ θάλασσα δέ ἐστιν ἐκεῖ, καὶ πᾶν ὕδωρ ἐν ῥοῇ καὶ ζωῇ μενούσῃ, καὶ τὰ ἐν ὕδατι ζῷα πάντα, ἀέρος τε φύσις τοῦ ἐκεῖ παντὸς μοῖρα, καὶ ζῷα ἀέρια ἐν αὐτῷ ἀνὰ λόγον αὐτῷ τῷ ἀέρι. τὰ γὰρ ἐν ζῶντι πῶς ἂν οὐ ζῶντα; ὅπου δὴ καὶ ἐνταῦθα. πῶς οὖν οὐ πᾶν ζῷον ἐξ ἀνάγκης ἐκεῖ; ὡς γὰρ ἕκαστον τῶν μεγάλων μερῶν ἐστιν, ἐξ ἀνάγκης οὕτως ἔχει καὶ τῶν ζῴων ἐν αὐτοῖς φύσις. ὅπως οὖν ἔχει καὶ ἔστιν ἐκεῖ οὐρανός, οὕτω καὶ ἔχει καὶ ἔστιν ἐκεῖ τὰ ἐν οὐρανῷ ζῷα πάντα, καὶ οὐκ ἔστι μὴ εἶναι: οὐδ̓ ἐκεῖνος ἔσται. οὖν ζητῶν πόθεν ζῷα, ζητεῖ πόθεν οὐρανὸς ἐκεῖ: τοῦτο δ̓ ἐστὶ ζητεῖν πόθεν ζῷον, τοῦτο δὲ ταὐτὸν τῷ πόθεν ζωὴ καὶ ζωὴ πᾶσα καὶ ψυχὴ πᾶσα καὶ νοῦς ξύμπας, μηδεμιᾶς ἐκεῖ πενίας μηδ̓ ἀπορίας οὔσης, ἀλλὰ πάντων ζωῆς πεπληρωμένων καὶ οἷον ζεόντων. ἔστι δ̓ αὐτῶν οἷον ῥοὴ ἐκ μιᾶς πηγῆς, οὐχ οἷον ἑνός τινος πνεύματος θερμότητος μιᾶς, ἀλλ̓ οἷον εἴ τις ἦν ποιότης μία πάσας ἐν αὑτῇ ἔχουσα καὶ σώζουσα τὰς ποιότητας, γλυκύτης μετ̓ εὐωδίας, καὶ ὁμοῦ οἰνώδης ποιότης καὶ χυλῶν ἁπάντων δυνάμεις καὶ χρωμάτων ὄψεις καὶ ὅσα ἁφαὶ γινώσκουσιν. ἔστωσαν δὲ καὶ ὅσα ἀκοαὶ ἀκούουσι, πάντα μέλη καὶ ῥυθμὸς πᾶς.
§7.13 ἔστι γὰρ οὔτε νοῦς ἁπλοῦν, οὔτε ἐξ αὐτοῦ ψυχή, ἀλλὰ ποικίλα πάντα ὅσῳ ἁπλᾶ, τοῦτο δὲ ὅσῳ μὴ σύνθετα καὶ ὅσῳ ἀρχαὶ καὶ ὅσῳ ἐνέργειαι. τοῦ μὲν γὰρ ἐσχάτου ἐνέργεια ὡς ἂν λήγουσα ἁπλῆ, τοῦ δὲ πρώτου πᾶσαι: νοῦς τε κινούμενος κινεῖται μὲν ὡσαύτως καὶ κατὰ ταὐτὰ καὶ ὅμοια ἀεί, οὐ μέντοι ταὐτὸν καὶ ἕν τι ἐν μέρει, ἀλλὰ πάντα: ἐπεὶ καὶ τὸ ἐν μέρει αὖ οὐχ ἕν, ἀλλὰ καὶ τοῦτο ἄπειρον διαιρούμενον. ἀπὸ τίνος δὲ φαῖμεν ἂν καὶ πάντως ἐπὶ τί, ὡς ἔσχατον. τὸ δὲ μεταξὺ πᾶν ἆρα ὥσπερ γραμμή, ὥσπερ ἕτερον σῶμα ὁμοιομερές τι καὶ ἀποίκιλον; ἀλλὰ τί τὸ σεμνόν; εἰ γὰρ μηδεμίαν ἔχει ἐξαλλαγὴν μηδέ τις ἐξεγείρει αὐτὸ εἰς τὸ ζῆν ἑτερότης, οὐδ̓ ἂν ἐνέργεια εἴη: οὐδὲν γὰρ ἂν τοιαύτη κατάστασις μὴ ἐνεργείας διαφέροι. κἂν κίνησις δὲ τοιαύτη, οὐ πανταχῶς, μοναχῶς δ̓ ἂν εἴη ζωή: δεῖ δὲ πάντα ζῆν καὶ πανταχόθεν καὶ οὐδὲν μὴ ζῆν. ἐπὶ πάντα οὖν κινεῖσθαι δεῖ, μᾶλλον δὲ κεκινῆσθαι. ἁπλοῦν δὲ εἰ κινοῖτο, ἐκεῖνο μόνον ἔχει, καὶ αὐτὸ καὶ οὐ προύβη εἰς οὐδέν, εἰ προύβη, ἄλλο μένον: ὥστε δύο: καὶ εἰ ταὐτὸν τοῦτο ἐκείνῳ, μένει ἓν καὶ οὐ προελήλυθεν, εἰ δ̓ ἕτερον, προῆλθε μετὰ ἑτερότητος καὶ ἐποίησεν ἐκ ταὐτοῦ τινος καὶ ἑτέρου τρίτον ἕν. γενόμενον δὴ ἐκ ταὐτοῦ καὶ ἑτέρου τὸ γενόμενον φύσιν ἔχει ταὐτὸν καὶ ἕτερον εἶναι: ἕτερον δὲ οὐ τί, ἀλλὰ πᾶν ἕτερον: καὶ γὰρ τὸ ταὐτὸν αὐτοῦ πᾶν. πᾶν δὲ ταὐτὸν ὂν καὶ πᾶν ἕτερον οὐκ ἔστιν τι ἀπολείπει τῶν ἑτέρων. φύσιν ἄρα ἔχει ἐπὶ πᾶν ἑτεροιοῦσθαι. εἰ μὲν οὖν ἐστι πρὸ αὐτοῦ τὰ ἕτερα πάντα, ἤδη πάσχοι ἂν ὑπ̓ αὐτῶν: εἰ δὲ μή ἐστιν, οὗτος τὰ πάντα ἐγέννα, μᾶλλον δὲ τὰ πάντα ἦν. οὐκ ἔστιν ἄρα τὰ ὄντα εἶναι μὴ νοῦ ἐνεργήσαντος, ἐνεργήσαντος δὲ ἀεὶ ἄλλο μετ̓ ἄλλο καὶ οἷον πλανηθέντος πᾶσαν πλάνην καὶ ἐν αὑτῷ πλανηθέντος, οἷα νοῦς ἐν αὑτῷ ἀληθινὸς πέφυκε πλανᾶσθαι: πέφυκε δ̓ ἐν οὐσίαις πλανᾶσθαι συνθεουσῶν τῶν οὐσιῶν ταῖς αὐτοῦ πλάναις. πανταχοῦ δ̓ αὐτός ἐστι: μένουσαν οὖν ἔχει τὴν πλάνην. δὲ πλάνη αὐτῷ ἐν τῷ τῆς ἀληθείας πεδίῳ, οὗ οὐκ ἐκβαίνει. ἔχει δὲ καταλαβὼν πᾶν καὶ αὑτῷ ποιήσας εἰς τὸ κινεῖσθαι οἷον τόπον, καὶ τόπος αὐτὸς τῷ οὗ τόπος. ποικίλον δέ ἐστι τὸ πεδίον τοῦτο, ἵνα καὶ διεξίοι: εἰ δὲ μὴ κατὰ πᾶν καὶ ἀεὶ ποικίλον, καθ̓ ὅσον μὴ ποικίλον, ἕστηκεν. εἰ δ̓ ἕστηκεν, οὐ νοεῖ: ὥστε καί, εἰ ἔστη, οὐ νενόηκεν: εἰ δὲ τοῦτο, οὐδ̓ ἔστιν. ἔστιν οὖν νόησις: δὲ κίνησις πᾶσα πληροῦσα οὐσίαν πᾶσαν, καὶ πᾶσα οὐσία νόησις πᾶσα ζωὴν περιλαβοῦσα πᾶσαν, καὶ μετ̓ ἄλλο ἀεὶ ἄλλο, καὶ ὅτι αὐτοῦ ταὐτὸν καὶ ἄλλο, καὶ διαιροῦντι ἀεὶ τὸ ἄλλο ἀναφαίνεται. πᾶσα δὲ διὰ ζωῆς πορεία καὶ διὰ ζῴων πᾶσα, ὥσπερ καὶ τῷ διὰ γῆς ἰόντι πάντα, διέξεισι, γῆ, κἂν διαφορὰς ἔχῃ γῆ. καὶ ἐκεῖ μὲν ζωὴ δἰ ἧς αὐτή, ὅτι δὲ ἀεὶ ἄλλη, οὐχ αὐτή. ἀεὶ δ̓ ἔχων τὴν αὐτὴν διὰ τῶν οὐκ αὐτῶν διέξοδον, ὅτι μὴ ἀμείβει, ἀλλὰ σύνεστι τοῖς ἄλλοις τὸ ὡσαύτως καὶ κατὰ ταὐτά: ἐὰν γὰρ μὴ περὶ τὰ ἄλλα τὸ ὡσαύτως καὶ κατὰ τὰ αὐτά, ἀργεῖ πάντη καὶ τὸ ἐνεργείᾳ καὶ ἐνέργεια οὐδαμοῦ. ἔστι δὲ καὶ τὰ ἄλλα αὐτός, ὥστε πᾶς αὐτός. καὶ εἴπερ αὐτός, πᾶς, εἰ δὲ μή, οὐκ αὐτός. εἰ δὲ πᾶς αὐτός, καὶ πᾶς, ὅτι τὰ πάντα, καὶ οὐδὲν ἔστιν, τι μὴ συντελεῖ εἰς τὰ πάντα, οὐδὲν ἔστιν αὐτοῦ, τι μὴ ἄλλο, ἵνα ἄλλο ὂν καὶ τοῦτο συντελῇ. εἰ γὰρ μὴ ἄλλο, ἀλλὰ ταὐτόν, ἐλαττώσει αὐτοῦ τὴν οὐσίαν ἰδίαν οὐ παρεχόμενον εἰς συντέλειαν αὐτοῦ φύσιν.
§7.14–7.29
§7.14 ἔστι δὲ καὶ παραδείγμασι νοεροῖς χρώμενον εἰδέναι οἷόν ἐστι νοῦς, ὡς οὐκ ἀνέχεται οἷον κατὰ μονάδα μὴ ἄλλος εἶναι. τίνα γὰρ καὶ βούλει εἰς παράδειγμα λαβεῖν λόγον εἴτε φυτοῦ εἴτε ζῴου; εἰ γὰρ ἕν τι καὶ μὴ ἓν τοῦτο ποικίλον, οὔτ̓ ἂν λόγος εἴη, τό τε γενόμενον ὕλη ἂν εἴη τοῦ λόγου μὴ πάντα γενομένου εἰς τὸ πανταχοῦ τῆς ὕλης ἐμπεσόντα μηδὲν αὐτῆς ἐᾶσαι τὸ αὐτὸ εἶναι: οἷον πρόσωπον οὐκ ὄγκος εἷς, ἀλλὰ καὶ ῥῖνες καὶ ὀφθαλμοί: καὶ ῥὶς οὐχὶ οὖσα ἕν, ἀλλ̓ ἕτερον, τὸ δ̓ ἕτερον αὖ πάλιν αὐτῆς, εἰ ἔμελλε ῥὶς εἶναι: ἓν γάρ τι ἁπλῶς οὖσα ὄγκος ἂν ἦν μόνον. καὶ τὸ ἄπειρον οὕτως ἐν νῷ, ὅτι αὐτὸς ἓν πολλά, οὐχ ὡς οἶκος εἷς, ἀλλ̓ ὡς λόγος πολὺς ἐν αὑτῷ, ἐν ἑνὶ σχήματι νοῦ οἷον περιγραφῇ ἔχων περιγραφὰς ἐντὸς καὶ σχηματισμοὺς αὖ ἐντὸς καὶ δυνάμεις καὶ νοήσεις καὶ τὴν διαίρεσιν μὴ κατ̓ εὐθύ, ἀλλ̓ εἰς τὸ ἐντὸς ἀεί, οἷον τοῦ παντὸς ζῴου ἐμπεριεχομένας ζῴων φύσεις, καὶ πάλιν αὖ ἄλλας ἐπὶ τὰ μικρότερα τῶν ζῴων καὶ εἰς τὰς ἐλάττους δυνάμεις, ὅπου στήσεται εἰς εἶδος ἄτομον. δὲ διαίρεσις ἔγκειται οὐ συγκεχυμένων, καίτοι εἰς ἓν ὄντων, ἀλλ̓ ἔστιν λεγομένη ἐν τῷ παντὶ φιλία τοῦτο, οὑχ ἐν τῷδε τῷ παντί: μιμεῖται γὰρ αὕτη ἐκ διεστηκότων οὖσα φίλη: δὲ ἀληθὴς πάντα ἓν εἶναι καὶ μήποτε διακριθῆναι. διακρίνεσθαι δέ φησι τὸ ἐν τῷδε τῷ οὐρανῷ.
§7.15 ταύτην οὖν τὴν ζωὴν τὴν πολλὴν καὶ πᾶσαν καὶ πρώτην καὶ μίαν τίς ἰδὼν οὐκ ἐν ταύτῃ εἶναι ἀσπάζεται τὴν ἄλλην πᾶσαν ἀτιμάσας; σκότος γὰρ αἱ ἄλλαι αἱ κάτω καὶ σμικραὶ καὶ ἀμυδραὶ καὶ εὐτελεῖς καὶ οὐ καθαραὶ καὶ τὰς καθαρὰς μολύνουσαι. κἂν εἰς αὐτὰς ἴδῃς, οὐκέτι τὰς καθαρὰς οὔτε ὁρᾷς, οὔτε ζῇς ἐκείνας τὰς πάσας ὁμοῦ, ἐν αἷς οὐδέν ἐστιν τι μὴ ζῇ καὶ καθαρῶς ζῇ κακὸν οὐδὲν ἔχον. τὰ γὰρ κακὰ ἐνταῦθα, ὅτι ἴχνος ζωῆς καὶ νοῦ ἴχνος: ἐκεῖ δὲ τὸ ἀρχέτυπον τὸ ἀγαθοειδές φησιν, ὅτι ἐν τοῖς εἴδεσι τὸ ἀγαθὸν ἔχει. τὸ μὲν γάρ ἐστιν ἀγαθόν, δὲ ἀγαθός ἐστιν ἐν τῷ θεωρεῖν τὸ ζῆν ἔχων: θεωρεῖ δὲ ἀγαθοειδῆ ὄντα τὰ θεωρούμενα καὶ αὐτά, ἐκτήσατο, ὅτε ἐθεώρει τὴν τοῦ ἀγαθοῦ φύσιν. ἦλθε δὲ εἰς αὐτὸν οὐχ ὡς ἐκεῖ ἦν, ἀλλ̓ ὡς αὐτὸς ἔσχεν. ἀρχὴ γὰρ ἐκεῖνος καὶ ἐξ ἐκείνου ἐν τούτῳ καὶ οὗτος ποιήσας ταῦτα ἐξ ἐκείνου. οὐ γὰρ ἦν θέμις βλέποντα εἰς ἐκεῖνον μηδὲν νοεῖν οὐδ̓ αὖ τὰ ἐν ἐκείνῳ: οὐ γὰρ ἂν αὐτὸς ἐγέννα. δύναμιν οὖν εἰς τὸ γεννᾶν εἶχε παῤ ἐκείνου καὶ τῶν αὐτοῦ πληροῦσθαι γεννημάτων διδόντος ἐκείνου μὴ εἶχεν αὐτός. ἀλλ̓ ἐξ ἑνὸς αὐτοῦ πολλὰ τούτῳ: ἣν γὰρ ἐκομίζετο δύναμιν ἀδυνατῶν ἔχειν συνέθραυε καὶ πολλὰ ἐποίησε τὴν μίαν, ἵν̓ οὕτω δύναιτο κατὰ μέρος φέρειν. τι οὖν ἐγέννα, ἀγαθοῦ ἐκ δυνάμεως ἦν καὶ ἀγαθοειδὲς ἦν καὶ αὐτὸς ἀγαθὸς ἐξ ἀγαθοειδῶν, ἀγαθὸν ποικίλον. διὸ καὶ εἴ τις αὐτὸν ἀπεικάζοι σφαίρᾳ ζώσῃ ποικίλῃ, εἴτε παμπρόσωπόν τι χρῆμα λάμπον ζῶσι προσώποις εἴτε ψυχὰς τὰς καθαρὰς πάσας εἰς τὸ αὐτὸ συνδραμούσας φαντάζοιτο οὐκ ἐνδεεῖς, ἀλλὰ πάντα τὰ αὑτῶν ἐχούσας, καὶ νοῦν τὸν πάντα ἐπ̓ ἄκραις αὐταῖς ἱδρυμένον, ὡς φέγγει νοερῷ καταλάμπεσθαι τὸν τόπονφανταζόμενος μὲν οὕτως ἔξω πως ἄλλος ὢν ὁρῴη ἂν ἄλλον: δεῖ δὲ ἑαυτὸν ἐκεῖνο γενόμενον τὴν θέαν ἑαυτὸν ποιήσασθαι.
§7.16 χρὴ δὲ μηδ̓ ἀεὶ ἐν τῷ πολλῷ τούτῳ καλῷ μένειν, μεταβαίνειν δ̓ ἔτι πρὸς τὸ ἄνω ἀίξαντα καὶ ἀφέντα τοῦτο, οὐκ ἐκ τούτου τοῦ οὐρανοῦ, ἀλλ̓ ἐξ ἐκείνου, θαυμάσαντα τίς γεννήσας καὶ ὅπως. ἕκαστον μὲν οὖν εἶδος ἕκαστον καὶ ἴδιος οἷον τύπος: ἀγαθοειδὲς δὲ ὂν κοινὸν τὸ ἐπιθέον ἐπὶ πᾶσιν ἔχει. ἔχει μὲν οὖν καὶ τὸ ὂν ἐπὶ πᾶσιν, ἔχει δὲ καὶ τὸ ζῷον ἕκαστον ζωῆς κοινῆς ἐπὶ πᾶσιν ὑπαρχούσης, τάχα δ̓ ἂν καὶ ἄλλα. ἀλλὰ καθ̓ ὅσον ἀγαθὰ καὶ διότι ἀγαθά, τί ἂν εἴη; πρὸς δὴ τὴν τοιαύτην σκέψιν τάχ̓ ἂν εἴη προὔργου ἄρξασθαι ἐντεῦθεν. ἆρα, ὅτε ἑώρα πρὸς τὸ ἀγαθόν, ἐνόει ὡς πολλὰ τὸ ἓν ἐκεῖνο καὶ ἓν ὢν αὐτὸς ἐνόει αὐτό, πολλὰ μερίζων αὐτὸ παῤ αὑτῷ τῷ νοεῖν μὴ ὅλον ὁμοῦ δύνασθαι; ἀλλ̓ οὔπω νοῦς ἦν ἐκεῖνο βλέπων, ἀλλ̓ ἔβλεπεν ἀνοήτως. φατέον ὡς οὐδ̓ ἑώρα πώποτε, ἀλλ̓ ἔζη μὲν πρὸς αὐτὸ καὶ ἀνήρτητο αὐτοῦ καὶ ἐπέστραπτο πρὸς αὐτό, δὲ κίνησις αὕτη πληρωθεῖσα τῷ ἐκεῖ κινεῖσθαι καὶ περὶ ἐκεῖνο ἐπλήρωσεν αὐτὸν καὶ οὐκέτι κίνησις ἦν μόνον, ἀλλὰ κίνησις διακορὴς καὶ πλήρης: ἑξῆς δὲ πάντα ἐγένετο καὶ ἔγνω τοῦτο ἐν συναισθήσει αὑτοῦ καὶ νοῦς ἤδη ἦν, πληρωθεὶς μέν, ἵν̓ ἔχῃ, ὄψεται, βλέπων δὲ αὐτὰ μετὰ φωτὸς παρὰ τοῦ δόντος ἐκεῖνα καὶ τοῦτο κομιζόμενος. διὰ τοῦτο οὐ μόνον λέγεται τῆς οὐσίας, ἀλλὰ καὶ τοῦ ὁρᾶσθαι αὐτήν, αἴτιος ἐκεῖνος εἶναι. ὥσπερ δὲ ἥλιος τοῦ ὁρᾶσθαι τοῖς αἰσθητοῖς καὶ τοῦ γίνεσθαι αἴτιος ὢν αἴτιός πως καὶ τῆς ὄψεως ἐστινοὔκουν οὔτε ὄψις οὔτε τὰ γινόμεναοὕτω καὶ τοῦ ἀγαθοῦ φύσις αἰτία οὐσίας καὶ νοῦ οὖσα καὶ φῶς κατὰ τὸ ἀνάλογον τοῖς ἐκεῖ ὁρατοῖς καὶ τῷ ὁρῶντι οὔτε τὰ ὄντα οὔτε νοῦς ἐστιν, ἀλλὰ αἴτιον τούτων καὶ νοεῖσθαι φωτὶ τῷ ἑαυτοῦ εἰς τὰ ὄντα καὶ εἰς τὸν νοῦν παρέχον. πληρούμενος μὲν οὖν ἐγίνετο, πληρωθεὶς δὲ ἦν, καὶ ὁμοῦ ἀπετελέσθη καὶ ἑώρα. ἀρχὴ δὲ αὐτοῦ ἐκεῖνο τὸ πρὶν πληρωθῆναι ἦν: ἑτέρα δὲ ἀρχὴ οἱονεὶ ἔξωθεν πληροῦσα ἦν, ἀφ̓ ἧς οἷον ἐτυποῦτο πληρούμενος.
§7.17 ἀλλὰ πῶς ταῦτα ἐν αὐτῷ, καὶ αὐτὸς οὐκ ὄντων ἐκεῖ ἐν τῷ πληρώσαντι, οὐδ̓ αὖ ἐν αὐτῷ τῷ πληρουμένῳ; ὅτε γὰρ μήπω ἐπληροῦτο, οὐκ εἶχεν. οὐκ ἀνάγκη, τις δίδωσι, τοῦτο ἔχειν, ἀλλὰ δεῖ ἐν τοῖς τοιούτοις το μὲν διδὸν μεῖζον νομίζειν, τὸ δὲ διδόμενον ἔλαττον τοῦ διδόντος: τοιαύτη γὰρ γένεσις ἐν τοῖς οὖσι. πρῶτον γὰρ δεῖ τὸ ἐνεργείᾳ εἶναι, τὰ δ̓ ὕστερα δυνάμει εἶναι τὰ πρὸ αὐτῶν: καὶ τὸ πρῶτον δὲ ἐπέκεινα τῶν δευτέρων καὶ τοῦ διδομένου τὸ διδὸν ἐπέκεινα ἦν: κρεῖττον γάρ. εἴ τι τοίνυν ἐνεργείας πρότερον, ἐπέκεινα ἐνεργείας, ὥστε καὶ ἐπέκεινα ζωῆς. εἰ οὖν ζωὴ ἐν τούτῳ, διδοὺς ἔδωκε μὲν ζωήν, καλλίων δὲ καὶ τιμιώτερος ζωῆς. εἶχεν οὖν ζωὴν καὶ οὐκ ἐδεῖτο ποικίλου τοῦ διδόντος, καὶ ἦν ζωὴ ἴχνος τι ἐκείνου, οὐκ ἐκείνου ζωή. πρὸς ἐκεῖνο μὲν οὖν βλέπουσα ἀόριστος ἦν, βλέψασα δ̓ ἐκεῖ ὡρίζετο ἐκείνου ὅρον οὐκ ἔχοντος. εὐθὺς γὰρ πρὸς ἕν τι ἰδοῦσα ὁρίζεται τούτῳ καὶ ἴσχει ἐν αὑτῇ ὅρον καὶ πέρας καὶ εἶδος: καὶ τὸ εἶδος ἐν τῷ μορφωθέντι, τὸ δὲ μορφῶσαν ἄμορφον ἦν: δὲ ὅρος οὐκ ἔξωθεν, οἷον μεγέθει περιτεθείς, ἀλλ̓ ἦν πάσης ἐκείνης τῆς ζωῆς ὅρος πολλῆς καὶ ἀπείρου οὔσης, ὡς ἂν παρὰ τοιαύτης φύσεως ἐκλαμψάσης, ζωή τε ἦν οὐ τοῦδε: ὥριστο γὰρ ἂν ὡς ἀτόμου ἤδη. ἀλλ̓ ὥριστο μέντοι: ἦν ἄρα ὁρισθεῖσα ὡς ἑνός τινος πολλοῦ. ὥριστο δὴ καὶ ἕκαστον τῶν πολλῶν, διὰ μὲν τὸ πολὺ τῆς ζωῆς πολλὰ ὁρισθέν, διὰ δὲ αὖ τὸν ὅρον ἕν. τί οὖν τὸ ἓν ὡρίσθη; νοῦς: ὁρισθεῖσα γὰρ ζωὴ νοῦς: τί δὲ τὸ πολλά; νόες πολλοί. πάντα οὖν νόες, καὶ μὲν πᾶς νοῦς, οἱ δὲ ἕκαστοι νοῖ. δὲ πᾶς νοῦς ἕκαστον περιέχων ἆρα ταὐτὸν ἕκαστον περιέχει; ἀλλ̓ ἕνα ἂν περιεῖχεν. εἰ οὖν πολλοί, διαφορὰν δεῖ εἶναι. πάλιν οὖν πῶς ἕκαστος διαφορὰν ἔσχεν; ἐν τῷ καὶ εἷς ὅλως γενέσθαι ειχε τὴν διαφοράν: οὐ γὰρ ταὐτὸν ὁτῳοῦν νῷ τὸ πᾶν. ἦν οὖν μὲν ζωὴ δύναμις πᾶσα, δὲ ὅρασις ἐκεῖθεν δύναμις πάντων, δὲ γενόμενος νοῦς αὐτὰ ἀνεφάνη τὰ πάντα. δὲ ἐπικάθηται αὐτοῖς, οὐχ ἵνα ἱδρυθῇ, ἀλλ̓ ἵνα ἱδρύσῃ εἶδος ἰδὼν τῶν πρώτων ἀνείδεον αὐτό. καὶ νοῦς δὲ γίνεται πρὸς ψυχὴν οὕτω φῶς εἰς αὐτήν, ὡς ἐκεῖνος εἰς νοῦν: καὶ ὅταν καὶ οὗτος ὁρίσῃ τὴν ψυχήν, λογικὴν ποιεῖ δοὺς αὐτῇ ὧν ἔσχεν ἴχνος ἴχνος οὖν καὶ νοῦς ἐκείνου: ἐπεὶ δὲ νοῦς εἶδος καὶ ἐν ἐκστάσει καὶ πλήθει, ἐκεῖνος ἄμορφος καὶ ἀνείδεος: οὕτω γὰρ εἰδοποιεῖ. εἰ δ̓ ἦν ἐκεῖνος εἶδος, νοῦς ἦν ἂν λόγος. ἔδει δὲ τὸ πρῶτον μὴ πολὺ μηδαμῶς εἶναι: ἀνήρτητο γὰρ ἂν τὸ πολὺ αὐτοῦ εἰς ἕτερον αὖ πρὸ αὐτοῦ.
§7.18 ἀλλ̓ ἀγαθοειδῆ κατὰ τί τὰ ἐν τῷ νῷ; ἆρα εἶδος ἕκαστον, καλά, τί; εἰ δὴ τὸ παρὰ τοῦ ἀγαθοῦ ἧκον πᾶν ἴχνος καὶ τύπον ἔχει ἐκείνου ἀπ̓ ἐκείνου, ὥσπερ τὸ ἀπὸ πυρὸς ἴχνος πυρὸς καὶ τὸ ἀπὸ γλυκέος γλυκέος ἴχνος, ἥκει δὲ εἰς νοῦν καὶ ζωὴ ἀπ̓ ἐκείνου: ἐκ γὰρ τῆς παῤ ἐκείνου ἐνεργείας ὑπέστη: καὶ νοῦς δὲ δἰ ἐκεῖνον καὶ τὸ τῶν εἰδῶν κάλλος ἐκεῖθεν, πάντα ἂν ἀγαθοειδῆ εἴη, καὶ ζωὴ καὶ νοῦς καὶ ἰδέα, ἀλλὰ τί τὸ κοινόν; οὐ γὰρ δὴ ἀρκεῖ τὸ ἀπ̓ ἐκείνου πρὸς τὸ ταὐτόν: ἐν αὐτοῖς γὰρ δεῖ τὸ κοινὸν εἶναι: καὶ γὰρ ἂν γένοιτο ἀπὸ τοῦ αὐτοῦ μὴ ταὐτὸν καὶ δοθὲν ὡσαύτως ἐν τοῖς δεξομένοις ἄλλο γίνεσθαι: ἐπεὶ καὶ ἄλλο τὸ εἰς πρώτην ἐνέργειαν, ἄλλο δὲ τὸ τῇ πρώτῃ ἐνεργείᾳ δοθέν: τὸ δ̓ ἐπὶ τούτοις ἄλλο ἤδη. οὐδὲν κωλύει καθ̓ ἕκαστον μὲν ἀγαθοειδὲς εἶναι, μᾶλλον μὴν κατ̓ ἄλλο. τί οὖν καθ̓ μάλιστα; ἀλλὰ πρότερον ἐκεῖνο ἀναγκαῖον ἰδεῖν: ἆρά γε ἀγαθὸν ζωή, αὐτὸ τοῦτο ζωὴ ψιλὴ θεωρουμένη καὶ ἀπογεγυμνωμένη; ζωὴ ἀπ̓ αὐτοῦ, τὸ δ̓ ἀπ̓ αὐτοῦ ἄλλο τι τοιαύτη; πάλιν οὖν τί τοιαύτη ζωή; ἀγαθοῦ. ἀλλ̓ οὐκ αὐτοῦ ἦν, ἀλλ̓ ἐξ αὐτοῦ. ἀλλ̓ εἰ ἐν τῇ ζωῇ ἐκείνῃ ἐνείη τι ἐξ ἐκείνου καὶ ἔστιν ὄντως ζωὴ καὶ οὐδὲν ἄτιμον παῤ ἐκείνου λεκτέον εἶναι, καὶ καθ̓ ζωή, ἀγαθὸν εἶναι, καὶ ἐπὶ νοῦ δὴ τοῦ ἀληθινοῦ ἀνάγκη λέγειν τοῦ πρώτου ἐκείνου, ὅτι ἀγαθόν: καὶ δῆλον ὅτι καὶ εἶδος ἕκαστον ἀγαθὸν καὶ ἀγαθοειδές. οὖν τι ἔχει ἀγαθόν, εἴτε κοινόν, εἴτε μᾶλλον ἄλλο, εἴτε τὸ μὲν πρώτως, τὸ δὲ τῷ ἐφεξῆς καὶ δευτέρως. ἐπεὶ γὰρ εἰλήφαμεν ἕκαστον ὡς ἔχον ἤδη ἐν τῇ οὐσίᾳ αὐτοῦ ἀγαθόν τι καὶ διὰ τοῦτο ἦν ἀγαθόνκαὶ γὰρ ζωὴ ἦν ἀγαθὸν οὐχ ἁπλῶς, ἀλλ̓ ὅτι ἐλέγετο ἀληθινὴ καὶ ὅτι παῤ ἐκείνου, καὶ νοῦς ὄντωςδεῖ τι τοῦ αὐτοῦ ἐν αὐτοῖς ὁρᾶσθαι. διαφόρων γὰρ ὄντων, ὅταν τὸ αὐτὸ αὐτῶν κατηγορῆται, κωλύει μὲν οὐδὲν ἐν τῇ οὐσίᾳ αὐτῶν τοῦτο ἐνυπάρχειν, ὅμως δ̓ ἔστι λαβεῖν αὐτὸ χωρὶς τῷ λόγῳ, οἷον καὶ τὸ ζῷον ἐπ̓ ἀνθρώπου καὶ ἵππου, καὶ τὸ θερμὸν ἐπὶ ὕδατος καὶ πυρός, τὸ μὲν ὡς γένος, τὸ δ̓ ὡς τὸ μὲν πρώτως, τὸ δὲ δευτέρως: ὁμωνύμως ἂν ἑκάτερον ἕκαστον λέγοιτο ἀγαθόν. ἆῤ οὖν ἐνυπάρχει τῇ οὐσίᾳ αὐτῶν τὸ ἀγαθόν; ὅλον ἕκαστον ἀγαθόν ἐστιν, οὐ καθ̓ ἓν τὸ ἀγαθόν. πῶς οὖν; ὡς μέρη. ἀλλὰ ἀμερὲς τὸ ἀγαθόν. ἓν μὲν αὐτό, οὑτωσὶ δὲ τόδε: καὶ γὰρ ἐνέργεια πρώτη ἀγαθὸν καὶ τὸ ἐπ̓ αὐτῇ ὁρισθὲν ἀγαθὸν καὶ τὸ συνάμφω: καὶ τὸ μὲν ὅτι γενόμενον ὑπ̓ αὐτοῦ, τὸ δ̓ ὅτι κόσμος ἀπ̓ αὐτοῦ, τὸ δ̓ ὅτι συναμφω. ἀπ̓ αὐτοῦ οὖν καὶ οὐδὲν ταὐτόν, οἷον εἰ ἀπὸ τοῦ αὐτοῦ φωνὴ καὶ βάδισις καὶ ἄλλο τι, πάντα κατορθούμενα. ἐνταῦθα, ὅτι τάξις καὶ ῥυθμός: ἐκεῖ δὲ τί; ἀλλ̓ εἴποι τις ἄν, ὡς ἐνταῦθα ὅλως τὸ καλῶς ἔξωθεν διαφόρων ὄντων τῶν περὶ τάξις, ἐκεῖ δὲ καὶ αὐτά. ἀλλὰ διὰ τί καὶ αὐτά; οὐ γὰρ ὅτι ἀπ̓ ἐκείνου δεῖ πιστεύοντας ἀφεῖναι: δεῖ μὲν γὰρ συγχωρεῖν ἀπ̓ ἐκείνου ὄντα εἶναι τίμια, ἀλλὰ ποθεῖ λόγος λαβεῖν, κατὰ τί τὸ ἀγαθὸν αὐτῶν.
§7.19 ἆῤ οὖν τῇ ἐφέσει καὶ τῇ ψυχῇ ἐπιτρέψομεν τὴν κρίσιν καὶ τῷ ταύτης πάθει πιστεύσαντες τὸ ταύτῃ ἐφετὸν ἀγαθὸν φήσομεν, διότι δὲ ἐφίεται οὐ ζητήσομεν; καὶ τί μὲν ἕκαστον, περὶ τούτου ἀποδείξεις κομιοῦμεν, τὸ δ̓ ἀγαθὸν τῇ ἐφέσει δώσομεν; ἀλλὰ πολλὰ ἄτοπα ἡμῖν φαίνεται. πρῶτον μέν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν τι τῶν πέρι: ἔπειτα, ὅτι πολλὰ τὰ ἐφιέμενα καὶ ἄλλα ἄλλων: πῶς οὖν κρινοῦμεν τῷ ἐφιεμένῳ, εἰ βέλτιον; ἀλλ̓ ἴσως οὐδὲ τὸ βέλτιον γνωσόμεθα τὸ ἀγαθὸν ἀγνοοῦντες. ἀλλὰ ἆρα τὸ ἀγαθὸν ὁριούμεθα κατὰ τὴν ἑκάστου ἀρετήν; ἀλλ̓ οὕτως εἰς εἶδος καὶ λόγον ἀνάξομεν, ὀρθῶς μὲν πορευόμενοι: ἀλλὰ ἐλθόντες ἐκεῖ τί ἐροῦμεν αὐτὰ ταῦτα ζητοῦντες πῶς ἀγαθά; ἐν μὲν γὰρ τοῖς χείροσιν, ὡς ἔοικε, γινώσκοιμεν ἂν τὴν φύσιν τὴν τοιαύτην καίτοι οὐκ ἔχουσαν εἰλικρινῶς τῇ πρὸς τὰ χείρω παραθέσει: ἐκεῖ δὲ, ὅπου μηδέν ἐστι κακόν, αὐτὰ δὲ ἐφ̓ ἑαυτῶν ἐστι τὰ ἀμείνω, ἀπορήσομεν. ἆῤ οὖν, ἐπειδὴ λόγος τὸ διότι ζητεῖ, ταῦτα δὲ ἀγαθὰ παῤ αὑτῶν, διὰ τοῦτο ἀπορεῖ τοῦ διότι τὸ ὅτι ὄντος; ἐπεὶ κἂν ἄλλο φῶμεν αἴτιον, λόγου μὴ φθάνοντος ἐκεῖ ὁμοίως ἀπορία. οὐ μὴν ἀποστατέον, εἴ πῃ κατ̓ ἄλλην ὁδὸν πορευομένοις τι φανείη.
§7.20 ἐπειδὴ τοίνυν ἀπιστοῦμεν ἐν τῷ παρόντι ταῖς ὀρέξεσι πρὸς τὰς τοῦ τί ἐστιν ποῖόν ἐστι θέσεις, ἆρα χρὴ πρὸς τὰς κρίσεις ἰέναι καὶ τὰς τῶν πραγμάτων ἐναντιώσεις, οἷον τάξιν ἀταξίαν, σύμμετρον ἀσύμμετρον, ὑγίειαν νόσον, εἶδος ἀμορφίαν, οὐσίαν φθοράν, ὅλως σύστασιν ἀφάνισιν; τούτων γὰρ τὰ πρῶτα καθ̓ ἑκάστην συζυγίαν τίς ἂν ἀμφισβητήσειε μὴ οὐκ ἐν ἀγαθοῦ εἴδει εἶναι; εἰ δὲ τοῦτο, καὶ τὰ ποιητικὰ αὐτῶν ἀνάγκη ἐν ἀγαθοῦ μοίρᾳ τίθεσθαι. καὶ ἀρετὴ δὴ καὶ νοῦς καὶ ζωὴ καὶ ψυχή, γε ἔμφρων, ἐν ἀγαθοῦ εἴδει: καὶ ὧν ἐφίεται τοίνυν ἔμφρων ζωή. τί οὖν οὐ στησόμεθα, φήσει τις, εἰς νοῦν καὶ τοῦτο τὸ ἀγαθὸν θησόμεθα; καὶ γὰρ ψυχὴ καὶ ζωὴ νοῦ ἴχνη καὶ τούτου ἐφίεται ψυχή. καὶ κρίνει τοίνυν καὶ ἐφίεται νοῦ, κρίνουσα μὲν δικαιοσύνην ἀντ̓ ἀδικίας ἄμεινον καὶ ἕκαστον εἶδος ἀρετῆς πρὸ κακίας εἴδους, καὶ τῶν αὐτῶν προτίμησις, ὧν καὶ αἵρεσις. ἀλλ̓ εἰ μὲν νοῦ μόνον ἐφίεται, τάχ̓ ἂν πλείονος ἐδέησε λόγου δεικνύντων, ὡς οὐ τὸ ἔσχατον νοῦς καὶ νοῦ μὲν οὐ πάντα, ἀγαθοῦ δὲ πάντα. καὶ τῶν μὲν μὴ ἐχόντων νοῦν οὐ πάντα νοῦν κτήσασθαι ζητεῖ, τὰ δὲ ἔχοντα νοῦν οὐχ ἵσταται ἤδη, ἀλλὰ πάλιν τὸ ἀγαθὸν ζητεῖ, καὶ νοῦν μὲν ἐκ λογισμοῦ, τὸ δ̓ ἀγαθὸν καὶ πρὸ τοῦ λόγου. εἰ δὲ καὶ ζωῆς ἐφίεται καὶ τοῦ ἀεὶ εἶναι καὶ ἐνεργεῖν, οὐχ νοῦς ἂν εἴη τὸ ἐφετόν, ἀλλ̓ ἀγαθὸν καὶ ἀπὸ ἀγαθοῦ καὶ εἰς ἀγαθόν: ἐπεὶ καὶ ζωὴ οὕτως.
§7.21 τί οὖν ἓν ὂν ἐν πᾶσι τούτοις ποιεῖ ἀγαθὸν ἕκαστον; ὧδε τοίνυν τετολμήσθω: εἶναι μὲν τὸν νοῦν καὶ τὴν ζωὴν ἐκείνην ἀγαθοειδῆ, ἔφεσιν δὲ εἶναι καὶ τούτων, καθ̓ ὅσον ἀγαθοειδῆ: ἀγαθοειδῆ δὲ λέγω τῷ τὴν μὲν τἀγαθοῦ εἶναι ἐνέργειαν, μᾶλλον δὲ ἐκ τἀγαθοῦ ἐνέργειαν, τὸν δὲ ἤδη ὁρισθεῖσαν ἐνέργειαν: εἶναι δ̓ αὐτὰ μεστὰ μὲν ἀγλαίας καὶ διώκεσθαι μὲν ὑπὸ ψυχῆς, ὡς ἐκεῖθεν καὶ πρὸς ἐκεῖνα αὖ: ὡς τοίνυν οἰκεῖα, ἀλλ̓ οὐχὶ ἀγαθά: ἀγαθοειδῆ δὲ ὄντα οὐδὲ ταύτῃ ἀπόβλητα εἶναι. τὸ γὰρ οἰκεῖον, εἰ μὴ ἀγαθὸν εἴη, οἰκεῖον μέν ἐστι, φεύγει δέ τις αὐτό: ἐπεὶ καὶ ἄλλα πόρρω ὄντα καὶ κάτω κινήσειεν ἄν. γίνεται δὲ πρὸς αὐτὰ ἔρως σύντονος οὐχ ὅταν ἅπερ ἐστίν, ἀλλ̓ ὅταν ἐκεῖθεν ἤδη ὂν ἅπερ ἐστὶν ἄλλο προσλάβῃ. οἷον γὰρ ἐπὶ τῶν σωμάτων φωτὸς ἐμμεμιγμένου ὅμως δεῖ φωτὸς ἄλλου, ἵνα καὶ φανείη τὸ ἐν αὐτοῖς φῶς, οὕτω τοι δεῖ καὶ ἐπὶ τῶν ἐκεῖ καίπερ πολὺ φῶς ἐχόντων φωτὸς κρείττονος ἄλλου, ἵνα κἀκεῖνα καὶ ὑπ̓ αὐτῶν καὶ ὑπ̓ ἄλλου ὀφθῇ.
§7.22 ὅταν οὖν τὸ φῶς τοῦτό τις ἴδῃ, τότε δὴ καὶ κινεῖται ἐπ̓ αὐτὰ καὶ τοῦ φωτὸς τοῦ ἐπιθέοντος ἐπ̓ αὐτοῖς γλιχόμενος εὐφραίνεται, ὥσπερ καὶ τῶν ἐνταῦθα σωμάτων οὐ τῶν ὑποκειμένων ἐστὶν ἔρως, ἀλλὰ τοῦ ἐμφανταζομένου κάλλους ἐπ̓ αὐτοῖς. ἔστι γὰρ ἕκαστον ἔστιν ἐφ̓ αὑτοῦ: ἐφετὸν δὲ γίνεται ἐπιχρώσαντος αὐτὸ τοῦ ἀγαθοῦ, ὥσπερ χάριτας δόντος αὐτοῖς καὶ εἰς τὰ ἐφιέμενα ἔρωτας. καὶ τοίνυν ψυχὴ λαβοῦσα εἰς αὑτὴν τὴν ἐκεῖθεν ἀπορροὴν κινεῖται καὶ ἀναβακχεύεται καὶ οἴστρων πίμπλαται καὶ ἔρως γίνεται. πρὸ τοῦ δὲ οὐδὲ πρὸς τὸν νοῦν κινεῖται, καίπερ καλὸν ὄντα: ἀργόν τε γὰρ τὸ κάλλος αὐτοῦ, πρὶν τοῦ ἀγαθοῦ φῶς λάβῃ, ὑπτία τε ἀναπέπτωκεν ψυχὴ παῤ αὑτῆς καὶ πρὸς πᾶν ἀργῶς ἔχει καὶ παρόντος νοῦ ἐστι πρὸς αὐτὸν νωθής. ἐπειδὰν δὲ ἥκῃ εἰς αὐτὴν ὥσπερ θερμασία ἐκεῖθεν, ῥώννυταί τε καὶ ἐγείρεται καὶ ὄντως πτεροῦται καὶ πρὸς τὸ παρακείμενον καὶ πλησίον καίπερ ἐπτοημένη ὅμως πρὸς ἄλλο οἷον τῇ μνήμῃ μεῖζον κουφίζεται. καὶ ἕως τί ἐστιν ἀνωτέρω τοῦ παρόντος, αἴρεται φύσει ἄνω αἰρομένη ὑπὸ τοῦ δόντος τὸν ἔρωτα. καὶ νοῦν μὲν ὑπεραίρει, οὐ δύναται δὲ ὑπὲρ τὸ ἀγαθὸν δραμεῖν, ὅτι μηδέν ἐστι τὸ ὑπερκείμενον. ἐὰν δὲ μένῃ ἐν νῷ, καλὰ μὲν καὶ σεμνὰ θεᾶται, οὔπω μὴν ζητεῖ πάντη ἔχει. οἷον γὰρ προσώπῳ πελάζει καλῷ μέν, οὔπω δὲ ὄψιν κινεῖν δυναμένῳ, μὴ ἐμπρέπει χάρις ἐπιθέουσα τῷ κάλλει. διὸ καὶ ἐνταῦθα φατέον μᾶλλον τὸ κάλλος τὸ ἐπὶ τῇ συμμετρίᾳ ἐπιλαμπόμενον τὴν συμμετρίαν εἶναι καὶ τοῦτο εἶναι τὸ ἐράσμιον. διὰ τί γὰρ ἐπὶ μὲν ζῶντος προσώπου μᾶλλον τὸ φέγγος τοῦ καλοῦ, ἴχνος δ̓ ἐπὶ τεθνηκότος καὶ μηπω τοῦ προσώπου ταῖς σαρξὶ καὶ ταῖς συμμετρίαις μεμαρασμένου; καὶ τῶν ἀγαλμάτων δὲ τὰ ζωτικώτερα καλλίω, κἂν συμμετρότερα τὰ ἕτερα : καὶ αἰσχίων ζῶν καλλίων τοῦ ἐν ἀγάλματι καλοῦ; ὅτι τοδὶ ἐφετὸν μᾶλλον: τοῦτο δ̓ ὅτι ψυχὴν ἔχει: τοῦτο δ̓ ὅτι ἀγαθοειδέστερον: τοῦτο δέ, ὅτι ἀγαθοῦ ἀμηγέπη φωτὶ κέχρωσται καὶ χρωσθεῖσα ἐγήγερται καὶ ἀνακεκούφισται καὶ ἀνακουφίζει ἔχει, καὶ ὡς οἷόν τε αὐτῷ ἀγαθοποιεῖ αὐτὸ καὶ ἐγείρει.
§7.23 ἐκεῖνο δή, ψυχὴ διώκει, καὶ φῶς νῷ παρεχει καὶ ἐμπεσὸν αὐτοῦ ἴχνος κινεῖ, οὔτοι δεῖ θαυμάζειν, εἰ τοιαύτην δύναμιν ἔχει ἕλκον πρὸς αὑτὸ καὶ ἀνακαλούμενον ἐκ πάσης πλάνης, ἵνα πρὸς αὐτὸ ἀναπαύσαιτο. εἰ γὰρ ἐκ τούτου τὰ πάντα, οὐδέν ἐστι κρεῖττον αὐτοῦ, ἐλάττω δὲ πάντα. τὸ δὴ ἄριστον τῶν ὄντων πῶς οὐ τὸ ἀγαθόν ἐστι; καὶ μὴν εἰ δεῖ τὴν τοῦ ἀγαθοῦ φύσιν αὐταρκεστάτην τε εἶναι αὑτῇ καὶ ἀνενδεᾶ ἄλλου ὁτουοῦν παντός, τίνα ἂν ἄλλην ταύτην οὖσαν εὕροι τις; πρὸ τῶν ἄλλων ἦν ὅπερ ἦν, ὅτε μηδὲ κακία πω ἦν. εἰ δὲ τὰ κακὰ ὕστερον ἐν τοῖς μηδὲ καθ̓ ἓν τούτου μετειληφόσι καὶ ἐν τοῖς ἐσχάτοις καὶ οὐδὲν ἐπέκεινα τῶν κακῶν πρὸς τὸ χεῖρον, ἐναντίως ἂν ἔχοι τὰ κακὰ πρὸς αὐτὸ οὐδὲν ἔχοντα μέσον πρὸς ἐναντίωσιν. τὸ ἄρα ἀγαθὸν τοῦτο ἂν εἴη: γὰρ οὐκ ἔστιν ὅλως ἀγαθόν, , εἰ ἀνάγκη εἶναι, τοῦτο ἂν καὶ οὐκ ἄλλο εἴη. εἰ δέ τις λέγοι μὴ εἶναι, οὐδὲ κακὸν ἂν εἴη: ἀδιάφορα ἄρα πρὸς αἵρεσιν τῇ φύσει: τοῦτο δ̓ ἀδύνατον. δ̓ ἄλλα λέγουσιν ἀγαθά, εἰς τοῦτο, αὐτὸ δὲ εἰς οὐδέν. τί οὖν ποιεῖ τοιοῦτον ὄν; ἐποίησε νοῦν, ἐποίησε ζωήν, ψυχὰς ἐκ τούτου καὶ τὰ ἄλλα, ὅσα λόγου νοῦ ζωῆς μετέχει. δὴ τούτων πηγὴ καὶ ἀρχή, τίς ἂν εἴποι, ὅπως ἀγαθὸν καὶ ὅσον; ἀλλὰ τί νῦν ποιεῖ; καὶ νῦν σώζει ἐκεῖνα καὶ νοεῖν ποιεῖ τὰ νοουντα καὶ ζῆν τὰ ζῶντα, ἐμπνέον νοῦν, ἐμπνέον ζωήν, εἰ δέ τι μὴ δύναται ζῆν, εἶναι.
§7.24 ἡμᾶς δὲ τί ποιεῖ; πάλιν περὶ τοῦ φωτὸς λέγωμεν τί τὸ φῶς, καταλάμπεται μὲν νοῦς, μεταλαμβάνει δὲ αὐτοῦ ψυχή: τοῦτο νῦν εἰς ὕστερον ἀφέντες εἰκότως ἐκεῖνα πρότερον ἀπορήσωμεν: ἆρά γε τὸ ἀγαθόν, ὅτι ἐστὶν ἄλλῳ ἐφετόν, ἔστι καὶ λέγεται ἀγαθὸν καὶ τινὶ μὲν ὂν ἐφετόν, τινὶ δὲ ἀγαθόν, πᾶσι δὲ ὂν τοῦτο λέγομεν εἶναι τὸ ἀγαθόν; μαρτύριον μὲν ἄν τις τοῦτο ποιήσαιτο τοῦ εἶναι ἀγαθόν, δεῖ δέ γε φύσιν αὐτὸ τὸ ἐφετὸν ἔχειν τοιαύτην, ὡς δικαίως ἂν τυχεῖν τῆς τοιαύτης προσηγορίας. καὶ πότερα τῷ τι δέχεσθαι τὰ ἐφιέμενα ἐφίεται τῷ χαίρειν αὐτῷ; καὶ εἰ μέν τι δέχεται, τί τοῦτο; εἰ δὲ τῷ χαίρειν, διὰ τί τούτῳ, ἀλλὰ μὴ ἄλλῳ τινί; ἐν δὴ καὶ πότερα τῷ οἰκείῳ τὸ ἀγαθὸν ἄλλῳ τινί: καὶ δὴ καὶ πότερα τὸ ἀγαθὸν ὅλως ἄλλου ἐστίν, καὶ αὑτῷ τὸ ἀγαθὸν ἀγαθόν ἐστιν. ἂν ἀγαθόν, αὑτῷ μὲν οὐκ ἔστιν, ἄλλου δὲ ἐξ ἀνάγκης. καὶ τίνι φύσει ἀγαθόν ἐστιν; ἔστι δέ τις φύσις, μηδὲν ἀγαθόν ἐστι. κἀκεῖνο δὲ οὐκ ἀφετέον, τάχ̓ ἄν τις δυσχεραντικὸς ἀνὴρ εἴποι, ὡς ὑμεῖς, οὗτοι, τί δὴ ἀποσεμνύνετε τοῖς ὀνόμασιν ἄνω καὶ κάτω ζωὴν ἀγαθὸν λέγοντες καὶ νοῦν ἀγαθὸν λέγοντες, καίτοι ἐπέκεινα τούτων; τί γὰρ ἂν καὶ νοῦς: ἀγαθὸν εἴη; τί νοῶν τὰ εἴδη αὐτὰ ἀγαθὸν ἔχοι αὐτὸ ἕκαστον θεωρῶν; ἠπατημένος μὲν γὰρ ἂν καὶ ἡδόμενος ἐπὶ τούτοις τάχ̓ ἂν ἀγαθὸν λέγοι καὶ τὴν ζωὴν ἡδεῖαν οὖσαν: στὰς δ̓ ἐν τῷ ἀνήδονος εἶναι διὰ τί ἂν φήσειεν ἀγαθά; τὸ αὐτὸν εἶναι; τί γὰρ ἂν ἐκ τοῦ εἶναι καρπώσαιτο; τί ἂν διαφέροι ἐν τῷ εἶναι ὅλως μὴ εἶναι, εἰ μή τις τὴν πρὸς αὐτὸν φιλίαν αἰτίαν τούτων θεῖτο; ὥστε διὰ ταύτην τὴν ἀπάτην φυσικὴν οὖσαν καὶ τὸν φόβον τῆς φθορᾶς τὴν τῶν ἀγαθῶν νομισθῆναι θέσιν.
§7.25 μὲν οὖν Πλάτων ἡδονὴν τῷ τέλει μιγνὺς καὶ τὸ ἀγαθὸν οὐχ ἁπλοῦν οὐδὲ ἐν νῷ μόνῳ τιθέμενος, ὡς ἐν τῷ Φιλήβῳ γέγραπται, τάχα ἂν αἰσθόμενος ταύτης τῆς ἀπορίας οὔτε παντάπασιν ἐπὶ τὸ ἡδὺ τίθεσθαι τὸ ἀγαθὸν ἐτράπετο, ὀρθῶς ποιῶν, οὔτε τὸν νοῦν ἀνήδονον ὄντα ᾠήθη δεῖν θέσθαι ἀγαθὸν τὸ κινοῦν ἐν αὐτῷ οὐχ ὁρῶν. τάχα δὲ οὐ ταύτῃ, ἀλλ̓ ὅτι ἠξίου τὸ ἀγαθὸν ἔχον φύσιν ἐν αὑτῷ τοιαύτην δεῖν ἐξ ἀνάγκης χαρτὸν εἶναι, τό τε ἐφετὸν τῷ τυγχάνοντι πάντως ἔχειν τὸ χαίρειν, ὥστε, μὴ τὸ χαίρειν, ἀγαθὸν μηδὲ εἶναι, καὶ ὥστε, εἰ τὸ χαίρειν τῷ ἐφιεμένῳ, τῷ πρώτῳ μὴ εἶναι: ὥστε μηδὲ τὸ ἀγαθόν. καὶ οὐκ ἄτοπον τοῦτο: αὐτὸς γὰρ οὐ τὸ πρῶτον ἀγαθὸν ἐζήτει, τὸ δὲ ἡμῶν, καὶ ὅλως ἑτέρου ὄντος ἐστὶν αὐτῷ ἕτερον ὂν αὐτοῦ, ἐλλιποῦς ὄντος αὐτοῦ καὶ ἴσως συνθέτου: ὅθεν καὶ τὸ ἔρημον καὶ μόνον μηδὲν ἔχειν ἀγαθόν, ἀλλ̓ εἶναι ἑτέρως καὶ μειζόνως. ἐφετὸν μὲν οὖν δεῖ τὸ ἀγαθὸν εἶναι, οὐ μέντοι τῷ ἐφετὸν εἶναι ἀγαθὸν γίνεσθαι, ἀλλὰ τῷ ἀγαθὸν εἶναι ἐφετὸν γίνεσθαι. ἆῤ οὖν τῷ μὲν ἐσχάτῳ ἐν τοῖς οὖσι τὸ πρὸ αὐτοῦ, καὶ ἀεὶ ἀνάβασις τὸ ὑπὲρ ἕκαστον διδοῦσα ἀγαθὸν εἶναι τῷ ὑπ̓ αὐτῷ, εἰ ἀνάβασις οὐκ ἐξίσταιτο τοῦ ἀνὰ λόγον, ἀλλὰ ἐπὶ μεῖζον ἀεὶ προχωροῖ; τότε δὲ στήσεται ἐπ̓ ἐσχάτῳ, μεθ̓ οὐδὲν ἔστιν εἰς τὸ ἄνω λαβεῖν, καὶ τοῦτο τὸ πρῶτον καὶ τὸ ὄντως καὶ τὸ μάλιστα κυρίως ἔσται, καὶ αἴτιον δὲ καὶ τοῖς ἄλλοις. τῇ μὲν γὰρ ὕλῃ τὸ εἶδοςεἰ γὰρ αἴσθησιν λάβοι, ἀσπάσαιτ̓ ἄν. τῷ δὲ σώματι ψυχήκαὶ γὰρ οὐδ̓ ἂν εἴη οὐδ̓ ἂν σώζοιτο: ψυχῇ δὲ ἀρετή. ἤδη δὲ καὶ ἀνωτέρω νοῦς καὶ ἐπὶ τούτῳ ἣν δή φαμεν πρώτην φύσιν. καὶ δὴ καὶ τούτων ἕκαστον ποιεῖν τι εἰς τὰ ὧν ἀγαθά ἐστι, τὰ μὲν τάξιν καὶ κόσμον, τὰ δ̓ ἤδη ζωήν, τὰ δὲ φρονεῖν καὶ ζῆν εὖ, τῷ δὲ νῷ τὸ ἀγαθόν, φαμεν καὶ εἰς τοῦτον ἥκειν, καὶ ὅτι ἐνέργεια ἐξ αὐτοῦ, καὶ ὅτι καὶ νῦν δίδωσι φῶς λεγόμενον: δὴ τί ποτ̓ ἐστίν, ὕστερον.
§7.26 καὶ δὴ τὸ πεφυκὸς αἰσθάνεσθαι παῤ αὐτόν, εἰ ἥκει αὐτῷ, τὸ ἀγαθὸν γινώσκει καὶ λέγει ἔχειν. τί οὖν, εἰ ἠπάτηται; δεῖ ἄρα τινὰ εἶναι ὁμοίωσιν, καθ̓ ἣν ἠπάτηται. εἰ δὲ τοῦτο, ἐκεῖνο ἀγαθὸν ἂν αὐτῷ εἴη, ἀφ̓ οὗ ἠπάτηται: ἐπεὶ καί, ὅταν ἐκεῖνο ἥκῃ, ἀφίσταται ἀφ̓ οὗ ἠπάτηται. καὶ ἔφεσις δ̓ αὐτοῦ ἑκάστου καὶ ὠδὶς μαρτυρεῖ, ὅτι ἔστι τι ἀγαθὸν ἑκάστου. τοῖς μὲν γὰρ ἀψύχοις παῤ ἄλλου τοῦ ἀγαθοῦ αὐτοῖς δόσις, τῷ δὲ ψυχὴν ἔχοντι ἔφεσις τὴν δίωξιν ἐργάζεται, ὥσπερ καὶ τοῖς νεκροῖς γεγενημένοις σώμασι παρὰ τῶν ζώντων ἐπιμέλεια καὶ κήδευσις, τοῖς δὲ ζῶσι παῤ αὑτῶν πρόνοια. ὅτι δ̓ ἔτυχε, πιστοῦται, ὅταν βέλτιόν τι γίνηται καὶ ἀμετανόητον καὶ πεπληρῶσθαι αὐτῷ γίγνηται καὶ ἐπ̓ ἐκείνου μένῃ καὶ μὴ ἄλλο ζητῇ. διὸ καὶ ἡδονὴ οὐκ αὔταρκες: οὐ γὰρ ἀγαπᾷ ταὐτόν: οὐ γάρ, ὅτι ἡδονὴν πάλιν, ταὐτόν: ἄλλο γὰρ ἀεὶ τὸ ἐφ̓ ἥδεται. δεῖ δὴ τὸ ἀγαθόν, αἱρεῖταί τις, εἶναι οὐ τὸ πάθος τὸ ἐπὶ τῷ τυχόντι: ὅθεν καὶ κενὸς μένει τοῦτο ἀγαθὸν νομίζων, τὸ πάθος μόνον ἔχων, ἔσχεν ἄν τις ἀπὸ τοῦ ἀγαθοῦ. διὸ οὐκ ἂν ἀνάσχοιτό τις τοῦ πάθους, ἐφ̓ οὐκ ἔχων, οἷον ἐπὶ τῷ παιδί, ὅτι πάρεστιν, ἥδεσθαι οὐ παρόντος: οὐδέ γε οἶμαι οἷς ἐν τῷ πληροῦσθαι σωματικῶς τὸ ἀγαθὸν ἥδεσθαι ὡς ἐσθίοντα μὴ ἐσθίοντα, ὡς ἀφροδισίοις χρώμενον μὴ συνόντα ἐβούλετο, ὅλως μὴ δρῶντα.
§7.27 ἀλλὰ τίνος γενομένου ἑκάστῳ τὸ αὑτῷ προσῆκον ἔχει; εἴδους τινὸς φήσομεν: καὶ γὰρ τῇ ὕλῃ εἶδος, καὶ ψυχῇ ἀρετὴ εἶδος. ἀλλὰ τὸ εἶδος τοῦτο ἆρά γε τῷ οἰκεῖον εἶναι ἀγαθόν ἐστιν ἐκείνῳ, καὶ ἔφεσις πρὸς τὸ οἰκεῖον; οὔ: καὶ γὰρ τὸ ὅμοιον οἰκεῖον, κἂν ἐθέλῃ αὐτὸ καὶ χαίρῃ τῷ ὁμοίῳ, οὔπω τὸ ἀγαθὸν ἔχει: ἀλλ̓ οὐκ οἰκεῖον φήσομεν ἀγαθὸν εἰπόντες εἶναι. φατέον τοῦ οἰκείου τῷ κρείττονι κρίνειν δεῖ καὶ τῷ βελτίονι αὐτοῦ, πρὸς δυνάμει ἐστίν. ὂν γὰρ δυνάμει πρὸς ἔστιν ἐνδεές ἐστιν αὐτοῦ, οὗ δὲ ἐνδεές ἐστι κρείττονος ὄντος, ἀγαθόν ἐστιν αὐτῷ ἐκεῖνο. δὲ ὕλη πάντων ἐνδεέστατον καὶ τὸ ἔσχατον εἶδος προσεχὲς αὐτῇ: μετ̓ αὐτὴν γὰρ πρὸς τὸ ἄνω. εἰ δὲ δὴ καὶ αὐτὸ αὑτῷ ἀγαθόν ἐστι, πολὺ μᾶλλον ἂν εἴη ἀγαθὸν αὐτῷ τελειότης αὐτοῦ καὶ τὸ εἶδος καὶ τὸ κρεῖττον αὐτοῦ, καὶ τῇ ἑαυτοῦ φύσει ὂν τοιοῦτον καὶ αὐτῷ, ὅτι καὶ αὐτὸ ἀγαθὸν ποιεῖ. ἀλλὰ διὰ τί αὐτῷ ἀγαθὸν ἔσται; ἆῤ ὅτι οἰκειότατον αὐτῷ; οὔ: ἀλλ̓ ὅτι ἐστί τις ἀγαθοῦ μοῖρα. διὸ καὶ μᾶλλον οἰκείωσις πρὸς αὑτοὺς τοῖς εἰλικρινέσι καὶ τοῖς μᾶλλον ἀγαθοῖς. ἄτοπον δὴ τὸ ζητεῖν, διὰ τί ἀγαθὸν ὂν αὑτῷ ἀγαθόν ἐστιν, ὥσπερ δέον πρὸς αὑτὸ ἐξίστασθαι τῆς ἑαυτοῦ φύσεως καὶ μὴ ἀγαπᾶν ἑαυτὸ ὡς ἀγαθόν. ἀλλ̓ ἐπὶ τοῦ ἁπλοῦ τοῦτο σκεπτέον, εἰ, ὅπου μηδαμῶς ἔνι ἄλλο, τὸ δὲ ἄλλο, οἰκείωσις πρὸς αὑτὸ ἀγαθόν ἐστιν ἑαυτῷ. νῦν δέ, εἰ ταῦτα ὀρθῶς λέγεται, καὶ ἐπανάβασις ἔχει τὸ ἀγαθὸν ἐν φύσει τινὶ κείμενον, καὶ οὐχ ἔφεσις ποιεῖ τὸ ἀγαθόν, ἀλλ̓ . ἔφεσις, ὅτι ἀγαθόν, καὶ γίνεταί τι τοῖς κτωμένοις καὶ ἐπὶ τῇ κτήσει ἡδύ. ἀλλὰ τὸ μέν, καὶ εἰ μὴ ἕποιτο ἡδονή, αἱρετέον καὶ αὐτὸ ζητητέον.
§7.28 τὸ δ̓ ἐκ τοῦ λόγου συμβαῖνον νῦν ὀπτέον. εἰ γὰρ πανταχοῦ τὸ παραγινόμενον ὡς ἀγαθὸν εἶδος, καὶ τῇ ὕλῃ δὲ εἶδος ἔνι τὸ ἀγαθόν, πότερον ἠθέλησεν ἂν ὕλη, εἴπερ ἦν αὐτῇ τὸ θέλειν, εἶδος μόνον γενέσθαι; ἀλλ̓ εἰ τοῦτο, ἀπολέσθαι θελήσει: τὸ δ̓ ἀγαθὸν αὑτῷ πᾶν ζητεῖ. ἀλλ̓ ἴσως οὐχ ὕλη εἶναι ζητήσει, ἀλλὰ εἶναι, τοῦτο δ̓ ἔχουσα ἀφεῖναι αὑτῆς θελήσει τὴν κάκην. ἀλλὰ τὸ κακὸν πῶς ἔφεσιν ἕξει τοῦ ἀγαθοῦ; οὐδὲ τὴν ὕλην ἐν ἐφέσει ἐτιθέμεθα, ἀλλὰ ὑπόθεσιν ἐποιεῖτο λόγος αἴσθησιν δούς, εἴπερ οἷόν τε ἦν δοῦναι ὕλην τηροῦσιν: ἀλλὰ τοῦ εἴδους ἐπελθόντος, ὥσπερ ὀνείρατος ἀγαθοῦ, ἐν καλλίονι τάξει γεγονέναι. εἰ μὲν οὖν τὸ κακὸν ὕλη, εἴρηται: εἰ δ̓ ἄλλο τι, οἷον κακία, εἰ αἴσθησιν λάβοι τὸ εἶναι αὐτῆς, ἆῤ οὖν ἔτι τὸ οἰκεῖον πρὸς τὸ κρεῖττον τὸ ἀγαθὸν ἔσται; οὐχ κακία ἦν αἱρουμένη, ἀλλὰ τὸ κακούμενον. εἰ δὲ ταὐτὸν τὸ εἶναι καὶ τὸ κακόν, πῶς τοῦτο τὸ ἀγαθὸν αἱρήσεται; ἀλλ̓ ἆρά γε, εἰ αἴσθησιν αὑτοῦ λάβοι τὸ κακόν, ἀγαπήσει αὑτό; καὶ πῶς ἀγαπητὸν τὸ μὴ ἀγαπητὸν ἔσται; οὐ γὰρ δὴ τῷ οἰκείῳ ἐθέμεθα τὸ ἀγαθόν. καὶ ταῦτα μὲν ταύτῃ. ἀλλ̓ εἰ εἶδος τὸ ἀγαθὸν πανταχοῦ καὶ μᾶλλον ἐπαναβαίνουσι μᾶλλον εἶδοςμᾶλλον γὰρ ψυχὴ εἶδος σώματος εἶδος καὶ ψυχῆς τὸ μὲν μᾶλλον, τὸ δ̓ ἐπὶ μᾶλλον, καὶ νοῦς ψυχῆςτὸ ἀγαθὸν ἂν προσχωροῖ τῷ τῆς ὕλης ἐναντίῳ καὶ οἷον καθαιρομένῳ καὶ ἀποτιθεμένῳ, κατὰ δύναμιν μὲν ἑκάστῳ, τὸ δὲ μάλιστα πᾶν τι ὕλης ἀποτιθεμένῳ. καὶ δὴ καὶ τοῦ ἀγαθοῦ φύσις πᾶσαν ὕλην φυγοῦσα, μᾶλλον δε οὐδαμῇ οὐδαμῶς πλησίον γενομένη, ἀναπεφευγυῖα ἂν εἴη εἰς τὴν ἀνείδεον φύσιν, ἀφ̓ ἧς τὸ πρῶτον εἶδος. ἀλλὰ περὶ τούτου ὕστερον.
§7.29 ἀλλ̓ εἰ μὴ ἕποιτο ἡδονὴ τῷ ἀγαθῷ, γίνοιτο δὲ πρὸ τῆς ἡδονῆς τι, δἰ καὶ ἡδονή, διὰ τί οὐκ ἀσπαστόν; εἰπόντες ἀσπαστὸν ἡδονὴν ἤδη εἴπομεν. ἀλλ̓ εἰ ὑπάρξει μέν, ὑπάρξαντος δὲ δυνατὸν μὴ ἀσπαστὸν εἶναι; ἀλλ̓ εἰ τοῦτο, παρόντος τοῦ ἀγαθοῦ αἴσθησιν ἔχον τὸ ἔχον οὐ γνώσεται, ὅτι. τί κωλύει καὶ γινώσκειν καὶ μὴ κινεῖσθαι ἄλλως μετὰ τῷ αὐτὸ ἔχειν; μᾶλλον ἂν τῷ σωφρονεστέρῳ ὑπάρχοι καὶ μᾶλλον τῷ μὴ ἐνδεεῖ. διὸ οὐδὲ τῷ πρώτῳ, οὐ μόνον ὅτι ἁπλοῦν, ἀλλ̓ ὅτι κτῆσις δεηθέντος ἡδεῖα. ἀλλὰ καὶ τουτὶ καταφανὲς ἔσται τὰ ἄλλα, ὅσα λοιπά, προσανακαθηραμένοις καὶ ἐκεῖνον τὸν ἀντίτυπον λόγον ἀπωσαμένοις. ἔστι δὲ οὗτος, ὃς ἀπορεῖ, τί ἂν καρπώσαιτο νοῦν ἔχων εἰς ἀγαθοῦ μοῖραν οὐδὲν πληττόμενος, ὅταν ταῦτα ἀκούῃ, τῷ μὴ σύνεσιν αὐτῶν ἴσχειν, ὄνομα ἀκούων, ἄλλο τι ἕκαστον αὐτῶν ὑπολαμβάνων αἰσθητόν τι ζητῶν καὶ τὸ ἀγαθὸν ἐν χρήμασιν τισι τοιούτοις τιθέμενος. πρὸς ὃν λεκτέον, ὡς, ὅταν ταῦτα ἀτιμάζῃ, ὁμολογεῖ τίθεσθαί τι παῤ αὑτῷ ἀγαθόν, ἀπορῶν δὲ ὅπῃ τῇ ἐννοίᾳ τῇ παῤ αὑτῷ ταῦτα ἐφαρμόττει. οὐ γὰρ ἔστι λέγειν μὴ τοῦτο πάντη ἄπειρον καὶ ἀνεννόητον ὄντα τούτου. τάχα δὲ καὶ τὸ ὑπὲρ νοῦν ἀπομαντεύεται. ἔπειτα δέ, εἰ τῷ ἀγαθῷ τῷ ἐγγὺς τούτου προσβάλλων ἀγνοεῖ, ἐκ τῶν ἀντικειμένων εἰς ἔννοιαν ἴτω. οὐδὲ κακὸν τὴν ἄνοιαν θήσεται: καίτοι πᾶς αἱρεῖται νοεῖν καὶ νοῶν σεμνύνεται. μαρτυροῦσι δὲ καὶ αἱ αἰσθήσεις εἰδήσεις εἶναι θέλουσαι. εἰ δὴ νοῦς τίμιον καὶ καλὸν καὶ νοῦς πρῶτος μάλιστα, τί ἂν φαντασθείη τις, εἴ τις δύναιτο τὸν τούτου γεννητὴν καὶ πατέρα; τὸ δὲ εἶναι καὶ τὸ ζῆν ἀτιμάζων ἀντιμαρτυρεῖ ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ πάθεσι πᾶσιν. εἰ δέ τις δυσχεραίνει τὸ ζῆν, θάνατος μέμικται, τὸ τοιοῦτο δυσχεραίνει, οὐ τὸ ἀληθῶς ζῆν.
§7.30–8.1
§7.30 ἀλλὰ εἰ δεῖ τῷ ἀγαθῷ τὴν ἡδονὴν μεμῖχθαι καὶ μὴ τέλειόν ἐστι τὸ ζῆν, εἴ τις τὰ θεῖα θεῷτο καὶ μάλιστα τὴν τούτων ἀρχήν, νῦν ἰδεῖν ἐφαπτομένους τοῦ ἀγαθοῦ πάντως προσήκει. τὸ μὲν οὖν οἴεσθαι τὸ ἀγαθὸν ἔκ τε τοῦ νοῦ ὡς ὑποκειμένου ἔκ τε τοῦ πάθους τῆς ψυχῆς, γίνεται ἐκ τοῦ φρονεῖν, οὐ τὸ τέλος οὐδ̓ αὐτὸ τὸ ἀγαθὸν τὸ συναμφότερόν ἐστι τιθέντος, ἀλλὰ νοῦς ἂν εἴη τὸ ἀγαθόν, ἡμεῖς δὲ χαίροντες τῷ τὸ ἀγαθὸν ἔχειν: καὶ εἴη ἂν αὕτη τις δόξα περὶ ἀγαθοῦ. ἑτέρα δὲ εἴη ἂν παρὰ ταύτην, μίξασα τῷ νῷ τὴν ἡδονὴν ὡς ἕν τι ἐξ ἀμφοῖν ὑποκείμενον τοῦτο τίθεται εἶναι, ἵν̓ ἡμεῖς τὸν τοιοῦτον νοῦν κτησάμενοι καὶ ἰδόντες τὸ ἀγαθὸν ἔχωμεν: τὸ γὰρ ἔρημον καὶ μόνον οὔτε γενέσθαι οὔτε αἱρετὸν εἶναι δυνατὸν ὡς ἀγαθόν. πῶς ἂν οὖν μιχθείη νοῦς ἡδονῇ εἰς μίαν συντέλειαν φύσεως; ὅτι μὲν οὖν τὴν σώματος ἡδονὴν οὐκ ἄν τις οἰηθείη νῷ δυνατὴν εἶναι μίγνυσθαι, παντὶ δήπου δῆλον: ἀλλ̓ οὐδ̓ ὅσαι χαραὶ ψυχῆς ἂν ἄλογοι γένοιντο. ἀλλ̓ ἐπειδὴ πάσῃ ἐνεργείᾳ καὶ διαθέσει δὲ καὶ ζωῇ ἕπεσθαι δεῖ οἷον καὶ συνεῖναι τὸ ἐπιθέον, καθ̓ τῇ μέν ἐστι κατὰ φύσιν ἰούσῃ τὸ ἐμποδίζον καί τι τοῦ ἐναντίου παραμεμιγμένον, οὐκ ἐᾷ τὴν ζωὴν ἑαυτῆς εἶναι, τῇ δὲ καθαρὸν καὶ εἰλικρινὲς τὸ ἐνέργημα καὶ ζωὴ ἐν διαθέσει φαιδρᾷ, τὴν τοιαύτην τοῦ νοῦ κατάστασιν ἀσμενιστὴν καὶ αἱρετωτάτην εἶναι τιθέμενοι ἡδονῇ μεμῖχθαι λέγουσιν ἀπορίᾳ οἰκείας προσηγορίας, οἷα ποιοῦσι καὶ τὰ ἄλλα ὀνόματα τὰ παῤ ἡμῖν ἀγαπώμενα μεταφέροντες, τὸ μεθυσθεὶς ἐπὶ τοῦ νέκταρος καὶ ἐπὶ δαῖτα καὶ ἑστίασιν καὶ τὸ ʽμείδησεν δὲ πατὴῤ οἱ ποιηταὶ καὶ ἄλλα τοιαῦτα μυρία. ἔστι γὰρ καὶ τὸ ἄσμενον ὄντως ἐκεῖ καὶ τὸ ἀγαπητότατον καὶ τὸ ποθεινότατον, οὐ γινόμενον οὐδ̓ ἐν κινήσει, αἴτιον δὲ τὸ ἐπιχρῶσαν αὐτὰ καὶ ἐπιλάμψαν καὶ φαιδρῦναν. διὸ καὶ ἀλήθειαν τῷ μίγματι προστίθησι καὶ τὸ μετρῆσον πρὸ αὐτοῦ ποιεῖ καὶ συμμετρία καὶ τὸ κάλλος ἐπὶ τῷ μίγματι ἐκεῖθέν φησιν εἰς τὸ καλὸν ἐλήλυθεν: ὥστε κατὰ τοῦτο ἂν ἡμεῖς καὶ ἐν τούτῳ μοίρας. τὸ δὲ ὄντως ὀρεκτὸν ἡμῖν ἄλλως μὲν ἡμεῖς αὑτοῖς εἰς τὸ βέλτιστον ἑαυτῶν ἀνάγοντες ἑαυτούς, τοῦτο δὴ τὸ σύμμετρον καὶ καλὸν καὶ εἶδος σύνθετον καὶ ζωὴν ἐναργῆ καὶ νοερὰν καὶ καλήν.
§7.31 ἀλλ̓ ἐπεὶ ἐκαλλύνθη τὰ πάντα ἐκείνῳ τῷ πρὸ τούτων καὶ φῶς ἔσχε, νοῦς μὲν τὸ τῆς ἐνεργείας τῆς νοερᾶς φέγγος, τὴν φύσιν ἐξέλαμψε, ψυχὴ δὲ δύναμιν ἔσχεν εἰς τὸ ζῆν ζωῆς πλείονος εἰς αὐτὴν ἐλθούσης. ἤρθη μὲν οὖν ἐκεῖ καὶ ἔμεινεν ἀγαπήσας τὸ περὶ ἐκεῖνον εἶναι: ἐπιστραφεῖσα δὲ καὶ ψυχὴ δυνηθεῖσα, ὡς ἔγνω καὶ εἶδεν, ἥσθη τε τῇ θέᾳ καὶ ὅσον οἵα τε ἦν ἰδεῖν ἐξεπλάγη. εἶδε δὲ οἷον πληγεῖσα καὶ ἐν αὑτῇ ἔχουσά τι αὐτοῦ συνῄσθετο καὶ διατεθεῖσα ἐγένετο ἐν πόθῳ, ὥσπερ οἱ τῷ εἰδώλῳ τοῦ ἐρασμίου κινούμενοι εἰς τὸ αὐτὸ ἰδεῖν ἐθέλειν τὸ ἐρώμενον. ὥσπερ δὲ ἐνταῦθα σχηματίζονται εἰς ὁμοιότητα τῷ ἐραστῷ οἳ ἂν ἐρῶσι, καὶ τὰ σώματα εὐπρεπέστερα καὶ τὰς ψυχὰς ἄγοντες εἰς ὁμοιότητα, ὡς μὴ λείπεσθαι κατὰ δύναμιν θέλειν τῇ τοῦ ἐρωμένου σωφροσύνῃ τε καὶ ἀρετῇ τῇ ἄλλῃ ἀπόβλητοι ἂν εἶεν τοῖς ἐρωμένοις τοῖς τοιούτοις: καὶ οὗτοί εἰσιν οἱ συνεῖναι δυνάμενοιτοῦτον τὸν τρόπον καὶ ψυχὴ ἐρᾷ μὲν ἐκείνου ὑπ̓ αὐτοῦ ἐξ ἀρχῆς εἰς τὸ ἐρᾶν κινηθεῖσα: καὶ πρόχειρον ἔχουσα τὸν ἔρωτα ὑπόμνησιν οὐ περιμένει ἐκ τῶν καλῶν τῶν τῇδε, ἔχουσα δὲ τὸν ἔρωτα, καὶ ἂν ἀγνοῇ ὅτι ἔχει, ζητεῖ ἀεὶ καὶ πρὸς ἐκεῖνο φέρεσθαι θέλουσα ὑπεροψίαν τῶν τῇδε ἔχει, καὶ ἰδοῦσα τὰ ἐν τῷδε τῷ παντὶ καλὰ ὑποψίαν ἔχει πρὸς αὐτά, ὅτι ἐν σαρξὶ καὶ σώμασιν ὁρᾷ αὐτὰ ὄντα καὶ μιαινόμενα τῇ παρούσῃ οἰκήσει καὶ τοῖς μεγέθεσι διειλημμένα καὶ οὐκ αὐτὰ τὰ καλὰ ὄνταμὴ γὰρ ἂν τολμῆσαι ἐκεῖνα οἷά ἐστιν εἰς βόρβορον σωμάτων ἐμβῆναι καὶ ῥυπᾶναι ἑαυτὰ καὶ ἀφανίσαι: ὅταν δὲ καὶ παραρρέοντα ἴδῃ, ἤδη παντελῶς γινώσκει, ὅτι ἄλλοθεν ἔχει, ἦν αὐτοῖς ἐπιθέον. εἶτα ἐκεῖ φέρεται δεινὴ ἀνευρεῖν οὗπερ ἐρᾷ οὖσα, καὶ οὐκ ἂν πρὶν ἑλεῖν ἀποστᾶσα, εἰ μή πού τις αὐτῆς καὶ τὸν ἔρωτα ἐξέλοι: ἔνθα δὴ εἶδε μὲν καλὰ πάντα καὶ ἀληθῆ ὄντα, καὶ ἐπερρώσθη πλέον τῆς τοῦ ὄντος ζωῆς πληρωθεῖσα, καὶ ὄντως ὂν καὶ αὐτὴ γενομένη καὶ σύνεσιν ὄντως ὄντος λαβοῦσα ἐγγὺς οὖσα αἰσθάνεται οὗ πάλαι ζητεῖ.
§7.32 ποῦ οὖν ποιήσας τὸ τοσοῦτον κάλλος καὶ τὴν τοσαύτην ζωὴν καὶ γεννήσας οὐσίαν; ὁρᾷς τὸ ἐπ̓ αὐτοῖς ἅπασι ποικίλοις οὖσιν εἴδεσι κάλλος; καλὸν μὲν ὡδὶ μένειν: ἀλλ̓ ἐν καλῷ ὄντα δεῖ βλέπειν, ὅθεν ταῦτα καὶ ὅθεν καλά. δεῖ δ̓ αὐτὸν εἶναι τούτων μηδὲ ἕν: τὶ γὰρ αὐτῶν ἔσται μέρος τε ἔσται. οὐ τοίνυν οὐδὲ τοιαύτη μορφὴ οὐδέ τις δύναμις οὐδ̓ αὖ πᾶσαι αἱ γεγενημέναι καὶ οὖσαι ἐνταῦθα, ἀλλὰ δεῖ ὑπὲρ πάσας εἶναι δυνάμεις καὶ ὑπὲρ πάσας μορφάς. ἀρχὴ δὲ τὸ ἀνείδεον, οὐ τὸ μορφῆς δεόμενον, ἀλλ̓ ἀφ̓ οὗ πᾶσα μορφὴ νοερά. τὸ γὰρ γενόμενον, εἴπερ ἐγίνετο, ἔδει γενέσθαι τι καὶ μορφὴν ἰδίαν ἔσχεν: δὲ μηδεὶς ἐποίησε, τίς ἂν ποιήσειεν; οὐδὲν οὖν τοῦτο τῶν ὄντων καὶ πάντα: οὐδὲν μέν, ὅτι ὕστερα τὰ ὄντα, πάντα δέ, ὅτι ἐξ αὐτοῦ. πάντα δὲ ποιεῖν δυνάμενον τί ἂν μέγεθος ἔχοι; ἄπειρον ἂν εἴη. ἀλλ̓ εἰ ἄπειρον, μέγεθος ἂν ἔχοι οὐδέν: καὶ γὰρ μέγεθος ἐν τοῖς ὑστάτοις: καὶ δεῖ, εἰ καὶ τοῦτο ποιήσει, αὐτὸν μὴ ἔχειν. τό τε τῆς οὐσίας μέγα οὐ ποσόν: ἔχοι δ̓ ἂν καὶ ἄλλο τι μετ̓ αὐτὸν τὸ μέγεθος. τὸ δὲ μέγα αὐτοῦ τὸ μηδὲν αὐτοῦ εἶναι δυνατώτερον παρισοῦσθαί τε μηδὲν δύνασθαι: τίνι γὰρ τῶν αὐτοῦ εἰς ἴσον ἄν τι ἔλθοι μηδὲν ταὐτὸν ἔχον; τό τε εἰς ἀεὶ καὶ εἰς πάντα οὐ μέτρον αὐτῷ δίδωσιν οὐδ̓ αὖ ἀμετρίαν: πῶς γὰρ ἂν τὰ ἄλλα μετρήσειεν; οὐ τοίνυν αὖ οὐδὲ σχῆμα. καὶ μήν, ὅτου ἂν ποθεινοῦ ὄντος μήτε σχῆμα μήτε μορφὴν ἔχῃς λαβεῖν, ποθεινότατον καὶ ἐρασμιώτατον ἂν εἴη, καὶ ἔρως ἂν ἄμετρος εἴη: οὐ γὰρ ὥρισται ἐνταῦθα ἔρως, ὅτι μηδὲ τὸ ἐρώμενον, ἀλλ̓ ἄπειρος ἂν εἴη τούτου ἔρως, ὥστε καὶ τὸ κάλλος αὐτοῦ ἄλλον τρόπον καὶ κάλλος ὑπὲρ κάλλος. οὐδὲν γὰρ ὂν τί κάλλος; ἐράσμιον δὲ ὂν τὸ γεννῶν ἂν εἴη τὸ κάλλος. δύναμις οὖν ὂν παντὸς καλοῦ ἄνθος ἐστὶ κάλλους καλλοποιόν: καὶ γὰρ γεννᾷ αὐτὸ καὶ κάλλιον ποιεῖ τῇ παῤ αὑτοῦ περιουσίᾳ τοῦ κάλλους, ὥστε ἀρχὴ κάλλους καὶ πέρας κάλλους. οὖσα δὲ κάλλους ἀρχὴ ἐκεῖνο μὲν καλὸν ποιεῖ, οὗ ἀρχή, καὶ καλὸν ποιεῖ οὐκ ἐν μορφῇ, ἀλλὰ καὶ αὐτὸ τὸ γενόμενον ἄμορφον, ἄλλον δὲ τρόπον ἐν μορφῇ: γὰρ λεγομένη αὐτὸ τοῦτο μόνον μορφὴ ἐν ἄλλῳ, ἐφ̓ ἑαυτῆς δὲ οὖσα ἄμορφον. τὸ οὖν μετέχον κάλλους μεμόρφωται, οὐ τὸ κάλλος.
§7.33 διὸ καὶ ὅταν κάλλος λέγηται, φευκτέον μᾶλλον ἀπὸ μορφῆς τοιαύτης, ἀλλ̓ οὐ πρὸ ὀμμάτων ποιητέον, ἵνα μὴ ἐκπέσῃς τοῦ καλοῦ εἰς τὸ ἀμυδρᾷ μετοχῇ καλὸν λεγόμενον. τὸ δὲ ἄμορφον εἶδος καλόν, εἴπερ εἶδός ἐστι, καὶ ὅσον ἂν ἀποσυλήσῃς πᾶσαν μορφήν, οἷον καὶ τὴν ἐν λόγῳ, διαφέρειν ἄλλο ἄλλου λέγομεν, ὡς δικαιοσύνην καὶ σωφροσύνην ἀλλήλων ἕτερα, καίτοι καλὰ ὄντα. ἐπεὶ δὲ νοῦς ἴδιόν τι νοεῖ, ἠλάττωται, κἂν ὁμοῦ πάντα λάβῃ ὅσα ἐν τῷ νοητῷ: κἂν ἕκαστον, μίαν μορφὴν νοητὴν ἔχει: ὁμοῦ δὲ πάντα οἷον ποικίλην τινά, ἔτι ἐν δεήσει, οἷον δεῖ θεάσασθαι ὂν ὑπὲρ ἐκεῖνο τὸ πάγκαλον καὶ ποικίλον καὶ οὐ ποικίλον, οὗ ὀρέγεται μὲν ψυχὴ οὐ λέγουσα διὰ τί τοιοῦτον ποθεῖ, δὲ λόγος λέγει, ὅτι τοῦτο τὸ ὄντως, εἴπερ ἐν τῷ πάντη ἀνειδέῳ τοῦ ἀρίστου φύσις καὶ τοῦ ἐρασμιωτάτου. διὸ τι ἂν εἰς εἶδος ἀνάγων τῇ ψυχῇ δεικνύῃς, ἐπὶ τούτῳ ἄλλο τὸ μορφῶσαν ζητεῖ. λέγει δὴ λόγος, ὅτι τὸ μορφὴν ἔχον καὶ μορφὴ καὶ τὸ εἶδος μεμετρημένον πᾶν, τοῦτο δὲ οὐ πᾶν οὐδὲ αὔταρκες οὐδὲ παῤ αὑτοῦ καλόν, ἀλλὰ καὶ τοῦτο μέμικται. δεῖ τοίνυν ταῦτα μὲν καλά, τὸ δὲ ὄντως τὸ ὑπέρκαλον μὴ μεμετρῆσθαι: εἰ δὲ τοῦτο, μὴ μεμορφῶσθαι μηδὲ εἶδος εἶναι. ἀνείδεον ἄρα τὸ πρώτως καὶ πρῶτον καὶ καλλονὴ ἐκεῖ νοητοῦ ἀγαθοῦ φύσις. μαρτυρεῖ δὲ καὶ τὸ τῶν ἐραστῶν πάθος, ὡς, ἕως ἐστὶν ἐν ἐκείνῳ τῷ τὸν αἰσθητὸν ἔχοντι, οὔπω ἐρᾷ: ὅταν δ̓ ἀπ̓ ἐκείνου αὐτὸς ἐν αὑτῷ οὐκ αἰσθητὸν γεννήσῃ τύπον ἐν ἀμερεῖ ψυχῇ, τότε ἔρως φύεται. βλέπειν δὲ ζητεῖ τὸ ἐρώμενον, ἵν̓ ἐκεῖνο ἐπάρδῃ μαραινόμενον. εἰ δὲ σύνεσιν λάβοι, ὡς δεῖ μεταβαίνειν ἐπὶ τὸ ἀμορφότερον, ἐκείνου ἂν ὀρέγοιτο: καὶ γὰρ ἐξ ἀρχῆς ἔπαθεν, ἐκ σέλαος ἀμυδροῦ ἔρως φωτὸς μεγάλου. τὸ γὰρ ἴχνος τοῦ ἀμόρφου μορφή: τοῦτο γοῦν γεννᾷ τὴν μορφήν, οὐχ μορφὴ τοῦτο, καὶ γεννᾷ, ὅταν ὕλη προσέλθῃ. δὲ ὕλη πορρωτάτω ἐξ ἀνάγκης, ὅτι μηδὲ τῶν ὑστάτων μορφῶν παῤ αὑτῆς τινα ἔχει. εἰ οὖν ἐράσμιον μὲν οὐχ ὕλη, ἀλλὰ τὸ εἰδοποιηθὲν διὰ τὸ εἶδος, τὸ δ̓ ἐπὶ τῇ ὕλῃ εἶδος παρὰ ψυχῆς, ψυχὴ δὲ μᾶλλον εἶδος καὶ μᾶλλον ἐράσμιον καὶ νοῦς μᾶλλον ταύτης εἶδος καὶ ἔτι μᾶλλον ἐρασμιώτερον, ἀνείδεον δεῖ τὴν καλοῦ φύσιν τὴν πρώτην τίθεσθαι.
§7.34 καὶ οὐκέτι θαυμάσομεν τὸ τοὺς δεινοὺς πόθους παρέχον εἰ πάντη ἀπήλλακται καὶ μορφῆς νοητῆς: ἐπεὶ καὶ ψυχή, ὅταν αὐτοῦ ἔρωτα σύντονον λάβῃ, ἀποτίθεται πᾶσαν ἣν ἔχει μορφήν, καὶ ἥτις ἂν καὶ νοητοῦ ἐν αὐτῇ. οὐ γὰρ ἔστιν ἔχοντά τι ἄλλο καὶ ἐνεργοῦντα περὶ αὐτὸ οὔτε ἰδεῖν οὔτε ἐναρμοσθῆναι: ἀλλὰ δεῖ μήτε κακὸν μήτ̓ αὖ ἀγαθὸν μηδὲν ἄλλο πρόχειρον ἔχειν, ἵνα δέξηται μόνη μόνον. ὅταν δὲ τούτου εὐτυχήσῃ ψυχὴ καὶ ἥκῃ πρὸς αὐτήν, μᾶλλον δὲ παρὸν φανῇ, ὅταν ἐκείνη ἐκνεύσῃ τῶν παρόντων, καὶ παρασκευάσασα αὑτὴν ὡς ὅτι μάλιστα καλὴν καὶ εἰς ὁμοιότητα ἐλθοῦσα: δὲ παρασκευὴ καὶ κόσμησις δήλη που τοῖς παρασκευαζομένοις: ἰδοῦσα δὲ ἐν αὑτῇ ἐξαίφνης φανένταμεταξὺ γὰρ οὐδὲν οὐδ̓ ἔτι δύο, ἀλλ̓ ἓν ἄμφω: οὐ γὰρ ἂν διακρίναις ἔτι, ἕως πάρεστι: μίμησις δὲ τούτου καὶ οἱ ἐνταῦθα ἐρασταὶ καὶ ἐρώμενοι συγκρῖναι θέλοντεςοὔτε σώματος ἔτι αἰσθάνεται, ὅτι ἐστὶν ἐν αὐτῷ, οὔτε ἑαυτὴν ἄλλο τι λέγει, οὐκ ἄνθρωπον, οὐ ζῷον, οὐκ ὄν, οὐδὲ πᾶν: ἀνώμαλος γὰρ τούτων πως θέα, καὶ οὔτε σχολὴν ἄγει πρὸς αὐτὰ οὔτε θέλει, ἀλλὰ καὶ αὐτὸ ζητήσασα ἐκείνῳ παρόντι ἀπαντᾷ κἀκεῖνο ἀντ̓ αὐτῆς βλέπει: τίς δὲ οὖσα βλέπει, οὐδὲ τοῦτο σχολάζει ὁρᾶν. ἔνθα δὴ οὐδὲν πάντων ἂν τούτου ἀλλάξαιτο, οὐδ̓ εἴ τις αὐτῇ πάντα τὸν οὐρανὸν ἐπιτρέποι, ὡς οὐκ ὄντος ἄλλου ἔτι ἀμείνονος οὐδὲ μᾶλλον ἀγαθοῦ οὔτε γὰρ ἀνωτέρω τρέχει τά τε ἄλλα πάντα κατιούσης, κἂν ἄνω: ὥστε τότε ἔχει καὶ τὸ κρίνειν καλῶς καὶ γινώσκειν, ὅτι τοῦτό ἐστιν οὗ ἐφίετο, καὶ τίθεσθαι, ὅτι μηδέν ἐστι κρεῖττον αὐτοῦ. οὐ γάρ ἐστιν ἀπάτη ἐκεῖ: ποῦ ἂν τοῦ ἀληθοῦς ἀληθεστέρου τύχοι; οὖν λέγει, ἐκεῖνό ἐστι, καὶ ὕστερον λέγει, καὶ σιωπῶσα δὲ λέγει καὶ εὐπαθοῦσα οὐ ψεύδεται, ὅτι εὐπαθεῖ: οὐδὲ γαργαλιζομένου λέγει τοῦ σώματος, ἀλλὰ τοῦτο γενομένη, πάλαι, ὅτε εὐτύχει. ἀλλὰ καὶ τὰ ἄλλα πάντα, οἷς πρὶν ἥδετο, ἀρχαῖς δυνάμεσιν πλούτοις κάλλεσιν ἐπιστήμαις, ταῦτα ὑπεριδοῦσα λέγει οὐκ ἂν εἰποῦσα μὴ κρείττοσι συντυχοῦσα τούτων: οὐδὲ φοβεῖται, μή τι πάθῃ, μετ̓ ἐκείνου οὖσα οὐδ̓ ὅλως ἰδοῦσα: εἰ δὲ καὶ τὰ ἄλλα τὰ περὶ αὐτὴν φθείροιτο, εὖ μάλα καὶ βούλεται, ἵνα πρὸς τούτῳ μόνον: εἰς τόσον ἥκει εὐπαθείας.
§7.35 οὕτω δὲ διάκειται τότε, ὡς καὶ τοῦ νοεῖν καταφρονεῖν, τὸν ἄλλον χρόνον ἠσπάζετο, ὅτι τὸ νοεῖν κίνησίς τις ἦν, αὐτὴ δὲ οὐ κινεῖσθαι θέλει: καὶ γὰρ οὐδ̓ ἐκεῖνόν φησιν, ὃν ὁρᾷ, καίτοι νοῦς γενομένη αὐτὴ θεωρεῖ, οἷον νοωθεῖσα καὶ ἐν τῷ τόπῳ τῷ νοητῷ γενομένη: ἀλλὰ γενομένη μὲν ἐν αὐτῷ καὶ περὶ αὐτὸν ἔχουσα τὸ νοητὸν νοεῖ, ἐπὴν δ̓ ἐκεῖνον ἴδῃ, πάντα ἤδη ἀφίησιν, οἷον εἴ τις εἰσελθὼν εἰς οἶκον ποικίλον καὶ οὕτω καλὸν θεωροῖ ἔνδον ἕκαστα τῶν ποικιλμάτων καὶ θαυμάζοι, πρὶν ἰδεῖν τὸν τοῦ οἴκου δεσπότην, ἰδὼν δ̓ ἐκεῖνον καὶ ἀγασθεὶς οὐ κατὰ τὴν τῶν ἀγαλμάτων φύσιν ὄντα, ἀλλ̓ ἄξιον τῆς ὄντως θέας, ἀφεὶς ἐκεῖνα τοῦτον μόνον τοῦ λοιποῦ βλέποι, εἶτα βλέπων καὶ μὴ ἀφαιρῶν τὸ ὄμμα μηκέτι ὅραμα βλέποι τῷ συνεχεῖ τῆς θέας, ἀλλὰ τὴν ὄψιν αὑτοῦ συγκεράσαιτο τῷ θεάματι, ὥστε ἐν αὐτῷ ἤδη τὸ ὁρατὸν πρότερον ὄψιν γεγονέναι, τῶν δ̓ ἄλλων πάντων ἐπιλάθοιτο θεαμάτων. καὶ τάχ̓ ἂν σώζοι τὸ ἀνάλογον εἰκών, εἰ μὴ ἄνθρωπος εἴη ἐπιστὰς τῷ τὰ τοῦ οἴκου θεωμένῳ, ἀλλά τις θεός, καὶ οὗτος οὐ κατ̓ ὄψιν φανείς, ἀλλὰ τὴν ψυχὴν ἐμπλήσας τοῦ θεωμένου. καὶ τὸν νοῦν τοίνυν δεῖ τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, τὰ ἐν αὑτῷ βλέπει, τὴν δέ, τὰ ἐπέκεινα αὐτοῦ ἐπιβολῇ τινι καὶ παραδοχῇ, καθ̓ ἣν καὶ πρότερον ἑώρα μόνον καὶ ὁρῶν ὕστερον καὶ νοῦν ἔσχε καὶ ἕν ἐστι: καὶ ἔστιν ἐκείνη μὲν θέα νοῦ ἔμφρονος, αὕτη δὲ νοῦς ἐρῶν. ὅταν γὰρ ἄφρων γένηται μεθυσθεὶς τοῦ νέκταρος, τότε ἐρῶν γίνεται ἁπλωθεὶς εἰς εὐπάθειαν τῷ κόρῳ: καὶ ἔστιν αὐτῷ μεθύειν βέλτιον σεμνοτέρῳ εἶναι τοιαύτης μέθης. παρὰ μέρος δὲ νοῦς ἐκεῖνος ἄλλα, τὰ δὲ ἄλλοτε ἄλλα ὁρᾷ; οὔ: δὲ λόγος διδάσκων γινόμενα ποιεῖ, δὲ ἔχει τὸ νοεῖν ἀεί, ἔχει δὲ καὶ τὸ μὴ νοεῖν, ἀλλὰ ἄλλως ἐκεῖνον βλέπειν. καὶ γὰρ ὁρῶν ἐκεῖνον ἔσχε γεννήματα καὶ συνῄσθετο καὶ τούτων γενομένων καὶ ἐνόντων: καὶ ταῦτα μὲν ὁρῶν λέγεται νοεῖν, ἐκεῖνον δὲ δυνάμει ἔμελλε νοεῖν. δὲ ψυχὴ οἷον συγχέασα καὶ ἀφανίσασα μένοντα τὸν ἐν αὐτῇ νοῦν, μᾶλλον δὲ αὐτῆς νοῦς ὁρᾷ πρῶτος, ἔρχεται δὲ θέα καὶ εἰς αὐτὴν καὶ τὰ δύο ἓν γίνεται. ἐκταθὲν δὲ τὸ ἀγαθὸν ἐπ̓ αὐτοῖς καὶ συναρμοσθὲν τῇ ἀμφοτέρων συστάσει ἐπιδραμὸν καὶ ἑνῶσαν τὰ δύο ἔπεστιν αὐτοῖς μακαρίαν διδοὺς αἴσθησιν καὶ θέαν, τοσοῦτον ἄρας, ὥστε μήτε ἐν τόπῳ εἶναι, μήτε ἔν τῳ ἄλλῳ, ἐν πέφυκεν ἄλλο ἐν ἄλλῳ εἶναι: οὐδὲ γὰρ αὐτός που: δὲ νοητὸς τόπος ἐν αὐτῷ, αὐτὸς δὲ οὐκ ἐν ἄλλῳ. διὸ οὐδὲ κινεῖται ψυχὴ τότε, ὅτι μηδ̓ ἐκεῖνο: οὐδὲ ψυχὴ τοίνυν, ὅτι μηδὲ ζῇ ἐκεῖνο, ἀλλὰ ὑπὲρ τὸ ζῆν: οὐδὲ νοῦς, ὅτι μηδὲ νοεῖ: ὁμοιοῦσθαι γὰρ δεῖ: νοεῖ δὲ οὐκ ἐκεῖνο, ὅτι οὐδὲ νοεῖται.
§7.36 τὰ μὲν γὰρ ἄλλα δῆλα, εἴρηται δέ τι καὶ περὶ τούτου. ἀλλ̓ ὅμως καὶ νῦν ἐπ̓ ὀλίγον λεκτέον ἀρχομένοις μὲν ἐκεῖθεν, διὰ λογισμῶν δὲ προιοῦσιν. ἔστι μὲν γὰρ τοῦ ἀγαθοῦ εἴτε γνῶσις εἴτε ἐπαφὴ μέγιστον, καὶ μέγιστόν φησι τοῦτο εἶναι μάθημα, οὐ τὸ πρὸς αὐτὸ ἰδεῖν μάθημα λέγων, ἀλλὰ περὶ αὐτοῦ μαθεῖν τι πρότερον. διδάσκουσι μὲν οὖν ἀναλογίαι τε καὶ ἀφαιρέσεις καὶ γνώσεις τῶν ἐξ αὐτοῦ καὶ ἀναβασμοί τινες, πορεύουσι δὲ καθάρσεις πρὸς αὐτὸ καὶ ἀρεταὶ καὶ κοσμήσεις καὶ τοῦ νοητοῦ ἐπιβάσεις καὶ ἐπ̓ αὐτοῦ ἱδρύσεις καὶ τῶν ἐκεῖ ἑστιάσεις, ὥς τις γένηται ὁμοῦ θεατής τε καὶ θέαμα αὐτὸς αὑτοῦ καὶ τῶν ἄλλων καὶ γενόμενος οὐσία καὶ νοῦς καὶ ζῷον παντελὲς μηκέτι ἔξωθεν αὐτὸ βλέπῃ: τοῦτο δὲ γενόμενος ἐγγύς ἐστι καὶ τὸ ἐφεξῆς ἐκεῖνο καὶ πλησίον αὐτὸ ἤδη ἐπὶ παντὶ τῷ νοητῷ ἐπιστίλβον. ἔνθα δὴ ἐάσας τις πᾶν μάθημα καὶ μέχρι τούτου παιδαγωγηθεὶς καὶ ἐν καλῷ ἱδρυθείς, ἐν μέν ἐστι, μέχρι τούτου νοεῖ, ἐξενεχθεὶς δὲ τῷ αὐτῷ τοῦ νοῦ οἷον κύματι καὶ ὑψοῦ ὑπ̓ αὐτοῦ οἷον οἰδήσαντος ἀρθεὶς εἰσεῖδεν ἐξαίφνης οὐκ ἰδὼν ὅπως, ἀλλ̓ θέα πλήσασα φωτὸς τὰ ὄμματα οὐ δἰ αὐτοῦ πεποίηκεν ἄλλο ὁρᾶν, ἀλλ̓ αὐτὸ τὸ φῶς τὸ ὅραμα ἦν. οὐ γὰρ ἦν ἐν ἐκείνῳ τὸ μὲν ὁρώμενον, τὸ δὲ φῶς αὐτοῦ, οὐδὲ νοῦς καὶ νοούμενον, ἀλλ̓ αὐγὴ γεννῶσα ταῦτα εἰς ὕστερον καὶ ἀφεῖσα εἶναι παῤ αὐτῷ: αὐτὸς δὲ αὐγὴ μόνον γεννῶσα νοῦν, οὔτι σβέσασα αὑτῆς ἐν τῷ γεννῆσαι, ἀλλὰ μείνασα μὲν αὐτή, γενομένου δ̓ ἐκείνου τῷ τοῦτο εἶναι. εἰ γὰρ μὴ τοῦτο τοιοῦτον ἦν, οὐκ ἂν ὑπέστη ἐκεῖνο.
§7.37 οἱ μὲν οὖν νόησιν αὐτῷ δόντες τῶν μὲν ἐλαττόνων καὶ τῶν ἐξ αὐτοῦ οὐκ ἔδοσαν: καίτοι καὶ τοῦτο ἄτοπον τὰ ἄλλα, φασί τινες, μὴ εἰδέναι: ἀλλ̓ οὖν ἐκεῖνοι ἄλλο τιμιώτερον αὐτοῦ οὐχ εὑρόντες τὴν νόησιν αὐτῷ αὑτοῦ εἶναι ἔδοσαν, ὥσπερ τῇ νοήσει σεμνοτέρου αὐτοῦ ἐσομένου καὶ τοῦ νοεῖν κρείττονος κατ̓ αὐτὸν ἔστιν ὄντος, ἀλλ̓ οὐκ αὐτοῦ σεμνύνοντος τὴν νόησιν. τίνι γὰρ τὸ τίμιον ἕξει, τῇ νοήσει αὑτῷ; εἰ μὲν οὖν τῇ νοήσει, αὑτῷ οὐ τίμιον ἧττον, εἰ δὲ αὑτῷ, πρὸ τῆς νοήσεώς ἐστι τέλειος καὶ οὐ τῇ νοήσει τελειούμενος. εἰ δ̓ ὅτι ἐνέργειά ἐστιν, ἀλλ̓ οὐ δύναμις, δεῖ νοεῖν, εἰ μὲν οὐσία ἐστὶν ἀεὶ νοοῦσα καὶ τούτῳ ἐνέργειαν λέγουσι, δύο ὅμως λέγουσι, τὴν οὐσίαν καὶ τὴν νόησιν, καὶ οὐχ ἁπλοῦν λέγουσιν, ἀλλά τι ἕτερον προστιθέασιν αὐτῷ, ὥσπερ ὀφθαλμοῖς τὸ ὁρᾶν κατ̓ ἐνέργειαν, κἂν ἀεὶ βλέπωσιν. εἰ δ̓ ἐνεργείᾳ λέγουσιν, ὅτι ἐνέργειά ἐστι καὶ νόησις, οὐκ ἂν οὖσα νόησις νοοῖ, ὥσπερ οὐδὲ κίνησις κινοῖτο ἄν. τί οὖν; οὐ καὶ αὐτοὶ λέγετε οὐσίαν καὶ ἐνέργειαν εἶναι ἐκεῖνα; ἀλλὰ πολλὰ ταῦτα ὁμολογοῦμεν εἶναι καὶ ταῦτα ἕτερα, τὸ δὲ πρῶτον ἁπλοῦν, καὶ τῷ ἐξ ἄλλου δίδομεν νοεῖν καὶ οἷον ζητεῖν αὑτοῦ τὴν οὐσίαν καὶ αὑτὸ καὶ τὸ ποιῆσαν αὐτό, καὶ ἐπιστραφὲν ἐν τῇ θέᾳ καὶ γνωρίσαν νοῦν ἤδη δικαίως εἶναι: τὸ δὲ μήτε γενόμενον μήτε ἔχον πρὸ αὑτοῦ ἄλλο, ἀλλ̓ ἀεὶ ὂν ἔστι, τίν̓ αἰτίαν τοῦ νοεῖν ἕξει; διὸ ὑπὲρ νοῦν φησιν Πλάτων εἶναι ὀρθῶς. νοῦς μὲν γὰρ μὴ νοῶν ἀνόητος: γὰρ φύσις ἔχει τὸ νοεῖν, εἰ μὴ τοῦτο πράττοι, ἀνόητον: δὲ μηδὲν ἔργον ἐστί, τί ἂν τούτῳ τις ἔργον προσάγων κατὰ στέρησιν αὐτοῦ κατηροροῖ τοῦτο, ὅτι μὴ πράττει; οἷον εἰ ἀνίατρον αὐτόν τις λέγοι. μηδὲν δὲ ἔργον εἶναι αὐτῷ, ὅτι μηδὲν ἐπιβάλλει αὐτῷ ποιεῖν: ἀρκεῖ γὰρ αὐτὸς καὶ οὐδὲν δεῖ ζητεῖν παῤ αὑτὸν ὑπὲρ τὰ πάντα ὄντα ἀρκεῖ γὰρ αὐτῷ καὶ τοῖς ἄλλοις ὢν αὐτὸς ἔστιν.
§7.38 ἔστι δὲ οὐδὲ τὸ ἔστιν: οὐδὲν γὰρ οὐδὲ τούτου δεῖται: ἐπεὶ οὐδὲ τὸ ἀγαθός ἐστι κατὰ τούτου, ἀλλὰ καθ̓ οὗ τὸ ἔστι: τὸ δὲ ἔστιν οὐχ ὡς κατ̓ ἄλλου ἄλλο, ἀλλ̓ ὡς σημαῖνον ἔστι. λέγομεν δὲ τἀγαθὸν περὶ αὐτοῦ λέγοντες οὐκ αὐτὸ οὐδὲ κατηγοροῦντες, ὅτι αὐτῷ ὑπάρχει, ἀλλ̓ ὅτι αὐτό: εἶτα οὐδ̓ ἔστιν ἀγαθὸν λέγειν ἀξιοῦντες οὐδὲ τὸ τὸ προτιθέναι αὐτοῦ, δηλοῦν δὲ οὐ δυνάμενοι, εἴ τις αὐτὸ παντάπασιν ἀφέλοι, ἵνα μὴ ἄλλο, τὸ δ̓ ἄλλο ποιῶμεν, ὡς μὴ δεῖσθαι τοῦ ἔστιν ἔτι, οὕτω λέγομεν τἀγαθόν. ἀλλὰ τίς παραδέξεται φύσιν οὐκ οὖσαν ἐν αἰσθήσει καὶ γνώσει αὑτῆς; τί οὖν οὐ γνώσεται ʽἐγὼ εἰμἴ; ἀλλ̓ οὐκ ἔστι. διὰ τί οὖν οὐκ ἐρεῖ τὸ ʽἀγαθὸν εἰμἴ; πάλιν τὸ ἔστι κατηγορήσει αὑτοῦ. ἀλλὰ τὸ ἀγαθὸν μόνον ἐρεῖ τί προσθείς; ἀγαθὸν μὲν γὰρ νοήσειεν ἄν τις ἄνευ τοῦ ἔστιν, εἰ μὴ κατ̓ ἄλλου κατηγοροῖ: δὲ αὑτὸν νοῶν ὅτι ἀγαθὸν πάντως νοήσει τὸ ʽἐγὼ εἰμὶ τὸ ἀγαθόν̓: εἰ δὲ μή, ἀγαθὸν μὲν νοήσει, οὐ παρέσται δὲ αὐτῷ τὸ ὅτι αὐτός ἐστι τοῦτο νοεῖν. δεῖ οὖν τὴν νόησιν εἶναι, ὅτι ἀγαθὸν εἰμί. καὶ εἰ μὲν νόησις αὐτὴ τὸ ἀγαθόν, οὐκ αὐτοῦ ἔσται νόησις, ἀλλ̓ ἀγαθοῦ, αὐτός τε οὐκ ἔσται τὸ ἀγαθόν, ἀλλ̓ νόησις. εἰ δὲ ἑτέρα τοῦ ἀγαθοῦ νόησις τοῦ ἀγαθοῦ, ἔστιν ἤδη τὸ ἀγαθὸν πρὸ τῆς νοήσεως αὐτοῦ. εἰ δέ ἐστι πρὸ τῆς νοήσεως τὸ ἀγαθόν, αὔταρκες ὂν αὑτῷ εἰς ἀγαθὸν οὐδὲν ἂν δέοιτο τῆς νοήσεως τῆς περὶ αὑτοῦ: ὥστε ἀγαθὸν οὐ νοεῖ ἑαυτό, ἀλλὰ τί. οὐδὲν ἄλλο πάρεστιν αὐτῷ, ἀλλ̓ ἁπλῆ τις ἐπιβολὴ αὐτῷ πρὸς αὑτὸ ἔσται.
§7.39 ἀλλ̓ οὐκ ὄντος οἷον διαστήματός τινος οὐδὲ διαφορᾶς πρὸς αὑτό, τὸ ἐπιβάλλον ἑαυτῷ τί ἂν εἴη αὐτό; διὸ καὶ ὀρθῶς ἑτερότητα λαμβάνει, ὅπου νοῦς καὶ οὐσία. δεῖ γὰρ τὸν νοῦν ἀεὶ ἑτερότητα καὶ ταυτότητα λαμβάνειν, εἴπερ νοήσει. ἑαυτόν τε γὰρ οὐ διακρινεῖ ἀπὸ τοῦ νοητοῦ τῇ πρὸς αὐτὸ ἑτέρου σχέσει, τά τε πάντα οὐ θεωρήσει μηδεμιᾶς ἑτερότητος γενομένης εἰς τὸ πάντα εἶναι: οὐδὲ γὰρ ἂν οὐδὲ δύο. ἔπειτα, εἰ νοήσει, οὐ δήπου ἑαυτὸν μόνον νοήσει, εἴπερ ὅλως νοήσει: διὰ τί γὰρ οὐχ ἅπαντα; ἀδυνατήσει. ὅλως δὲ οὐχ ἁπλοῦς γίνεται νοῶν ἑαυτόν, ἀλλὰ δεῖ τὴν νόησιν τὴν περὶ αὐτοῦ ἑτέρου εἶναι, εἴ τι ὅλως δύναιτο νοεῖν αὑτό. ἐλέγομεν δέ, ὅτι οὐ νόησις τοῦτο, εἰ μὴ ἄλλον αὑτὸν ἐθέλοι ἰδεῖν. νοήσας δὲ αὐτὸς πολὺς γίνεται, νοητός, νοῶν, κινούμενος καὶ ὅσα ἄλλα προσήκει νῷ. πρὸς δὲ τούτοις κἀκεῖνο ὁρᾶν προσήκει, ὅπερ εἴρηται ἤδη ἐν ἄλλοις, ὡς ἑκάστη νόησις, εἴπερ νόησις ἔσται, ποικίλον τι δεῖ εἶναι, τὸ δὲ ἁπλοῦν καὶ τὸ αὐτὸ πᾶν οἷον κίνημα, εἰ τοιοῦτον εἴη οἷον ἐπαφή, οὐδὲν νοερὸν ἔχει. τί οὖν; οὔτε τὰ ἄλλα οὔτε αὑτὸν εἰδήσει, ἀλλὰ σεμνὸν ἑστήξεται. τὰ μὲν οὖν ἄλλα ὕστερα αὐτοῦ, καὶ ἦν πρὸ αὐτῶν ἦν, καὶ ἐπίκτητος αὐτῶν νόησις καὶ οὐχ αὐτὴ ἀεὶ καὶ οὐχ ἑστηκότων, κἂν τὰ ἑστῶτα δὲ νοῇ, πολύς ἐστιν. οὐ γὰρ δὴ τὰ μὲν ὕστερα μετὰ τῆς νοήσεως καὶ τὴν οὐσίαν ἕξει, αἱ δὲ τούτου νοήσεις θεωρίαι κεναὶ μόνον ἔσονται. δὲ πρόνοια ἀρκεῖ ἐν τῷ αὐτὸν εἶναι, παῤ οὗ τὰ πάντα. τὸ δὲ πρὸς αὐτὸν πῶς, εἰ μὴ αὑτόν; ἀλλὰ σεμνὸν ἑστήξεται. ἔλεγε μὲν οὖν Πλάτων περὶ τῆς οὐσίας λέγων, ὅτι νοήσει, ἀλλ̓ οὐ σεμνὸν ἑστήξεται, ὡς τῆς οὐσίας μὲν νοούσης, τοῦ δὲ μὴ νοοῦντος σεμνοῦ ἑστηξομένου, τὸ μὲν ἑστήξεται τῷ μὴ ἄλλως ἂν δεδυνῆσθαι ἑρμηνεῦσαι, σεμνότερον δὲ καὶ ὄντως σεμνὸν νομίζων εἶναι τὸ ὑπερβεβηκὸς τὸ νοεῖν.
§7.40 καὶ ὅτι μὲν μὴ δεῖ νόησιν περὶ αὐτὸν εἶναι, εἰδεῖεν ἂν οἱ προσαψάμενοι τοῦ τοιούτου: δεῖ γε μὴν παραμύθια ἄττα πρὸς τοῖς εἰρημένοις κομίζειν, εἴ πῃ οἷόν τε τῷ λόγῳ σημῆναι. δεῖ δὲ τὴν πειθὼ μεμιγμένην ἔχειν τὴν ἀνάγκην. δεῖ τοίνυν γινώσκειν ἐπιστήσαντα, ὡς νόησις πᾶσα ἔκ τινός ἐστι καὶ τινός. καὶ μὲν συνοῦσα τῷ ἐξ οὗ ἐστιν ὑποκείμενον μὲν ἔχει τὸ οὗ ἐστι νόησις, οἷον δὲ ἐπικείμενον αὐτὴ γίνεται ἐνέργεια αὐτοῦ οὖσα καὶ πληροῦσα τὸ δυνάμει ἐκεῖνο οὐδὲν αὐτὴ γεννῶσα: ἐκείνου γάρ ἐστιν, οὗ ἐστι, μόνον οἷον τελείωσις. δὲ οὖσα νόησις μετ̓ οὐσίας καὶ ὑποστήσασα τὴν οὐσίαν οὐκ ἂν δύναιτο ἐν ἐκείνῳ εἶναι, ἀφ̓ οὗ ἐγένετο: οὐ γὰρ ἂν ἐγέννησέ τι ἐν ἐκείνῳ οὖσα. ἀλλ̓ οὖσα δύναμις τοῦ γεννᾶν ἐφ̓ ἑαυτῆς ἐγέννα, καὶ ἐνέργεια αὐτῆς ἐστιν οὐσία, καὶ σύνεστι καὶ ἐν τῇ οὐσίᾳ, καὶ ἔστιν οὐχ ἕτερον νόησις καὶ οὐσία αὕτη, κἂν αὕτη ἑαυτὴν νοῇ φύσις, οὐχ ἕτερον, ἀλλ̓ λόγῳ, τὸ νοούμενον καὶ τὸ νοοῦν, πλῆθος ὄν, ὡς δέδεικται πολλαχῇ. καὶ ἔστιν αὕτη πρώτη ἐνέργεια ὑπόστασιν γεννήσασα εἰς οὐσίαν, καὶ ἴνδαλμα ὂν ἄλλου οὕτως ἐστὶ μεγάλου τινός, ὥστε ἐγένετο οὐσία. εἰ δ̓ ην ἐκείνου καὶ μὴ ἀπ̓ ἐκείνου, οὐδ̓ ἂν ἄλλο τι ἐκείνου ἦν, καὶ οὐκ ἂν ἐφ̓ ἑαυτῆς ὑπόστασις ἦν. πρώτη δὲ οὖσα αὕτη ἐνέργεια καὶ πρώτη νόησις οὐκ ἂν ἔχοι οὔτε ἐνέργειαν πρὸ αὑτῆς οὔτε νόησιν. μεταβαίνων τοίνυν τις ἀπὸ ταύτης τῆς οὐσίας καὶ νοήσεως οὔτε ἐπὶ οὐσίαν ἥξει οὔτε ἐπὶ νόησιν, ἀλλ̓ ἐπέκεινα ἥξει οὐσίας καὶ νοήσεως ἐπί τι θαυμαστόν, μήτε ἔχει ἐν αὑτῷ οὐσίαν μήτε νόησιν, ἀλλ̓ ἔστιν ἔρημον αὐτὸ ἐφ̓ ἑαυτοῦ τῶν ἐξ αὐτοῦ οὐδὲν δεόμενον. οὐ γὰρ ἐνεργήσας πρότερον ἐγέννησεν ἐνέργειανἤδη γὰρ ἂν ἦν, πρὶν γενέσθαι: οὐδὲ νοήσας ἐγέννησε νόησινἤδη γὰρ ὂν νενοήκει, πρὶν γενέσθαι νόησιν. ὅλως γὰρ νόησις, εἰ μὲν ἀγαθοῦ, χεῖρον αὐτοῦ: ὥστε οὐ τοῦ ἀγαθοῦ ἂν εἴη: λέγω δὲ οὐ τοῦ ἀγαθοῦ, οὐχ ὅτι μὴ ἔστι νοῆσαι τὸ ἀγαθόν: τοῦτο γὰρ ἔστω: ἀλλ̓ ὅτι ἐν αὐτῷ τῷ ἀγαθῷ οὐκ ἂν εἴη νόησις: ἓν ἔσται ὁμοῦ τἀγαθὸν καὶ τὸ ἔλαττον αὐτοῦ. εἰ δὲ χεῖρον ἔσται, ὁμοῦ νόησις ἔσται καὶ οὐσία. εἰ δὲ κρεῖττον νόησις, τὸ νοητὸν χεῖρον ἔσται. οὐ δὴ ἐν τῷ ἀγαθῷ νόησις, ἀλλὰ χεῖρον οὖσα καὶ διὰ τοῦτο τὸ ἀγαθὸν ἀξιωθεῖσα ἑτέρωθι ἂν εἴη αὐτοῦ καθαρὸν ἐκεῖνο, ὥσπερ τῶν ἄλλων, καὶ αὐτῆς ἀφεῖσα. καθαρὸν δὲ ὂν νοήσεως εἰλικρινῶς ἐστιν ἔστιν, οὐ παραποδιζόμενον τῇ νοήσει παρούσῃ, ὡς μὴ εἰλικρινὲς καὶ ἓν εἶναι. εἰ δέ τις καὶ τοῦτο ἅμα νοοῦν καὶ νοούμενον ποιοῖ καὶ οὐσίαν καὶ νόησιν συνοῦσαν τῇ οὐσίᾳ, καὶ οὕτως αὑτὸ νοοῦν θέλοι ποιεῖν, ἄλλου δεήσεται καὶ τούτου πρὸ αὐτοῦ: ἐπείπερ ἐνέργεια καὶ νόησις ἄλλου ὑποκειμένου τελείωσις συνυπόστασις οὖσα πρὸ αὑτῆς καὶ αὐτὴ ἄλλην ἔχει φύσιν, καὶ τὸ νοεῖν εἰκότως: καὶ γὰρ ἔχει νοήσει, ὅτι ἄλλο πρὸ αὐτῆς: καὶ ὅταν αὐτὴ αὑτήν, οἷον καταμανθάνει ἔσχεν ἐκ τῆς ἄλλου θέας ἐν αὑτῇ. δὲ μήτε τι ἄλλο πρὸ αὐτοῦ μήτε τι σύνεστιν αὐτῷ ἐξ ἄλλου, τί καὶ νοήσει πῶς ἑαυτό; τί γὰρ ἐζήτει; τί ἐπόθει; τὴν δύναμιν αὐτοῦ ὅση, ὡς ἐκτὸς οὔσης αὐτοῦ, καθὸ ἐνόει. λέγω δέ, εἰ ἄλλη μὲν δύναμις αὐτοῦ, ἣν ἐμάνθανεν, ἄλλη δέ, ἐμάνθανεν: εἰ δὲ μία, τί ζητεῖ;
§7.41 κινδυνεύει γὰρ βοήθεια τὸ νοεῖν δεδόσθαι ταῖς φύσεσι ταῖς θειοτέραις μέν, ἐλάττοσι δὲ οὔσαις, καὶ οἷον αὐταῖς τυφλαῖς οὔσαις ὄμμα. δ̓ ὀφθαλμὸς τί ἂν δέοιτο τὸ ὂν ὁρᾶν φῶς αὐτὸς ὤν; δ̓ ἂν δέηται δἰ ὀφθαλμοῦ, σκότον ἔχον παῤ αὑτῷ φῶς ζητεῖ. εἰ οὖν φῶς τὸ νοεῖν, τὸ δὲ φῶς φῶς οὐ ζητεῖ, οὐκ ἂν ἐκείνη αὐγὴ φῶς μὴ ζητοῦσα ζητήσειε νοεῖν, οὐδὲ προσθήσει αὑτῇ τὸ νοεῖν. τί γὰρ καὶ ποιήσει, τί προσθήσει δεόμενος καὶ αὐτὸς νοῦς, ἵνα νοῇ; οὐκ αἰσθάνεται οὖν ἑαυτοῦοὐ γὰρ δεῖται: οὐδ̓ ἐστὶ δύο, μᾶλλον δὲ πλείω, αὐτός, νόησιςοὐ γὰρ δὴ νόησις αὐτόςδεῖ δὲ τρίτον καὶ τὸ νοούμενον εἶναι. εἰ δὲ ταὐτὸν νοῦς, νόησις, νοητόν, πάντη ἓν γενόμενα ἀφανιεῖ αὑτὰ ἐν αὑτοῖς: διακριθέντα δὲ τῷ ἄλλο πάλιν αὖ οὐκ ἐκεῖνο ἔσται. ἐατέον οὖν τὰ ἄλλα πάντη ἐπὶ φύσεως ἀρίστης οὐδεμιᾶς ἐπικουρίας δεομένης: γὰρ ἂν προσθῇς, ἠλάττωσας τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην. ἡμῖν μὲν γὰρ ἦν νόησις καλόν, ὅτι ψυχὴ δεῖται νοῦν ἔχειν, καὶ νῷ, ὅτι τὸ εἶναι αὐτῷ ταὐτόν, καὶ νόησις πεποίηκεν αὐτόν: συνεῖναι οὖν δεῖ τῇ νοήσει τοῦτον καὶ σύνεσιν αὑτοῦ λαμβάνειν ἀεί, ὅτι τοῦτο τοῦτο, ὅτι τὰ δύο ἕν: εἰ δὲ ἓν ἦν μόνον, ἤρκεσεν ἂν αὑτῷ καὶ οὐκ ἂν ἐδεήθη λαβεῖν. ἐπεὶ καὶ τὸ γνῶθι σαυτὸν λέγεται τούτοις, οἳ διὰ τὸ πλῆθος ἑαυτῶν ἔργον ἔχουσι διαριθμεῖν ἑαυτοὺς καὶ μαθεῖν, ὅσα καὶ ποῖα ὄντες οὐ πάντα ἴσασιν οὐδέν, οὐδ̓ τι ἄρχει οὐδὲ κατὰ τί αὐτοί. εἰ δέ τί ἐστιν αὐτῷ, μειζόνως ἐστὶν κατὰ γνῶσιν καὶ νόησιν καὶ συναίσθησιν αὐτοῦ: ἐπεὶ οὐδὲ ἑαυτῷ οὐδέν ἐστιν. οὐδὲν γὰρ εἰσάγει εἰς αὑτό, ἀλλὰ ἀρκεῖ αὑτῷ. οὐ τοίνυν οὐδ̓ ἀγαθὸν. αὑτῷ, ἀλλὰ τοῖς ἄλλοις: ταῦτα γὰρ καὶ δεῖται αὐτοῦ, αὐτὸ δὲ οὐκ ἂν δέοιτο ἑαυτοῦ: γελοῖον γάρ: οὕτω γὰρ ἂν καὶ ἐνδεὲς ἦν αὑτοῦ. οὐδὲ βλέπει δὴ ἑαυτό: δεῖ γάρ τι εἶναι καὶ γίνεσθαι αὐτῷ ἐκ τοῦ βλέπειν. τούτων γὰρ ἁπάντων παρακεχώρηκε τοῖς μετ̓ αὐτὸ καὶ κινδυνεύει μηδὲν τῶν προσόντων τοῖς ἄλλοις ἐκείνῳ παρεῖναι, ὥσπερ οὐδὲ οὐσία. οὐ τοίνυν οὐδὲ τὸ νοεῖν, εἴπερ ἐνταῦθα οὐσία, καὶ ὁμοῦ ἄμφω νόησις πρώτη καὶ κυρίως καὶ τὸ εἶναι. διὸ οὔτε λόγος οὔτε αἴσθησις οὔτε ἐπιστήμη, ὅτι μηδὲν ἔστι κατηγορεῖν αὐτοῦ ὡς παρόν.
§7.42 ἀλλ̓ ὅταν ἀπορῇς ἐν τῷ τοιούτῳ καὶ ζητῇς, ὅπου δεῖ ταῦτα θέσθαι, λογισμῷ ἐπ̓ αὐτὰ στελλόμενος ἀπόθου ταῦτα, νομίζεις σεμνὰ εἶναι ἐν τοῖς δευτέροις, καὶ μήτε τὰ δεύτερα προστίθει τῷ πρώτῳ, μήτε τὰ τρίτα τοῖς δευτέροις, ἀλλὰ τὰ δεύτερα περὶ τὸ πρῶτον τίθει, καὶ τὰ τρίτα περὶ τὸ δεύτερον: οὕτω γὰρ αὐτὰ ἕκαστα ἐάσεις, ὡς ἔχει, καὶ τὰ ὕστερα ἐξαρτήσεις ἐκείνων ὡς ἐκεῖνα περιθέοντα ἐφ̓ ἑαυτῶν ὄντα. διὸ καὶ ὀρθῶς καὶ ταύτῃ λέγεται ʽπερὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντἀ, τὰ πάντα ὄντα λέγοντος αὐτοῦ καὶ τὸ ἐκείνου ἕνεκα, ἐπειδὴ καὶ τοῦ εἶναι αἴτιος αὐτοῖς καὶ οἷον ὀρέγεται ἐκείνου ἑτέρου ὄντος τῶν πάντων καὶ οὐδὲν ἔχοντος, ἐκίνοις πάρεστιν: οὐκ ἂν εἴη ἔτι τὰ πάντα, εἴ τι ἐκείνῳ τῶν ἄλλων τῶν μετ̓ αὐτὸν παρείη. εἰ οὖν καὶ νοῦς τῶν πάντων, οὐδὲ νοῦς ἐκείνῳ. αἴτιον δὲ λέγων πάντων καλῶν τὸ καλὸν ἐν τοῖς εἴδεσι φαίνεται τιθέμενος, αὐτὸν δὲ ὑπὲρ τὸ καλὸν πᾶν τοῦτο. ταῦτα δὴ δεύτερα τιθεὶς εἰς αὐτὰ τρίτα φησὶν ἀνηρτῆσθαι τὰ μετὰ ταῦτα γενόμενα, καὶ περὶ τὰ τρίτα δὲ τιθεὶς εἶναι δῆλον ὅτι τὰ γενόμενα ἐκ τῶν τρίτων, κόσμον τόνδε εἰς ψυχήν. ἀνηρτημένης δὲ ψυχῆς εἰς νοῦν καὶ νοῦ εἰς τὸ ἀγαθόν, οὕτω πάντα εἰς ἐκεῖνο διὰ μέσων, τῶν μὲν πλησίον, τῶν δὲ τοῖς πλησίον γειτονούντων, ἐσχάτην δ̓ ἀπόστασιν τῶν αἰσθητῶν ἐχόντων εἰς ψυχὴν ἀνηρτημένων.
§8.1 Ἆῤ ἔστι καὶ ἐπὶ θεῶν εἴ τί ἐστιν ἐπ̓ αὐτοῖς ζητεῖν, ἐν ἀνθρώπων ἀδυναμίαις τε καὶ ἀμφισβητησίμοις δυνάμεσι τὸ τοιοῦτον ἂν πρέποι ζητεῖν, θεοῖς δὲ τὰ πάντα δύνασθαι ἐπιτρεπτέον, καὶ ἐπ̓ αὐτοῖς οὐ μόνον τί, ἀλλὰ καὶ πάντα εἶναι; τὴν δύναμιν δὴ πᾶσαν καὶ τὸ ἐπ̓ αὐτῷ δὴ πάντα ἑνὶ ἐπιτρεπτέον, τοῖς δ̓ ἄλλοις τὰ μὲν οὕτως, τὰ δ̓ ἐκείνως ἔχειν, καί τισιν ἑκατέρως; καὶ ταῦτα μὲν ζητητέον, τολμητέον δὲ καὶ ἐπὶ τῶν πρώτων καὶ τοῦ ἄνω ὑπὲρ πάντα ζητεῖν τὸ τοιοῦτον, πῶς τὸ ἐπ̓ αὐτῷ, κἂν πάντα συγχωρῶμεν δύνασθαι. καίτοι καὶ τὸ δύνασθαι τοῦτο σκεπτέον πῶς ποτε λέγεται, μήποτε οὕτως τὸ μὲν δύναμιν, τὸ δ̓ ἐνέργειαν φήσομεν, καὶ ἐνέργειαν μέλλουσαν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ παρόντι ἀναβλητέον, πρότερον δὲ ἐφ̓ ἡμῶν αὐτῶν, ἐφ̓ ὧν καὶ ζητεῖν ἔθος, εἴ τι ἐφ̓ ἡμῖν ὂν τυγχάνει. πρῶτον οὖν ζητητέον τί ποτε δεῖ τὸ ἐφ̓ ἡμῖν εἶναί τι λέγειν: τοῦτο δ̓ ἐστὶ τίς ἔννοια τοῦ τοιούτου: οὕτω γὰρ ἄν πως γνωσθείη, εἰ καὶ ἐπὶ θεοὺς καὶ ἔτι μᾶλλον ἐπὶ θεὸν ἁρμόζει μεταφέρειν οὐ μετενεκτέον μετενεκτέον μέν, ζητητέον δέ, πῶς τὸ ἐπ̓ αὐτοῖς τοῖς τε ἄλλοις καὶ ἐπὶ τῶν πρώτων. τί τοίνυν νοοῦντες τὸ ἐφ̓ ἡμῖν λέγομεν καὶ διὰ τί ζητοῦντες; ἐγὼ μὲν οἶμαι, ἐν ταῖς ἐναντίαις κινούμενοι τύχαις τε καὶ ἀνάγκαις καὶ παθῶν ἰσχυραῖς προσβολαῖς τὴν ψυχὴν κατεχούσαις, ἅπαντα ταῦτα κύρια νομίσαντες εἶναι καὶ δουλεύοντες αὐτοῖς καὶ φερόμενοι ἐκεῖνα ἄγει, μή ποτε οὐδέν ἐσμεν οὐδέ τί ἐστιν ἐφ̓ ἡμῖν ἠπορήσαμεν, ὡς τούτου ἐσομένου ἂν ἐφ̓ ἡμῖν, μὴ τύχαις δουλεύοντες μηδὲ ἀνάγκαις μηδὲ πάθεσιν ἰσχυροῖς πράξαιμεν ἂν βουληθέντες οὐδενὸς ἐναντιουμένου ταῖς βουλήσεσιν. εἰ δὲ τοῦτο, εἴη ἂν ἔννοια τοῦ ἐφ̓ ἡμῖν, τῇ βουλήσει δουλεύει καὶ παρὰ τοσοῦτον ἂν γένοιτο μή, παῤ ὅσον βουληθείημεν ἄν. ἑκούσιον μὲν γὰρ πᾶν, μὴ βίᾳ μετὰ τοῦ εἰδέναι, ἐφ̓ ἡμῖν δέ, καὶ κύριοι πρᾶξαι: καὶ συνθέοι μὲν ἂν πολλαχοῦ ἄμφω καὶ τοῦ λόγου αὐτῶν ἑτέρου ὄντος, ἔστι δ̓ οὗ καὶ διαφωνήσειεν ἄν: οἷον εἰ κύριος ἦν τοῦ ἀποκτεῖναι, ἦν ἂν οὐχ ἑκούσιον αὐτῷ πεπραχότι, εἰ τὸν πατέρα ἠγνόει τοῦτον εἶναι: τάχα δ̓ ἂν κἀκεῖνο διαφωνοῖ ἔχοντι τὸ ἐφ̓ ἑαυτῷ. δεῖ δὴ καὶ τὴν εἴδησιν ἐν τῷ ἑκουσίῳ οὐκ ἐν τοῖς καθ̓ ἕκαστα μόνον εἶναι, ἀλλὰ καὶ ὅλως. διὰ τί γάρ, εἰ μὲν ἀγνοεῖ, ὅτι φίλιος, ἀκούσιον, εἰ δὲ ἀγνοεῖ, ὅτι μὴ δεῖ, οὐκ ἀκούσιον; εἰ δ̓ ὅτι ἔδει μανθάνειν, οὐχ ἑκούσιον τὸ μὴ εἰδέναι, ὅτι ἔδει μανθάνειν, τὸ ἀπάγον ἀπὸ τοῦ μανθάνειν.
§8.2–8.13
§8.2 ἀλλ̓ ἐκεῖνο ζητητέον: τοῦτο δὴ τὸ ἀναφερόμενον εἰς ἡμᾶς ὡς ἐφ̓ ἡμῖν ὑπάρχον τίνι δεῖ διδόναι; γὰρ τῇ ὁρμῇ καὶ ᾑτινιοῦν ὀρέξει, οἷον θυμῷ πράττεται ἐπιθυμίᾳ λογισμῷ τοῦ συμφέροντος μετ̓ ὀρέξεως, μὴ πράττεται. ἀλλ̓ εἰ μὲν θυμῷ καὶ ἐπιθυμίᾳ, καὶ παισὶ καὶ θηρίοις τὸ ἐπ̓ αὐτοῖς τι εἶναι δώσομεν καὶ μαινομένοις καὶ ἐξεστηκόσι καὶ φαρμάκοις ἁλοῦσι καὶ ταῖς προσπιπτούσαις φαντασίαις, ὧν οὐ κύριοι: εἰ δὲ λογισμῷ μετ̓ ὀρέξεως, ἆρα καὶ πεπλανημένῳ τῷ λογισμῷ; τῷ ὀρθῷ λογισμῷ καὶ τῇ ὀρθῇ ὀρέξει. καίτοι καὶ ἐνταῦθα ζητήσειεν ἄν τις, πότερα λογισμὸς τὴν ὄρεξιν ἐκίνησεν, τοῦτον ὄρεξις. καὶ γὰρ εἰ κατὰ φύσιν αἱ ὀρέξεις, εἰ μὲν ὡς ζῴου καὶ τοῦ συνθέτου, ἠκολούθησεν ψυχὴ τῇ τῆς φύσεως ἀνάγκῃ: εἰ δὲ ὡς ψυχῆς μόνης, πολλὰ τῶν νῦν ἐφ̓ ἡμῖν λεγομένων ἔξω ἂν τούτου γένοιτο. εἶτα καί τις λογισμὸς ψιλὸς πρόεισι τῶν παθημάτων τε φαντασία ἀναγκάζουσα τε ὄρεξις ἐφ̓ τι ἂν ἄγῃ ἕλκουσα πῶς ἐν τούτοις κυρίους ποιεῖ; πῶς δ̓ ὅλως κύριοι, οὗ ἀγόμεθα; τὸ γὰρ ἐνδεὲς ἐξ ἀνάγκης πληρώσεως ὀρεγόμενον οὐκ ἔστι κύριον τοῦ ἐφ̓ παντελῶς ἄγεται. πῶς δ̓ ὅλως αὐτό τι παῤ αὑτοῦ, παῤ ἄλλου καὶ ἀρχὴν εἰς ἄλλο ἔχει κἀκεῖθεν γεγένηται οἷόν ἐστι; κατ̓ ἐκεῖνο γὰρ ζῇ καὶ ὡς πέπλασται: οὕτω γε καὶ τὰ ἄψυχα ἕξει τὸ ἐπ̓ αὐτοῖς τι εἰληφέναι: ποιεῖ γὰρ ὡς γεγένηται καὶ τὸ πῦρ. εἰ δ̓ ὅτι γινώσκει καὶ τὸ ζῷον καὶ ψυχὴ ποιεῖ, εἰ μὲν αἰσθήσει, τίς προσθήκη πρὸς τὸ ἐπ̓ αὐτοῖς εἶναι; οὐ γὰρ αἴσθησις πεποίηκε τοῦ ἔργου κύριον ἰδοῦσα μόνον: εἰ δὲ γνώσει, εἰ μὲν γνώσει τοῦ ποιουμένου, καὶ ἐνταῦθα οἶδε μόνον, ἄλλο δὲ ἐπὶ τὴν πρᾶξιν ἄγει. εἰ δὲ καὶ παρὰ τὴν ὄρεξιν λόγος ποιεῖ γνῶσις καὶ κρατεῖ, εἰς τί ἀναφέρει ζητητέον, καὶ ὅλως ποῦ τοῦτο συμβαίνει: καὶ εἰ μὲν αὐτὸς ἄλλην ὄρεξιν ποιεῖ, πῶς ληπτέον: εἰ δὲ τὴν ὄρεξιν παύσας ἔστη καὶ ἐνταῦθα τὸ ἐφ̓ ἡμῖν, οὐκ ἐν πράξει τοῦτο ἔσται, ἀλλ̓ ἐν νῷ στήσεται τοῦτο: ἐπεὶ καὶ τὸ ἐν πράξει πᾶν, κἂν κρατῇ λόγος, μικτὸν καὶ οὐ καθαρὸν δύναται τὸ ἐφ̓ ἡμῖν ἔχειν.
§8.3 διο σκεπτέον περὶ τούτων: ἤδη γὰρ ἂν καὶ ἐγγὺς γινοίμεθα τοῦ λόγου τοῦ περὶ θεῶν. ἀναγαγόντες τοίνυν τὸ ἐφ̓ ἡμῖν εἰς βούλησιν, εἶτα ταύτην ἐν λόγῳ θέμενοι, εἶτα ἐν λόγῳ ὀρθῷἴσως δὲ δεῖ προσθεῖναι τῷ ὀρθῷ τὸ τῆς ἐπιστήμης: οὐ γάρ, εἴ τις ἐδόξασεν ὀρθῶς καὶ ἔπραξεν, ἔχοι ἂν ἴσως ἀναμφισβήτητον τὸ αὐτεξούσιον, εἰ μὴ εἰδὼς διότι ὀρθῶς, ἀλλὰ τύχῃ φαντασίᾳ τινὶ πρὸς τὸ δέον ἀχθείς: ἐπεὶ καὶ τὴν φαντασίαν οὐκ ἐφ̓ ἡμῖν εἶναι λέγοντες τοὺς κατ̓ αὐτὴν δρῶντας πῶς ἂν εἰς τὸ αὐτεξούσιον τάξαιμεν; ἀλλὰ γὰρ ἡμεῖς τὴν μὲν φαντασίαν, ἣν ἄν τις καὶ φαντασίαν κυρίως εἴποι, τὴν ἐκ τοῦ σώματος τῶν παθημάτων ἐγειρομένηνκαὶ γὰρ κενώσεις σίτων καὶ ποτῶν φαντασίας οἷον ἀναπλάττουσι καὶ πληρώσεις. αὖ καὶ μεστός τις σπέρματος ἄλλα φαντάζεται καὶ καθ̓ ἑκάστας ποιότητας ὑγρῶν τῶν ἐν σώματιτοὺς κατὰ τὰς τοιαύτας φαντασίας ἐνεργοῦντας εἰς ἀρχὴν αὐτεξούσιον οὐ τάξομεν: διὸ καὶ τοῖς φαύλοις κατὰ ταύτας πράττουσι τὰ πολλὰ οὔτε τὸ ἐπ̓ αὐτοῖς οὔτε τὸ ἑκούσιον δώσομεν, τῷ δὲ διὰ νοῦ τῶν ἐνεργειῶν ἐλευθέρῳ τῶν παθημάτων τοῦ σώματος τὸ αὐτεξούσιον δώσομενεἰς ἀρχὴν τὸ ἐφ̓ ἡμῖν καλλίστην ἀνάγοντες τὴν τοῦ νοῦ ἐνέργειαν καὶ τὰς ἐντεῦθεν προτάσεις ἐλευθέρας ὄντως δώσομεν καὶ τὰς ὀρέξεις τὰς ἐκ τοῦ νοεῖν ἐγειρομένας οὐκ ἀκουσίους εἶναι δώσομεν καὶ τοῖς θεοῖς τοῦτον ζῶσι τὸν τρόπον, ὅσοι νῷ καὶ ὀρέξει τῇ κατὰ νοῦν ζῶσι, φήσομεν παρεῖναι.
§8.4 καίτοι ζητήσειεν ἄν τις, πῶς ποτε τὸ κατ̓ ὄρεξιν γιγνόμενον αὐτεξούσιον ἔσται τῆς ὀρέξεως ἐπὶ τὸ ἔξω ἀγούσης καὶ τὸ ἐνδεὲς ἐχούσης: ἄγεται γὰρ τὸ ὀρεγόμενον, κἂν εἰ πρὸς τὸ ἀγαθὸν ἄγοιτο. καὶ δὴ καὶ περὶ τοῦ νοῦ αὐτοῦ ἀπορητέον, εἰ ὅπερ πέφυκε καὶ ὡς πέφυκεν ἐνεργῶν λέγοιτο ἂν τὸ ἐλεύθερον ἔχειν καὶ τὸ ἐπ̓ αὐτῷ, οὐκ ἔχων ἐπ̓ αὐτῷ τὸ μὴ ποιεῖν: ἔπειτα, εἰ ὅλως κυρίως λέγοιτο ἐπ̓ ἐκείνων τὸ ἐπ̓ αὐτοῖς, οἷς πρᾶξις οὐ πάρεστιν. ἀλλὰ καὶ οἷς πρᾶξις, ἀνάγκη ἔξωθεν: οὐ γὰρ μάτην πράξουσιν. ἀλλ̓ οὖν πῶς τὸ ἐλεύθερον δουλευόντων καὶ τούτων τῇ αὑτῶν φύσει; , εἰ μὴ ἑτέρῳ ἕπεσθαι ἠνάγκασται, πῶς ἂν τὸ δουλεύειν λέγοιτο; πῶς δὲ πρὸς τὸ ἀγαθόν τι φερόμενον ἠναγκασμένον ἂν εἴη ἑκουσίου τῆς ἐφέσεως οὔσης, εἰ εἰδὼς ὅτι ἀγαθὸν ὡς ἐπ̓ ἀγαθὸν ἴοι; τὸ γὰρ ἀκούσιον ἀπαγωγὴ ἀπὸ τοῦ ἀγαθοῦ καὶ πρὸς τὸ ἠναγκασμένον, εἰ πρὸς τοῦτο φέροιτο, μὴ ἀγαθὸν αὐτῷ, καὶ δουλεύει τοῦτο, μὴ κύριόν ἐστιν ἐπὶ τὸ ἀγαθὸν ἐλθεῖν, ἀλλ̓ ἑτέρου κρείττονος ἐφεστηκότος ἀπάγεται των αὑτοῦ ἀγαθῶν δουλεῦον ἐκείνῳ. διὰ τοῦτο γὰρ καὶ δουλεία ψέγεται οὐχ οὗ τις οὐκ ἔχει ἐξουσίαν ἐπὶ τὸ κακὸν ἐλθεῖν, ἀλλ̓ οὗ ἐπὶ τὸ ἀγαθὸν τὸ ἑαυτοῦ ἀγόμενος πρὸς τὸ ἀγαθὸν τὸ ἄλλου. τὸ δὲ καὶ δουλεύειν λέγειν τῇ αὑτοῦ φύσει δύο ποιοῦντός ἐστι τό τε δουλεῦον καὶ τὸ . φύσις δὲ ἁπλῆ καὶ ἐνέργεια μία καὶ οὐδὲ τὸ δυνάμει ἔχουσα ἄλλο, ἄλλο δὲ τὸ ἐνεργείᾳ, πῶς οὐκ ἐλευθέρα; οὐδὲ γὰρ ὡς πέφυκε λέγοιτο ἂν ἐνεργεῖν ἄλλης οὔσης τῆς οὐσίας, τῆς δὲ ἐνεργείας ἄλλης, εἴπερ τὸ αὐτὸ τὸ εἶναι ἐκεῖ καὶ τὸ ἐνεργεῖν. εἰ οὖν οὔτε δἰ ἕτερον οὔτε ἐφ̓ ἑτέρῳ, πῶς οὐκ ἐλευθέρα; καὶ εἰ μὴ τὸ ἐπ̓ αὐτῷ ἁρμόσει, ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ ἐπ̓ αὐτῷ καὶ οὕτως ἐπ̓ αὐτῷ, ὅτι μὴ ἐφ̓ ἑτέρῳ μηδ̓ ἄλλο τῆς ἐνεργείας κύριον: οὐδὲ γὰρ τῆς οὐσίας, εἴπερ ἀρχή. καὶ εἰ ἄλλην δὲ νοῦς ἀρχὴν ἔχει, ἀλλ̓ οὐκ ἔξω αὑτοῦ, ἀλλ̓ ἐν τῷ ἀγαθῷ. καὶ εἰ κατ̓ ἐκεῖνο τὸ ἀγαθόν, πολὺ μᾶλλον το ἐπ̓ αὐτῷ καὶ τὸ ἐλεύθερον: ἐπεὶ καὶ τὸ ἐλεύθερον καὶ τὸ ἐπ̓ αὐτῷ τις ζητεῖ τοῦ ἀγαθοῦ χάριν. εἰ οὖν κατὰ τὸ ἀγαθὸν ἐνεργεῖ, μᾶλλον ἂν τὸ ἐπ̓ αὐτῷ: ἤδη γὰρ ἔχει τὸ πρὸς αὐτὸ ἐξ αὐτοῦ ὁρμώμενον καὶ ἐν αὑτῷ, εἴπερ πρὸς αὐτό, ἄμεινον ἂν εἴη αὐτῷ.
§8.5 ἆῤ οὖν ἐν νῷ μόνῳ νοοῦντι τὸ αὐτεξούσιον καὶ τὸ ἐπ̓ αὐτῷ καὶ ἐν νῷ τῷ καθαρῷ καὶ ἐν ψυχῇ κατὰ νοῦν ἐνεργούσῃ καὶ κατὰ ἀρετὴν πραττούσῃ; τὸ μὲν οὖν πραττούσῃ εἴπερ δώσομεν, πρῶτον μὲν οὐ πρὸς τὴν τεῦξιν ἴσως χρὴ διδόναι: οὐ γὰρ ἡμεῖς τοῦ τυχεῖν κύριοι. εἰ δὲ πρὸς τὸ καλῶς καὶ τὸ πάντα ποιῆσαι τὰ παῤ αὐτοῦ, τάχα μὲν ἂν τοῦτο ὀρθῶς λέγοιτο: ἐκεῖνο δὲ πῶς ἐφ̓ ἡμῖν; οἷον εἰ, διότι πόλεμος, ἀνδριζοίμεθα. λέγω δὲ τὴν τότε ἐνέργειαν πῶς ἐφ̓ ἡμῖν, ὁπότε πολέμου μὴ καταλαβόντος οὐκ ἦν τὴν ἐνέργειαν ταύτην ποιήσασθαι, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πράξεων τῶν κατὰ ἀρετὴν ἁπασῶν πρὸς τὸ πῖπτον ἀεὶ ἀναγκαζομένης τῆς ἀρετῆς τοδὶ τοδὶ ἐργάζεσθαι. καὶ γὰρ εἴ τις αἵρεσιν αὐτῇ δοίη τῇ ἀρετῇ, πότερα βούλεται, ἵν̓ ἔχῃ ἐνεργεῖν, εἶναι πολέμους, ἵνα ἀνδρίζοιτο, καὶ εἶναι ἀδικίαν, ἵνα τὰ δίκαια ὁρίζῃ καὶ κατακοσμῇ, καὶ πενίαν, ἵνα τὸ ἐλευθέριον ἐνδεικνύοιτο, πάντων εὖ ἐχόντων ἡσυχίαν ἄγειν, ἕλοιτο ἂν τὴν ἡσυχίαν τῶν πράξεων οὐδενὸς θεραπείας δεομένου τῆς παῤ αὐτῆς, ὥσπερ ἂν εἵ τις ἰατρός, οἷον Ἱπποκράτης, μηδένα δεῖσθαι τῆς παῤ αὐτοῦ τέχνης. εἰ οὖν ἐνεργοῦσα ἐν ταῖς πράξεσιν ἀρετὴ ἠνάγκασται βοηθεῖν, πῶς ἂν καθαρῶς ἔχοι τὸ ἐπ̓ αὐτῇ; ἆῤ οὖν τὰς πράξεις μὲν ἀναγκαίας, τὴν δὲ βούλησιν τὴν πρὸ τῶν πράξεων καὶ τὸν λόγον οὐκ ἠναγκασμένον φήσομεν; ἀλλ̓ εἰ τοῦτο, ἐν ψιλῷ τιθέμενοι τῷ πρὸ τοῦ πραττομένου ἔξω τῆς πράξεως τὸ αὐτεξούσιον καὶ τὸ ἐπ̓ αὐτῇ τῇ ἀρετῇ θήσομεν. τί δὲ ἐπ̓ αὐτῆς τῆς ἀρετῆς τῆς κατὰ τὴν ἕξιν καὶ τὴν διάθεσιν; ἆῤ οὐ κακῶς ψυχῆς ἐχούσης φήσομεν αὐτὴν εἰς κατακόσμησιν ἐλθεῖν συμμετρουμένην τὰ πάθη καὶ τὰς ὀρέξεις; τίνα οὖν τρόπον λέγομεν ἐφ̓ ἡμῖν τὸ ἀγαθοῖς εἶναι καὶ τὸ ἀδέσποτον τὴν ἀρετήν; τοῖς γε βουληθεῖσι καὶ ἑλομένοις: ὅτι ἐγγενομένη αὕτη κατασκευάζει τὸ ἐλεύθερον καὶ τὸ ἐφ̓ ἡμῖν καὶ οὐκ ἐᾷ ἔτι δούλους εἶναι, ὧν πρότερον ἦμεν. εἰ οὖν οἷον νοῦς τις ἄλλος ἐστὶν ἀρετὴ καὶ ἕξις οἷον νοωθῆναι τὴν ψυχὴν ποιοῦσα, πάλιν αὖ ἥκει οὐκ ἐν πράξει τὸ ἐφ̓ ἡμῖν, ἀλλ̓ ἐν νῷ ἡσύχῳ τῶν πράξεων.
§8.6 πῶς οὖν εἰς βούλησιν πρότερον ἀνήγομεν τοῦτο λέγοντες ʽ παρὰ τὸ βουληθῆναι γένοιτο ἄν̓; κἀκεῖ ἐλέγετο ʽ μὴ γένοιτὀ. εἰ οὖν τά τε νῦν ὀρθῶς λέγεται, ἐκεῖνά τε τούτοις συμφώνως ἕξει, φήσομεν τὴν μὲν ἀρετὴν καὶ τὸν νοῦν κύρια εἶναι καὶ εἰς ταῦτα χρῆναι ἀνάγειν τὸ ἐφ̓ ἡμῖν καὶ τὸ ἐλεύθερον: ἀδέσποτα δὲ ὄντα ταῦτα τὸν μὲν ἐφ̓ αὑτοῦ εἶναι, τὴν δὲ ἀρετὴν βούλεσθαι μὲν ἐφ̓ ἑαυτῆς εἶναι ἐφεστῶσαν τῇ ψυχῇ, ὥστε εἶναι ἀγαθήν, καὶ μέχρι τούτου αὐτήν τε ἐλευθέραν καὶ τὴν ψυχὴν ἐλευθέραν παρασχέσθαι: προσπιπτόντων δὲ τῶν ἀναγκαίων παθημάτων τε καὶ πράξεων ἐφεστῶσαν ταῦτα μὲν μὴ βεβουλεῦσθαι γενέσθαι, ὅμως γε μὴν καὶ ἐν τούτοις διασώσειν τὸ ἐφ̓ αὑτῇ εἰς αὑτὴν καὶ ἐνταῦθα ἀναφέρουσαν: οὐ γὰρ τοῖς πράγμασιν ἐφέψεσθαι, οἷον σώζουσαν τὸν κινδυνεύοντα, ἀλλ̓ εἰ δοκοῖ αὐτῇ, καὶ προιεμένην τοῦτον καὶ τὸ ζῆν κελεύουσαν προίεσθαι καὶ χρήματα καὶ τέκνα καὶ αὐτὴν τὴν πατρίδα, σκοπὸν τὸ καλὸν αὑτῆς ἔχουσαν, ἀλλ̓ οὐ τὸ εἶναι τῶν ὑπ̓ αὐτήν: ὥστε καὶ τὸ ἐν ταῖς πράξεσιν αὐτεξούσιον καὶ τὸ ἐφ̓ ἡμῖν οὐκ εἰς τὸ πράττειν ἀνάγεσθαι οὐδ̓ εἰς τὴν ἔξω, ἀλλ̓ εἰς τὴν ἐντὸς ἐνέργειαν καὶ νόησιν καὶ θεωρίαν αὐτῆς τῆς ἀρετῆς. δεῖ δὲ τὴν ἀρετὴν ταύτην νοῦν τινα λέγειν εἶναι οὐ συναριθμοῦντα τὰ πάθη τὰ δουλωθέντα μετρηθέντα τῷ λόγῳ: ταῦτα γὰρ ἔοικέ, φησιν, ἐγγύς τι τείνειν τοῦ σώματος ἔθεσι καὶ ἀσκήσεσι κατορθωθέντα: ὥστε εἶναι σαφέστερον, ὡς τὸ ἄυλόν ἐστι τὸ ἐλεύθερον καὶ εἰς τοῦτο ἀναγωγὴ τοῦ ἐφ̓ ἡμῖν καὶ αὕτη βούλησις κυρία καὶ ἐφ̓ ἑαυτῆς οὖσα, καὶ εἴ τι ἐπιτάξειε πρὸς τὰ ἔξω ἐξ ἀνάγκης. ὅσα οὖν ἐκ ταύτης καὶ διὰ ταύτην, ἐφ̓ ἡμῖν, ἔξω τε καὶ ἐφ̓ αὑτῆς, αὐτὴ βούλεται καὶ ἐνεργεῖ ἀνεμποδίστως, τοῦτο καὶ πρῶτον ἐφ̓ ἡμῖν. δὲ θεωρητικὸς νοῦς καὶ πρῶτος οὕτω τὸ ἐφ̓ αὑτῷ, ὅτι τὸ ἔργον αὐτοῦ μηδαμῶς ἐπ̓ ἄλλῳ, ἀλλὰ πᾶς ἐπέστραπται πρὸς αὑτὸν καὶ τὸ ἔργον αὐτοῦ αὐτὸς καὶ ἐν τῷ ἀγαθῷ κείμενος ἀνενδεὴς καὶ πλήρης ὑπάρχων καὶ οἷον κατὰ βούλησιν ζῶν: δὲ βούλησις νόησις, βούλησις δ̓ ἐλέχθη, ὅτι κατὰ νοῦν: καὶ γὰρ λεγομένη βούλησις τὸ κατὰ νοῦν μιμεῖται. γὰρ βούλησις θέλει τὸ ἀγαθόν: τὸ δὲ νοεῖν ἀληθῶς ἐστιν ἐν τῷ ἀγαθῷ. ἔχει οὖν ἐκεῖνος, ὅπερ βούλησις θέλει καὶ οὗ τυχοῦσα ἂν ταύτῃ νόησις γίνεται. εἰ οὖν ἐν βουλήσει τοῦ ἀγαθοῦ ἐτίθεμεν τὸ ἐφ̓ ἡμῖν, τὸ ἤδη ἐν θέλει βούλησις εἶναι ἱδρυμένον πῶς οὐ τὸ ἐφ̓ αὑτῷ ἔχει; μεῖζον εἶναι θετέον, εἰ μή τις ἐθέλοι εἰς τοῦτο ἀναβαίνειν, τὸ ἐφ̓ αὑτῷ.
§8.7 γίνεται οὖν ψυχὴ μὲν ἐλευθέρα διὰ νοῦ πρὸς τὸ ἀγαθὸν σπεύδουσα ἀνεμποδίστως, καὶ διὰ τοῦτο ποιεῖ, ἐφ̓ αὑτῇ: νοῦς δὲ δἰ αὑτόν: δὲ τοῦ ἀγαθοῦ φύσις αὐτὸ τὸ ἐφετὸν καὶ δἰ τὰ ἄλλα ἔχει τὸ ἐφ̓ αὑτοῖς, ὅταν τὸ μὲν τυγχάνειν ἀνεμποδίστως δύνηται, τὸ δὲ ἔχειν. πῶς δὴ αὐτὸ τὸ κύριον ἁπάντων τῶν μετ̓ αὐτὸ τιμίων καὶ ἐν πρώτῃ ἕδρᾳ ὄν, πρὸς τὰ ἄλλα ἀναβαίνειν θέλει καὶ ἐξήρτηται αὐτοῦ καὶ τὰς δυνάμεις ἔχει παῤ αὐτοῦ, ὥστε δύνασθαι τὸ ἐπ̓ αὐτοῖς ἔχειν, πῶς ἄν τις εἰς τὸ ἐπ̓ ἐμοὶ ἐπὶ σοὶ ἄγοι; ὅπου καὶ νοῦς μόλις, ὅμως δὲ βίᾳ εἵλκετο: εἰ μή τις τολμηρὸς λόγος ἑτέρωθεν σταλεὶς λέγοι, ὡς τυχοῦσα οὕτως ἔχειν, ὡς ἔχει, καὶ οὐκ οὖσα κυρία τοῦ ἐστιν οὖσα τοῦτο ἔστιν οὐ παῤ αὑτῆς οὔτε τὸ ἐλεύθερον ἂν ἔχοι, οὔτε τὸ ἐπ̓ αὐτῇ ποιοῦσα μὴ ποιοῦσα, ἠνάγκασται ποιεῖν μὴ ποιεῖν: ὃς δὴ λόγος ἀντίτυπός τε καὶ ἄπορος καὶ παντάπασι τὴν τοῦ ἑκουσίου τε καὶ αὐτεξουσίου φύσιν καὶ τὴν ἔννοιαν τοῦ ἐφ̓ ημῖν εἴη ἂν ἀναιρῶν, ὡς μάτην εἶναι ταῦτα λεγόμενα καὶ φωνὰς πραγμάτων ἀνυποστάτων. οὐ γὰρ μόνον μηδὲν ἐπὶ μηδενὶ εἶναι λέγειν, ἀλλ̓ οὐδὲ νοεῖν οὐδὲ συνιέναι ἀναγκαῖον αὐτῷ λέγειν ταύτην τὴν φωνήν. εἰ δὲ ὁμολογεῖ συνιέναι, ἤδη ἂν ῥᾳδίως ἐλέγχοιτο τῆς ἐννοίας τοῦ ἐφ̓ ἡμῖν ἐφαρμοζομένης οἷς ἐφαρμόττειν οὐκ ἔφη. γὰρ ἔννοια τὴν οὐσίαν οὐ πολυπραγμονεῖ οὐδὲ ἐκείνην προσπαραλαμβάνειἀδύνατον γὰρ ἑαυτό τι ποιεῖν καὶ εἰς ὑπόστασίν ἄγεινἀλλὰ ἐθέλει θεωρεῖν ἐπίνοια, τί τῶν ὄντων δοῦλον ἑτέρων, καὶ τί ἔχει τὸ αὐτεξούσιον καὶ τί μὴ ὑπ̓ ἄλλῳ, ἀλλ̓ αὐτὸ τῆς ἐνεργείας κύριον, καθαρῶς τοῖς ἀιδίοις ὑπάρχει καθ̓ εἰσιν ἀίδιοι καὶ τοῖς ἀκωλύτως τὸ ἀγαθὸν διώκουσιν ἔχουσιν. ὑπὲρ δὴ ταῦτα τοῦ ἀγαθοῦ αὐτοῦ ὄντος οἷον ἄλλο παῤ αὐτὸ ἀγαθὸν ζητεῖν ἄτοπον. ἐπεὶ καὶ τὸ κατὰ τύχην λέγειν αὐτὸ εἶναι οὐκ ὀρθόν ἐν γὰρ τοῖς ὕστερον καὶ ἐν πολλοῖς τύχη: τὸ δὲ πρῶτον οὔτε κατὰ τύχην ἂν λέγοιμεν, οὔτε οὐ κύριον τῆς αὐτοῦ γενέσεως, ὅτι μηδὲ γέγονε. τὸ δὲ ὅτι ὡς ἔχει ποιεῖ ἄτοπον, εἴ τις ἀξιοῖ τότε εἶναι τὸ ἐλεύθερον, ὅταν παρὰ φύσιν ποιῇ ἐνεργῇ. οὐδὲ δὴ τὸ τὸ μοναχὸν ἔχον ἀφῄρηται τῆς ἐξουσίας, εἰ τὸ μοναχὸν μὴ τῷ κωλύεσθαι παῤ ἄλλου ἔχοι, ἀλλὰ τῷ τοῦτο αὐτὸ εἶναι καὶ οἷον ἀρέσκειν ἑαυτῷ, καὶ μὴ ἔχειν τι κρεῖττον αὐτοῦ: οὕτω γε τὸ μάλιστα τυγχάνον τοῦ ἀγαθοῦ ἀφαιρήσεταί τις τὸ αὐτεξούσιον. εἰ δὲ τοῦτο ἄτοπον, ἀτοπώτερον ἂν γίνοιτο αὐτὸ τὸ ἀγαθὸν ἀποστερεῖν τοῦ αὐτεξουσίου, ὅτι ἀγαθὸν καὶ ὅτι ἐφ̓ αὑτοῦ μένει οὐ δεόμενον κινεῖσθαι πρὸς ἄλλο τῶν ἄλλων κινουμένων πρὸς αὐτὸ καὶ οὐδὲν δεόμενον οὐδενός. ὅταν δὲ δὴ οἷον ὑπόστασις αὐτοῦ οἷον ἐνέργεια οὐ γὰρ μὲν ἕτερον, δ̓ ἕτερόν ἐστιν, εἴ γε μηδὲ ἐπὶ τοῦ νοῦ τοῦτοοὔτι μᾶλλον κατὰ τὸ εἶναι ἐνέργεια κατὰ τὴν ἐνέργειαν τὸ εἶναι: ὥστε οὐκ ἔχει τὸ ὡς πέφυκεν ἐνεργεῖν, οὐδὲ ἐνέργεια καὶ οἷον ζωὴ ἀνενεχθήσεται εἰς τὴν οἷον οὐσίαν, ἀλλ̓ οἷον οὐσία συνοῦσα καὶ οἷον συγγενομένη ἐξ ἀιδίου τῇ ἐνεργείᾳ ἐξ ἀμφοῖν αὐτὸ αὑτὸ ποιεῖ καὶ ἑαυτοῦ καὶ οὐδενός.
§8.8 ἡμεῖς δὲ θεωροῦμεν οὐ συμβεβηκὸς τὸ αὐτεξούσιον ἐκείνῳ, ἀλλὰ ἀπὸ τῶν περὶ τὰ ἄλλα αὐτεξουσίων ἀφαιρέσει τῶν ἐναντίων αὐτὸ ἐφ̓ ἑαυτοῦ πρὸς αὑτό: τὰ δ̓ ἐλάττω ἀπὸ τῶν ἐλαττόνων μεταφέροντες ἀδυναμίᾳ τοῦ τυχεῖν τῶν προσήκει λέγειν περὶ αὐτοῦ, ταῦτα ἂν περὶ αὐτοῦ εἴποιμεν. καίτοι οὐδὲν ἂν εὕροιμεν εἰπεῖν οὐχ ὅτι κατ̓ αὐτοῦ, ἀλλ̓ οὐδὲ περὶ αὐτοῦ κυρίως: πάντα γὰρ ἐκείνου καὶ τὰ καλὰ καὶ τὰ σεμνὰ ὕστερα. τούτων γὰρ αὐτὸς ἀρχή: καίτοι ἄλλον τρόπον οὐκ ἀρχή. ἀποτιθεμένοις δὴ πάντα καὶ τὸ ἐπ̓ αὐτῷ ὡς ὕστερον καὶ τὸ αὐτεξούσιον: ἤδη γὰρ εἰς ἄλλο ἐνέργειαν λέγει, καὶ ὅτι ἀνεμποδίστως καὶ ὄντων ἄλλων τῶν εἰς ἀκωλύτως. δεῖ δὲ ὅλως πρὸς οὐδὲν αὐτὸν λέγειν: ἔστι γὰρ ὅπερ ἔστι καὶ πρὸ αὐτῶν: ἐπεὶ καὶ τὸ ἔστιν ἀφαιροῦμεν, ὥστε καὶ τὸ πρὸς τὰ ὄντα ὁπωσοῦν: οὐδὲ δὴ τὸ ὡς πέφυκεν: ὕστερον γὰρ καὶ τοῦτο, καὶ εἰ λέγοιτο καὶ ἐπ̓ ἐκείνων, ἐπὶ τῶν ἐξ ἄλλου ἂν λέγοιτο, ὥστε πρώτως ἐπὶ τῆς οὐσίας, ὅτι ἐξ ἐκείνου ἔφυ: εἰ δ̓ ἐν τοῖς ἐν χρόνῳ φύσις, οὐδ̓ ἐπὶ τῆς οὐσίας: οὐδὲ δὴ τὸ οὐ παῤ αὐτῆς εἶναι λεκτέον: τό τε γὰρ εἶναι ἀφῃροῦμεν, τό τε οὐ παῤ αὐτῆς λέγοιτο ἄν, ὅταν ὑπ̓ ἄλλου. οὕτως οὖν συνέβη. οὐδὲ τὸ συνέβη λεκτέον: οὔτε γὰρ αὐτῷ οὔτε πρὸς ἄλλο: ἐν γὰρ πολλοῖς τὸ συνέβη, ὅταν τὰ μὲν , τὸ δὲ ἐπὶ τούτοις συμβῇ. πῶς οὖν τὸ πρῶτον συνέβη; οὐδὲ γὰρ ἦλθεν, ἵνα ζητῇς πῶς οὖν ἦλθε; τύχη τίς ἤγαγεν ὑπέστησεν αὐτό; ἐπεὶ οὐδὲ τύχη πω ἦν οὐδὲ τὸ αὐτόματόν γε: καὶ γὰρ τὸ αὐτόματον καὶ παῤ ἄλλου καὶ ἐν γινομένοις.
§8.9 ἀλλὰ πρὸς αὐτὸ εἴ τις λαμβάνοι τὸ συνέβη, οὔτοι δεῖ πρὸς τὸ ὄνομα ἵστασθαι, ἀλλὰ ὅπως νοεῖ λέγων συνιέναι. τί οὖν νοεῖ; τοῦτο, ὅτι ταύτην ἔχον τὴν φύσιν καὶ τὴν δύναμιν ἀρχή: καὶ γὰρ εἰ ἄλλην εἶχεν, ἦν ἂν τοῦτο, ὅπερ ἦν, καὶ εἰ χεῖρον, ἐνήργησεν ἂν κατὰ τὴν αὑτοῦ οὐσίαν. πρὸς δὴ τὸ τοιοῦτον λεκτέον, ὅτι μὴ οἷόν τε ἦν ἀρχὴν οὖσαν πάντων τὸ τυχὸν εἶναι, μὴ ὅτι χεῖρον, ἀλλ̓ οὐδ̓ ἀγαθὸν μέν, ἀγαθὸν δ̓ ἄλλως, οἷον ἐνδεέστερον. ἀλλὰ δεῖ κρείττονα εἶναι τὴν ἀρχὴν πάντων τῶν μετ̓ αὐτήν: ὥστε ὡρισμένον τι. λέγω δὲ ὡρισμένον, ὅτι μοναχῶς καὶ οὐκ ἐξ ἀνάγκης: οὐ γὰρ ἦν ἀνάγκη: ἐν γὰρ τοῖς ἑπομένοις τῇ ἀρχῇ ἀνάγκη καὶ οὐδὲ αὕτη ἔχουσα ἐν αὐτοῖς τὴν βίαν: τὸ δὲ μοναχὸν τοῦτο παῤ αὑτοῦ. τοῦτο οὖν καὶ οὐκ ἄλλο, ἀλλ̓ ὅπερ ἐχρῆν εἶναι: οὐ τοίνυν οὕτω συνέβη, ἀλλ̓ ἔδει οὕτω: τὸ δ̓ ἔδει τοῦτο ἀρχὴ τῶν ὅσα ἔδει. τοῦτο τοίνυν οὐκ ἂν οὕτως εἴη, ὡς συνέβη: οὐ γὰρ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ̓ ὅπερ ἐχρῆν εἶναι, μᾶλλον δὲ οὐδὲ ὅπερ ἐχρῆν. ἀλλὰ ἀναμένειν δεῖ τὰ ἄλλα, τί ποτε αὐτοῖς βασιλεὺς φανείη, καὶ τοῦτο, ὅπερ ἔστιν αὐτός, τοῦτο αὐτὸν θέσθαι οὐχ ὡς συνέβη φανέντα, ἀλλὰ ὄντως βασιλέα καὶ ὄντως ἀρχὴν καὶ τὸ ἀγαθὸν ὄντως, οὐκ ἐνεργοῦντα κατὰ τὸ ἀγαθόν: οὕτω γὰρ ἂν δόξειεν ἕπεσθαι ἄλλῳ: ἀλλ̓ ὄντα ἕν, ὅπερ ἔστιν, ὥστε οὐ κατ̓ ἐκεῖνο, ἀλλ̓ ἐκεῖνο. εἰ τοίνυν οὐδὲ ἐπὶ τοῦ ὄντος τὸ συνέβητῷ γὰρ ὄντι, εἴ τι συμβήσεται, συνέβη, ἀλλ̓ οὐκ αὐτὸ τὸ ὂν συνέβη, οὐδὲ συνέκυρσε τὸ ὂν οὕτως εἶναι οὐδὲ παῤ ἄλλου τὸ οὕτως εἶναι ὄν, ὡς ἔστιν, ἀλλ̓ αὕτη ὄντος φύσις ὂν εἶναιπῶς ἄν τις ἐπὶ τοῦ ἐπέκεινα ὄντος τοῦτο ἐνθυμοῖτο τὸ οὕτω συνέβη, ὑπάρχει γεγεννηκέναι τὸ ὄν, οὐχ οὕτω συνέβη, ἀλλ̓ ἔστιν, ὥς ἐστιν οὐσία οὖσα ὅπερ ἔστι, καὶ ὅπερ ἐστὶ νοῦς: ἐπεὶ οὕτως ἄν τις καὶ τὸν νοῦν εἴποι οὕτω συνέβη νοῦν εἶναι, ὥσπερ ἄλλο τι ἂν τὸν νοῦν ἐσόμενον τοῦτο, δὴ φύσις ἐστὶ νοῦ. τὸ δὴ οὐ παρεκβεβηκὸς ἑαυτό, ἀλλ̓ ἀκλινὲς ὂν ἑαυτοῦ, αὐτὸ ἄν τις κυριώτατα λέγοι εἶναι ἔστι. τί ἂν οὖν τις λέγοι ἐκεῖ εἰς τὸ ὑπὲρ τοῦτο ἀναβὰς καὶ εἰσιδών; ἆρά γε τὸ οὕτως, ὡς εἶδεν αὐτὸν ἔχοντα τὸ οὕτω, συνέβη; οὔτε τὸ οὕτω οὔτε τὸ ὁπωσοῦν συνέβη: ἀλλ̓ οὐδὲ ὅλως τὸ συνέβη, ἀλλὰ τὸ οὕτω μόνον καὶ οὐκ ἂν ἄλλως, ἀλλ̓ οὕτως. ἀλλ̓ οὐδὲ τὸ οὕτως: οὕτω γὰρ ἂν ὁρίσας εἴης καὶ τόδε τι: ἀλλ̓ ἔστι τῷ ἰδόντι οὐδὲ τὸ οὕτως εἰπεῖν δύνασθαι οὐδ̓ αὖ τὸ μὴ οὕτως: τὶ γὰρ ἂν εἴποις αὐτὸ τῶν ὄντων, ἐφ̓ ὧν τὸ οὕτως. ἄλλο τοίνυν παῤ ἅπαντα τὸ οὕτως. ἀλλ̓ ἀόριστον ἰδὼν πάντα μὲν ἕξεις εἰπεῖν τὰ μετ̓ αὐτό, φήσεις δὲ οὐδὲν ἐκείνων εἶναι, ἀλλά, εἴπερ, δύναμιν πᾶσαν αὑτῆς ὄντως κυρίαν, τοῦτο οὖσαν θέλει, μᾶλλον δὲ θέλει ἀπορρίψασαν εἰς τὰ ὄντα, αὐτὴν δὲ μείζονα παντὸς τοῦ θέλειν οὖσαν τὸ θέλειν μετ̓ αὐτὴν θεμένην. οὔτ̓ οὖν αὐτὴ ἠθέλησε τὸ οὕτως, ἵνα ἂν εἵπετο, οὔτε ἄλλος πεποίηκεν οὕτως.
§8.10 καὶ τοίνυν καὶ ἐρωτῆσαι χρὴ τὸν λέγοντα τὸ οὕτω συνέβη, πῶς ἂν ἀξιώσειε ψεῦδος εἶναι τὸ συνέβη, εἴ τι εἴη. καὶ πῶς ἄν τις ἀφέλοι τὸ συνέβη; καὶ εἴ τις εἴη φύσις, τότε φήσει οὐκ ἐφαρμόζειν τὸ συνέβη: εἰ γὰρ τὴν τῶν ἄλλων ἀφαιροῦσαν τὸ οὕτω συνέβη ἀνατίθησι τύχῃ, ποῦ ποτε τὸ μὴ ἐκ τύχης εἶναι ἂν γένοιτο; ἀφαιρεῖ δὲ τὸ ὡς ἔτυχεν αὕτη ἀρχὴ τῶν ἄλλων εἶδος καὶ πέρας καὶ μορφὴν διδοῦσα καὶ οὐκ ἔστιν ἐν τοῖς οὕτω κατὰ λόγον γινομένοις τύχῃ ἀναθεῖναι, ἀλλ̓ αὐτῷ τούτῳ τὴν αἰτίαν, ἐν δὲ τοῖς μὴ προηγουμένως καὶ μὴ ἀκολούθως, ἀλλὰ συμπτώμασιν, τύχη. τὴν δὴ ἀρχὴν παντὸς λόγου τε καὶ τάξεως καὶ ὅρου πῶς ἄν τις τὴν τούτου ὑπόστασιν ἀναθείη τύχῃ; καὶ μὴν πολλῶν μὲν τύχη κυρία, νοῦ δὲ καὶ λόγου καὶ τάξεως εἰς τὸ γεννᾶν ταῦτα οὐ κυρία, ὅπου τε καὶ ἐναντίον δοκεῖ λόγῳ εἶναι τύχη, πῶς ἂν γεννήτειρα αὐτοῦ γένοιτο; εἰ οὖν μὴ γεννᾷ νοῦν τύχη, οὐδὲ τὸ πρὸ νοῦ οὐδὲ τὸ κρεῖττον νοῦ: οὔτε γὰρ εἶχεν ὅθεν γεννήσει, οὔτε ἦν τὸ παράπαν αὕτη οὐδ̓ ὅλως ἐν τοῖς ἀιδίοις. εἰ οὖν μηδὲν πρὸ ἐκείνου, αὐτὸς δὲ πρῶτος, στῆναι ἐνταῦθα δεῖ καὶ μηδὲν ἔτι περὶ αὐτοῦ λέγειν, ἀλλὰ τὰ μετ̓ αὐτὸ ζητεῖν πῶς ἐγένετο, αὐτὸ δὲ μηκέτι ὅπως, ὅτι ὄντως τοῦτο μὴ ἐγένετο. τί οὖν, εἰ μὴ ἐγένετο, ἔστι δὲ οἷός ἐστιν, οὐκ ὢν τῆς αὐτοῦ οὐσίας κύριος; καὶ εἰ μὴ οὐσίας δέ, ἀλλ̓ ὢν ὃς ἔστιν, οὐχ ὑποστήσας ἑαυτόν, χρώμενος δὲ ἑαυτῷ οἷος ἔστιν, ἐξ ἀνάγκης τοῦτο ἂν εἴη, ἔστι, καὶ οὐκ ἂν ἄλλως. οὐχ, ὅτι οὐκ ἄλλως, οὕτως, ἀλλ̓ ὅτι τὸ ἄριστον οὕτως. πρὸς μὲν γὰρ τὸ βέλτιον ἐλθεῖν οὐ πᾶν αὐτεξούσιον, πρὸς δὲ τὸ χεῖρον ἐλθεῖν οὐδὲν ὑπ̓ ἄλλου κεκώλυται. ἀλλ̓ ὅτι μὴ ἦλθε, παῤ αὑτοῦ οὐκ ἐλήλυθεν, οὐ τῷ κεκωλύσθαι, ἀλλὰ τῷ αὐτὸ εἶναι, μὴ ἐλήλυθεν, καὶ τὸ ἀδύνατον ἐλθεῖν πρὸς τὸ χεῖρον οὐκ ἀδυναμίαν σημαίνει τοῦ μὴ ἥκοντος, ἀλλὰ παῤ αὑτοῦ καὶ δἰ αὑτὸν τὸ μὴ ἥκειν. καὶ τὸ μὴ ἥκειν πρὸς μηδὲν ἄλλο τὴν ὑπερβολὴν τῆς δυνάμεως ἐν αὐτῷ ἔχει, οὐκ ἀνάγκῃ κατειλημμένου, ἀλλ̓ αὐτοῦ ἀνάγκης τῶν ἄλλων ὄντος καὶ νόμου. αὑτὴν οὖν ἀνάγκη ὑπέστησεν; οὐδὲ ὑπέστη τῶν ἄλλων ὑποστάντων τῶν μετ̓ αὐτὸ δἰ αὐτό. τὸ οὖν πρὸ ὑποστάσεως πῶς ἂν ὑπ̓ ἄλλου ὑφ̓ αὑτοῦ ὑπέστη;
§8.11 ἀλλὰ τὸ μὴ ὑποστὰν τοῦτο τί; σιωπήσαντας δεῖ ἀπελθεῖν, καὶ ἐν ἀπόρῳ τῇ γνώμῃ θεμένους μηδὲν ἔτι ζητεῖν. τί γὰρ ἄν τις καὶ ζητήσειεν εἰς οὐδὲν ἔτι ἔχων προελθεῖν πάσης ζητήσεως εἰς ἀρχὴν ἰούσης καὶ ἐν τῷ τοιούτῳ ἱσταμένης; πρὸς δὲ τούτοις ζήτησιν ἅπασαν χρὴ νομίζειν τοῦ τί ἐστιν εἶναι τοῦ οἷον τοῦ διὰ τί τοῦ εἶναι. τὸ μὲν οὖν εἶναι, ὡς λέγομεν ἐκεῖνο εἶναι, ἐκ τῶν μετ̓ αὐτό: τὸ δὲ διὰ τί ἀρχὴν ἄλλην ζητεῖ: ἀρχῆς δὲ τῆς πάσης οὐκ ἔστιν ἀρχή: τὸ δὲ οἷόν ἐστι ζητεῖν τί συμβέβηκεν αὐτῷ, συμβέβηκε μηδέν: τὸ δὲ τί ἐστι δηλοῖ μᾶλλον τὸ μηδὲν δεῖν περὶ αὐτοῦ ζητεῖν αὐτὸ μόνον, εἰ δυνατὸν αὑτοῖς, λαβόντας ἐν νῷ μηδὲν αὐτῷ θεμιτὸν εἶναι προσάπτειν μαθόντας. ὅλως δὲ ἐοίκαμεν ταύτην τὴν ἀπορίαν ἐνθυμηθῆναι περὶ ταύτης τῆς φύσεως, εἴπερ ἐνεθυμήθημεν, ἐκ τοῦ πρῶτον μὲν τίθεσθαι χώραν καὶ τόπον, ὥσπερ τι χάος, εἶτα χώρας ἤδη οὔσης ἐπαγαγεῖν ταύτην τὴν φύσιν εἰς τὸν ἐν τῇ φαντασίᾳ ἡμῶν γεγονότα ὄντα τόπον, εἰσαγαγόντας δὲ αὐτὸν εἰς τὸν τοιοῦτον τόπον οὕτω τοι ζητεῖν, οἷον πόθεν καὶ πῶς ἐλήλυθεν ἐνταῦθα, καὶ ὥσπερ ἔπηλυν ὄντα ἐζητηκέναι αὐτοῦ τὴν παρουσίαν καὶ οἷον τὴν οὐσίαν, καὶ δὴ καὶ ὥσπερ ἔκ τινος βάθους ἐξ ὕψους τινὸς ἐνθάδε ἐρρϊφθαι. διόπερ δεῖ τὸ αἴτιον τῆς ἀπορίας ἀνελόντα ἔξω ποιήσασθαι τῆς ἐπιβολῆς τῆς πρὸς αὐτὸν πάντα τόπον καὶ μηδὲ ἐν ὁτῳοῦν τίθεσθαι αὐτόν, μήτε ἀεὶ κείμενον ἐν αὐτῷ καὶ ἱδρυμένον μήτε ἐληλυθότα, ἀλλ̓ ὄντα μόνον, ὡς ἔστι, λεγόμενον ὑπ̓ ἀνάγκης τῶν λόγων εἶναι, τὸν δὲ τόπον, ὥσπερ καὶ τὰ ἄλλα, ὕστερον καὶ ὕστερον ἁπάντων. τὸ οὖν ἄτοπον τοῦτο νοοῦντες, ὡς νοοῦμεν, οὐδὲν περὶ αὐτὸν ἔτι τιθέντες οἷον κύκλῳ οὐδὲ περιλαβεῖν ἔχοντες ὅσος οὐδὲ τὸ ὅσον αὐτῷ συμβεβηκέναι φήσομεν: οὐ μὴν οὐδὲ τὸ ποιόν: οὐδὲ γὰρ μορφή τις περὶ αὐτὸν οὐδὲ νοητὴ ἂν εἴη: οὐδὲ τὸ πρὸς ἄλλο: ἐφ̓ αὑτοῦ γὰρ καὶ ὑφέστηκε, πρὶν ἄλλο. τί ἂν οὖν ἔτι εἴη τὸ οὕτω συνέβη; πῶς φθεγξόμεθα τοῦτο, ὅτε καὶ τὰ ἄλλα ἐν ἀφαιρέσει πάντα τὰ περὶ τούτου λεγόμενα; ὥστε ἀληθὲς μᾶλλον οὐ τὸ οὕτω συνέβη, ἀλλὰ τὸ οὐδὲ οὕτω συνέβη, ὅπου καὶ τὸ οὐδὲ συνέβη ὅλως.
§8.12 τί οὖν; οὐκ ἔστιν ἔστι; τοῦ δὲ εἶναι ἔστιν τοῦ ἐπέκεινα εἶναι ἆρά γε κύριος αὐτός; πάλιν γὰρ ψυχὴ οὐδέν τι πεισθεῖσα τοῖς εἰρημένοις ἄπορός ἐστι. λεκτέον τοίνυν πρὸς ταῦτα ὧδε, ὡς ἕκαστος μὲν ἡμῶν κατὰ μὲν τὸ σῶμα πόρρω ἂν εἴη οὐσίας, κατὰ δὲ τὴν ψυχὴν καὶ μάλιστα ἐσμὲν μετέχομεν οὐσίας καὶ ἐσμέν τις οὐσία. τοῦτο δέ ἐστιν οἷον σύνθετόν τι ἐκ διαφορᾶς καὶ οὐσίας οὔκουν κυρίως οὐσία οὐδ̓ αὐτοουσία: διὸ οὐδὲ κύριοι τῆς αὑτῶν οὐσίας. ἄλλο γάρ πως οὐσία καὶ ἡμεῖς ἄλλο, καὶ κύριοι οὐχ ἡμεῖς τῆς αὑτῶν οὐσίας, ἀλλ̓ οὐσία αὐτὴ ἡμῶν, εἴπερ αὕτη καὶ τὴν διαφορὰν προστίθησιν. ἀλλ̓ ἐπειδὴ ὅπερ κύριον ἡμῶν ἡμεῖς πως ἐσμέν, οὕτω τοι οὐδὲν ἧττον καὶ ἐνταῦθα λεγοίμεθα ἂν αὑτῶν κύριοι: δέ γε παντελῶς ἐστιν ἔστιν καὶ οὐκ ἄλλο μὲν αὐτό, ἄλλο δὲ οὐσία αὐτοῦ, ἐνταῦθα ὅπερ ἔστι τοῦτο ἐστὶ καὶ κύριον καὶ οὐκέτι εἰς ἄλλο ἔστι καὶ ἐστιν οὐσία. καὶ γὰρ αὖ ἀφείθη κύριον εἶναι αὑτοῦ, πρῶτον εἰς οὐσίαν. τὸ δὴ πεποιηκὸς ἐλεύθερον τὴν οὐσίαν, πεφυκὸς δηλονότι ποιεῖν ἐλεύθερον καὶ ἐλευθεροποιὸν ἂν λεχθέν, τίνι ἂν δοῦλον εἴη; εἴπερ ὅλως καὶ θεμιτὸν φθέγγεσθαι. τὸ δὲ τῇ αὐτοῦ οὐσίᾳ: ἀλλὰ καὶ αὕτη παῤ αὐτοῦ ἐλευθέρα καὶ ὑστέρα καὶ αὐτὸ οὐκ ἔχον οὐσίαν. εἰ μὲν οὖν ἐστί τις ἐνέργεια ἐν αὐτῷ καὶ ἐν τῇ ἐνεργείᾳ αὐτὸν θησόμεθα, οὐδ̓ ἂν διὰ τοῦτο εἴη ἂν ἕτερον αὑτοῦ καὶ οὐκ αὐτὸς αὑτοῦ κύριος, ἀφ̓ οὗ ἐνέργεια, ὅτι μὴ ἕτερον ἐνέργεια καὶ αὐτός. εἰ δ̓ ὅλως ἐνέργειαν οὐ δώσομεν ἐν αὐτῷ εἶναι, ἀλλὰ τἆλλα περὶ αὐτὸν ἐνεργοῦντα τὴν ὑπόστασιν ἴσχειν, ἔτι μᾶλλον οὔτε τὸ κύριον οὔτε τὸ κυριευόμενον ἐκεῖ εἶναι δώσομεν, ἀλλ̓ οὐδὲ τὸ αὑτοῦ κύριον, οὐχ ὅτι ἄλλο αὐτοῦ κύριον, ἀλλ̓ ὅτι τὸ αὑτοῦ κύριον τῇ οὐσίᾳ ἀπέδομεν, τὸ δὲ ἐν τιμιωτέρῳ κατὰ τοῦτο ἐθέμεθα. τί οὖν τὸ ἐν τιμιωτέρῳ τοῦ ἐστιν αὑτοῦ κύριον; ὅτι, ἐπειδὴ οὐσία καὶ ἐνέργεια ἐκεῖ δύο πως ὄντα, ἐκ τῆς ἐνεργείας τὴν ἔννοιαν ἐδίδου τοῦ κυρίουτοῦτο δὲ ἦν τῇ οὐσίᾳ ταὐτόνδιὰ τοῦτο καὶ χωρὶς ἐγένετο τὸ κύριον εἶναι καὶ αὐτὸ αὑτοῦ ἐλέγετο κύριον. ὅπου δὲ οὐ δύο ὡς ἕν, ἀλλὰ ἕν γὰρ ἐνέργεια μόνον οὐδ̓ ὅλως ἐνέργειαοὐδὲ τὸ κύριον αὑτοῦ ὀρθῶς.
§8.13 ἀλλ̓ εἰ καὶ τὰ ὀνόματα ταῦτα ἐπάγειν δεῖ οὐκ ὀρθῶς τοῦ ζητουμένου, πάλιν αὖ λεγέσθω, ὡς τὰ μὲν ὀρθῶς εἴρηται, ὅτι οὐ ποιητέον οὐδ̓ ὡς εἰς ἐπίνοιαν δύο, τὰ δὲ νῦν τῆς πειθοῦς χάριν: καίτοι παρανοητέον ἐν τοῖς λόγοις. εἰ γὰρ δοίημεν ἐνεργείας αὐτῷ, τὰς δὲ ἐνεργείας αὐτοῦ οἷον βουλήσει αὐτοῦοὐ γὰρ ἀβουλῶν ἐνεργεῖαἱ δὲ ἐνέργειαι οἷον οὐσία αὐτοῦ, βούλησις αὐτοῦ καὶ οὐσία ταὐτὸν ἔσται. εἰ δὲ τοῦτο, ὡς ἄρα ἐβούλετο, οὕτω καὶ ἔστιν. οὐ μᾶλλον ἄρα ὡς πέφυκε βούλεταί τε καὶ ἐνεργεῖ, ὡς βούλεταί τε καὶ ἐνεργεῖ οὐσία ἐστὶν αὐτοῦ. κύριος ἄρα πάντη ἑαυτοῦ ἐφ̓ ἑαυτῷ ἔχων καὶ τὸ εἶναι. ἴδε δὴ καὶ τόδε: τῶν ὄντων ἕκαστον ἐφιέμενον τοῦ ἀγαθοῦ βούλεται ἐκεῖνο μᾶλλον ἔστιν εἶναι, καὶ τότε μάλιστα οἴεται εἶναι, ὅταν τοῦ ἀγαθοῦ μεταλάβῃ, καὶ ἐν τῷ τοιούτῳ αἱρεῖται ἑαυτῷ ἕκαστον τὸ εἶναι, καθ̓ ὅσον ἂν παρὰ τοῦ ἀγαθοῦ ἴσχῃ, ὡς τῆς τοῦ ἀγαθοῦ φύσεως ἑαυτῇ δηλονότι πολὺ πρότερον αἱρετῆς οὔσης, εἴπερ ὅση μοῖρα ἀγαθοῦ παῤ ἄλλῳ αἱρετωτάτη, καὶ οὐσία ἑκούσιος καὶ παραγενομένη θελήσει καὶ ἓν καὶ ταὐτὸν οὖσα θελήσει καὶ διὰ θελήσεως ὑποστᾶσα. καὶ ἕως μὲν τὸ ἀγαθὸν μὴ εἶχεν ἕκαστον, ἠθέλησεν ἄλλο, δὲ ἔσχεν, ἑαυτό τε θέλει ἤδη καὶ ἔστιν οὔτε κατὰ τύχην τοιαύτη παρουσία οὔτε ἔξω τῆς βουλήσεως αὐτοῦ οὐσία, καὶ τούτῳ καὶ ὁρίζεται καὶ ἑαυτῆς ἐστι τούτῳ. εἰ οὖν τούτῳ αὐτό τι ἕκαστον ἑαυτὸ ποιεῖ, δῆλον δήπου γίνεται ἤδη, ὡς ἐκεῖνο ἂν εἴη ἤδη ἑαυτῷ τοιοῦτον πρώτως, καὶ τὰ ἄλλα ἑαυτοῖς ἔστιν εἶναι, καὶ σύνεστιν αὐτοῦ τῇ οἷον οὐσίᾳ θέλησις τοῦ οἷον τοιοῦτον εἶναι, καὶ οὐκ ἔστιν αὐτὸν λαβεῖν ἄνευ τοῦ θέλειν ἑαυτῷ ὅπερ ἔστι, καὶ σύνδρομος αὐτὸς ἑαυτῷ θέλων αὐτὸς εἶναι καὶ τοῦτο ὤν, ὅπερ θέλει, καὶ θέλησις καὶ αὐτὸς ἕν, καὶ τούτῳ οὐχ ἧττον ἕν, ὅτι μὴ ἄλλο αὐτός, ὅπερ ἔτυχεν, ἄλλο δὲ τὸ ὡς ἐβουλήθη ἄν. τί γὰρ ἂν καὶ ἠθέλησεν τοῦτο, ἔστι; καὶ γὰρ εἰ ὑποθοίμεθα ἑλέσθαι αὑτῷ τι θέλοι γενέσθαι, καὶ ἐξεῖναι αὐτῷ ἀλλάξασθαι τὴν αὑτοῦ φύσιν εἰς ἄλλο, μήτ̓ ἂν ἄλλο τι γενέσθαι βουληθῆναι, μήτ̓ ἂν ἑαυτῷ τι μέμψασθαι ὡς ὑπὸ ἀνάγκης τοῦτο ὄντι, ἔστι, τοῦτο δὲ τῷ αὐτὸς εἶναι, ὅπερ αὐτὸς ἀεὶ ἠθέλησε καὶ θέλει. ἔστι γὰρ ὄντως ἀγαθοῦ φύσις θέλησις αὑτοῦ οὐ δεδεκασμένου οὐδὲ τῇ ἑαυτοῦ φύσει ἐπισπωμένου, ἀλλ̓ ἑαυτὸν ἑλομένου, ὅτι μηδὲ ἦν ἄλλο, ἵνα πρὸς ἐκεῖνο ἑλχθῇ. καὶ μὴν κἀκεῖνο ἄν τις λέγοι, ὡς ἐν τῇ αὑτῶν ἕκαστον τὰ ἄλλα οὐσίᾳ οὐ περιείληφε τὸν, λόγον τὸν τοῦ ἀρέσκεσθαι αὑτῷ: καὶ γὰρ ἂν καὶ δυσχεραίνοι τι αὑτό: ἐν δὲ τῇ τοῦ ἀγαθοῦ ὑποστάσει ἀνάγκη τὴν αἵρεσιν καὶ τὴν αὑτοῦ θέλησιν ἐμπεριειλημμένην εἶναι σχολῇ γ̓ ἂν ἄλλῳ ὑπάρχοι ἑαυτῷ ἀρεστῷ εἶναι, μετουσίᾳ ἀγαθοῦ φαντασίᾳ ἀρέσκεται αὑτοῖς. δεῖ δὲ συγχωρεῖν τοῖς ὀνόμασιν, εἴ τις περὶ ἐκείνου λέγων ἐξ ἀνάγκης ἐνδείξεως ἕνεκα αὐτοῖς χρῆται, ἀκριβείᾳ οὐκ ἐῶμεν λέγεσθαι: λαμβανέτω δὲ καὶ τὸ οἷον ἐφ̓ ἑκάστου. εἰ οὖν ὑφέστηκε τὸ ἀγαθὸν καὶ συνυφίστησιν αὐτὸ αἵρεσις καὶ βούλησιςἄνευ γὰρ τούτων οὐκ ἔσταιδεῖ δὲ τοῦτο μὴ πολλὰ εἶναι, συνακτέον εἰς ἓν τὴν βούλησιν καὶ τὴν οὐσίαν, τὸ δὲ θέλειν παῤ αὑτοῦ ἀνάγκη καὶ τὸ εἶναι παῤ αὑτοῦ αὐτῷ εἶναι: ὥστε αὐτὸν πεποιηκέναι αὑτὸν λόγος ἀνεῦρεν. εἰ γὰρ βούλησις παῤ αὐτοῦ καὶ οἷον ἔργον αὐτοῦ, αὕτη δὲ ταὐτὸν τῇ ὑποστάσει αὐτοῦ, αὐτὸς ἂν οὕτως ὑποστήσας ἂν εἴη αὑτόν: ὥστε οὐχ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ̓ ὅπερ ἠβουλήθη αὐτός.
§8.14–9.5
§8.14 ἔτι δὲ ὁρᾶν δεῖ καὶ ταύτῃ: ἕκαστον τῶν λεγομένων εἶναι ταὐτόν ἐστι τῷ εἶναι αὑτοῦ, ἕτερον: οἷον ἄνθρωπος ὅδε ἕτερος, καὶ τὸ ἀνθρώπῳ εἶναι ἄλλο: μετέχει γε μὴν ἄνθρωπος τοῦ ἐστιν ἀνθρώπῳ εἶναι. ψυχὴ δὲ καὶ τὸ ψυχῇ εἶναι ταὐτόν, εἰ ἁπλοῦν ψυχὴ καὶ μὴ κατ̓ ἄλλου, καὶ ἄνθρωπος αὐτὸ καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὲν ἂν κατὰ τύχην γένοιτο, ὅτῳ ἕτερον τὸ ἀνθρώπῳ εἶναι, τὸ δὲ ἀνθρώπῳ εἶναι οὐκ ἂν γένοιτο κατὰ τύχην: τοῦτο δέ ἐστι παῤ αὑτοῦ ἄνθρωπος αὐτό. εἰ δὴ τὸ ἀνθρώπῳ εἶναι παῤ αὑτοῦ καὶ οὐ κατὰ τύχην τοῦτο οὐδὲ συμβέβηκε, πῶς ἂν τὸ ὑπὲρ το ἄνθρωπος αὐτό, τὸ γεννητικὸν τοῦ ἀνθρώπου αὐτὸ καὶ οὗ τὰ ὄντα πάντα, κατὰ τύχην ἂν λέγοιτο, φύσις ἁπλουστέρα τοῦ ἄνθρωπον εἶναι καὶ τοῦ ὅλως τὸ ὂν εἶναι; εἰ πρὸς τὸ ἁπλοῦν ἰόντι οὐκ ἔστι συναναφέρειν τὴν τύχην: ὥστε καὶ εἰς τὸ ἁπλούστατον ἀδύνατον ἀναβαίνειν τὴν τύχην. ἔτι δὲ κἀκεῖνο ἀναμνησθῆναι προσήκει ἤδη που εἰρημένον, ὡς ἕκαστον τῶν κατ̓ ἀλήθειαν ὄντων καὶ ὑπ̓ ἐκείνης τῆς φύσεως ἐλθόντων εἰς ὑπόστασιν, καὶ εἴ τι δὲ ἐν τοῖς αἰσθητοῖς τοιοῦτον, τῷ ἀπ̓ ἐκείνων τοιοῦτον: λέγω δὲ τὸ τοιοῦτον τὸ σὺν αὐτῶν τῇ οὐσίᾳ ἔχειν καὶ τῆς ὑποστάσεως τὴν αἰτίαν, ὥστε τὸν ὕστερον θεατὴν ἑκάστου ἔχειν εἰπεῖν, διὸ ἕκαστον τῶν ἐνυπαρχόντων, οἷον διὰ τί ὀφθαλμὸς καὶ διὰ τί πόδες τοῖσδε τοιοίδε, καὶ τὴν αἰτίαν συναπογεννῶσαν ἕκαστον μέρος ἑκάστου εἶναι καὶ διάλληλα τὰ μέρη εἶναι. διὰ τί πόδες εἰς μῆκος; ὅτι καὶ τόδε τοιόνδε καὶ ὅτι πρόσωπον τοιόνδε, καὶ πόδες τοιοίδε: καὶ ὅλως πρὸς ἄλληλα πάντων συμφωνία ἀλλήλοις αἰτία: καὶ τὸ διὰ τί τόδε, ὅτι τοῦτ̓ ἔστι τὸ ἀνθρώπῳ εἶναι: ὥστε ἓν καὶ τὸ αὐτὸ τὸ εἶναι καὶ τὸ αἴτιον. ταῦτα δὲ ἐκ μιᾶς πηγῆς οὕτως ἦλθεν οὐ λελογισμένης, ἀλλὰ παρεχούσης ὅλον ἀθρόον τὸ διὰ τί καὶ τὸ εἶναι. πηγὴ οὖν τοῦ εἶναι καὶ τοῦ διὰ τί εἶναι ὁμοῦ ἄμφω διδοῦσα: ἀλλὰ οἷα τὰ γινόμενα πολὺ ἀρχετυπώτερον καὶ ἀληθέστερον καὶ μᾶλλον κατ̓ ἐκεῖνα πρὸς τὸ βέλτιον τὸ ἀφ̓ οὗ ταῦτα. εἰ οὖν μηδὲν εἰκῆ μηδὲ κατὰ τύχην μηδὲ τὸ ʽσυνέβη γὰρ οὕτωσ̓ τῶν ὅσα τὰς αἰτίας ἐν αὑτοῖς ἔχει, ἔχει δὲ τὰ ἐξ αὐτοῦ ἅπαντα, λόγου ὢν καὶ αἰτίας καὶ οὐσίας αἰτιώδους πατήρ, δὴ πάντα πόρρω ὑπάρχει τύχης, εἴη ἂν ἀρχὴ καὶ οἷον παράδειγμα τῶν ὅσα μὴ κεκοινώνηκε τύχῃ, τὸ ὄντως καὶ τὸ πρῶτον, ἀμιγὲς τύχαις καὶ αὐτομάτῳ καὶ συμβάσει, αἴτιον ἑαυτοῦ καὶ παῤ αὑτοῦ καὶ δἰ αὑτὸν αὐτός: καὶ γὰρ πρώτως αὐτὸς καὶ ὑπερόντως αὐτός.
§8.15 καὶ ἐράσμιον καὶ ἔρως αὐτὸς καὶ αὑτοῦ ἔρως, ἅτε οὐκ ἄλλως καλὸς παῤ αὑτοῦ καὶ ἐν αὑτῷ. καὶ γὰρ καὶ τὸ συνεῖναι ἑαυτῷ οὐκ ἂν ἄλλως ἔχοι, εἰ μὴ τὸ συνὸν καὶ τὸ σύνεστιν ἓν καὶ ταὐτὸν εἴη. εἰ δὲ τὸ συνὸν τῷ σύνεστιν ἓν καὶ τὸ οἷον ἐφιέμενον τῷ ἐφετῷ ἕν, τὸ δὲ ἐφετὸν κατὰ τὴν ὑπόστασιν καὶ οἷον ὑποκείμενον, πάλιν αὖ ἡμῖν ἀνεφάνη ταὐτὸ ἔφεσις καὶ οὐσία. εἰ δὲ τοῦτο, πάλιν αὖ αὐτός ἐστιν οὗτος ποιῶν ἑαυτὸν καὶ κύριος ἑαυτοῦ καὶ οὐχ ὥς τι ἕτερον ἠθέλησε γενόμενος, ἀλλ̓ ὡς θέλει αὐτός. καὶ μὴν καὶ λέγοντες αὐτὸν οὔτε τι εἰς αὑτὸν δέχεσθαι οὔτε ἄλλο αὐτὸν καὶ ταύτῃ ἂν εἴημεν ἔξω ποιοῦντες τοῦ τύχῃ εἶναι τοιοῦτον, οὐ μόνον τῷ μονοῦν αὐτὸν καὶ τῷ καθαρὸν ποιεῖν ἁπάντων, ἀλλ̓ ὅτι, εἴ ποτε καὶ αὐτοὶ ἐν αὑτοῖς ἐνίδοιμέν τινα φύσιν τοιαύτην οὐδὲν ἔχουσαν τῶν ἄλλων, ὅσα συνήρτηται ἡμῖν, καθ̓ πάσχειν τι περ ἂν συμβῇ καὶ κατὰ τύχην ὑπάρχει: πάντα γὰρ τὰ ἄλλα, ὅσα ἡμῶν, δοῦλα καὶ ἐκκείμενα τύχαις καὶ οἷον κατὰ τύχην προσελθόντα, τούτῳ δὲ μόνῳ τὸ κύριον αὑτοῦ καὶ τὸ αὐτεξούσιον φωτὸς ἀγαθοειδοῦς καὶ ἀγαθοῦ ἐνεργείᾳ καὶ μείζονος κατὰ νοῦν, οὐκ ἐπακτὸν τὸ ὑπὲρ τὸ νοεῖν ἐχούσῃ: εἰς δὴ ἀναβάντες καὶ γενόμενοι τοῦτο μόνον, τὰ δ̓ ἄλλα ἀφέντες, τί ἂν εἴποιμεν αὐτὸ ὅτι πλέον ἐλεύθεροι, καὶ πλέον αὐτεξούσιοι; τίς δ̓ ἂν ἡμᾶς προσάψειε τότε τύχαις τῷ εἰκῆ τῷ συμβέβηκεν αὐτὸ τὸ ἀληθινὸν ζῆν γενομένους ἐν τούτῳ γενομένους, μηδὲν ἔχει ἄλλο, ἀλλ̓ ἔστιν αὐτὸ μόνον; τὰ μὲν οὖν ἄλλα μονούμενα οὐκ ἔστιν αὑτοῖς αὐτάρκη εἶναι εἰς τὸ εἶναι: τοῦτο δ̓ ἔστιν ἔστι καὶ μονούμενον. ὑπόστασις δὲ πρώτη οὐκ ἐν ἀψύχῳ οὐδ̓ ἐν ζωῇ ἀλόγῳ: ἀσθενὴς γὰρ εἰς τὸ εἶναι καὶ αὕτη σκέδασις οὖσα λόγου καὶ ἀοριστία: ἀλλ̓ ὅσῳ πρόεισιν εἰς λόγον, ἀπολείπει τύχην: τὸ γὰρ κατὰ λόγον οὐ τύχῃ. ἀναβαίνουσι δὲ ἡμῖν ἐκεῖνο μὲν οὐ λόγος, κάλλιον δὲ λόγος: τοσοῦτο ἀπέχει τοῦ τύχῃ συμβῆναι. ῥίζα γὰρ λόγου παῤ αὑτῆς καὶ εἰς τοῦτο λήγει τὰ πάντα, ὥσπερ φυτοῦ μεγίστου κατὰ λόγον ζῶντος ἀρχὴ καὶ βάσις μένουσα αὐτὴ ἐφ̓ ἑαυτῆς, διδοῦσα δὲ κατὰ λόγον τῷ φυτῷ, ὃν ἔλαβεν, εἶναι.
§8.16 ἐπεὶ δέ φαμεν καὶ δοκεῖ πανταχοῦ τε εἶναι τοῦτο καὶ αὖ εἶναι οὐδαμοῦ, τοῦτό τοι χρὴ ἐνθυμηθῆναι καὶ νοῆσαι, οἷον δεῖ καὶ ἐντεῦθεν σκοπουμένοις θέσθαι περὶ ὧν ζητοῦμεν. εἰ γὰρ μηδαμοῦ, οὐδαμοῦ συμβέβηκε, καὶ εἰ πανταχοῦ, ὅσος ἐστὶν αὐτός, τοσοῦτος πανταχοῦ ὥστε τὸ πανταχοῦ καὶ τὸ πάντη αὐτός, οὐκ ἐν ἐκείνῳ ὢν τῷ πανταχοῦ, ἀλλ̓ αὐτὸς ὢν τοῦτο καὶ δοὺς εἶναι τοῖς ἄλλοις ἐν τῷ πανταχοῦ παρακεῖσθαι. δ̓ ὑπερτάτην ἔχων τάξιν, μᾶλλον δ̓ οὐκ ἔχων, ἀλλ̓ ὢν ὑπέρτατος αὐτός, πάντα δοῦλα ἔχει, οὐ συμβὰς αὐτοῖς, αὐτῷ δὲ τῶν ἄλλων, μᾶλλον δὲ περὶ αὐτὸν τῶν ἄλλων, οὐ πρὸς αὐτὰ βλέποντος αὐτοῦ, ἀλλ̓ ἐκείνων πρὸς αὐτόν: δ̓ εἰς τὸ εἴσω οἷον φέρεται αὑτοῦ οἷον ἑαυτὸν ἀγαπήσας, αὐγὴν καθαράν, αὐτὸς ὢν τοῦτο, ὅπερ ἠγάπησε: τοῦτο δ̓ ἐστὶν ὑποστήσας αὑτόν, εἴπερ ἐνέργεια μένουσα καὶ τὸ ἀγαπητότατον οἷον νοῦς. νοῦς δὲ ἐνέργημα: ὥστε ἐνέργημα ὐτ̔??ʼς. ἀλλὰ ἄλλου μὲν οὐδενός: ἑαυτοῦ ἄρα ἐνέργημα αὐτός. οὐκ ἄρα ὡς συμβέβηκέν ἐστιν, ἀλλ̓ ὡς ἐνεργεῖ αὐτός. ἔτι τοίνυν, εἰ ἔστι μάλιστα, ὅτι πρὸς αὑτὸν οἷον στηρίζει καὶ οἷον πρὸς αὑτὸν βλέπει καὶ τὸ οἷον εἶναι τοῦτο αὐτῷ τὸ πρὸς αὑτὸν βλέπειν, οἷον ποιοῖ ἂν αὑτόν. οὐχ ὡς ἔτυχεν ἄρα ἐστίν, ἀλλ̓ ὡς αὐτὸς ἐθέλει, καὶ οὐδ̓ θέλησις εἰκῆ οὐδ̓ οὕτω συνέβη: τοῦ γὰρ ἀρίστου θέλησις οὖσα οὐκ ἔστιν εἰκῆ. ὅτι δ̓ τοιαύτη νεῦσις αὐτοῦ πρὸς αὑτὸν οἷον ἐνέργεια οὖσα αὐτοῦ καὶ μονὴ ἐν αὑτῷ τὸ εἶναι ἔστι ποιεῖ, μαρτυρεῖ ὑποτεθὲν τοὐναντίον: ὅτι, εἰ πρὸς τὸ ἔξω νεύσειεν αὐτοῦ, ἀπολεῖ τὸ εἶναι ὅπερ ἔστι. τὸ ἄρα εἶναι ὅπερ ἔστιν ἐνέργεια πρὸς αὑτόν: τοῦτο δὲ ἓν καὶ αὐτός. αὐτὸς ἄρα ὑπέστησεν αὑτὸν συνεξενεχθείσης τῆς ἐνεργείας μετ̓ αὐτοῦ. εἰ οὖν μὴ γέγονε, ἀλλ̓ ἦν ἀεὶ ἐνέργεια αὐτοῦ καὶ οἷον ἐγρήγορσις οὐκ ἄλλου ὄντος τοῦ ἐγρηγορότος, ἐγρήγορσις καὶ ὑπερνόησις ἀεὶ οὖσα, ἔστιν οὕτως, ὡς ἐγρηγόρησεν. δὲ ἐγρήγορσίς ἐστιν ἐπέκεινα οὐσίας καὶ νοῦ καὶ ζωῆς ἔμφρονος: ταῦτα δὲ αὐτός ἐστιν. αὐτὸς ἄρα ἐστὶν ἐνέργεια ὑπὲρ νοῦν καὶ φρόνησιν καὶ ζωήν: ἐξ αὐτοῦ δὲ ταῦτα καὶ οὐ παῤ ἄλλου. παῤ αὑτοῦ ἄρα αὐτῷ καὶ ἐξ αὑτοῦ τὸ εἶναι. οὐκ ἄρα, ὡς συνέβη, οὕτως ἐστίν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός ἐστιν.
§8.17 ἔτι δὲ καὶ ὧδε: ἕκαστά φαμεν τὰ ἐν τῷ παντὶ καὶ τόδε τὸ πᾶν οὕτως ἔχειν, ὡς ἂν ἔσχεν, εἰ τοῦ ποιοῦντος προαίρεσις ἠθέλησε, καὶ ὡς ἂν εἰ προθέμενος καὶ προιδὼν ἐν λογισμοῖς κατὰ πρόνοιαν οὕτως εἰργάσατο: ἀεὶ δὲ οὕτως ἐχόντων καὶ ἀεὶ οὕτως γιγνομένων, οὕτω τοι καὶ ἀεὶ ἐν τοῖς ποιοῦσι κεῖσθαι τοὺς λόγους ἐν μείζονι εὐθημοσύνῃ ἑστῶτας: ὥστε ἐπέκεινα προνοίας τἀκεῖ εἶναι καὶ ἐπέκεινα προαιρέσεως καὶ πάντα ἀεὶ νοερῶς ἑστηκότα εἶναι, ὅσα ἐν τῷ ὄντι. ὥστε τὴν οὕτω διάθεσιν εἴ τις ὀνομάζοι πρόνοιαν, οὕτω νοείτω, ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς ἑστώς, ἀφ̓ οὗ καὶ καθ̓ ὃν τὸ πᾶν τόδε. εἰ μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ τοιοῦτος νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε, πολὺς μὲν ὤν, συνῳδὸς δὲ αὑτῷ καὶ οἷον εἰς ἓν συντεταγμένος. οὐδὲν γὰρ πολὺ καὶ πλῆθος συντεταγμένον καὶ λόγοι πάντες περιληφθέντες ἑνὶ διὰ παντὸς ὡς ἔτυχε καὶ ὡς συνέβη, ἀλλὰ πόρρω φύσεως τῆς τοιαύτης καὶ ἐναντίον, ὅσον τύχη ἐν ἀλογίᾳ κειμένη λόγῳ. εἰ δὲ τὸ πρὸ τοῦ τοιούτου ἀρχή, δηλονότι προσεχὴς τούτῳ τῷ οὕτω λελογωμένῳ, καὶ τὸ οὕτω λελογωμένον τοῦτο κατ̓ ἐκεῖνο καὶ μετέχον ἐκείνου καὶ οἷον θέλει ἐκεῖνο καὶ δύναμις ἐκείνου. ἀδιάστατος τοίνυν ἐκεῖνος, εἷς πάντα λόγος, εἷς ἀριθμὸς καὶ εἷς μείζων τοῦ γενομένου καὶ δυνατώτερος καὶ οὐδὲν μεῖζον αὐτοῦ οὐδὲ κρεῖττον. οὐδὲ ἄρα ἐξ ἄλλου ἔχει οὔτε τὸ εἶναι οὔτε τὸ ὁποῖός ἐστιν εἶναι. αὐτὸς ἄρα αὑτῷ ἔστι πρὸς αὑτὸν καὶ ἐς αὑτόν, ἵνα μηδὲ ταύτῃ πρὸς τὸ ἔξω πρὸς ἄλλον, ἀλλὰ πρὸς αὑτὸν πᾶς.
§8.18 καὶ σὺ ζητῶν μηδὲν ἔξω ζήτει αὐτοῦ, ἀλλ̓ εἴσω πάντα τὰ μετ̓ αὐτόν: αὐτὸν δὲ ἔα. τὸ γὰρ ἔξω αὐτός ἐστι, περίληψις πάντων καὶ μέτρον. εἴσω ἐν βάθει. τὸ δ̓ ἔξω αὐτοῦ, οἷον κύκλῳ ἐφαπτόμενον αὐτοῦ καὶ ἐξηρτημένον πᾶν, λόγος καὶ νοῦς: μᾶλλον δ̓ ἂν εἴη νοῦς, καθ̓ ἐφάπτεται καὶ ἐφάπτεται αὐτοῦ καὶ ἐξήρτηται, ἅτε παῤ ἐκείνου ἔχων τὸ νοῦς εἶναι. ὥσπερ ἂν οὖν κύκλος ἐφαπτόμενος κέντρου ὁμολογοῖτο ἂν τὴν δύναμιν παρὰ τοῦ κέντρου ἔχειν, καὶ οἷον κεντροειδής, γραμμαὶ ἐν κύκλῳ πρὸς κέντρον ἓν συνιοῦσαι τὸ πέρας αὑτῶν τὸ πρὸς τὸ κέντρον ποιοῦσι τοιοῦτον εἶναι οἷον τὸ πρὸς ἠνέχθησαν καὶ ἀφ̓ οὗ οἷον ἐξέφυσαν, μείζονος ὄντος κατὰ ταύτας τὰς γραμμὰς καὶ τὰ πέρατα αὐτῶνκαὶ ἔστι μὲν οἷον ἐκεῖνο, ἀμυδρὰ δὲ καὶ οἷον ἴχνη ἐκείνου τοῦ ὅτι δύναται αὐτὰ καὶ τὰς γραμμὰς δυναμένου, αἳ πανταχοῦ ἔχουσιν αὐτό, καὶ ἐμφαίνεται διὰ τῶν γραμμῶν, οἷόν ἐστιν ἐκεῖνο, οἷον ἐξελιχθὲν οὐκ ἐξεληλιγμένονοὕτω τοι καὶ τὸν νοῦν καὶ τὸ ὂν χρὴ λαμβάνειν, γενόμενον ἐξ ἐκείνου καὶ οἷον ἐκχυθὲν καὶ ἐξελιχθὲν καὶ ἐξηρτημένον ἐκ τῆς αὐτοῦ νοερᾶς φύσεως μαρτυρεῖν τὸν οἷον ἐν ἑνὶ νοῦν οὐ νοῦν ὄντα: ἓν γάρ: ὥσπερ οὐδ̓ ἐκεῖ γραμμὰς οὐδὲ κύκλον τὸ κέντρον, κύκλου δὲ καὶ γραμμῶν πατέρα, ἴχνη αὑτοῦ δόντα καὶ δυνάμει μενούσῃ γραμμὰς καὶ κύκλον οὐ πάντη ἀπηρτημένα αὐτοῦ ῥώμῃ τινὶ γεγεννηκότα. οὕτω τοι κἀκεῖνο τῆς νοερᾶς περιθεούσης δυνάμεως τὸ οἷον ἰνδάλματος αὐτοῦ ἀρχέτυπον ἐν ἑνὶ πολλοῖς καὶ εἰς πολλὰ οἷον κεκινημένου καὶ νοῦ διὰ ταῦτα γενομένου, ἐκείνου πρὸ νοῦ μείναντος, ἐκ τῆς δυνάμεως αὐτοῦ νοῦν γεννήσαντος, τίς ἂν συντυχία τί αὐτόματον τί ὡς συνέβη εἶναι τῆς τοιαύτης δυνάμεως τῆς νοοποιοῦ καὶ ὄντος ποιητικῆς πλησίον ἥκοι; οἷον γὰρ τὸ ἐν νῷ εἰ καὶ πολλαχῇ μεῖζον τοιοῦτον τὸ ἐν ἑνὶ ἐκείνῳ ὥσπερ φωτὸς ἐπὶ πολὺ σκεδασθέντος ἐξ ἑνός τινος ἐν αὑτῷ ὄντος διαφανοῦς, εἴδωλον μὲν τὸ σκεδασθέν, τὸ δ̓ ἀφ̓ οὗ τὸ ἀληθές: οὐ μὴν ἀλλοειδὲς τὸ σκεδασθὲν εἴδωλον νοῦς, ὃς οὐ τύχῃ, ἀλλὰ καθ̓ ἕκαστον αὐτοῦ λόγος καὶ αἰτία. αἴτιον δὲ ἐκεῖνο τοῦ αἰτίου. μειζόνως ἄρα οἷον αἰτιώτατον καὶ ἀληθέστερον αἰτία, ὁμοῦ πάσας ἔχον τὰς μελλούσας ἀπ̓ αὐτοῦ ἔσεσθαι νοερὰς αἰτίας καὶ γεννητικὸν τοῦ οὐχ ὡς ἔτυχεν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός. δὲ θέλησις οὐκ ἄλογος ἦν οὐδὲ τοῦ εἰκῆ οὐδ̓ ὡς ἐπῆλθεν αὐτῷ, ἀλλ̓ ὡς ἔδει, ὡς οὐδενὸς ὄντος ἐκεῖ εἰκῆ. ὅθεν καὶ δέον καὶ καιρὸν Πλάτων ὡς οἷόν τε ἦν σημῆναι ἐφιέμενος, ὅτι πόρρω τοῦ ὡς ἔτυχεν, ἀλλ̓ ὅπερ ἔστι, τοῦτο δέον. εἰ δὲ τὸ δέον τοῦτο, οὐκ ἀλόγως τοῦτο, καὶ εἰ καιρός, τὸ μάλιστα κυριώτατον ἐν τοῖς μετ̓ αὐτὸ καὶ πρότερον αὑτῷ καὶ οὐχ οἷον ἔτυχε τοῦτό ἐστιν, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ οἷον ἐβουλήθη αὐτός, εἴπερ τὰ δέοντα βούλεται καὶ ἓν τὸ δέον καὶ τοῦ δέοντος ἐνέργεια: καὶ ἔστι δέον οὐχ ὡς ὑποκείμενον, ἀλλ̓ ὡς ἐνέργεια πρώτη τοῦτο ἑαυτὴν ἐκφήνασα, ὅπερ ἔδει. οὕτω γὰρ δεῖ αὐτὸν λέγειν ἀδυνατοῦντα λέγειν ὥς τις ἐθέλει.
§8.19 λαμβανέτω τις οὖν ἐκ τῶν εἰρημένων ἀνακινηθεὶς πρὸς ἐκεῖνο ἐκεῖνο αὐτὸ καὶ θεάσεται καὶ αὐτὸς οὐχ ὅσον θέλει εἰπεῖν δυνάμενος. ἰδὼν δὲ ἐκεῖνο ἐν αὑτῷ πάντα λόγον ἀφεὶς θήσεται παῤ αὑτοῦ ἐκεῖνο τοῦτο ὄν, ὡς, εἴπερ εἶχεν οὐσίαν, δούλην ἂν αὐτοῦ τὴν οὐσίαν εἶναι καὶ οἷον παῤ αὐτοῦ εἶναι: οὐδ̓ ἂν τολμήσειέ τις ἰδὼν ἕτι τὸ ὡς συνέβη λέγειν, οὐδ̓ ἂν ὅλως φθέγξασθαι δύναιτο. ἐκπλαγείη γὰρ ἂν τολμῶν, καὶ οὐδ̓ ἂν ἔχοι ἀίξας τὸ ποῦ εἰπεῖν περὶ αὐτοῦ πάντη αὐτῷ ἐκείνου οἷον πρὸ ὀμμάτων τῆς ψυχῆς προφαινομένου καί, ὅπῃ ἂν ἀτενίσῃ, ἐκεῖνον βλέποντος, εἰ μή που ἄλλῃ ἀφεὶς τὸν θεὸν ἀτενίσῃ μηδὲν ἔτι περὶ αὐτοῦ διανοούμενος. χρὴ δὲ ἴσως καὶ τὸ ἐπέκεινα οὐσίας καὶ ταύτῃ νοεῖσθαι τοῖς παλαιοῖς λεγόμενον δἰ αἰνίξεως, οὐ μόνον ὅτι γεννᾷ οὐσίαν, ἀλλ̓ ὅτι οὐ δουλεύει οὔτε οὐσίᾳ οὔτε ἑαυτῷ, οὐδέ ἐστιν αὐτῷ ἀρχὴ οὐσία αὐτοῦ, ἀλλ̓ αὐτὸς ἀρχὴ τῆς οὐσίας ὢν οὐχ αὑτῷ ἐποίησε τὴν οὐσίαν, ἀλλὰ ποιήσας ταύτην ἔξω εἴασεν ἑαυτοῦ, ἅτε οὐδὲν τοῦ εἶναι δεόμενος, ὃς ἐποίησεν αὐτό. οὐ τοίνυν οὐδὲ καθ̓ ἔστι ποιεῖ τὸ ἔστι.
§8.20 τί οὖν; οὐ συμβαίνει, εἴποι τις ἄν, πρὶν γενέσθαι γεγονέναι; εἰ γὰρ ποιεῖ ἑαυτόν, τῷ μὲν ἑαυτὸν οὔπω ἔστι, τῷ δ̓ αὖ ποιεῖν ἔστιν ἤδη πρὸ ἑαυτοῦ τοῦ ποιουμένου ὄντος αὐτοῦ. πρὸς δὴ λεκτέον, ὡς ὅλως οὐ τακτέον κατὰ τὸν ποιούμενον, ἀλλὰ κατὰ τὸν ποιοῦντα, ἀπόλυτον τὴν ποίησιν αὐτοῦ τιθεμένοις, καὶ οὐχ ἵνα ἄλλο ἀποτελεσθῇ ἐξ αὐτοῦ τῆς ποιήσεως, ἀλλ̓ οὔσης ἐνεργείας αὐτοῦ οὐκ ἀποτελεστικῆς, ἀλλ̓ ὅλου τούτου ὄντος: οὐ γὰρ δύο, ἀλλ̓ ἕν. οὐδὲ φοβητέον ἐνέργειαν τὴν πρώτην τίθεσθαι ἄνευ οὐσίας, ἀλλ̓ αὐτὸ τοῦτο τὴν οἷον ὑπόστασιν θετέον. εἰ δὲ ὑπόστασιν ἄνευ ἐνεργείας τις θεῖτο, ἐλλιπὴς ἀρχὴ καὶ ἀτελὴς τελειοτάτη πασῶν ἔσται. καὶ εἰ προσθείη ἐνέργειαν, οὐχ ἓν τηρεῖ. εἰ οὖν τελειότερον ἐνέργεια τῆς οὐσίας, τελειότατον δὲ τὸ πρῶτον, πρῶτον ἂν ἐνέργεια εἴη. ἐνεργήσας οὖν ἤδη ἐστὶ τοῦτο καὶ οὐκ ἔστιν, ὡς πρὶν γενέσθαι ἦν: ὅτε γάρ, οὐκ ἦν πρὶν γενέσθαι, ἀλλ̓ ἤδη πᾶς ἦν. ἐνέργεια δὴ οὐ δουλεύσασα οὐσίᾳ καθαρῶς ἐστιν ἐλευθέρα καὶ οὕτως αὐτὸς παῤ αὑτοῦ αὐτός. καὶ γὰρ εἰ μὲν ἐσώζετο εἰς τὸ εἶναι ὑπ̓ ἄλλου, οὐ πρῶτος αὐτὸς ἐξ αὑτοῦ: εἰ δ̓ αὐτὸς αὑτὸν ὀρθῶς λέγεται συνέχειν, αὐτός ἐστι καὶ παράγων ἑαυτόν, εἴπερ, ὅπερ συνέχει κατὰ φύσιν, τοῦτο καὶ ἐξ ἀρχῆς πεποίηκεν εἶναι. εἰ μὲν οὖν χρόνος ἦν, ὅθεν ἤρξατο εἶναι, τὸ πεποιηκέναι κυριώτατον ἂν ἐλέχθη: νῦν δέ, εἰ καὶ πρὶν αἰῶνα εἶναι ὅπερ ἔστιν ἦν, τὸ πεποιηκέναι ἑαυτὸν τοῦτο νοείσθω τὸ σύνδρομον εἶναι τὸ πεποιηκέναι καὶ αὐτό: ἓν γὰρ τῇ ποιήσει καὶ οἷον γεννήσει ἀιδίῳ τὸ εἶναι. ὅθεν καὶ τὸ ἄρχον ἑαυτοῦ: καὶ εἰ μὲν δύο, κυρίως, εἰ δὲ ἕν, τὸ ἄρχον μόνον: οὐ γὰρ ἔχει τὸ ἀρχόμενον. πῶς οὖν ἄρχον οὐκ ὄντος πρὸς ; τὸ ἄρχον ἐνταῦθα πρὸς τὸ πρὸ αὐτοῦ, ὅτι μηδὲν ἦν. εἰ δὲ μηδὲν ἦν, πρῶτον: τοῦτο δὲ οὐ τάξει, ἀλλὰ κυριότητι καὶ δυνάμει αὐτεξουσίῳ καθαρῶς. εἰ δὲ καθαρῶς, οὐκ ἔστιν ἐκεῖ λαβεῖν τὸ μὴ αὐτεξουσίως. ὅλον οὖν αὐτεξουσίως ἐν αὑτῷ. τί οὖν αὐτοῦ, μὴ αὐτός; τί οὖν, μὴ ἐνεργεῖ; καὶ τί, μὴ ἔργον αὐτοῦ; εἰ γάρ τι εἴη μὴ ἔργον αὐτοῦ ἐν αὐτῷ, οὐ καθαρῶς ἂν εἴη οὔτε αὐτεξούσιος οὔτε πάντα δυνάμενος: ἐκείνου τε γὰρ οὐ κύριος πάντα τε οὐ δυνάμενος. ἐκεῖνο γοῦν οὐ δύναται, οὗ μὴ αὐτὸς κύριος εἰς τὸ ποιεῖν.
§8.21 ἐδύνατο οὖν ἄλλο τι ποιεῖν ἑαυτὸν ἐποίησεν; οὕτω καὶ τὸ ἀγαθὸν ποιεῖν ἀναιρήσομεν, ὅτι μὴ ἂν κακοποιοῖ. οὐ γὰρ οὕτω τὸ δύνασθαι ἐκεῖ, ὡς καὶ τὰ ἀντικείμενα, ἀλλ̓ ὡς ἀστεμφεῖ καὶ ἀμετακινήτῳ δυνάμει, μάλιστα δύναμίς ἐστιν, ὅταν μὴ ἐξίστηται τοῦ ἕν: καὶ γὰρ τὸ τὰ ἀντικείμενα δύνασθαι ἀδυναμίας ἐστί τοῦ ἐπὶ τοῦ ἀρίστου μένειν. δεῖ δὲ καὶ τὴν ποίησιν αὑτοῦ, ἣν λέγομεν, καὶ ταύτην ἅπαξ εἶναι: καλὴ γάρ: καὶ τίς ἂν παρατρέψειε βουλήσει γενομένην θεοῦ καὶ βούλησιν οὖσαν; βουλήσει οὖν μήπω ὄντος; τί δὲ βούλησιν ἐκείνου ἀβουλοῦντος τῇ ὑποστάσει; πόθεν οὖν αὐτῷ ἔσται βούλησις ἀπὸ οὐσίας ἀνενεργήτου; ἦν βούλησις ἔν γε τῇ οὐσίᾳ: οὐχ ἕτερον ἄρα τῆς οὐσίας οὐδέν. τί ἦν, μὴ ἦν, οἷον βούλησις; πᾶν ἄρα βούλησις ἦν καὶ οὐκ ἔνι τὸ μὴ βουλόμενον. οὐδὲ τὸ πρὸ βουλήσεως ἄρα. πρῶτον ἄρα βούλησις αὐτός. καὶ τὸ ὡς ἐβούλετο ἄρα καὶ οἷον ἐβούλετο, καὶ τὸ τῇ βουλήσει ἑπόμενον, τοιαύτη βούλησις ἐγέννα: ἐγέννα δὲ οὐδὲν ἔτι ἐν αὐτῷ: τοῦτο γὰρ ἤδη ἦν. τὸ δὲ συνέχειν ἑαυτὸν οὕτω ληπτέον νοεῖν, εἴ τις ὀρθῶς αὐτὸ φθέγγοιτο, ὡς τὰ μὲν ἄλλα πάντα ὅσα ἐστὶ παρὰ τούτου ἀνέχεται: μετουσίᾳ γάρ τινι αὐτοῦ ἔστι, καὶ εἰς τοῦτον ἀναγωγὴ πάντων: αὐτὸς δὲ ἤδη παῤ αὑτοῦ οὔτε συνοχῆς οὔτε μετουσίας δεόμενος, ἀλλὰ πάντα ἑαυτῷ, μᾶλλον δὲ οὐδὲν οὐδὲ τῶν πάντων δεόμενος εἰς αὑτόν: ἀλλ̓ ὅταν αὐτὸν εἴπῃς ἐννοηθῇς, τὰ ἄλλα πάντα ἄφες. ἀφελὼν οὖν πάντα, καταλιπὼν δὲ μόνον αὐτόν, μὴ τί προσθῇς ζήτει, ἀλλὰ μή τί πω οὐκ ἀφῄρηκας ἀπ̓ αὐτοῦ ἐν γνώμῃ τῇ σῇ. ἔστι γάρ τινος ἐφάψασθαι καὶ σέ, περὶ οὗ οὐκέτι ἄλλο ἐνδέχεται οὔτε λέγειν οὔτε λαβεῖν: ἀλλ̓ ὑπεράνω κείμενον μόνον τοῦτο ἀληθείᾳ ἐλεύθερον, ὅτι μηδὲ δουλεῦόν ἐστιν ἑαυτῷ, ἀλλὰ μόνον αὐτὸ καὶ ὄντως αὐτό, εἴ γε τῶν ἄλλων ἕκαστον αὐτὸ καὶ ἄλλο.
§9.1 Πάντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα, ὅσα τε πρώτως ἐστὶν ὄντα, καὶ ὅσα ὁπωσοῦν λέγεται ἐν τοῖς οὖσιν εἶναι. τί γὰρ ἂν καὶ εἴη, εἰ μὴ ἓν εἴη; ἐπείπερ ἀφαιρεθέντα τοῦ ἓν λέγεται οὐκ ἔστιν ἐκεῖνα. οὔτε γὰρ στρατὸς ἔσται, εἰ μὴ ἓν ἔστιν, οὔτε χορὸς οὔτε ἀγέλη μὴ ἓν ὄντα. ἀλλ̓ οὐδὲ οἰκία ναῦς τὸ ἓν οὐκ ἔχοντα, ἐπείπερ οἰκία ἓν καὶ ναῦς, εἰ ἀποβάλοι, οὔτ̓ ἂν οἰκία ἔτι οἰκία οὔτε ναῦς. τὰ τοίνυν συνεχῆ μεγέθη, εἰ μὴ τὸ ἓν αὐτοῖς παρείη, οὐκ ἂν εἴη: τμηθέντα γοῦν, καθ̓ ὅσον τὸ ἓν ἀπόλλυσιν, ἀλλάσσει τὸ εἶναι. καὶ δὴ καὶ τὰ τῶν φυτῶν καὶ ζῴων σώματα ἓν ὄντα ἕκαστα εἰ φεύγει τὸ ἓν εἰς πλῆθος θρυπτόμενα, τὴν οὐσίαν αὑτῶν, ἣν εἶχεν, ἀπώλεσεν οὐκέτι ὄντα ἦν, ἄλλα δὲ γενόμενα καὶ ἐκεῖνα, ὅσα ἕν ἐστι. καὶ ὑγίεια δέ, ὅταν εἰς ἓν συνταχθῇ τὸ σῶμα, καὶ κάλλος, ὅταν τοῦ ἑνὸς τὰ μόρια κατάσχῃ φύσις: καὶ ἀρετὴ δὲ ψυχῆς, ὅταν εἰς ἓν καὶ εἰς μίαν ὁμολογίαν ἑνωθῇ. ἆῤ οὖν, ἐπειδὴ ψυχὴ τὰ πάντα εἰς ἓν ἄγει δημιουργοῦσα καὶ πλάττουσα καὶ μορφοῦσα καὶ συντάττουσα, ἐπὶ ταύτην ἐλθόντας δεῖ λέγειν, ὡς αὕτη τὸ ἓν χορηγεῖ καὶ αὕτη ἐστὶ τὸ ἕν; ὥσπερ τὰ ἄλλα χορηγοῦσα τοῖς σώμασιν οὐκ ἔστιν αὐτὴ δίδωσιν, οἷον μορφὴν καὶ εἶδος, ἀλλ̓ ἕτερα αὐτῆς, οὕτω χρή, εἰ καὶ τὸ ἓν δίδωσιν, ἕτερον ὂν αὐτῆς νομίζειν αὐτὴν διδόναι καὶ πρὸς τὸ ἓν βλέπουσαν ἓν ἕκαστον ποιεῖν, ὥσπερ καὶ πρὸς ἄνθρωπον ἄνθρωπον, συλλαμβάνουσαν μετὰ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἕν. τῶν γὰρ ἓν λεγομένων οὕτως ἕκαστόν ἐστιν ἕν, ὡς ἔχει καὶ ἔστιν. ὥστε τὰ μὲν ἧττον ὄντα ἧττον ἔχει τὸ ἕν, τὰ δὲ μᾶλλον μᾶλλον. καὶ δὴ καὶ ψυχὴ ἕτερον οὖσα τοῦ ἑνὸς μᾶλλον ἔχει κατὰ τὸν λόγον τοῦ μᾶλλον καὶ ὄντως εἶναι τὸ ἕν, οὐ μὴν αὐτὸ τὸ ἕν: ψυχὴ γὰρ μία καὶ συμβεβηκός πως τὸ ἓν καὶ δύο ταῦτα, ψυχὴ καὶ ἕν, ὥσπερ σῶμα καὶ ἕν. καὶ τὸ μὲν διεστηκός, ὥσπερ χορός, πορρωτάτω τοῦ ἕν, τὸ δὲ συνεχὲς ἐγγυτέρω. ψυχὴ δὲ ἔτι μᾶλλον κοινωνοῦσα καὶ αὐτή. εἰ δ̓ ὅτι ἄνευ τοῦ ἓν εἶναι οὐδ̓ ἂν ψυχὴ εἴη, ταύτῃ εἰς ταὐτόν τις ἄγει ψυχὴν καὶ τὸ ἕν, πρῶτον μὲν καὶ τὰ ἄλλα ἕκαστα μετὰ τοῦ ἓν εἶναι ἔστιν: ἀλλ̓ ὅμως ἕτερον αὐτῶν τὸ ἕν: οὐ γὰρ ταὐτὸν σῶμα καὶ ἕν, ἀλλὰ τὸ σῶμα μετέχει τοῦ ἕν. ἔπειτα δὲ πολλὴ ψυχὴ καὶ μία κἂν εἰ μὴ ἐκ μερῶν: πλεῖσται γὰρ δυνάμεις ἐν αὐτῇ, λογίζεσθαι, ὀρέγεσθαι, ἀντιλαμβάνεσθαι, τῷ ἑνὶ ὥσπερ δεσμῷ συνέχεται. ἐπάγει μὲν δὴ ψυχὴ τὸ ἓν ἓν οὖσα καὶ αὐτὴ ἄλλῳ: πάσχει δὲ τοῦτο καὶ αὐτὴ ὑπ̓ ἄλλου.
§9.2 ἆῤ οὖν ἑκάστῳ μὲν τῶν κατὰ μέρος ἓν οὐ ταὐτὸν οὐσία αὐτοῦ καὶ τὸ ἕν, ὅλῳ δὲ τῷ ὄντι καὶ τῇ οὐσίᾳ ταὐτὸν οὐσία αὐτοῦ ʽκαὶ τὸ ὂν̓ καὶ τὸ ἕν; ὥστε τὸν ἐξευρόντα τὸ ὂν ἐξευρηκέναι καὶ τὸ ἕν, καὶ αὐτὴν τὴν οὐσίαν αὐτὸ εἶναι τὸ ἕν: οἷον, εἰ νοῦς οὐσία, νοῦν καὶ τὸ ἓν εἶναι πρώτως ὄντα ὂν καὶ πρώτως ἕν, μεταδιδόντα δὲ τοῖς ἄλλοις τοῦ εἶναι οὕτω καὶ κατὰ τοσοῦτον καὶ τοῦ ἑνός. τί γὰρ ἄν τις καὶ παῤ αὐτὸ τὸ εἶναι αὐτὸ φήσαι; γὰρ ταὐτὸν τῷ ὄντι: ἄνθρωπος γὰρ καὶ εἷς ἄνθρωπος ταὐτόν: οἷον ἀριθμός τις ἑκάστου, ὥσπερ εἰ δύο τινὰ ἔλεγες, οὕτως ἐπὶ μόνου τινὸς τὸ ἕν. εἰ μὲν οὖν ἀριθμὸς τῶν ὄντων, δῆλον ὅτι καὶ τὸ ἕν: καὶ ζητητέον τί ἐστιν. εἰ δὲ ψυχῆς ἐνέργημα τῷ ἀριθμεῖν ἐπεξιούσης, οὐδὲν ἂν εἴη ἐν τοῖς πράγμασι τὸ ἕν. ἀλλ̓ ἔλεγεν λόγος, εἰ ἀπολεῖ ἕκαστον τὸ ἕν, μηδ̓ ἔσεσθαι τὸ παράπαν. ὁρᾶν οὖν δεῖ, εἰ ταὐτὸν τὸ ἓν ἕκαστον καὶ τὸ ὄν, καὶ τὸ ὅλως ὂν καὶ τὸ ἕν. ἀλλ̓ εἰ τὸ ὂν τὸ ἑκάστου πλῆθός ἐστι, τὸ δὲ ἓν ἀδύνατον πλῆθος εἶναι, ἕτερον ἂν εἴη ἑκάτερον. ἄνθρωπος γοῦν καὶ ζῷον λογικὸν καὶ πολλὰ μέρη καὶ συνδεῖται ἑνὶ τὰ πολλὰ ταῦτα: ἄλλο ἄρα ἄνθρωπος καὶ ἕν, εἰ τὸ μὲν μεριστόν, τὸ δὲ ἀμερές. καὶ δὴ καὶ τὸ ὅλον ὂν πάντα ἐν αὑτῷ ἔχον τὰ ὄντα πολλὰ μᾶλλον ἂν εἴη καὶ ἕτερον τοῦ ἑνός, μεταλήψει δὲ ἔχον καὶ μεθέξει τὸ ἕν. ἔχει δὲ καὶ ζωὴν καὶ νοῦν τὸ ὄν: οὐ γὰρ δὴ νεκρόν: πολλὰ ἄρα τὸ ὄν. εἰ δὲ νοῦς τοῦτο εἴη, καὶ οὕτω πολλὰ ἀνάγκη εἶναι. καὶ ἔτι μᾶλλον, εἰ τὰ εἴδη περιέχοι: οὐδὲ γὰρ ἰδέα ἕν, ἀλλ̓ ἀριθμὸς μᾶλλον καὶ ἑκάστη καὶ σύμπασα, καὶ οὕτως ἕν, ὥσπερ ἂν κόσμος ἕν. ὅλως δὲ τὸ μὲν ἓν πρῶτον, δὲ νοῦς καὶ τὰ εἴδη καὶ τὸ ὂν οὐ πρῶτα. εἶδός τε γὰρ ἕκαστον ἐκ πολλῶν καὶ σύνθετον καὶ ὕστερον: ἐξ ὧν γὰρ ἕκαστόν ἐστι, πρότερα ἐκεῖνα. ὅτι δὲ οὐχ οἷόν τε τὸν νοῦν τὸ πρῶτον εἶναι, καὶ ἐκ τῶνδε δῆλον ἔσται: τὸν νοῦν ἀνάγκη ἐν τῷ νοεῖν εἶναι καὶ τόν γε ἄριστον καὶ τὸν οὐ πρὸς τὰ ἔξω βλέποντα νοεῖν τὸ πρὸ αὑτοῦ: εἰς ἑαυτὸν γὰρ ἐπιστρέφων εἰς ἀρχὴν ἐπιστρέφει. καὶ εἰ μὲν αὐτὸς τὸ νοοῦν καὶ τὸ νοούμενον, διπλοῦς ἔσται καὶ οὐχ ἁπλοῦς οὐδὲ τὸ ἕν: εἰ δὲ πρὸς τὸ ἕτερον βλέπει, πάντως πρὸς τὸ κρεῖττον καὶ πρὸ αὐτοῦ. εἰ δὲ καὶ πρὸς αὑτὸν καὶ πρὸς τὸ κρεῖττον, καὶ οὕτω δεύτερον. καὶ χρὴ τὸν νοῦν τοιοῦτον τίθεσθαι, οἷον παρεῖναι μὲν τῷ ἀγαθῷ καὶ τῷ πρώτῳ καὶ βλέπειν εἰς ἐκεῖνο, συνεῖναι δὲ καὶ ἑαυτῷ νοεῖν τε καὶ ἑαυτὸν καὶ νοεῖν ἑαυτὸν ὄντα τὰ πάντα. πολλοῦ ἄρα δεῖ τὸ ἓν εἶναι ποικίλον ὄντα. οὐ τοίνυν οὐδὲ τὸ ἓν τὰ πάντα ἔσται, οὕτω γὰρ ἂν οὐκέτι ἓν εἴη: οὐδὲ νοῦς, καὶ γὰρ ἂν οὕτως εἴη τὰ πάντα τοῦ νοῦ τὰ πάντα ὄντος: οὐδὲ τὸ ὄν: τὸ γὰρ ὂν τὰ πάντα.
§9.3 τί ἂν οὖν εἴη τὸ ἓν καὶ τίνα φύσιν ἔχον; οὐδὲν θαυμαστὸν μὴ ῥᾴδιον εἰπεῖν εἶναι, ὅπου μηδὲ τὸ ὂν ῥᾴδιον μηδὲ τὸ εἶδος, ἀλλ̓ ἔστιν ἡμῖν γνῶσις εἴδεσιν ἐπερειδομένη. ὅσῳ δ̓ ἂν εἰς ἀνείδεον ψυχὴ ἴῃ, ἐξαδυνατοῦσα περιλαβεῖν τῷ μὴ ὁρίζεσθαι καὶ οἷον τυποῦσθαι ὑπὸ ποικίλου τοῦ τυποῦντος ἐξολισθάνει καὶ φοβεῖται, μὴ οὐδὲν ἔχῃ. διὸ κάμνει ἐν τοῖς τοιούτοις καὶ ἀσμένη καταβαίνει πολλάκις ἀποπίπτουσα ἀπὸ πάντων, μέχρις ἂν εἰς αἰσθητὸν ἥκῃ ἐν στερεῷ ὥσπερ ἀναπαυομένη: οἷον καὶ ὄψις κάμνουσα ἐν τοῖς μικροῖς τοῖς μεγάλοις ἀσμένως περιπίπτει. καθ̓ ἑαυτὴν δὲ ψυχὴ ὅταν ἰδεῖν ἐθέλῃ, μόνον ὁρῶσα τῷ συνεῖναι καὶ ἓν οὖσα τῷ ἓν εἶναι αὐτῷ οὐκ οἴεταί πω ἔχειν ζητεῖ, ὅτι τοῦ νοουμένου μὴ ἕτερόν ἐστιν. ὅμως δὲ χρὴ οὕτω ποιεῖν τὸν μέλλοντα περὶ τὸ ἓν φιλοσοφήσειν. ἐπεὶ τοίνυν ἕν ἐστιν ζητοῦμεν, καὶ τὴν ἀρχὴν τῶν πάντων ἐπισκοποῦμεν, τἀγαθὸν καὶ τὸ πρῶτον, οὔτε πόρρω δεῖ γενέσθαι τῶν περὶ τὰ πρῶτα εἰς τὰ ἔσχατα τῶν πάντων πεσόντα, ἀλλ̓ ἱέμενον εἰς τὰ πρῶτα ἐπαναγαγεῖν ἑαυτὸν ἀπὸ τῶν αἰσθητῶν ἐσχάτων ὄντων κακίας τε πάσης ἀπηλλαγμένον εἶναι, ἅτε πρὸς τὸ ἀγαθὸν σπεύδοντα, ἐπί τε τὴν ἐν ἑαυτῷ ἀρχὴν ἀναβεβηκέναι καὶ ἓν ἐκ πολλῶν γενέσθαι ἀρχῆς καὶ ἑνὸς θεατὴν ἐσόμενον. νοῦν τοίνυν χρὴ γενόμενον καὶ τὴν ψυχὴν τὴν αὑτοῦ νῷ πιστεύσαντα καὶ ὑφιδρύσαντα, ἵν̓ ὁρᾷ ἐκεῖνος ἐγρηγορυῖα δέχοιτο, τούτῳ θεᾶσθαι τὸ ἓν οὐ προστιθέντα αἴσθησιν οὐδεμίαν οὐδέ τι παῤ αὐτῆς εἰς ἐκεῖνον δεχόμενον, ἀλλὰ καθαρῷ τῷ νῷ τὸ καθαρώτατον θεᾶσθαι καὶ τοῦ νοῦ τῷ πρώτῳ. ὅταν τοίνυν ἐπὶ τὴν θέαν τοῦ τοιούτου ἐσταλμένος μέγεθος σχῆμα ὄγκον περὶ ταύτην τὴν φύσιν φαντασθῇ, οὐ νοῦς τούτῳ ἡγεμὼν γίνεται τῆς θέας, ὅτι μὴ νοῦς τὰ τοιαῦτα πέφυκεν ὁρᾶν, ἀλλ̓ ἔστιν αἰσθήσεως καὶ δόξης ἑπομένης αἰσθήσει ἐνέργεια. ἀλλὰ δεῖ λαβεῖν παρὰ τοῦ νοῦ τὴν ἐπαγγελίαν ὧν δύναται. δύναται δὲ ὁρᾶν νοῦς τὰ πρὸ αὐτοῦ, τὰ αὐτοῦ, τὰ παῤ αὐτοῦ. καθαρὰ δὲ καὶ ἁπλᾶ τὰ ἐν αὐτῷ, ἔτι δὲ καθαρώτερα καὶ ἁπλούστερα τὰ πρὸ αὐτοῦ, μᾶλλον δὲ τὸ πρὸ αὐτοῦ. οὐδὲ νοῦς τοίνυν, ἀλλὰ πρὸ νοῦ: τὶ γὰρ τῶν ὄντων ἐστὶν νοῦς: ἐκεῖνο δὲ οὔ τι, ἀλλὰ πρὸ ἑκάστου, οὐδὲ ὄν: καὶ γὰρ τὸ ὂν οἷον μορφὴν τὴν τοῦ ὄντος ἔχει, ἄμορφον δὲ ἐκεῖνο καὶ μορφῆς νοητῆς. γεννητικὴ γὰρ τοῦ ἑνὸς φύσις οὖσα τῶν πάντων οὐδέν ἐστιν αὐτῶν. οὔτε οὖν τὶ οὔτε ποιὸν οὔτε ποσὸν οὔτε νοῦς οὔτε ψυχή: οὐδὲ κινούμενον οὐδ̓ αὖ ἑστώς, οὐκ ἐν τόπῳ, οὐκ ἐν χρόνῳ, ἀλλὰ τὸ καθ̓ αὑτὸ μονοειδές, μᾶλλον δὲ ἀνείδεον πρὸ εἴδους ὂν παντός, πρὸ κινήσεως, πρὸ στάσεως: ταῦτα γὰρ περὶ τὸ ὄν, πολλὰ αὐτὸ ποιεῖ. διὰ τί οὖν, εἰ μὴ κινούμενον, οὐχ ἑστώς; ὅτι περὶ μὲν τὸ ὂν τούτων θάτερον ἀμφότερα ἀνάγκη τό τε ἑστὼς στάσει ἑστὼς καὶ οὐ ταὐτὸν τῇ στάσει: ὥστε συμβήσεται αὐτῷ καὶ οὐκέτι ἁπλοῦν μένει. ἐπεὶ καὶ τὸ αἴτιον λέγειν οὐ κατηγορεῖν ἐστι συμβεβηκός τι αὐτῷ, ἀλλ̓ ἡμῖν, ὅτι ἔχομέν τι παῤ αὐτοῦ ἐκείνου ὄντος ἐν αὑτῷ. δεῖ δὲ μηδὲ τὸ ἐκεῖνο, μηδὲ τὸ τοῦτο λέγειν ἀκριβῶς λέγοντα, ἀλλ̓ ἡμᾶς οἷον ἔξωθεν περιθέοντας τὰ αὑτῶν ἑρμηνεύειν ἐθέλειν πάθη ὁτὲ μὲν ἐγγύς, ὁτὲ δὲ ἀποπίπτοντας ταῖς περὶ αὐτὸ ἀπορίαις.
§9.4 γίνεται δὲ ἀπορία μάλιστα, ὅτι μηδὲ κατ̓ ἐπιστήμην σύνεσις ἐκείνου μηδὲ κατὰ νόησιν, ὥσπερ τὰ ἄλλα νοητά, ἀλλὰ κατὰ παρουσίαν ἐπιστήμης κρείττονα. πάσχει δὲ ψυχὴ τοῦ ἓν εἶναι τὴν ἀπόστασιν καὶ οὐ πάντη ἐστὶν ἕν, ὅταν ἐπιστήμην του λαμβάνῃ: λόγος γὰρ ἐπιστήμη, πολλὰ δὲ λόγος. παρέρχεται οὖν τὸ ἓν εἰς ἀριθμὸν καὶ πλῆθος πεσοῦσα. ὑπὲρ ἐπιστήμην τοίνυν δεῖ δραμεῖν καὶ μηδαμῇ ἐκβαίνειν τοῦ ἓν εἶναι, ἀλλ̓ ἀποστῆναι δεῖ καὶ ἐπιστήμης καὶ ἐπιστητῶν καὶ παντὸς ἐκείνου καὶ παῤ ἐκείνου, ὥσπερ πᾶν φῶς μεθημερινὸν παῤ ἡλίου. διὸ οὐδὲ ῥητὸν οὐδὲ γραπτόν φησιν. ἀλλὰ λέγομεν καὶ γράφομεν πέμποντες εἰς αὐτὸ καὶ ἀνεγείροντες ἐκ τῶν λόγων ἐπὶ τὴν θέαν ὥσπερ ὁδὸν δεικνύντες τῷ τι θεάσασθαι βουλομένῳ. μέχρι μὲν γὰρ τῆς ὁδοῦ καὶ τῆς πορείας δίδαξις, δὲ θέα αὐτοῦ ἔργον ἤδη τοῦ ἰδεῖν βεβουλημένου. εἰ δὲ μὴ ἦλθέ τις ἐπὶ τὸ θέαμα, μηδὲ σύνεσιν ἔσχεν ψυχὴ τῆς ἐκεῖ ἀγλαίας μηδὲ ἔπαθε μηδὲ ἔσχεν ἐν ἑαυτῇ οἷον ἐρωτικὸν πάθημα ἐκ τοῦ ἰδεῖν ἐραστοῦ ἐν ἐρᾷ ἀναπαυσαμένου, δεξάμενος μὲν φῶς ἀληθινὸν καὶ πᾶσαν τὴν ψυχὴν περιφωτίσας διὰ τὸ ἐγγυτέρω γεγονέναι, ἀναβεβηκὼς δὲ ἔτι ὀπισθοβαρὴς ὑπάρχων, ἐμπόδια ἦν τῇ θέᾳ, καὶ οὐ μόνος ἀναβεβηκώς, ἀλλ̓ ἔχων τὸ διεῖργον ἀπ̓ αὐτοῦ, μήπω εἰς ἓν συναχθείςοὐ γὰρ δὴ ἄπεστιν οὐδενὸς ἐκεῖνο καὶ πάντων δέ, ὥστε παρὸν μὴ παρεῖναι ἀλλ̓ τοῖς δέχεσθαι δυναμένοις μένοις καὶ παρεσκευασμένοις, ὥστε ἐναρμόσαι καὶ οἷον ἐφάψασθαι καὶ θιγεῖν ὁμοιότητι καὶ τῇ ἐν αὐτοῖς δυνάμει συγγενεῖ τῇ ἀπ̓ αὐτοῦ, ὅταν οὕτως ἔχῃ, ὡς εἶχεν, ὅτε ἦλθεν ἀπ̓ αὐτοῦ, ἤδη δύνασθαι ἰδεῖν ὡς πέφυκεν ἐκεῖνος θεατὸς εἶναι: εἰ οὖν μήπω ἐστὶν ἐκεῖ, ἀλλὰ διὰ ταῦτά ἐστιν ἔξω, δἰ ἔνδειαν τοῦ παιδαγωγοῦντος λόγου καὶ πίστιν περὶ αὐτοῦ παρεχομένου, δἰ ἐκεῖνα μὲν αὑτὸν ἐν αἰτίᾳ τιθέσθω, καὶ πειράσθω ἀποστὰς πάντων μόνος εἶναι, δὲ ἐν τοῖς λόγοις ἀπιστεῖ ἐλλείπων, ὧδε διανοείσθω.
§9.5 ὅστις οἴεται τὰ ὄντα τύχῃ καὶ τῷ αὐτομάτω διοικεῖσθαι καὶ σωματικαῖς συνέχεσθαι αἰτίαις, οὑτος πόρρω ἀπελήλαται καὶ θεοῦ καὶ ἐννοίας. ἑνός, καὶ λόγος οὐ πρὸς τούτους, ἀλλὰ πρὸς τοὺς ἄλλην φύσιν παρὰ τὰ σώματα τιθεμένους καὶ ἀνιόντας ἐπὶ ψυχήν. καὶ δεῖ δὴ τούτους φύσιν ψυχῆς κατανενοηκέναι τά τε ἄλλα καὶ ὡς παρὰ νοῦ ἐστι καὶ λόγου παρὰ τούτου κοινωνήσασα ἀρετὴν ἴσχει: μετὰ δὲ ταῦτα νοῦν λαβεῖν ἕτερον τοῦ λογιζομένου καὶ λογιστικοῦ καλουμένου, καὶ τοὺς λογισμοὺς ἤδη οἷον ἐν διαστάσει καὶ κινήσει, καὶ τὰς ἐπιστήμας λόγους ἐν ψυχῇ τὰς τοιαύτας ἐν φανερῷ ἤδη γεγονυίας τῷ ἐν τῇ ψυχῇ γεγονέναι τὸν νοῦν τῶν ἐπιστημῶν αἴτιον: καὶ νοῦν ἰδόντα οἷον αἰσθητὸν τῷ ἀντιληπτὸν εἶναι ἐπαναβεβηκότα τῇ ψυχῇ καὶ πατέρα αὐτῆς ὄντα κόσμον νοητόν, νοῦν ἥσυχον καὶ ἀτρεμῆ κίνησιν φατέον πάντα ἔχοντα ἐν αὑτῷ καὶ πάντα ὄντα, πλῆθος ἀδιάκριτον καὶ αὖ διακεκριμένον: οὔτε γὰρ διακέκριται ὡς οἱ λόγοι οἱ ἤδη καθ̓ ἓν νοούμενοι, οὔτε συγκέχυται τὰ ἐν αὐτῷ. πρόεισι γὰρ ἕκαστον χωρίς: οἷον καὶ ἐν ταῖς ἐπιστήμαις πάντων ἐν ἀμερεῖ ὄντων ὅμως ἐστὶν ἕκαστον χωρὶς αὐτῶν. τοῦτο οὖν τὸ ὁμοῦ πλῆθος, κόσμος νοητός, ἔστι μὲν πρὸς τῷ πρώτῳ, καί φησιν αὐτὸ λόγος ἐξ ἀνάγκης εἶναι, εἴπερ τις καὶ ψυχὴν εἶναι: τοῦτο δὲ κυριώτερον ψυχῆς: οὐ μέντοι πρῶτον, ὅτι μὴ ἓν μηδὲ ἁπλοῦν: ἁπλοῦν δὲ τὸ ἓν καὶ πάντων ἀρχή. τὸ δὴ πρὸ τοῦ ἐν τοῖς οὖσι τιμιωτάτου, εἴπερ δεῖ τι πρὸ νοῦ εἶναι ἓν μὲν εἶναι βουλομένου, οὐκ ὄντος δὲ ἕν, ἑνοειδοῦς δέ, ὅτι αὐτῷ μὴ διεσκέδασται νοῦς, ἀλλὰ σύνεστιν ἑαυτῷ ὄντως οὐ διαρτήσας ἑαυτὸν τῷ πλησίον μετὰ τὸ ἓν εἶναι, ἀποστῆναι δέ πως τοῦ ἑνὸς τολμήσαςτὸ δὴ πρὸ τούτου θαῦμα τὸ ἕν, μὴ ὄν ἐστιν, ἵνα μὴ καὶ ἐνταῦθα κατ̓ ἄλλου τὸ ἕν, ὄνομα μὲν κατ̓ ἀλήθειαν οὐδὲν προσῆκον, εἴπερ δὲ δεῖ ὀνομάσαι, κοινῶς ἂν λεχθείη προσηκόντως ἕν, οὐχ ὡς ἄλλο, εἶτα ἕν, χαλεπὸν μὲν γνωσθῆναι διὰ τοῦτο, γιγνωσκόμενον δὲ μᾶλλον τῷ ἀπ̓ αὐτοῦ γεννήματι, τῇ οὐσίᾳ: καὶ γὰρ ἄγει εἰς οὐσίαν νοῦν, καὶ αὐτοῦ φύσις τοιαύτη, ὡς πηγὴν τῶν ἀρίστων εἶναι καὶ δύναμιν γεννῶσαν τὰ ὄντα μένουσαν ἐν ἑαυτῇ καὶ οὐκ ἐλαττουμένην οὐδ̓ ἐν τοῖς γινομένοις ὑπ̓ αὐτῆς οὖσαν, ὅτι καὶ πρὸ τούτων, ἣν ὀνομάζομεν ἓν ἐξ ἀνάγκης τῷ σημαίνειν ἀλλήλοις αὐτὴν τῷ ὀνόματι εἰς ἔννοιαν ἀμέριστον ἄγοντες καὶ τὴν ψυχὴν ἑνοῦν θέλοντες, οὐχ οὕτως ἓν λέγοντες καὶ ἀμερές, ὡς σημεῖον μονάδα λέγοντες: τὸ γὰρ οὕτως ἓν ποσοῦ ἀρχή, οὐκ ἂν ὑπέστη μὴ προούσης οὐσίας καὶ τοῦ πρὸ οὐσίας: οὔκουν δεῖ ἐνταῦθα βάλλειν τὴν διάνοιαν, ἀλλὰ ταῦτα ὁμοιῶσαι ἐκείνοις ἐν ἀναλογίαις τῷ ἁπλῷ καὶ τῇ φυγῇ τοῦ πλήθους καὶ τοῦ μερισμοῦ.
§9.6–9.11
§9.6 πῶς οὖν λέγομεν ἕν, καὶ πῶς τῇ νοήσει ἐφαρμοστέον; πλειόνως τιθέμενον ἕν, ὡς μονὰς καὶ σημεῖον ἑνίζεται: ἐνταῦθα μὲν γὰρ μέγεθος ψυχὴ ἀφελοῦσα καὶ ἀριθμοῦ πλῆθος καταλήγει εἰς τὸ σμικρότατον καὶ ἐπερείδεταί τινι ἀμερεῖ μέν, ἀλλὰ ἦν ἐν μεριστῷ καὶ ἔστιν ἐν ἄλλῳ: τὸ δὲ οὕτε ἐν ἄλλῳ οὔτε ἐν μεριστῷ οὔτε οὕτως ἀμερές, ὡς τὸ σμικρότατον: μέγιστον γὰρ ἁπάντων οὐ μεγέθει, ἀλλὰ δυνάμει, ὥστε καὶ τὸ ἀμέγεθες δυνάμει: ἐπεὶ καὶ τὰ μετ̓ αὐτὸ ὄντα ταῖς δυνάμεσιν ἀμέριστα καὶ ἀμερῆ, οὐ τοῖς ὄγκοις. ληπτέον δὲ καὶ ἄπειρον αὐτὸ οὐ τῷ ἀδιεξιτήτῳ τοῦ μεγέθους τοῦ ἀριθμοῦ, ἀλλὰ τῷ ἀπεριλήπτῳ τῆς δυνάμεως. ὅταν γὰρ αὐτὸ νοήσῃς οἷον νοῦν θεόν, πλέον ἐστί: καὶ αὖ ὅταν αὐτὸ ἑνίσῃς τῇ διανοίᾳ, καὶ ἐνταῦθα πλέον ἐστὶν θεός, ἂν αὐτὸν φαντασθῇς ἑνικώτερον τῆς σῆς νοήσεως εἶναι: ἐφ̓ ἑαυτοῦ γάρ ἐστιν οὐδενὸς αὐτῷ συμβεβηκότος. τῷ αὐτάρκει δ̓ ἄν τις καὶ τὸ ἓν αὐτοῦ ἐννοηθείη. δεῖ μὲν γὰρ ἱκανώτατον ἁπάντων καὶ αὐταρκέστατον καὶ ἀνενδεέστατον εἶναι: πᾶν δὲ πολὺ καὶ μὴ ἓν ἐνδεὲς ἐκ πολλῶν γενόμενον. δεῖται οὖν αὐτοῦ οὐσία ἓν εἶναι: τὸ δὲ οὐ δεῖται ἑαυτοῦ: αὐτὸ γάρ ἐστι. καὶ μὴν πολλὰ ὂν τοσούτων δεῖται, ὅσα ἔστι, καὶ ἕκαστον τῶν ἐν αὐτῷ μετὰ τῶν ἄλλων ὂν καὶ οὐκ ἐφ̓ ἑαυτοῦ ἐνδεὲς τῶν ἄλλων ὑπάρχον καὶ καθ̓ ἓν καὶ κατὰ τὸ ὅλον τὸ τοιοῦτον ἐνδεὲς παρέχεται. εἴπερ οὖν δεῖ τι αὐταρκέστατον εἶναι, τὸ ἓν εἶναι δεῖ τοιοῦτον ὂν μόνον, οἷον μήτε πρὸς αὑτὸ μήτε πρὸς ἄλλο ἐνδεὲς εἶναι. οὐ γάρ τι ζητεῖ, ἵνα , οὐδ̓ ἵνα εὖ , οὐδὲ ἵνα ἐκεῖ ἱδρυθῇ: τοῖς μὲν γὰρ ἄλλοις αἴτιον ὂν οὐ παῤ ἄλλων ἔχει ἔστι, τό τε εὖ τί ἂν εἴη αὐτῷ ἔξω αὐτοῦ; ὥστε οὐ κατὰ συμβεβηκὸς αὐτῷ τὸ εὖ: αὐτὸ γάρ ἐστι: τόπος τε οὐδεὶς αὐτῷ: οὐ γὰρ δεῖται ἱδρύσεως ὥσπερ αὑτὸ φέρειν οὐ δυνάμενον, τό τε ἱδρυθησόμενον ἄψυχον καὶ ὄγκος πίπτων, ἐὰν μήπω ἱδρυθῇ. ἵδρυται δὲ καὶ τὰ ἄλλα διὰ τοῦτο, δἰ ὑπέστη ἅμα καὶ ἔσχεν εἰς ὃν ἐτάχθη τόπον. ἐνδεὲς δὲ καὶ τὸ τόπον ζητοῦν: ἀρχὴ δὲ οὐκ ἐνδεὲς τῶν μετ̓ αὐτό: δ̓ ἁπάντων ἀρχὴ ἀνενδεὲς ἁπάντων: τι γὰρ ἐνδεές, ἐφιέμενον ἀρχῆς ἐνδεές. εἰ δὲ τὸ ἓν ἐνδεές τοῦτο ζητεῖ δηλονότι τὸ μὴ εἶναι ἕν. ὥστε ἐνδεὲς ἔσται τοῦ φθεροῦντος. πᾶν δ̓ ἂν λέγηται ἐνδεὲς τοῦ εὖ, καὶ τοῦ σώζοντός ἐστιν ἐνδεές: ὥστε τῷ ἑνὶ οὐδὲν ἀγαθόν ἐστιν. οὐδὲ βούλησις τοίνυν οὐδενός: ἀλλ̓ ἔστιν ὑπεράγαθον καὶ αὐτὸ οὐχ ἑαυτῷ, τοῖς δ̓ ἄλλοις ἀγαθόν, εἴ τι αὐτοῦ δύναται μεταλαμβάνειν: οὐδὲ νόησις, ἵνα μὴ ἑτερότης: οὐδὲ κίνησις: πρὸ γὰρ κινήσεως καὶ πρὸ νοήσεως: τί γὰρ καὶ νοήσει; ἑαυτόν. πρὸ νοήσεως τοίνυν ἀγνοῶν ἔσται, καὶ νοήσεως δεήσεται, ἵνα γνῷ ἑαυτὸν αὐτάρκης ἑαυτῷ. οὐ τοίνυν, ὅτι μὴ γινώσκει μηδὲ νοεῖ ἑαυτόν, ἄγνοια περὶ αὐτὸν ἔσται: γὰρ ἄγνοια ἑτέρου ὄντος γένεται, ὅταν θάτερον ἀγνοῇ θάτερον: τὸ δὲ μόνον οὔτε γινώσκει, οὔτε ἔχει ἀγνοεῖ, ἓν δὲ ὂν συνὸν αὑτῷ οὐ δεῖται νοήσεως ἑαυτοῦ. ἐπεὶ οὐδὲ τὸ συνεῖναι δεῖ προσάπτειν, ἵνα τηρῇς τὸ ἕν, ἀλλὰ καὶ τὸ νοεῖν καὶ τὸ συνεῖναι ἀφαιρεῖν καὶ ἑαυτοῦ νόησιν καὶ τῶν ἄλλων: οὐ γὰρ κατὰ τὸ νοοῦν δεῖ τάττειν αὐτό, ἀλλὰ μᾶλλον κατὰ τὴν νόησιν. νόησις δὲ οὐ νοεῖ, ἀλλ̓ αἰτία τοῦ νοεῖν: ἄλλῳ: τὸ δὲ αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ. τὸ δὴ πάντων αἴτιον οὐδέν ἐστιν ἐκείνων. οὐ τοίνυν οὐδὲ ἀγαθὸν λεκτέον τοῦτο, παρέχει, ἀλλὰ ἄλλως τἀγαθὸν ὑπὲρ τὰ ἄλλα ἀγαθά.
§9.7 εἰ δ̓ ὅτι μηδὲν τούτων ἐστίν, ἀοριστεῖς τῇ γνώμῃ, στῆσον σαυτὸν εἰς ταῦτα, καὶ ἀπὸ τούτων θεῶ: θεῶ δὲ μὴ ἔξω ῥίπτων τὴν διάνοιαν. οὐ γὰρ κεῖταί που ἐρημῶσαν αὑτοῦ τὰ ἄλλα, ἀλλ̓ ἔστι τῷ δυναμένῳ θιγεῖν ἐκεῖνο παρόν, τῷ δ̓ ἀδυνατοῦντι οὐ πάρεστιν. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων οὐκ ἔστι τι νοεῖν ἄλλο νοοῦντα καὶ πρὸς ἄλλῳ ὄντα, ἀλλὰ δεῖ μηδὲν προσάπτειν τῷ νοουμένῳ, ἵνα αὐτὸ τὸ νοούμενον, οὕτω δεῖ καὶ ἐνταῦθα συνιέναι, ὡς οὐκ ἔστιν ἄλλου ἔχοντα ἐν τῇ ψυχῇ τύπον ἐκεῖνο νοῆσαι ἐνεργοῦντος τοῦ τύπου, οὐδ̓ αὖ ἄλλοις κατειλημμένην τὴν ψυχὴν καὶ κατεχομένην τυπωθῆναι τῷ τοῦ ἐναντίου τύπῳ, ἀλλ̓ ὥσπερ περὶ τῆς ὕλης λέγεται, ὡς ἄρα ἄποιον εἶναι δεῖ πάντων, εἰ μέλλει δέχεσθαι τοὺς πάντων τύπους, οὕτω καὶ πολὺ μᾶλλον ἀνείδεον τὴν ψυχὴν γίνεσθαι, εἰ μέλλει μηδὲν ἐμπόδιον ἐγκαθήμενον ἔσεσθαι πρὸς πλήρωσιν καὶ ἔλλαμψιν αὐτῇ τῆς φύσεως τῆς πρώτης. εἰ τοῦτο, πάντων τῶν ἔξω ἀφέμενον δεῖ ἐπιστραφῆναι πρὸς τὸ εἴσω πάντη, μὴ πρὸς τι τῶν ἔξω κεκλίσθαι, ἀλλὰ ἀγνοήσαντα τὰ πάντα καὶ πρὸ τοῦ μὲν τῇ διαθέσει, τότε δὲ καὶ τοῖς εἴδεσιν, ἀγνοήσαντα δὲ καὶ αὑτὸν ἐν τῇ θέᾳ ἐκείνου γενέσθαι κἀκείνῳ συγγενόμενον καὶ ἱκανῶς οἷον ὁμιλήσαντα ἥκειν ἀγγέλλοντα, εἰ δύναιτο, καὶ ἄλλῳ τὴν ἐκεῖ συνουσίανοἵαν ἴσως καὶ Μίνως ποιούμενος ὀαριστὴς τοῦ Διὸς ἐφημίσθη εἶναι, ἧς μεμνημένος εἴδωλα αὐτῆς τοὺς νόμους ἐτίθει τῇ τοῦ θείου ἐπαφῇ εἰς νόμων πληρούμενος θέσιν καὶ τὰ πολιτικὰ οὐκ ἄξια αὑτοῦ νομίσαντα, εἰ ἐθέλει, μένειν ἄνω: ὅπερ καὶ τῷ πολὺ ἰδόντι γένοιτ̓ ἂν πάθημα. οὐδενὸς οὖν θεός, φησίν, ἐστιν ἔξω, ἀλλὰ πᾶσι σύνεστιν οὐκ εἰδόσι. φεύγουσι γὰρ αὐτοὶ αὐτοῦ ἔξω, μᾶλλον δὲ αὑτῶν ἔξω. οὐ δύνανται οὖν ἑλεῖν ὃν πεφεύγασιν, οὐδ̓ αὑτοὺς ἀπολωλεκότες ἄλλον ζητεῖν, οὐδέ γε παῖς αὑτοῦ ἔξω ἐν μανίᾳ γεγενημένος εἰδήσει τὸν πατέρα: δὲ μαθὼν ἑαυτὸν εἰδήσει καὶ ὁπόθεν.
§9.8 εἴ τις οὖν ψυχὴ οἶδεν ἑαυτὴν τὸν ἄλλον χρόνον καὶ οἶδεν, ὅτι κίνησις αὐτῆς οὐκ εὐθεῖα ἀλλ̓ ὅταν κλάσιν λάβῃ, δὲ κατὰ φύσιν κίνησις οἵα ἐν κύκλῳ περί τι οὐκ ἔξω, ἀλλὰ περὶ κέντρον, τὸ δὲ κέντρον ἀφ̓ οὗ κύκλος, κινήσεται περὶ τοῦτο, ἀφ̓ οὗ ἐστι, καὶ τούτου ἀναρτήσεται συμφέρουσα ἑαυτὴν πρὸς τὸ αὐτό, πρὸς ἐχρῆν μὲν πάσας, φέρονται δὲ αἱ θεῶν μόνον ἀεί: πρὸς φερόμεναι θεοί εἰσι: θεὸς γὰρ τὸ ἐκείνῳ συνημμένον, τὸ δὲ πόρρω ἀφιστάμενον ἄνθρωπος πολὺς καὶ θηρίον. τὸ οὖν τῆς ψυχῆς οἷον κέντρον τοῦτό ἐστι τὸ ζητούμενον; ἄλλο τι δεῖ νομίσαι, εἰς πάντα οἷον κέντρα συμπίπτει, καὶ ὅτι ἀναλογίᾳ τοῦ κέντρου τοῦδε τοῦ κύκλου: οὐδὲ γὰρ οὕτω κύκλος ψυχή, ὡς τὸ σχῆμα, ἀλλ̓ ὅτι ἐν αὐτῇ καὶ περὶ αὐτὴν ἀρχαία φύσις: καὶ ὅτι ἀπὸ τοιούτου, καὶ ἔτι μᾶλλον ὅτι χωρισθεῖσαι ὅλαι. νῦν δέ, ἐπεὶ μέρος ἡμῶν κατέχεται ὑπὸ τοῦ σώματοςοἷον εἴ τις τοὺς πόδας ἔχοι ἐν ὕδατι, τῷ δ̓ ἄλλῳ σώματι ὑπερέχοιτῷ δὴ μὴ βαπτισθέντι τοῦ σώματος ὑπεράραντες, τούτῳ συνάπτομεν κατὰ τὸ ἑαυτῶν κέντρον τῷ οἷον πάντων κέντρῳ, καθάπερ τῶν μεγίστων κύκλων τὰ κέντρα τῷ τῆς σφαίρας τῆς περιεχούσης κέντρῳ, ἀναπαυόμενοι. εἰ μὲν οὖν σωματικοὶ ἦσαν, οὐ ψυχικοὶ κύκλοι, τοπικῶς ἂν τῷ κέντρῳ συνῆπτον καί που κειμένου τοῦ κέντρου περὶ αὐτὸ ἂν ἦσαν: ἐπειδὴ δὲ αὐταί τε αἱ ψυχαὶ νοηταί, ὑπὲρ νοῦν τε ἐκεῖνο, δυνάμεσιν ἄλλαις, πέφυκε τὸ νοοῦν πρὸς τὸ κατανοούμενον συνάπτειν, οἰητέον τὴν συναφὴν γίνεσθαι, καὶ πλέον, ὡς τὸ νοοῦν παρεῖναι ὁμοιότητι καὶ ταυτότητι καὶ συνάπτειν τῷ συγγενεῖ οὐδενὸς διείργοντος. σώμασι μὲν γὰρ σώματα κωλύεται κοινωνεῖν ἄλλοις, τὰ δὲ ἀσώματα σώμασιν οὐ διείργεται: οὐδ̓ ἀφέστηκε τοίνυν ἀλλήλων τόπῳ, ἑτερότητι δὲ καὶ διαφορᾷ: ὅταν οὖν ἑτερότης μὴ παρῇ, ἀλλήλοις τὰ μὴ ἕτερα πάρεστιν. ἐκεῖνο μὲν οὖν μὴ ἔχον ἑτερότητα ἀεὶ πάρεστιν, ἡμεῖς δὲ ὅταν μὴ ἔχωμεν: κἀκεῖνο μὲν ἡμῶν οὐκ ἐφίεται, ὥστε περὶ ἡμᾶς εἶναι, ἡμεῖς δὲ ἐκείνου, ὥστε ἡμᾶς περὶ ἐκεῖνο. καὶ ἀεὶ μὲν περὶ αὐτό, οὐκ ἀεὶ δὲ εἰς αὐτὸ βλέπομεν, ἀλλ̓ οἷον χορὸς ἐξᾴδων καίπερ ἔχων περὶ τὸν κορυφαῖον τραπείη ἂν εἰς τὸ ἔξω τῆς θέας, ὅταν δὲ ἐπιστρέψῃ, ᾅδει τε καλῶς καὶ ὄντως περὶ αὐτὸν ἔχει: οὕτω καὶ ἡμεῖς ἀεὶ μὲν περὶ αὐτό, καὶ ὅταν μή, λύσις ἡμῖν παντελὴς ἔσται καὶ οὐκέτι ἐσόμεθα: οὐκ ἀεὶ δὲ εἰς αὐτό, ἀλλ̓ ὅταν εἰς αὐτὸ ἴδωμεν, τότε ἡμῖν τέλος καὶ ἀνάπαυλα καὶ τὸ μὴ ἀπᾴδειν χορεύουσιν ὄντως περὶ αὐτὸ χορείαν ἔνθεον.
§9.9 ἐν δὲ ταύτῃ τῇ χορείᾳ καθορᾷ πηγὴν μὲν ζωῆς, πηγὴν δὲ νοῦ, ἀρχὴν ὄντος, ἀγαθοῦ αἰτίαν, ῥίζαν ψυχῆς: οὐκ ἐκχεομένων ἀπ̓ αὐτοῦ ἐκείνων, εἶτ̓ ἐλαττούντων: οὐ γὰρ ὄγκος: φθαρτὰ ἂν ἦν τὰ γεννώμενα. νῦν δέ ἐστιν ἀίδια, ὅτι ἀρχὴ αὐτῶν ὡσαύτως μένει οὐ μεμερισμένη εἰς αὐτά, ἀλλ̓ ὅλη μένουσα. διὸ κἀκεῖνα μένει: οἷον εἰ μένοντος ἡλίου καὶ τὸ φῶς μένει. οὐ γὰρ ἀποτετμήμεθα οὐδὲ χωρὶς ἐσμέν, εἰ καὶ παρεμπεσοῦσα σώματος φύσις πρὸς αὑτὴν ἡμᾶς εἵλκυσεν, ἀλλ̓ ἐμπνέομεν καὶ σωζόμεθα οὐ δόντος, εἶτα ἀποστάντος ἐκείνου, ἀλλ̓ ἀεὶ χορηγοῦντος ἕως ἂν ὅπερ ἔστι. μᾶλλον μέντοι ἐσμὲν νεύσαντες πρὸς αὐτὸ καὶ τὸ εὖ ἐνταῦθα, τὸ δὲ πόρρω εἶναι μόνον καὶ ἧττον εἶναι: ἐνταῦθα καὶ ἀναπαύεται ψυχὴ κακῶν ἔξω εἰς τὸν τῶν κακῶν καθαρὸν τόπον ἀναδραμοῦσα: καὶ νοεῖ ἐνταῦθα, καὶ ἀπαθὴς ἐνταῦθα: καὶ τὸ ἀληθῶς ζῆν ἐνταῦθα: τὸ γὰρ νῦν καὶ τὸ ἄνευ θεοῦ ἴχνος ζωῆς ἐκείνην μιμούμενον, τὸ δὲ ἐκεῖ ζῆν ἐνέργεια μὲν νοῦ, ἐνεργείᾳ δὲ καὶ γεννᾷ θεοὺς ἐν ἡσύχῳ τῇ πρὸς ἐκεῖνο ἐπαφῇ, γεννᾷ δὲ κάλλος, γεννᾷ δικαιοσύνην, ἀρετὴν γεννᾷ: ταῦτα γὰρ κύει ψυχὴ πληρωθεῖσα θεοῦ καὶ τοῦτο αὐτῇ ἀρχὴ καὶ τέλος: ἀρχὴ μέν, ὅτι ἐκεῖθεν, τέλος δέ, ὅτι τὸ ἀγαθὸν ἐκεῖ, καὶ ἐκεῖ γενομένη γίνεται αὐτὴ ὅπερ ἦν: τὸ γὰρ ἐνταῦθα καὶ ἐν τούτοις ἔκπτωσις καὶ φυγὴ καὶ πτερορρύησις: δηλοῖ δὲ ὅτι τὸ ἀγαθὸν ἐκεῖ καὶ ἔρως τῆς ψυχῆς σύμφυτος, καθ̓ καὶ συνέζευκται ἔρως ταῖς ψυχαῖς καὶ ἐν γραφαῖς καὶ ἐν μύθοις. ἐπεὶ γὰρ ἕτερον θεοῦ ἐκείνη, ἐξ ἐκείνου δέ, ἐρᾷ αὐτοῦ ἐξ ἀνάγκης: καὶ οὖσα ἐκεῖ τὸν οὐράνιον ἔρωτα ἔχει, ἐνταῦθα δὲ πάνδημος γίγνεται. καὶ γάρ ἐστιν ἐκεῖ Ἀφροδίτη οὐρανία, ἐνταῦθα δὲ γίνεται πάνδημος οἷον ἑταιρισθεῖσα: καὶ ἔστι πᾶσα ψυχὴ Ἀφροδίτη. καὶ τοῦτο αἰνίττεται καὶ τὰ τῆς Ἀφροδίτης γενέθλια καὶ Ἔρως μετ̓ αὐτῆς γενόμενος. ἐρᾷ οὖν κατὰ φύσιν ἔχουσα ψυχὴ θεοῦ ἑνωθῆναι θέλουσα, ὥσπερ παρθένος καλοῦ πατρὸς καλὸν ἔρωτα: ὅταν δὲ εἰς γένεσιν ἐλθοῦσα οἷον μνηστείαις ἀπατηθῇ, ἄλλον ἀλλαξαμένη θνητὸν ἔρωτα ἐρημίᾳ πατρὸς ὑβρίζεται: μισήσασα δὲ πάλιν τὰς ἐνταῦθα ὕβρεις καὶ ἁγνεύσασα τῶν τῇδε πρὸς τὸν πατέρα αὖθις στελλομένη εὐπαθεῖ. καὶ οἷς μὲν ἄγνωστόν ἐστι τὸ πάθημα τοῦτο, ἐντεῦθεν ἐνθυμείσθω ἀπὸ τῶν ἐνταῦθα ἐρώτων οἷόν ἐστι τυχεῖν ὧν τις μάλιστα ἐρᾷ, καὶ ὅτι ταῦτα μὲν τὰ ἐρώμενα θνητὰ καὶ βλαβερὰ καὶ εἰδώλων ἔρωτες καὶ μεταπίπτει, ὅτι οὐκ ἦν τὸ ὄντως ἐρώμενον, οὐδὲ τὸ ἀγαθὸν ἡμῶν, οὐδ̓ ζητοῦμεν. ἐκεῖ δὲ τὸ ἀληθινὸν ἐρώμενον, ἔστι καὶ συνεῖναι μεταλαβόντα αὐτοῦ καὶ ὄντως ἔχοντα, οὐ περιπτυσσόμενον σαρξὶν ἔξωθεν. ὅστις δὲ εἶδεν, οἶδεν λέγω, ὡς ψυχὴ ζωὴν ἄλλην ἴσχει τότε προσιοῦσα καὶ ἤδη προσελθοῦσα καὶ μετασχοῦσα αὐτοῦ, ὥστε γνῶναι διατεθεῖσαν, ὅτι πάρεστιν χορηγὸς ἀληθινῆς ζωῆς, καὶ δεῖ οὐδενὸς ἔτι: τοὐναντίον δὲ ἀποθέσθαι τὰ ἄλλα δεῖ, καὶ ἐν μόνῳ στῆναι τούτῳ, καὶ τοῦτο γενέσθαι μόνον περικόψαντα τὰ λοιπὰ ὅσα περικείμεθα: ὥστε ἐξελθεῖν σπεύδειν ἐντεῦθεν καὶ ἀγανακτεῖν ἐπὶ θάτερα δεδεμένους, ἵνα τῷ ὅλῳ αὑτῶν περιπτυξώμεθα καὶ μηδὲν μέρος ἔχωμεν, μὴ ἐφαπτόμεθα θεοῦ. ὁρᾶν δὴ ἔστιν ἐνταῦθα κἀκεῖνον καὶ ἑαυτὸν ὡς ὁρᾶν θέμις: ἑαυτὸν μὲν ἠγλαισμένον, φωτὸς πλήρη νοητοῦ, μᾶλλον δὲ φῶς αὐτὸ καθαρόν, ἀβαρῆ, κοῦφον, θεὸν γενόμενον, μᾶλλον δὲ ὄντα, ἀναφθέντα μὲν τότε, εἰ δὲ πάλιν βαρύνοιτο, ὥσπερ μαραινόμενον.
§9.10 πῶς οὖν οὐ μένει ἐκεῖ; ὅτι μήπω ἐξελήλυθεν ὅλως. ἔσται δὲ ὅτε καὶ τὸ συνεχὲς ἔσται τῆς θέας οὐκέτι ἐνοχλουμένῳ οὐδεμίαν ἐνόχλησιν τοῦ σώματος. ἔστι δὲ τὸ ἑωρακὸς οὐ τὸ ἐνοχλούμενον, ἀλλὰ τὸ ἄλλο, ὅτε τὸ ἑωρακὸς ἀργεῖ τὴν θέαν οὐκ ἀργοῦν τὴν ἐπιστήμην τὴν ἐν ἀποδείξεσι καὶ πίστεσι καὶ τῷ τῆς ψυχῆς διαλογισμῷ: τὸ δὲ ἰδεῖν καὶ τὸ ἑωρακός ἐστιν οὐκέτι λόγος, ἀλλὰ μεῖζον λόγου καὶ πρὸ λόγου καὶ ἐπὶ τῷ λόγῳ, ὥσπερ καὶ τὸ ὁρώμενον. ἑαυτὸν μὲν οὖν ἰδὼν τότε, ὅτε ὁρᾷ, τοιοῦτον ὄψεται, μᾶλλον δὲ αὑτῷ τοιούτῳ συνέσται καὶ τοιοῦτον αἰσθήσεται ἁπλοῦν γενόμενον. τάχα δὲ οὐδὲ ὄψεται λεκτέον. τὸ δὲ ὀφθέν, εἴπερ δεῖ δύο ταῦτα λέγειν, τό τε ὁρῶν καὶ τὸ ὁρώμενον, ἀλλὰ μὴ ἓν ἄμφωτολμηρὸς μὲν λόγοςτότε μὲν οὔτε ὁρᾷ οὔτε διακρίνει ὁρῶν οὐδὲ φαντάζεται δύο, ἀλλ̓ οἷον ἄλλος γενόμενος καὶ οὐκ αὐτὸς οὐδ̓ αὑτοῦ συντελεῖ ἐκεῖ, κἀκείνου γενόμενος ἕν ἐστιν ὥσπερ κέντρῳ κέντρον συνάψας: καὶ γὰρ ἐνταῦθα συνελθόντα ἕν ἐστι, τότε δὲ δύο, ὅταν χωρίς. οὕτω καὶ ἡμεῖς νῦν λέγομεν ἕτερον. διὸ καὶ δύσφραστον τὸ θέαμα. πῶς γὰρ ἂν ἀπαγγείλειέ τις ὡς ἕτερον οὐκ ἰδὼν ἐκεῖνο, ὅτε ἐθεᾶτο ἕτερον, ἀλλὰ ἓν πρὸς ἑαυτόν;
§9.11 τοῦτο δὴ ἐθέλον δηλοῦν τὸ τῶν μυστηρίων τῶνδε ἐπίταγμα, τὸ μὴ ἐκφέρειν εἰς μὴ μεμυημένους, ὡς οὐκ ἔκφορον ἐκεῖνο ὂν ἀπεῖπε δηλοῦν πρὸς ἄλλον τὸ θεῖον, ὅτῳ μὴ καὶ αὐτῷ ἰδεῖν εὐτύχηται. ἐπεὶ τοίνυν δύο οὐκ ἦν, ἀλλ̓ ἓν ἦν αὐτὸς ἰδὼν πρὸς τὸ ἑωραμένον, ὡς ἂν μὴ ἑωραμένον, ἀλλ̓ ἡνωμένον, ὃς ἐγένετο ὅτε ἐκείνῳ ἐμίγνυτο εἰ μεμνῷτο, ἔχοι ἂν παῤ ἑαυτῷ ἐκείνου εἰκόνα. ἦν δὲ ἓν καὶ αὐτὸς διαφορὰν ἐν αὑτῷ οὐδεμίαν πρὸς ἑαυτὸν ἔχων οὔτε κατὰ ἄλλα: οὐ γάρ τι ἐκινεῖτο παῤ αὐτῷ, οὐ θυμός, οὐκ ἐπιθυμία ἄλλου παρῆν αὐτῷ ἀναβεβηκότι, ἀλλ̓ οὐδὲ λόγος οὐδέ τις νόησις οὐδ̓ ὅλως αὐτός, εἰ δεῖ καὶ τοῦτο λέγειν: ἀλλ̓ ὥσπερ ἁρπασθεὶς ἐνθουσιάσας ἡσυχῆ ἐν ἐρήμῳ καταστάσει γεγένηται ἀτρεμεῖ τῇ αὐτοῦ οὐσίᾳ οὐδαμοῦ ἀποκλίνων οὐδὲ περὶ αὑτὸν στρεφόμενος, ἑστὼς πάντη καὶ οἷον στάσις γενόμενος: οὐδὲ τῶν καλῶν, ἀλλὰ καὶ τὸ καλὸν ἤδη ὑπερθέων, ὑπερβὰς ἤδη καὶ τὸν τῶν ἀρετῶν χορόν, ὥσπερ τις εἰς τὸ εἴσω τοῦ ἀδύτου εἰσδὺς εἰς τοὐπίσω καταλιπὼν τὰ ἐν τῷ ναῷ ἀγάλματα, ἐξελθόντι τοῦ ἀδύτου πάλιν γίνεται πρῶτα μετὰ τὸ ἔνδον θέαμα καὶ τὴν ἐκεῖ συνουσίαν πρὸς οὐκ ἄγαλμα οὐδ̓ εἰκόνα, ἀλλ̓ αὐτό: δὴ γίνεται δεύτερα θεάματα. τὸ δὲ ἴσως ἦν οὐ θέαμα, ἀλλὰ ἄλλος τρόπος τοῦ ἰδεῖν, ἔκστασις καὶ ἅπλωσις καὶ ἐπίδοσις αὑτοῦ καὶ ἔφεσις πρὸς ἁφὴν καὶ στάσις καὶ περινόησις πρὸς ἐφαρμογήν, εἴπερ τις τὸ ἐν τῷ ἀδύτῳ θεάσεται. εἰ δ̓ ἄλλως βλέποι, οὐδὲν αὐτῷ πάρεστι. ταῦτα μὲν οὖν μιμήματα, καὶ τοῖς οὖν σοφοῖς τῶν προφητῶν αἰνίττεται, ὅπως θεὸς ἐκεῖνος ὁρᾶται: σοφὸς δὲ ἱερεὺς τὸ αἴνιγμα συνιεὶς ἀληθινὴν ἂν ποιοῖτο ἐκεῖ γενόμενος τοῦ ἀδύτου τὴν θέαν. καὶ μὴ γενόμενος δὲ τὸ ἄδυτον τοῦτο ἀόρατόν τι χρῆμα νομίσας καὶ πηγὴν καὶ ἀρχὴν εἰδήσει, ὡς ἀρχῇ ἀρχὴν ὁρᾷ, καὶ συγγίνεται καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, οὐδὲν παραλιπὼν τῶν θείων ὅσα δύναται ψυχὴ ἔχειν. καὶ πρὸ τῆς θέας τὸ λοιπὸν ἐκ τῆς θέας ἀπαιτεῖ: τὸ δὲ λοιπὸν τῷ ὑπερβάντι πάντα τὸ ἐστι πρὸ πάντων. οὐ γὰρ δὴ εἰς τὸ πάντη μὴ ὂν ἥξει ψυχῆς φύσις, ἀλλὰ κάτω μὲν βᾶσα εἰς κακὸν ἥξει, καὶ οὕτως εἰς μὴ ὄν, οὐκ εἰς τὸ παντελὲς μὴ ὄν: τὴν ἐναντίαν δὲ δραμοῦσα ἥξει οὐκ εἰς ἄλλο, ἀλλ̓ εἰς ἑαυτήν, καὶ οὕτως οὐκ ἐν ἄλλῳ οὖσα ἐν οὐδενί ἐστιν, ἀλλ̓ ἐν αὑτῇ: τὸ δ̓ ἐν αὑτῇ μόνῃ καὶ οὐκ ἐν τῷ ὄντι ἐν ἐκείνῳ: γίνεται γὰρ καὶ αὐτός τις οὐκ οὐσία, ἀλλ̓ ἐπέκεινα οὐσίας ταύτῃ, προσομιλεῖ. εἴ τις οὖν τοῦτο αὑτὸν γενόμενον ἴδοι, ἔχει ὁμοίωμα ἐκείνου αὑτόν, καὶ εἰ ἀφ̓ αὑτοῦ μεταβαίνοι ὡς εἰκὼν πρὸς ἀρχέτυπον, τέλος ἂν ἔχοι τῆς πορείας. ἐκπίπτων δὲ τῆς θέας πάλιν ἐγείρας ἀρετὴν τὴν ἐν αὑτῷ καἰ κατανοήσας ἑαυτὸν πάντη κεκοσμημένον πάλιν κουφισθήσεται δἰ ἀρετῆς ἐπὶ νοῦν ἰὼν καὶ διὰ σοφίας ἐπ̓ αὐτό. καὶ οὗτος θεῶν καὶ ἀνθρώπων θείων καὶ εὐδαιμόνων βίος, ἀπαλλαγὴ τῶν ἄλλων τῶν τῇδε, βίος ἀνήδονος τῶν τῇδε, φυγὴ μόνου πρὸς μόνον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up