§1–7
§1
Ἀφροδίτην ἐλεφαντίνην ἐν ἁπαλοῖς μυρρινῶσιν ᾅδουσιν ἁπαλαὶ κόραι. διδάσκαλος αὐτὰς ἄγει σοφὴ καὶ οὐδὲ ἔξωρος, ἐφιζάνει γάρ τις ὥρα καὶ ῥυτίδι πρώτῃ ʽπαρὰ τοὖ γήρως μὲν τὸ ὑπόσεμνον ἕλκουσα, τούτῳ δʼ αὖ κεραννῦσα τὸ σωζόμενον τῆς ἀκμῆς. καὶ τὸ μὲν σχῆμα τοῦ τῆς Ἀφροδίτης ἕδους γυμνὴ καὶ εὐσχήμων, ἡ δὲ ὕλη συνθήκη μεμυκότος ἐλέφαντος. ἀλλὰ οὐ βούλεται γεγράφθαι δοκεῖν ἡ θεός, ἔκκειται δὲ οἵα λαβέσθαι. βούλει λόγου τι ἐπιλείβωμεν τῷ βωμῷ; λιβανωτοῦ γὰρ ἱκανῶς ἔχει καὶ κασίας καὶ σμύρνης, δοκεῖ δέ μοι καὶ Σαπφοῦς τι ἀναπνεῖν. ἐπαινετέα τοίνυν ἡ σοφία τῆς γραφῆς· πρῶτα μὲν ὅτι τὰς ἀγαπωμένας λίθους περιβαλοῦσα οὐκ ἐκ τῶν χρωμάτων αὐτὰς ἐμιμήσατο, ἀλλʼ ἐκ τοῦ φωτός, οἷον ὀφθαλμῷ κέντρον τὴν διαύγειαν αὐταῖς ἐνθεῖσα, εἶτα ὅτι καὶ τοῦ ὕμνου παρέχει ἀκούειν· ᾅδουσι γὰρ αἱ παῖδες, ᾅδουσι, καὶ ἡ διδάσκαλος ὑποβλέπει τὴν ἀπᾴδουσαν κροτοῦσα τὰς χεῖρας καὶ ἐς τὸ μέλος ἱκανῶς ἐμβιβάζουσα. τὸ μὲν γὰρ τῆς στολῆς ἀπέριττον καὶ μὴ διʼ ὄχλου αὐταῖς, εἰ ἀθύροιεν, ἢ τὸ ἐν χρῷ τῆς ζώνης ἢ τὸ ἐς βραχίονα τοῦ χιτῶνος ἢ ὡς ἀνυποδησίᾳ χαίρουσιν ἐφεστῶσαι ἀπαλῇ πόᾳ καὶ ἀναψυχὴν ἕλκουσαι παρὰ τῆς δρόσου λειμών τε ὁ περὶ τὰς ἐσθῆτας καὶ τὰ ἐν αὐταῖς χρώματα καὶ ὡς ἄλλο ἄλλῳ ἐπιπρέπει, δαιμονίως ἐκμεμίμηται. τὰ γὰρ συμβαίνοντα οἱ μὴ γράφοντες οὐκ ἀληθεύουσιν ἐν ταῖς γραφαῖς. τὰ δὲ εἴδη τῶν παρθένων εἰ τῷ Πάριδι ἢ ἄλλῳ τῳ κριτῇ ἐπιτρέποιμεν, ἀπορῆσαι ἄν μοι δοκεῖ ψηφίσασθαι, τοσοῦτον ἁμιλλῶνται ῥοδοπήχεις καὶ ἑλικώπιδες καὶ καλλιπάρῃοι καὶ μελίφωνοι, Σαπφοῦς τοῦτο δὴ τὸ ἡδὺ πρόσφθεγμα. παραψάλλει δὲ αὐταῖς Ἔρως ἀνακλίνας τοῦ τόξου τὸν πῆχυν, καὶ ἡ νευρὰ παναρμόνιον ᾅδει καί φησι πάντα ἔχειν, ὅσα ἡ λύρα, ταχεῖς τε οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ῥυθμόν τινα, οἶμαι, διανοοῦντες. τί δῆτα ᾅδουσι; γέγραπται γάρ τι καὶ ᾠδῆς· τὴν Ἀφροδίτην ἐκδοῦναι τῆς θαλάττης λέγουσιν ἀπορροῇ τοῦ Οὐρανοῦ, καὶ ὅπου μὲν τῶν νήσων προσέσχεν, οὔπω λέγουσιν, ἐροῦσι δέ, οἶμαι, Πάφον, τὴν γένεσιν δὲ ἱκανῶς ᾅδουσιν· ἀναβλέπουσαι μὲν γὰρ ἐμφαίνουσιν, ὅτι ἀπʼ οὐρανοῦ, τὰς δὲ χεῖρας ὑπτίας ὑποκινοῦσαι δηλοῦσιν, ὅτι ἐκ θαλάττης, τὸ μειδίαμα δὲ αὐτῶν γαλήνης ἐστὶν αἴνιγμα.
§2
β. νεβροὶ καὶ λαγώς, ταῦτα θηράματα τοῦ νῦν Ἀχιλλέως, ὁ δέ γε ἐν Ἰλίῳ πόλεις αἱρήσει καὶ ἵππους καὶ ἀνδρῶν στίχας, καὶ οἱ ποταμοὶ αὐτῷ μαχοῦνται μὴ ἐῶντι αὐτοὺς ῥεῖν, κἀκείνων μὲν τῶν ἔργων μισθὸν ἀποίσεται Βρισηίδα καὶ τὰς ἐκ Λέσβου ἑπτὰ καὶ χρυσὸν καὶ τρίποδας καὶ τὸ τοὺς Ἀχαιοὺς ἐπʼ αὐτῷ εἶναι, τὰ δὲ παρὰ τῷ Χείρωνι ταῦτα μήλων δοκεῖ καὶ κηρίων ἄξια, καὶ ἀγαπᾷς, ὦ Ἀχιλλεῦ, μικρὰ δῶρα πόλεις ἀπαξιώσων τότε καὶ τὸ κῆδος τοῦ Ἀγαμέμνονος. ὁ μὲν οὖν ἐπὶ τῆς τάφρου καὶ ὁ κλίνας τοὺς Τρῶας ἐκ μόνου τοῦ βοῆσαι καὶ ὁ κτείνων ἐπιστροφάδην καὶ ἐρυθαίνων τὸ τοῦ Σκαμάνδρου ὕδωρ ἵπποι τε ἀθάνατοι καὶ ἕλξεις Ἕκτορος καὶ ὁ βρυχώμενος ἐπὶ τοῖς Πατροκλείοις στέρνοις Ὁμήρῳ γέγραπται, γράφει δὲ αὐτὸν καὶ ᾅδοντα καὶ εὐχόμενον καὶ ὁμωρόφιον τῷ Πριάμῳ, τουτονὶ δὲ οὔπω ξυνιέντα ἀρετῆς, ἀλλὰ παῖδα ἔτι γάλακτι ὑποθρέψας καὶ μυελῷ καὶ μέλιτι δέδωκεν ὁ Χείρων γράφειν ἁπαλὸν καὶ ἀγέρωχον καὶ ἤδη κοῦφον, εὐθεῖα μὲν γὰρ ἡ κνήμη τῷ παιδί, ἐς γόνυ δὲ αἱ χεῖρες, ἀγαθαὶ γὰρ δὴ αὗται πομποὶ τοῦ δρόμου, κόμη τε ἡδεῖα καὶ οὐδὲ ἀκίνητος, ἔοικε γὰρ προσαθύρων ὁ ζέφυρος μετατάττειν αὐτήν, ὡς μεταπιπτούσης τῇδε κἀκεῖσε ἄλλοτε ἄλλος ὁ παῖς εἴη, ἐπισκύνιόν τε καὶ θυμοειδὲς φρύαγμά ἐστι μὲν ἤδη τῷ παιδί, πραύνει δὲ αὐτὸ ἀκάκῳ ὄμματι καὶ παρειᾷ μάλα ἵλεῳ καὶ προσβαλλούσῃ τι ἁπαλοῦ γέλωτος. ἡ χλαμὺς δέ, ἣν ἀμπέχεται, παρὰ τῆς μητρός, οἶμαι· καλὴ γὰρ καὶ ἁλιπόρφυρος καὶ πυραυγὴς ἐξαλλάττουσα τοῦ κυανῆ εἶναι. κολακεύει δὲ αὐτὸν ὁ Χείρων, οἷον λέοντα πτῶκας ἁρπάζειν καὶ νεβροῖς συμπέτεσθαι· νεβρὸν γοῦν ἄρτι ᾑρηκὼς ἥκει παρὰ τὸν Χείρωνα καὶ ἀπαιτεῖ τὸ ἆθλον, ὁ δὲ χαίρει ἀπαιτούμενος καὶ τοὺς προσθίους ὀκλάσας ἐς ἴσον καθίσταται τῷ παιδί, μῆλα ἀπὸ τοῦ κόλπου ὀρέγων αὐτῷ καλὰ καὶ εὐώδη, καὶ γὰρ καὶ τοῦτο αὐτῶν ἔοικεν ἐγγεγράφθαι, καὶ κηρίον ὀρέγει τῇ χειρὶ σταγόνα λεῖβον διʼ εὐνομίαν τῶν μελιττῶν. ὅταν γὰρ πόαις ἀγαθαῖς ἐντυχοῦσαι κυίσκωσι, περιπληθῆ τὰ κηρία γίγνεται καὶ ἀποβλύζουσι τὸ μέλι οἱ οἶκοι αὐτῶν. ὁ δὲ Χείρων γέγραπται μὲν ὅσα κένταυρος· ἀλλὰ ἵππον ἀνθρώπῳ συμβαλεῖν θαῦμα οὐδέν, συναλεῖψαι μὴν καὶ ἑνῶσαι καί, νὴ Δία, λήγειν ἄμφω δοῦναι καὶ ἄρχεσθαι καὶ διαφεύγειν τοὺς ὀφθαλμούς, εἰ τὸ τέρμα τοῦ ἀνθρώπου ἐλέγχοιεν, ἀγαθοῦ, οἶμαι, ζωγράφου. καὶ τὸ ἥμερον δὲ φαίνεσθαι τὸ τοῦ Χείρωνος ὄμμα ἐργάζεται μὲν καὶ ἡ δικαιοσύνη καὶ τὸ ὑπʼ αὐτῆς πεπνύσθαι, πράττει δὲ καὶ ἡ πηκτίς, ὑφʼ ἧς ἐκμεμούσωται, νυνὶ δὲ καὶ ὑποκορισμοῦ τι αὐτῷ ἔπεστιν, εἰδώς που ὁ Χείρων, ὅτι τοὺς παῖδας τοῦτο μειλίσσεται καὶ τρέφει μᾶλλον ἢ τὸ γάλα. ταυτὶ μὲν περὶ θύρας τοῦ ἄντρου, ὁ δʼ ἐν τῷ πεδίῳ παῖς ὁ ἱππηδὸν ἐπὶ τοῦ κενταύρου ἀθύρων ὁ αὐτὸς ἔτι· διδάσκει ὁ Χείρων τὸν Ἀχιλλέα ἱππάζεσθαι καὶ κεχρῆσθαι αὐτῷ ὅσα ἵππῳ, καὶ συμμετρεῖται μὲν τὸν δρόμον ἐς τὸ ἀνεκτὸν τῷ παιδί, καγχάζοντι δὲ αὐτῷ ὑπὸ τοῦ ἥδεσθαι προσμειδιᾷ μεταστρεφόμενος καὶ μονονουχὶ λέγει ἰδού σοι κροαίνω ἄπληκτος, ἰδοὺ καὶ ἐπικελεύομαί σοι· ὁ ἵππος ὀξὺς ἄρα καὶ ἀφαιρεῖ γέλωτα. λαγαρῶς γάρ μοι ἱππασθείς, θεῖε παῖ, καὶ τοιῷδʼ ἵππῳ πρέπων ὀχήσῃ ποτὲ καὶ ἐπὶ Ξάνθου καὶ Βαλίου καὶ πολλὰς μὲν πόλεις αἱρήσεις, πολλοὺς δὲ ἄνδρας ἀποκτενεῖς ὅσα θεὸν καὶ σὲ ὑπεκφεύγοντας. ταῦτα ὁ Χείρων μαντεύεται τῷ παιδὶ καλὰ καὶ εὔφημα καὶ οὐχ οἷα ὁ Ξάνθος.
§3
γ. σὺ μὲν ᾤου τὴν τῶν κενταύρων ἀγέλην δρυῶν ἐκπεφυκέναι καὶ πετρῶν ἤ, νὴ Δία, ἵππων μόνον, αἷς τὸν τοῦ Ἰξίονος ἐπιθόρνυσθαί φασιν, ὑφʼ οὗ οἱ κένταυροι ἑνωθέντες ἦλθον ἐς κρᾶσιν· τοῖς δὲ ἄρα καὶ μητέρες ὁμόφυλοι ἦσαν καὶ γυναῖκες ἤδη καὶ πῶλοι ἐν εἴδει βρεφῶν καὶ οἶκος ἥδιστος. οὐ γὰρ οἶμαί σε ἄχθεσθαι τῷ Πηλίῳ καὶ τῇ ἐν αὐτῷ διαίτῃ καὶ τῷ τῆς μελίας φυτῷ ἀνεμοτρεφεῖ ὄντι καὶ παρεχομένῳ τὸ ἰθὺ ὁμοῦ καὶ τὸ μὴ κλᾶσθαι ἐν τῇ αἰχμῇ, καὶ τὰ ἄντρα κάλλιστα καὶ αἱ πηγαί, καὶ αἱ παρʼ αὐτοῖς κενταυρίδες, εἰ μὲν ἐπιλαθοίμεθα τῶν ἵππων, οἷον Ναίδες, εἰ δὲ μετὰ τῶν ἵππων αὐτὰς λογιζοίμεθα, οἷον Ἀμαζόνες, ἡ γὰρ τοῦ γυναικείου εἴδους ἁβρότης ῥώννυται συνορωμένου αὐτῷ τοῦ ἵππου. κένταυροι δὲ ταυτὶ τὰ βρέφη τὰ μὲν σπαργάνοις ἔγκειται, τὰ δὲ τῶν σπαργάνων ὑπεκδύεται, τὰ δὲ κλᾴειν ἔοικε, τὰ δὲ εὖ πράττει καὶ εὐροοῦντος τοῦ μαζοῦ μειδιᾷ, τὰ δὲ ἀτάλλει ὑπὸ ταῖς μητράσι, τὰ δὲ περιβάλλει αὐτὰς ὀκλαζούσας, ὁ δὲ ἐς τὴν μητέρα λίθον ἀφίησιν ὑβρίζων ἤδη. καὶ τὸ μὲν τῶν νηπίων εἶδος οὔπω σαφὲς ἐμπλημμυροῦντος αὐτοῖς τοῦ γάλακτος, τὰ δὲ ἤδη σκιρτῶντα ἐκφαίνει τι καὶ τραχύτητος, ὑπάρχει δὲ αὐτοῖς χαίτη μέλλουσα καὶ ὁπλαὶ ἁπαλαὶ ἔτι. ὡς καλαὶ αἱ κενταυρίδες καὶ ἐν ταῖς ἵπποις· αἱ μὲν γὰρ λευκαῖς ἵπποις ἐμπεφύκασιν, αἱ δὲ ξανθαῖς συνάπτονται, τὰς δὲ ποικίλλει μέν, ἀποστίλβει δὲ αὐτῶν οἷόν τι τῶν ἐν κομιδῇ ἵππων. ἐκπέφυκε καὶ μελαίνης ἵππου λευκὴ κενταυρὶς καὶ τὰ ἐναντιώτατα τῶν χρωμάτων ἐς τὴν τοῦ κάλλους συνθήκην ὁμολογεῖ.
§4
δ. τὸ μὲν θηρίον ἀρὰ Θησέως, ἐμπέπτωκε δὲ τοῖς Ἱππολύτου ἵπποις ἐν εἴδει ταύρου γλαυκοῦ κατὰ τοὺς δελφῖνας, ἥκει δὲ ἐκ θαλάττης κατὰ τοῦ μειρακίου οὐδεμιᾷ δίκῃ· μητρυιὰ γὰρ Φαίδρα ξυνθεῖσα λόγον ἐπʼ αὐτῷ οὐκ ὄντα, ὡς δὴ ἐρῷτο ὑπὸ τοῦ Ἱππολύτου — αὐτὴ δὲ ἄρα τοῦ μειρακίου ἤρα — ἀπατᾶται ὁ Θησεὺς τῷ λόγῳ καὶ καταρᾶται τοῦ παιδὸς τὰ ὁρώμενα· οἱ μὲν δὴ ἵπποι ὁρᾷς, ὡς ἀτιμάσαντες τὸν ζυγὸν ἐλευθέραν αἴρουσι τὴν χαίτην, οὐδὲ κροαίνουσιν, ὥσπερ οἱ λαμπροὶ καὶ ἔμφρονες, ἀλλʼ ἐξηρμένοι φόβῳ καὶ πτοίᾳ, ῥαίνοντες δὲ ἀφρῷ τὸ πεδίον ὁ μὲν ἐς τὸ θηρίον ἐπέστραπται φεύγων, ὁ δʼ ἀνεσκίρτησεν ἐς αὐτό, ὁ δὲ ὑποβλέπει, τῷ δὲ ἐς τὴν θάλατταν ἡ φορὰ καθάπερ ἑαυτοῦ τε καὶ τῆς γῆς ἐκλαθομένῳ, μυκτῆρσι δὲ ὀρθοῖς ὀξὺ χρεμετίζουσιν, εἰ μὴ παρακούεις τῆς γραφῆς. τροχοὶ δʼ ἅρματος ὁ μὲν ἐξήρμοσται τὰς κνήμας ὑπὸ τοῦ συγκλιθῆναι τὸ ἅρμα ἐς αὐτόν, ὁ δʼ ἐκλελοιπὼς τὸν ἄξονα φέρεται καθʼ ἑαυτὸν στροβούσης αὐτὸν ἔτι τῆς δίνης. διεπτόηνται καὶ οἱ τῶν ὀπαδῶν ἵπποι καὶ τοὺς μὲν ἀποσείονται, τοὺς δʼ ἄγχοντάς ποι ἤδη φέρουσι. σὺ δέ, μειράκιον, σωφροσύνης ἐρῶν ἄδικα μὲν ὑπὸ τῆς μητρυιᾶς ἔπαθες, ἀδικώτερα δὲ ὑπὸ τοῦ πατρός, ὥστε ὠδύρατο καὶ ἡ γραφὴ θρῆνόν τινα ποιητικὸν ἐπὶ σοὶ ξυνθεῖσα· σκοπιαὶ μὲν γὰρ αὗται, διʼ ὧν ἐθήρας ξὺν Ἀρτέμιδι, δρύπτονται τὰς παρειὰς ἐν εἴδει γυναικῶν, λειμῶνες δʼ ἐν ὥρᾳ μειρακίων, οὓς ἀκηράτους ὠνόμαζες, μαραίνουσιν ἐπὶ σοὶ τὰ ἄνθη, Νύμφαι τε αἱ σαὶ τροφοὶ τουτωνὶ τῶν πηγῶν ἀνασχοῦσαι σπαράττουσι τὰς κόμας ἀποβλύζουσαι τῶν μαζῶν ὕδωρ. ἤμυνε δέ σοι οὐδʼ ἡ ἀνδρεία οὐδέν, οὐδὲ ὁ βραχίων, ἀλλά σοι τὰ μὲν ἐσπάρακται τῶν μελῶν, τὰ δὲ συντέτριπται, πέφυρται δʼ ἡ κόμη, καὶ τὸ μὲν στέρνον ἔμπνουν ἔτι καθάπερ μὴ μεθιέμενον τῆς ψυχῆς, τὸ δὲ ὄμμα περιαθρεῖ τὰ τετρωμένα. φεῦ τῆς ὥρας, ὡς ἄτρωτός τις ἐλελήθει οὖσα. οὐδὲ γὰρ νῦν ἀπολείπει τὸ μειράκιον, ἀλλʼ ἐπιπρέπει τι καὶ τοῖς τραύμασιν.
§5
ε. καὶ τὸ αἷμα πρὸς τῷ χαλκῷ καὶ ταῖς φοινικίσι προσβάλλει τι ἄνθος τῷ στρατοπέδῳ, καὶ χαρίεν τῆς γραφῆς οἱ ἄλλος ἄλλως πεπτωκότες ἵπποι τε ἀτακτοῦντες μετʼ ἐκπλήξεως καὶ παρεφθορὸς ὕδωρ ποταμοῦ, ἐφʼ ᾧ ταῦτα, οἱ δὲ αἰχμάλωτοι καὶ τὸ ἐπʼ αὐτοῖς τρόπαιον Ῥοδογούνη καὶ Πέρσαι νικῶσιν Ἀρμενίους ἐν σπονδαῖς ἀτακτήσαντας, ὅτε δὴ λέγεται ἡ Ῥοδογούνη κρατῆσαι τῆς μάχης οὐδὲ ὅσον τὰ δεξιὰ τῆς χαίτης ἀναλαβεῖν ξυγχωρήσασα ἑαυτῇ βραδῦναι. ἢ οὐκ ἐπῆρται καὶ φρονεῖ ἐπὶ τῇ νίκῃ καὶ ξυνίησιν, ὡς ἔσοιτο ἀοίδιμος ἐπὶ τῷ ἔργῳ καὶ ἐν κιθάρᾳ καὶ ἐν αὐλῷ καὶ ἔνθα Ἕλληνες; προσγέγραπται δὲ αὐτῇ καὶ Νισαία ἵππος μέλαινα ἐπὶ λευκοῖς τοῖς σκέλεσι, καὶ τὰ στέρνα λευκὰ καὶ τὸ πνεῦμα ἀπὸ λευκοῦ τοῦ μυκτῆρος καὶ τὸ μέτωπον ἐν ἀρτίῳ τῷ κύκλῳ. λίθων μὲν οὖν καὶ ὅρμων καὶ παντὸς ἁπαλοῦ κόσμου παρακεχώρηκεν ἡ Ῥοδογούνη τῷ ἵππῳ, ὡς ἀγάλλοιτο καὶ ἁβρῶς τὸν χαλινὸν διαπτύοι, κοκκοβαφεῖ δὲ ἐσθῆτι καταλάμπει πάντα πλὴν τοῦ ἑαυτῆς εἴδους ἐν ἡδείᾳ μὲν τῇ ζώνῃ καὶ τὴν ἐσθῆτα μετρούσῃ ἐς γόνυ, ἡδείᾳ δὲ τῇ ἀναξυρίδι καὶ παρεχομένῃ γραφὰς ἀπὸ κερκίδος, τὸ δὲ ἀπὸ ὤμου ἐς ἀγκῶνα τὸν χιτῶνα διαλείπουσαι πόρπαι ξυνάπτουσιν ὑπανισχούσης ἐναλλὰξ τῆς ὠλένης, ἔνθα ὁ δεσμός. ὁ δὲ ὦμος ἔγκειται καὶ τὸ σχῆμα οὔπω Ἀμαζόνος. καὶ τῆς ἀσπίδος ἄγασθαι χρὴ τὸ μέτριον καὶ ἀποχρῶν τῷ στέρνῳ καὶ τὴν ἰσχὺν τῆς γραφῆς ἐνταῦθα ἐξετάσαι· ὑπερβάλλουσα γὰρ ἡ ἀριστερὰ τὸν πόρπακα ἔχεται τῆς αἰχμῆς ἀφιστᾶσα τοῦ στέρνου τὴν ἀσπίδα, ὀρθῆς δὲ ἐκκειμένης τῆς ἴτυος ὁρᾶται μὲν καὶ τὰ ἔξω τῆς ἀσπίδος· ἢ οὐ χρυσᾶ ταῦτα καὶ οἷον ζῷα; τὰ δὲ ἔσω, καὶ ἔνθα ἡ χείρ, ἁλουργά, προσανθεῖ δὲ αὐτοῖς ὁ πῆχυς. αἰσθάνεσθαί μοι δοκεῖς, ὦ παῖ, τοῦ ἐν αὐτῇ κάλλους καὶ βούλεσθαί τι καὶ περὶ τούτου ἀκούειν. ἄκουε δή· σπένδει μὲν ἐπὶ τῇ τῶν Ἀρμενίων τροπῇ, καὶ ἡ ἔννοια εὐχομένης. εὔχεται δὲ αἱρεῖν τοὺς ἄνδρας, οὓς νῦν ᾕρηκεν, οὐ γάρ μοι δοκεῖ ἐρᾶν τοῦ ἐρᾶσθαι. καὶ τὸ μὲν ἀνειλημμένον τῶν τριχῶν αἰδοῖ κεκόσμηται τὸ ἀγέρωχον κολαζούσῃ, τὸ δὲ ἄνετον βακχεύει αὐτὴν καὶ ῥώννυσι, καὶ ξανθὸν μὲν καὶ χρυσοῦ πέρα τὸ ἀτακτοῦν τῆς κόμης, τὸ δὲ ἐπὶ θάτερα κείμενον ἔχει τι καὶ ἐς αὐγὴν παραλλάττον ὑπὸ τοῦ τετάχθαι. τῶν δὲ ὀφρύων χαρίεν μὲν τὸ ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι καὶ ὁμόθεν ἐκπεφυκέναι τῆς ῥινός, χαριέστερον δὲ τὸ περιῆχθαι, δεῖ γὰρ αὐτὰς μὴ προβεβλῆσθαι τῶν ὀφθαλμῶν μόνον, ἀλλὰ καὶ περιβεβλῆσθαι αὐτοῖς. ἡ παρειὰ δὲ ὑποδέχεται μὲν τὸν ἀπὸ τῶν ὀμμάτων ἵμερον, εὐφραίνει δὲ τῷ ἱλαρῷ, τὸ γὰρ φιλομειδὲς ἐν παρειᾷ μάλιστα, καὶ οἱ ὀφθαλμοὶ κέκρανται μὲν ἀπὸ τοῦ χαροποῦ ἐς τὸ μέλαν, παρέχονται δὲ τὸ μὲν ἱλαρὸν ἀπὸ τοῦ καιροῦ, τὸ δὲ ὡραῖον ἀπὸ τῆς φύσεως, τὸ δὲ γαῦρον ἀπὸ τοῦ ἄρχειν. στόμα δὲ ἁπαλὸν καὶ ἀνάμεστον ὀπώρας ἐρωτικῆς, φιλῆσαι μὲν ἥδιστον, ἀπαγγεῖλαι δὲ οὐ ῥᾴδιον· ἃ δὲ ἀπόχρη σοι μαθεῖν, ὅρα, παιδίον· χείλη ἀνθηρὰ καὶ ἴσα, στόμα σύμμετρον καὶ παραφθεγγόμενον τὴν εὐχὴν τῷ τροπαίῳ, κἂν παρακοῦσαι βουληθῶμεν, τάχα ἑλληνιεῖ.
§6
ς. ἐς αὐτὰ ἥκεις Ὀλύμπια καὶ τῶν ἐν Ὀλυμπίᾳ τὸ κάλλιστον, τουτὶ γὰρ δὴ ἀνδρῶν τὸ παγκράτιον, στεφανοῦται δὲ αὐτὸ Ἀρριχίων ἐπαποθανὼν τῇ νίκῃ καὶ στεφανοῖ αὐτὸν οὑτοσὶ Ἑλλανοδίκης — ἀτρεκὴς δὲ προσειρήσθω διά τε τὸ ἐπιμελεῖσθαι ἀληθείας διά τε τό, ὡς ἐκεῖνοι, γεγράφθαι — στάδιόν τε ἡ γῆ δίδωσιν ἐν ἁπαλῇ αὐλῶνι καὶ ἐσεχούσῃ τοσοῦτον, καὶ τὸ τοῦ Ἀλφειοῦ νᾶμα ἐξέρχεται κοῦφον — ταῦτά τοι καὶ μόνος ποταμῶν ἐπὶ τῆς θαλάττης ὀχεῖται — κότινοί τε αὐτῷ παρατεθήλασιν ἐν γλαυκῷ εἴδει καλοὶ καὶ κατὰ τὴν τῶν σελίνων οὐλότητα. ταυτὶ μὲν οὖν μετὰ τὸ στάδιον ἐπισκεψόμεθα καὶ πολλὰ ἕτερα, τὸ δὲ ἔργον τοῦ Ἀρριχίωνος, πρὶν ἢ παύσασθαι αὐτό, σκοπῶμεν, ἔοικε γὰρ μὴ τοῦ ἀντιπάλου μόνον, ἀλλὰ καὶ τοῦ Ἑλληνικοῦ κεκρατηκέναι· βοῶσι γοῦν ἀναπηδήσαντες τῶν θάκων καὶ οἱ μὲν τὼ χεῖρε ἀνασείουσιν, οἱ δὲ τὴν ἐσθῆτα, οἱ δὲ αἴρονται ἀπὸ τῆς γῆς, οἱ δὲ τοῖς πλησίον ἱλαρὸν προσπαλαίουσι, τὰ γὰρ οὕτως ἐκπληκτικὰ οὐ συγχωρεῖ τοῖς θεαταῖς ἐν τῷ καθεκτῷ εἶναι. ἢ τίς οὕτως ἀναίσθητος, ὡς μὴ ἀνακραγεῖν ἐπὶ τῷ ἀθλητῇ; μεγάλου γὰρ δὴ αὐτῷ ὑπάρχοντος τοῦ δὶς ἤδη νικῆσαι τὰ Ὀλύμπια μεῖζον τοῦτο νυνί, ὅτε καὶ τῆς ψυχῆς αὐτὰ κτησάμενος ἐς τὸν τῶν ὀλβίων πέμπεται χῶρον αὐτῇ κόνει. μὴ δὲ συντυχία νοείσθω τοῦτο, σοφώτατα γὰρ προυνοήθη καὶ τὸ πάλαισμα τῆς νίκης· οἱ παγκρατιάζοντες, ὦ παῖ, κεκινδυνευμένῃ προσχρῶνται τῇ πάλῃ, δεῖ γὰρ αὐτοῖς ὑπτιασμῶν τε, οἳ μή εἰσιν ἀσφαλεῖς τῷ παλαίοντι, καὶ συμπλοκῶν, ἐν αἷς περιγίγνεσθαι χρὴ οἷον πίπτοντα, δεῖ δὲ αὐτοῖς καὶ τέχνης ἐς τὸ ἄλλοτε ἄλλως ἄγχειν, οἱ δὲ αὐτοὶ καὶ σφυρῷ προσπαλαίουσι καὶ τὴν χεῖρα στρεβλοῦσι, προσόντος τοῦ παίειν καὶ ἐνάλλεσθαι· ταυτὶ γὰρ τοῦ παγκρατιάζειν ἔργα πλὴν τοῦ δάκνειν καὶ ὀρύττειν. Λακεδαιμόνιοι μὲν οὖν καὶ ταῦτα νομίζουσιν ἀπογυμνάζοντες, οἶμαι, ἑαυτοὺς ἐς τὰς μάχας, Ἠλεῖοι δὲ καὶ οἱ ἀγῶνες ταυτὶ μὲν ἀφαιροῦσι, τὸ δὲ ἄγχειν ἐπαινοῦσιν. ὅθεν τὸν Ἀρριχίωνα μέσον ἤδη ᾑρηκὼς ὁ ἀντίπαλος ἀποκτεῖναι ἔγνω καὶ τὸν μὲν πῆχυν τῇ δειρῇ ἐνέβαλεν ἀποφράττων αὐτῷ τὸ ἆσθμα, τὰ σκέλη δὲ τοῖς βουβῶσιν ἐναρμόσας καὶ περιδιείρας ἐς ἑκατέραν ἀγκύλην ἄκρω τὼ πόδε τῷ μὲν πνίγματι ἔφθη αὐτὸν ὑπνηλοῦ τοῦ ἐντεῦθεν θανάτου τοῖς αἰσθητηρίοις ἐντρέχοντος, τῇ δὲ ἐπιτάσει τῶν σκελῶν ἀνειμένῃ χρησάμενος οὐκ ἔφθη τὸν λογισμὸν τοῦ Ἀρριχίωνος· ἐκλακτίσας γὰρ τὸν ταρσὸν τοῦ ποδὸς Ἀρριχίων, ὑφʼ οὗ ἐκινδύνευεν αὐτῷ τὰ δεξιὰ κρεμαννυμένης ἤδη τῆς ἀγκύλης ἐκεῖνον μὲν συνέχει τῷ βουβῶνι ὡς οὐκέτʼ ἀντίπαλον, τοῖς δέ γε ἀριστεροῖς ἐνιζήσας καὶ τὸ περὶ τὸ ἄκρον τοῦ ποδὸς ἐναποκλείσας τῇ ἀγκύλῃ οὐκ ἐᾷ μένειν τῷ σφυρῷ τὸν ἀστράγαλον ὑπὸ τῆς ἐς τὸ ἔξω βιαίου ἀποστροφῆς, ἡ γὰρ ψυχὴ ἀπιοῦσα τοῦ σώματος ἀδρανὲς μὲν αὐτὸ ἐργάζεται, δίδωσι δὲ αὐτῷ ἰσχύειν ἐς ὃ ἀπερείδεται. γέγραπται δὲ ὁ μὲν ἀποπνίξας νεκρῷ εἰκάσαι καὶ τὸ ἀπαγορεῦον ἐπισημαίνων τῇ χειρί, ὁ δὲ Ἀρριχίων ὅσα οἱ νικῶντες γέγραπται, καὶ γὰρ τὸ αἷμα ἐν τῷ ἄνθει καὶ ὁ ἱδρὼς ἀκραιφνὴς ἔτι, καὶ μειδιᾷ, καθάπερ οἱ ζῶντες, ἐπειδὰν νίκης αἰσθάνωνται.
§7
ς. τὸν Ἀχιλλέα ἐρᾶν τοῦ Ἀντιλόχου πεφώρακας, οἶμαι, παρʼ Ὁμήρῳ, νεώτατον τοῦ Ἑλληνικοῦ ὁρῶν τὸν Ἀντίλοχον, καὶ τὸ ἡμιτάλαντον τοῦ χρυσοῦ ἐννοῶν τὸ ἐπὶ τῷ ἀγῶνι, καὶ ἀπαγγέλλει τῷ Ἀχιλλεῖ κεῖσθαι τὸν Πάτροκλον σοφισαμένου τοῦ Μενέλεω παραμυθίαν ὁμοῦ τῇ ἀγγελίᾳ, μεταβλέψαντος τοῦ Ἀχιλλέως ἐς τὰ παιδικά, καὶ θρηνεῖ ἐρωμένου ἐπὶ τῷ πένθει καὶ συνέχει τὼ χεῖρε, μὴ ἀποκτείνῃ ἑαυτόν, ὁ δʼ, οἶμαι, καὶ ἁπτομένῳ χαίρει καὶ δακρύοντι. ταῦτα μὲν οὖν Ὁμήρου γραφαί, τὸ δὲ τοῦ ζωγράφου δρᾶμα· ὁ Μέμνων ἐξ Αἰθιοπίας ἀφικόμενος κτείνει τὸν Ἀντίλοχον προβεβλημένον τοῦ πατρὸς καὶ τοὺς Ἀχαιοὺς οἷον δεῖμα ἐκπλήττει, πρὸ γὰρ τοῦ Μέμνονος μῦθος οἱ μέλανες. κρατοῦντες δὲ οἱ Ἀχαιοὶ τοῦ σώματος ὀδύρονται τὸν Ἀντίλοχον οἱ Ἀτρεῖδαι καὶ ὁ ἐκ τῆς Ἰθάκης καὶ ὁ τοῦ Τυδέως καὶ οἱ ὁμώνυμοι, ἐπίδηλος δὲ ὁ μὲν Ἰθακήσιος ἀπὸ τοῦ στρυφνοῦ καὶ ἐγρηγορότος, ὁ δὲ Μενέλεως ἀπὸ τοῦ ἡμέρου, ὁ δὲ Ἀγαμέμνων ἀπὸ τοῦ ἐνθέου, τὸν δὲ τοῦ Τυδέως ἡ ἐλευθερία γράφει, γνωρίζοις δʼ ἂν καὶ τὸν Τελαμώνιον ἀπὸ τοῦ βλοσυροῦ καὶ τὸν Λοκρὸν ἀπὸ τοῦ ἑτοίμου. καὶ ἡ στρατιὰ πενθεῖ τὸ μειράκιον περιεστῶτες αὐτὸ θρήνῳ ἅμα, πήξαντες δὲ τὰς αἰχμὰς ἐς τοὔδαφος ἐναλλάττουσι τὼ πόδε καὶ στηρίζονται ἐπὶ τῶν αἰχμῶν ἐπερείσαντες οἱ πλεῖστοι δυσφορούσας τὰς κεφαλὰς τῷ ἄχει. τὸν Ἀχιλλέα μὴ ἀπὸ τῆς κόμης, οἴχεται γὰρ τοῦτο αὐτῷ μετὰ τὸν Πάτροκλον, ἀλλὰ τὸ εἶδος αὐτὸν ἐνδεικνύτω καὶ τὸ μέγεθος καὶ αὐτὸ τὸ μὴ κομᾷν. θρηνεῖ δὲ προσκείμενος τοῖς στέρνοις τοῦ Ἀντιλόχου, καὶ πυράν, οἶμαι, ἐπαγγέλλεται καὶ τὰ ἐς αὐτὴν καὶ τὰ ὅπλα ἴσως καὶ τὴν κεφαλὴν τοῦ Μέμνονος, ἀποτῖσαι γὰρ καὶ τὸν Μέμνονα ὅσα τὸν Ἕκτορα, ὡς μηδὲ ταῦτα ὁ Ἀντίλοχος ἔλαττον τοῦ Πατρόκλου ἔχοι. ὁ δʼ ἐν τῷ τῶν Αἰθιόπων στρατῷ δεινὸς ἕστηκεν ἔχων αἰχμὴν καὶ λεοντῆν ἐνημμένος καὶ σεσηρὼς ἐς τὸν Ἀχιλλέα. σκεψώμεθα δʼ αὖ καὶ τὸν Ἀντίλοχον· ἡβάσκει μὲν ὑπήνης πρόσω, κομᾷ δὲ ἐν ἡλιώσῃ κόμῃ. κοῦφος ἡ κνήμη καὶ τὸ σῶμα σύμμετρον ἐς ῥᾳστώνην τοῦ δρόμου καὶ τὸ αἷμα οἷον ἐπʼ ἐλέφαντι χρῶμα ἤνθηκεν ἐσπεσούσης αὐτῷ κατὰ τοῦ στέρνου τῆς αἰχμῆς. κεῖται δὲ οὐ κατηφὲς τὸ μειράκιον, οὐδὲ νεκρῷ εἰκάσαι, φαιδρὸν δὲ καὶ μειδιῶν, τὴν γάρ, οἶμαι, χαρὰν τὴν ἐπὶ τῷ τὸν πατέρα σῶσαι φέρων ἐν τῷ εἴδει ὁ Ἀντίλοχος ἀπώλετο ὑπὸ τῆς αἰχμῆς, καὶ τὸ πρόσωπον ἡ ψυχὴ κατέλιπεν οὐχ ὡς ἤλγησεν, ἀλλʼ ὡς ἐπεκράτησε τὸ εὐφραῖνον.
§8–15
§8
η. τὸ μὲν τοῦ Ἐνιπέως καὶ ὡς ἤρα ἡ Τυρὼ τοῦ ὕδατος, Ὁμήρῳ λέλεκται, λέγει δὲ καὶ ἀπάτην τὴν ἐκ Ποσειδῶνος καὶ τὸ ἄνθος τοῦ κύματος, ὑφʼ ᾧ ἡ εὐνή, οὑτοσὶ δὲ ὁ λόγος ἕτερος, οὐκ ἐκ Θετταλίας, ἀλλʼ Ἰωνικός· ἐρᾷ ἡ Κρηθηῒς ἐν Ἰωνίᾳ τοῦ Μέλητος, ὁ δʼ ἐφήβῳ ἔοικε καὶ ὁρᾶται τῷ θεατῇ ὅλος, ἐκεῖ ἐκβάλλων ὅθεν ἄρχεται. πίνει δὲ οὐ διψῶσα καὶ λαμβάνεται τοῦ ὕδατος καὶ κελαρύζοντι προσδιαλέγεται καθάπερ λαλοῦντι, δάκρυα δὲ λείβει ἐρωτικὰ τῷ ὕδατι, καὶ ὁ ποταμός, ἀντερᾷ γάρ, χαίρει αὐτῶν τῇ κράσει. χαρίεν μὲν οὖν τῆς γραφῆς αὐτὸς ὁ Μέλης ἐν κρόκῳ καὶ λωτῷ κείμενος καὶ ὑακίνθῳ χαίρων διʼ ἡλικίαν τοῦ ἄνθους καὶ παρεχόμενος εἶδος ἁβρὸν καὶ μειρακιῶδες καὶ οὐδὲ ἄσοφον — εἴποις ἂν τοὺς ὀφθαλμοὺς τοῦ Μέλητος ἀνασκοπεῖν τι τῶν ποιητικῶν — χαρίεν δὲ αὐτοῦ καὶ ὅτι μὴ λάβρους τὰς πηγὰς ἐκδίδωσι, καθάπερ τοὺς ἀμαθεῖς τῶν ποταμῶν γράφεσθαι νόμος, ἀλλὰ τὴν γῆν ἄκροις τοῖς δακτύλοις διαμώμενος ὑπέχει τὴν χεῖρα τῷ ὕδατι ἀψοφητὶ βλύζοντι, καὶ ὁρᾶται ἡμῖν, ὡς τῇ γε Κρηθηίδι, ὕδωρ οὗτος, καὶ παρακάθηται ὀνείρατι, ὥς φασιν. ἀλλʼ οὐκ ὄναρ ταῦτα, ὦ Κρηθηίς, οὐδὲ ἐς ὕδωρ τὸν ἔρωτα τοῦτον γράφεις, ἐρᾷ γάρ σου ὁ ποταμός, εὖ οἶδα, καὶ σοφίζεταί τινα ὑμῖν θάλαμον, κῦμα αἴρων, ὑφʼ ᾧ ἡ εὐνὴ ἔσται. εἰ δὲ ἀπιστεῖς, λέξω σοι καὶ τὴν τοῦ θαλάμου τέχνην· λεπτὴ αὔρα κῦμα ὑποδραμοῦσα ἐργάζεται αὐτὸ κυρτὸν καὶ περιεχὲς καὶ ἀνθηρὸν ἔτι, ἡ γὰρ ἀνταύγεια τοῦ ἡλίου χρῶμα προσβάλλει μετεώρῳ τῷ ὕδατι. τί οὖν, ὦ παῖ, λαμβάνῃ μου; τί δʼ οὐκ ἐᾷς καὶ τὰ λοιπὰ διεξιέναι τῆς γραφῆς; εἰ βούλει, καὶ τὴν Κρηθηίδα διαγράψωμεν, ἐπειδὴ χαίρειν φῄς, ὅταν ἐναλύῃ αὐτοῖς ὁ λόγος. λεγέσθω τοίνυν· ἁβρὸν μὲν αὐτῇ τὸ εἶδος καὶ μάλα Ἰωνικόν, αἰδὼς δὲ τῷ εἴδει ἐπιπρέπει καὶ ἀπόχρη τοῦτο τῇ παρειᾷ τὸ ἄνθος, ἡ χαίτη δὲ ἀνείληπται μὲν ὑπὸ τὸ οὖς, ἐπικοσμεῖται δὲ καὶ κρηδέμνῳ ἁλουργεῖ. δῶρον Νηρηίδος ἢ Ναίδος οἶμαι εἶναι τὸ κρήδεμνον, εἰκὸς γὰρ συγχορεύειν τὰς θεὰς ἐπὶ τῷ Μέλητι παρεχομένῳ τὰς πηγὰς οὐ πόρρω τῶν ἐκβολῶν. βλέπει δὲ οὕτω τι ἡδὺ καὶ ἀφελές, ὡς μηδὲ ὑπὸ τῶν δακρύων ἐξαλλάττειν τὸ ἵλεων, καὶ ἡ δέρη ἔτι ἡδίων ὑπὸ τοῦ μὴ κεκοσμῆσθαι· ὅρμοι γὰρ καὶ αὐγαὶ λίθων καὶ περιδέραια ταῖς μὲν ἐν μετρίῳ τῷ κάλλει γυναιξὶν οὐκ ἀηδῶς προσανθοῦσι, καί, νὴ Δίʼ, ὥρας τι ἐς αὐτὰς φέρουσιν, αἰσχραῖς δὲ καὶ ἄγαν ὡραίαις ἀντιπράττουσι, τὰς μὲν γὰρ ἐλέγχουσι, τῶν δὲ ἀπάγουσι. τὼ χεῖρε ἀνασκοπῶμεν· ἁπαλοὶ οἱ δάκτυλοι καὶ εὐμήκεις καὶ λευκοὶ κατὰ τὴν ὠλένην, ὁρᾷς δὲ καὶ τὴν ὠλένην, ὡς διὰ λευκῆς τῆς ἐσθῆτος λευκοτέρα ὑποφαίνεται, καὶ οἱ μαζοὶ ὀρθοὶ ὑπαυγάζουσι. τί οὖν αἱ Μοῦσαι δεῦρο; τί δὲ ἐπὶ ταῖς πηγαῖς τοῦ Μέλητος; Ἀθηναῖοι τὴν Ἰωνίαν ὅτε ἀπῴκιζον, Μοῦσαι ἡγοῦντο τοῦ ναυτικοῦ ἐν εἴδει μελιττῶν, ἔχαιρον γὰρ τῇ Ἰωνίᾳ διὰ τὸν Μέλητα ὡς Κηφισοῦ καὶ Ὀλμειοῦ ποτιμώτερον. ἐντεύξῃ μὲν οὖν αὐταῖς καὶ χορευούσαις ποτὲ ἐνταῦθα, νυνὶ δὲ γένεσιν τῷ Ὁμήρῳ αἱ Μοῦσαι κλώθουσι Μοίραις δοκοῦν, καὶ δώσει διὰ τοῦ παιδὸς ὁ Μέλης Πηνειῷ μὲν ἀργυροδίνῃ εἶναι, Τιταρησίῳ δὲ κούφῳ καὶ εὐφόρῳ, Ἐνιπεῖ δὲ θείῳ καὶ Ἀξίῳ παγκάλῳ, δώσει δὲ καὶ Ξάνθῳ τὸ ἐκ Διὸς καὶ Ὠκεανῷ τὸ ἐξ αὐτοῦ πάντας.
§9
θ. Πάνθεια ἡ καλὴ Ξενοφῶντι μὲν ἀπὸ τοῦ ἤθους γέγραπται, ὅτι τε Ἀράσπαν ἀπηξίου καὶ Κύρου οὐχ ἡττᾶτο καὶ Ἀβραδάτῃ ἐβούλετο κοινὴν γῆν ἐπισπάσασθαι, ὁποία δὲ ἡ κόμη καὶ ἡ ὀφρὺς ὅση καὶ οἷον ἔβλεπε καὶ ὡς εἶχε τοῦ στόματος, οὔπω ὁ Ξενοφῶν εἴρηκε καίτοι δεινὸς ὢν περιλαλῆσαι ταῦτα, ἀλλʼ ἀνὴρ ξυγγράφειν μὲν οὐχ ἱκανός, γράφειν δὲ ἱκανώτατος, αὐτῇ μὲν Πανθείᾳ οὐκ ἐντυχών, Ξενοφῶντι δὲ ὁμιλήσας γράφει τὴν Πάνθειαν, ὁποίαν τῇ ψυχῇ ἐτεκμήρατο. τὰ τείχη, ὦ παῖ, καὶ τὰς ἐμπιπραμένας οἰκίας καὶ αἱ Λυδαὶ αἱ καλαί, Πέρσαις ταῦτα ἀφῶμεν ἄγειν τε καὶ αἱρεῖν, ὅ τι αὐτῶν ἁλωτόν. καὶ ὁ Κροῖσος, ἐφʼ ὃν ἡ πυρά, οὐχὶ αὐτῷ Ξενοφῶντι· οὔκουν οἶδεν αὐτὸν ἢ ξυγχωρεῖ τῷ Κύρῳ. τὸν δὲ Ἀβραδάτην καὶ τὴν ἀποθανοῦσαν ἐπʼ αὐτῷ Πάνθειαν, ἐπειδὴ ταῦτα ἡ γραφὴ βούλεται, διασκεψώμεθα, οἷον τὸ δρᾶμα· ἤρων οὗτοι ἀλλήλων καὶ τὸν κόσμον ἡ γυνὴ τὸν ἑαυτῆς ὅπλα αὐτῷ ἐποιεῖτο, ἐμάχετο δὲ ἄρα ὑπὲρ Κύρου πρὸς Κροῖσον ἐπὶ τετραρρύμου ἅρματος καὶ ἵππων ὀκτὼ νέος ἔτι ἐν ἁπαλῇ τῇ ὑπήνῃ, ὁπότε καὶ οἱ ποιηταὶ τὰ δένδρα τὰ νέα ἐλεεινὰ ἡγοῦνται τῆς γῆς ἐκπεσόντα. τὰ μὲν δὴ τραύματα, ὦ παῖ, οἷα ἐκ μαχαιροφόρων, τὸ γὰρ κατακόπτειν πρὸς τρόπου τῇ τοιαύτῃ μάχῃ, τοῦ δὲ αἵματος ἀκραιφνοῦς ὄντος τὸ μὲν τὰ ὅπλα χραίνει, τὸ δʼ αὐτόν, ἔστι δʼ ὃ καὶ διέρρανται κατὰ τοῦ λόφου, ὁ δὲ ἄρα χρυσοῦ τοῦ κράνους ἀνέστηκεν ὑακίνθινος αὐτῷ τῷ χρυσῷ ἐπαστράπτων. καλὰ μὲν οὖν ἐντάφια καὶ ταυτὶ τὰ ὅπλα τῷ γε μὴ καταισχύναντι αὐτά, μηδὲ ἀποβαλόντι ἐν τῇ μάχῃ, πολλὰ δὲ Ἀσσύριά τε καὶ Λύδια Κῦρος ἀνδρὶ ἀγαθῷ δῶρα ἀπάγει τά τε ἄλλα καὶ ψάμμον χρυσῆν ἐπὶ ἁρμαμάξης ἐκ θησαυρῶν Κροίσου τῶν ἀργῶν, Πάνθεια δὲ οὔπω τὰ πρόσφορα ἔχειν ἡγεῖται τὸν τάφον, εἰ μὴ ἐντάφιον τῷ Ἀβραδάτῃ αὐτὴ γένοιτο. τὸν μὲν δὴ ἀκινάκην διελήλακεν ἤδη τοῦ στέρνου, ἀλλʼ οὕτω τι δὴ ἐρρωμένως, ὡς μηδὲ οἰμωγὴν ἐπʼ αὐτῷ ῥῆξαι. κεῖται γοῦν, τὸ στόμα ξυμμετρίαν τὴν ἑαυτοῦ φυλάττον, καί, νὴ Δίʼ, ὥραν, ἧς τὸ ἄνθος οὕτω τι ἐπὶ χείλεσιν, ὡς καὶ σιωπώσης ἐκφαίνεσθαι. ἀνήρτηται δὲ οὔπω τὸν ἀκινάκην, ἀλλʼ ἐνερείδει ἔτι συνέχουσα τῆς κώπης αὐτόν — ἡ δὲ κώπη ῥοπάλῳ χρυσῷ εἴκασται σμαραγδίνῳ τοὺς ὄζους. ἀλλʼ ἡδίους οἱ δάκτυλοι — μεταβέβληκέ τε οὐδὲν τοῦ εἴδους ὑπὸ τοῦ ἀλγεῖν, ἥ γε μηδὲ ἀλγεῖν ἔοικεν, ἀλλʼ ἀπιέναι χαίρουσα, ὅτι αὑτὴν πέμπει, ἄπεισι δὲ οὐχ ὥσπερ ἡ τοῦ Πρωτεσίλεω καταστεφθεῖσα οἷς ἐβάκχευσεν, οὐδʼ ὥσπερ ἡ τοῦ Καπανέως οἷον θυσίας ἀρθεῖσα, ἀλλʼ ἀσκεύαστον τὸ κάλλος καὶ οἷον ἐπὶ τοῦ Ἀβραδάτου ἦν, φυλάττει αὐτὸ καὶ ἀπάγει χαίτην μὲν οὔπω μέλαινάν τε καὶ ἀμφιλαφῆ περιχέουσα τοῖς ὤμοις καὶ τῷ αὐχένι, δέρην δὲ λευκὴν ὑπεκφαίνουσα, ἣν ἐδρύψατο μέν, οὐ μὴν ὡς αἰσχῦναι, τὰ γὰρ σημεῖα τῶν ὀνύχων ἡδίω γραφῆς. τὸ δὲ ἐν τῇ παρειᾷ ἔρευθος οὐδὲ ἀποθνήσκουσαν διαφεύγει, χορηγοὶ δὲ αὐτοῦ ἥ τε ὥρα καὶ ἡ αἱδώς. ἰδοὺ καὶ μυκτῆρες ἀνεσταλμένοι τὸ μέτριον καὶ βάσιν τῇ ῥινὶ πράττοντες, ἧς ὥσπερ πτόρθοι μηνοειδεῖς ἐκπεφύκασιν αἱ ὀφρύες ὑπὸ λευκῷ τῷ μετώπῳ μέλαιναι. τοὺς δὲ ὀφθαλμούς, ὦ παῖ, μὴ ἀπὸ τοῦ μεγέθους, μηδʼ εἰ μέλανες, ἀλλὰ τόν τε νοῦν θεωρῶμεν, ὅσος ἐν αὐτοῖς ἐστι καί, νὴ Δίʼ, ὁπόσα τῶν τῆς ψυχῆς ἀγαθῶν ἔσπασαν ἐλεεινῶς μὲν διακείμενοι, τοῦ δὲ φαιδρῶς ἔχειν οὐκ ἀπηλλαγμένοι, καὶ θαρσαλέοι μέν, λογισμοῦ δὲ ἔσω μᾶλλον ἢ τόλμης, καὶ τοῦ μὲν θανάτου ξυνιέντες, οὔπω δὲ ἀπιόντες. ὀπαδὸς δὲ ἔρωτος ἵμερος οὕτω τι ἐπικέχυται τοῖς ὀφθαλμοῖς, ὡς ἐπιδηλότατα δὴ ἀπʼ αὐτῶν ἀποστάζειν. γέγραπται καὶ ὁ Ἔρως ἐν ἱστορίᾳ τοῦ ἔργου, γέγραπται δὲ καὶ ἡ Λυδία τὸ αἷμα ὑποδεχομένη καὶ χρυσῷ γε, ὡς ὁρᾷς, τῷ κόλπῳ.
§10
ι. οἱ κείμενοι κατʼ ἄλλος ἄλλο τοῦ ἀνδρῶνος καὶ τὸ ἀναμὶξ τῷ οἴνῳ αἷμα καὶ οἱ ἐκπνέοντες ἐπὶ τῶν τραπεζῶν κρατήρ τε οὑτοσὶ λελακτισμένος ὑπὸ ἀνδρός, ὃς πρὸς αὐτῷ σπαίρει, κόρη τε χρησμῳδὸς τὴν στολὴν ἐς πέλεκυν ἐμπεσούμενον ἑαυτῇ βλέπουσα τὸν Ἀγαμέμνονα ἥκοντα ἐκ Τροίας ἡ Κλυταιμνήστρα δέχεται τούτῳ τῷ τρόπῳ, καὶ τοὺς μὲν ἄλλους ἄλλοι κτείνουσιν οὕτω μεθύοντας, ὡς καὶ τὸν Αἴγισθον θαρσῆσαι τὸ ἔργον, ἡ Κλυταιμνήστρα δὲ πέπλου τέχνῃ τινὸς ἀπείρου τὸν Ἀγαμέμνονα περισχοῦσα πέλεκυν ἐς αὐτὸν ἧκεν ἀμφήκη τοῦτον, ὃς καὶ τὰ δένδρα αἱρεῖ τὰ μεγάλα, τὴν δὲ τοῦ Πριάμου κόρην καλλίστην νομισθεῖσαν τῷ Ἀγαμέμνονι χρησμούς τε ἀπιστουμένους ᾅδουσαν ἀποκτείνει θερμῷ τῷ πελέκει, καὶ εἰ μὲν ὡς δρᾶμα ἐξετάζομεν, ὦ παῖ, ταῦτα, τετραγῴδηται μεγάλα ἐν σμικρῷ, εἰ δʼ ὡς γραφήν, πλείω ἐν αὐτοῖς ὄψει. σκόπει γάρ· λαμπτῆρες οὗτοι χορηγοὶ φωτός, ἐν νυκτὶ γὰρ ταῦτά που, κρατῆρες δʼ ἐκεῖνοι χορηγοὶ ποτοῦ φανότεροι τοῦ πυρὸς οἱ χρυσοῖ, πλήρεις δὲ ὄψων τράπεζαι, βασιλεῖς ὧν ἐσιτοῦντο ἥρωες, ἐν κόσμῳ δὲ οὐδὲν τούτων, ἀποθνήσκοντες γὰρ οἱ δαιτυμόνες τὰ μὲν λελάκτισται, τὰ δὲ συντέτριπται, τὰ δὲ ἀπʼ αὐτῶν κεῖται, καὶ κύλικες δὲ χειρῶν ἐκπίπτουσι πλήρεις αἱ πολλαὶ λύθρου, καὶ ἀλκὴ τῶν ἀποθνησκόντων οὐδεμία, μεθύουσι γάρ. τὰ δὲ τῶν κειμένων σχήματα ὁ μὲν ἐκτέτμηται τὴν φάρυγγα σίτου τι ἢ ποτοῦ ἕλκουσαν, ὁ δʼ ἀποκέκοπται τὴν κεφαλὴν ἐς τὸν κρατῆρα κύπτων, ὁ δὲ ἀπήρακται τὴν χεῖρα φέρουσαν ἔκπωμα, ὁ δὲ ἐφέλκεται τὴν τράπεζαν ἐκπεσὼν τῆς κλίνης, ὁ δʼ ἐς ὤμους καὶ κεφαλὴν κεῖται, ποιητὴς ἂν φαίη κύμβαχος, ὁ δʼ ἀπιστεῖ τῷ θανάτῳ, ὁ δὲ οὐκ ἔρρωται φυγεῖν οἷον πέδης ἐμβεβλημένης αὐτῷ τῆς μέθης, ὠχρὸς δὲ οὐδεὶς τῶν κειμένων, ἐπειδὴ τοὺς ἐν οἴνῳ ἀποθνήσκοντας οὐκ εὐθὺς ἀπολείπει τὸ ἄνθος. τὸ δὲ κυριώτατον τῆς σκηνῆς ὁ Ἀγαμέμνων ἔχει, κείμενος οὐκ ἐν πεδίοις Τρωικοῖς, οὐδὲ ἐπὶ Σκαμάνδρου τινὸς ἠιόσιν, ἀλλʼ ἐν μειρακίοις καὶ γυναίοις, βοῦς ἐπὶ φάτνῃ, τουτὶ γὰρ τὸ μετὰ τοὺς πόνους τε καὶ τὸ ἐν δείπνῳ, κυριώτερα δὲ ἐν οἴκτῳ τὰ τῆς Κασάνδρας· ὡς ἐφέστηκε μὲν αὐτῇ μετὰ τοῦ πελέκεως ἡ Κλυταιμνήστρα μανικὸν βλέπουσα καὶ σεσοβημένη τὰς χαίτας καὶ τραχεῖα τὴν ὠλένην, αὐτὴ δὲ ὡς ἁβρῶς τε καὶ ἐνθέως ἔχουσα περιπεσεῖν ὥρμηκε τῷ Ἀγαμέμνονι ῥιπτοῦσα ἀφʼ αὑτῆς τὰ στέμματα καὶ οἷον περιβάλλουσα τῇ τέχνῃ αὐτόν, διηρμένου δὲ ἤδη τοῦ πελέκεως ἀναστρέφει τοὺς ὀφθαλμοὺς ἐκεῖ, βοᾷ δὲ οὕτω τι οἰκτρόν, ὡς καὶ τὸν Ἀγαμέμνονα τῷ λοιπῷ τῆς ψυχῆς ἐλεεῖν ταῦτα ἀκούοντα, μεμνήσεται γὰρ αὐτῶν καὶ ἐν Αἵδου πρὸς Ὀδυσσέα, ἐν τῇ ἀγορᾷ τῶν ψυχῶν.
§11
ια. τὸν Πᾶνα αἱ Νύμφαι πονηρῶς φασὶν ὀρχεῖσθαι καὶ ἐκπηδᾶν τοῦ προσήκοντος ἐξαίροντα καὶ ἀναθρώσκοντα κατὰ τοὺς ἀγερώχους τῶν τράγων, αὐταὶ δʼ ἂν μεταδιδάξαιεν αὐτὸν ἑτέραν ὄρχησιν ἡδίω τῷ ἤθει, προσέχοντι δʼ αὐταῖς οὐδέν, ἀλλὰ πειρῶντι αὐτὰς καὶ ἁπτομένῳ τῶν κόλπων ἐπιτίθενται κατὰ μεσημβρίαν, ὅτε δὴ λέγεται καθεύδειν ὁ Πὰν ἐκλελοιπὼς τὴν θήραν. ἐκάθευδε δʼ ἄρα πρότερον μὲν ἀνειμένος τε καὶ πρᾷος τὴν ῥῖνα καὶ τὸ ἐπίχολον αὐτῆς λεαίνων τῷ ὕπνῳ, τήμερον δὲ ὑπερχολᾷ, προσπεσοῦσαι γὰρ αὐτῷ αἱ Νύμφαι περιῆκται μὲν ἤδη τὼ χεῖρε ὁ Πάν, δέδιε δὲ ἐπὶ τοῖς σκέλεσιν, ἐπειδὴ βούλονται αἱρεῖν αὐτά. τὸ δὲ δὴ γένειον, οὗ πλεῖστος αὐτῷ λόγος, ἐξύρηται μαχαιρίδων ἐσβεβληκυιῶν ἐς αὐτό, φασὶ δὲ καὶ τὴν Ἠχὼ ἀναπείσειν ὑπερορᾶν τε αὐτοῦ καὶ μηδὲ φθέγγεσθαι πρὸς αὐτὸν ἔτι. ταῦτα αἱ Νύμφαι πανσυδί, σὺ δὲ κατὰ δήμους αὐτὰς ὅρα· τὰ μὲν γὰρ τῶν Ναίδων εἴδη ῥανίδας ἀπορραίνουσιν αὗται τῆς κόμης, ὁ δὲ περὶ ταῖς βουκόλοις αὐχμὸς οὐδὲν φαυλότερος τῆς δρόσου, αἱ δὲ ἀνθοῦσαι τὰς χαίτας ἐκπεφύκασιν ὑακινθίνοις ὁμοίως ἄνθεσιν.
§12
ιβ. οἶμαι θαῦμά σοι εἶναι τὰς μελίττας οὕτω γλίσχρως γεγραμμένας, ὧν γε καὶ προνομαία δήλη καὶ πόδες καὶ πτερὰ καὶ τὸ χρῶμα τῆς στολῆς οὐκ ἀτακτοῦσιν ἴσα τῇ φύσει διαποικιλλούσης αὐτὰ τῆς γραφῆς. τί οὖν οὐκ ἐν σίμβλοις αἱ σοφαί; τί δὲ ἐν ἄστει; κωμάζουσιν ἐπὶ τὰς τοῦ Δαιφάντου θύρας — γέγονε δὲ ἤδη Πίνδαρος, ὡς ὁρᾷς — πλάττειν κἀκ νηπίου αὐτόν, ἵνʼ ἐμμελὴς ἤδη καὶ ἔμμουσος ᾖ, καὶ ποιοῦσι ταῦτα. τὸ μὲν γὰρ παιδίον ἐς δάφνην ἀπόκειται καὶ κλῶνας μυρρίνης ξυμβαλλομένου τοῦ πατρὸς ἱεροῦ τεύξεσθαι τοῦ παιδὸς ἀφʼ ὧν κύμβαλά τε κατήχει τῆς οἰκίας, ὅτε ἐτίκτετο, καὶ τύμπανα ἠκούετο ἐκ Ῥέας, ἐλέγοντο δὲ καὶ αἱ Νύμφαι χορεῦσαί οἱ καὶ ἀνασκιρτῆσαι τὸν Πᾶνα· φασὶ δὲ αὐτόν, ὅτε Πίνδαρος ἐς τὸ ποιεῖν ἀφίκετο, ἀμελήσαντα τοῦ σκιρτᾶν ᾅδειν τὰ τοῦ Πινδάρου. ἡ Ῥέα δὲ ἄγαλμα ἐκπεπόνηται καὶ καθίδρυται μὲν αὐτοῦ καὶ περὶ θύρας, οἶμαι δὲ καὶ λίθου τὸ ἄγαλμα φαίνεσθαι, κατεσκληκυίας ἐνταῦθα τῆς γραφῆς καὶ τί γὰρ ἄλλο ἢ ἐξεσμένης; ἄγει καὶ τὰς Νύμφας ἐνδρόσους καὶ οἵας ἐκ πηγῶν, ὁ δὲ Πὰν ἐξορχεῖται μὲν ῥυθμὸν δή τινα, φαιδρὸν δὲ αὐτῷ τὸ εἶδος καὶ τῆς ῥινὸς οὐδὲν χολῶδες. αἱ δὲ ἔσω μέλιτται περιεργάζονται τὸ παιδίον ἐπιβάλλουσαι τὸ μέλι καὶ τὰ κέντρα ἀνέλκουσαι δέει τοῦ ἐγχρίψαι. ἐξ Ὑμηττοῦ τάχα ἥκουσι, καὶ ἀπὸ τῶν λιπαρῶν καὶ ἀοιδίμων, καὶ γὰρ τοῦτο οἶμαι αὐτὰς ἐνστάξαι Πινδάρῳ.
§13
ιγ. αἱ τοῦ πελάγους ἀνεστηκυῖαι πέτραι καὶ ἡ ζέουσα περὶ αὐτὰς θάλαττα ἥρως τε δεινὸν βλέπων ἐπὶ τῶν πετρῶν καί τι καὶ φρονήματος ἔχων ἐπὶ τὴν θάλατταν ὁ Λοκρὸς Αἴας βέβληται μὲν τὴν ἑαυτοῦ ναῦν, ἐμπύρου δὲ αὐτῆς ἀποπηδήσας ὁμόσε κεχώρηκε τοῖς κύμασι, τῶν μὲν διεκπαίων, τὰ δὲ ἐπισπώμενος, τὰ δὲ ἐπαντλῶν τῷ στέρνῳ, Γυραῖς δʼ ἐντυχών, αἱ δὲ Γυραὶ πέτραι εἰσὶν ὑπερφαίνουσαι τοῦ Αἰγαίου κόλπου, λόγους ὑπέρφρονας λέγει κατὰ τῶν θεῶν αὐχῶν, ἐφʼ οἷς ὁ Ποσειδῶν αὐτὸς ἐπὶ τὰς Γυρὰς στέλλεται φοβερός, ὦ παῖ, καὶ χειμῶνος πλέως καὶ τὰς χαίτας ἐξηρμένος. καίτοι ποτὲ καὶ συνεμάχει τῷ Λοκρῷ κατὰ τὸ Ἴλιον, σωφρονοῦντι δὲ καὶ φειδομένῳ τῶν θεῶν, καὶ ἐρρώννυ αὐτὸν τῷ σκήπτρῳ, νῦν δʼ, ἐπειδὴ ὑβρίζοντα ὁρᾷ, τὴν τρίαιναν ἐπʼ αὐτὸν φέρει καὶ πεπλήξεται ὁ αὐχὴν τῆς πέτρας ὁ ἀνέχων τὸν Αἴαντα, ὡς ἀποσείσαιτο αὐτὸν αὐτῇ ὕβρει. ὁ μὲν δὴ λόγος τῆς γραφῆς οὗτος, τὸ δὲ ἐναργές· λευκὴ μὲν ὑπὸ κυμάτων ἡ θάλαττα, σπιλάδες δʼ αἱ πέτραι διὰ τὸ ἀεὶ ῥαίνεσθαι, πῦρ δὲ ἐκ μέσης ᾅττει τῆς νεώς, ἐς ὃ ἐμπνέων ὁ ἄνεμος πλεῖ ἡ ναῦς ἔτι καθάπερ ἱστίῳ χρωμένη τῷ πυρί, ὁ δὲ Αἴας οἷον ἐκ μέθης ἀναφέρων περιαθρεῖ τὸ πέλαγος οὔτε ναῦν ὁρῶν οὔτε γῆν, καὶ οὐδὲ τὸν Ποσειδῶ προσιόντα δέδοικεν, ἀλλʼ ἔοικε διατεινομένῳ ἔτι, οὔπω γὰρ τοὺς βραχίονας ἡ ῥώμη ἀπολέλοιπεν, ὁ αὐχήν τε ἀνέστηκεν οἷον ἐπὶ Ἕκτορα καὶ Τρῶας. ὁ μὲν δὴ Ποσειδῶν ἐμβαλὼν τὴν τρίαιναν ἀπαράξει τὸ τρύφος αὐτῷ Αἴαντι τῆς πέτρας, αἱ δὲ Γυραὶ αἱ λοιπαὶ μενοῦσί τε, ἐς ὅσον θάλαττα, καὶ ἄσυλοι ἑστήξουσι τῷ Ποσειδῶνι.
§14
ιδ. Αἰγυπτιάζει μὲν ἡ προσβολὴ τῆς γραφῆς, ὁ λόγος δὲ αὐτῆς οὐκ Αἰγύπτιος, ἀλλʼ, οἶμαι, Θετταλῶν· Αἰγυπτίοις μὲν γὰρ παρὰ τοῦ Νείλου ἡ γῆ, Θετταλοῖς δὲ Πηνειὸς οὐ συνεχώρει πάλαι γῆν ἔχειν, περιβεβλημένων τοῖς πεδίοις ὀρῶν καὶ τοῦ ῥεύματος ἐπικλύζοντος αὐτὰ ὑπὸ τοῦ μήπω ἐκβαλεῖν. ῥήξει οὖν ὁ Ποσειδῶν τῇ τριαίνῃ τὰ ὄρη καὶ πύλας τῷ ποταμῷ ἐργάσεται. τούτῳ γὰρ νυνὶ τῷ ἔργῳ ἐφέστηκεν ἀθλῶν αὐτὸ καὶ ἀνακαλύπτων τὰ πεδία, καὶ διῆρται μὲν ἡ χεὶρ ἐς τὸ ἀναρρῆξαι, τὰ δὲ ὄρη, πρὶν πεπλῆχθαι, διίσταται τὸ ἀποχρῶν τῷ ποταμῷ μέτρον. ἀγωνιζομένης δὲ πρὸς τὸ ἐναργὲς τῆς τέχνης τὰ δεξιὰ τοῦ Ποσειδῶνος ὁμοῦ καὶ ὑπέσταλται καὶ προβέβηκε καὶ ἀπειλεῖ τὴν πληγὴν οὐκ ἀπὸ τῆς χειρός, ἀλλʼ ἀπὸ τοῦ σώματος. γέγραπται δὲ οὐ κυάνεος, οὐδὲ θαλάττιος, ἀλλʼ ἠπειρώτης. τῷ τοι καὶ ἀσπάζεται τὰ πεδία καὶ ὁμαλὰ ἰδὼν καὶ εὐρέα, καθάπερ θαλάττας. χαίρει καὶ ὁ ποταμὸς οἷον αὐχῶν, καὶ φυλάττων τὸ ἐς ἀγκῶνα, ποταμῷ γὰρ ὀρθοῦσθαι οὐ σύνηθες, ἀνατίθεται τὸν Τιταρήσιον ὡς κοῦφον καὶ ποτιμώτερον καὶ ὁμολογεῖ τῷ Ποσειδῶνι ἐκρυήσεσθαι τῶν πεδίων ὁδῷ χρώμενος. ἀνίσχει καὶ ἡ Θετταλία συνιζάνοντος ἤδη τοῦ ὕδατος ἐλαίᾳ κομῶσα καὶ ἀστάχυι καὶ πώλου ἐφαπτομένη συνανίσχοντος. ἔσται γὰρ καὶ ἵππος αὐτῇ παρὰ τοῦ Ποσειδῶνος, ὅταν τὴν ἀπορροὴν τοῦ θεοῦ καθεύδοντος ἡ γῆ ὑποδέξηται ἐς ἵππον.
§15
ιε. Βοσπόρου καὶ Συμπληγάδων ἡ Ἀργὼ διεκπλεύσασα μέσον ἤδη τέμνει τὸ ῥόθιον τοῦ Πόντου, καὶ θέλγει τὴν θάλατταν Ὀρφεὺς ᾅδων, ἡ δὲ ἀκούει καὶ ὑπὸ τῇ ᾠδῇ κεῖται ὁ Πόντος. τὰ μὲν δὴ ἀγώγιμα τῆς νεὼς Διόσκουροι καὶ Ἡρακλῆς Αἰακίδαι τε καὶ Βορεάδαι καὶ ὅσον τῆς ἡμιθέου φορᾶς ἤνθει, τρόπις δὲ ὑφήρμοσται τῇ νηὶ δένδρον ἀρχαῖον, ᾧ κατὰ Δωδώνην ὁ Ζεὺς ἐς τὰ μαντεῖα ἐχρῆτο. γνώμη δὲ ἐς τὸν πλοῦν ἥδε· χρυσοῦν ἀπόκειταί τι ἐν Κόλχοις κώδιον κριοῦ ἀρχαίου, ὃς λέγεται τὴν Ἕλλην ὁμοῦ τῷ Φρίξῳ διὰ τοῦ οὐρανοῦ πορθμεῦσαι· τοῦτο Ἰάσων ἑλεῖν, ὦ παῖ, πεποίηται ἆθλον — φρουρὸς γάρ τις αὐτῷ δράκων ἐμπέπλεκται δεινὸν βλέπων καὶ ὑπερορῶν τοῦ καθεύδειν — ὅθεν ἄρχει τῆς νεώς, ἐπειδὴ βλέπει ἐς αὐτὸν ἡ τοῦ πλοῦ αἰτία. καὶ Τῖφυς μέν, ὦ παῖ, κυβερνᾷ, λέγεται δὲ οὑτοσὶ πρῶτος ἀνθρώπων ἀπιστουμένην θαρρῆσαι τὴν τέχνην, Λυγκεὺς δὲ ὁ Ἀφαρέως ἐπιτέτακται τῇ πρῴρᾳ δεινὸς ὢν ἐκ πολλοῦ τε ἰδεῖν καὶ ἐς πολὺ καταβλέψαι τοῦ βάθους καὶ πρῶτος μὲν ὑποκειμένων ἑρμάτων αἰσθέσθαι, πρῶτος δὲ ὑποφαίνουσαν γῆν ἀσπάσασθαι. ἀλλὰ νῦν ἐκπεπλῆχθαί μοι δοκεῖ καὶ τὸ τοῦ Λυγκέως ὄμμα τὴν προσβολὴν τοῦ φάσματος, ὑφʼ οὗ καὶ οἱ πεντήκοντα σχασάμενοι τὴν εἰρεσίαν Ἡρακλῆς μὲν ἄτρεπτος μένει τοῦ θαύματος, ἅτε δὴ πολλοῖς ὁμοίοις ἐντυχών, οἱ δὲ λοιποὶ θαῦμά τι, οἶμαι, τοῦτο λέγουσιν· ὁρᾶται γὰρ αὐτοῖς Γλαῦκος ὁ Πόντιος, οἰκῆσαι δὲ οὑτοσί ποτε λέγεται τὴν ἀρχαίαν Ἀνθηδόνα, καὶ πόας μέν τινος ἐπιθαλαττίας γεύσασθαι, κύματος δὲ ὑποδραμόντος αὐτὸν ἐς τὰ τῶν ἰχθύων ἀπηνέχθη ἤθη. μαντεύεται μὲν οὖν μέγα τι, ὡς εἰκός, περίεστι γὰρ αὐτῷ τῆς τέχνης, τὸ δὲ εἶδος ὑγροὶ μὲν αὐτῷ γενείων βόστρυχοι, λευκοὶ δὲ ἰδεῖν, καθάπερ κρουνοί, βαρεῖς δὲ πλόκαμοι κόμης, καὶ τοῖς ὤμοις ἐποχετεύοντες ὅσον ἐσπάσαντο θαλάττης, ὀφρῦς δὲ λάσιαι, καὶ συνάπτουσαι πρὸς ἀλλήλας οἷον μία. φεῦ τοῦ βραχίονος, ὡς γεγύμνασται πρὸς τὴν θάλατταν ἐμπίπτων ἀεὶ τοῖς κύμασι καὶ λεαίνων αὐτὰ ἐς τὴν νῆξιν. φεῦ τῶν στέρνων, ὡς λάχνη μὲν αὐτοῖς ἐγκατέσπαρται βρύοις κομῶσα καὶ φυκίοις, γαστὴρ δὲ ὑπόκειται παραλλάττουσα καὶ ἀπιοῦσα ἤδη. ἰχθὺν δὲ εἶναι τῷ λοιπῷ τὸν Γλαῦκον δηλοῖ τὰ οὐραῖα ἐξηρμένα καὶ πρὸς τὴν ἰξὺν ἐπιστρέφοντα, τὸ δὲ μηνοειδὲς αὐτῶν ἁλιπορφύρου τι ἄνθος ἔχει. περιθέουσι δʼ αὐτὸν καὶ ἀλκυόνες ὁμοῦ μὲν ᾅδουσαι τὰ τῶν ἀνθρώπων, ἐξ ὧν αὐταί τε καὶ ὁ Γλαῦκος μεθηρμόσθησαν, ὁμοῦ δʼ ἐνδεικνύμεναι τῷ Ὀρφεῖ τὴν ἑαυτῶν ᾠδήν, διʼ ἣν οὐδὲ ἡ θάλαττα ἀμούσως ἔχει.
§16–19
§16
ις. ὁ θύων ἐν Ἰσθμῷ δῆμος, εἴη δʼ ἂν ὁ ἐκ τῆς Κορίνθου, καὶ βασιλεὺς οὑτοσὶ τοῦ δήμου, — Σίσυφον αὐτὸν ἡγώμεθα — τέμενος δὲ τουτὶ Ποσειδῶνος ἠρέμα τι προσηχοῦν θαλάττῃ, αἱ γὰρ τῶν πιτύων κόμαι τοῦτο ᾅδουσι, τοιάδε, ὦ παῖ, σημαίνει· ἡ Ἰνὼ τῆς γῆς ἐκπεσοῦσα τὸ μὲν ἑαυτῆς Λευκοθέα τε καὶ τοῦ τῶν Νηρηίδων κύκλου, τὸ δὲ τοῦ παιδὸς ἡ γῆ Παλαίμονι τῷ βρέφει χρήσεται. καταίρει δὲ ἤδη ἐς αὐτὴν ἐπὶ δελφῖνος εὐηνίου, καὶ ὁ δελφὶς τὰ νῶτα ὑποστρωννὺς φέρει καθεύδοντα διολισθάνων ἀψοφητὶ τῆς γαλήνης, ὡς μὴ ἐκπέσοι τοῦ ὕπνου, προσιόντι δὲ αὐτῷ ῥήγνυταί τι κατὰ τὸν Ἰσθμὸν ἄδυτον διασχούσης τῆς γῆς ἐκ Ποσειδῶνος, ὅν μοι δοκεῖ καὶ Σισύφῳ τούτῳ προειπεῖν τὸν τοῦ παιδὸς ἔσπλουν καὶ ὅτι θύειν αὐτῷ δέοι. θύει δὲ ταῦρον τουτονὶ μέλανα ἀποσπάσας, οἶμαι, αὐτὸν ἐκ τῆς τοῦ Ποσειδῶνος ἀγέλης. ὁ μὲν οὖν τῆς θυσίας λόγος καὶ ἡ τῶν θυσάντων ἐσθὴς καὶ τὰ ἐναγίσματα, ὦ παῖ, καὶ τὸ σφάττειν ἐς τὰ τοῦ Παλαίμονος ἀποκείσθω ὄργια, σεμνὸς γὰρ ὁ λόγος καὶ κομιδῇ ἀπόθετος, ἅτʼ ἀποθειώσαντος αὐτὸν Σισύφου τοῦ σοφοῦ· σοφὸν γὰρ ἤδη που δηλοῖ αὐτὸν ἡ ἐπιστροφὴ τοῦ εἴδους. τὸ δὲ τοῦ Ποσειδῶνος εἶδος, εἰ μὲν τὰς Γυρὰς πέτρας ἢ τὰ Θετταλικὰ ὄρη ῥήξειν ἔμελλε, δεινὸς ἄν που ἐγράφετο καὶ οἷον πλήττων, ξένον δὲ τὸν Μελικέρτην ποιούμενος, ὡς ἐν τῇ γῇ ἔχοι, μειδιᾷ καθορμιζομένου καὶ κελεύει τὸν Ἰσθμὸν ἀναπετάσαι τὰ στέρνα καὶ γενέσθαι τῷ Μελικέρτῃ οἶκον. ὁ δὲ Ἰσθμός, ὦ παῖ, γέγραπται μὲν ἐν εἴδει δαίμονος ἐνυπτιάζων ἑαυτὸν τῇ γῇ, τέτακται δὲ ὑπὸ τῆς φύσεως Αἰγαίου μέσος καὶ Ἀδρίου κεῖσθαι, καθάπερ ἐπεζευγμένος τοῖς πελάγεσιν. ἔστι δὲ αὐτῷ μειράκιον μὲν ἐν δεξιᾷ Λέχαιον, οἶμαι, αἱ κόραι δʼ ἐν ἀριστερᾷ Κεγχρεαί τάχα που. θάλατται δὲ αὗται καλαὶ καὶ ἱκανῶς εὔδιοι τῇ τὸν Ἰσθμὸν ἀποφαινούσῃ γῇ παρακάθηνται.
§17
ιζ. βούλει, ὦ παῖ, καθάπερ ἀπὸ νεὼς διαλεγώμεθα περὶ τουτωνὶ τῶν νήσων, οἷον περιπλέοντες αὐτὰς τοῦ ἦρος, ὅτε Ζέφυρος ἱλαρὰν ἐργάζεται θάλατταν προσπνέων τῆς ἑαυτοῦ αὔρας; ἀλλʼ ὅπως ἑκὼν λελήσῃ τῆς γῆς καὶ θάλαττά σοι ταυτὶ δόξει μήτʼ ἐξηρμένη καὶ ἀναχαιτίζουσα μήθʼ ὑπτία καὶ γαληνή, πλωτὴ δέ τις καὶ οἷον ἔμπνους. ἰδοὺ ἐμβεβήκαμεν· ξυγχωρεῖς γάρ που. καὶ ὑπὲρ παιδὸς ἀποκρίνασθαι. ξυγχωρῶ καὶ πλέωμεν. ἡ μὲν θάλαττα, ὡς ὁρᾷς, πολλή, νῆσοι δὲ ἐν αὐτῇ, μὰ Δίʼ, οὐ Λέσβος, οὐδʼ Ἴμβρος ἢ Λῆμνος, ἀλλʼ ἀγελαῖαι καὶ μικραί, καθάπερ κῶμαί τινες ἢ σταθμοὶ ἤ, νὴ Δίʼ, ἐπαύλια τῆς θαλάττης. ἡ μὲν δὴ πρώτη σφῶν ἐρυμνή τέ ἐστι καὶ ἀπότομος καὶ τειχήρης τὴν φύσιν ἀκρωνυχίαν ἐξαίρουσα πανόπτῃ Ποσειδῶνι, κατάρρους τε καὶ ὑγρὰ καὶ τὰς μελίττας βόσκουσα ὀρείοις ἄνθεσιν, ὧν δρέπεσθαι καὶ τὰς Νηρηίδας εἰκός, ὅταν τῇ θαλάττῃ ἐπιπαίζωσι. τὴν δὲ νῆσον τὴν ἐφεξῆς ὑπτίαν τε καὶ γεώδη οὖσαν οἰκοῦσι μὲν ἁλιεῖς τε καὶ γεωργοὶ ἅμα, ξυμβάλλονται δὲ ἀγορὰν ἀλλήλοις οἱ μὲν τῶν γεωργουμένων, οἱ δὲ ὧν ἤγρευσαν, Ποσειδῶ δὲ τουτονὶ γεωργὸν ἐπʼ ἀρότρου καὶ ζεύγους ἵδρυνται λογιούμενοι αὐτῷ τὰ ἐκ τῆς γῆς, ὡς δὲ μὴ σφόδρα ἠπειρώτης ὁ Ποσειδῶν φαίνοιτο, πρῷρα ἐμβέβληται τῷ ἀρότρῳ καὶ τὴν γῆν ῥήγνυσιν, οἷον πλέων. αἱ δʼ ἐχόμεναι τούτων νῆσοι δύο μία μὲν ἄμφω ποτὲ ἦσαν, ῥαγεῖσα δὲ ὑπὸ τοῦ πελάγους μέση ποταμοῦ εὖρος ἑαυτῆς ἀπηνέχθη, τουτὶ δʼ ἔστι σοι καὶ παρὰ τῆς γραφῆς, ὦ παῖ, γιγνώσκειν· τὰ γὰρ ἐσχισμένα τῆς νήσου παραπλήσιά που ὁρᾷς καὶ ἀλλήλοις ξύμμετρα καὶ οἷα ἐναρμόσαι κοῖλα ἐκκειμένοις. τοῦτο καὶ ἡ Εὐρώπη ποτὲ περὶ τὰ Τέμπη τὰ Θετταλικὰ ἔπαθεν· σεισμοὶ γὰρ δὴ κἀκείνην ἀναπτύξαντες τὴν ἁρμονίαν τῶν ὀρῶν ἐναπεσημήναντο τοῖς τμήμασι, καὶ πετρῶν τε οἶκοι φανεροὶ ἔτι παραπλήσιοι ταῖς ἐξηρμοσμέναις σφῶν πέτραις, ὕλη θʼ, ὁπόσην σχισθέντων τῶν ὀρῶν ἐπισπέσθαι εἰκός, οὔπω ἄδηλος, λείπονται γὰρ δὴ ἔτι αἱ εὐναὶ τῶν δένδρων. τὸ μὲν δὴ τῆς νήσου πάθος τοιοῦτον ἡγώμεθα, ζεῦγμα δὲ ὑπὲρ τοῦ πορθμοῦ βέβληται, ὡς μίαν ὑπʼ αὐτοῦ φαίνεσθαι καὶ τὸ μὲν ὑποπλεῖται τοῦ ζεύγματος, τὸ δὲ ἁμαξεύεται, ὁρᾷς γάρ που τοὺς διαφοιτῶντας αὐτό, ὡς ὁδοιπόροι τέ εἰσι καὶ ναῦται. τὴν δὲ νῆσον, ὦ παῖ, τὴν πλησίον θαῦμα ἡγώμεθα, πῦρ γὰρ δὴ ὑποτύφει αὐτὴν πᾶσαν σήραγγάς τε καὶ μυχοὺς ὑποδεδυκὸς τῆς νήσου, διʼ ὧν ὥσπερ αὐλῶν ἡ φλὸξ διεκπαίει ῥύακάς τε ἐργάζεται δεινούς, παρʼ ὧν ἐκπίπτουσι ποταμοὶ πυρὸς μεγάλοι τε καὶ τῇ θαλάττῃ ἐπικυμαίνοντες. καὶ φιλοσοφεῖν μὲν βουλομένῳ τὰ τοιαῦτα νῆσος ἀσφάλτου καὶ θείου παρεχομένη κρᾶσιν, ἐπειδὰν ὑφʼ ἁλὸς ἀναβρωθῇ, πολλοῖς ἐκπυροῦται πνεύμασι τὰ τὴν ὕλην ἐξερεθίζοντα παρὰ τῆς θαλάττης ἀνασπῶσα, ἡ γραφὴ δὲ τὰ τῶν ποιητῶν ἐπαινοῦσα καὶ μῦθον τῇ νήσῳ ἐπιγράφει, γίγαντα μὲν βεβλῆσθαί ποτε ἐνταῦθα, δυσθανατοῦντι δʼ αὐτῷ τὴν νῆσον ἐπενεχθῆναι δεσμοῦ ἕνεκεν, εἴκειν δὲ μήπω αὐτόν, ἀλλʼ ἀναμάχεσθαι ὑπὸ τῇ γῇ ὄντα καὶ τὸ πῦρ τοῦτο σὺν ἀπειλῇ ἐκπνεῖν. τουτὶ δὲ καὶ τὸν Τυφῶ φασιν ἐν Σικελίᾳ βούλεσθαι καὶ τὸν Ἐγκέλαδον ἐν Ἰταλίᾳ ταύτῃ, οὓς ἤπειροί τε καὶ νῆσοι πιέζουσιν οὔπω μὲν τεθνεῶτας, ἀεὶ δὲ ἀποθνήσκοντας. ἔστι δέ σοι, ὦ παῖ, μηδʼ ὑπολελεῖφθαι δόξαι τῆς μάχης ἐς τὴν κορυφὴν τοῦ ὄρους ἀποβλέψαντι, τὰ γὰρ ἐπʼ αὐτῆς φαινόμενα ὁ Ζεὺς ἀφίησι κεραυνοὺς ἐπὶ τὸν γίγαντα, ὁ δʼ ἀπαγορεύει μὲν ἤδη, πιστεύει δὲ τῇ γῇ ἔτι, καὶ ἡ γῆ δὲ ἀπείρηκεν οὐκ ἐῶντος αὐτὴν ἑστάναι τοῦ Ποσειδῶνος. περιβέβληκε δὲ αὐτοῖς ἀχλύν, ὡς ὅμοια γεγονόσι μᾶλλον ἢ γιγνομένοις φαίνοιτο. τὸν δὲ περίπλουν κολωνὸν τοῦτον οἰκεῖ δράκων πλούτου τινός, οἶμαι, φύλαξ, ὃς ὑπὸ τῇ γῇ κεῖται. τοῦτο γὰρ λέγεται τὸ θηρίον εὔνουν τε εἶναι τῷ χρυσῷ, καὶ ὅ τι ʽἂνʼ ἴδῃ χρυσοῦν, ἀγαπᾶν καὶ θάλπειν· τό τοι κώδιον τὸ ἐν Κόλχοις καὶ τὰ τῶν Ἑσπερίδων μῆλα, ἐπειδὴ χρυσᾶ ἐφαίνοντο, διττὼ ἀύπνω ξυνεῖχον δράκοντε καὶ ἑαυτοῖν ἐποιοῦντο, καὶ ὁ δράκων δὲ ὁ τῆς Ἀθηνᾶς ὁ ἔτι καὶ νῦν ἐν ἀκροπόλει οἰκῶν δοκεῖ μοι τὸν Ἀθηναίων ἀσπάσασθαι δῆμον ἐπὶ τῷ χρυσῷ, ὃν ἐκεῖνοι τέττιγας ταῖς κεφαλαῖς ἐποιοῦντο. ἐνταῦθα δὲ καὶ χρυσοῦς αὐτὸς ὁ δράκων, τὴν γὰρ κεφαλὴν τῆς χειᾶς ὑπερβάλλει δεδιώς, οἶμαι, ὑπὲρ τοῦ κάτω πλούτου. κατηρεφὴς δὲ κιττῷ τε καὶ σμίλακι καὶ ἀμπέλοις ἥδε ἡ νῆσος οὖσα Διονύσῳ μὲν ἀνεῖσθαί φησι, τὸν Διόνυσον δʼ ἀπεῖναι νῦν καὶ ἐν ἠπείρῳ που βακχεύειν ἐπιτρέψαντα τῷ Σειληνῷ τὰ ἐνταῦθα ἀπόρρητα· τὰ δὲ ἀπόρρητα κύμβαλά τε ταῦτα ὕπτια καὶ κρατῆρες ἀνατετραμμένοι χρυσοῖ καὶ αὐλοὶ θερμοὶ ἔτι, καὶ τὰ τύμπανα ἀψοφητὶ κείμενα, καὶ τὰς νεβρίδας ὁ ζέφυρος οἷον αἴρει ἀπὸ τῆς γῆς, ὄφεις τε οἱ μὲν ἐμπλέκονται τοῖς θύρσοις, οἱ δʼ ὑπὸ τοῦ οἴνου παρεῖνται ζώννυσθαι αὑτοὺς ταῖς βάκχαις καθεύδοντας. βότρυς δὲ οἱ μὲν ὀργῶσιν, οἱ δὲ περκάζουσιν, οἱ δʼ ὄμφακες, οἱ δʼ οἰνάνθαι δοκοῦσι σεσοφισμένου τοῦ Διονύσου τὰς ὥρας τῶν ἀμπέλων, ὡς ἀεὶ τρυγώῃ. ἀμφιλαφεῖς δʼ οὕτω τι οἱ βότρυς, ὡς καὶ τῶν πετρῶν ἀπηρτῆσθαι καὶ τῇ θαλάττῃ ἐπικρέμασθαι, ὀπωρίζουσί τε προσπετόμενοι θαλάττιοί τε καὶ ἠπειρῶται ὄρνιθες, τὴν γὰρ ἄμπελον ὁ Διόνυσος παρέχει κοινὴν πᾶσι πλὴν τῆς γλαυκός, ἐκείνην δὲ μόνην ἄρα ἀπωθεῖται τῶν βοτρύων, ἐπειδὴ τοῖς ἀνθρώποις διαβάλλει τὸν οἶνον· ᾠὰ γὰρ τῆς γλαυκὸς εἰ φάγοι παιδίον νήπιόν τε καὶ ἄοινον, ἀπεχθάνεται τῷ οἴνῳ πᾶσαν τὴν ἡλικίαν, καὶ οὔτʼ ἄν πίοι καὶ φοβεῖται τοὺς μεθύοντας. σὺ δʼ οὕτω τι θρασύς, ὦ παῖ, ὡς μηδὲ τὸν Σειληνὸν τοῦτον, τὸν φύλακα τῆς νήσου, φοβεῖσθαι μεθύοντα τε καὶ ἁπτόμενον τῆς βάκχης. ἡ δʼ οὐκ ἀξιοῖ ἐς αὐτὸν βλέπειν, ἀλλὰ τοῦ Διονύσου ἐρῶσα ἀνατυποῦται αὐτὸν καὶ ἀναγράφει καὶ ὁρᾷ μὴ παρόντα. τὸ γὰρ τῶν ὀφθαλμῶν ἦθος τῇ βάκχῃ μετέωρον μέν, οὐ μὴν ἔξω γʼ ἐρωτικῶν φροντίδων. ταυτὶ δὲ ἡ φύσις τὰ ὄρη ξυνθεῖσα νῆσον εἴργασται δασεῖάν τε καὶ ὕλης πλέων, ὁπόση κυπαρίττου τε ὑψηλῆς καὶ πεύκης καὶ ἐλάτης δρυῶν τε αὖ καὶ κέδρου, καὶ γὰρ τὰ δένδρα τὸν ἑαυτῶν γέγραπται τρόπον. τὰ μὲν δὴ ἔνθηρα τῆς νήσου συοθῆραί τε ἀνιχνεύουσι καὶ ἐλαφηβόλοι λόγχας ἐπὶ τὰ θηρία ἠρμένοι καὶ τόξα ἔνιοι καὶ μαχαίρας δέ, ὦ παῖ, καὶ κορύνας φέρουσιν οἱ ἀγχέμαχοι σφῶν καὶ θρασεῖς δίκτυά τε ταῦτα διῆκται τῆς ὕλης τὰ μὲν ἐγκολπίσασθαι θηρίον, τὰ δὲ δῆσαι, τὰ δὲ σχεῖν τοῦ δρόμου, καὶ τὰ μὲν εἴληπται τῶν θηρίων, τὰ δὲ μάχεται, τὰ δὲ ᾕρηκε τὸν βάλλοντα, ἐνεργὸς δὲ πᾶς βραχίων νεανίας, καὶ συνεξαίρουσι βοὴν κύνες ἀνδράσιν, ὡς καὶ τὴν ἠχὼ φάναι ξυμβακχεύειν τῇ θήρᾳ. τὰ δὲ μεγάλα τῶν φυτῶν δρυτόμοι σπαθῶσι διατέμνοντες καὶ ὁ μὲν διαίρει τὸν πέλεκυν, ὁ δὲ ἐμβέβληκεν, ὁ δὲ θήγει λαβὼν ἀπεστομισμένον ὑπὸ τοῦ πλήττειν, ὁ δʼ ἐπισκοπεῖται τὴν ἐλάτην ἱστοῦ ἕνεκα τεκμαιρόμενος τοῦ δένδρου πρὸς τὴν ναῦν, ὁ δὲ τὰ νέα καὶ ὀρθὰ τῶν δένδρων τέμνει ἐς τὰ ἐρετικά. ἡ δʼ ἀπορρὼξ πέτρα καὶ ὁ τῶν αἰθυιῶν δῆμος καὶ ὁ ἐν μέσαις ὄρνις ἀπὸ τοῦ τοιοῦδε γέγραπται λόγου· οἱ ἄνθρωποι ταῖς αἰθυίαις ἐπιτίθενται, μὰ Δίʼ, οὐ τῶν κρεῶν ἕνεκα, μέλαν γὰρ καὶ νοσῶδες καὶ οὐδὲ πεινῶντι ἡδὺ τὸ ἐξ αὐτῶν κρέας, γαστέρα δὲ παρέχονται παισὶν ἰατρῶν, οἵαν τοὺς γευσαμένους αὐτῆς εὐσίτους ἀποφαίνειν καὶ κούφους ὑπνηλαὶ οὖσαι καὶ πυριάλωτοι, νύκτωρ γὰρ αὐταῖς ἐναστράπτουσι. προσάγονται δὴ τὸν κήυκα ὄρνιν ἐπὶ μοίρᾳ τῶν ἁλισκομένων μελεδωνὸν εἶναι καὶ προεγρηγορέναι σφῶν. ὁ δὲ κήυξ θαλάττιος μέν, χρηστὸς δὲ ὄρνις καὶ ἀπράγμων καὶ θηρᾶσαι μέν τι ἀδρανής, πρὸς δέ γε ὕπνον ἔρρωται καὶ καθεύδει σμικρά· ταῦτά τοι καὶ ἀπομισθοῖ τοὺς ὀφθαλμοὺς ἐκείναις. ἐπειδὰν οὖν ἐπὶ δαῖτα ἀποπτῶσιν, ὁ μὲν οἰκουρεῖ περὶ τὴν πέτραν, αἱ δʼ ἥκουσιν ἐς ἑσπέραν ἀπάγουσαι δεκάτην αὐτῷ τῶν τεθηραμένων, καὶ καθεύδουσιν ἤδη περὶ αὐτὸν οὐ καθεύδοντα, οὐδʼ ἂν ἡττηθέντα ὕπνου ποτέ, εἰ μὴ αὐταὶ βούλονται. εἰ δὲ δόλου του προσιόντος αἴσθοιτο, ὁ μὲν ἀναβοᾷ τορόν τε καὶ ὀξύ, αἱ δʼ ἀπὸ συνθήματος ἀρθεῖσαι φεύγουσιν ἀνέχουσαι τὸν μελεδωνόν, εἰ πετόμενος ἀπείποι ποτέ. ἀλλʼ ἐνταῦθα ἕστηκε καὶ τὰς αἰθυίας περιορᾷ. ἔστι δʼ αὐτοῦ τὸ μὲν ἐν μέσαις ἑστάναι ταῖς ὄρνισιν ὁ Πρωτεὺς ὁ ἐν ταῖς φώκαις, τὸ δὲ μὴ καθεύδειν ὑπὲρ τὸν Πρωτέα. ἐνταῦθα δέ, ὦ παῖ, καὶ καθώρμισται ἡμῖν, καὶ ὅ τι μὲν ὄνομα τῇ νήσῳ, οὐκ οἶδα, χρυσῆ δʼ ἂν πρός γε ἐμοῦ ὀνομάζοιτο, εἰ μὴ μάτην οἱ ποιηταὶ τὴν τοιάνδε ἐπωνυμίαν ἐξευρήκασι τοῖς καλοῖς τε καὶ θαυμασίοις πᾶσιν. ᾤκισται μὲν δή, ὁπόση βασίλεια μικρὰ δέξασθαι, οὐ γὰρ ἀρόσει γε ἐνταῦθά τις, οὐδὲ ἀμπελουργήσει, περίεστι δʼ αὐτῇ πηγῶν, ὧν τὰς μὲν ἀκραιφνεῖς τε καὶ ψυχρὰς ἐκδίδωσι, τὰς δὲ ἐκπυρώσασα ἔστι δʼ οὕτω τι εὔρους, ὡς καὶ τῇ θαλάττῃ ἐπιπλημμυρεῖν· τό τοι ῥόθιον τοῦτο πηγαὶ ὑποκυματίζουσι ζέουσαι καὶ οἷον ἐκ λέβητος ἀναπαλλόμεναί τε καὶ ἀναπηδῶσαι, περὶ ἃς βέβληται ἥδε ἡ νῆσος. τὸ μὲν οὐν θαῦμα τῆς τῶν πηγῶν ἐκδόσεως εἴτε τῆς γῆς προσήκει νομίζειν, εἴτε τῇ θαλάττῃ οἰκειοῦν, δικάσει ὅδε ὁ Πρωτεύς, ἥκει γὰρ δὴ θεμιστεύσων τοῦτο, τὰ δὲ πεπολισμένα τῆς νήσου σκοπῶμεν· ᾤκισται γὰρ δὴ ἐν αὐτῇ πόλεως καλῆς τε καὶ λαμπρᾶς εἴδωλον, ὅσον οἰκία, καὶ βασιλικὸν ἔσω τρέφεται παιδίον, ἄθυρμα δὲ αὐτῷ πόλις. θέατρα γάρ ἐστιν, ὁπόσα αὐτό τε δέξασθαι καὶ τοὺς συμπαίστας τουτουσί παῖδας, ἱππόδρομός τε ἐξῳκοδόμηταί τις ἀποχρῶν τοῖς Μελιταίοις κυνιδίοις περιδραμεῖν αὐτόν, ἵππους γὰρ δὴ ὁ παῖς ταῦτα ποιεῖται καὶ ξυνέχει σφᾶς ἐς ζυγόν τε καὶ ἅρμα, ἡνιοχῆσον δὴ ὑπὸ τουτωνὶ τῶν πιθήκων, οὓς τὸ παιδίον θεράποντας ἡγεῖται, λαγωὸς δὲ οὑτοσὶ χθές, οἶμαι, ἐσῳκισμένος ξυνέχεται μὲν ἱμάντι φοινικῷ, καθάπερ κύων, δεδέσθαι δὲ οὐκ ἀξιοῖ καὶ διολισθῆσαι τοὺς δεσμοὺς ἐθέλει πιστεύων τοῖς προσθίοις τῶν ποδῶν, ψίττακός τε καὶ κίττα ἐν οἰκίσκῳ πλεκτῷ Σειρήνων δίκην ἐν τῇ νήσῳ ᾅδουσιν, ᾅδει δὲ ἡ μὲν ὁπόσα οἶδεν, ὁ δὲ ὁπόσα μανθάνει.
§18
ιη. οἱ θερίζοντές τε τὰ λήια καὶ τρυγῶντες τὰς ἀμπέλους οὔτε ἤροσαν, ὦ παῖ, ταῦτα, οὔτε ἐφύτευσαν, ἀλλʼ αὐτόματα ἡ γῆ σφίσιν ἀναπέμπει ταῦτα, εἰσὶ γὰρ δὴ Κύκλωπες, οἷς, οὐκ οἶδα ἐξ ὅτου, τὴν γῆν οἱ ποιηταὶ βούλονται αὐτοφυᾶ εἶναι ὧν φέρει, πεποίηται δὲ αὐτοὺς καὶ ποιμένας τὰ πρόβατα βόσκουσα, ὧν τὸ γάλα ποτόν τε ἡγοῦνται καὶ ὄψον. οἱ δʼ οὔτε ἀγορὰν γιγνώσκουσιν οὔτε βουλευτήριον, οὐδʼ οἶκον, ἀλλὰ τὰ ῥήγματα ἐσοικισάμενοι τοῦ ὄρους. τοὺς μὲν οὖν ἄλλους ἔα, Πολύφημος δὲ ὁ τοῦ Ποσειδῶνος ἀγριώτατος αὐτῶν οἰκεῖ ἐνταῦθα, μίαν μὲν ὑπερτείνων ὀφρὺν τοῦ ὀφθαλμοῦ ἑνὸς ὄντος, πλατείᾳ δὲ τῇ ῥινὶ ἐπιβαίνων τοῦ χείλους καὶ σιτούμενος τοὺς ἀνθρώπους, ὥσπερ τῶν λεόντων οἱ ὠμοί. νυνὶ δὲ ἀπέχεται τοῦ τοιοῦτου σιτίου, ὡς μὴ βορός, μηδὲ ἀηδὴς φαίνοιτο, ἐρᾷ γὰρ τῆς Γαλατείας παιζούσης ἐς τουτὶ τὸ πέλαγος, ἀφιστορῶν αὐτὴν ἀπὸ τοῦ ὄρους, καὶ ἡ μὲν σύριγξ ἔτι ὑπὸ μάλης καὶ ἀτρεμεῖ, ἔστι δʼ αὐτῷ ποιμενικὸν ᾆσμα, ὡς λευκή τε εἴη καὶ γαῦρος καὶ ἡδίων ὄμφακος καὶ ὡς νεβροὺς τῇ Γαλατείᾳ σκυμνεύοι καὶ ἄρκτους. ᾅδει δὲ ὑπὸ πρίνῳ ταῦτα, οὐδʼ ὅπου αὐτῷ τὰ πρόβατα νέμεται, εἰδώς, οὐδʼ ὁπόσα ἐστίν, οὐδʼ ὅπου ἡ γῆ. ἔτι δὲ ὄρειός τε καὶ δεινὸς γέγραπται χαίτην μὲν ἀνασείων ὀρθὴν καὶ ἀμφιλαφῆ πίτυος δίκην, καρχάρους δὲ ὑποφαίνων ὀδόντας ἐκ βοροῦ τοῦ γενείου, στέρνα τε καὶ γαστέρα καὶ τὸ ἐς ὄνυχας ἧκον λάσιος πάντα, καὶ βλέπειν μὲν ἥμερόν φησιν, ἐπειδὴ ἐρᾷ, ἄγριον δὲ ὁρᾷ καὶ ὑποκαθήμενον ἔτι, καθάπερ τὰ θηρία τὰ ἀνάγκης ἡττώμενα. ἡ δὲ ἐν ἁπαλῇ τῇ θαλάττῃ παίζει τέτρωρον δελφίνων ξυνάγουσα ὁμοζυγούντων τε καὶ ταὐτὸν πνεόντων, παρθένοι δʼ αὐτοὺς ἄγουσι Τρίτωνος αἱ δμωαὶ τῆς Γαλατείας ἐπιστομίζουσαι σφᾶς, εἰ ἀγέρωχόν τι καὶ παρὰ τὴν ἡνίαν πράττοιεν. ἡ δʼ ὑπὲρ κεφαλῆς ἁλιπόρφυρον μὲν λῄδιον ἐς τὸν ζέφυρον αἴρει σκιὰν ἑαυτῇ εἶναι καὶ ἱστίον τῷ ἅρματι, ἀφʼ οὗ καὶ αὐγή τις ἐπὶ τὸ μέτωπον καὶ τὴν κεφαλὴν ἥκει οὔπω ἡδίων τοῦ τῆς παρειᾶς ἄνθους, αἱ κόμαι δʼ αὐτῆς οὐκ ἀνεῖνται τῷ ζεφύρῳ, διάβροχοι γὰρ δή εἰσι καὶ κρείττους τοῦ ἀνέμου. καὶ μὴν καὶ ἀγκὼν δεξιὸς ἔκκειται λευκὸν διακλίνων πῆχυν καὶ ἀναπαύων τοὺς δακτύλους πρὸς ἁπαλῷ τῷ ὤμῳ καὶ ὠλέναι ὑποκυμαίνουσι καὶ μαζὸς ὑπανίσταται καὶ οὐδὲ τὴν ἐπιγουνίδα ἐκλείπει ἡ ὥρα. ὁ ταρσὸς δὲ καὶ ἡ συναπολήγουσα αὐτῷ χάρις ἔφαλος, ὦ παῖ, γέγραπται καὶ ἐπιψαύει τῆς θαλάττης οἷον κυβερνῶν τὸ ἅρμα. θαῦμα οἱ ὀφθαλμοί, βλέπουσι γὰρ ὑπερόριόν τι καὶ συναπιὸν τῷ μήκει τοῦ πελάγους.
§19
ιθ. ὁ μὲν ποταμός, ὦ παῖ, Κηφισὸς Βοιώτιός τε καὶ οὐ τῶν ἀμούσων, σκηνοῦσι δʼ ἐπʼ αὐτῷ Φλεγύαι βάρβαροι πόλις οὔπω ὄντες. οἱ δὲ πυκτεύοντες τόν τε Ἀπόλλω, οἶμαι, ὁρᾷς, ὁ δʼ αὖ Φόρβας ἐστίν, ὃν ἐστήσαντο οἱ Φλεγύαι βασιλέα, ἐπειδὴ μέγας παρὰ πάντας οὗτος καὶ ὠμότατος τοῦ ἔθνους. πυκτεύει δὲ Ἀπόλλων πρὸς αὐτὸν ὑπὲρ τῶν παρόδων, τὴν γὰρ εὐθὺ Φωκέων τε καὶ Δελφῶν κατασχὼν ὁδὸν οὔτε θύει Πυθοῖ οὐδεὶς ἔτι οὔτε παιᾶνας ἀπάγει τῷ θεῷ χρησμοί τε καὶ λόγια καὶ ὀμφαὶ τρίποδος ἐκλέλειπται πάντα. λῃστεύει δὲ τῶν ἄλλων Φλεγυῶν ἀποτάξας ἑαυτόν, τὴν γὰρ δρῦν, ὦ παῖ, ταύτην οἶκον πεποίηται καὶ παρʼ αὐτὸν φοιτῶσιν οἱ Φλεγύαι δικασόμενοι δήπου ἐν τοῖς βασιλείοις τούτοις. τοὺς δὲ βαδίζοντας ἐς τὸ ἱερὸν λαμβάνων γέροντας μὲν καὶ παῖδας ἐς τὸ κοινὸν τῶν Φλεγυῶν πέμπει ληίζεσθαί τε καὶ ἀποινᾶν, τοῖς δὲ ἐρρωμενεστέροις ἀνταποδύεται καὶ τοὺς μὲν καταπαλαίει, τοὺς δὲ ὑπερτρέχει, τοὺς δὲ παγκρατίῳ αἱρεῖ καὶ ὑπερβολαῖς δίσκων κεφαλάς τε ἀποκόπτων ἀνάπτει τῆς δρυὸς καὶ ὑπὸ τούτῳ ζῇ τῷ λύθρῳ, αἱ δʼ ἀπήρτηνται τῶν πτόρθων μυδῶσαι καὶ τὰς μὲν αὔους ὁρᾷς, τὰς δὲ προσφάτους, αἱ δὲ ἐς κρανία περιήκουσι, σεσήρασι δὲ καὶ ὀλολύζειν ἐοίκασιν ἐσπνέοντος αὐτὰς τοῦ ἀνέμου. φρονοῦντι δὲ αὐτῷ ταῖς Ὀλυμπιάσι ταύταις ἥκει ὁ Ἀπόλλων εἰκάσας ἑαυτὸν μειρακίῳ πύκτῃ, καὶ τὸ μὲν τοῦ θεοῦ εἶδος, ἀκειρεκόμης, ὦ παῖ, γέγραπται καὶ τὰς χαίτας ἀνειληφώς, ἵνα εὐζώνῳ τῇ κεφαλῇ πυκτεύῃ, ἀκτῖνες δὲ ἀπανίστανται ἀπὸ τοῦ μετώπου καὶ μειδίαμα θυμῷ ξυγκεκραμένον ἡ παρειὰ πέμπει βολαί τε ὀφθαλμῶν εὔσκοποι καὶ ξυνεξαίρουσαι ταῖς χερσίν· αἱ δὲ ἐνήψαντο τοὺς ἱμάντας ἡδίους, εἰ στέφανοι περὶ αὐταῖς ἦσαν. πεπύκτευται δὲ αὐτὸν ἤδη, τὸ γὰρ ἐμβεβληκὸς τῆς δεξιᾶς ἐνεργὸν ἔτι δηλοῖ τὴν χεῖρα καὶ οὔπω καταλύουσαν τὸ σχῆμα, ᾧ ᾕρηκεν, ὁ Φλεγύας δὲ κεῖται ἤδη καὶ ὁπόσον μὲν ἐπέχει τῆς γῆς, ποιητὴς ἐρεῖ, κεχώρηκε δὲ ἐς κρόταφον αὐτῷ τὸ τραῦμα καὶ τὸ αἷμα ὥσπερ ἐκ πηγῆς ἐκδίδοται. γέγραπται δὲ ὠμὸς καὶ συώδης τὸ εἶδος, οἷος σιτεῖσθαι μᾶλλον τοὺς ξένους ἢ κτείνειν. τὸ δὲ ἐξ οὐρανοῦ πῦρ σκηπτὸς ἐπὶ τὴν δρῦν φέρεται συμφλέξων τὸ δένδρον, οὐ μὴν ἐξαιρήσων γε τὴν ἐπʼ αὐτῷ μνήμην, τὸ γὰρ χωρίον, ἐν ᾧ ταῦτα, Δρυός, ὦ παῖ, κεφαλαὶ ἔτι.
§20–28
§20
κ. καὶ Ἄτλαντι ὁ Ἡρακλῆς οὐδὲ προστάξαντος Εὐρυσθέως ἤρισεν, ὡς τὸν οὐρανὸν οἴσων μᾶλλον ἢ ὁ Ἄτλας, τὸν μὲν γὰρ συγκεκυφότα ἑώρα καὶ πεπιεσμένον καὶ κείμενον ἐς γόνυ θάτερον καὶ μικρὰ καταλειπόμενα αὐτῷ τοῦ ἑστάναι, αὐτὸς δʼ ἂν καὶ μετεωρίσαι τὸν οὐρανὸν καὶ στῆσαι ἀναθέμενος ἐς μακρὸν τοῦ χρόνου. τὸ μὲν δὴ φιλότιμον τοῦτο οὐδαμοῦ ἐκφαίνει, φησὶ δὲ συναλγεῖν τε τῷ Ἄτλαντι ἐφʼ οἷς μοχθεῖ καὶ μετασχεῖν ἂν τοῦ ἄχθους αὐτῷ. ὁ δʼ οὕτω τι ἄσμενος εἴληπται τοῦ Ἡρακλέους, ὡς ἱκετεύειν αὐτὸν τλῆναι ταῦτα. γέγραπται δὲ ὁ μὲν ἀπειρηκώς, ὡς τῷ ἱδρῶτι συμβαλέσθαι, ὁπόσος ἀπʼ αὐτοῦ στάζει, βραχίονός τε ξυνεῖναι τρέμοντος, ὁ δὲ ἐρᾷ τοῦ ἄθλου. δηλοῖ δὲ τοῦτο ἥ τε ὁρμὴ τοῦ προσώπου καὶ τὸ ῥόπαλον καταβεβλημένον καὶ αἱ χεῖρες ἀπαιτοῦσαι τὸν ἆθλον. σκιὰς δὲ τὰς μὲν τοῦ Ἡρακλέους οὔπω θαυμάζειν ἄξιον, εἰ ἔρρωνται τὸν ἆθλον — τὰ γὰρ τῶν κειμένων σχήματα καὶ οἱ ὀρθοὶ μάλα εὔσκιοι, τὸ δὲ ἀκριβοῦν ταῦτα οὔπω σοφόν — αἱ δὲ τοῦ Ἄτλαντος σκιαὶ σοφίας πρόσω, οὑτωσὶ γὰρ συνιζηκότος συμπίπτουσί τε ἀλλήλαις καὶ οὐδὲν τῶν ἐκκειμένων ἐπιθολοῦσιν, ἀλλὰ φῶς ἐργάζονται περὶ τὰ κοῖλά τε καὶ ἐσέχοντα. τὴν ʽδἒ γαστέρα καὶ προνενευκότος τοῦ Ἄτλαντος ὁρᾶν τε ὑπάρχει καὶ ἀσθμαινούσης ξυνιέναι, τά τε ἐν τῷ οὐρανῷ, ὃν φέρει, γέγραπται μὲν ἐν αἰθέρι, ὁποῖος περὶ αὐτὰ ἕστηκεν, ἔστι δὲ ξυνεῖναι ταύρου τε, ὃς δὴ ἐν οὐρανῷ ταῦρος, ἄρκτων τε, ὁποῖαι ἐκεῖ ὁρῶνται, καὶ πνευμάτων. γέγραπται γὰρ τὰ μὲν ξὺν ἀλλήλοις, τὰ δὲ ἐξ ἀλλήλων, καὶ τοῖς μὲν φιλία πρὸς ἄλληλα, τὰ δὲ σώζειν ἔοικε τὸ ἐν τῷ οὐρανῷ νεῖκος. νῦν μὲν οὖν ἀναθήσει ταῦτα, Ἡράκλεις, μετʼ οὐ πολὺ δὲ ξυμβιώσει αὐτοῖς ἐν τῷ οὐρανῷ πίνων καὶ περιβάλλων τὸ τῆς Ἥβης εἶδος· ἄξῃ γὰρ τὴν νεωτάτην καὶ πρεσβυτάτην τῶν θεῶν, διʼ αὐτὴν γὰρ κἀκεῖνοι νέοι.
§21
κα. κόνις οἵα ἐν πάλαις ἐκείνη ἐπὶ πηγῇ ἐλαίου καὶ δυοῖν ἀθληταῖν ὁ μὲν ξυνδέων τὸ οὖς, ὁ δὲ ἀπολύων λεοντῆς τὸν ὦμον κολωνοί τε ἐπιτήδειοι καὶ στῆλαι καὶ κοῖλα γράμματα Λιβύη ταῦτα καὶ Ἀνταῖος, ὃν γῆ ἀνῆκε σίνεσθαι τοὺς ξένους, λῃστρικῇ, οἶμαι, πάλῃ. ἀθλοῦντι δὲ αὐτῷ ταῦτα καὶ θάπτοντι οὓς ἀπώλλυε περὶ αὐτήν, ὡς ὁρᾷς, τὴν παλαίστραν, ἄγει τὸν Ἡρακλέα ἡ γραφὴ χρυσᾶ ταυτὶ τὰ μῆλα ᾑρηκότα ἤδη καὶ τὰ τῶν Ἑσπερίδων ᾀδόμενον — οὐκ ἐκείνας ἑλεῖν θαῦμα τοῦ Ἡρακλέους, ἀλλʼ ὁ δράκων — καὶ οὐδὲ γόνυ, φασί, κάμψας, ἀποδύεται πρὸς τὸν Ἀνταῖον ἐν τῷ τῆς ὁδοιπορίας ἄσθματι, τείνων τοὺς ὀφθαλμοὺς ἐς νοῦν τινα καὶ οἷον διάσκεψιν τῆς πάλης, ἐμβέβληκέ τε ἡνίαν τῷ θυμῷ μὴ ἐκφέρειν αὑτὸν τοῦ λογισμοῦ. ὑπερφρονῶν δὲ ὁ Ἀνταῖος ἐπῆρται, δυστήνων δέ τε παῖδες ἢ τοιοῦτόν τι πρὸς τὸν Ἡρακλέα ἐοικὼς λέγειν καὶ ῥωννὺς αὑτὸν τῇ ὕβρει. εἰ δὲ καὶ πάλης τῷ Ἡρακλεῖ ἔμελεν, οὐκ ἄλλως ἐπεφύκει ἢ ὡς γέγραπται, γέγραπται δὲ ἰσχυρὸς οἷος καὶ τέχνης ἔμπλεως διʼ εὐαρμοστίαν τοῦ σώματος, εἴη δʼ ἂν καὶ πελώριος καὶ τὸ εἶδος ἐν ὑπερβολῇ ἀνθρώπου. ἔστιν αὐτῷ καὶ ἄνθος αἵματος καὶ αἱ φλέβες οἷον ἐν ὠδῖνι θυμοῦ τινος ὑποδεδυκότος αὐτὰς ἔτι. τὸν δὲ Ἀνταῖον, ὦ παῖ, δέδιας, οἶμαι, θηρίῳ γάρ τινι ἔοικεν, ὀλίγον ἀποδέων ἴσος εἶναι τῷ μήκει καὶ τὸ εὖρος, καὶ ὁ αὐχὴν ἐπέζευκται τοῖς ὤμοις, ὧν τὸ πολὺ ἐπὶ τὸν αὐχένα ἥκει. περιῆκται δὲ καὶ ὁ βραχίων, ὅσα καὶ ὦμοι· στέρνα δὲ καὶ γαστὴρ ταυτὶ τὰ σφυρήλατα καὶ τὸ μὴ ὀρθὸν τῆς κνήμης, ἀλλὰ ἀνελεύθερον ἰσχυρὸν μὲν τὸν Ἀνταῖον οἶδε, ξυνδεδεμένον μὴν καὶ οὐκ ἔσω τέχνης. ἔτι καὶ μέλας ὁ Ἀνταῖος, κεχωρηκότος αὐτῷ τοῦ ἡλίου ἐς βαφήν. ταυτὶ μὲν ἀμφοῖν τὰ ἐς τὴν πάλην. ὁρᾶς δὲ αὐτοὺς καὶ παλαίοντας, μᾶλλον δὲ πεπαλαικότας, καὶ τὸν Ἡρακλέα ἐν τῷ κρατεῖν. καταπαλαίει δὲ αὐτὸν ἄνω τῆς γῆς, ὅτι ἡ γῆ τῷ Ἀνταίῳ συνεπάλαιε κυρτουμένη καὶ μετοχλίζουσα αὐτόν, ὅτε κέοιτο. ἀπορῶν οὖν ὁ Ἡρακλῆς, ὅ τι χρήσαιτο τῇ γῇ, συνείληφε τὸν Ἀνταῖον μέσον ἄνω κενεῶνος, ἔνθα αἱ πλευραί, καὶ κατὰ τοῦ μηροῦ ὀρθὸν ἀναθέμενος ἔτι καὶ τὼ χεῖρε ξυμβαλὼν τὸν ʽτἐ πῆχυν λαγαρᾷ τε καὶ ἀσθμαινούσῃ τῇ γαστρὶ ὑποσχὼν ἐκθλίβει τὸ πνεῦμα καὶ ἀποσφάττει τὸν Ἀνταῖον ὀξείαις ταῖς πλευραῖς ἐπιστραφείσαις ἐς τὸ ἧπαρ. ὁρᾷς δέ που τὸν μὲν οἰμώζοντα καὶ βλέποντα ἐς τὴν γῆν οὐδὲν αὐτῷ ἐπαρκοῦσαν, τὸν δʼ Ἡρακλέα ἰσχύοντα καὶ μειδιῶντα τῷ ἔργῳ. τὴν κορυφὴν τοῦ ὄρους μὴ ἀργῶς ἴδῃς, ἀλλʼ ἐκεῖ ἐπʼ αὐτῆς θεοὺς ὑπονόει περιωπὴν ἔχειν τοῦ ἀγῶνος· καὶ γάρ τι χρυσοῦν γέγραπται νέφος, ὑφʼ ᾧ, οἶμαι, σκηνοῦσι, καὶ ὁ Ἑρμῆς οὑτοσὶ παρὰ τὸν Ἡρακλέα ἥκει στεφανώσων αὐτόν, ὅτι αὐτῷ καλῶς ὑποκρίνεται τὴν πάλην.
§22
κβ. ἐν Λιβύῃ καθεύδοντι τῷ Ἡρακλεῖ μετὰ τὸν Ἀνταῖον ἐπιτίθενται οἱ Πυγμαῖοι τιμωρεῖν τῷ Ἀνταίῳ φάσκοντες, ἀδελφοὶ γὰρ δὴ εἶναι τοῦ Ἀνταίου, γενναῖοί τινες, οὐκ ἀθληταὶ μέν, οὐδʼ ἰσοπαλεῖς, γηγενεῖς δὲ καὶ ἄλλως ἰσχυροί, καὶ ἀνιόντων ἐκ τῆς γῆς ὑποκυμαίνει ἡ ψάμμος. οἰκοῦσι γὰρ οἱ Πυγμαῖοι τὴν γῆν ὅσα μύρμηκες καὶ ἀγορὰν ἀποτίθενται, ἐπισιτίζονται δὲ οὐκ ἀλλότρια, ἀλλʼ οἰκεῖα καὶ αὐτουργά, καὶ γὰρ σπείρουσι καὶ θερίζουσι καὶ πυγμαίῳ ζεύγει ἐφεστᾶσι, λέγονται δὲ καὶ πελέκει χρήσασθαι ἐπὶ τὸν ἄσταχυν ἡγούμενοι αὐτὸν δένδρα εἶναι. ἀλλὰ τοῦ θράσους· ἐπὶ τὸν Ἡρακλέα οὗτοι, καὶ ἀποκτεῖναί φασι καθεύδοντα, δείσειαν δʼ ἂν οὐδʼ ἐγρηγορότα. ὁ δὲ ἐν ἁπαλῇ τῇ ψάμμῳ καθεύδει καμάτου αὐτὸν ὑποδεδυκότος ἐν τῇ πάλῃ, καὶ παντὶ τῷ στέρνῳ τὸ ἆσθμα ἐφέλκεται χανδὸν ἐμπιπλάμενος τοῦ ὕπνου, αὐτός τε ὁ Ὕπνος ἐφέστηκεν αὐτῷ ἐν εἴδει, μέγα, οἶμαι, ποιούμενος τὸ ἑαυτοῦ ἐπὶ τῷ τοῦ Ἡρακλέους πτώματι. κεῖται καὶ ὁ Ἀνταῖος, ἀλλʼ ἡ τέχνη τὸν μὲν Ἡρακλέα ἔμπνουν γράφει καὶ θερμόν, τὸν δὲ Ἀνταῖον τεθνηκότα καὶ αὖον καὶ καταλείπει αὐτὸν τῇ γῇ. ἡ στρατιὰ δὲ οἱ Πυγμαῖοι τὸν Ἡρακλέα περισχόντες μία μὲν αὕτη φάλαγξ τὴν ἀριστερὰν χεῖρα βάλλουσι, δύο δὲ οὗτοι λόχοι στρατεύουσιν ἐπὶ τὴν δεξιὰν ὡς μᾶλλον ἐρρωμένην καὶ τὼ πόδε πολιορκοῦσι τοξόται καὶ σφενδονητῶν ὄχλος ἐκπληττόμενοι τὴν κνήμην, ὅση, οἱ δὲ τῇ κεφαλῇ προσμαχόμενοι τέτακται ἐνταῦθα ὁ βασιλεὺς καρτερωτάτου αὐτοῖς τούτου δοκοῦντος, ἐπάγουσι δὲ καὶ οἷον ἀκροπόλει μηχανάς, πῦρ ἐπὶ τὴν κόμην, ἐπὶ τοὺς ὀφθαλμοὺς δίκελλαν, θύραι τινὲς ἐπὶ τὸ στόμα καὶ τὰς τῆς ῥινός, οἶμαι, πύλας, ὡς μὴ ἀναπνεύσειεν ὁ Ἡρακλῆς, ἐπειδὰν ἡ κεφαλὴ ἁλῷ. ταυτὶ μὲν περὶ τὸν καθεύδοντα, ἰδοὺ δὲ καὶ ὡς ὀρθοῦται καὶ ὡς ἐπὶ τῷ κινδύνῳ γελᾷ τούς τε πολεμίους πανσυδὶ συλλεξάμενος ἐς τὴν λεοντῆν ἐντίθεται καί, οἶμαι, τῷ Εὐρυσθεῖ φέρει.
§23
κγ. μάχεσθε, ὦ γενναῖοι, ʽπρὸσʼ τὸν Ἡρακλέα καὶ πρόβατε. ἀλλὰ τοῦ λοιποῦ γε παιδὸς ἀπόσχοιτο δυοῖν ἤδη κειμένοιν καὶ στοχαζομένης τῆς χειρός, ὡς καλὸν Ἡρακλεῖ. μέγας μὲν ὑμῖν ὁ ἆθλος καὶ μείων οὐδὲν ὧν πρὸ τῆς μανίας αὐτὸς ἤθλησεν. ἀλλὰ δείσητε μηδέν· ἄπεστιν ὑμῶν Ἄργος βλέπων καὶ τοὺς Εὐρυσθείδας ἀποκτεῖναι δοκῶν, ἐγὼ δὲ ἤκουσα αὐτοῦ παρʼ Εὐριπίδῃ καὶ ἅρματα ἡγουμένου καὶ κέντρα ἐς τοὺς ἵππους φέροντος καὶ τὴν Εὐρυσθέως οἰκίαν ἀπειλοῦντος ἐκπέρσειν, ἀπατηλὸν γάρ τι ἡ μανία καὶ δεινὸν ἐκ τῶν παρόντων ἀγαγεῖν ἐς τὰ μὴ παρόντα. τούτοις μὲν οὖν ἀπόχρη ταῦτα, σοὶ δὲ ὥρα γίγνεσθαι τῆς γραφῆς· ὁ μὲν θάλαμος, ἐφʼ ὃν ὥρμηκε, Μεγάραν ἔχει καὶ τὸν παῖδα ἔτι, κανᾶ δὲ καὶ χέρνιβα καὶ οὐλαὶ καὶ σχίζαι καὶ κρατήρ, τὰ τοῦ Ἑρκείου, λελάκτισται πάντα καὶ ὁ μὲν ταῦρος ἕστηκεν, ἱερεῖα δὲ προσέρριπται τῷ βωμῷ βρέφη τὰ γένη καὶ τῇ λεοντῇ. προσβέβληται δʼ ὁ μὲν κατὰ τοῦ λαιμοῦ καὶ διʼ ἁπαλῆς γε τῆς φάρυγγος ἐκδεδράμηκεν ὀιστός, ὁ δὲ ἐς αὐτὸ διατέταται τὸ στέρνον καὶ ὄγκοι τοῦ βέλους μέσων διεκπεπαίκασι τῶν σπονδύλων, ὡς δῆλα ἐς πλευρὰν ἐρριμμένου. αἱ παρειαὶ δὲ αὐτῶν διάβροχοι καὶ μὴ θαυμάσῃς, εἰ ἐδάκρυσάν τι, περὶ τοῦ δακρῦσαι παισὶ γὰρ χρυσοῦν τὸ δάκρυον καὶ μικρὸν δʼ ἴσως καὶ μέγα. οἰστροῦντι δὲ τῷ Ἡρακλεῖ περίκειται πᾶς ὁ τῶν οἰκετῶν δῆμος, οἷον βουκόλοι ταύρῳ ὑβρίζοντι, δῆσαί τις ἐπιβουλεύων καὶ κατασχεῖν τις ἀγῶνα ποιούμενος καὶ κεκραγὼς ἕτερος, ὁ δʼ ἤρτηται τῶν χειρῶν, ὁ δʼ ὑποσκελίζει, οἱ δὲ ἐνάλλονται· τῷ δὲ αἴσθησις μὲν αὐτῶν οὐδεμία, ἀναρριπτεῖ δὲ τοὺς προσιόντας καὶ συμπατεῖ, πολὺ μὲν τοῦ ἀφροῦ διεκπτύων, μειδιῶν δὲ βλοσυρὸν καὶ ξένον καὶ τοῖς ὀφθαλμοῖς ἀτενίζων ἐς αὐτά, ἃ δρᾷ, τὴν δὲ τοῦ βλέμματος ἔννοιαν ἀπάγων ἐς ἃ ἐξηπάτηται. βρυχᾶται δὲ ἡ φάρυγξ καὶ ὁ αὐχὴν ἐμπίπλαται καὶ ἀνοιδοῦσιν αἱ περὶ αὐτὸν φλέβες, διʼ ὧν ἐς τὰ καίρια τῆς κεφαλῆς ἀναρρεῖ πᾶσα χορηγία τῆς νόσου. τὴν Ἐρινὺν δέ, ἥ ταῦτα ἴσχυσεν, ἐπὶ μὲν τῆς σκηνῆς εἶδες πολλάκις, ἐνταῦθα δὲ οὐκ ἂν ἴδοις, ἐς αὐτὸν γὰρ ἐσῳκίσατο τὸν Ἡρακλέα, καὶ διὰ τοῦ στέρνου χορεύει μέσου αὐτῷ ἔσω σκιρτῶσα καὶ τὸν λογισμὸν θολοῦσα. μέχρι τούτων ἡ γραφή, ποιηταὶ δὲ προσπαροινοῦσι καὶ ξυνδοῦσι τὸν Ἡρακλέα καὶ ταῦτα τὸν Προμηθέα φάσκοντες ὑπʼ αὐτοῦ λελύσθαι.
§24
κδ. τραχὺς οὗτος καί, νὴ Δίʼ, ἐν τραχείᾳ τῇ γῇ, Ῥόδος γὰρ αὕτη ἡ νῆσος, ἧς τὸ τραχύτατον Λίνδιοι, γῆ σταφίδα μὲν καὶ σῦκα ἀγαθὴ δοῦναι, ἀρόσαι δὲ οὐκ εὐδαίμων καὶ ἁμαξεῦσαι ἄπορος. ὁ δὲ στρυφνὸς καὶ ἐν ὠμῷ τῷ γήρᾳ γεωργὸς νοείσθω, Θειοδάμαντα τὸν Λίνδιον εἴ που ἀκούσας ἔχεις. ἀλλὰ τοῦ θράσους· ὀργίζεται τῷ Ἡρακλεῖ ὁ Θειοδάμας, ὅτι ἀροῦντι αὐτῷ ἐπιστὰς ἀποσφάττει τὸν ἕτερον τῶν βοῶν καὶ σιτεῖται σφόδρα ἐθὰς ὢν τοῦ τοιούτου σιτίου. Ἡρακλεῖ γάρ που παρὰ Πινδάρῳ ἐνέτυχες, ὁπότε ἐς τὴν τοῦ Κορωνοῦ στέγην ἀφικόμενος σιτεῖται βοῦν ὅλον, ὡς μηδὲ τὰ ὀστέα περιττὰ ἡγεῖσθαι, Θειοδάμαντι δὲ περὶ βουλυτὸν ἐπιφοιτήσας καὶ πῦρ κομισάμενος — ἀγαθοὶ δὲ ἐμπυρεύσασθαι καὶ οἱ λίθοι — ἀπανθρακίζει τὸν βοῦν ἀποπειρώμενος τῶν σαρκῶν, εἰ μαλάττονται ἤδη, καὶ μονονουχὶ ἐγκαλῶν ὡς βραδεῖ τῷ πυρί. τὰ δὲ τῆς γραφῆς οἷα μηδὲ τὸ εἶδος παρεωρακέναι τῆς γῆς, ὅπου γάρ τι καὶ μικρὸν ἑαυτῆς ἀρόσαι παραδέδωκεν ἡ γῆ, ἔοικεν, εἰ συνίημι, οὐδὲ ἀπορεῖν. ὁ δὲ Ἡρακλῆς τὸ μὲν ἐρρωμένον τῆς διανοίας ἐπὶ τὸν βοῦν ἔχει, τὸ δὲ ῥᾴθυμον αὐτῆς ταῖς τοῦ Θειοδάμαντος ἀραῖς δέδωκεν, ὅσον τὴν παρειὰν ἀνεῖσθαι, ὁ γεωργὸς δὲ λίθοις ἐπὶ τὸν Ἡρακλέα. καὶ ὁ τρόπος τῆς στολῆς Δώριος, αὐχμός τε ʽπερἰ τῇ κόμῃ καὶ περὶ τῷ μετώπῳ πίνος, καὶ ἐπιγουνὶς καὶ βραχίων, οἵους ἡ φιλτάτη γῆ τοὺς ἑαυτῆς ἀθλητὰς ἀποτελεῖ. τοῦτο τοῦ Ἡρακλέους τὸ ἔργον καὶ ὁ Θειοδάμας οὗτος σεμνὸς παρὰ Λινδίοις, ὅθεν βοῦς μὲν ἀρότης Ἡρακλεῖ θύεται, κατάρχονται δὲ ἐπαρώμενοι, ὅσα, οἶμαι, ὁ γεωργὸς τότε, χαίρει δὲ ὁ Ἡρακλῆς καὶ Λινδίοις δίδωσι καταρωμένοις τἀγαθά.
§25
κε. μὴ τὰς ἵππους, ὦ παῖ, τὰς τοῦ Διομήδους ἆθλον ἡγώμεθα τοῦ Ἡρακλέους, ἅς γε καὶ ᾕρηκεν ἤδη καὶ συντέτριφε τῷ ῥοπάλῳ καὶ ἡ μὲν κεῖται αὐτῶν, ἡ δὲ ἀσπαίρει, τὴν δὲ ἀναπηδᾶν ἐρεῖς, ἡ δὲ πίπτει, βάρβαροι ταῖς χαίταις καὶ ἐς ὁπλὴν λάσιοι καὶ ἄλλως θηρία, φάτναι δὲ ὡς ἀνάπλεῳ μελῶν ἀνθρωπείων καὶ ὀστέων εἰσίν, οἷς ἐς τὴν ἱπποτροφίαν ταύτην ὁ Διομήδης ἐχρήσατο, αὐτός τε ὁ ἱπποτρόφος ὡς ἀγριώτερος ἰδεῖν ἢ αἱ ἵπποι, πρὸς αἷς πέπτωκεν, ἀλλὰ τουτονὶ τὸν ἆθλον χαλεπώτερον χρὴ δοκεῖν, Ἔρωτός τε πρὸς πολλοῖς ἐπιτάττοντος αὐτὸν τῷ Ἡρακλεῖ, μόχθου τε ἐπʼ αὐτῷ οὐ σμικροῦ ὄντος· τὸν γὰρ δὴ Ἄβδηρον ὁ Ἡρακλῆς ἡμίβρωτον φέρει ἀποσπάσας τῶν ἵππων, ἐδαίσαντο δὲ αὐτὸν ἁπαλὸν ἔτι καὶ πρὸ Ἰφίτου νέον, τουτὶ δέ ἐστι καὶ τοῖς λειψάνοις συμβαλέσθαι, καλὰ γὰρ δὴ ἔτι ἐν τῇ λεοντῇ κεῖται. τὰ μὲν δὴ δάκρυα τὰ ἐπʼ αὐτοῖς καὶ εἰ δή τι περιεπτύξατο αὐτῶν ἢ ὀλοφυρόμενος εἶπε, καὶ τὸ βαρὺ τοῦ προσώπου τὸ ἐπὶ πένθει δεδόσθω καὶ ἄλλῳ ἐραστῇ, ἐχέτω καὶ στήλη τι γέρας ἐφεστηκυῖα καλοῦ σήματι, ὁ δʼ οὐχ ὅπερ οἱ πολλοί, πόλιν δὲ τῷ Ἀβδήρῳ ἀνίστησιν, ἣν ἀπʼ αὐτοῦ καλοῦμεν καὶ ἀγὼν τῷ Ἀβδήρῳ κείσεται, ἀγωνιεῖται δʼ ἐπʼ αὐτῷ πυγμὴν καὶ παγκράτιον καὶ πάλην καὶ τὰ ἐναγώνια πάντα πλὴν ἵππων.
§26
κς. ὁ μὲν ἐν τῷ οἰκίσκῳ λαγωὸς δικτύου θήραμα, κάθηται δὲ ἐπὶ τῶν σκελῶν ὑποκινῶν τοὺς προσθίους καὶ ὑπεγείρων τὸ οὖς, ἀλλὰ καὶ βλέπει παντὶ τῷ βλέμματι, βούλεται δὲ καὶ κατόπιν ὁρᾶν δι’ ὑποψίαν καὶ τὸ ἀεὶ πτώσσειν, ὁ δʼ ἐκκρεμάμενος τῆς αὔου δρυὸς ἀνερρωγώς τε τὴν γαστέρα καὶ διὰ τοῖν ποδοῖν ἐκδεδυκὼς ὠκύτητα κατηγορεῖ τοῦ κυνός, ὃς ὑπὸ τῇ δρυὶ κάθηται διαναπαύων ἑαυτὸν καὶ δηλῶν μόνος ᾑρηκέναι. τὰς δὲ πλησίον τοῦ λαγὼ νήττας, ἀρίθμει δὲ αὐτὰς δέκα, καὶ τούς, ὅσαιπερ αἱ νῆτται, χῆνας, οὐ δεῖ βλιμάζειν, ἀποτέτιλται γὰρ αὐτῶν τὸ περὶ τὰ στέρνα πᾶν ἐκεῖ τοῖς πλωτοῖς ὄρνισι πλεονεκτούσης τῆς πιμελῆς. εἰ δὲ καὶ ζυμίτας ἄρτους ἀγαπᾷς ἢ ὀκταβλώμους, ἐκεῖνοι πλησίον ἐν βαθεῖ τῷ κανῷ, καὶ εἰ μὲν ὄψου τι χρῄζεις, αὐτοὺς ἔχεις, τοῦ τε γὰρ μαράθρου μετέχουσι καὶ τοῦ σελίνου καὶ ἔτι τῆς μήκωνος, ἥπερ ἐστὶν ἥδυσμα τοῦ ὕπνου, εἰ δὲ τραπέζης ἐρᾷς, τουτὶ μὲν ἐς ὀψοποιοὺς ἀναβαλοῦ, σὺ δὲ σιτοῦ τὰ ἄπυρα. τί οὖν οὐ τὰς δρυπεπεῖς ἁρπάζεις, ὧν ἐφʼ ἑκατέρου κανοῦ σωρὸς οὗτος; οὐκ οἶσθʼ, ὅτι μικρὸν ὕστερον οὐκέθʼ ὁμοίαις ἐντεύξῃ ταύταις, ἀλλὰ γυμναῖς ἤδη τῆς δρόσου; καὶ μηδὲ τῶν τραγημάτων ὑπερίδῃς, εἴ τι σοι μεσπίλου μέλει καὶ Διὸς βαλάνων, ἃς τρέφει λειότατον φυτὸν ἐν ὀξεῖ τῷ ἐλύτρῳ καὶ ἀτόπῳ ἰδεῖν. ἐρρέτω καὶ τὸ μέλι παρούσης τῆς τῶν ἰσχάδων συνθήκης παλάθης ταυτησὶ καλουμένης, καὶ ὅ τι ἂν εἴποις, οὕτως ἡδὺ πέμμα. περιαμπίσχει δὲ αὐτὴν φύλλα οἰκεῖα παρέχοντα τῇ παλάθῃ τὴν ὥραν. οἶμαι τὴν γραφὴν ἀποφέρειν τὰ ξένια ταυτὶ τῷ τοῦ ἀγροῦ δεσπότῃ, ὁ δὲ λούεται τάχα Πραμνείους ἢ Θασίους βλέπων ἐνὸν τῆς γλυκείας τρυγὸς ἐπὶ τῇ τραπέζῃ πιεῖν, ὡς ἐς ἄστυ κατιὼν ὄζοι στεμφύλου καὶ ἀπραγμοσύνης καὶ κατὰ τῶν ἀστυτρίβων ἐρεύγοιτο.
§27
κζ. οἱ μὲν ἐκπληττόμενοι θεοὶ καὶ θεαὶ προειρημένον αὐτοῖς μηδὲ Νύμφας ἀπεῖναι τοῦ οὐρανοῦ, παρεῖναι δὲ αὐτοῖς ποταμοῖς, ὧν γίγνονται, φρίττουσι δὲ τὴν Ἀθηνᾶν ἄρτι τῆς τοῦ Διὸς κεφαλῆς ἐν ὅπλοις ἐκραγεῖσαν Ἡφαίστου μηχαναῖς, ὡς ὁ πέλεκυς. τὴν δὲ ὕλην τῆς πανοπλίας οὐκ ἂν συμβάλοι τις, ὅσα γὰρ τῆς ἴριδος χρώματα παραλλαττούσης ἐς ἄλλοτε ἄλλο φῶς, τοσαῦτα καὶ τῶν ὅπλων, καὶ ὁ Ἥφαιστος ἀπορεῖν ἔοικεν, ὅτῳ ποτὲ τὴν θεὸν προσαγάγηται, προανάλωται γὰρ αὐτῷ τὸ δέλεαρ ὑπὸ τοῦ τὰ ὅπλα συνεκφῦναί οἱ. ὁ δὲ Ζεὺς ἀσθμαίνει σὺν ἡδονῇ, καθάπερ οἱ μέγαν ἐπὶ μεγάλῳ καρπῷ διαπονήσαντες ἆθλον, καὶ τὴν παῖδα ἐξιστορεῖ φρονῶν τῷ τόκῳ καὶ οὐδὲ τῆς Ἥρας τι δεινὸν ἐνταῦθα, γέγηθε δέ, ὡς ἂν εἰ καὶ αὐτῆς ἐγένετο. καὶ θύουσιν ἤδη τῇ Ἀθηνᾷ δῆμοι δύο ἐπὶ δυοῖν ἀκροπολέοιν, Ἀθηναῖοι καὶ Ῥόδιοι, γῆ καὶ θάλαττα, ἄνθρωποι γηγενεῖς οἱ μὲν ἄπυρα ἱερὰ καὶ ἀτελῆ, ὁ δὲ Ἀθήνησι δῆμος πῦρ ἐκεῖ καὶ κνῖσα ἱερῶν καὶ ὁ καπνὸς οἷον εὐώδης γέγραπται καὶ μετὰ τῆς κνίσης ἀναρρέων, ὅθεν ὡς παρὰ σοφωτέρους ἀφίκετο ἡ θεὸς καὶ θύσαντας εὖ, Ῥοδίοις δὲ λέγεται χρυσὸς ἐξ οὐρανοῦ ῥεῦσαι καὶ διαπλῆσαι σφῶν τὰς οἰκίας καὶ τοὺς στενωποὺς νεφέλην ἐς αὐτοὺς ῥήξαντος τοῦ Διός, ὅτι κἀκεῖνοι τῆς Ἀθηνᾶς ξυνῆκαν. ἐφέστηκε τῇ ἀκροπόλει καὶ ὁ δαίμων ὁ Πλοῦτος, γέγραπται δὲ πτηνὸς μὲν ὡς ἐκ νεφῶν, χρυσοῦς δὲ ἀπὸ τῆς ὕλης, ἐν ᾗ ἐφάνη. γέγραπται καὶ βλέπων, ἐκ προνοίας γὰρ αὐτοῖς ἀφίκετο.
§28
κη. ἐπεὶ τὸν τῆς Πηνελόπης ἱστὸν ᾅδεις ἐντετυχηκὼς ἀγαθῇ γραφῇ καὶ δοκεῖ σοι πάντα ἱστοῦ ἔχειν, στήμοσί τε ἱκανῶς ἐντέταται καὶ ἄνθεα κεῖται ὑπὸ τῶν μίτων καὶ μόνον οὐχ ὑποφθέγγεται ἡ κερκὶς αὐτή τε ἡ Πηνελόπη κλαίει δακρύοις, οἷς τὴν χιόνα τήκει Ὅμηρος καὶ ἀναλύει, ἃ διύφηνεν, ὅρα καὶ τὴν ἀράχνην ὑφαίνουσαν ἐκ γειτόνων, εἰ μὴ παρυφαίνει καὶ τὴν Πηνελόπην καὶ τοὺς Σῆρας ἔτι, ὧν τὰ ὑπέρλεπτα καὶ μόλις ὁρατά. οἰκίας μὲν οὐκ εὖ πραττούσης προπύλαια ταῦτα, φήσεις αὐτὴν χηρεύειν δεσποτῶν, αὐλὴ δὲ ἔρημος ἔσω παραφαίνεται, καὶ οὐδὲ οἱ κίονες αὐτὴν ἔτι ἐρείδουσιν ὑπὸ τοῦ συνιζάνειν καὶ καταρρέειν, ἀλλʼ ἔστιν οἰκητὸς ἀράχναις μόναις, φιλεῖ γὰρ τὸ ζῷον ἐν ἡσυχίᾳ διαπλέκειν. ὅρα καὶ τὰ μηρύματα· τοῦτο ἀναπτύουσαι τὸ νῆμα καθιᾶσιν ἐς τοὔδαφος, δεικνύει δὲ αὐτὰς ὁ ζωγράφος κατιούσας διʼ αὐτοῦ καὶ ἀναρριχωμένας ἀερσιποτήτους κατὰ τὸν Ἡσίοδον καὶ μελετώσας πέτεσθαι, καὶ οἰκίας δὲ προσυφαίνουσι ταῖς γωνίαις τὰς μὲν εὐρείας, τὰς δὲ κοίλας· τούτων αἱ μὲν εὐρεῖαι χρησταὶ θερίζειν, ἃς δὲ κοίλας ὑφαίνουσιν, ἀγαθὸν τοῦτο χειμῶνος. καλὰ μὲν οὖν καὶ ταῦτα τοῦ ζωγράφου, τὸ γὰρ οὕτω γλίσχρως ἀράχνην τε αὐτὴν διαπονῆσαι καὶ στίξαι κατὰ τὴν φύσιν καὶ τὸ ἔριον αὐτῆς ὑπομόχθηρον γράψαι καὶ ἄγριον, ἀγαθοῦ δημιουργοῦ καὶ δεινοῦ τὴν ἀλήθειαν, ὁ δʼ ἡμῖν καὶ τὰ λεπτὰ διύφηνεν. ἰδοὺ γάρ· τετράγωνος μὲν αὕτη μήρινθος περιβέβληται ταῖς γωνίαις, οἷον πεῖσμα τοῦ ἱστοῦ, περιῆπται δὲ τῇ μηρίνθῳ λεπτὸς ἱστὸς πολλοὺς ἀποτετορνευμένος τοὺς κύκλους, βρόχοι δὲ ἐκτενεῖς ἀπὸ τοῦ πρώτου κύκλου μέχρι τοῦ σμικροτάτου διαπλέκονται διαλείποντες ἀπʼ ἀλλήλων ὅσον οἱ κύκλοι. αἱ δὲ ἔριθοι διʼ αὐτῶν βαδίζουσι τείνουσαι τοὺς κεχαλασμένους τῶν μίτων. ἀλλὰ καὶ μισθὸν ἄρνυνται τοῦ ὑφαίνειν καὶ σιτοῦνται τὰς μυίας, ἐπειδὰν τοῖς ἱστοῖς ἐμπλακῶσιν, ὅθεν οὐδὲ τὴν θήραν αὐτῶν παρῆλθεν ὁ ζωγράφος, ἡ μὲν γὰρ ἔχεται τοῦ ποδός, ἡ δὲ ἄκρου τοῦ πτεροῦ, ἡ δὲ ἐσθίεται τῆς κεφαλῆς, ἀσπαίρουσι δὲ πειρώμεναι διαφυγεῖν· ὅμως οὐ ταράττουσιν οὐδὲ διαλύουσι τὸν ἱστόν.
§29–34
§29
κθ. τοὺς μὲν ἀμφὶ Τυδέα καὶ Καπανέα καὶ εἰ δή τις Ἱππομέδων καὶ Παρθενοπαῖος ἐνταῦθα, Ἀθηναῖοι θάψουσιν ἀγῶνα ἀράμενοι τὸν ὑπὲρ τῶν σωμάτων, Πολυνείκην δὲ τὸν Οἰδίποδος Ἀντιγόνη ἡ ἀδελφὴ θάπτει νύκτωρ ἐκφοιτήσασα τοῦ τείχους καίτοι κεκηρυγμένον ἐπʼ αὐτῷ μὴ θάπτειν αὐτόν, μηδὲ ἑνοῦν τῇ γῇ, ἣν ἐδουλοῦτο. τὰ μὲν δὴ ἐν τῷ πεδίῳ νεκροὶ ἐπὶ νεκροῖς, καὶ ἵπποι, ὡς ἔπεσον, καὶ τὰ ὅπλα, ὡς ἀπερρύη τῶν ἀνδρῶν, λύθρου τε οὑτοσὶ πηλός, ᾧ φασι τὴν Ἐνυὼ χαίρειν, ὑπὸ δὲ τῷ τείχει τὰ μὲν τῶν ἄλλων λοχαγῶν σώματα μεγάλοι τέ εἰσι καὶ ὑπερβεβληκότες ἀνθρώπων, Καπανεὺς δὲ γίγαντι εἴκασται, πρὸς γὰρ τῷ μεγέθει βέβληται ὑπὸ τοῦ Διὸς καὶ ἐπιτύφεται. τὸν Πολυνείκην δὲ ἡ Ἀντιγόνη μέγαν καὶ κατʼ ἐκείνους ὄντα καὶ ἀνῄρηται τὸν νεκρὸν καὶ θάψει πρὸς τῷ τοῦ Ἐτεοκλέους σήματι διαλλάττειν ἡγουμένη τοὺς ἀδελφούς, ὡς λοιπόν ἐστι. τί φήσομεν, ὦ παῖ, τὴν σοφίαν τῆς γραφῆς; σελήνη μὲν γὰρ προσβάλλει φῶς οὔπω πιστὸν ὀφθαλμοῖς, μεστὴ δὲ ἐκπλήξεως ἡ κόρη θρηνεῖν ὥρμηκε περιβάλλουσα τὸν ἀδελφὸν ἐρρωμένοις τοῖς πήχεσι, κρατεῖ δὲ ὅμως τοῦ θρήνου δεδοικυῖά που τὰ τῶν φυλάκων ὦτα, περιαθρεῖν τε βουλομένη πάντα τὰ πέριξ ὅμως ἐς τὸν ἀδελφὸν βλέπει τὸ γόνυ ἐς γῆν κάμπτουσα. τὸ δὲ τῆς ῥοιᾶς ἔρνος αὐτοφυές, ὦ παῖ, λέγεται γὰρ δὴ κηπεῦσαι αὐτὸ Ἐρινύας ἐπὶ τῷ τάφῳ, κἂν τοῦ καρποῦ σπάσῃς, αἷμα ἐκδίδοται νῦν ἔτι. θαῦμα καὶ τὸ πῦρ τὸ ἐπὶ τοῖς ἐναγίσμασιν, οὐ γὰρ ξυμβάλλει ἑαυτῷ, οὐδὲ ξυγκεράννυσι τὴν φλόγα, τὸ ἐντεῦθεν δὲ ἄλλην καὶ ἄλλην τρέπεται καὶ τὸ ἄμικτον δηλοῖ τοῦ τάφου.
§30
λ. ἡ πυρὰ καὶ τὰ ἐς αὐτὴν ἐσφαγμένα καὶ ὁ ἀποκείμενος ἐπὶ τῇ πυρᾷ μείζων ἢ ἀνθρώπου δόξαι νεκρὸς ἡ γυνή τε ἡ σφοδρὸν οὕτω πήδημα ἐς τὸ πῦρ αἴρουσα ἐπὶ τοιοῖσδε, ὦ παῖ, γέγραπται· τὸν Καπανέα οἱ προσήκοντες θάπτουσιν ἐν τῷ Ἄργει, ἀπέθανε δὲ ἄρα ἐν Θήβαις ὑπὸ τοῦ Διὸς ἐπιβεβηκὼς ἤδη τοῦ τείχους. ποιητῶν γάρ που ἤκουσας, ὡς κομπάσας τι ἐς τὸν Δία κεραυνῷ ἐβλήθη καὶ πρὶν ἐς τὴν γῆν πεσεῖν, ἀπέθανεν, ὅτε δὴ καὶ οἱ λοχαγοὶ οἱ λοιποὶ ὑπὸ τῇ Καδμείᾳ ἔπεσον. νικησάντων δʼ Ἀθηναίων ταφῆναι σφᾶς πρόκειται ὁ Καπανεὺς τὰ μὲν ἄλλα ἔχων ὥσπερ Τυδεὺς καὶ Ἱππομέδων καὶ οἱ ἄλλοι, τουτὶ δὲ ὑπὲρ πάντας λοχαγούς τε καὶ βασιλέας· Εὐάδνη γὰρ ἡ γυνὴ ἀποθανεῖν ἐπʼ αὐτῷ ὥρμηκεν οὔτε ξίφος τι ἐπὶ τὴν δέρην ἕλκουσα οὔτε βρόχου τινὸς ἑαυτὴν ἀπαρτῶσα, οἷα ἠσπάσαντο γυναῖκες ἐπʼ ἀνδράσιν, ἀλλʼ ἐς αὐτὸ τὸ πῦρ ἵεται οὔπω τὸν ἄνδρα ἔχειν ἡγούμενον, εἰ μὴ καὶ αὐτὴν ἔχοι. τὸ μὲν δὴ ἐντάφιον τῷ Καπανεῖ τοιοῦτον, ἡ γυνὴ δέ, καθάπερ οἱ ἐς τὰ ἱερὰ στεφάνους τε καὶ χρυσὸν ἐξασκοῦντες, ὡς φαιδρὰ θύοιτο καὶ ἐς χάριν τοῖς θεοῖς, οὕτως ἑαυτὴν στείλασα καὶ οὐδὲ ἐλεεινὸν βλέπουσα πηδᾷ ἐς τὸ πῦρ καλοῦσα, οἶμαι, τὸν ἄνδρα, καὶ γὰρ βοώσῃ ἔοικεν, δοκεῖ δʼ ἄν μοι καὶ τὴν κεφαλὴν ὑποσχεῖν τῷ σκηπτῷ ὑπὲρ τοῦ Καπανέως. οἱ δὲ Ἔρωτες ἑαυτῶν ποιούμενοι ταῦτα τὴν πυρὰν ἀπὸ τῶν λαμπαδίων ἅπτουσι καὶ τὸ πῦρ οὔ φασι χραίνειν, ἀλλʼ ἡδίονί τε καὶ καθαρωτέρῳ χρήσεσθαι θάψαντες αὐτῷ τοὺς καλῶς χρησαμένους τῷ ἐρᾶν.
§31
λα. Ἕλλην ἐν βαρβάροις, ἀνὴρ οὐκ ἐν ἀνδράσιν, ἀπολωλόσι καὶ τρυφῶσιν ἀττικῶς ἔχων μάλα τοῦ τρίβωνος ἀγορεύει σοφόν, οἶμαί, τι, μεταποιῶν αὐτοὺς καὶ μεθιστὰς τοῦ θρύπτεσθαι. Μῆδοι ταῦτα καὶ Βαβυλὼν μέση καὶ τὸ σημεῖον τὸ βασίλειον ὁ χρυσοῦς ἐπὶ τῆς πέλτης ἀετὸς καὶ ὁ βασιλεὺς ἐπὶ τοῦ χρυσοῦ θρόνου στικτός, οἷον ταώς. οὐκ ἀξιοῖ ἐπαινεῖσθαι ὁ ζωγράφος, εἰ τιάραν καλῶς μεμίμηται καὶ καλάσιριν ἢ κάνδυν ἢ θηρίων τερατώδεις μορφάς, οἷα ποικίλλουσι βάρβαροι, ἀλλʼ ἐπαινείσθω μὲν ἐπὶ τῷ χρυσῷ γράφων αὐτὸν εὐήτριον καὶ σώζοντα, ὃ ἠνάγκασται, καί, νὴ Δίʼ, ἐπὶ τῷ τῶν εὐνούχων εἴδει, καὶ ἡ αὐλὴ χρυσῆ ἔστω, δοκεῖ γὰρ μὴ γεγράφθαι, γέγραπται γὰρ οἵα ᾠκοδομῆσθαι, λιβανωτοῦ τε καὶ σμύρνης αἰσθανόμεθα, τὰς γὰρ τῶν ἀέρων ἐλευθερίας οὕτω παραφθείρουσιν οἱ βάρβαροι, καὶ δορυφόρος ἄλλος ἄλλῳ διαλεγέσθω περὶ τοῦ Ἕλληνος, ἐκπληττόμενοι αὐτὸν κατὰ δή τινα σύνεσιν μεγάλων αὐτοῦ ἔργων. Θεμιστοκλέα γάρ, οἶμαι, ἀκούεις, τὸν τοῦ Νεοκλέους Ἀθήνηθεν ἐς Βαβυλῶνα ἥκειν μετὰ τὴν Σαλαμῖνα τὴν θείαν ἀποροῦντα, ὅποι σωθήσεταί ποτε τῆς Ἑλλάδος, καὶ διαλέγεσθαι βασιλεῖ περὶ ὧν στρατηγοῦντος αὐτοῦ ὁ Ξέρξης ὤνητο. ἐκπλήττει δὲ αὐτὸν οὐδὲν τῶν Μηδικῶν, ἀλλὰ τεθάρσηκεν οἷον καθεστὼς ἐπὶ τοῦ λίθου, καὶ ἡ φωνὴ οὐκ ἀπὸ τοῦ ἡμεδαποῦ τρόπου μηδίζων ὁ Θεμιστοκλῆς, ἐξεπόνησε γὰρ ἐκεῖ τοῦτο. εἰ δʼ ἀπιστεῖς, ὅρα τοὺς ἀκούοντας, ὡς εὐξύνετον ἐπισημαίνουσι τοῖς ὄμμασιν, ὅρα καὶ τὸν Θεμιστοκλέα τὴν μὲν τοῦ προσώπου στάσιν παραπλήσιον τοῖς λέγουσι, πεπλανημένον δὲ τὴν τῶν ὀφθαλμῶν ἔννοιαν ὑπὸ τοῦ λέγειν, ὡς μετέμαθεν.
§32
λβ. ὁ μὲν χῶρος Ἀρκαδία καὶ τὸ κάλλιστον Ἀρκαδίας καὶ ᾧ μάλιστα ὁ Ζεὺς χαίρει — Ὀλυμπίαν αὐτὸ ὀνομάζομεν — ἆθλον δὲ οὔπω πάλης, οὐδὲ τοῦ παλαίειν ἔρως, ἀλλʼ ἔσται. παλαίστρα γὰρ ἡ Ἑρμοῦ ἡβήσασα νῦν ἐν Ἀρκαδίᾳ πάλην εὕρηκε καὶ ἡ γῆ χαίρει πως τῷ εὑρήματι, ἐπειδὴ σίδηρος μὲν πολεμιστήριος ἔνσπονδος ἀποκείσεται τοῖς ἀνθρώποις, στάδια δὲ ἡδίω στρατοπέδων δόξει καὶ ἀγωνιοῦνται γυμνοί. τὰ μὲν δὴ παλαίσματα παιδία, ταυτὶ γὰρ ἀγέρωχα σκιρτᾷ περὶ τὴν Παλαίστραν ἄλλο ἐπʼ ἄλλῳ ἐς αὐτήν λυγίζοντα, εἴη δʼ ἂν γηγενῆ, φησὶ γὰρ ὑπʼ ἀνδρείας ἡ κόρη μήτʼ ἂν γήμασθαί τῳ ἑκοῦσα μήτʼ ἂν τεκεῖν. διαπέφυκε δὲ ἀπʼ ἀλλήλων τὰ παλαίσματα, κράτιστον γὰρ τὸ ξυνημμένον τῇ πυγμῇ. τὸ δὲ εἶδος τῆς Παλαίστρας, εἰ μὲν ἐφήβῳ εἰκάζοιτο, κόρη ἔσται, εἰ δὲ ἐς κόρην λαμβάνοιτο, ἔφηβος δόξει, κόμη τε γὰρ ὅση μηδʼ ἀναπλέκεσθαι ὄμμα τε ἀμφοτέρῳ τῷ ἤθει καὶ ὀφρὺς οἵα καὶ ἐρώντων ὑπερορᾶν καὶ παλαιόντων, φησὶ γὰρ πρὸς ἄμφω τὰ ἔθνη ἐρρῶσθαι, μαζῶν τε οὐδʼ ἂν παλαίοντα θιγεῖν τινά, τοσοῦτον αὐτῇ περιεῖναι τῆς τέχνης. καὶ αὐτοὶ δὲ οἱ μαζοὶ μικρὰ τῆς ὁρμῆς παραφαίνουσιν, ὥσπερ ἐν μειρακίῳ ἁπαλῷ, θῆλύ τε ἐπαινεῖ οὐδέν, ὅθεν οὐδὲ λευκώλενος θέλει εἶναι, οὐδὲ τὰς Δρυάδας ἐπαινεῖν ἔοικεν, ὅτι λευκαίνουσιν ἑαυτὰς ἐν ταῖς σκιαῖς, ἀλλὰ τὸν Ἥλιον, ἅτε κοίλην Ἀρκαδίαν οἰκοῦσα, αἰτεῖ χρῶμα, ὁ δʼ οἷον ἄνθος τι ἐπάγει αὐτῇ καὶ φοινίττει τὴν κόρην μετρίᾳ τῇ σίδῃ. καθῆσθαι δέ, ὦ παῖ, τὴν κόρην πάνσοφόν τι τοῦ ζωγράφου, πλεῖσται γὰρ τοῖς καθημένοις αἱ σκιαὶ καὶ τὸ καθῆσθαι αὐτῇ ἱκανῶς εὔσχημον, πράττει δὲ τοῦτο καὶ ὁ θαλλὸς τῆς ἐλαίας ἐν γυμνῷ τῷ κόλπῳ. ἀσπάζεται δέ που τὸ φυτὸν τοῦτο ἡ Παλαίστρα, ἐπειδὴ πάλῃ τε ἀρήγει καὶ χαίρουσιν αὐτῷ πάνυ ἄνθρωποι.
§33
λγ. ἡ μὲν χρυσῆ πέλεια ἔτʼ ἐπὶ τῆς δρυὸς ἐν λογίοις ἡ σοφὴ καὶ χρησμοί, οὓς ἐκ Διὸς ἀναφθέγγεται, κεῖται δʼ οὗτος ὁ πέλεκυς, ὃν μεθῆκεν Ἑλλὸς ὁ δρυτόμος, ἀφʼ οὗ κατὰ Δωδώνην οἱ Ἑλλοί, στέμματα δʼ ἀνῆπται τῆς δρυός, ἐπειδή, καθάπερ ὁ Πυθοῖ τρίπους, χρησμοὺς ἐκφέρει. φοιτᾷ δʼ ὁ μὲν ἐρέσθαι τι αὐτήν, ὁ δὲ θῦσαι, καὶ χορὸς οὑτοσὶ ἐκ Θηβῶν περιεστᾶσι τὴν δρῦν οἰκειούμενοι τὴν σοφίαν τοῦ δένδρου, οἶμαι δὲ καὶ τὴν χρυσῆν ὄρνιν ἐκεῖ παλευθῆναι. οἱ δʼ ὑποφῆται τοῦ Διός, οὓς ἀνιπτόποδάς τε καὶ χαμαιεύνας ἔγνω Ὅμηρος, αὐτοσχέδιοί τινές εἰσι καὶ οὔπω κατεσκευασμένοι τὸν βίον, φασὶ δὲ μηδʼ ἂν κατασκευάσασθαι, τὸν γὰρ Δία χαίρειν σφίσιν, ἐπειδὴ ἀσπάζονται τὸ αὐτόθεν· ἱερεῖς γὰρ οὗτοι καὶ ὁ μὲν τοῦ ἐρέψαι κύριος, ὁ δὲ τοῦ κατεύξασθαι, τὸν δὲ πόπανα χρὴ τάττειν, τὸν δὲ ἐς οὐλὰς καὶ κανᾶ, ὁ δὲ θύει τι, ὁ δʼ οὐ παρήσει ἑτέρῳ δεῖραι τὸ ἱερεῖον. ἐνταῦθα δὲ ἱέρειαι Δωδωνίδες ἐν στρυφνῷ τε καὶ ἱερῷ τῷ εἴδει, ἐοίκασι γὰρ θυμιαμάτων τε ἀναπνεῖν καὶ σπονδῶν. καὶ τὸ χωρίον δὲ αὐτὸ θυῶδες, ὦ παῖ, γέγραπται καὶ ὀμφῆς μεστὸν χαλκῆ τε Ἠχὼ ἐν αὐτῷ τετίμηται, ἥν, οἶμαι, ὁρᾷς ἐπιβάλλουσαν τὴν χεῖρα τῷ στόματι, ἐπειδὴ χαλκεῖον ἀνέκειτο τῷ Διὶ κατὰ Δωδώνην ἠχοῦν ἐς πολὺ τῆς ἡμέρας καὶ μέχρι λάβοιτό τις αὐτοῦ, μὴ σιωπῶν.
§34
λδ. τὸ μὲν ἐπὶ ταῖς Ὥραις εἶναι τὰς τοῦ οὐρανοῦ πύλας Ὁμήρῳ ἀφῶμεν εἰδέναι καὶ ἔχειν, εἰκὸς γάρ που αὐτὸν ξυγγενέσθαι ταῖς Ὥραις, ὅτε τὸν αἰθέρα ἔλαχε, τουτὶ δὲ τὸ σπουδαζόμενον ὑπὸ τῆς γραφῆς καὶ ἄλλῳ ξυμβαλεῖν ῥᾴδιον· αἱ γὰρ δὴ Ὧραι αὐτοῖς εἴδεσιν ἐς τὴν γῆν ἀφικόμεναι ξυνάπτουσαι τὰς χεῖρας ἐνιαυτόν, οἶμαι, ἑλίττουσι καὶ ἡ γῆ σοφὴ οὖσα εὐφορεῖ αὐταῖς τὰ ἐνιαυτοῦ πάντα. μὴ πατεῖτε τὴν ὑάκινθον ἢ τὰ ῥόδα οὐκ ἐρῶ πρὸς τὰς ἠρινάς, ὑπὸ γὰρ τοῦ πατεῖσθαι ἡδίω φαίνεται καὶ αὐτῶν τι τῶν Ὡρῶν ἀναπνεῖ. μὴ ἐμβαίνετε ἁπαλαῖς ταῖς ἀρούραις οὐκ ἐρῶ πρὸς τὰς χειμερίους σφῶν, τὸ γὰρ πατεῖσθαι αὐτὰς ὑπὸ τῶν Ὡρῶν ποιήσει ἄσταχυν. αἱ ξανθαὶ δὲ αὗται βαίνουσιν ἐπὶ τῆς τῶν ἀσταχύων κόμης, οὐ μὴν ὡς κλάσαι ἢ καμψαι, ἀλλʼ εἰσὶν οὕτω τι ἐλαφραί, ὡς μηδὲ ἐπημύειν τι τῷ ληίῳ. χαρίεν ὑμῶν, ὦ ἄμπελοι, τὸ λαβέσθαι τῶν ὀπωρινῶν ἐθέλειν, ἐρᾶτε γάρ που τῶν Ὡρῶν, ὅτι ὑμᾶς ἐργάζονται καλὰς καὶ ἡδυοίνους. ταυτὶ μὲν οὖν οἷον γεωργίαι τῆς γραφῆς, αὐταὶ δʼ αἱ Ὧραι μάλα ἡδεῖαι καὶ δαιμονίου τέχνης. οἷον μὲν γὰρ αὐτῶν τὸ ᾅδειν, οἵα δὲ ἡ δίνη τοῦ κύκλου καὶ τὸ κατόπιν ἡμῖν μηδεμιᾶς φαίνεσθαι ὑπὸ τοῦ πάσας οἷον ἔρχεσθαι, βραχίων δὲ ἄνω καὶ ἐλευθερία ἀφέτου κόμης καὶ παρειὰ θερμὴ ὑπὸ τοῦ δρόμου καὶ οἱ ὀφθαλμοὶ συγχορεύοντες. τάχα τι καὶ μυθολογῆσαι συγχωροῦσιν ὑπὲρ τοῦ ζωγράφου, δοκεῖ γάρ μοι χορευούσαις ταῖς Ὥραις ἐντυχὼν σεισθῆναι ὑπʼ αὐτῶν ἐς τὴν τέχνην ἴσως αἰνιττομένων τῶν θεῶν, ὅτι χρὴ σὺν ὥρᾳ γράφειν.
Tap any Greek word to look it up