Lucian of Samosata Soleocista
EN Lat Orig
Soleocista
§1.1 Ἆρά γε γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;
§1.2 Ἐμοὶ μὲν δοκεῖ.
§1.3 δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;
§1.4 Ἀληθῆ λὲγεις.
§1.5 Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, πῶς λέγωμεν περὶ σοῦ;
§1.6 Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.
§1.7 Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;
§1.8 Παντάπασί γε.
§1.9 Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.
§1.10 Οὐκοῦν εἰπέ.
§1.11 Ἀλλἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.
§1.12 Παίζεις ἔχων;
§1.13 Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ μέν οἶσθ̓, δοὐκ οἶσθα.
§1.14 Εἰπὲ μόνον.
§1.15 Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δοὐκ ἔγνως.
§1.16 Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;
§1.17 Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δοὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.
§2.1 Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.
§2.2 Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;
§2.3 Τίνας τρεῖς;
§2.4 Ὅλους ἀρτιγενείους.
§2.5 Ἐγὼ μέν σε παίζειν δοκῶ.
§2.6 Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις.
§2.7 Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;
§2.8 Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ᾽ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.
§2.9 Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.
§2.10 Ἀλλοὐδὲ νῦν ἔγνως.
§2.11 Πότε νῦν;
§2.12 Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.
§2.13 Οὐκ οἶδα τι λέγεις.
§2.14 Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.
§3.1 Ἀλλἐγὼ βούλομαι· σὺ δοὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσι.
§3.2 Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.
§3.3 Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.
§3.4 Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.
§3.5 Οὐ λήσουσι.
§3.6 Καὶ μὴν ἔλαθόν γε.
§3.7 Θαυμαστὰ λέγεις.
§3.8 Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μηδαὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι· οὐ γὰρ πρός2εστιν αὐτῷ τὸ τίνα.
§4.1 Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις· ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.
§4.2 Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων. εἰ οὐ νῦν ἔγνως σολοικίζοντά με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι.
§4.3 Ἀληθῆ λέγεις.
§4.4 Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ σε. μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα, καὶ αὐτὸς μὴ σολοικίζειν.
§5 κἀγὼ μὲν οὕτως. Σωκράτης δὲ ἀπὸ Μόψου, συνεγενόμην ἐν Αἰγύπτῳ, τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα. πρὸς μέντοι γε τὸν ἐρωτήσαντα πηνίκα ἔξεισι; Τίς γὰρ ἄν, ἔφη, ἀποκριθείη σοι περὶ τῆς τήμερον ὡς ἐξιών; ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς φής; εἶπε· τέθνηκε γὰρ πατήρ σοι; ἄλλου δὲ αὖθις λέγοντος, Πατριώτης ἔστι μοι· Ἐλάνθανες ἄρα ἡμᾶς, ἔφη, βάρβαρος ὤν. ἄλλου δὲ εἰπόντος, δεῖνά ἐστι μεθύσης, Μητρός, εἶπεν, πῶς λέγεις; ἑτέρου δὲ ἐκλελογχότας, Διπλασιάζεις, ἔφη, τοὺς ἐξειληχότας. εἰπόντος δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ, Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου δὲ εἰπόντος, Πρόσεισιν μεῖραξ οὑμὸς φίλος, Ἔπειτα, ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς, διώξῃ. ἄλλου δὲ εἰπόντος, Τῶν φίλων κορυφαιότατος, Χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν, ὃν ἐξορμᾷς; ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς ἐπιπολῆς εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ τινος Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν εἶπε συνετάξατο. ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν, Θαυμαστόν, ἔφη, εἰ εἷς ὤν περιέστης τὸν ἕνα. ἑτέρου δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο πάντως, εἶπεν.
§6 εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς· πρὸς γοῦν τὸν εἰπόντα, Νῶϊ τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶϊν ἐρεῖς ὡς ἁμαρτάνομεν. ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων καὶ εἰπόντος, δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη, Ἡρακλῆς ἐμίχθη αὐτῇ; καρῆναι δέ τινος εἰπόντος ὡς δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας; καὶ ζυγομαχεῖν δέ τινος εἰπόντος, Πρὸς τὸν ἐχθρόν, εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, τί βουλομένου τοῦ βασανίζοντος; προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ. ἐρομένου δέ τινος εἰ μελετήσει δεῖνα, Πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι δεῖνα;
§7 ἀττικίζοντος δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου, Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον. καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι αὐτοῦ, Μή τι, ἔφη, διήμαρτες βαλών; ἀφιστᾶν δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ἄμφω μέν, ἔφη, οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴτ εἰ μή, Ταῦτα, ἔφη, διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν, κόν, ἔφη, τὸ ῥῆμα. τῷ δὲ λέγοντι ἔκτοτε, Καλόν, ἔφη, τὸ εἰπεῖν ἐκπέρυσι, γὰρ Πλάτων ἐς τότε λέγει. τῷ δὲ ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθἑτέρων, ἔφη, σημαίνεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ λέγοντος φὴς μὴ ἀντιποιεῖσθαι. βράδιον δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν, ὡς νενόμικας. λέλογχα δὲ τὸ τὸ εἴληχα λέγοντος, Ὀλίγον, ἔφη, καὶ παροἷς ἁμαρτάνεται. ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς ἴσμεν. περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ τὸν φάττον ἐροῦμεν, ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι, Καὶ πῶς ἄν, ἔφη, φακόν τις φάγοι; ταῦτα μὲν τὰ Σωκράτεια.
§8.1 Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι ὅλους, σὺ δὲ γνώρισον· οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων.
§8.2 Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος· ὅμως εἰπέ.
§8.3 Καὶ πῶς φὴς οὐ δυνήσεσθαι; γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.
§8.4 Εἰπὲ τοίνυν.
§8.5 Ἀλλὰ εἶπον.
§8.6 Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.
§8.7 Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;
§8.8 Οὐκ ἔμαθον.
§8.9 Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.
§8.10 Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.
§9.1 Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον· σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας.
§9.2 Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον.
§9.3 Εἰ ἄρα καθεἷς λανθάνει σε περιιών;
§9.4 Ἐοίκασί γε.
§9.5 δὲ καθεἷς πῶς παρῆλθεν;
§9.6 Οὐδὲ τοῦτο ἔμαθον.
§9.7 Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;
§9.8 Τί οὖν τοῦτο;
§9.9 Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.
§9.10 Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος;
§9.11 Ὅτι ἀγνοεῖ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν γυναῖκα, ἆρἂν ἐπιτρέποις αὐτῷ;
§9.12 Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος;
§9.13 Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;
§9.14 Οὐκ ἔγωγε.
§9.15 Ὀρθῶς γὰρ λέγεις· οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι;
§9.16 Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἐξιέναι.
§9.17 Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;
§9.18 Ὑβριστὴς εἶ.
§9.19 Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δοὐκ ἔγνως.
§10.1 Παῦσαι πρὸς τῆς Ἀθηνᾶς· ἀλλεἰπέ τι τοιοῦτον, ὥστε κἀμὲ μαθεῖν.
§10.2 Καὶ πῶς ἄν μάθοις;
§10.3 Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φὴς σολοικίσας ἐμὲ λαθεῖν καὶ παρ τι ἕκαστον σεσολοίκισται.
§10.4 Μηδαμῶς, ἄριστε· μακρὸν γὰρ ἢν ποιήσαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι καθἕκαστον αὐτῶν πυνθάνεσθαι· νῦν δὲ ἕτερἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τοῦτο τὸ ἄττα μὴ δασέως, ἀλλὰ ψιλῶς ἐξενεγκεῖν· ὀρθῶς φαίνεται ῥηθὲν μετὰ τοῦ ἕτερα συντιθέμενον· μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φὴς ὑβρίσαι σε, εἰ μὴ οὕτω λέγοιμι, ἀλλεἰς σέ, φαίην ἴδιον.
§10.5 Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν.
§10.6 Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς δεσμοῖς καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.
§10.7 Κατανοῶ τὸ διάφορον.
§10.8 Ἆροὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;
§10.9 Ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν λέγει, τί σοι δόξει λέγειν;
§10.10 Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.
§10.11 Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;
§10.12 Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.
§10.13 Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισί· βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.
§10.14 Ὀρθῶς γὰρ λέγεις.
§11.1 Τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆροἶσθὅτι διενήνοχεν;
§11.2 Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λεγοντος ὡς ἔστιν ἔκφυλον.
§11.3 Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.
§11.4 Καὶ τῷ ποτἂν εἴη διαφέρον;
§11.5 Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον· ἧσ’, ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ ʼκαθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι.
§12.1 Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ λέγε· οὕτω γάρ σε δεῖ προδιδάσκειν.
§12.2 Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;
§12.3 Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.
§12.4 Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.
§12.5 Τίνα ταύτην;
§12.6 Ὅτι τὸ μὲν ἑτέρῳ τὸ καταδουλοῦν, τὸ δἑαυτῷ γίγνεται.
§12.7 Καλῶς λέγεις.
§12.8 Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν, εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις.
§12.9 Ἀλλοὐκ ἂν δόξαιμι.
§12.10 Οὐκοῦν τὰ λοιπὰ ἐσαῦθις ἀναβαλώμεθα, νῦν δὲ διαλύσωμεν τὸν διάλογον.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1913
Teubner
Jacobitz, Teubner, 1913 · 1913
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up