§3.1–3.163
νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
5
εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.
Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
10
Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
παντοίης ἀνέφηνας, ἐπʼ ἰχθύσι κῆρας ὑφαίνων.
15
Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,
Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δʼ ὀλετῆρα.
κεῖνος γὰρ δείπνοισιν ἐπʼ ἰχθυβόλοισι δολώσας
σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
20
δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·
ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
ζαφλεγέες πρήνιξαν· ὁ δʼ αἰθόμενος πυρὸς ὄμβροις
κρᾶθʼ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
ξαινόμενος· ξανθαὶ δὲ παρʼ ἠϊόνεσσιν ἔτʼ ὄχθαι
25
λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.
Ἑρμεία κλυτόβουλε, σὲ δʼ ἔξοχον ἱλάσκονται
ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας
δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.
πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη
30
ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην
πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη
πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι
ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης
μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
35
χρειὼ δʼ ἐκ πέτρης τε θορεῖν πέτρην τʼ ἀνοροῦσαι
ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος
ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα
δῦναι καὶ μίμνοντα μετʼ οἴδμασιν ὡς ἐπὶ γαίης
δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
40
ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.
ψυχὴν δʼ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων
εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται
ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.
τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων
45
εἴη, μηδʼ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι
ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.
εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην
Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·
ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.
50
Θήρη δʼ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις
καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτʼ ἀνατέλλῃ·
χείματι δʼ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι
στέλλεσθαι· πᾶν δʼ ἦμαρ ἐν εἴαρι τηλεθόωντι
ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες
55
ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης
ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τʼ Ἀφροδίτης.
αἰεὶ δʼ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν
ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·
λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
60
ἰχθύες, οὐδʼ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·
εὐκραεῖ δʼ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.
πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι
πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος
ῥηϊτέρη στείχουσιν ἐπʼ ᾐόνας, οὐδʼ ὑπʼ ἀνάγκης
65
ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.
ἀλλʼ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας
οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·
ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·
Εὔρου δʼ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·
70
πρὸς δʼ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ
ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.
τέτραχα δʼ εἰναλίης θήρης νόμον ἐφράσσαντο
ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται,
τῶν δʼ οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν
75
ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·
οἱ δʼ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων
δησάμενοι πέμπουσιν· ὁ δʼ ἢ καθέτοισι γέγηθεν
ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.
δίκτυα δʼ αὖτʼ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
80
τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,
γάγγαμά τʼ ἠδʼ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις
πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον·
μυρία δʼ αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.
85
ἄλλοι δʼ αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι,
κύρτοις, οἵ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας
εὐκήλους· βαιῷ δὲ πόνῳ μέγα κέρδος ὀπηδεῖ.
ἄλλοι δʼ οὐτάζουσι τανυγλώχινι τριαίνῃ
ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.
90
τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου
ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται.
ἰχθύσι δʼ οὐκ ἄρα μοῦνον ἐπʼ ἀλλήλοισι νόημα
πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς
πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας
95
καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων,
ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν,
βουλῇ νικήσαντες, ἄχος δʼ ἁλιεῦσι γένοντο.
κεστρεὺς μὲν πλεκτῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,
100
ὕψι δʼ ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου,
ὀρθὸς ἄνω σπεύδων ὅσσον σθένος ἅλματι κούφῳ
ὁρμῆσαι, βουλῆς δὲ σαόφρονος οὐκ ἐμάτησε·
πολλάκι γὰρ ῥιπῇσι καὶ ὕστατα πείσματα φελλῶν
ῥηϊδίως ὑπερᾶλτο καὶ ἐξήλυξε μόροιο.
105
ἢν δʼ ὅ γʼ ἀνορμηθεὶς πρῶτον στόλον αὖτις ὀλίσθῃ
ἐς βρόχον, οὐκέτʼ ἔπειτα βιάζεται οὐδʼ ἀνορούει
ἀχνύμενος, πείρῃ δὲ μαθὼν ἀποπαύεται ὁρμῆς.
ὡς δʼ ὅτε τις νούσῳ πολυκηδέϊ δηρὸν ἀλύων
πρῶτα μὲν ἱμείρων τε καὶ ἱέμενος βιότοιο
110
πάντα μάλʼ ἰητῆρσιν ἐφέσπεται, ὅσσα κέλονται
ῥέζων· ἀλλʼ ὅτε κῆρες ἐπικρατέωσιν ἄφυκτοι
Ἄϊδος, οὐκέτʼ ἔπειτα μέλει βίου, ἀλλὰ τανυσθεὶς
κεῖται ἐπιτρέψας θανάτῳ κεκαφηότα γυῖα,
ἤδη λοίσθιον ἦμαρ ὁρώμενος ἐγγύθι πότμου·
115
ὣς ἄρα καὶ κεστρεὺς ἐδάη τέλος οἷον ἱκάνει,
κεῖται δὲ προπεσών, μίμνων μόρον ἀγρευτῆρος.
Μύραιναι δʼ ὅτε κέν ποτʼ ἐνιπλήξωσι λίνοισι,
διζόμεναι βρόχον εὐρὺν ἐν ἕρκεϊ δινεύονται,
τοῦ δὲ διαΐγδην ὀφίων νόμον ὁρμηθεῖσαι
120
πᾶσαι ὀλισθηροῖσι διεξέπεσον μελέεσσι.
λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας
βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτʼ ἐς εὐνὴν
ἐκλίνθη· καὶ τοὶ μὲν ἐπʼ ἠϊόνας κατάγουσι
δίκτυον ἀσπαλιῆες, ὁ δʼ ἰλύϊ κείμενος αὔτως
125
ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου.
τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτʼ ἂν ἐς ἄγρην
φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι.
λάβραξ δʼ ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῇ
ὑψόσʼ ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει
130
αὐτῇ ἐν ὁρμιῇ βεβιημένος, ὄφρα οἱ ἕλκος
εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέῃσιν ὄλεθρον.
τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο·
εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο,
ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,
135
χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δʼ ἀνύσωσιν
ἐς πέδον, αὐτίκʼ ἔπειτα κάρη θείνοντες ἐς οὖδας
ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δʼ ἀκωκήν.
ἀλλʼ ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν
ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα
140
ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν
ἕσπεσθαι, ψαμάθοισι δʼ ἐπὶ πλατὺ σῶμα βαλόντες
ἀθρόοι ἐμβαρύθουσι, μόγον θʼ ἁλιεῦσιν ἔθηκαν.
πολλάκι δʼ ἐξώλισθον ἀπʼ ἀγκίστροιο λυθέντες.
Λαιψηραὶ δʼ ἀμίαι καὶ ἀλώπεκες εὖτʼ ἂν ἔχωνται,
145
εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην
ὁρμιὴν ὑπʼ ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας
χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθʼ ἁλιῆες
καυλὸν ἐπʼ ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων.
ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει
150
πληγῇ ἀνιάζουσα· τιταινομένη δʼ ὀδύνῃσιν
ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης
ἱππείης δόνακός τε διέδραμεν ἔς θʼ ἁλιῆος
δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·
πολλάκι δʼ ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε θήρης.
155
τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί.
σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται.
ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς
κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς
φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου
160
ἐντρέφεται· τὰς δʼ εὖτʼ ἂν ἕλῃ φόβος, αὐτίκα κείνου
ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου
πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα
ἰχὼρ ἀχλυόεις, ἀνὰ δʼ ἔτραπε πᾶσαν ὀπωπήν·
§3.164–3.324
αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο
165
ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.
ταῖς δʼ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα
τευθίδος· οὐ δʼ ἄρα τῇσι μέλας θολὸς ἀλλʼ ὑπερευθὴς
ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.
Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης
170
ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων.
τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας
ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα
ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι
γυμνοῖς τʼ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.
175
ὅσσοι δʼ αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,
τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν
βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,
πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες
καρκινάσιν τʼ ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις
180
πετραίαις θʼ ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη
ἰχθυόεν· βαιοὺς δʼ ἐπὶ μείζοσιν ὁπλίζοιο·
δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον·
ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος θεόντων.
θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς
185
πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον
καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι·
τρίγλη δʼ ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη,
μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ
μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται
190
πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι,
θύννῳ μὲν κὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις
ὄρκυνος, λάβρακα δʼ ἐπʼ ἀνθίῃ ὁπλίζοιο,
ἵππουρον ξιφίῃ, γλαύκῳ δʼ ἔπι κεστρέα πείροις·
ἄλλῳ δʼ ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,
195
κρέσσονι χειροτέρην· ἐπεὶ ἦ μάλα πάντες ἔασιν
ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος.
ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης
γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς
καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν
200
ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο
εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·
γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει
ἠερίῃς τʼ ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι
κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.
205
Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην,
οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται
πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς
ὅσσοι θʼ Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ
Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.
210
πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης
ἴδρις ἀνήρ, οἵῃσιν ὑπʼ ἀνθίαι αὐλίζονται,
ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·
δουρὶ δʼ ἀναπλώσας πινάκων ἐριηχέα τεύχει
δοῦπον ἐπικροτέων· πατάγῳ θʼ ἐπιτέρπεται ἦτορ
215
ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης,
παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δʼ ἄρʼ ἑτοίμας
πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους
ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.
αὐτὰρ ὅ γʼ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει
220
δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.
ὡς δὲ φιλοξείνοιο μετʼ ἀνέρος οἰκία κέλσῃ
κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,
ἀσπασίως δʼ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις
εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τʼ ἀγαπάζει
225
παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ
τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·
ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι
μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.
ἔνθεν ἔπειθʼ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην
230
στέλλεται, οὐδʼ ἀνίησιν ἑὸν πόνον οὐδʼ ἀπολείπει
δαῖτα φέρων· οἱ δʼ αὐτίκʼ ἀολλέες ἀμφαγέρονται
δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.
αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει
φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα
235
οὐδʼ ἄλλοι κεεθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες
αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων
πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,
οὐδʼ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.
οἱ δʼ ὅτʼ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου
240
σπερχομένην τʼ ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες
ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες
ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ.
ὡς δʼ ὁπότʼ ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισι
μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,
245
οἱ δʼ ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ
γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς
χεῖλος ἀναπτύσσουσιν, ἅπαν δʼ ἐπὶ δῶμα λέληκεν
ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς·
ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο
250
γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστʼ ἀνὰ κύκλον.
τοὺς δʼ ἁλιεὺς βρώμῃσιν ἐπασσυτέρῃσι λιπαίνων
χειρί τʼ ἐπιψαύων χειρός τʼ ἄπο δῶρα τιταίνων
πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτʼ ἄνακτι
πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι
255
ῥίμφα διαΐσσουσιν· ὁ δʼ ἄλλοτε νηὸς ὄπισθεν
ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο
πέμπει δεξιτερήν· τοὺς δʼ ὄψεαι ἠΰτε παῖδας
ἀνδρὸς ἐπιφροσύνῃσι παλαισμοσύνης ἀνὰ χῶρον
τῇ καὶ τῇ θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.
260
ἀλλʼ ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται,
δή ῥα τόθʼ ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῇ
ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε
ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων
πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθʼ ὕδωρ·
265
οἱ δʼ ἐπὶ τῷ δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι·
τῶν δʼ ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κʼ ἐθέλῃσι,
δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι·
ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γʼ ἄτην
καρπαλίμως ἥρπαξεν, ὁ δʼ ἔσπασεν ἀμφοτέρῃσι
270
θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην·
λήθει δʼ ἀνθιέων ἄλλον χορόν· ἤν γὰρ ἴδωνται
ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο,
οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο
αὖτις ὑποτροπάδην, ἀπὸ δʼ ἔπτυσαν ἐχθήραντες
275
καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη
ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι,
ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο·
ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην
αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·
280
αἰεὶ δʼ, εὖτʼ ἐθέλῃσθα, παρέσσεται εὔστοχος ἄγρη.
ἄλλοι δʼ ἰφθίμῳ τε βίῃ καὶ κάρτεϊ γυίων
πειθόμενοι μέγαν ἆθλον ἐπʼ ἀνθίῃ ὁπλίζονται,
οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλʼ ἐς ἀκωκὴν
ἀγκίστρου σπεύδουσι καὶ ἠνορέῃ βιόωνται.
285
χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου
ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν
ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη·
εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,
290
δελφῖνʼ ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδῳ
κλίνει τʼ ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς.
θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλʼ ὅτε δοῦπον
ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης,
ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γʼ ἄκρης
295
ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει,
ἦκʼ ἀναδινεύων· οἱ δʼ αὐτίκα πάντες ἕπονται
νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν
σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν
ἀλλήλων· φαίης κεν ἐπʼ ἀνέρα δήϊον ἄνδρα
300
γούνατʼ ἐλαφρίζειν πεφοβημένον· οἱ δʼ ἄρα νίκης
ἐσθλῆς ἱμείρουσιν· ὁ δʼ ἔξοχον ὅν κεν ἴδηται
ἀσπαλιεύς, τῷ δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως
δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα
ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος
305
μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·
τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα
ὦμοί τʼ αὐχένιοί τε παρασφύριοί τε τένοντες
ἀλκῇ κυμαίνουσι καὶ ἠνορέῃ τανύονται·
αὐτὰρ ὅ γʼ ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,
310
ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι,
ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους
ἐμπίπτειν ἐλάτῃσι· διωκομένης δʼ ἀκάτοιο
ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῇ·
κλάζει δʼ ὁρμιή, χειρὸς δʼ ἀπολείβεται αἷμα
315
πριομένης· ὁ δʼ ἄρʼ οὔτι βαρύν μεθίησιν ἀγῶνα.
ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν
ἅμματʼ ἐπʼ ἀλλήλοισι τιταινόμενοι βιόωνται
ἑλκῦσαι, ῥιπῇσιν ὀπισθοφόροις ἐρύοντες,
δηρόν τʼ ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες
320
ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται·
ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,
τοῦ μὲν ἀπαΐξαι, τοῦ δʼ ἑλκέμεν ἱμείροντος.
οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι
ἀνθίαι ἀλλʼ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
§3.325–3.486
325
νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,
ἄφρονες, οὐδʼ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.
πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι
ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.
ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
330
πυκναῖς τʼ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ·
εἰ δʼ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα
ἐλεύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.
πολλάκι δʼ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας
ὁρμιήν, ἀπὸ δʼ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.
335
τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη
ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι
πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.
ἄλλους δʼ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας
ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
340
κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε.
κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,
τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,
ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω
γαστήρ τʼ εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης
345
πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω
ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.
ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης
δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δʼ ὀδμὴ
κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,
350
οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα
δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα
κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν
ἐντίθεται· τοὺς δʼ αἶψα δυσώνυμος ἐντὸς ἀγείρει
γαστήρ, ἄλλον δʼ ἄλλος ἄγει σύνδορπον ἑταῖρον.
355
ἤδη δʼ ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου
ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον
κτησάμενοι, μίμνουσι, κακὴν δʼ εὕροντο καλιήν.
ὡς δʼ ὁπότʼ ὀρφανικοῖο μετʼ ἠιθέοιο μέλαθρον
οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι
360
κλητοί τʼ αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται,
κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,
οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,
ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·
ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
365
ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,
δὴ τότʼ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει
εὖ ἀραρός· τοὺς δʼ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας
ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δʼ ὄλεθρον
φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
370
νήπιοι, οὐδʼ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.
Ἄδμωσιν δʼ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται
ὀΐσυνον, μέσσοισι δʼ ἐν οἴδμασιν ὁρμίζουσι,
νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·
φελλοὶ δʼ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
375
τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·
τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα
μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει
βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δʼ ἀγέρονται
κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
380
ἄδμωες δʼ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο
ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,
δαιτὸς ἐελδόμενοι· τοὺς δʼ οὐ κίχον, ἀλλʼ ὑπόλισθον
ῥηϊδίως· οἱ δʼ οὔτι καὶ ἱέμενοί περ ἔχουσιν
αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλʼ ἑτέροισι
385
πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.
ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης
θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δʼ ἔνδοθι θυμῷ
δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δʼ ὀδύνῃσιν
ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο
390
ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δʼ ἀΐουσα
πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς
μαιομένη· τάχα δʼ ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα
ὑψόσʼ ἀναρπάζει κρυπτὸς δόλος, ἡ δʼ ἐνὶ βόθρῳ
εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,
395
ἀλλὰ φόβου· τῇ δʼ οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·
τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς
πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.
καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην
φράσσατʼ ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη
400
τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας
εὐπαγέως, φρυκτῶν δʼ ὀρόβων ἐνεθήκατο μάζαν,
οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης
δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι
πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
405
ἐλθεῖν τʼ ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης·
ἀλλʼ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν
αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,
δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων
θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,
410
ὀδμὴ δʼ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,
κικλήσκουσʼ ἀγέλας πολυειδέας· οἱ δʼ ἐφέπονται
πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος
πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.
Σάλπαι δʼ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
415
τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ.
πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον
ἀσπαλιεύς, αἰεὶ δὲ μετʼ οἴδμασι λᾶας ἵησι
χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.
ἀλλʼ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
420
σάλπαι δʼ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,
τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω
φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας
εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται
σάλπαι τʼ ἠδʼ ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·
425
οἳ τότʼ ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα
ἐς μυχὸν ἠΐχθησαν· ὁ δʼ αὐτίκα κύρτον ἀνέλκει
ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον,
ἀνδράσι τʼ ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·
σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,
430
ἔξοχα δʼ ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα
πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.
τρίγλης δʼ οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς
τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι,
φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·
435
σώμασι δʼ ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι
πυθομένοις, εὖτʼ ἄν τινʼ ἕλῃ στονόεσσα θάλασσα.
τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν
ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.
εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι
440
ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·
ἄμφω δʼ αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,
οἱ δʼ ἐνὶ χερσαίῃσιν ἀριστεύουσʼ ἀγέλῃσιν.
οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτʼ ἐνὶ κύρτῳ
ῥηϊδίως ἀπαφῶν οὔτʼ ἐν λινοεργέϊ κύκλῳ·
445
ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις
ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτʼ ἐδωδὴ
θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης
κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·
ἀλλʼ ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα
450
λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι
κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τινʼ ἀνδρῶν
οὔτε τινʼ εἰναλίων πεφρικότες· οἱ μέν ἅπαντες
ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης,
οἱ δὲ τότʼ ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι
455
πέτραις τʼ ἐμπελάουσιν ἀλήμονες, εἴ τινʼ ἐδητὺν
κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα·
νήπιοι, οὐδʼ ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,
οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ.
χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,
460
ἵστατʼ ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην,
ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·
εἴδατα δʼ ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,
τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δʼ ἐπὶ φορβὴν
ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.
465
ἀλλʼ ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης,
αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ
μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·
ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος
λεπτή θʼ ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·
470
λεπτοῖς δʼ ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι·
τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθʼ ὕδωρ,
πέμπει δʼ ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δʼ ὁρόωντες
αὐτίκʼ ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.
οὐδʼ ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δʼ ἀνέλκει
475
ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη·
οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης
ἀτρεκέως, εἴτʼ οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως
κύματʼ ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι,
ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,
480
πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.
τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.
ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,
ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες
εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος
485
πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην
τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην
§3.487–3.648
φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·
κλίνατο δʼ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλʼ ὅτε κούρην
Περσεφόνην ἥρπαξεν ἀπʼ Αἰτναίοιο πάγοιο,
490
δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,
ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα
Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·
φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων
Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν
495
εὔξατο νοστήσειν Ἀϊδωνέα, τήν δὲ μελάθρων
ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.
ποίη δʼ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,
τὴν ἐνιφυρήσαντες ἐπʼ ἀγκίστροισι βάλοντο.
κεστρεὺς δʼ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,
500
ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο
λοξὸν ὑπʼ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ
ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας
ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,
ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·
505
παπταίνει δʼ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα
εἱλεῖται, μάλα δʼ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·
ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει
θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·
ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
510
αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δʼ ἤδη
εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.
ὡς δʼ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης
μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,
ψαῦσαι μὲν τρομέει μητρός χόλον, οὐδʼ ἀναδῦναι
515
ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ
αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,
ἄλλοτε δʼ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δʼ αἰὲν
ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·
ὣς τότʼ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
520
ἀλλʼ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλʼ ἑτοίμως
ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων
ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετʼ ἀϋτμή·
ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.
ἔνθεν ἔπειτʼ ἄκροισι διακνίζει στομάτεσσι
525
δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ
πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων
ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
ἂν δʼ ἔρυσε, σπαίροντα δʼ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.
καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.
530
ἀλλʼ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδʼ ἴσος ἄλλοις·
οὐ γὰρ ἐπʼ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,
ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,
μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·
τοῦ δʼ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε
535
μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου
δῆσαν ἐπισταμένως· ξιφίης δʼ ὅτε θοῦρος ἵκηται,
αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·
τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,
αὐταῖς δʼ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·
540
αὐτὰρ ὅ γʼ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν
δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.
πολλὰ δʼ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,
ἔξοχα δʼ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν
ἀμφί τε Μασσαλίην, ἱερήν πόλιν, ἀμφί τε Κελτούς·
545
κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι
ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.
οἱ δʼ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι
καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες
ἀντίον ἰθύνουσι· ὁ δʼ οὐκ ἀναδύεται ἄγρην,
550
ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,
ἀλλʼ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες
πάντῃ κυκλώσωνται· ὁ δʼ ἐφράσαθʼ ὕστερον ἄτην,
αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ
φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.
555
πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα
φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,
οἱ δὲ θοῶς βουπλῆγος ὑπʼ εὐχάλκοιο τυπῇσιν
ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δʼ ἄρα νηὸς
ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δʼ ἕλκεται ὀρφανὸς ἀλκῆς.
560
ὡς δʼ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,
ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι,
ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν
αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων·
οἱ δʼ ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις
565
ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις·
ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν.
καὶ μὲν δὴ σκολιῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνῃσιν
ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,
570
ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω
χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν
ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῷ,
ὄφρα μιν ἐξερύσωσιν ἐπʼ ᾐόνας· ἔνθα δὲ δούροις
ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες
575
κρᾶτα συνηλοίησαν, ὁ δʼ ὄλλυται ἄφρονι πότμῳ.
ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον
καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.
σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας
ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον
580
ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας
τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,
οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν
μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι
ψαῦσαί θʼ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρʼ ὀρέγουσι
585
νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·
ὣς οἵ γʼ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο
ἐσπεσέειν κευθμῶνα, κακοῦ δʼ ἤντησαν ἔρωτος.
ἔνθʼ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι
ἔκθορον, οἱ δʼ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι
590
πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.
πολλοὺς δʼ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο
ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,
τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,
τοὺς δʼ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,
595
ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.
θύννοι δʼ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν
ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης
ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·
ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω
600
ἐσδύνειν, σκολιοῖσι δʼ ἐπαΐσσουσιν ὀδοῦσι,
σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δʼ ἄρʼ ὀδοῦσιν
ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος
ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες
ἕλκονται ποτὶ χέρσον ὑπʼ ἀφραδίῃσιν ἁλόντες.
605
καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἵ δʼ ὅτε κόλπον
δικτύου ἐκπροφύγωσι, πόνου δʼ ἔκτοσθε γένωνται,
αὖτις ἐπιστρωφῶσι, λίνῳ δʼ ἐπιμηνίουσαι
δήγματʼ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω
ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
610
αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι
κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,
οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
615
ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο
ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες
ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι
πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
620
θύννων δʼ αὖ γενεὴ μὲν ἀπʼ εὐρυπόροιο τέτυκται
Ὠκεανοῦ· στείχουσι δʼ ἐς ἡμετέρης ἁλὸς ἔργα
εἰαρινοῦ μετὰ λύσσαν ὅτʼ οἰστρήσωσι γάμοιο.
τοὺς δʼ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης
ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·
625
δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες
Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.
ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
630
κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.
πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.
χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαις
635
οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ
καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν
ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
640
πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα
ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ
δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τʼ αὐλῶνες ἔασιν.
οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες
ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
645
ὁπλότεροι, τοὶ δʼ εἰσὶ γεραίτεροι, οἱ δʼ ἐνὶ μέσσῃ
ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,
εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.
Tap any Greek word to look it up