ΦΙΛΩNΟΣ ΠEΡΙ ΤΟΥ ΘEΟΠEΜΠΤΟΥΣ ΕΙΝΑΙ TΟΥΣ ΟNEΙΡΟΥΣ
§1–53
§1 Τὸ τρίτον εἶδος τῶν θεοπέμπτων ὀνείρων ἀναγράφοντες εἰκότως ἂν ἐπίμαχον Μωυσῆν καλοῖμεν, ἵν’, ὡς ἔμαθεν οὐκ εἰδώς, ἀγνοοῦντας καὶ ἡμᾶς ἀναδιδάξῃ περὶ τῶν σημείων, ἕκαστον αὐγάζων. συνίσταται δὲ τὸ τρίτον εἶδος, ὁπόταν ἐν τοῖς ὕπνοις ἐξ ἑαυτῆς ψυχὴ κινουμένη καὶ ἀναδονοῦσα ἑαυτὴν κορυβαντιᾷ καὶ ἐνθουσιῶσα δυνάμει προγνωστικῇ τὰ μέλλοντα θεσπίζῃ.
§2 τὸ μὲν γὰρ πρῶτον ἦν ἄρχοντος τῆς κινήσεως θεοῦ καὶ ὑπηχοῦντος ἀοράτως τὰ ἡμῖν μὲν ἄδηλα, γνώριμα δὲ ἑαυτῷ· τὸ δὲ δεύτερον τῆς ἡμετέρας διανοίας τῇ τῶν ὅλων συγκινουμένης ψυχῇ καὶ θεοφορήτου μανίας ἀναπιμπλαμένης, θέμις πολλὰ τῶν ἀποβησομένων προαγορεύειν.
§3 διὸ ἱεροφάντης τὰς μὲν κατὰ τὸ πρῶτον σημαινόμενον φαντασίας τρανῶς πάνυ καὶ ἀριδήλως ἐμήνυσεν, ἅτε τοῦ θεοῦ χρησμοῖς σαφέσιν ἐοικότα διὰ τῶν ὀνείρων ὑποβάλλοντος, τὰς δὲ κατὰ τὸ δεύτερον οὔτε σφόδρα τηλαυγῶς οὔτε σκοτίως ἄγαν· ὧν ὑπόδειγμα ἐπὶ τῆς οὐρανοῦ κλίμακος φανεῖσα ὄψις. αὕτη γὰρ αἰνιγματώδης μὲν ἦν, τὸ δὲ αἴνιγμα οὐ λίαν τοῖς ὀξὺ καθορᾶν δυναμένοις ἀπεκρύπτετο.
§4 αἱ δὲ κατὰ τὸ τρίτον εἶδος φαντασίαι μᾶλλον τῶν προτέρων ἀδηλούμεναι διὰ τὸ βαθὺ καὶ κατακορὲς ἔχειν τὸ αἴνιγμα ἐδεήθησαν καὶ τῆς ὀνειροκριτικῆς ἐπιστήμης. πάντες γοῦν οἱ καταὐτὸ ἀναγραφέντες ὄνειροι τῷ νομοθέτῃ διακρίνονται πρὸς σοφῶν τὴν λεχθεῖσαν τέχνην ἀνδρῶν. τίνος οὖν εἰσιν οἱ ὄνειροι;
§5 παντί τῳ δῆλον, ὅτι οἱ τοῦ Ἰωσήφ, οἱ τοῦ βασιλέως Αἰγύπτου Φαραὼ καὶ οὓς τε ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος εἶδον αὐτοί;
§6 πρέποι δἂν ἀπὸ τῶν πρώτων ἀεὶ τῆς διδασκαλίας ἀπάρχεσθαι· πρῶτοι δεἰσὶν οὓς ἐθεάσατο Ἰωσήφ, ἀπὸ δυεῖν τῶν τοῦ κόσμου μερῶν, οὐρανοῦ τε καὶ γῆς, διττὰς φαντασίας λαβών· ἀπὸ μὲν γῆς τὸ περὶ τὸν ἀμητὸν ὄναρτοιοῦτον δἐστίν· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, ἀνέστη δὲ τὸ ἐμὸν δράγμα“ (Gen. 37, 7), — τὸ δὲ περὶ τὸν ζῳδιακὸν κύκλον * * * „ὥσπερ ἥλιος καὶ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με“ (ibid. 9).
§7 διάκρισις δὲ τοῦ μὲν προτέρου μετὰ σφοδρᾶς ἐπανατάσεως τοιαύτη· „μὴ βασιλεύων βασιλεύσεις ἐφἡμῖν; κυριεύων κυριεύσεις ἡμῶν“ (ibid. 8) ; τοῦ δὲ ὑστέρου ὀργὴ πάλιν δικαία· „ἆρά γε ἐλευσόμεθα ἐγὼ καὶ μήτηρ καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν“ (ibid. 10) ;
§8 Ταῦτα μὲν δὴ θεμελίων τρόπον προκαταβεβλήσθω, τὰ δὲ ἄλλα τοῖς σοφῆς ἀρχιτέκτονος, ἀλληγορίας, ἑπόμενοι παραγγέλμασιν ἐποικοδομῶμεν, ἑκάτερον δὴ τῶν ὀνειράτων ἀκριβοῦντες. δὲ χρὴ πρὸ ἀμφοτέρων ἀκοῦσαι, λεκτέον· τὴν τἀγαθοῦ φύσιν οἱ μὲν ἔτειναν ἐπὶ πολλά, οἱ δὲ τῷ ἀρίστῳ προσεκλήρωσαν μόνῳ· καὶ οἱ μὲν ἐκέρασαν, οἱ δὲ καὶ ἄκρατον εἴασαν.
§9 οἱ μὲν οὖν μόνον τὸ καλὸν ἀγαθὸν εἰπόντες, ἀμιγῆ διαφυλάξαντες αὐτήν, ἀπένειμαν τῷ κρατίστῳ τῶν ἐν ἡμῖν, λογισμῷ, οἱ δὲ μίξαντες τρισὶν ἐφήρμοσαν, ψυχῇ, σώματι, τοῖς ἐκτός. εἰσὶ δὲ οὗτοι μὲν τῆς μαλακωτέρας καὶ τρυφερᾶς διαίτης, τὸν πλείω χρόνον ἐν γυναικωνίτιδι καὶ τοῖς γυναικωνίτιδος ἐκτεθηλυμμένοις ἔθεσιν ἀπαὐτῶν σπαργάνων ἀνατραφέντες· οἱ δἕτεροι σκληροδίαιτοι, πρὸς μὲν ἀνδρῶν κουροτροφηθέντες, ἄνδρες δὲ καὶ αὐτοὶ τὰ φρονήματα, τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἀσπαζόμενοι καὶ τροφαῖς ἀθλητικαῖς πρὸς ἰσχὺν καὶ ῥώμην, οὐ πρὸς ἡδονήν, χρώμενοι.
§10 δυεῖν δὴ θιάσων ἡγεμόνας εἰσάγει Μωυσῆς, τοῦ μὲν γενναίου τὸν αὐτομαθῆ καὶ αὐτοδίδακτον Ἰσαάκἀναγράφει γὰρ αὐτὸν ἀπογαλακτιζόμενον (Gen. 21,8), ἁπαλαῖς καὶ γαλακτώδεσι νηπίαις τε καὶ παιδικαῖς τροφαῖς οὐ δικαιοῦντα χρῆσθαι τὸ παράπαν, ἀλλεὐτόνοις καὶ τελείαις, ἅτε ἐκ βρέφους εὖ πρὸς ἀλκὴν πεφυκότα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα ἀεί —, τοῦ δὲ εἴκοντος καὶ εὐενδότου τὸν Ἰωσήφ.
§11 οὗτος γὰρ οὐκ ἀλογεῖ μὲν τῶν κατὰ ψυχὴν ἀρετῶν, προμηθεῖται δὲ καὶ τῆς τοῦ σώματος εὐσταθείας, ἐφίεται δὲ καὶ τῆς τῶν ἐκτὸς εὐπορίας· ἀνθέλκεται δὲ εἰκότως πολλὰ τέλη τοῦ βίου προτεθειμένος, καὶ ἀντισπώμενος ὑφἑκάστου σείεται καὶ κλονεῖται μὴ δυνάμενος στηριχθῆναι.
§12 καὶ γὰρ οὐδὥσπερ αἱ ἔνσπονδοι πόλεις εἰρήνην ἄγουσι * * * καὶ ἀντεπιτίθενται, ὡς ἐν μέρει κρατεῖν τε καὶ ἡττᾶσθαι· πολλὴ γὰρ ἔστιν ὅτε ῥυεῖσα πρὸς πλοῦτον καὶ δόξαν ὁρμὴ τὰς περὶ σῶμα καὶ ψυχὴν φροντίδας ἐξενίκησεν, εἶτα ἀντιβιασθεῖσα πάλιν ὑπὸ ἀμφοῖν ὑπὸ τῆς ἑτέρας ἐνικήθη. τὸν αὐτὸν δὲ τρόπον
§13 ἀθρόαι καὶ αἱ σώματος ἡδοναὶ καταρραγεῖσαι πάντα ἑξῆς τὰ νοητὰ ἐπέκλυσάν τε καὶ ἠφάνισαν· εἶτοὐκ εἰς μακρὰν ἀντιπνεύσασα σοφία λάβρῳ καὶ σφοδρῷ πνεύματι τό τε ῥεῦμα τῶν ἡδονῶν ἐχάλασε καὶ συνόλως τὰς διὰ τῶν αἰσθήσεων ἁπάσας σπουδάς τε καὶ φιλοτιμίας ἐπράυνε.
§14 τοιοῦτος μὲν δὴ κύκλος εἱλεῖται περὶ τὴν πολύτροπον ψυχὴν ἀιδίου πολέμου· καθαιρεθέντος γὰρ ἑνὸς ἐχθροῦ φύεται πάντως δυνατώτερος ἕτερος, ὕδρας τῆς πολυκεφάλου τὸν τρόπον· καὶ γὰρ ἐπἐκείνης φασὶν ἀντὶ τῆς ἐκτμηθείσης κεφαλῆς ἀναβλαστάνειν ἄλλην, αἰνιττόμενοι τὸ πολύμορφον καὶ πολύγονον τῆς ἀθανάτου κακίας δυσάλωτον γένος.
§15 μηδὲν οὖν ἓν ἀποκρίνας ποτὲ πρὸς * * * τῷ Ἰωσήφ, ἀλλἴσθι ὅτι πολυμιγοῦς καὶ κεκραμένης δόξης ἐστὶν εἰκών. ἐμφαίνεται γὰρ καὶ τὸ λογικὸν ἐγκρατείας εἶδος, τῆς ἄρρενος γενεᾶς ἐστι, κατὰ τὸν πατέρα Ἰακὼβ τυπωθέν·
§16 ἐμφαίνεται καὶ τὸ ἄλογον αἰσθήσεως, μητρῴῳ γένει τῷ κατὰ Ῥαχὴλ ἐξεικονισθέν· ἐμφαίνεται καὶ τὸ τῆς σωματικῆς ἡδονῆς σπέρμα, ἀρχιοινοχόων καὶ ἀρχισιτοποιῶν καὶ ἀρχιμαγείρων συνδιαιτήσεις ἐνεσφράγισαν· ἐμφαίνεται καὶ τὸ τῆς κενῆς δόξης, ἐφἣν ὡς ἐφἅρμα διὰ τὸ κοῦφον ἀναβαίνει (Gen. 41, 43), φυσώμενος καὶ μετέωρον αἰωρῶν ἑαυτὸν ἐπὶ καθαιρέσει ἰσότητος.
§17 μὲν δὴ τοῦ Ἰωσὴφ χαρακτὴρ διὰ τῶν εἰρημένων ὑποτυποῦται· τῶν δὀνειράτων ἑκάτερον μὲν ἀκριβωτέον, πρότερον δὲ τὸ περὶ τῶν δραγμάτων ἐρευνητέον. „ᾤμηνφησίνἡμᾶς δεσμεύειν δράγματα“ (Gen. 37, 7). τὸ μὲνᾤμηνεὐθέως ἀδηλοῦντος καὶ ἐνδοιάζοντος καὶ ἀμυδρῶς ὑπολαμβάνοντος, οὐ παγίως καὶ τηλαυγῶς ὁρῶντος, ἀνάφθεγμά ἐστι.
§18 τοῖς γὰρ ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ ἔτι ὀνειρώττουσιν ἁρμόττον λέγεινᾤμην“, οὐχὶ τοῖς ἐγρηγορόσι παντελῶς καὶ τρανῶς ἐμβλέπουσιν.
§19 ἀλλοὐχ ἀσκητὴς Ἰακὼβᾤμηνἐρεῖ, ἀλλ’ „ἰδοὺ κλῖμαξ ἐστηριγμένη, ἧς κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν“ (Gen. 28, 12), καὶ πάλιν· „ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀνέβαινον ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί“ (Gen. 31, 10. 11).
§20 τῶν γὰρ τὸ καλὸν διἑαυτὸ αἱρετὸν νομιζόντων καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας εἱλικρινεστέρας καὶ καθαρωτέρας ἐξ ἀνάγκης εἶναι συμβέβηκεν, ὥσπερ καὶ τὰς μεθἡμέραν δοκιμωτέρας πράξεις.
§21 Ἄγαμαι δ’, ὅταν ἀκούω τοῦ διηγουμένου τὸ ὄναρ, ὅτι ὑπέλαβε δράγματα καταδεῖν, οὐ θερίζειν. ἐκεῖνο μὲν ἰδιωτῶν καὶ ὑπηρετῶν ἔργον, τοῦτο δἡγεμόνων καὶ γεωργίας ἐμπειροτάτων τὸ ἐπιτήδευμα.
§22 τὸ γὰρ δύνασθαι διακρίνειν σκυβάλων ἀναγκαῖα καὶ τρόφιμα μὴ τροφίμων καὶ νόθων γνήσια καὶ ἀνωφελοῦς ῥίζης καρπὸν ὠφελιμώτατον, μὴ ἐν οἷς γῆ βλαστάνει μᾶλλον διάνοια φύει, τελειοτάτης ἀρετῆς ἐστιν.
§23 γοῦν ἱερὸς λόγος τοὺς ὁρῶντας εἰσάγει θερίζοντας καί, τὸ παραδοξότατον, οὐ κριθὰς πυρούς, ἀλλὰ τὸν θερισμὸν αὐτὸν ἐκθερίζοντας· λέγεται οὖν· „ὅταν θερίζητε τὸν θερισμὸν ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ“ (Lev. 19, 9).
§24 βούλεται γὰρ τὸν ἀστεῖον οὐ μόνον κριτὴν εἶναι τῶν διαφερόντων, διακρίνοντα καὶ διαστέλλοντα ἐξ ὧν γίνεταί τινα καὶ τὰ γεννώμενα, ἀλλὰ καὶ αὐτὸ τὸ δύνασθαι διακρίνειν δοκεῖν ἀναιρεῖν, ἀμῶντα τὸν ἀμητὸν καὶ τὴν ἰδίαν ἐπιβουλὴν ἀποτέμνοντα διὰ τὸ καὶ πεποιθέναι καὶ Μωυσεῖ λέγοντι πιστεύειν, ὅτιμόνου τοῦ θεοῦ κρίσις ἐστί“ (Deut. 1, 17), παρὃν αἱ συγκρίσεις καὶ αἱ διακρίσεις τῶν ἁπάντων· ὑφοὗ καλὸν ὁμολογεῖν ἡττᾶσθαι καὶ τῆς ἀοιδίμου νίκης εὐκλεέστερον.
§25 ὅμοιόν ἐστι τῷ τὸν θερισμὸν θερίζειν τὸ δὶς περιτέμνειν, ὅπερ ὡς ὅτε ἐκαινούργησεν ἐξευρὼν περιτομῆς περιτομήν (Gen. 17, 13), τὴνἁγνείαν ἀφαγνίζεσθαι“ (Num. 6,2), τὴν κάθαρσιν τῆς ψυχῆς αὐτὴν καθαίρεσθαι, παραχωροῦντας τῷ θεῷ τὸ φαιδρύνειν καὶ μηδέποτε νομίσαντας ἱκανοὺς εἶναι ἑαυτοὺς ἄνευ θείας ἐπιφροσύνης τὸν κηλίδων ἀνάμεστον ἐκνίψασθαι καὶ ἀπολούσασθαι βίον.
§26 ταύτης ἐστὶ τῆς συγγενείας καὶ τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9), αἱ διπλαῖ καὶ περιμάχητοι γνῶμαι, τε περὶ τοῦ γεγονότος καὶ περὶ τοῦ πεποιηκότος, αἷς ἐντρέφεται ἀστεῖος, θεωρῶν μὲν τὰ ἐν κόσμῳ, φιλοπευστῶν δὲ καὶ περὶ τοῦ γεννήσαντος πατρός.
§27 ἀφὧν οἶμαι καὶ τὴν ἐν μουσικῇ δὶς διὰ πασῶν εὑρεθῆναι συμφωνίαν· ἔδει γὰρ καὶ τὸ ἔργον καὶ τὸν δημιουργὸν τελειοτάταις μελῳδίαις εὐδαιμονίζεσθαι δυσίν, οὐχὶ ταῖς αὐταῖς.
§28 ἐπειδὴ γὰρ τὰ ὑμνούμενα διέφερεν, ἀναγκαῖον καὶ τὰς μελῳδίας καὶ συμφωνίας διακεκρίσθαι, τὴν μὲν συνημμένην ἀπονέμοντας τῷ συνημμένῳ καὶ ἐκ διαφερόντων ἁρμοσθέντι κόσμῳ, τὴν δὲ διεζευγμένην τῷ πάσης γενέσεως διεζευγμένῳ κατὰ τὴν οὐσίαν θεῷ.
§29 γνώμην δὲ ἀποφαίνεται πάλιν ἱεροφάντης φιλάρετον λέγων· „οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ“ (Lev. 19, 9), μεμνημένος τῆς ἐξ ἀρχῆς ὑποθέσεως, καθἣν ὡμολόγειτὸ τέλος εἶναι κυρίου“ (Num. 31, 28 ss.), παρὃν τὸ κῦρος καὶ τούτων βεβαίωσίς ἐστιν.
§30 ἀλλὰ γὰρ τοῦ θερίζειν ἀμύητος αὐχεῖ λέγων· „ᾤμην μὴ ἐθέρισα καταδεῖν σὺν ἑτέροις δράγματα“ (Gen. 37, 7), καὶ οὐκ ἐλογίσατο παρἑαυτῷ, ὅτι δούλων καὶ ἀνεπιστημόνων ἥδε ἐστὶν ὑπηρεσία, καθὰ καὶ μικρῷ πρότερον εἶπον.
§31 Δράγματα δἀλληγοροῦντές φαμεν εἶναι πράγματα, ὧν ἕκαστος ὡς οἰκείας τροφῆς ἐπιδράττεται, ἐν ζήσεσθαι καὶ βιώσεσθαι τὸν αἰῶνα
§32 ἐλπίζει. μυρίαι μὲν οὖν τῶν δραγμάτων, λέγω δὴ τῶν ὡσανεὶ τρεφόντων πραγμάτων, διαφοραί, μυρίαι δὲ καὶ τῶν ἐπιδραττομένων καὶ αἱρουμένων τὰ δράγματα, ὡς ἁπάσας οὔτεἰπεῖν οὔτἐπινοῆσαι δυνατόν· τινὰς δοὐκ ἄτοπον δείγματος ἕνεκα ἑρμηνεῦσαι, ὧν καὶ τὸ ὄναρ διηγούμενος ἐπεμνήσθη.
§33 φησὶ γὰρ τοῖς ἀδελφοῖς· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα“ (l. c.). ἀδελφοὶ δεἰσὶν ὁμοπάτριοι μὲν δέκα, ὁμογάστριος δὲ εἷς· ἑκάστου δὲ αὐτῶν τοὔνομα σύμβολον ἀναγκαιοτάτου πράγματός ἐστι, Ῥουβὴν μὲν εὐφυΐαςυἱὸς γὰρ ὁρῶν καλεῖται, μὲν υἱός, οὐ τέλειος, δὲ ὁρατικὸς καὶ ὀξὺ καθορῶν, εὐφυής —, μαθήσεως δὲ Συμεώνεἰσακοὴ γὰρ ἑρμηνεύεται —,
§34 ἐνεργειῶν δὲ καὶ πράξεων σπουδαίων καὶ λειτουργιῶν ἁγίων Λευί, τῶν δὲ εἰς θεὸν ᾠδῶν τε καὶ ὕμνων Ἰούδας, Ἰσσάχαρ δὲ μισθῶν, οἳ ἐπἔργοις καλοῖς ἀποδίδονταιτάχα δαὐτὰ τὰ ἔργα τέλειος μισθὸς ἦν —, Ζαβουλὼν δὲ φωτός, ἐπειδὴ ῥύσις νυκτερίας ὀνομάζεταιῥεούσης δὲ καὶ ἀπολιπούσης νυκτὸς ἐξ ἀνάγκης φῶς ἀνίσχει —,
§35 διακρίσεως δὲ καὶ τομῆς πραγμάτων Δάν, ἐπιθέσεως δὲ καὶ ἀντεπιθέσεως πειρατικῆς Γάδ, Ἀσὴρ δὲ τοῦ φυσικοῦ πλούτουμακαρισμὸς γὰρ ἑρμηνεύεται, ἐπειδὴ μακάριον κτῆμα νενόμισται πλοῦτος —, εἰρήνης δὲ Νεφθαλείμδιανοίγεται γὰρ καὶ εὐρύνεται πάντα εἰρήνῃ, ὡς συγκλείεται πολέμῳ·
§36 τὸ δὲ ὄνομα μεταληφθὲν πλατυσμὸς διανεῳγμένον ἐστί —, Βενιαμὶν δὲ τοῦ νέου καὶ γέροντος χρόνου· λέγεται γὰρ ἑρμηνευθεὶς υἱὸς ἡμερῶν εἶναι, ἡμέραις δὲ καὶ νυξὶν νέος ὁμοῦ καὶ γέρων αἰὼν ἀναμετρεῖται.
§37 ἐπιδράττεται γοῦν ἕκαστος τῶν οἰκείων καὶ ἐπιδραξάμενος τὰ μέρη πάντα συνδεῖ· μὲν εὐφυὴς εὐθιξίας, ἐπιμονῆς, μνήμης, ἐν οἷς εὐφυΐα· δὲ εὐμαθὴς ἀκροάσεως, ἡσυχίας, προσοχῆς· δὲ ἐγχειρητὴς [τῆς] θαρραλεότητος, παρακεκινδυνευμένης εὐτολμίας·
§38 δὲ εὐχάριστος ἐπαίνων, ἐγκωμίων, ὕμνων, εὐδαιμονισμῶν κατά τε τὸ λέγειν καὶ τὸ ᾄδειν· δὲ μισθῶν ἐφιέμενος ἀόκνου συνεχείας τλητικωτάτης καρτερίας καὶ ἐπιμελείας σὺν ἀνανταγωνίστῳ ταχυτῆτι·
§39 δὲ φῶς ἀντὶ σκότους μεταδιώκων ἐγρηγόρσεως, ὀξυωπίας· δὲ τομῆς καὶ διακρίσεως πραγμάτων ζηλωτὴς λόγων ἠκονημένων, τοῦ μὴ ὑφὁμοίων ὡς τῶν αὐτῶν ἀπατᾶσθαι, τοῦ μὴ πρὸς χάριν, τοῦ ἀδεκάστου·
§40 δὲ πειρατικώτερον ἐνεδρεύων τοὺς ἀντιλοχῶντας ἀπάτης, φενακισμοῦ, γοητείας, σοφισμάτων, προσποιήσεως, ὑποκρίσεως, ἅπερ ἐξ ἑαυτῶν ψεκτὰ ὄντα κατἐχθρῶν γινόμενα ἐπαινεῖται· δὲ πλουτεῖν τὸν φύσεως πλοῦτον ἐπιτηδεύων ἐγκρατείας, ὀλιγοδεΐας· δὲ εἰρήνης ἐρῶν εὐνομίας, εὐδικίας, ἀτυφίας, ἰσότητος.
§41 ἐκ τούτων τὰ τῶν ὁμοπατρίων ἀδελφῶν δράγματα καταδεῖται, τὰ δὲ τοῦ ὁμογαστρίου ἐξ ἡμερῶν καὶ χρόνου, τῶν οὐδενὸς αἰτίων ὡς ἁπάντων αἰτίων.
§42 αὐτὸς δὲ ἐνυπνιαστὴς καὶ ὀνειροπόλοςἦν γὰρ ἀμφότερατῆς κενῆς δόξης ὡς μεγίστου καὶ λαμπροτάτου καὶ βιωφελεστάτου κτήματος ἐπιδράττεται. διὸ πρῶτον μὲν ἀπὀνειράτων, νυκτὶ φίλα, τῷ βασιλεῖ τῆς σωματικῆς χώρας γνωρίζεται, οὐκ ἀπὸ πραγμάτων τηλαυγῶν ἐναργείας, πρὸς ἐπίδειξιν ἡμέρας δεῖται.
§43 εἶτἐπίτροπος κηδεμὼν Αἰγύπτου πάσης ἀνακηρύττεται, ταῖς τιμαῖς τοῦ βασιλέως οἰσόμενος δευτερεῖα, ἅπερ ἥττης καὶ ἀτιμίας ἀφανέστερα καὶ καταγελαστότερα παρὰ φρονήσει γράφεται δικαζούσῃ.
§44 εἶτακλοιὸν χρυσοῦν“ (Gen. 41,41.42), ἀγχόνην ἐπιφανῆ, κύκλον καὶ τροχὸν ἀνάγκης ἀτελευτήτου, περιτίθεταιοὐκ ἀκολουθίαν καὶ τὸ ἑξῆς ἐν βίῳ καὶ τὸν εἱρμὸν τῶν τῆς φύσεως πραγμάτων, ὡς Θάμαρ· οὐ γὰρ κλοιός, ἀλλὰ ὁρμίσκος αὐτῆς κόσμος (Gen. 38, 18) — καὶ δακτύλιον μέντοι βασιλικόν (Gen. 41, 42), δῶρον ἄδωρον, πίστιν ἄπιστον, ἐναντιούμενον τῷ δοθέντι πάλιν τῇ Θάμαρ ὑπὸ τοῦ βασιλέως τοῦ ὁρῶντος, Ἰσραήλ, Ἰούδα.
§45 δίδωσι γὰρ οὗτος τῇ ψυχῇ σφραγῖδα (Gen. 38, 18), πάγκαλον δῶρον, διδάσκων ὅτι θεὸς ἀσχημάτιστον οὖσαν τὴν τῶν πάντων οὐσίαν ἐσχημάτισε καὶ ἀτύπωτον ἐτύπωσε καὶ ἄποιον ἐμόρφωσε καὶ τελειώσας τὸν ὅλον ἐσφράγισε κόσμον εἰκόνι καὶ ἰδέᾳ, τῷ ἑαυτοῦ λόγῳ.
§46 ἀλλἐκεῖνός γε καὶ ἐπὶ τὸ δευτερεῖον ἄνεισιν ἅρμα (Gen. 41,43) [] ὑποτυφούμενος ὑπαἰώρας φρενῶν καὶ κενοῦ φυσήματος καὶ σιταρχεῖ (ibid. 48), τῷ σώματι θησαυροφυλακῶν καὶ πανταχόθεν αὐτῷ πορίζων τὰς τροφάς· ἐπιτειχισμὸς δὲ κατὰ τῆς ψυχῆς βαρὺς οὗτός ἐστι.
§47 τῇ δὲ προαιρέσει καὶ ζηλώσει τοῦ βίου μαρτυρεῖ καὶ τοὔνομα οὐχ ἥκιστα· πρόσθεσις γὰρ Ἰωσὴφ ἑρμηνεύεται. κενὴ δὲ δόξα προστίθησιν ἀεὶ γνησίῳ μὲν τὸ νόθον, οἰκείῳ δὲ τὸ ἀλλότριον, ἀληθεῖ δὲ τὸ ψεῦδος, αὐτάρκει δὲ τὸ πλεονάζον, ζωῇ δὲ θρύψιν, βίῳ δὲ τῦφον.
§48 Τί δἐστὶν βούλομαι δηλοῦν, σκόπει. σιτίοις καὶ ποτοῖς τρεφόμεθα, κἂν εὐτελεστάτη μᾶζα καὶ ὕδωρ ναματιαῖον. τί οὖν κενὴ δόξα προσεπέθηκεν ἀμήτων καὶ μελιπήκτων πεμμάτων γένη μυρία καὶ οἴνων ἀμυθήτων πολυέργους καὶ παμποικίλους κράσεις πρὸς ἀπόλαυσιν ἡδονῆς μᾶλλον πρὸς μετουσίαν τροφῆς παρηρτυμένας;
§49 πάλιν ἡδύσματα πρὸς ἐδωδὴν ἀναγκαῖα γήτεια καὶ λάχανα καὶ πολλὰ τῶν ἀκροδρύων καὶ ἔτι τυρὸς καὶ εἴ τι ἄλλο ὁμοιότροπον· εἰ δὲ θέλεις, ἐπὶ σαρκοβόρων ἀνθρώπων ἰχθῦς ἔτι καὶ κρέας πρὸς τούτοις γράφομεν.
§50 ἆροὖν οὐκ αὔταρκες ἦν ἀπανθρακίσαντας καὶ αὐτοσχεδίως ὀπτήσαντας πυρὶ τρόπον ἡρωικῶν ὄντως ἀνδρῶν προσφέρεσθαι; ἀλλοὐκ ἐπὶ ταῦτα γαστρίμαργος μόνον ὁρμᾷ, σύμμαχον δὲ τὴν κενὴν δόξαν λαβὼν καὶ τὸ ἐν αὐτῷ λίχνον πάθος ἐγείρας ὀψαρτύτας καὶ τραπεζοποιοὺς εὐδοκίμους τὴν τέχνην ἀναζητεῖ καὶ περιβλέπεται.
§51 οἱ δὲ τὰ κατὰ τῆς ταλαίνης γαστρὸς ἐκ πολλῶν χρόνων ἀνευρημένα δελέατα ἀνακινήσαντες καὶ χυλῶν ἰδιότητας σκευάσαντές τε καὶ διαθέντες ἐν κόσμῳ προσσαίνουσι καὶ τιθασεύουσι γλῶτταν· εἶτεὐθὺς ἀγκιστρεύονται τῶν αἰσθήσεων τὴν ἐπιβάθραν, γεῦσιν, διἧς ἀντἐλευθέρου δοῦλος δειπνοθήρας οὐκ εἰς μακρὰν ἀνεφάνη.
§52 τίς γε μὴν οὐκ οἶδεν, ὅτι ἀμπεχόνη πρὸς τὰς ἀπὸ κρυμοῦ | καὶ θάλπους ἐγγινομένας βλάβας τῷ σώματι κατεσκευάσθη τὸ πρῶτον;
§53 ἀλεξάνεμος μέν, ὡς οἱ ποιηταί πού φασι, χειμῶνι * * *. τίς οὖν τὰς πολυτελεῖς ἁλουργίδας, τίς τὰ διαφανῆ καὶ λεπτὰ θέριστρα, τίς τὰς ἀραχνοϋφεῖς ἀμπεχόνας, τίς τὰ ἐπηνθισμένα βαφαῖς πλοκαῖς διὰ τῶν βάπτειν ὑφαίνειν ποικίλα ἐπισταμένων καὶ τὴν ἐν ζῳγραφίᾳ μίμησιν παρευημερούντων δαιδαλεύεται; τίς; οὐχ κενὴ δόξα;
§54–104
§54 ἀλλὰ μὴν καὶ οἰκίας διὰ τὰς αὐτὰς ἐδέησεν ἡμῖν αἰτίας, καὶ ὅπως μὴ πρὸς θηρίων θηριωδεστάτων τὰς φύσεις ἀνθρώπων ἐπιτρεχόντων βλαπτώμεθα. τί οὖν τὰ μὲν ἐδάφη καὶ τοὺς τοίχους πολυτελέσι λίθοις διακοσμοῦμεν; τί δὲ Ἀσίαν καὶ Λιβύην καὶ πᾶσαν Εὐρώπην καὶ τὰς νήσους ἐπερχόμεθα, κίονας ἀριστίνδην ἐπιλελεγμένους καὶ ἐπιστυλίδας ἐρευνῶντες;
§55 τί δὲ περὶ Δωρίους καὶ Ἰωνικὰς καὶ Κορινθιακὰς γλυφὰς καὶ ὅσα οἱ ἐντρυφῶντες τοῖς καθεστῶσι νόμοις προσεξεῦρον σπουδάζομέν τε καὶ φιλοτιμούμεθα, κιονόκρανα κοσμοῦντες; τί δὲ χρυσορόφους ἀνδρῶνας καὶ γυναικωνίτιδας κατασκευάζομεν;
§56 ἆροὐ διὰ τὴν κενὴν δόξαν; καὶ μὴν πρός γε ὕπνον μαλακὸν μὲν ἔδαφος αὔταρκες ἦνἐπεὶ καὶ μέχρι νῦν τοὺς Γυμνοσοφιστὰς παρἸνδοῖς χαμευνεῖν ἐκ παλαιῶν ἐθῶν κατέχει λόγος —, εἰ δὲ μή, στιβὰς γοῦν ἐκ λίθων λογάδων ξύλων εὐτελῶν πεποιημένη κλίνη.
§57 ἀλλὰ γὰρ ἐλεφαντόποδες τὰ ἐνήλατα καὶ κλιντῆρες ὀστράκοις πολυτελέσι καὶ ποικίλαις χελώναις ἐνδεδεμέναις μετὰ πολλῶν πόνων καὶ δαπανημάτων ἐν πολλῷ χρόνῳ κατασκευάζονται, τινὲς δὲ ὁλοάργυροι καὶ ὁλόχρυσοι καὶ λιθοκόλλητοι στρωμναί, ἀνθηροποικίλοις καὶ χρυσοπάστοις ὡς πρὸς ἐπίδειξιν καὶ πομπήν, οὐ τὴν καθἡμέραν χρῆσιν, διακεκοσμημέναι, ὧν δημιουργὸς κενὴ δόξα.
§58 τί δὲ τοῦ ἀπὸ τῆς ἐλαίας ἐκθλιβομένου καρποῦ πλέον ἔδει ζητεῖν πρὸς ἀλείμματα; καὶ γὰρ λεαίνει καὶ κάματον σώματος λύει καὶ εὐσαρκίαν ἐμποιεῖ, κἂν εἴ τι κεχαλασμένον εἴη, σφίγγει πυκνότητι καὶ οὐδενὸς ἧττον ἑτέρου ῥώμην καὶ εὐτονίαν ἐντίθησιν.
§59 ἀλλὰ γὰρ ἐπετειχίσθη τοῖς ὠφελοῦσι τὰ ἡδέα τῆς κενῆς δόξης ἀλείμματα, εἰς καὶ μυρεψοὶ πονοῦσι καὶ χῶραι μεγάλαι συντελοῦσι, Συρία, Βαβυλών,
§60 Ἰνδοί, Σκύθαι, παροἷς αἱ τῶν ἀρωμάτων γενέσεις εἰσί. πρός γε μὴν τὸ πίνειν τίνος ἔδει μᾶλλον τοῦ φύσεως ἐκπώματος ἀκρότησι τέχνης εἰργασμένου; τὸ δὲ ἔκπωμα αἱ ἡμέτεραι χεῖρές εἰσιν, ἃς εἰς ταὐτό τις συναγαγὼν καὶ κοιλάνας, εὖ μάλα τῷ στόματι προσθείς, ἐπιχέοντος ἑτέρου τὸ ποτὸν οὐ μόνον ἄκος τῆς δίψης, ἀλλὰ καὶ ἄλεκτον ἡδονὴν κτᾶται.
§61 εἰ δὲ ἔδει πάντως ἑτέρου, τὸ γεωργικὸν κισσύβιον οὐχ ἱκανὸν ἦν, ἀλλὰ ἄλλων ἐπιφανῶν τέχνας ἀναζητεῖν ἔδει; τί δὲ ἀργυρῶν καὶ χρυσῶν κυλίκων ἄφθονον πλῆθος κατασκευάζεσθαι, εἰ μὴ διὰ τὸν φρυαττόμενον μεγάλα τῦφον καὶ τὴν ἐπαἰώρας φορουμένην κενὴν δόξαν;
§62 ὅταν καὶ στεφανοῦσθαί τινες ἀξιῶσι μὴ δάφνης μηδὲ κιττοῦ, μὴ ἴων κρίνων ῥόδου θαλλοῦ συνόλως τινος ἄνθους εὐώδει στεφάνῳ παρελθόντες τὰ θεοῦ δῶρα, διὰ τῶν ἐτησίων ὡρῶν ἀναδίδωσι, χρυσοῦς δὑπὲρ κεφαλῆς, βαρύτατον ἄχθος, αἰωρῶσιν ἐν ἀγορᾷ μέσῃ καὶ πληθούσῃ χωρὶς αἰδοῦς, ἄλλο τι νομιστέον ὅτι κενῆς δόξης εἰσὶ δοῦλοι, φάσκοντες οὐκ ἐλεύθεροι μόνον ἀλλὰ καὶ πολλῶν ἄλλων ἡγεμόνες εἶναι;
§63 ἐπιλείψει με ἡμέρα τὰς διαφθορὰς τοῦ ἀνθρωπείου βίου διεξιόντα. καίτοι τί δεῖ μακρηγορεῖν; τίς γὰρ αὐτῶν ἀνήκοός ἐστι, τίς δὲ οὐ θεατής; τίς μὲν οὖν οὐ τρίβων καὶ ἐθάς; ὥστε παγκάλως προσθήκην τὸν ἀτυφίας μὲν ἐχθρόν, τύφου δἑταῖρον ὠνόμασεν ἱερὸς λόγος.
§64 καθάπερ γὰρ τοῖς δένδρεσιν ἐπιφύονται βλάσται περισσαί, μεγάλαι τῶν γνησίων λῶβαι, ἃς καθαίρουσι καὶ ἀποτέμνουσι προνοίᾳ τῶν ἀναγκαίων οἱ γεωργοῦντες, οὕτω τῷ ἀληθεῖ καὶ ἀτύφῳ βίῳ παρανέβλαστεν κατεψευσμένος καὶ τετυφωμένος, οὗ μέχρι ταύτης τῆς ἡμέρας οὐδεὶς εὕρηται γεωργὸς ὃς τὴν βλαβερὰν ἐπίφυσιν αὐταῖς ῥίζαις ἀπέκοψε.
§65 τοιγαροῦν εἰδότες οἱ φρονήσεως ἀσκηταὶ τὸ κατάπλαστον τοῦταἰσθήσει πρῶτον, εἶτα διανοίᾳ μεταδιώκοντα ἄντικρυς ἐκβοῶσι· „θηρίον πονηρὸν ἥρπασε καὶ κατέφαγεν Ἰωσήφ“ (Gen. 37, 33).
§66 ἀλλοὐ θηρίον ἐξηγριωμένον ὢν πολυπλοκώτατος τῶν πεφυρμένων ἀνθρώπων τυφοπλαστηθεὶς βίος, οὗ πλεονεξία καὶ πανουργία σοφαὶ δημιουργοί, τοὺς προσιόντας ἅπαντας εὐωχεῖται; τοιγάρτοι καὶ ἔτι ζῶσιν αὐτοῖς ὡς νεκροῖς προτεθήσεται πένθος, ἀξίαν ὀλοφύρσεως καὶ θρήνων καρπουμένοις ζωήν· ἐπεὶ καὶ Ἰακὼβ τὸν Ἰωσὴφ ἔτι ζῶντα πενθεῖ.
§67 ἀλλοὐ Μωυσῆς ἐάσει τοὺς περὶ Ναδὰβ ἱεροὺς λόγους πενθεῖσθαι (Lev. 10, 6)· οὐ γὰρ ὑπἀγρίου πονηροῦ θηρὸς ἁρπασθέντες, ἀλλὑπὸ ῥιπῆς ἀσβέστου καὶ ἀθανάτου φέγγους ἀνελήφθησαν, ὅτι τὴν ἔνθερμον καὶ διάπυρον καὶ σαρκῶν ἀναλωτικὴν καὶ ὀξυκίνητον πρὸς τὴν εὐσέβειαν σπουδήν, γενέσεως μέν ἐστιν ἀλλοτρία, θεοῦ δὲ οἰκεία, τὸν μελλητὴν ὄκνον ἐκποδὼν ἀνελόντες, εὐαγῶς καθιέρωσαν, οὐ διἀναβαθμῶν ἐπὶ τὸν βωμὸν ἐλθόντεςἀπείρηται γὰρ νόμῳ —, ἀλλὰ δεξιῷ πνεύματι ἐπουρίσαντες καὶ ἄχρι τῶν οὐρανοῦ περιόδων παραπεμφθέντες, θυσίας ὁλοκαύτου καὶ ὁλοκάρπου
§68 τρόπον εἰς αἰθερίους αὐγὰς ἀναλυθέντες. ἀποκοπτέον οὖν, ψυχὴ πειθαρχοῦσα τῷ διδάσκοντι, τὴν σεαυτῆς χεῖρα καὶ δύναμιν, ἐπειδὰν ἄρξηται τῶν γεννητικῶν γενέσεως ἀνθρωπείων σπουδασμάτων ἐπιλαμβάνεσθαι.
§69 πολλάκις γὰρ ὑφ’ * * * προσαψαμένην τῶν διδύμων χεῖρα ἀποκόπτειν (Deut. 25, 11. 12), πρῶτον μὲν ὅτι ἐδεξιώσατο ἣν ἐχθαίρειν ἐχρῆν ἡδονήν, δεύτερον δὲ ὅτι παρἡμᾶς τὸ σπείρειν ἐνόμισεν, εἶθὅτι τῷ γενομένῳ τὴν τοῦ ποιοῦντος ἀνέθηκε δύναμιν.
§70 οὐχ ὁρᾷς, ὅτι γήινος ὄγκος, Ἀδάμ, ὅταν ἅψηται τοῦ διδύμου ξύλου (Gen. 2, 9), θνῄσκει, δυάδα τιμήσας πρὸ μονάδος καὶ τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος ἐκθαυμάσας; ἀλλὰ σύ γε τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς βαῖνε καὶ τὰς καταγελάστους τοῦ θνητοῦ βίου σπουδὰς ὡς τὴν φοβερὰν ἐκείνην χάρυβδιν ἀποδίδρασκε καὶ μηδὲ ἄκρῳ, τὸ τοῦ λόγου δὴ τοῦτο, δακτύλῳ ψαύσῃς.
§71 ἐπειδὰν δὲ ταῖς ἱεραῖς ἐπαποδύσῃ λειτουργίαις, ὅλην τὴν χεῖρα καὶ δύναμιν εὐρύνασα εὖ μάλα τῶν παιδείας καὶ σοφίας θεωρημάτων ἐπίδραξαι. καὶ γὰρ πρόσταξίς ἐστι τοιαύτη· „ἐὰν ψυχὴ προσφέρῃ δῶρον θυσίαν, σεμίδαλις ἔσται τὸ δῶρον,“ εἶτἐπιφέρει· „καὶ δραξάμενος πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ παντὶ τῷ λιβάνῳ ἐπιθήσει τὸ μνημόσυνον ἐπὶ τὸ θυσιαστήριον“ (Lev. 2, 1. 2).
§72 ἆροὐ παγκάλως ψυχὴν εἶπεν ἀσώματον τὴν μέλλουσαν ἱερουργεῖν, ἀλλοὐ τὸν δίδυμον ἐκ θνητοῦ καὶ ἀθανάτου συνεστῶτα ὄγκον; τὸ γὰρ εὐχόμενον, τὸ εὐχάριστον, τὸ θυσίας ἀμώμους ἀληθῶς ἀνάγον ἓν μόνον ἦν ἄρα, ψυχή.
§73 τίς οὖν ψυχῆς ἀσωμάτου θυσία; τίς σεμίδαλις, ἐκκεκαθαρμένης ταῖς παιδείας ὑποθήκαις γνώμης σύμβολον, τροφὴν ἄνοσον καὶ ζωὴν ἀνυπαίτιον ποιεῖν ἱκανῆς;
§74 ἀφἧς δραξάμενον τὸν ἱερέα ὅλῃ τῇ δρακί, τὸ δἐστὶ πάσαις ταῖς διανοίας λαβαῖς, πλήρη τὴν ὅλην ψυχὴν εἱλικρινεστάτων καὶ καθαρωτάτων δογμάτων γενομένην αὐτὴν ὡς ἱερεῖον τὸ κάλλιστον ἀνάγειν προστέτακται, πίονα καὶ λιπῶσαν, θείῳ φωτὶ χαίρουσαν καὶ ταῖς ἀπὸ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀναδιδομέναις καταπνεομένην αὔραις, ὡς εὐωδέστατον καὶ προσηνέστατον ἀεὶ καρποῦσθαι βίον· τὸ γὰρ ἔλαιον καὶ λιβανωτός, ὧν ἐπιδράττεται σὺν τοῖς λευκοπύροις ἱερεύς, ταῦτα αἰνίττεται.
§75 διὰ τοῦτο καὶ Μωυσῆς ἐξαίρετον ἑορτὴν ἀνέθηκε τῷ δράγματι, πλὴν οὐ παντί, ἀλλὰ τῷ ἀπὸ τῆς ἱερᾶς γῆς. „ὅτανγάρ φησινεἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δράγματα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα“ (Lev. 23, 10), τὸ δέ ἐστιν·
§76 ὅταν εἰσέλθῃς, διάνοια, εἰς τὴν ἀρετῆς χώραν, ἣν ἐμπρεπὲς μόνῳ δωρεῖσθαι θεῷ, τὴν εὔβοτον, τὴν εὔγειον, τὴν καρποφόρον, εἶτα οἰκεῖα [εἴ γε] σπείραςἀγαθὰ θερίζῃς αὐξηθέντα ὑπὸ τοῦ τελεσφόρου, μὴ πρότερον οἴκαδε συγκομίσῃς, τουτέστι μὴ ἀναθῇς μηδἐπιγράψῃς σεαυτῇ τὴν τῶν περιγινομένων αἰτίαν, ἀπάρξασθαι τῷ πλουτάρχῳ καὶ τὰ πλουτιστήρια ἔργα ἐπιτηδεύειν ἀναπείθοντι.
§77 καὶ λέγεταιτὴν ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶναὐτῶν, ἀλλοὐχὶ τῆς γῆς, προσφέρειν, ἵνα ἀμῶμεν καὶ θερίζωμεν ἑαυτοῖς, πάνθὅσα καλὰ καὶ τρόφιμα καὶ σπουδαῖα βλαστήματα καθιεροῦντες.
§78 Ἀλλ γε τῶν ἐνυπνίων μύστης ὁμοῦ καὶ μυσταγωγὸς θαρρεῖ λέγειν, ὅτι ἀνέστη τὸ αὐτοῦ δράγμα καὶ ὠρθώθη (Gen. 37, 7). τῷ γὰρ ὄντι καθάπερ οἱ γαῦροι τῶν ἵππων τὸν αὐχένα μετέωρον ἐξάραντες, ὅσοι θιασῶται τῆς κενῆς δόξης εἰσίν, ἐπάνω πάντων ἑαυτοὺς ἱδρύουσι, πόλεων, νόμων, ἐθῶν πατρίων, τῶν παρἑκάστοις πραγμάτων·
§79 εἶτα ἀπὸ δημαγωγίας ἐπὶ δημαρχίαν βαδίζοντες καὶ τὰ μὲν τῶν πλησίον καταβάλλοντες, τὰ δὲ οἰκεῖα διανιστάντες καὶ παγίως ὀρθοῦντες, ὅσα ἐλεύθερα καὶ ἀδούλωτα φύσει φρονήματα, καὶ ταῦθὑπάγεσθαι μηχανῶνται.
§80 διὸ προστίθησι· „περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα“ (ibid.). τέθηπε γὰρ μὲν αἰδοῦς ἐραστὴς τὸν σκληραύχενα, δὲ εὐλαβὴς τὸν αὐθάδη, δὲ ἰσότητα τιμῶν τὸν ἑαυτῷ τε καὶ ἄλλοις ἄνισον, καὶ μήποτεἰκότως·
§81 ἅτε γὰρ θεωρὸς ὢν οὐ μόνον τοῦ ἀνθρωπείου βίου ἀλλὰ καὶ τῶν ἐν κόσμῳ συμπάντων ἀστεῖος οἶδεν ὅσον εἴωθε πνεῖν ἀνάγκη, τύχη, καιρός, βία, δυναστεία, καὶ ὅσας ὑποθέσεις καὶ ἡλίκας εὐπραγίας ἀπνευστὶ δραμούσας ἄχρις οὐρανοῦ κατέσεισαν καὶ κατέρραξαν.
§82 ὥστε ἀναγκαίως εὐλάβειαν ἐπασπιδήσεται, τοῦ μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν παθεῖν συγγενὲς φυλακτήριον· γάρ, οἶμαι, πρὸς πόλιν τεῖχος, τοῦτεὐλάβεια πρὸς ἕκαστον.
§83 ἆροὖν οὐ παραπαίουσι καὶ μεμήνασιν ὅσοι παρρησίαν ἄκαιρον σπουδάζουσιν ἐπιδείκνυσθαι, βασιλεῦσι καὶ τυράννοις ἔστιν ὅτε λέγειν τε καὶ ποιεῖν ἐναντία τολμῶντες, οὐκ αἰσθανόμενοι, ὅτι οὐ τοὺς αὐχένας μόνον ὥσπερ τὰ θρέμματα ὑπεζεύχθησαν, ἀλλὅλα τὰ σώματα καὶ τὰς ψυχὰς γύναιά τε καὶ τέκνα καὶ γονεῖς καὶ τὴν ἄλλων ἑταίρων καὶ συγγενῶν πολυάνθρωπον οἰκειότητα καὶ κοινωνίαν ἐκδέδενται, καὶ ἔξεστι τῷ ἡνιόχῳ καὶ ἐπόχῳ μετὰ πάσης εὐμαρείας κεντεῖν, ἐλαύνειν, ἐπέχειν, ἀναχαιτίζειν, ἅττἂν ἐθελήσῃ μικρὰ καὶ μείζω διατιθέναι;
§84 τοιγαροῦν στιζόμενοι καὶ μαστιγούμενοι καὶ ἀκρωτηριαζόμενοι καὶ ὅσα πρὸ τοῦ θανάτου χαλεπὰ πάντα ὠμῶς καὶ ἀνηλεῶς ἀθρόα ὑπομένοντες, ἀπαχθέντες
§85 ἐπὶ πᾶσι θνῄσκουσι. ταῦτἐστὶ τῆς ἀκαίρου παρρησίας τὰ ἐπίχειρα, οὐ παρρησίας παρά γε εὖ φρονοῦσι κριταῖς, ἀλλεὐηθείας καὶ φρενοβλαβείας καὶ μελαγχολίας ἀνιάτου γέμοντα. τί λέγεις; χειμῶνά τις ὁρῶν ἀκμάζοντα καὶ βαρὺ πνεῦμα ἐναντίον καὶ λαίλαπα καταιγίζουσαν καὶ κυματούμενον πέλαγος, ἐνορμίζεσθαι δέον, ἐξορμίζεται καὶ ἐξανάγεται;
§86 τίς κυβερνήτης ναύκληρος οὕτω ποτὲ ἐμεθύσθη καὶ παρῴνησεν, ὡς ὅσων εἶπον κατασκηψάντων ἐθελῆσαι πλεῖν, ἵνα ὑπέραντλος ἄνωθεν ἐπιχυθείσης τῆς θαλάσσης ναῦς γενομένη πλωτῆρσιν αὐτοῖς ἐγκαταποθῇ; τῷ γὰρ βουλομένῳ πλεῖν ἀκινδύνως εὔδιον πνεῦμα οὔριόν τε καὶ λεῖον ἀναμένειν ἐξῆν. τί δέ;
§87 ἄρκτον τις σῦν ἄγριον λέοντα μετὰ συρμοῦ θεασάμενος ἐπιόντα, πραῧναι καὶ τιθασεῦσαι δέον, ἐξαγριαίνει καὶ ἀνερεθίζει, ὅπως θοίναν καὶ εὐωχίαν ὠμοβόροις ἀνηλεεστάτοις εὐτρεπίσῃ ἑαυτόν;
§88 εἰ μὴ καὶ φαλαγγίοις καὶ ἀσπίσι ταῖς Αἰγυπτίαις καὶ τοῖς ἄλλοις ὅσα τὸν φθοροποιὸν ἰὸν ἐπιφέρεται οὐδενὶ λυσιτελὲς ἀνθίστασθαι, θάνατον ἀπαραίτητον τοῖς ἅπαξ δηχθεῖσιν ἐπάγουσιν· ἀγαπητὸν γὰρ κατεπᾴδοντας καὶ χειροήθη ποιοῦντας μηδὲν ἀπαὐτῶν δεινὸν παθεῖν.
§89 εἶτοὔκ εἰσιν ἄνθρωποί τινες συῶν, φαλαγγίων, ἀσπίδων ἀγριώτεροι καὶ ἐπιβουλότεροι; ὧν τὸ ἐπίβουλον καὶ δυσμενὲς ἀμήχανον ἑτέρως τιθασείαις καὶ μειλίγμασι χρωμένους διεκδῦναι. τοιγάρτοι σοφὸς Ἀβραὰμ τοὺς υἱοὺς τοῦ Χὲτἑρμηνεύονται δὲ ἐξιστάντεςπροσκυνήσει (Gen. 23, 7), τῶν καιρῶν τοῦτο δρᾶν ἀναπειθόντων.
§90 οὐ γὰρ τιμῶν γε τοὺς ἐκ φύσεως καὶ γένους καὶ ἐθῶν ἐχθροὺς λογισμοῦ, οἳ τὸ τῆς ψυχῆς νόμισμα, παιδείαν, ἐξιστάντες καὶ κατακερματίζοντες οἰκτρῶς ἀναλίσκουσιν, ἐπὶ τὸ προσκυνεῖν ἦλθεν, ἀλλὰ τὸ παρὸν κράτος αὐτῶν καὶ τὴν δυσάλωτον ἰσχὺν δεδιὼς καὶ φυλαττόμενος ἐρεθίζειν, μέγα καὶ ἐχυρὸν κτῆμα καὶ ἀγώνισμα ἀρετῆς, σοφῶν ψυχῶν ἄριστον ἐνδιαίτημα, τὸ διπλοῦν σπήλαιον, μαχόμενον μὲν καὶ πολεμοῦντα οὐκ ἐνῆν, ὑπερχόμενον δὲ καὶ θεραπεύοντα τῷ λόγῳ, κομιεῖται. τί δέ;
§91 οὐχὶ καὶ ἡμεῖς, ὅταν ἐν ἀγορᾷ διατρίβωμεν, εἰώθαμεν ἐξίστασθαι μὲν τοῖς ἄρχουσιν, ἐξίστασθαι δὲ καὶ τοῖς ὑποζυγίοις; ἀλλἀπἐναντίας γνώμης καὶ οὐχὶ τῆς αὐτῆς· τοῖς μὲν γὰρ ἄρχουσιν ἐν τιμῇ, τοῖς δὲ ὑποζυγίοις διὰ φόβον τοῦ μηδὲν ἀπαὐτῶν εἰς ἡμᾶς νεωτερισθῆναι.
§92 καὶ διδόντων μὲν τῶν καιρῶν ἐπιτιθεμένους τὴν τῶν ἐχθρῶν βίαν καλὸν καταλῦσαι, μὴ ἐπιτρεπόντων δὲ ἀσφαλὲς ἡσυχάσαι, βουλομένοις δέ τινὠφέλειαν εὑρίσκεσθαι παραὐτῶν ἁρμόττον τιθασεῦσαι.
§93 Διὸ καὶ νῦν ἄξιον ἐπαινεῖν τοὺς μὴ ὑποχωροῦντας τῷ τῆς κενῆς προστάτῃ δόξης, ἀλλὰ ἀνθισταμένους καὶ λέγοντας· „μὴ βασιλεύων βασιλεύσεις ἐφἡμῖν“ (Gen. 37,8) ; οὔπω γὰρ ἰσχυκότα ὁρῶσιν αὐτόν, οὐχ ὡς φλόγα ἡμμένον τε καὶ λάμποντα ἐν ἀφθόνῳ ὕλῃ νεμόμενον, ἀλλἔθὡς σπινθῆρα ἐντυφόμενον, ὀνειρώττοντα δόξαν, οὐκ ἐναργῶς ἤδη μετιόντα.
§94 χρηστὰς γὰρ ἐλπίδας ὑποβάλλουσιν ἑαυτοῖς, ὡσεὶ καὶ μὴ ἁλῶναι δυνησόμενοι. παρὸ λέγουσι· „μὴ ἐφἡμῖν βασιλεύσεις“; ἴσον τῷ ζώντων, ὄντων, ἰσχυόντων, ἐμπνεόντων ἡμῶν οἴει δυναστεύσειν; ἀσθενησάντων μὲν γὰρ ἴσως ἐπικρατήσεις, ἐρρωμένων δὲ ἐν ὑπηκόου μοίρᾳ τετάξῃ.
§95 καὶ πέφυκεν οὕτως ἔχειν· ἐπειδὰν μὲν γὰρ ἐν διανοίᾳ ὀρθὸς ἰσχύῃ λόγος, κενὴ καταλύεται δόξα, ῥώννυται δὲ ἀσθενήσαντος. ἕως οὖν ἔτι σῴαν ἔχει τὴν ἑαυτῆς δύναμιν ψυχὴ καὶ μηδὲν αὐτῆς μέρος ἠκρωτηρίασται, θαρρείτω βάλλειν καὶ τοξεύειν τὸν ἐναντιούμενον τῦφον καὶ ἐλευθεροστομείτω φάσκουσα· οὔτε βασιλεύσεις οὔτε κυριεύσεις (ibid.) οὔτε ἡμῶν οὔτε ἐφἡμῶν ἑτέρων·
§96 ἀλλά σου τὰς ἐπανατάσεις καὶ τὰς ἀπειλὰς ἐφόδῳ μιᾷ καταδραμούμεθα σὺν τοῖς δορυφόροις καὶ ὑπασπισταῖς, φρονήσεως ἐγγόνοις· ἐφὧν λέγεται ὅτιπροσέθεντο μισεῖν αὐτὸν ἕνεκα τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκα τῶν ῥημάτων αὐτοῦ“ (ibid.).
§97 ἀλλοὐ ῥήματα μὲν καὶ ἐνύπνια πάνθὅσα τῦφος ἂν εἰδωλοποιῇ, πράγματα δὲ καὶ σαφεῖς ἐνάργειαι τὰ ὅσα ἐπὀρθὸν βίον καὶ λόγον ἀναφέρεται; καὶ τὰ μὲν μίσους ἅτε κατεψευσμένα, τὰ δὲ φιλίας ἅτε ἀληθείας τῆς ἐπεράστου γέμοντα ἐπάξια.
§98 μηδεὶς οὖν ἔτι κατηγορεῖν ἐπιτολμάτω τῶν τοσούτων τὰς ἀρετὰς ἀνδρῶν ὡς μισανθρώπου καὶ μισαδέλφου δεῖγμα ἤθους ἐκφερόντων, ἀλλὰ μαθών, ὅτι οὐκ ἄνθρωπος νῦν ἐπικρινόμενός ἐστιν, ἀλλὰ τῶν ἐν ἑκάστου τῇ ψυχῇ τρόπων δοξομανὴς καὶ φιλότυφος, ἀποδεχέσθω τοὺς ἄσπονδον ἔχθραν καὶ μῖσος ἀκατάλλακτον πρὸς αὐτὸν αἰρομένους καὶ μηδέποτε τὸν στυγηθέντα πρὸς ἐκείνων στερξάτω, γνοὺς ἀκριβῶς,
§99 ὅτι οἱ τοιοῦτοι δικασταὶ γνώμης οὐκ ἄν ποτε ἐσφάλησαν ὑγιοῦς, ἀλλὰ μαθόντες καὶ παιδευθέντες ἐξ ἀρχῆς τὸν ὄντως βασιλέα, τὸν κύριον, προσκυνεῖν τε καὶ τιμᾶν ἀγανακτοῦσιν, εἴ τις τὴν θεοῦ τιμὴν νοσφίζεται καὶ τοὺς ἱκέτας αὐτοῦ μετακαλεῖ πρὸς τὴν ἰδίαν θεραπείαν.
§100 διὸ θαρροῦντες ἐροῦσιν· „μὴ βασιλεύων βασιλεύσεις ἐφἡμῖν“; ἀγνοεῖς, ὅτι οὔκ ἐσμεν αὐτόνομοι, ἀλλὑπὸ ἀθανάτου βασιλέως, τοῦ μόνου θεοῦ, βασιλευόμεθα; τί δέ; „κυριεύων κυριεύσεις ἡμῶν“ (Gen. 37,8) ; μὴ γὰρ οὐ δεσποζόμεθα καὶ ἔχομέν τε καὶ ἕξομεν εἰς τὸν ἀεὶ χρόνον τὸν αὐτὸν κύριον; δουλεύοντες οὕτω γεγήθαμεν, ὡς οὐδεὶς ἕτερος ἐπἐλευθερίᾳ· καὶ γάρ ἐστι τὸ δουλεύειν θεῷ πάντων ἄριστον, ὅσα ἐν γενέσει τετίμηται.
§101 εὐξαίμην ἂν οὖν καὶ αὐτὸς δυνηθῆναι τοῖς γνωσθεῖσιν ὑπὸ τούτων ἐμμεῖναι βεβαίως· ὀπτῆρες γὰρ καὶ κατάσκοποι καὶ ἔφοροι πραγμάτων, οὐ σωμάτων, εἰσὶν ἀκριβοδίκαιοι, πάντα νήφοντες τὸν αἰῶνα, ὡς ὑπὸ μηδενὸς ἔτι τῶν εἰωθότων δελεάζειν ἀπατᾶσθαι.
§102 μεθύω δὲ ἄχρι νῦν ἐγὼ καὶ ἀσαφείᾳ πολλῇ κέχρημαι καὶ βάκτρων καὶ τῶν ποδηγετησόντων ὥσπερ οἱ τυφλοὶ δέομαι· σκηριπτομένῳ γὰρ ἐγγένοιτἂν ἴσως μήτε προσπταίειν μήτε ὀλισθαίνειν.
§103 εἰ δέ τινες ἀνεξετάστους καὶ ἀπερισκέπτους εἰδότες ἑαυτοὺς οὐ σπουδάζουσι τοῖς ἐξητακόσιν χρὴ πάντα ἀκριβῶς καὶ περιεσκεμμένως ἀκολουθεῖν, ἀγνοοῦντες τὴν ὁδὸν ἐπισταμένοις, ἴστωσαν ὅτι δυσαναπορεύτοις βαράθροις περιπαρέντες οὐδἐπειγόμενοι προελθεῖν ἔτι δυνήσονται.
§104 ἐγὼ δὲ ἐκείνοις, ὅταν μικρὸν ἀνεθῶ τῆς μέθης, οὕτως εἰμὶ ἔνσπονδος, ὡς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον εἶναι νομίζειν. καὶ νῦν οὐδὲν ἧττον τὸν ἐνυπνιαστήν, ὅτι γε καὶ ἐκεῖνοι, προβαλοῦμαι καὶ στυγήσω· καὶ οὐδεὶς εὖ φρονῶν ἐπὶ τούτῳ μέμψαιτἄν με τῷ τὰς πλειόνων γνώμας τε καὶ ψήφους ἀεὶ νικᾶν.
§105–155
§105 ἐπειδὰν δὲ πρὸς ἀμείνω βίον μεταβάλῃ καὶ μηκέτἐνυπνιάζηται μηδὲ ταῖς κεναῖς τῶν κενοδόξων φαντασίαις ἰλυσπώμενος κακοπαθῇ μηδὲ νύκτα καὶ σκότος καὶ πραγμάτων ἀδήλων καὶ ἀτεκμάρτων συντυχίας ὀνειροπολῇ,
§106 περιαναστὰς δὲ ἐκ τοῦ βαθέος ὕπνου διατελῇ μὲν ἐγρηγορώς, ἐνάργειαν δὲ πρὸ ἀσαφείας καὶ πρὸ ψευδοῦς ὑπολήψεως ἀλήθειαν καὶ πρὸ νυκτὸς ἡμέραν καὶ φῶς πρὸ σκότους ἀποδέχηται καὶ τὴν μὲν γυναῖκα τοῦ Αἰγυπτίου, σώματος ἡδονήν, εἰς αὐτὴν εἰσελθεῖν καὶ τῆς ὁμιλίας αὐτῆς ἀπολαῦσαι παρακαλοῦσαν ἀποστρέφηται (Gen. 39,7) διὰ πόθον ἐγκρατείας καὶ ζῆλον εὐσεβείας ἄλεκτον,
§107 ὧν δὲ ἔδοξεν ἀλλοτριωθῆναι συγγενικῶν καὶ πατρῴων ἀγαθῶν μεταποιῆται πάλιν τὸ ἐπιβάλλον ἀρετῆς ἑαυτῷ μέρος δικαιῶν ἀνακτᾶσθαι καὶ ταῖς κατὰ μικρὸν ἐπανιὼν βελτιώσεσιν ὡς ἐπὶ κορυφῆς τοῦ ἑαυτοῦ βίου καὶ τέλους ἱδρυθεὶς ἀναφθέγξηται, παθὼν ἀκριβῶς ἔμαθεν, ὅτιτοῦ θεοῦ“ (Gen. 50, 19) ἐστιν, ἀλλοὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων αἰσθητοῦ τὸ παράπαν,
§108 οἱ μὲν ἀδελφοὶ καταλλακτηρίους ποιήσονται συμβάσεις, τὸ μῖσος εἰς φιλίαν καὶ τὸ κακόνουν εἰς εὔνοιαν μεταβαλόντες, ἐγὼ δ τούτων ὀπαδὸςπείθεσθαι γὰρ ὡς δεσπόταις οἰκέτης ἔμαθονἐπαινῶν οὐκ ἐπιλείψω τῆς μετανοίας ἐκεῖνον·
§109 εἴ γε καὶ Μωυσῆς ἱεροφάντης ἀξιέραστον καὶ ἀξιομνημόνευτον οὖσαν αὐτοῦ τὴν μετάνοιαν ἐκ φθορᾶς ἀνασῴζει διὰ συμβόλου τῶν ὀστέων, κατορωρύχθαι μέχρι τοῦ παντὸς οὐκ ᾤετο δεῖν ἐᾶν ἐν Αἰγύπτῳ (Exod. 13, 19), παγχάλεπον ἡγούμενος, εἴ τι ἤνθησεν ψυχὴ καλόν, τοῦτἐᾶσαι μαρανθῆναι καὶ κατακλυσθὲν ἀφανισθῆναι πλημμύραις, ἃς τῶν παθῶν Αἰγύπτιος ποταμός, τὸ σῶμα, διὰ πασῶν τῶν αἰσθήσεων ῥέων ἐνδελεχῶς ἐκδίδωσιν.
§110 μὲν οὖν ἐπὶ τῶν δραγμάτων φανεῖσα ὄψις ἀπὸ γῆς καὶ διάκρισις εἴρηται· τὴν δὲ ἑτέραν καιρὸς ἤδη σκοπεῖν, καὶ ὡς ὀνειροκριτικῇ
§111 τέχνῃ διαστέλλεται. „εἶδενοὖν φησινἐνύπνιον ἕτερον καὶ διηγήσατο τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἶπεν· ὥσπερ ἥλιος καὶ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. καὶ ἐπετίμησεν αὐτῷ πατὴρ καὶ εἶπε· τί τὸ ἐνύπνιον ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγὼ καὶ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοί, δὲ πατὴρ διετήρησε τὸ ῥῆμα“ (Gen. 37,9—11).
§112 φασὶ τοίνυν οἱ μετεωρολογικοί, τὸν ζῳδιακὸν κύκλον μέγιστον ὄντα τῶν κατοὐρανὸν δυοκαίδεκα ζῳδίοις, ἀφὧν καὶ τὴν ἐπωνυμίαν ἔσχε, κατηστερίσθαι, ἥλιον δὲ καὶ σελήνην ἀεὶ περὶ αὐτὸν εἱλουμένους ἕκαστον διεξέρχεσθαι τῶν ζῳδίων, οὐκ ἰσοταχεῖς, ἀλλἐν ἀριθμοῖς καὶ χρόνοις ἀνίσοις, τὸν μὲν ἐν ἡμέραις τριάκοντα, τὴν δὲ δωδεκατημορίῳ τούτων μάλιστα, ὅπερ ἡμερῶν δυεῖν καὶ ἡμίσους ἐστίν.
§113 ἔδοξεν οὖν τὴν θεόπεμπτον φαντασίαν ἰδὼν ὑπἀστέρων ἕνδεκα προσκυνεῖσθαι, δωδέκατον συντάττων ἑαυτὸν εἰς τὴν τοῦ ζῳδιακοῦ συμπλήρωσιν κύκλου.
§114 μέμνημαι δὲ καὶ πρότερόν τινος ἀκούσας ἀνδρὸς οὐκ ἀμελῶς οὐδὲ ῥᾳθύμως τῷ μαθήματι προσενεχθέντος, ὅτι οὐκ ἄνθρωποι μόνοι δοξομανοῦσιν, ἀλλὰ καὶ οἱ ἀστέρες καὶ περὶ πρωτείων ἁμιλλώμενοι δικαιοῦσιν οἱ μείζους | ἀεὶ πρὸς τῶν ἐλαττόνων δορυφορεῖσθαι.
§115 ταῦτα μὲν οὖν, ὅπως ἂν ἀληθείας εἰκαιολογίας ἔχῃ, παρετέον τοῖς μετεωροθήραις σκοπεῖν. λέγομεν δὲ ἡμεῖς, [ὡς] ὅτι σπουδῆς ἀκρίτου καὶ φιλονεικίας ἀλόγου καὶ κενῆς δόξης ἐραστής, ἀεὶ φυσώμενος ὑπἀνοίας, οὐ μόνον ἀνθρώπους ὑπερκύπτειν ἀλλὰ καὶ τὴν τῶν ὄντων φύσιν ἀξιοῖ.
§116 καὶ νομίζει μὲν ἑαυτοῦ χάριν τὰ πάντα γεγενῆσθαι, ἀναγκαῖον δεἶναι δασμὸν ἕκαστον ὡς βασιλεῖ φέρειν αὑτῷ, γῆν, ὕδωρ, ἀέρα, οὐρανόν· καὶ τοσαύτῃ τῆς εὐηθείας ὑπερβολῇ χρῆται, ὥστε οὐκ ἰσχύει λογίσασθαι, κἂν παῖς ἄφρων ἐννοηθείη, ὅτι τεχνίτης οὐδεὶς ἕνεκα μέρους ποτὲ ὅλον, ἀλλἕνεκα τοῦ ὅλου μέρος δημιουργεῖ· μέρος δὲ τοῦ παντὸς ἄνθρωπος, ὥστε γεγονὼς εἰς τὸ συμπλήρωμα τοῦ κόσμου δικαίως ἂν αὐτὸς ἐκείνῳ συντελοίη.
§117 φλυαρίας δὲ ἄρα τοσαύτης γέμουσί τινες, ὥστε ἀγανακτοῦσιν, εἰ μὴ κόσμος τοῖς βουλήμασιν αὐτῶν ἕποιτο. διὰ τοῦτο Ξέρξης μὲν Περσῶν βασιλεύς, βουλόμενος τοὺς ἐχθροὺς καταπλῆξαι, μεγαλουργίας ἐπίδειξιν ἐποιεῖτο, καινουργῶν τὴν φύσιν·
§118 γῆν μὲν γὰρ μετεστοιχείου καὶ θάλατταν, ἀντιδιδοὺς πελάγει μὲν ἤπειρον, ἠπείρῳ δὲ πέλαγος, τὸν μὲν Ἑλλήσποντον ζευγνὺς γεφύραις, ὄρος δὲ τὸν Ἄθω ῥηγνὺς εἰς βαθεῖς κόλπους, οἳ πληρούμενοι θαλάττης νέος καὶ χειρόκμητος εὐθὺς πόντος ἦσαν, τὸ παλαιὸν τῆς φύσεως ἐξαλλοιωθείς·
§119 τὰ δὲ περίγεια, ὡς ἐδόκει, θαυματουργήσας ἀνέβαινε ταῖς τετολμημέναις ἐπινοίαις συνανάγων ἀσέβειαν ἑαυτῷ καὶ εἰς οὐρανὸν δύστηνος, ὡς τὰ ἀκίνητα κινήσων καὶ τὸν θεῖον στρατὸν καθαιρήσων, καί, τὸ λεγόμενον, ἀφἱερᾶς ἤρχετο·
§120 τὸν γὰρ ἄριστον τῶν ἐκεῖ, τὸν ἡγεμόνα ἡμέρας ἥλιον, ἐτόξευεν, ὥσπερ οὐκ αὐτὸς ἀφανεῖ βέλει φρενοβλαβείας τιτρωσκόμενος οὐ μόνον διὰ τὸ ἀδυνάτων ἀλλὰ καὶ διὰ τὸ ἀνοσιωτάτων ἔργων ἐρᾶν, ὧν καὶ θάτερον μεγάλη τῷ ἐγχειροῦντι δύσκλεια ἦν.
§121 Γερμανῶν δὲ πολυανθρωποτάτην μοῖρανἀμπωτίζει δὲ παραὐτοῖς θάλατταλόγος ἔχει κατὰ τὰς ἐκεῖ παλιρροίας ἐπιδρομὰς ὠθουμένους μετὰ σπουδῆς, ἐπανατεινομένους γυμνὰ τὰ ξίφη, θέοντας ὡς στῖφος πολεμίων τὸ κυματούμενον πέλαγος ὑπαντιάζειν·
§122 οὓς ἄξιον μισεῖν μέν, ὅτι ἐναντία ὅπλα διἀθεότητα κατὰ τῶν ἀδουλώτων τῆς φύσεως αἱρεῖσθαι τολμῶσι μερῶν, χλευάζειν δέ, ὅτι ἀδυνάτοις ἐγχειροῦσιν ὡς δυνατοῖς, νομίζοντες ὡς ζῷον καὶ ὕδωρ κεντεῖσθαι, τιτρώσκεσθαι, κτείνεσθαι δύνασθαι, καὶ πάλιν ἀλγεῖν, δεδιέναι, φόβῳ τῶν ἐπιόντων ἀποδιδράσκειν καὶ ὅσα ψυχῆς πάθη κατά τε ἡδονὰς καὶ ἀλγηδόνας
§123 ἀναδέχεσθαι. χθὲς δοὐ πρῴην ἄνδρα τινὰ οἶδα τῶν ἡγεμονικῶν, ὅς, ἐπειδὴ τὴν προστασίαν καὶ ἐπιμέλειαν εἶχεν Αἰγύπτου, τὰ πάτρια κινεῖν ἡμῶν διενοήθη καὶ διαφερόντως τὸν ἁγιώτατον καὶ φρικωδέστατον περὶ τῆς ἑβδόμης ὑπάρχοντα νόμον καταλύειν καὶ ὑπηρετεῖν ἠνάγκαζεν αὐτῷ καὶ τὰ ἄλλα ποιεῖν παρὰ τὸ καθεστὼς ἔθος, νομίζων ἀρχὴν ἔσεσθαι καὶ τῆς περὶ τὰ ἄλλα ἐκδιαιτήσεως καὶ τῆς τῶν ὅλων παραβάσεως, εἰ τὸ ἐπὶ τῇ ἑβδόμῃ πάτριον ἀνελεῖν δυνηθείη.
§124 καὶ μήθοὓς ἐβιάζετο ὁρῶν εἴκοντας τοῖς ἐπιτάγμασι μήτε τὴν ἄλλην πληθὺν ἠρεμοῦσαν, ἀλλὰ βαρέως καὶ τραχέως φέρουσαν τὸ πρᾶγμα καὶ ὡς ἐπἀνδραποδισμῷ καὶ πορθήσει καὶ κατασκαφῇ πατρίδος πενθοῦντάς τε καὶ κατηφοῦντας, ἠξίου λόγῳ διδάσκειν παρανομεῖν, φάσκων·
§125 εἰ πολεμίων ἔφοδος αἰφνίδιον γένοιτο κατακλυσμοῦ φορὰ τοῦ ποταμοῦ ταῖς πλημμύραις παραρρήξαντος τὸ χῶμα ῥιπὴ πυρὸς κεραυνία φλὸξ λιμὸς λοιμὸς σεισμὸς ὅσα ἄλλα κακὰ χειροποίητα καὶ θεήλατα, μεθἡσυχίας πάσης οἴκοι διατρίψετε;
§126 μετὰ τοῦ συνήθους σχήματος προελεύσεσθε, τὴν μὲν δεξιὰν εἴσω χεῖρα συναγαγόντες, τὴν δὲ ἑτέραν ὑπὸ τῆς ἀμπεχόνης παρὰ ταῖς λαγόσι πήξαντες, ἵνα μηδἄκοντές τι τῶν εἰς τὸ σωθῆναι παράσχησθε;
§127 καὶ καθεδεῖσθε ἐν τοῖς συναγωγίοις ὑμῶν, τὸν εἰωθότα θίασον ἀγείροντες καὶ ἀσφαλῶς τὰς ἱερὰς βίβλους ἀναγινώσκοντες κἂν εἴ τι μὴ τρανὲς εἴη διαπτύσσοντες καὶ τῇ πατρίῳ φιλοσοφίᾳ διὰ μακρηγορίας ἐνευκαιροῦντές τε καὶ ἐνσχολάζοντες;
§128 ἀλλὰ γὰρ ἀποσεισάμενοι πάντα ταῦτα πρὸς τὴν ἑαυτῶν καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων οἰκειοτάτων καὶ φιλτάτων σωμάτων, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ κτημάτων καὶ χρημάτων, ὡς μηδὲ ταῦτα ἀφανισθείη, βοήθειαν ἀποδύσεσθε.
§129 καὶ μὴν οὗτος αὐτὸς ἐγὼ τὰ λεχθέντα, ἔφη, πάντα εἰμί, τυφώς, πόλεμος, κατακλυσμός, κεραυνός, λιμηρὰ καὶ λοιμώδης νόσος, τινάττων καὶ κυκῶν τὰ παγίως ἑστῶτα σεισμός, εἱμαρμένης ἀνάγκης οὐκ ὄνομα, ἀλλἐμφανὴς ἐγγὺς ἑστῶσα δύναμις.
§130 τί οὖν τὸν ταῦτα λέγοντα διανοούμενον αὐτὸ μόνον εἶναι φῶμεν; ἆροὐκ ἐκτόπιον; ὑπερωκεάνιον μὲν οὖν μετακόσμιόν τι καινὸν κακόν, εἴ γε τῷ πάντα μακαρίῳ πάντα βαρυδαίμων ἑαυτὸν ἐξομοιοῦν ἐτόλμησεν.
§131 ὑπερθεῖτἂν οὗτος ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας βλασφημεῖν, ὁπότε τι τῶν ἐλπισθέντων κατὰ τὰς ἐτησίους ὥρας μὴ συνόλως μὴ ῥᾳδίως ἀποβαίνοι, φλογμὸν μὲν θέρους, κρυμὸν δὲ [καὶ] χειμῶνος βαρὺν κατασκήπτοντος, ἔαρος δὲ καὶ μετοπώρου, τοῦ μὲν πρὸς εὐκαρπίαν ἐστειρωμένου, τοῦ δὲ πρὸς νοσημάτων γενέσεις εὐτοκίᾳ χρωμένου;
§132 πάντα μὲν οὖν ἀνασείων κάλων ἀχαλίνου στόματος καὶ κακηγόρου γλώττης, ὥσπερ τὸν εἰωθότα δασμὸν οὐκ ἐνεγκόντας τοὺς ἀστέρας αἰτιάσεται, τιμᾶσθαι μονονοὺ καὶ προσκυνεῖσθαι δικαιῶν ὑπὸ τῶν οὐρανίων τἀπίγεια καὶ περιττότερον ἑαυτόν, ὅσῳ καὶ τῶν ἄλλων ἄνθρωπος ὢν διενηνοχέναι ζῴων
§133 δοκεῖ. τοιοῦτοι μὲν οἱ κορυφαῖοι τῆς κενῆς ἡμῖν δόξης γράφονται, τοὺς δὲ χορευτὰς ἐν μέρει καταὐτοὺς ἴδωμεν. οὗτοι μὲν ἐπιβουλεύουσιν ἀεὶ τοῖς ἀσκηταῖς ἀρετῆς· οὓς ὅταν ἴδωσι σπουδάζοντας τὸν αὐτῶν βίον ἀληθείᾳ ἀδόλῳ φαιδρύνειν καὶ ὡς πρὸς σεληνιακὸν τὸ ἀφἡλίου καθαρὸν φέγγος αὐγάζειν, ἀπατῶντες βιαζόμενοι κωλύουσιν, εἰς τὸν ἀσεβῶν ἀνήλιον χῶρον εἰσελαύνοντες, ὃν ἐπέχουσι νὺξ βαθεῖα καὶ σκότος ἀτελεύτητον καὶ εἰδώλων καὶ φασμάτων καὶ ὀνειράτων ἔθνη μυρία, κἀκεῖ καταδύσαντες προσκυνεῖν ὡς δεσπότας ἀναγκάζουσι.
§134 τὸν μὲν γὰρ φρονήσεως ἀσκητὴν ὑπολαμβάνομεν ἥλιον, ἐπειδήπερ μὲν τοῖς σώμασιν, δὲ τοῖς κατὰ ψυχὴν πράγμασιν ἐμπαρέχει φῶς, τὴν δὲ παιδείαν, κέχρηται, σελήνηνἐν νυκτὶ γὰρ ἑκατέρας εἱλικρινεστάτη καὶ ὠφελιμωτάτη χρῆσίς ἐστιν —, ἀδελφοὺς δὲ τοὺς παιδείας καὶ ἀσκητικῆς ψυχῆς ὡς ἂν ἐγγόνους ἀστείους λόγους, οὓς πάντας ὀρθὴν ἀτραπὸν εὐθύνοντας τοῦ βίου παλαίσμασι πολυτρόποις καὶ πολυμηχάνοις αὐχενίζοντες ἐκτραχηλίζειν καὶ καταρράττειν ὑποσκελίζοντες οἱ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε φρονεῖν ἐγνωκότες ἀξιοῦσι.
§135 διὸ καὶ ἐπιτιμᾷ τῷ τοιούτῳ τιθασῶς ὁὁ πατήρ, οὐκ Ἰακώβ, ἀλλὁὁ καὶ τούτου πρεσβύτερος ὀρθὸς λόγος φάσκων· „τί τὸ ἐνύπνιον τοῦτο ἐνυπνιάσθης“ (Gen. 37, 10) ;
§136 ἀλλοὐκ ἐνύπνιον εἶδες; ὑπέλαβες, ὅτι τὰ φύσει ἐλεύθερα ἀνθρωπείων ἀνάγκῃ δοῦλα ἔσται καὶ ὑπήκοα τὰ ἄρχοντα καί, τὸ ἔτι παραδοξότερον, οὐκ ἄλλων ὑπήκοα ἀλλὰ τῶν ἀρχομένων, οὐδἑτέρων δοῦλα ἀλλὰ τῶν δουλευόντων; εἰ μὴ ἄρα κράτει θεοῦ τοῦ μόνου πάντα δυνατοῦ, καὶ τὰ ἀκίνητα κινεῖν καὶ τὰ φορούμενα θέμις ἱδρύσασθαι, μεταβολὴ τῶν καθεστώτων γένοιτο πρὸς τἀναντία.
§137 ἐπεὶ τίνα ἕξει λόγον τὸ ὀργίζεσθαι καὶ ἐπιτιμᾶν τῷ τὴν καθὕπνον φαντασίαν ἰδόντι; μὴ γὰρ ἑκὼν εἶδον αὐτήν; ἐρεῖ, τί μοι τὰ τῶν ἐκ προνοίας ἠδικηκότων ἐπάγεις ἐγκλήματα; τὸ προσπεσὸν ἔξωθεν καὶ πλῆξάν μου τὴν διάνοιαν αἰφνίδιον ἄκοντος διηγησάμην.
§138 ἀλλὰ γὰρ οὐκ ἔστι περὶ ὀνείρατος παρὼν λόγος, ἀλλὰ περὶ πραγμάτων ἐοικότων ἐνυπνίοις· τοῖς μὴ λίαν κεκαθαρμένοις μεγάλα καὶ λαμπρὰ καὶ περιμάχητα εἶναι δοκεῖ, μικρὰ ὄντα καὶ ἀμυδρὰ καὶ χλεύης ἐπάξια παρἀδεκάστοις ἀληθείας βραβευταῖς.
§139 Ἆροὖν, φησίν, ἐλεύσομαι μὲν ὀρθὸς λόγος, ἐγώ, ἀφίξεται δὲ καὶ τοῦ φιλομαθοῦς θιάσου [ψυχὴ] μήτηρ ὁμοῦ καὶ τροφός, ἀρετῶσα παιδεία, συντενοῦσι δὲ καὶ οἱ ἀμφοτέρων ἡμῶν ἔγγονοι καὶ στάντες ἀντικρὺς οὕτω κατὰ στοῖχον ἐν κόσμῳ τὰς χεῖρας ἐξάραντες προσευξώμεθα τῦφον πρότερον ἀφέντες;
§140 εἶτα καταβαλόντες ἑαυτοὺς εἰς τὸ ἔδαφος ποτνιᾶσθαι καὶ προσκυνεῖν ἐπιχειρήσωμεν; ἀλλὰ μὴ ἐπιλάμψαι ποτὲ τούτοις γινομένοις ἥλιος, ἐπεὶ βαθὺ μὲν σκότος κακοῖς, τηλαυγὲς δὲ φῶς ἀγαθοῖς ἐφαρμόζει. τί δἂν γένοιτο μεῖζον κακὸν τὸν πλαστὸν καὶ φένακα τῦφον ἀντὶ τῆς ἀπλάστου καὶ ἀψευδοῦς ἀτυφίας ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι;
§141 παγκάλως δὲ προσδιέσταλται τὸ "διετήρησεν πατὴρ τὸ ῥῆμα“ (Gen. 37,11)· ψυχῆς γὰρ οὐ νεωτέρας οὐδὲ ἀγόνου καὶ ἐστειρωμένης, ἀλλὰ τῷ ὄντι πρεσβυτέρας καὶ γεννᾶν ἐπισταμένης ἔργον ἐστὶ συζῆν εὐλαβείᾳ καὶ μηδενὸς καταφρονεῖν τὸ παράπαν, ἀλλὰ τὸ ἄδραστον καὶ ἀνίκητον τοῦ θεοῦ κράτος κατεπτηχέναι καὶ περιαθρεῖν ἐν κύκλῳ, τί ἄρα ἀποβήσεται τὸ τέλος αὐτῇ.
§142 διὰ τοῦτο καὶ τὴν Μωυσέως ἀδελφὴνἐλπὶς δὲ παρἡμῖν τοῖς ἀλληγορικοῖς ὀνομάζεταιφασὶν ἀποσκοπεῖν μακρόθεν (Exod. 2, 4) οἱ χρησμοί, πρὸς τὸ τοῦ βίου δήπου τέλος ἐμβλέπουσαν, ἵνα αἴσιον ἀπαντήσῃ, τοῦ τελεσφόρου καταπέμψαντος αὐτὸ ἄνωθεν ἀποὐρανοῦ.
§143 πολλοὶ γὰρ πολλάκις ἄπλωτα πελάγη διαβαλόντες καὶ μακρὸν πλοῦν οὐρίοις πνεύμασιν ἀκίνδυνοι παραπεμφθέντες ἐν αὐτοῖς λιμέσιν ἐξαίφνης ἐναυάγησαν, μέλλοντες ἤδη προσορμίζεσθαι.
§144 μυρίοι δὲ καὶ βαρεῖς καὶ πολυετεῖς πολέμους ἀνὰ κράτος ἑλόντες καὶ ἄτρωτοι διατελέσαντες, ὡς μηδἐπιφάνειαν ἄκραν νυχθῆναι, ἀλλὥσπερ ἐκ πανηγύρεως κοινοδήμου καὶ δημοτελοῦς ἑορτῆς τελεῖν * * * ὁλοκλήροις καὶ παντελέσι, μεθἱλαρᾶς ἐπιστρέψαντες εὐθυμίας ἐν ταῖς ἰδίαις ὑφὧν ἥκιστἐχρῆν ἐπεβουλεύθησαν οἰκίαις, τὸ λεγόμενον τοῦτο, „βόες ἐπὶ φάτνῃσφαγέντες.
§145 ὥσπερ δὴ ταῦτα ἀπροσδόκητοι καὶ ἀτέκμαρτοι συντυχίαι κατασκήπτειν φιλοῦσιν, οὕτω καὶ τὰς περὶ ψυχὴν δυνάμεις ἀντωθοῦσι πρὸς τἀναντία καὶ ἀντιμετακλίνουσιν, ἢν οἷαί τε ὦσι, καὶ ἀνατρέψαι βιάζονται. τίς γὰρ εἰς τὸν ἀγῶνα τοῦ βίου παρελθὼν ἄπτωτος ἔμεινε;
§146 τίς δοὐχ ὑπεσκελίσθη; εὐδαίμων δ μὴ πολλάκις. τίνι δοὐκ ἐφήδρευεν τύχη, διαπνέουσα καὶ συλλεγομένη ῥώμην, ἵνα συμπλακεῖσα εὐθὺς ἐξαρπάσῃ, πρὶν φθάσαι τὸν ἀντίπαλον κονίσασθαι;
§147 οὐκ ἤδη τινὰς ἴσμεν ἐκ παίδων εἰς γῆρας ἀφιγμένους, οἳ μηδεμιᾶς ἐπῄσθοντο ταραχῆς εἴτε διεὐμοιρίαν φύσεως εἴτε διὰ τὴν τῶν τρεφόντων καὶ παιδευόντων ἐπιμέλειαν εἴτε καὶ ἀμφότερα, βαθείας δεἰρήνης ἀναπλησθέντας τῆς ἐν ἑαυτοῖς, πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, τῆς κατὰ τὰς πόλεις ἀρχέτυπον, καὶ διὰ τοῦτεὐδαίμονας νομισθέντας, ὅτι τὸν ὑπὸ τῶν παθῶν ἀναρριπιζόμενον ἐμφύλιον πόλεμον, ἀργαλεώτατον ὄντα πολέμων, οὐδὄναρ ἐπῄσθοντο, εἶτἐν αὐταῖς τοῦ βίου ταῖς δυσμαῖς ἐξοκείλαντάς τε καὶ ναυαγήσαντας περὶ γλῶτταν ἄθυρον περὶ γαστέρα ἄπληστον περὶ τὴν τῶν ὑπογαστρίων ἀκράτορα λεγνείαν;
§148 οἱ μὲν γὰρ τὸν μειρακιώδη τῶν ἀσώτων, ἄτιμον, ἀποκήρυκτον, αἰσχρὸν βίον ἐζήλωσανἐπὶ γήραος οὐδῷ“, οἱ δὲ τὸν πανοῦργον καὶ συκοφάντην καὶ ῥᾳδιουργόν, ἀπαρχόμενοι φιλοπραγμοσύνης, ὅτε εἰκὸς ἦν ἤδη καὶ παλαιὰν οὖσαν καταλῦσαι.
§149 διὸ χρὴ τὸν θεὸν ποτνιᾶσθαι καὶ λιπαρῶς ἱκετεύειν, ὅπως τὸ ἐπίκηρον ἡμῶν γένος μὴ παρέλθῃ, κελεύσῃ δὲ διαιωνίζειν αὐτοῦ τὸν σωτήριον ἔλεον· χαλεπὸν γὰρ εἰρήνης ἀκράτου γευσαμένους κωλυθῆναι κορεσθῆναι.
§150 ἀλλὰ φέρε, δίψης κουφότερόν ἐστι κακὸν λιμὸς οὗτος, ἔρωτα καὶ πόθον ἔχων παρηγοροῦντας. ὅταν δὲ ἀφἑτέρας πηγῆς, ἧς θολερὸν καὶ νοσερὸν τὸ νᾶμα, διὰ τὸν τοῦ πιεῖν ἵμερον ἐμφορεῖσθαι δέῃ, τότε ἀνάγκη γλυκυπίκρου πληρουμένους ἡδονῆς ἐν ἀβιώτῳ βίῳ διαζῆν, τοῖς βλαβεροῖς ὡς ὠφελίμοις ἐπιτρέχοντας ἀγνοίᾳ τοῦ συμφέροντος.
§151 δὲ τῶν κακῶν ἀνιαροτάτη φορὰ γίνεται τούτων, ἐπειδὰν αἱ ἄλογοι δυνάμεις τῆς ψυχῆς ἐπιθέμεναι ταῖς τοῦ λογισμοῦ κρατήσωσιν.
§152 ἕως μὲν γὰρ βουκόλια βουκόλοις ποιμέσι ποίμνια αἰπόλοις αἰπόλια πειθαρχεῖ, τὰ περὶ τὰς ἀγέλας κατορθοῦται· ἐπειδὰν δὲ ἀσθενέστεροι τῶν θρεμμάτων οἱ ἐπιστατοῦντες ἀγελάρχαι γίνωνται, πλημμελεῖται τὰ πάντα καὶ συμβαίνει ἀταξία μὲν ἐκ τάξεως, ἀκοσμία δἐξ εὐκοσμίας, ταραχὴ δἐξ εὐσταθείας καὶ σύγχυσις ἐκ διακρίσεως, ἅτε μηδεμιᾶς ἔτι νομίμου καθεστώσης ἐπιστασίας· εἰ γὰρ ἦν, ἤδη καθῄρητο.
§153 τί οὖν; οὐκ οἰόμεθα καὶ ἐν ἡμῖν αὐτοῖς θρεμμάτων μὲν ἀγέλην εἶναι, παρόσον ἀποτέτμηται ψυχῆς τὸ ἄλογον στῖφος, ἀγελάρχην δὲ τὸν ἡγεμόνα νοῦν; ἀλλἕως μὲν ἔρρωταί τε καὶ ἱκανὸς ἀγελαρχεῖν ἐστιν, ἐνδίκως ἅπαντα καὶ συμφερόντως ἐπιτελεῖται.
§154 ὅταν δὲ ἀσθένειά τις ἐπιγένηται τῷ βασιλεῖ, συγκάμνειν ἀνάγκη καὶ τὸ ὑπήκοον· καὶ ὅτε μάλιστα ἠλευθερῶσθαι δοκεῖ, τότε μάλιστα γίνεται ἑτοιμότατον ἆθλον κείμενον τοῖς βουλομένοις αὐτὸ μόνον κονίσασθαι. πέφυκε γὰρ ἀναρχία μὲν ἐπίβουλον, ἀρχὴ δεἶναι σωτήριον, καὶ μάλισθ νόμος καὶ δίκη τετίμηται· αὕτη δἐστὶν σὺν λόγῳ.
§155 Τὰ μὲν δὴ τῆς κενῆς δόξης ὀνείρατα ὧδε ἠκριβώσθω· τὰ δὲ τῆς γαστριμαργίας εἴδη πόσις τε καὶ βρῶσις, ἀλλὰ τῇ μὲν οὐ ποικίλων, τῇ δὲ μυρίων ὅσων ἡδυσμάτων καὶ παραρτυμάτων χρεία. ταῦτα μέντοι δυσὶ φροντισταῖς ἐπανατίθεται, τὰ μὲν τῆς περιέργου πόσεως ἀρχιοινοχόῳ, τὰ δὲ τῆς ἀναγκαιοτέρας ἐδωδῆς ἀρχισιτοποιῷ. σφόδρα δἐξητασμένως μιᾷ νυκτὶ φαντασιούμενοι τοὺς ὀνείρους εἰσάγονται·
§156–206
§156 πρὸς γὰρ τὴν αὐτὴν χρείαν σπεύδουσιν ἀμφότεροι, τροφὴν οὐχ ἁπλῆν, ἀλλὰ τὴν μεθἡδονῆς καὶ τέρψεως εὐτρεπιζόμενοι. καὶ ἑκάτερος μὲν περὶ τροφῆς ἥμισυ πονεῖται, ἀμφότεροι δὲ περὶ πᾶσαν.
§157 ἔστι δὲ καὶ θάτερον μέρος ὁλκὸν θατέρου· καὶ γὰρ οἱ φαγόντες εὐθὺς ὀρέγονται ποτοῦ καὶ αὐτίκα ἐδωδῆς οἱ πιόντες· ὥστε οὐχ ἥκιστα καὶ διὰ τοῦτο χρόνον τὸν αὐτὸν τῆς φαντασίας ἀμφοτέροις ἀναγεγράφθαι.
§158 μὲν οὖν ἀρχιοινοχόος οἰνοφλυγίαν, δὲ ἀρχισιτοποιὸς λαιμαργίαν ἔλαχε. φαντασιοῦται δὲ ἑκάτερος τὰ οἰκεῖα, μὲν οἶνον καὶ τὸ γεννητικὸν οἴνου φυτόν, ἄμπελον, δἐπὶ κανῶν διακειμένους ἐκκεκαθαρμένους ἄρτους καὶ κανηφοροῦντα ἑαυτόν (Gen. 40, 16. 17).
§159 ἁρμόττον δὲ ἂν εἴη πρότερον τὸ πρότερον ἐξετάζειν ὄναρ, ἔστι δὲ τοιόνδε· „ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς. καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ“ (Gen. 40, 9 — 11).
§160 θαυμασίως γε προανεφθέγξατο καὶ ἀψευδῶς ἔχει τὸἐν τῷ ὕπνῳ μου.“ τῷ γὰρ ὄντι μὴ τὴν διοἴνου μέθην μᾶλλον τὴν διἀφροσύνης ἐπιτηδεύων, ὀρθότητι καὶ ἐγρηγόρσει δυσχεραίνων, ὥσπερ οἱ κοιμώμενοι καταβέβληται καὶ παρεῖται καὶ καταμέμυκε τὰ τῆς ψυχῆς ὄμματα, οὐδὲν οὔθὁρᾶν οὔτἀκούειν τῶν θέας καὶ ἀκοῆς ἀξίων οἷός τε ὤν·
§161 ἡττημένος δὲ τυφλὴν καὶ ἀχειραγώγητον, οὐχ ὁδόν, ἀλλἀνοδίαν τοῦ βίου διεξέρχεται, βάτοις καὶ τριβόλοις περιπειρόμενος, ἔστι δὅτε καὶ κατὰ κρημνῶν κυλιόμενος καὶ ἄλλοις ἐπιφερόμενος, ὡς ἐκείνους τε καὶ ἑαυτὸν οἰκτρῶς διαφθείρειν.
§162 δὲ βαθὺς καὶ διωλύγιος ὕπνος, πᾶς κατέχεται φαῦλος, τὰς μὲν ἀληθεῖς καταλήψεις ἀφαιρεῖται, ψευδῶν δὲ εἰδώλων καὶ ἀβεβαίων φαντασμάτων ἀναπίμπλησι τὴν διάνοιαν, τὰ ὑπαίτια ὡς ἑπαινετὰ ἀναπείθων ἀποδέχεσθαι. καὶ γὰρ νυνὶ λύπην ὡς χαρὰν ὀνειροπολεῖ καὶ οὐκ αἰσθάνεται, ὅτι τὸ ἀφροσύνης καὶ τοῦ παραπαίειν * * * φυτόν, ἄμπελον, ὁρᾷ.
§163 ἦνγάρ φησινἄμπελος ἐναντίον μου“ (Gen. 40, 9), τὸ ποθούμενον τῷ ποθοῦντι, κακία κακῷ· ἣν καθἑαυτῶν λελήθαμεν οἱ ἀνόητοι γεωργοῦντες, ἧς τὸν καρπὸν ἐσθίομέν τε καὶ πίνομεν εἰς ἑκάτερον τροφῆς κατατάττοντες εἶδος, ἧς ὡς ἔοικεν οὐκ ἐφἡμισείᾳ τῇ βλάβῃ ἀλλἀρτίῳ καὶ ὁλοκλήρῳ καὶ παντελεῖ μεταποιούμεθα.
§164 Προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι τὸ ἀμπέλιον μέθυσμα τοὺς χρησομένους ἅπαντας οὐχ ὁμοίως, ἀλλὰ πολλάκις ἐναντίως διατίθησιν, ὡς τοὺς μὲν ἀμείνους, τοὺς δὲ χείρους ἑαυτῶν ἐξετάζεσθαι.
§165 τῶν μὲν γὰρ τὸ σύννουν καὶ σκυθρωπὸν ἐπανῆκε καὶ τὰς φροντίδας ἐχάλασεν ὀργάς τε καὶ λύπας ἐπράυνε τά τε ἤθη πρὸς τὸ ἐπιεικὲς ἐπαιδαγώγησε καὶ τὰς ψυχὰς ἑαυταῖς ἵλεως ἐποίησε· τῶν δὲ ἔμπαλιν τοὺς θυμοὺς ἐπήλειψε καὶ τὰς ὀδύνας ἐπέσφιγξε καὶ τοὺς ἔρωτας ἐκίνησε καὶ τὰς ἀγροικίας ἀνήγειρεν, ἄκλειστον στόμα καὶ γλῶτταν ἀχαλίνωτον καὶ αἰσθήσεις ἀθύρους καὶ λελυττηκότα πάθη κἀξηγριωμένον καὶ ἐπτοημένον πρὸς πάντα νοῦν ἀποτελοῦν·
§166 ὡς δοκεῖν τὴν μὲν τῶν προτέρων κατάστασιν τῇ κατὰ τὸν ἀέρα νηνέμῳ αἰθρίᾳ τῇ κατὰ θάλατταν ἀκύμονι γαλήνῃ τῇ κατὰ τὰς πόλεις εἰρηνικωτάτῃ εὐσταθείᾳ ἐοικέναι, τὴν δὲ τῶν ὑστέρων βιαίῳ καὶ συντόνῳ πνεύματι χειμαίνοντι καὶ κυματουμένῳ πελάγει στάσει, ἀσπόνδου καὶ ἀκηρύκτου πολέμου δυσωνυμωτέρᾳ ταραχῇ.
§167 δυεῖν γοῦν συμποσίων τὸ μὲν πέπλησται γέλωτος, παιδιᾶς, ἐπαγγελλομένων, ἀγαθὰ ἐλπιζόντων, χαριζομένων, εὐθυμίας, εὐφημίας, ἱλαρότητος, εὐφροσύνης, ἀδείας·
§168 τὸ δὲ συννοίας, κατηφείας, προσκρουσμάτων, λοιδοριῶν, τραυμάτων, βριμουμένων, ὑποβλεπομένων, ὑλακτούντων, ἀγχόντων, καταπαγκρατιαζόντων, ἀκρωτηριαζόντων ὦτα καὶ ῥῖνας καὶ ἅπερ ἂν τύχῃ τοῦ σώματος μέρη καὶ μέλη, τὴν [τοῦ] παντὸς τοῦ βίου μέθην καὶ παροινίαν ἐν ἀνιέρῳ ἀγῶνι μετὰ αἰσχρουργίας τῆς πάσης ἐπιδεικνυμένων.
§169 ἀκόλουθον οὖν ἂν εἴη λογίζεσθαι, ὅτι καὶ ἄμπελος δυεῖν σύμβολον πραγμάτων ἐστίν, ἀνοίας τε καὶ εὐφροσύνης. ἑκάτερον δέ, καίτοι μηνυόμενον ἐκ πολλῶν, ἵνα μὴ μακρηγορῶμεν, διὀλίγων ἐπιδείξομεν.
§170 ἡνίκα ἡμᾶς διὰ τῆς τῶν παθῶν καὶ ἀδικημάτων ἐρήμης ὁδοῦ, φιλοσοφίας, ἀγαγὼν καὶ ὥσπερ ἔμπορος ἀναβιβάσας τὸν ὀρθὸν λόγον ἔστησεν ἐπὶ σκοπῆς καὶ ἐκέλευε περιαθρεῖν τὴν ἅπασαν ἀρετῆς χώραν, εἴτε εὔγειος καὶ βαθεῖα καὶ χλοηφόρος καὶ καρποτόκος ἐστὶ καὶ ἀγαθὴ μὲν καὶ τὰ σπειρόμενα μαθήματα συναυξῆσαι, ἀγαθὴ δὲ τὰ φυτευόμενα καὶ δενδρούμενα δόγματα στελεχῶσαι, εἴτε καὶ τοὐναντίον, καὶ περὶ τῶν ὡσανεὶ πόλεων πράξεων, εἰ εὐερκέσταται καὶ ὀχυρώταται γυμναὶ καὶ ἀπημφιασμέναι οἷα κύκλων τὸ βέβαιον, καὶ περὶ οἰκητόρων, εἰ πρός τε πλῆθος καὶ πρὸς ἀλκὴν ἐπιδεδώκασιν διἀσθένειαν ὀλιγανδροῦσιν διὀλιγανδρίαν ἀσθενοῦσιν,
§171 τότε οὐ δυνηθέντες ὅλον τὸ σοφίας στέλεχος βαστάσαι κληματίδα μίαν καὶ βότρυν σταφυλῆς τεμόντες ἤραμεν χαρᾶς σαφέστατον δεῖγμα, κουφότατον ἄχθος, βλάστημα καὶ καρπὸν ὁμοῦ καλοκἀγαθίας ἐπιδειξόμενοι τοῖς διάνοιαν ὀξυδορκοῦσι τὴν εὐκληματοῦσαν καὶ βοτρυηφόρον ἄμπελον (cf.
§172 νυμ. 13). ταύτην, ἧς μοῖράν τινα λαβεῖν ἐδυνήθημεν, εὐσκόπως ἐξομοιοῦσιν εὐφροσύνῃ. μαρτυρεῖ δέ μοί τις τῶν πάλαι προφητῶν, ὃς ἐπιθειάσας εἶπεν· „ἀμπελὼν κυρίου παντοκράτορος οἶκος τοῦ Ἰσραήλ“ (Ies. 5,7).
§173 μὲν Ἰσραήλ ἐστι νοῦς θεωρητικὸς θεοῦ τε καὶ κόσμουκαὶ γὰρ ἑρμηνεύεται θεὸν ὁρῶν —, οἶκος δὲ διανοίας ὅλη ψυχή. αὕτη δἐστὶν ἀμπελὼν ἱερώτατος, τὸ θεῖον βλάστημα καρποφορῶν, ἀρετήν.
§174 οὕτω μέντοι τὸ φρονεῖν εὖ, τὸ εὐφροσύνης ἔτυμον, μέγα καὶ λαμπρόν, ὥστε φησὶ Μωυσῆς καὶ θεὸν αὐτῷ μὴ ἀπαξιῶσαι χρῆσθαι, καὶ τότε μάλιστα, ὁπότε τὸ ἀνθρώπων γένος ἐκτρέποιτο μὲν ἁμαρτήματα, ἐπικλίνοι δὲ καὶ ἐπιστρέφοι πρὸς δικαιοσύνην, ἑκουσίῳ γνώμῃ φύσεως νόμοις καὶ θεσμοῖς ἑπόμενον. „ἐπιστρέψει
§175 γάρ φησικύριος θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσι σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς αὐτοῦ, φυλάσσειν πάσας τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰς κρίσεις τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου“ (Deut. 30, 9. 10).
§176 τίς ἂν δύναιτο μᾶλλον ἀρετῆς ἵμερον καλοκἀγαθίας ζῆλον ἐμφῦσαι; βούλει, φησίν, διάνοια, εὐφραίνεσθαι θεόν; εὐφράνθητι αὐτὴ καὶ ἀνάλωμα μὲν μὴ εἰσενέγκῃς μηδέντίνος γὰρ τῶν σῶν χρεῖός ἐστιν; —, ἀλλἔμπαλιν ὅσα σοι δίδωσιν ἀγαθὰ χαίρουσα δέξαι.
§177 διδοὺς γάρ, ὅταν ἄξιοι χάριτος ὦσιν οἱ λαμβάνοντες, εὐφραίνεται· εἰ μὴ νομίζεις, ὅτι οἱ μὲν ὑπαιτίως ζῶντες παραπικραίνειν καὶ παροργίζειν ἐνδίκως λέγοιντἂν θεόν, οἱ δἐπαινετῶς οὐχὶ εὐφραίνειν.
§178 ἀλλὰ πατέρας μὲν καὶ μητέρας, τοὺς θνητοὺς γονεῖς, οὐδὲν οὕτως ὡς τέκνων εὐφραίνουσιν ἀρεταί, μυρίων ὅσων ἐνδεεῖς ὄντας· τὸν δὲ τῶν ὅλων γεννητὴν καὶ μηδενὸς ἐνδεᾶ τὸ παράπαν οὐχ καλοκἀγαθία τῶν λεγομένων;
§179 μαθοῦσα οὖν, διάνοια, ἡλίκον κακὸν μέν ἐστιν ὀργὴ θεοῦ, ἡλίκον δὲ ἀγαθὸν εὐφροσύνη θεοῦ, μηδὲν μὲν τῶν ὀργῆς ἀξίων ἐπὀλέθρῳ κίνει τῷ σεαυτῆς, μόνα δὲ διὧν εὐφρανεῖς θεὸν ἐπιτήδευε.
§180 ταῦτα δὲ εὑρήσεις οὐ μακρὰς καὶ ἀτριβεῖς διεξιὼν ὁδοὺς ἄπλωτα πελάγη περαιούμενος ἐπὶ τοὺς γῆς καὶ θαλάττης ἀπνευστὶ συντείνων ὅρους· οὐ γὰρ πορρωτάτω διῴκισται καὶ τῆς οἰκουμένης ἔξω πεφυγάδευται, ἀλλ’, φησι Μωυσῆς (Deut. 30, 12 — 14), ἐγγὺς οὑτωσὶ τἀγαθὸν παρίδρυταί σοι καὶ συμπέφυκε, τρισὶ τοῖς ἀναγκαιοτάτοις μέρεσιν ἡρμοσμένον, καρδίᾳ, στόματι, χερσί, τὸ δἐστὶ διανοίᾳ, λόγῳ, πράξεσιν, ἐπειδὴ τὰ καλὰ καὶ φρονεῖν καὶ λέγειν καὶ ποιεῖν ἀναγκαῖον, συμπληρούμενον ἔκ τε εὐβουλίας καὶ εὐπραξίας καὶ εὐλογίας.
§181 Λέγωμεν οὖν τῷ θάτερον εἶδος γαστριμαργίας, πολυποσίαν, ἐπιτηδεύοντι ἀρχιοινοχόῳ· τί κακοπαθεῖς, ἀνόητε; δοκεῖς μὲν γὰρ τὰ ἀγωγὰ πρὸς εὐφροσύνην εὐτρεπίζεσθαι, τὸ δἀληθὲς ἀφροσύνης καὶ ἀκολασίας ἐξάπτεις φλόγα, πολλὴν αὐτῇ καὶ ἄφθονον ἐπιφέρων ὕλην. ἀλλ’, ἴσως ἂν εἴποι, μή με προπετῶς αἰτιῶ, πρίν με σκέψασθαι.
§182 οἰνοχοεῖν ἐτάχθην, οὐ μὴν δὴ σωφροσύνην καὶ εὐσέβειαν καὶ τὰς ἄλλας ἀρετὰς ἐνεσκευασμένῳ, ἀλλἀνδρὶ λαιμάργῳ καὶ ἀκρατεῖ καὶ ἀδίκῳ καὶ ἐπὶ ἀσεβείᾳ μέγα φρονοῦντι, ὃς ἐτόλμησέ ποτε εἰπεῖν· „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5,2)· ὡς εἰκότως ἐγὼ τὰ ἐκείνῳ διἡδονῆς ἐπιτετήδευκα.
§183 μὴ θαυμάσῃς δέ, ὅτι τοῖς ἐναντίοις θεὸς καὶ ἀντίθεος νοῦς εὐφραίνεται, Φαραώ. τίς οὖν οἰνοχόος θεοῦ; σπονδοφόρος, μέγας ὄντως ἀρχιερεύς, ὃς τὰς τῶν ἀεννάων χαρίτων λαβὼν προπόσεις ἀντεκτίνει, πλῆρες ὅλον τὸ σπονδεῖον ἀκράτου μεθύσματος ἐπιχέων, ἑαυτόν. ὁρᾷς οἰνοχόων διαφορὰς τοῖς θεραπευομένοις ἀναλογούσας.
§184 διὰ τοῦτο ἐγὼ μὲν τοῦ Φαραὼ κατὰ τὰς ἀνέσεις ἐπιτεινομένου τὸν σκληραύχενα καὶ πάντων ἀκράτορα λογισμὸν εὐνοῦχός εἰμι (Gen. 40,1.2), τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένος, μετανάστης μὲν τῆς ἀνδρωνίτιδος, φυγὰς δὲ καὶ τῆς γυναικωνίτιδος, οὔτἄρρεν οὔτε θῆλυ, οὔτε προέσθαι οὔθὑποδέξασθαι σπορὰν δυνάμενος, ἀμφίβολος, οὐδέτερος, ἀνθρωπείου παράκομμα νομίσματος, ἄμοιρος ἀθανασίας, τέκνων ἐγγόνων διαδοχαῖς εἰς ἀεὶ ζωπυρεῖται, συλλόγου καὶ ἐκκλησίας ἱερᾶς ἀπεσχοινισμένος· θλαδίαν γὰρ καὶ ἀποκεκομμένον ἄντικρυς διείρηται μὴ
§185 εἰσιέναι (Deut. 23, 1). δὲ ἀρχιερεὺς ἄμωμός ἐστιν, ὁλόκληρος, ἀνὴρ παρθένου (Lev. 21, 17. 13), τὸ παραδοξότατον, οὐδέποτε γυναικουμένης, ἀλλἔμπαλιν τὰ γυναικεῖα κατὰ τὴν πρὸς τὸν ἄνδρα ὁμιλίαν ἐκλιπούσης (Gen. 18,11), καὶ οὐκ ἀνὴρ μόνον οὗτος, ἀμιάντους καὶ παρθένους γνώμας σπείρειν ἱκανός, ἀλλὰ καὶ πατὴρ λόγων ἱερῶν·
§186 ὧν οἱ μὲν ἐπίσκοποι καὶ ἔφοροι τῶν τῆς φύσεως πραγμάτων, Ἐλεάζαρ καὶ Ἰθάμαρ (Exod. 28, 1), οἱ δὲ λειτουργοὶ θεοῦ, τὴν οὐράνιον φλόγα ἀνακαίειν καὶ ζωπυρεῖν ἐπειγόμενοι· τρίβοντες γὰρ ἀεὶ τοὺς περὶ ὁσιότητος λόγους καθάπερ ἐκ πυρείων τὸ θεοειδέστατον εὐσεβείας γένος ποιοῦσιν ἐκλάμπειν.
§187 δὲ τούτων ὑφηγητὴς ὁμοῦ καὶ πατὴρ οὐχ τυχοῦσα μοῖρα τῆς ἱερᾶς ἐκκλησίας ἐστίν, ἀλλοὗ χωρὶς σύγκλητος οὐκ ἂν ἀθροισθείη ποτὲ τῶν τῆς ψυχῆς μερῶν βουλὴ τὸ παράπαν, πρόεδρος, πρύτανις, δημιουργός, καὶ χωρὶς ἄλλων μόνος ἐφἑαυτοῦ σκοπεῖν τε καὶ πράττειν ἕκαστα ἱκανός.
§188 οὗτος σὺν ἄλλοις μὲν ἐξεταζόμενος ὀλίγος, πολὺς δέ, ὅταν μονωθῇ, γίνεται, δικαστήριον ὅλον, ὅλον βουλευτήριον, ὅλος δῆμος, ὅλος ὄχλος, σύμπαν ἀνθρώπων γένος, μᾶλλον δέ, εἰ τἀληθὲς εἰπεῖν δεῖ, μεθόριός τις θεοῦ καὶ ἀνθρώπου φύσις, τοῦ
§189 μὲν ἐλάττων, ἀνθρώπου δὲ κρείττων. „ὅτανγάρ φησινεἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων ἀρχιερεύς, ἄνθρωπος οὐκ ἔσται“ (Lev. 16, 17). τίς οὖν, εἰ μὴ ἄνθρωπος; ἆρά γε θεός; οὐκ ἂν εἴποιμιτὸν γὰρ τοῦ ὀνόματος τοῦδε κλῆρον ἀρχιπροφήτης ἔλαχε Μωυσῆς ἔτι ὢν ἐν Αἰγύπτῳ, προσρηθεὶς Φαραὼ θεὸς (Exod. 7, 1) — οὔτε ἄνθρωπος, ἀλλἑκατέρων τῶν ἄκρων, ὡς ἂν βάσεως καὶ κεφαλῆς, ἐφαπτόμενος.
§190 τὸ μὲν οὖν ἕτερον εἶδος ἀμπέλου, ὅπερ εὐφροσύνη κεκλήρωται, καὶ τὸ ἐξ αὐτῆς μέθυσμα, ἄκρατος εὐβουλία, καὶ ἀρυσάμενος οἰνοχόος ἐκ τοῦ θείου κρατῆρος, ὃν αὐτὸς θεὸς ἀρετῶν πεπλήρωκεν ἐπὶ χείλη, δεδήλωται.
§191 τὸ δὲ ἀνοίας καὶ λύπης καὶ παροινίας ἤδη μὲν τρόπῳ τινὶ τύπῳ δὲ ἕτερον ἐκτυποῦται διὰ τῶν ἑτέρωθι λεχθέντων ἐν ᾠδῇ τῇ μείζονι· „ἐκ γὰρ ἀμπέλουφησίΣοδόμων ἄμπελος αὐτῶν, καὶ κληματὶς αὐτῶν ἐκ Γομόρρας· σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος“ (Deut. 32, 32. 33).
§192 ὁρᾷς ὅσα τὸ ἀφροσύνης μέθυσμα ἐργάζεται, τὸ πικρόν, τὸ κακόηθες, τὸ ἀκρόχολον, τὸ περίθυμον, τὸ ἀτίθασον, τὸ δηκτικόν, τὸ ἐπίβουλον. ἐμφαντικώτατα δὲ ἀφροσύνης ἔρνος ἐν Σοδόμοις φησὶν εἶναιτύφλωσις δὲ στείρωσις ἑρμηνεύεται Σόδομα —, ἐπειδὴ τυφλὸν καὶ ἄγονον καλῶν ἀφροσύνη, ὑφἧς ἀναπεισθέντες τινὲς μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμεῖν πάντα καθαὑτοὺς ἠξίωσαν· Γομόρρα γὰρ μεταληφθέν ἐστι μέτρον.
§193 Μωυσῆς δὲ στάθμην καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπέλαβεν εἶναι τὸν θεόν, ἀλλοὐ τὸν ἀνθρώπινον νοῦν. δηλοῖ δὲ διὰ τούτων φάσκων· „οὐκ ἔσται ἐν μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι“ (Deut. 25, 13—15).
§194 ἀληθὲς δὲ καὶ δίκαιον μέτρον τὸ τὸν μόνον δίκαιον θεὸν ὑπολαβεῖν πάντα μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμοῖς καὶ πέρασι καὶ ὅροις τὴν τῶν ὅλων περιγράψαι φύσιν, ἄδικον δὲ καὶ ψευδὲς τὸ νομίσαι κατὰ τὸν ἀνθρώπινον νοῦν ταῦτα συμβαίνειν.
§195 δὲ εὐνοῦχος ἅμα καὶ ἀρχιοινοχόος τοῦ Φαραὼ τὸ ἀφροσύνης γεννητικὸν φυτόν, ἄμπελον, φαντασιωθεὶς προσαναζωγραφεῖ τρεῖς πυθμένας, ἵνα τὰς ἐν τῷ διαμαρτάνειν κατὰ τοὺς τρεῖς χρόνους ἐσχατιὰς
§196 παρεμφήνῃ· πυθμὴν γὰρ τὸ ἔσχατον. ἐπειδὰν οὖν ἀφροσύνη πᾶσαν ψυχὴν ἐπισκιάσῃ καὶ κατασχῇ καὶ μηδὲν αὐτῆς ἄφετον μηδὲ ἐλεύθερον μέρος ἐάσῃ, οὐ μόνον ὅσα τῶν ἁμαρτημάτων ἰάσιμα δρᾶν ἀναγκάζει, ἀλλὰ καὶ ὅσα ἀνίατα.
§197 τὰ μὲν οὖν θεραπείαν ἐνδεχόμενα ῥᾷστα καὶ πρῶτα γράφεται, τὰ δὲ ἀθεράπευτα παγχάλεπα καὶ ὕστατα, πυθμέσιν ἀναλογοῦντα.
§198 καὶ καθάπερ, οἶμαι, φρόνησις ἄρχεται μὲν ἀπὸ τῶν ἐλαττόνων ὠφελεῖν, λήγει δὲ εἰς τὰς ὑπερβολὰς τῶν κατορθωμάτων, τὸν αὐτὸν τρόπον καὶ ἀφροσύνη καταβιάζουσα τὴν ψυχὴν ἄνωθεν καὶ κατὀλίγον ἀφιστᾶσα παιδείας μακρὰν ὀρθοῦ λόγου διοικίζει καὶ μέχρι τῶν ἐσχατιῶν καθαιρεῖ.
§199 τὸ δὄναρ ἐδήλου μετὰ τοὺς πυθμένας ἀνθοῦσαν καὶ βλαστάνουσαν καὶ καρποφοροῦσαν τὴν ἄμπελον — „αὐτὴγάρ φησιθάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς“ (Gen. 40, 10) —, ἣν εἴθε ἀκαρπίᾳ χρῆσθαι καὶ μηδέποτε χλοηφορῆσαι καὶ πάντα μεμαράνθαι τὸν αἰῶνα.
§200 τί γὰρ ἂν εἴη μεῖζον κακὸν [] θαλλούσης καὶ εὐφορούσης ἀφροσύνης; ἀλλὰ καὶτὸ ποτήριον Φαραώ“, δεξαμενὴ τῆς ἀνοίας καὶ παροινίας καὶ τῆς παρὰ πάντα τὸν βίον ἀπαύστου μέθης, „ἐν τῇ χειρί μου“ (Gen. 40, 11), φησίν, ἐστίν, ἴσον τῷ ἐν ταῖς ἐμαῖς ἐγχειρήσεσι καὶ ἐπιβολαῖς καὶ δυνάμεσιν· οὐ γὰρ ἄνευ γε τῶν ἐμῶν ἐπινοιῶν εὐοδήσει τὰ πάθος ἐξ ἑαυτοῦ.
§201 ὥσπερ γὰρ ἐν μὲν ταῖς τοῦ ἡνιόχου χερσὶ τὰς ἡνίας εἶναι προσῆκεν, ἐν δὲ ταῖς τοῦ κυβερνήτου τοὺς οἴακαςμόνως γὰρ οὕτως κατορθοῦται δρόμος μὲν ἅρματι, σκάφει δὲ πλοῦς —, οὕτως ἐν τῇ χειρὶ καὶ δυνάμει τοῦ θάτερον εἶδος τῆς γαστριμαργίας τεχνιτεύοντος, οἰνοφλυγίαν, τοῦ ἀκρατοῦς ἐστιν ἐκπλήρωσις.
§202 ἀλλὰ τί παθὼν ὑπέμεινεν αὐχεῖν ἐπἀρνήσεως μᾶλλον ὁμολογίας ἐπαξίῳ πράγματι; οὐκ ἄμεινον ἦν μὴ οὐχ ὁμολογεῖν διδάσκαλον ἀκρασίας εἶναι, ἀλλὰ τῷ ἀκρατεῖ τὰ ὑπεκκαύματα τοῦ πάθους ἐπαναθεῖναι ὡς εὑρετῇ καὶ αὐτουργῷ τεθρυμμένου καὶ κατεαγότος αἰσχίστου βίου;
§203 τοιοῦτον δἐστίν· ἀφροσύνη σεμνύνεται ἐφοἷς εἰκὸς ἐγκαλύπτεσθαι· νυνὶ μὲν οὐ μόνον ἐπὶ τῷ τὴν δεξαμενὴν τῆς ἀκράτορος ψυχῆς, τὸ ποτήριον, περιφέρειν ἐν ταῖς χερσὶ καὶ ἐπιδείκνυσθαι πᾶσιν ἀγάλλεται, ἀλλὰ καὶ ἐπὶ τῷ τὴν σταφυλὴν εἰς αὐτὸ ἐκθλίβειν· τὸ δἐστὶ τὸ ἐκπληρωτικὸν τοῦ πάθους δημιουργεῖν καὶ κεκρυμμένον εἰς φῶς ἄγειν.
§204 ὡς γὰρ τὰ βρέφη γλιχόμενα τροφῆς, ὁπότε μέλλοι σπᾶν τοῦ γάλακτος, ἐκθλίβει καὶ πιέζει τὸν μαστὸν τῆς τρεφούσης, οὕτω τὴν πηγήν, ἀφἧς τὸ οἰνοφλυγίας ὀμβρεῖ κακόν, δημιουργὸς τῆς ἀκρασίας πιέζει κραταιῶς, ἵνα ταῖς ἐκθλιβομέναις λιβάσιν ἡδίστῃ τροφῇ χρῷτο.
§205 Τοιοῦτος μὲν ἡμῖν βεβακχευμένος ἀκράτῳ, παροίνιον καὶ παράληρον κακὸν καὶ ἀνίατον, γραφέσθω· τὸν δὲ συγγενῆ τούτου γάστρωνα καὶ αὐτὸν ὄντα, πολυφαγίας καὶ λαιμαργίας ἑταῖρον, τὰ περὶ ἐδωδὴν ἀκρατῶς τεχνιτεύοντα, πάλιν ἐπισκεπτέον.
§206 καίτοι οὐ πολλῆς δεῖ πρὸς τὴν θήραν αὐτοῦ φροντίδος· ἔστι γὰρ ἐκμαγεῖον ἐμφερέστατον αὐτοῦ τῆς εἰκόνος φανεὶς ὄνειρος. ἀκριβώσαντες οὖν αὐτὸν ἐκεῖνον ὥσπερ ἔμφασιν ἐν κατόπτρῳ θεασόμεθα.
§207–254
§207 ᾤμηνγάρ φησιτρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου“ (Gen. 40, 16). κεφαλὴν μὲν τοίνυν ἀλληγοροῦντές φαμεν εἶναι ψυχῆς τὸν ἡγεμόνα νοῦν, ἐπικεῖσθαι δὲ τούτῳ πάντα· καὶ γὰρ ἐξεφώνησέ ποτε ἐπαὐτοῦ· „ἐπἐμὲ ἐγένετο ταῦτα πάντα“ (Gen. 42, 36).
§208 στειλάμενος οὖν πομπὴν ὧν ἐτεχνίτευσε κατὰ γαστρὸς τῆς ταλαίνης ἐπιδείκνυται, καὶ κανηφορῶν ἀνόητος οὐκ αἰδεῖται τοσούτῳ βαρυνόμενος τριττῷ κανῶν ἄχθει, τοῦτο δἐστὶ τρισὶ χρόνου μέρεσι.
§209 τὴν γὰρ ἡδονὴν οἱ θιασῶταί φασιν αὐτῆς ἔκ τε μνήμης τῶν παρεληλυθότων τερπνῶν καὶ ἐξ ἀπολαύσεως τῶν ἐνεστηκότων καὶ ἐξ ἐλπίδος τῶν μελλόντων συνεστάναι·
§210 ὥστε τὰ τρία κανᾶ τοῖς τρισὶ τοῦ χρόνου μέρεσιν ἐξομοιοῦσθαι, τὰ δἐπὶ τῶν κανῶν πέμματα τοῖς ἑκάστῳ τῶν μερῶν ἐφαρμόζουσι, παρεληλυθότων μνήμαις, ἐνεστηκότων μετουσίαις, μελλόντων προσδοκίαις, τὸν δὲ βαστάζοντα ταῦτα πάντα τῷ φιληδόνῳ, ὃς οὐκ ἀφἑνὸς γένους ἀκρασίας, ἀλλἀπὸ πάντων σχεδὸν εἰδῶν καὶ γενῶν τῆς ἀκολασίας ἄσπονδον καὶ φιλίων ἁλῶν ἐπιδεᾶ τράπεζαν ἐκπεπλήρωκεν.
§211 ἧς ἀπολαύει μόνος ὥσπερ ἐν δημοθοινίᾳ βασιλεὺς Φαραώ, σπορὰν καὶ σκέδασιν καὶ φθορὰν ἐγκρατείας ἐπιτετηδευκώς· ἑρμηνεύεται γὰρ σκεδασμός. ἔστι δὲ τὸ ὑπέρογκον καὶ βασιλικὸν αὐτῷ οὐκ ἐφοἷς εἰκὸς σωφροσύνης ἀγαθοῖς ἀγάλλεσθαι, ἀλλἐν οἷς ἀπεικὸς βδελυρίας ἐπιτηδεύμασι σεμνύνεσθαι, πρὸς ἀπληστίαν καὶ λαιμαργότητα καὶ τὸ ἁβροδίαιτον ἐξοκείλαντι.
§212 τοιγάρτοι τὰ πτηνά, τὸ δἐστὶν αἱ ἐπιποτώμεναι ἔξωθεν ἀτέκμαρτοι συντυχίαι, πάντα πυρὸς τρόπον ἐπιδραμοῦνται καὶ ἀναφλέξουσι καὶ τῇ παμφάγῳ δυνάμει καταναλώσουσιν (Gen. 40, 17), ὡς μηδὲ λείψανον γοῦν ὑπολείπεσθαι πρὸς ἀπόλαυσιν τῷ κανηφοροῦντι, ὃς ἤλπισε τὰς εὑρέσεις καὶ τὰς ἐπινοίας αὑτοῦ μέχρι παντὸς αἰῶνος οἴσειν ἀναφαιρέτους ἐν βεβαίῳ.
§213 χάρις δὲ τῷ νικηφόρῳ θεῷ, ὃς ἀτελεῖς τὰς εἰς ἄκρον πεποιημένας σπουδὰς τοῦ φιλοπαθοῦς ἐργάζεται, πτηνὰς φύσεις ἐπιπέμπων ἀοράτως πρὸς ἀναίρεσιν καὶ φθορὰν αὐτῶν. περισυληθεὶς οὖν νοῦς ὧν ἐδημιούργησεν, ὥσπερ τὸν αὐχένα ἀποτμηθεὶς ἀκέφαλος καὶ νεκρὸς ἀνευρεθήσεται, προσηλωμένος ὥσπερ οἱ ἀνασκολοπισθέντες τῷ ξύλῳ τῆς ἀπόρου καὶ πενιχρᾶς ἀπαιδευσίας.
§214 ἕως μὲν γὰρ μηδὲν λυμαίνεται τῶν ἐξαπιναίως εἰωθότων ἀπροοράτως ἐπιφοιτᾶν, εὐοδεῖν δοκοῦσιν αἱ πρὸς ἀπόλαυσιν ἡδονῆς τέχναι· κατασκηψάντων δἐκ τοῦ ἀφανοῦς ἀνατρέπονται, καὶ δημιουργὸς αὐταῖς συνδιαφθείρεται.
§215 Τὰ μὲν οὖν τῶν διῃρημένων τὸ γεύσεως ἐργαστήριον ἐν ἑκατέρῳ τροφῆς εἴδει, πόσεώς τε καὶ βρώσεως οὐχὶ τῆς ἀναγκαίας ἀλλὰ περιττῆς καὶ ἀκράτορος, ὀνείρατα δεδήλωται· τὰ δὲ τοῦ τούτων καὶ τῶν ἄλλων, ὅσαι ψυχῆς δυνάμεις, βασιλεύειν δοκοῦντος, ὄνομα Φαραώ, κατὰ τὸ ἀκόλουθον αὐτίκα διερευνητέον.
§216 ἐν γὰρ τῷ ὕπνῳ μουφησίνᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον βόες ἑπτά, ἐκλεκταὶ ταῖς σαρξὶ καὶ καλαὶ τῷ εἴδει, καὶ ἐνέμοντο ἐν τῷ ἄχει. καὶ ἰδοὺ ἕτεραι ἑπτὰ βόες ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, ἃς οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ τῇ Αἰγύπτῳ αἰσχροτέρας.
§217 καὶ κατέφαγον αἱ βόες αἱ λεπταὶ καὶ αἰσχραὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς, καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν [εἶπον].
§218 ἐξεγερθεὶς δὲ ἐκοιμήθην, καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὡς ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνί, πλήρεις καὶ καλοί· ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι· καὶ κατέπιον οἱ ἑπτὰ στάχυες τοὺς καλοὺς καὶ τοὺς πλήρεις“ (Gen. 41, 17 — 24).
§219 ὁρᾷς μὲν δὴ τὸ προοίμιον τοῦ φιλαύτου, ὃς κινητὸς καὶ στρεπτὸς καὶ μεταβλητὸς ὢν κατά τε σῶμα καὶ ψυχήν φησιν· „ᾤμην ἑστάναι,“ καὶ οὐκ ἐλογίσατο, ὅτι μόνῳ θεῷ τὸ ἀκλινὲς καὶ πάγιόν ἐστιν οἰκεῖον καὶ εἴ τις αὐτῷ φίλος.
§220 τῆς μὲν ἀκλινοῦς περὶ αὐτὸν δυνάμεως σαφεστάτη πίστις ὅδε κόσμος, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχωνὁπότε δὲ κόσμος ἀρρεπής, δημιουργὸς πῶς οὐ βέβαιος; —, εἶτα μέντοι καὶ οἱ ἀψευδέστατοι μάρτυρες ἱεροὶ χρησμοί·
§221 λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σὲ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ“ (Exod. 17,6), ἴσον τῷ οὗτος ἐγὼ ἐμφανὴς καὶ ἐνταῦθα ὢν ἐκεῖ τέ εἰμι καὶ πανταχοῦ, πεπληρωκὼς τὰ πάντα, ἑστὼς ἐν ὁμοίῳ καὶ μένων, ἄτρεπτος ὤν, πρὶν σὲ τι τῶν ὄντων εἰς γένεσιν ἐλθεῖν, ἐπὶ τῆς ἀκροτάτης καὶ πρεσβυτάτης ἱδρυμένος δυνάμεως ἀρχῆς, ἀφἧς τῶν ὄντων γένεσις ὤμβρησε καὶ τὸ σοφίας ἐπλήμμυρε νᾶμα.
§222 ἐγὼ γάρ εἰμι ἐξαγαγὼν ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος“ (Deut. 8, 15) ἐν ἑτέροις εἴρηται. μαρτυρεῖ δὲ καὶ Μωυσῆς περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον φάσκων· „εἶδον τὸν τόπον οὗ εἱστήκει θεὸς τοῦ Ἰσραήλ“ (Exod. 24, 10), τὸ μὴ μεταβάλλειν διὰ τῆς στάσεως καὶ ἱδρύσεως αἰνιττόμενος.
§223 ἀλλὰ γὰρ τοσαύτη περὶ τὸ θεῖόν ἐστιν ὑπερβολὴ τοῦ βεβαίου, ὥστε καὶ ταῖς ἐπιλελεγμέναις φύσεσιν ἐχυρότητος, ὡς ἀρίστου κτήματος, μεταδίδωσιν. αὐτίκα γέ τοι τὴν πλήρη χαρίτων διαθήκην ἑαυτοῦνόμος δἐστὶ καὶ λόγος τῶν ὄντων πρεσβύτατοςὡς ἂν ἐπὶ βάσεως τῆς τοῦ δικαίου ψυχῆς ἄγαλμα θεοειδὲς ἱδρύσεσθαι παγίως φησίν, ἐπειδὰν λέγῃ τῷ Νῶε· „στήσω τὴν διαθήκην μου πρὸς σέ“ (Gen. 9, 11).
§224 παρεμφαίνει δὲ καὶ δύο ἕτερα, ἓν μὲν ὅτι τὸ δίκαιον ἀδιαφορεῖ διαθήκης θεοῦ, ἕτερον δὲ ὅτι οἱ μὲν ἄλλοι χαρίζονται τὰ διαφέροντα τῶν λαμβανόντων, δὲ θεὸς οὐ μόνον ταῦτα, ἀλλὰ αὐτοὺς ἐκείνους ἑαυτοῖς· ἐμὲ γὰρ ἐμοὶ δεδώρηται καὶ ἕκαστον τῶν ὄντων ἑαυτῷ· τὸ γὰρστήσω τὴν διαθήκην μου πρὸς σὲἴσον ἐστὶ τῷσοὶ δωρήσομαι.“
§225 σπουδάζουσι δὲ καὶ πάντες οἱ θεοφιλεῖς τὸν φιλοπραγμοσύνης χειμῶνα ἀποδιδράσκοντες, ἐν σάλος καὶ κλύδων ἀεὶ κυκᾶται, τοῖς τῆς ἀρετῆς εὐδίοις καὶ ναυλοχωτάτοις ἐνορμίζεσθαι λιμέσιν.
§226 οὐχ ὁρᾷς, οἷα περὶ Ἀβραὰμ λέγεται τοῦ σοφοῦ, ὥς ἐστινἑστὼς ἐνώπιον κυρίου“ (Gen. 18, 22) ; πότε γὰρ εἰκὸς δύνασθαι στῆναι διάνοιαν μηκέθὡς ἐπὶ τρυτάνης ταλαντεύουσαν ὅτε ἀντικρύς ἐστι θεοῦ, ὁρῶσά τε καὶ ὁρωμένη;
§227 διχόθεν γὰρ αὐτῇ τὸ ἀρρεπές, ἐκ μὲν τοῦ ὁρᾶν τὸν ἀσύγκριτον, ὅτι ὑπὸ τῶν ὁμοίων πραγμάτων οὐκ ἀνθέλκεται, ἐκ δὲ τοῦ ὁρᾶσθαι, ὅτι ἣν ἀξίαν ἔκρινεν εἰς ὄψιν ἡγεμὼν τὴν ἑαυτοῦ ἐλθεῖν, τῷ ἀρίστῳ μόνῳ προσεκλήρωσεν, αὑτῷ. καὶ Μωυσεῖ μέντοι θεοπρόπιον ἐχρήσθη τοιόνδε· „σὺ αὐτοῦ στῆθι μετἐμοῦ“ (Deut. 5, 31), διοὗ τὰ λεχθέντα ἄμφω παρίσταται, τό τε μὴ κλίνεσθαι τὸν ἀστεῖον καὶ τοῦ ὄντος περὶ πάντα βεβαιότης.
§228 καὶ γὰρ τῷ ὄντι τὸ τῷ θεῷ συνεγγίζον οἰκειοῦται κατὰ τὸ ἄτρεπτον αὐτοστατοῦν, καὶ ἠρεμήσας νοῦς, ἡλίκον ἐστὶν ἀγαθὸν ἠρεμία, σαφῶς ἔγνω καὶ θαυμάσας αὐτῆς τὸ κάλλος ὑπέλαβεν, ὅτι θεῷ μόνῳ προσκεκλήρωται τῇ μεταξὺ φύσει θνητοῦ καὶ ἀθανάτου γένους.
§229 φησὶ γοῦν· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν“ (Deut. 5, 5), οὐχὶ τοῦτο δηλῶν, ὅτι ἐπὶ τῶν ἑαυτοῦ ποδῶν ἠρήρειστο, ἀλλἐκεῖνο βουλόμενος ἐμφῆναι, ὅτι τοῦ σοφοῦ διάνοια χειμώνων μὲν καὶ πολέμων ἀπαλλαγεῖσα, νηνέμῳ δὲ γαλήνῃ καὶ βαθείᾳ εἰρήνῃ χρωμένη κρείττων μέν ἐστιν ἀνθρώπου, θεοῦ δὲ ἐλάττων.
§230 μὲν γὰρ ἀγελαῖος ἀνθρώπειος νοῦς σείεται καὶ κυκᾶται πρὸς τῶν ἐπιτυχόντων, δἅτε μακάριος καὶ εὐδαίμων ἀμέτοχος κακῶν· μεθόριος δὲ ἀστεῖος, ὡς κυρίως εἰπεῖν μήτε θεὸν αὐτὸν εἶναι μήτε ἄνθρωπον, ἀλλὰ τῶν ἄκρων ἐφαπτόμενον, ἀνθρωπότητι μὲν θνητοῦ γένους, ἀρετῇ
§231 δὲ ἀφθάρτου. τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ χρησθὲν λόγιον ἐπὶ τοῦ μεγάλου ἱερέως· „ὅτανγάρ φησινεἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἄνθρωπος οὐκ ἔσται, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16, 17) ; εἰ δὲ μὴ γίνεται τότε ἄνθρωπος, δῆλον ὅτι οὐδὲ θεός, ἀλλὰ λειτουργὸς θεοῦ, κατὰ μὲν τὸ θνητὸν γενέσει, κατὰ δὲ τὸ ἀθάνατον οἰκειούμενος τῷ ἀγενήτῳ.
§232 τὴν δὲ μέσην τάξιν εἴληχεν, ἕως ἂν ἐξέλθῃ πάλιν εἰς τὰ τοῦ σώματος καὶ τῆς σαρκὸς οἰκεῖα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν μὲν ἐξ ἔρωτος θείου κατασχεθεὶς νοῦς, συντείνας ἑαυτὸν ἄχρι τῶν ἀδύτων, ὁρμῇ καὶ σπουδῇ πάσῃ χρώμενος προέρχηται, θεοφορούμενος ἐπιλέλησται μὲν τῶν ἄλλων, ἐπιλέλησται δὲ καὶ ἑαυτοῦ, μόνου δὲ μέμνηται καὶ ἐξήρτηται τοῦ δορυφορουμένου καὶ θεραπευομένου, τὰς ἱερὰς καὶ ἀναφεῖς καθαγιάζων ἀρετὰς ἐκθυμιᾷ.
§233 ἐπειδὰν δὲ στῇ τὸ ἐνθουσιῶδες καὶ πολὺς ἵμερος χαλάσῃ, παλινδρομήσας ἀπὸ τῶν θείων ἄνθρωπος γίνεται, τοῖς ἀνθρωπίνοις ἐντυχών, ἅπερ ἐν τοῖς προπυλαίοις ἐφήδρευεν,
§234 ἵνα αὐτὸ μόνον ἐκκύψαντα ἔνδοθεν ἐξαρπάσῃ. τὸν μὲν οὖν τέλειον οὔτε θεὸν οὔτε ἄνθρωπον ἀναγράφει Μωυσῆς, ἀλλ’, ὡς ἔφην, μεθόριον τῆς ἀγενήτου καὶ φθαρτῆς φύσεως· τὸν δὲ προκόπτοντα πάλιν ἐν τῇ μεταξὺ χώρᾳ ζώντων καὶ τεθνηκότων τάττει, ζῶντας μὲν καλῶν τοὺς συμβιοῦντας φρονήσει, τεθνηκότας δὲ τοὺς ἀφροσύνῃ χαίροντας.
§235 λέγεται γὰρ ἐπὶ Ἀαρὼν ὅτιἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν θραῦσις“ (Num. 16, 48). γὰρ προκόπτων οὔτε ἐν τοῖς τεθνηκόσι τὸν ἀρετῆς βίον ἐξετάζεται, πόθον καὶ ζῆλον ἔχων τοῦ καλοῦ, οὔτε ἐν τοῖς μετὰ τῆς ἄκρας καὶ τελείας ζῶσιν εὐδαιμονίαςἔτι γὰρ πρὸς τὸ πέρας ἐνδεῖ —, ἀλλἑκατέρων ἐφάπτεται.
§236 διὸ καὶ κυρίως ἐπιλέγεται τὸἐκόπασεν θραῦσις“, ἀλλοὐκ ἐπαύσατο· παύεται μὲν γὰρ ἐπὶ τῶν τελείων τὰ περιθραύοντα καὶ κατακλῶντα καὶ καταγνύντα τὴν ψυχήν, μειοῦται δὲ ἐπὶ τῶν προκοπτόντων ὡς ἂν αὐτὸ μόνον ἀνακοπτόμενα καὶ στελλόμενα.
§237 Τῆς οὖν στάσεως καὶ ἱδρύσεως καὶ τῆς ἐν ταὐτῷ κατὰ τὸ ἀμετάβλητον καὶ ἄτρεπτον εἰς ἀεὶ μονῆς πρῶτον μὲν ὑπαρχούσης περὶ τὸ ὄν, ἔπειτα δὲ περὶ τὸν τοῦ ὄντος λόγον, ὃν διαθήκην ἐκάλεσε, τρίτον δὲ περὶ τὸν σοφὸν καὶ τέταρτον περὶ τὸν προκόπτοντα, τί παθὼν φαῦλος καὶ πάσαις ἀραῖς ἔνοχος νοῦς ᾠήθη μόνος ἵστασθαι δύνασθαι, φορούμενος ὥσπερ ἐν κατακλυσμῷ καὶ κατασυρόμενος ταῖς τῶν ἐπιρρεόντων διὰ τοῦ νεκροφορουμένου σώματος δίναις ἐπαλλήλοις;
§238 ᾤμηνγάρ φησινἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17). λόγον δὲ συμβολικῶς ποταμὸν εἶναί φαμεν, ἐπειδὴ ἑκάτερος ἔξω τε φέρεται καὶ ῥέων συντόνῳ χρῆται τῷ τάχει καὶ τοτὲ μὲν εὐφορεῖ πλημμύραις ὁὁ μὲν ὕδατος, ὁὁ δὲ ῥημάτων καὶ ὀνομάτων, τοτὲ δὲ ἀφορεῖ χαλώμενος καὶ συνίζων·
§239 καὶ ὠφελοῦσι μέντοι μὲν ἄρδων τὰς ἀρούρας, δὲ τὰς τῶν φιληκόων ψυχάς, καὶ ἔστιν ὅτε βλάπτουσι κυμήναντες, μὲν τὴν ὅμορον γῆν ἐπικλύσας, δὲ ἀνακυκήσας καὶ συγχέας τὸν τῶν οὐ προσεχόντων λογισμόν. οὗτος μὲν εἰκάζεται ποταμῷ.
§240 διττὴ δὲ λόγου φύσις, μὲν ἀμείνων, δὲ χείρων, ἀμείνων μὲν ὠφελοῦσα, χείρων δὲ κατὰ τὸ ἀναγκαῖον βλάπτουσα.
§241 παραδείγματα δὲ ἑκατέρας τοῖς δυναμένοις ὁρᾶν ἀνέθηκε Μωϋσῆς ἀριδηλότατα· „ποταμὸςγάρ φησι "πορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς“ (Gen. 2, 10).
§242 καλεῖ δὲ τὴν μὲν τοῦ ὄντος σοφίαν Ἐδέμ, ἧς ἑρμηνεία τρυφή, διότι, οἶμαι, ἐντρύφημα καὶ θεοῦ σοφία καὶ σοφίας θεός, ἐπεὶ καὶ ἐν ὕμνοις ᾄδεται· „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36, 4). κάτεισι δὲ ὥσπερ ἀπὸ πηγῆς τῆς σοφίας ποταμοῦ τρόπον θεῖος λόγος, ἵνα ἄρδῃ καὶ ποτίζῃ τὰ ὀλύμπια καὶ οὐράνια φιλαρέτων ψυχῶν βλαστήματα καὶ φυτά, ὡσανεὶ παράδεισον.
§243 δὲ ἱερὸς οὗτος λόγος ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, λέγω δὲ εἰς τὰς τέσσαρας ἀρετὰς σχίζεται, ὧν ἑκάστη βασιλίς ἐστι· τὸ γὰρ ἀφορίζεσθαι εἰς ἀρχὰς οὐ τοπικοῖς ὅροις, ἀλλὰ βασιλείᾳ ἔοικεν, ἵνἐπιδείξας τὰς ἀρετὰς εὐθὺς ἀποφήνῃ καὶ τὸν χρώμενον αὐταῖς σοφὸν βασιλέα, κεχειροτονημένον οὐ πρὸς ἀνθρώπων, ἀλλὑπὸ τῆς ἀψευδοῦς καὶ ἀδεκάστου καὶ μόνης ἐλευθέρας φύσεως.
§244 λέγουσι γὰρ τῷ Ἀβραὰμ οἱ κατιδόντες αὐτοῦ τὸ ἀστεῖον· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23, 6), δόγμα τιθέμενοι τοῖς περὶ φιλοσοφίαν διατρίβουσιν, ὅτι μόνος σοφὸς ἄρχων καὶ βασιλεὺς καὶ ἀρετὴ ἀνυπεύθυνος ἀρχή τε καὶ βασιλεία.
§245 τοῦτον τὸν λόγον εἰκάσας ποταμῷ τις τῶν ἑταίρων Μωυσέως ἐν ὕμνοις εἶπεν· „ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων“ (Psalm. 64, 10). καίτοι τινὰ τῶν ἐπὶ γῆς ῥεόντων ἄλογον κυριολογεῖσθαι· ἀλλ’, ὡς ἔοικε, πλήρη τοῦ σοφίας νάματος τὸν θεῖον λόγον διασυνίστησι, μηδὲν ἔρημον καὶ κενὸν ἑαυτοῦ μέρος ἔχοντα, μᾶλλον δέ, ὡς εἶπέ τις, ὅλον διὅλων ἀναχεόμενον καὶ αἰρόμενον εἰς ὕψος διὰ τὴν συνεχῆ καὶ ἐπάλληλον τῆς ἀεννάου πηγῆς ἐκείνης φοράν.
§246 ἔστι δὲ καὶ ἕτερον ᾆσμα τοιοῦτον· „τὸ ὅρμημα τοῦ ποταμοῦ εὐφραίνει τὴν πόλιν τοῦ θεοῦ“ (Psalm. 45, 5). ποίαν πόλιν; γὰρ νῦν οὖσα ἱερὰ πόλις, ἐν καὶ ἅγιος νεώς ἐστι, μακρὰν ὥσπερ θαλάττης καὶ ποταμῶν συνῴκισται· ὡς δῆλον εἶναι, ὅτι τοῦ προφανοῦς ἕτερόν τι βούλεται διὑπονοιῶν παραστῆσαι.
§247 τῷ γὰρ ὄντι τοῦ θείου λόγου ῥύμη * * * καὶ συνεχῶς μεθὁρμῆς ἐν τάξει φερομένη πάντα διὰ πάντων ἀναχεῖ τε καὶ εὐφραίνει.
§248 πόλιν γὰρ θεοῦ καθἕνα μὲν τρόπον τὸν κόσμον καλεῖ, ὃς ὅλον τὸν κρατῆρα τοῦ θείου πόματος δεξάμενος ἠκρατίσατο καὶ γανωθεὶς ἀναφαιρέτου καὶ ἀσβέστου τῆς εἰς ἅπαντα τὸν [ἐπὶ τὸν] αἰῶνα εὐφροσύνης ἐπέλαχε, καθἕτερον δὲ τὴν ψυχὴν τοῦ σοφοῦ, λέγεται καὶ ἐμπεριπατεῖν θεὸς ὡς ἐν πόλει· „περιπατήσωγάρ φησινἐν ὑμῖν, καὶ ἔσομαι [ἐν] ὑμῶν θεός“ (Lev. 26, 12).
§249 καὶ ψυχῇ δεὐδαίμονι τὸ ἱερώτατον ἔκπωμα προτεινούσῃ τὸν ἑαυτῆς λογισμὸν τίς ἐπιχεῖ τοὺς ἱεροὺς κυάθους τῆς πρὸς ἀλήθειαν εὐφροσύνης, ὅτι μὴ οἰνοχόος τοῦ θεοῦ καὶ συμποσίαρχος λόγος, οὐ διαφέρων τοῦ πόματος, ἀλλαὐτὸς ἄκρατος ὤν, τὸ γάνωμα, τὸ ἥδυσμα, ἀνάχυσις, εὐθυμία, τὸ χαρᾶς, τὸ εὐφροσύνης ἀμβρόσιον, ἵνα καὶ αὐτοὶ ποιητικοῖς ὀνόμασι χρησώμεθα, φάρμακον;
§250 δὲ θεοῦ πόλις ὑπὸ Ἑβραίων Ἱερουσαλὴμ καλεῖται, ἧς μεταληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. ὥστε μὴ ζήτει τὴν τοῦ ὄντος πόλιν ἐν κλίμασι γῆςοὐ γὰρ ἐκ ξύλων λίθων δεδημιούργηται —, ἀλλἐν ψυχῇ ἀπολέμῳ καὶ ὀξυδορκούσῃ τέλος προτεθειμένῃ τὸν [δὲ] θεωρητικὸν καὶ εἰρηναῖον βίον.
§251 ἐπεὶ καὶ τίνα σεμνότερον καὶ ἁγιώτερον εὕροι τις ἂν οἶκον ἐν τοῖς οὖσι θεῷ φιλοθεάμονα διάνοιαν, πάνθὁρᾶν ἐπειγομένην καὶ μηδὲ ὄναρ στάσεως ταραχῆς ἐφιεμένην;
§252 ὑπηχεῖ δέ μοι πάλιν τὸ εἰωθὸς ἀφανῶς ἐνομιλεῖν πνεῦμα ἀόρατον καί φησιν· οὗτος, ἔοικας ἀνεπιστήμων εἶναι καὶ μεγάλου καὶ περιμαχήτου πράγματος, ὅπερ ἀφθόνωςπολλὰ γὰρ καὶ ἄλλα εὐκαίρως ὑφηγησάμηνἀναδιδάξω.
§253 ἴσθι δή, γενναῖε, ὅτι θεὸς μόνος ἀψευδεστάτη καὶ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, δὲ γενητὴ καὶ φθαρτὴ οὐσία πᾶσα συνεχὴς πόλεμος. καὶ γὰρ μὲν θεὸς ἑκούσιον, ἀνάγκη δὲ οὐσία· ὃς ἂν οὖν ἰσχύσῃ πόλεμον μὲν καὶ ἀνάγκην καὶ γένεσιν καὶ φθορὰν καταλιπεῖν, αὐτομολῆσαι δὲ πρὸς τὸ ἀγένητον, πρὸς τὸ ἄφθαρτον, πρὸς τὸ ἑκούσιον, πρὸς εἰρήνην, λέγοιτἂν ἐνδίκως ἐνδιαίτημα καὶ πόλις εἶναι θεοῦ.
§254 μηδὲν οὖν διαφερέτω σοι ὅρασιν εἰρήνης ὅρασιν θεοῦ τὸ αὐτὸ ὑποκείμενον ὀνομάζειν, ὅτι δὲ τῶν πολυωνύμων τοῦ ὄντος δυνάμεων οὐ θιασώτης μόνον, ἀλλὰ καὶ ἔξαρχός ἐστιν εἰρήνης.
§255–302
§255 καὶ Ἀβραὰμ μέντοι τῷ σοφῷ δώσειν φησὶ κλῆρον γῆςἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου" (Gen. 15, 18), οὐ χώρας ἀποτομὴν μᾶλλον τὴν περὶ αὐτοὺς ἡμᾶς ἀμείνω μοῖραν. Αἰγύπτου μὲν γὰρ ἀπεικάζεται ποταμῷ τὸ ἡμέτερον σῶμα καὶ τὰ ἐν αὐτῷ καὶ διαὐτοῦ ἐγγινόμενα πάθη, τῷ δὲ Εὐφράτῃ ψυχὴ καὶ τὰ φίλα ταύτῃ.
§256 δόγμα δὴ τίθεται βιωφελέστατον καὶ συνεκτικώτατον, ὅτι σπουδαῖος κλῆρον ἔλαχε ψυχὴν καὶ τὰς ψυχῆς ἀρετάς, ὥσπερ φαῦλος ἔμπαλιν σῶμα καὶ τὰς σώματος καὶ διὰ σώματος κακίας.
§257 τὸ δὲ ἀπὸ δύο δηλοῖ, ἓν μὲν τὸ σὺν ἐκείνῳ ἀφοὗ λέγεται, ἕτερον δὲ τὸ χωρὶς αὐτοῦ. ὅταν μὲν γὰρ λέγωμεν ἀπὸ πρωΐας ἄχρις ἑσπέρας ὥρας εἶναι δώδεκα καὶ ἀπὸ νεομηνίας ἄχρι τριακάδος ἡμέρας τριάκοντα, συγκατατάττομεν τήν τε πρώτην ὥραν καὶ τὴν νεομηνίαν· ὅταν δέ τις ἀπὸ τῆς πόλεως φῇ τὸν ἀγρὸν ἀπέχειν σταδίους τρεῖς τέτταρας, δίχα τῆς πόλεως δήπου φησίν.
§258 ὥστε καὶ νῦν τὸἀπὸ τοῦ ποταμοῦ Αἰγύπτουνομιστέον τὸ χωρὶς ἐκείνου παραλαμβάνεσθαι· βούλεται γὰρ διοικίσας ἡμᾶς τῶν σωματικῶν, ἅπερ ἐν ῥύσει καὶ φθορᾷ φθειρομένῃ καὶ φθειρούσῃ θεωρεῖται, κλῆρον ψυχῆς λαβεῖν μετὰ τῶν ἀφθάρτων καὶ ἀφθαρσίας ἀξίων ἀρετῶν.
§259 οὕτω μέντοι τὸ εἰκάσθαι ποταμῷ λόγον ἐπαινετὸν ἰχνηλατοῦντες εὑρήκαμεν. δὲ ψεκτὸς αὐτὸς ἄρα ἦν Αἰγύπτιος ποταμός, ἀνάγωγός τις καὶ ἀμαθής, ὡς ἔπος εἰπεῖν, ἄψυχος λόγος· οὗ χάριν καὶ εἰς αἷμα μεταβάλλει (Exod. 7, 20), τρέφειν οὐ δυνάμενος γὰρ ἀπαιδευσίας λόγος οὐ πότιμοςκαὶ εὐτοκεῖ μέντοι βατράχοις (Exod. 8,6) ἀναίμοις καὶ ἀψύχοις, καινὸν καὶ τραχὺν ἦχον, ἄλγημα ἀκοῆς, ἀπηχοῦσι.
§260 λέγεται δέ, ὅτι καὶ οἱ ἐν αὐτῷ πάντες ἰχθύες ἐφθάρησαν (Exod. 7, 21), οἳ συμβολικῶς εἰσι τὰ νοήματα· ταῦτα γὰρ ἐννήχεται καὶ ἐγγίνεται ὡς ἐν ποταμῷ τῷ λόγῳ, ζῴοις ἐοικότα καὶ ψυχοῦντα αὐτόν· ἐν δὲ ἀπαιδεύτῳ λόγῳ τέθνηκε τὰ ἐνθυμήματα· συνετὸν γὰρ οὐδὲν ἔστιν εὑρεῖν, ἀλλὰ κολῳῶν τινας ἀκόσμους καὶ ἀμετροεπεῖς, ὡς εἶπέ τις, φωνάς.
§261 Περὶ μὲν δὴ τούτων ἅλις. ἐπεὶ δὲ οὐ μόνον στάσιν καὶ ποταμόν, ἀλλὰ καὶ χείλη ποταμοῦ φαντασιωθῆναι ὁμολογεῖ φάσκων· „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17), ἀναγκαῖον ἂν εἴη καὶ περὶ χείλους τὰ καίρια ὑπομνῆσαι.
§262 φαίνεται τοίνυν ἕνεκα δυεῖν τῶν ἀναγκαιοτάτων φύσις χείλη ζῴοις καὶ μάλιστα ἀνθρώποις ἁρμόσασθαι· ἑνὸς μὲν ἡσυχίαςἔρυμα γὰρ ταῦτα καὶ φραγμὸς ὀχυρώτατος φωνῆς —, ἑτέρου δὲ ἑρμηνείας· διὰ γὰρ τούτων τὸ τῶν λόγων νᾶμα φέρεται· συναχθέντων μὲν γὰρ ἐπέχεται, φέρεσθαι δἀμήχανον μὴ διαστάντων.
§263 ἐκ δὲ τούτου γυμνάζει καὶ συγκροτεῖ πρὸς ἄμφω, τὸ λέγειν καὶ ἡσυχάζειν, ἑκατέρου τὸν ἁρμόττοντα καιρὸν παραφυλάττοντας. οἷον ἀκοῆς ἄξιόν τι λέγεται; πρόσεχε μηδὲν ἐναντιούμενος ἐν ἡσυχίᾳ κατὰ τὸ Μωυσέως παράγγελμα, τὸσιώπα καὶ ἄκουε“ (Deut. 27, 9).
§264 τῶν γὰρ εἰς τὰς ἐριστικὰς γνωσιμαχίας ἀφικνουμένων οὐδἂν εἷς κυρίως οὔτε λέγειν οὔτἀκούειν νομισθείη, τῷ δὲ μέλλοντι πρὸς ἀλήθειαν * * * ὠφέλιμον.
§265 πάλιν ὅταν ἴδῃς ἐν τοῖς τοῦ βίου πολέμοις καὶ κακοῖς τὴν ἵλεω τοῦ θεοῦ χεῖρα καὶ δύναμιν ὑπερέχουσαν καὶ προασπίζουσαν, ἠρέμησον· οὐ γὰρ δεῖται συμμαχίας βοηθὸς οὗτος. ἔστι δὲ καὶ τούτου δεῖγμα τὸ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς κατακείμενον, τὸκύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε“ (Exod. 14, 14).
§266 ἐάν γε μὴν ἴδῃς τὰ γνήσια ἔγγονα καὶ πρωτότοκα Αἰγύπτου φθειρόμενα (Exod. 11, 5), τὸ ἐπιθυμεῖν, τὸ ἥδεσθαι, τὸ λυπεῖσθαι, τὸ φοβεῖσθαι, τὸ ἀδικεῖν, τὸ ἀφραίνειν, τὸ ἀκολασταίνειν καὶ ὅσα τούτων ἀδελφὰ καὶ συγγενῆ, καταπλαγεὶς ἡσύχαζε, τὸ φοβερὸν τοῦ θεοῦ κράτος ὑποπτήξας.
§267 οὐ γὰρ γρύξειφησίκύων τῇ γλώσσῃ, οὐδἀπἀνθρώπου ἕως κτήνους“ (ibid. 7), ἴσον τῷ οὔτε τὴν κυνώδη γλῶσσαν ὑλακτοῦσάν τε καὶ κράζουσαν οὔτε τὸν ἐν ἡμῖν ἄνθρωπον, ἡγεμόνα νοῦν, οὔτε τὸ κτηνῶδες θρέμμα, τὴν αἴσθησιν, προσήκει γαυριᾶν, ὅταν ἀναιρεθέντος τοῦ παρἡμᾶς ὅλον ἔξωθεν τὸ συμμαχικὸν αὐτοκέλευστον ὑπερασπιοῦν ἥκῃ.
§268 πολλοὶ δὲ συμβαίνουσι καιροὶ μὴ ἐφαρμόζοντες ἡσυχίᾳ, τὰς δὲ καταλογάδην ῥήσεις ἐπιζητοῦντες· ὧν πάλιν ἰδεῖν ἔστιν ἀνακείμενα ὑπομνήματα. πῶς; ἀγαθοῦ τις γέγονεν ἀπροσδόκητος μετουσία; καλὸν οὖν εὐχαριστῆσαι καὶ τὸν ἐπιπέμψαντα ὑμνῆσαι. τί οὖν τὸ ἀγαθόν;
§269 τέθνηκε τὸ ἐπιτιθέμενον ἡμῖν πάθος καὶ πρηνὲς ἄταφον ἔρριπται; μὴ μέλλωμεν οὖν, ἀλλὰ χορὸν στησάμενοι τὴν ἱεροπρεπεστάτην ᾄδωμεν ᾠδήν, παρακελευόμενοι λέγειν πᾶσιν· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15, 1).
§270 ἀλλὰ γὰρ μὲν τοῦ πάθους φθορὰ καὶ μετανάστασις ἀγαθόν, ἀλλοὐ τέλειον ἀγαθόν· δὲ σοφίας εὕρεσις ὑπερβάλλον καλόν· ἧς εὑρεθείσης ἅπας λεὼς οὐ καθἓν μέρος μουσικῆς, ἀλλὰ κατὰ πάσας αὐτῆς τὰς ἁρμονίας καὶ μελῳδίας ᾄσεται.
§271 τότεγάρ φησινᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος“ (Num. 21, 17), λέγω δὲ ἐπὶ τῆς πάλαι μὲν κεκρυμμένης, ἀναζητηθείσης δὲ αὖθις καὶ ἐπὶ πᾶσιν ἀνευρημένης βαθείας τὴν φύσιν ἐπιστήμης, νόμος τὰς τῶν φιλοθεαμόνων ἄρδειν λογικὰς ἐν ψυχαῖς ἀρούρας.
§272 τί δέ; ὅταν συγκομίσωμεν τὸν γνήσιον διανοίας καρπόν, οὐ παραγγέλλει ἡμῖν ἱερὸς λόγος ὥσπερ ἐν καρτάλῳ (Deut. 26, 2. 4) τῷ λογισμῷ τὰς ἀπαρχὰς τῆς εὐφορίας ὧν ἤνθησεν, ὧν ἐβλάστησεν, ὧν ἐκαρποφόρησεν ψυχὴ καλῶν, ἐπιδεικνυμένους ἄντικρυς οὕτω ῥητορεύειν, τὰ εἰς τὸν τελεσφόρον θεὸν ἐγκώμια λέγοντας· „ἐξεκάθηρα τὰ ἅγια ἀπὸ τῆς οἰκίας μου“ (ibid. 13) καὶ ἐταμιευσάμην ἐν τῷ τοῦ θεοῦ οἴκῳ, ταμίας καὶ φύλακας αὐτῶν ἐπιστήσας τοὺς ἀριστίνδην ἐπιλελεγμένους πρὸς τὴν ἱερὰν νεωκορίαν.
§273 οὗτοι δέ εἰσι Λευῖται καὶ προσήλυτοι καὶ ὀρφανοὶ καὶ χῆραι (ibid.)· οἱ μὲν ἱκέται, οἱ δὲ μετανάσται καὶ πρόσφυγες, οἱ δὲ ἀπωρφανισμένοι καὶ κεχηρευκότες γενέσεως, θεὸν δὲ τὸν τῆς ψυχῆς θεραπευτρίδος ἄνδρα καὶ πατέρα γνήσιον ἐπιγεγραμμένοι.
§274 τοῦτον μὲν δὴ τὸν τρόπον καὶ λέγειν καὶ ἡσυχάζειν ἐμπρεπέστατον. τὸ δὲ ἐναντίον μεμελετήκασιν οἱ φαῦλοι· καὶ γὰρ ἡσυχίας ἐπιλήπτου καὶ ἑρμηνείας ὑπαιτίου ζηλωταὶ γεγόνασιν, ἑκάτερον ἐπὀλέθρῳ ἑαυτῶν τε καὶ ἑτέρων συγκροτοῦντες.
§275 τὸ δὲ πλέον ἐστὶν αὐτοῖς τῆς ἀσκήσεως ἐν τῷ λέγειν μὴ δεῖ· τὸ γὰρ στόμα διανοίξαντες καὶ ἐάσαντες ἀχαλίνωτον, καθάπερ ῥεῦμα ἀκατάσχετον, φέρεσθαι τὸν ἀκριτόμυθον, φασιν οἱ ποιηταί, λόγον ἱᾶσι, μυρία τῶν ἀλυσιτελῶν προσεπισύροντα.
§276 τοιγαροῦν οἱ μὲν ἐπὶ συνηγορίαν ἡδονῆς καὶ ἐπιθυμίας καὶ πάσης πλεοναζούσης ὁρμῆς ἐτράποντο, ἄλογον πάθος ἐπιτειχίζοντες ἡγεμόνι λογισμῷ, ἔτι δὲ καὶ ταῖς ἐριστικαῖς φιλονεικίαις ἐπαποδυσάμενοι αποδυσάμενοι συνεπλάκησαν, ἐλπίσαντες τὸ ὁρατικὸν πηρῶσαι γένος καὶ κατὰ κρημνῶν καὶ βαράθρων, ἐξ ὧν οὐδἂν ἔτι γένοιτο διαναστῆναι, δυνήσεσθαι ῥῖψαι.
§277 ἔνιοι δὲ οὐ μόνον ἀντιπάλους ἑαυτοὺς τῆς ἀνθρωπίνης ἀπέφηναν ἀρετῆς, ἀλλὰ καὶ τῆς θείας· ἐπὶ τοσοῦτον ἀπονοίας ἤλασαν. τοῦ μὲν οὖν φιλοπαθοῦς ἔξαρχος ἀναγράφεται θιάσου τῆς Αἰγυπτίας χώρας βασιλεύς, Φαραώ· λέγεται γὰρ τῷ προφήτῃ· „ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Exod. 7, 15).
§278 τοῦ μὲν γὰρ ἴδιον ἐπὶ τὴν φορὰν καὶ ἀνάχυσιν ἀεὶ τοῦ ἀλόγου πάθους ἐξιέναι· τοῦ δὲ σοφοῦ πολλῷ ῥέοντι τοῖς ὑπὲρ ἡδονῆς καὶ ἐπιθυμίας λόγοις ὑπαντιάσαι οὐ τοῖς ποσίν, ἀλλὰ τῇ γνώμῃ, βεβαίως καὶ ἀκλινῶς, ἐπὶ τοῦ ποταμίου χείλους, τοῦτο δέ ἐστιν ἐπὶ τοῦ στόματος καὶ τῆς γλώττης, ἅπερ ἦν ὄργανα λόγου· παγίως γὰρ ἐπιβὰς αὐτοῖς δυνήσεται τὰς συνηγορούσας τῷ πάθει πιθανότητας ἀνατρέψαι καὶ καταβαλεῖν.
§279 ὁὁ δὲ τοῦ ὁρατικοῦ γένους ἐχθρὸς ὁὁ τοῦ Φαραὼ λαός ἐστιν, ὃς ἐπιτιθέμενος καὶ διώκων καὶ δουλούμενος ἀρετὴν οὐκ ἐπαύσατο, ἕως κακὰς ὧν διέθηκε τὰς ἀμοιβὰς εὕρατο, πελάγει τῶν ἀδικημάτων καὶ τρικυμίαις, ἃς τὸ λυττῶν πάθος ἀνήγειρε, καταποντωθείς, ὡς ὑπερβάλλουσαν θέαν καὶ νίκην ἀνανταγώνιστον καὶ χαρὰν ἐλπίδος μείζονα τὸν καιρὸν ἐνεγκεῖν ἐκεῖνον.
§280 διὸ λέγεται· „εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης“ (Exod. 14, 30). μεγάλη γε ὑπέρμαχος χείρ, ἀναγκάζουσα παρὰ στόματι καὶ χείλεσι καὶ λόγῳ πίπτειν τοὺς τὰ ὄργανα ταῦτα κατὰ τῆς ἀληθείας ἀκονησαμένους, ἵνα μὴ ὀθνείοις ἀλλὰ ἰδίοις ὅπλοις οἱ καθἑτέρων ἀναλαβόντες αὐτὰ θνῄσκωσι.
§281 τρία δεὐαγγελίζεται τῇ ψυχῇ τὰ κάλλιστα, ἓν μὲν ἀπώλειαν Αἰγυπτιακῶν παθῶν, ἕτερον δὲ τὸ μὴ παρἑτέρῳ χωρίῳ, ἀλλὰ τῆς ἁλμυρᾶς καὶ πικρᾶς πηγῆς, ὡς ἂν θαλάττης, χείλεσι, διὧν πολέμιος ἀρετῆς σοφιστὴς λόγος ἐξεκέχυτο, τελευταῖον δὲ τὴν θέαν τοῦ πτώματος.
§282 μηδὲν γὰρ ἀόρατον εἴη καλόν, ἀλλὰ πρὸς * * * καὶ λαμπρὸν ἥλιον ἄγοιτο· καὶ γὰρ τοὐναντίον εἰς βαθὺ σκότος καὶ * * * ἄξιον τὸ κακόν. καὶ τοῦτο μὲν μηδἐκ τύχης ἰδεῖν ποτε γένοιτο, τὸ δὲ ἀγαθὸν μείζοσιν ὀφθαλμοῖς ἀεὶ περιαθροῖτο. τί δὲ οὕτως ἀγαθόν, ὡς ζῆσαι τὰ καλὰ καὶ ἀποθανεῖν τὰ φαῦλα;
§283 τρεῖς τοίνυν ἦσαν οἱ τὴν τῶν λόγων δεινότητα μέχρις οὐρανοῦ τείναντες. οὗτοι μελέτην κατὰ τῆς φύσεως, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐμελέτησαν φάσκοντες, μόνον εἶναι τὸ αἰσθητὸν καὶ ὁρώμενον τοῦτο, οὔτε γενόμενόν ποτε οὔταὖθις φθαρησόμενον, ἀγένητον δὲ καὶ ἄφθαρτον, ἀνεπιτρόπευτον, ἀκυβέρνητον, ἀπροστασίαστον.
§284 εἶτἐπἄλλοις ἄλλα συνθέντες ἐπιχειρήματα, δόγμα ἀδόκιμον οἰκοδομοῦντες εἰς ὕψος οἷα πύργον ἐξῆραν. λέγεται γὰρ ὅτιἦν πᾶσα γῆ χεῖλος ἕν“ (Gen. 11,1), συμφωνία τῶν τῆς ψυχῆς μερῶν πάντων ἀσύμφωνος ἐπὶ τῷ κινῆσαι τὸ συνεκτικώτατον ἐν τοῖς οὖσιν, ἀρχήν.
§285 τοιγαροῦν ἐλπίσαντας αὐτοὺς εἰς οὐρανὸν ταῖς ἐπινοίαις ἀναδραμεῖσθαι ἐπὶ καθαιρέσει τῆς αἰωνίου βασιλείας μεγάλη καὶ ἀκαθαίρετος καταβάλλει χείρ, καὶ τὸ οἰκοδομηθὲν δόγμα συνανατρέψασα.
§286 κέκληται δὲ τόποςσύγχυσις“, οἰκεῖον ὄνομα τῷ καινουργηθέντι τολμήματι. τί γὰρ ἀναρχίας συγχυτικώτερον; οὐκ οἰκίαι μὲν ἀνηγεμόνευτοι προσκρουσμάτων γέμουσι καὶ ταραχῆς; ἀβασίλευτοι δἐαθεῖσαι πόλεις ὑπὸ ὀχλοκρατίας, ἐναντίου καὶ μεγίστου, φθείρονται;
§287 καὶ χῶραι δὲ καὶ ἔθνη καὶ κλίματα γῆς, ὧν ἀρχαὶ κατελύθησαν, οὐ παλαιὰς καὶ μεγάλας εὐδαιμονίας ἀπέβαλον; καὶ τί δεῖ τὰ ἀνθρώπινα λέγεσθαι;
§288 οὐδὲ γὰρ αἱ ἄλλαι τῶν ζῴων ἀγέλαι, πτηνῶν, χερσαίων, ἐνύδρων, ἄνευ τινὸς ἀγελάρχου συνεστᾶσιν, ἀλλὰ ποθοῦσι καὶ περιέπουσιν αἰεὶ τὸν οἰκεῖον ἡγεμόνα, ὡς μόνον ἀγαθῶν αἴτιον, οὗ κατὰ τὴν ἀπουσίαν σκεδάννυνται καὶ διαφθείρονται.
§289 εἶτοἰόμεθα τοῖς μὲν περιγείοις, βραχυτάτη μοῖρα τοῦ παντός ἐστιν, ἀρχὴν μὲν ἀγαθῶν, ἀναρχίαν δὲ κακῶν εἶναι αἰτίαν, τὸν δὲ κόσμον οὐ διὰ τὴν τοῦ βασιλεύοντος θεοῦ προήγησιν εὐδαιμονίας τῆς ἄκρας πεπληρῶσθαι;
§290 δίκην οὖν ἁρμόττουσαν οἷς ἐτίθεντο διδόασι· φύραντες γὰρ τὸ ἱερὸν περὶ * * * ἀναρχίας φυρόμενοι ἐπεῖδον, συγχυθέντες οὐ συγχέαντες. ἕως δὲ οὔπω τιμωρίαν δεδώκασιν, ὑπὸ φρενοβλαβείας φυσώμενοι τὴν μὲν τῶν ὅλων ἀρχὴν ἀνοσίοις λόγοις καθαιροῦσιν, αὑτοὺς δὲ ἄρχοντας καὶ βασιλέας ἀναγράφουσι, τὸ ἀκαθαίρετον τοῦ θεοῦ κράτος γενέσει τῇ ἀδιαστάτως ἀπολλυμένῃ καὶ
§291 φθειρομένῃ περιάπτοντες. ἐπιτραγῳδοῦντες γοῦν καὶ ἐπικομπάζοντες εἰώθασιν οἱ καταγέλαστοι λέγειν ταῦτα· ἡμεῖς οἱ ἡγεμόνες, ἡμεῖς οἱ δυναστεύοντες· ἐφἡμῖν ὁρμεῖ τὰ πάντα· ἀγαθῶν καὶ τῶν ἐναντίων τίνες αἴτιοι ὅτι μὴ ἡμεῖς; τὸ εὖ καὶ κακῶς ἐργάσασθαι τίσιν ὅτι μὴ ἡμῖν ἀψευδέστατα ἀνάκειται; φλυαροῦσι δὲ ἄλλως οἱ δυνάμεως ἀοράτου τὰ πάντα φάσκοντες ἐξῆφθαι, ἣν πρυτανεύειν τῶν κατὰ τὸν κόσμον ἀνθρωπείων τε καὶ θείων νομίζουσι.
§292 τοιαῦτα καταλαζονευσάμενοι, ἐὰν μὲν ὥσπερ ἐκ μέθης νήψαντες ἐν ἑαυτοῖς γένωνται καὶ τῆς παροινίας, ἣν παρῴνησαν, εἰς αἴσθησιν ἐλθόντες αἰδεσθῶσι καὶ κακίσωσιν ἑαυτοὺς ἐφοἷς ὑπἀγνώμονος γνώμης ἐξαμαρτάνειν προήχθησαν, ἀκολακεύτῳ καὶ ἀδεκάστῳ χρησάμενοι συμβούλῳ μετανοίᾳ, τὴν ἵλεω τοῦ ὄντος δύναμιν ἐξευμενισάμενοι παλινῳδίαις ἀντὶ βεβήλων ἱεραῖς, ἀμνηστίαν εὑρήσονται παντελῆ.
§293 ἐὰν δὲ ἀφηνιασταὶ καὶ σκληραύχενες μέχρι τοῦ παντὸς γενόμενοι σκιρτῶσιν, ὡς αὐτόνομοι καὶ ἐλεύθεροι καὶ ἑτέρων ἡγεμόνες ὄντες, ἀπαραιτήτῳ ἀνάγκῃ καὶ ἀμειλίκτῳ τὴν ἑαυτῶν ἐν ἅπασι μικροῖς τε καὶ μεγάλοις οὐδένειαν αἰσθήσονται.
§294 γὰρ ἐπιβεβηκὼς ἡνίοχος ὡς ἅρματι πτηνῷ τῷδε τῷ κόσμῳ χαλινὸν ἐμβαλὼν καὶ τὸ κεχαλασμένον τῶν ἡνιῶν ὀπίσω βίᾳ τείνας καὶ τοὺς κημοὺς ἐπισφίγξας, μάστιξι καὶ κέντροις ἀναμνήσει τῆς δεσποτικῆς ἐξουσίας, ἧς ἐπελάθοντο διὰ τὸ χρηστὸν καὶ ἥμερον τοῦ κρατοῦντος ὥσπερ οἱ κακοὶ δοῦλοι.
§295 τὸ γὰρ τῶν δεσποτῶν ἐπιεικὲς εἰς ἀναρχίαν ἐκτρέποντες ἐπιμορφάζουσι τὸ ἀδέσποτον, μέχρις ἂν τὴν ῥοώδη τε καὶ πολλὴν αὐτῶν νόσον, ἀντὶ φαρμάκων τὰς τιμωρίας προσφέρων, κεκτημένος ἐπισχῇ.
§296 διὸ λέγεται· „ψυχὴ ἄνομος διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι καλῶς ποιῆσαι· εἶθὕστερον ἐξαγορεύσει τὴν ἁμαρτίαν ἑαυτῆς“ (Lev. 5, 4). τί φῄς, γέμουσα ἀλαζονείας; οἶδας γάρ, τί ἐστι τὸ πρὸς ἀλήθειαν ἀγαθὸν καλὸν δίκαιον ὅσιον τίνα τίσιν ἐφαρμόττει;
§297 τούτων ἐπιστήμη τε καὶ δύναμις ἀνάκειται μόνῳ θεῷ, καὶ εἴ τις αὐτῷ φίλος. μάρτυς δὲ καὶ χρησμός, ἐν λέγεται· „ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι“ (Deut. 32, 39).
§298 ἀλλὰ γὰρ οὐδὲ ἐπιπόλαιον ἔσχεν δοκησίσοφος ψυχὴ τὴν τῶν ὑπὲρ ἑαυτὴν ὀνείρωξιν, ἀλλοὕτως δυστυχὴς ἐξηνεμώθη, ὡς καὶ ἐνώμοτον γενέσθαι περὶ τοῦ βεβαίως καὶ παγίως ταῦθἑστάναι, ψευδῶς ὑπέλαβεν.
§299 ἐὰν οὖν τὸ παλμῶδες καὶ παφλάζον τοῦ νοσήματος ἄρξηται χαλᾶν, τὰ τῆς ὑγείας ἐμπυρεύματα κατὀλίγον ἐκζωπυρούμενα βιάσεται τὸ μὲν πρῶτον ἐξαγορεῦσαι τὸ ἁμάρτημα, τὸ δἐστὶ κακίσαι ἑαυτήν, εἶτα πρὸς βωμοῖς ἱκέτιν γενέσθαι, ποτνιωμένην λιταῖς καὶ εὐχαῖς καὶ θυσίαις, αἷς ἀμνηστίας μόναις ἐπιλαχεῖν ἔστιν.
§300 Ἑξῆς δἄν τις εἰκότως ἐπαπορήσειε, τί δή ποτε τὸν ἐν Αἰγύπτῳ ποταμὸν μόνον ἀνέγραψεν ἔχοντα χείλη, τὸν δΕὐφράτην τινα τῶν ἄλλων ἱερῶν ποταμῶν οὐκέτι. ὅπου μὲν γάρ φησι· „στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Exod. 7, 15) * * *.
§301 καίτοι τινὲς ἴσως ἐπιχλευάζοντες ἐροῦσι, μὴ δεῖν τὰ τοιαῦτα εἰς τὰς ζητήσεις εἰσάγειν· γλισχρολογίαν γὰρ μᾶλλον ὠφέλειάν τινα ἐμφαίνειν. ἐγὼ δὲ τὰ τοιαῦτα ἡδυσμάτων τρόπον παρηρτύσθαι ταῖς ἱεραῖς ἀναγραφαῖς βελτιώσεως ἕνεκα τῶν ἐντυγχανόντων ὑπολαμβάνω· καὶ οὐδεμίαν τῶν ζητούντων καταγνωστέον εὑρεσιλογίαν, ἀλλεἰ μὴ ζητοῖεν, ἔμπαλιν ἀργίαν.
§302 οὐδὲ γὰρ περὶ ποταμῶν ἐστιν ἱστορίας παροῦσα σπουδή, περὶ δὲ βίων τῶν εἰκαζομένων ποταμίοις ῥεύμασιν, ἐναντιουμένων ἀλλήλοις. μὲν γὰρ τοῦ σπουδαίου βίος ἐν ἔργοις, ἐν λόγοις δὲ τοῦ φαύλου θεωρεῖται. λόγος δὲ γλώττῃ καὶ στόματι καὶ χείλεσι καὶ τοῖς * * *.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up