Lucian of Samosata › Podagra
EN Lat Orig
ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον,
ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις
Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
5 μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει
εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
10 βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,
οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα
τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ
ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
15 τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
20 ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν,
δίναισι φλογμῶν σάρκα πυρπολούμενον,
ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
25 ὅπου δυσεξέλικτα κυματούμενος
σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,
ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν
ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.
30 ἀνὰ Δίνδυμον Κυβήβης
Φρύγες ἔνθεον ὀλολυγὴν
ἁπαλῷ τελοῦσιν Ἄττῃ,
καὶ πρὸς μέλος κεραύλου
Φρυγίου κατʼ ὄρεα Τμώλου
35 κῶμον βοῶσι Λυδοί·
παραπλῆγες δʼ ἀμφὶ ῥόπτροις
κελαδοῦσι Κρητὶ ῥυθμῷ
νόμον Κορύβαντες εὐάν.
κλάζει βρίθουσα σάλπιγξ
40 Ἄρει κρέκουσα θούρῳ
πολεμηίαν ἀϋτήν.
ἡμεῖς δὲ σοί, Ποδάγρα,
πρώταις ἔαρος ἐν ὥραις
μύσται τελοῦμεν οἴκτους,
45 ὅτε πᾶς χλοητόκοισι
ποίαις τέθηλε λειμών,
Ζεφύρου δὲ δένδρα πνοιαῖς
ἁπαλοῖς κομᾷ πετήλοις,
ἁ δύσγαμος κατʼ οἴκους
50 μερόπων θροεῖ χελιδών,
καὶ νυκτέροις καθʼ ὕλαν
τὸν Ἴτυν στένει δακρύουσʼ
Ἀτθὶς γόοις ἀηδών.
ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς
55 μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
60 σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος
μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·
δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
65 εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
70 πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
ἀλλʼ εἶα.
τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,
κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
75 τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;
ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;
ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
80 τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε;
αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.
Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
85 μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.
Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
Τὰν μὲν Κυπρίαν Ἀφροδίταν
σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος
ἀνεθρέψατο χόσμιον ἁρμογὰν
90 ἁλίοις ἐνὶ κύμασι Νηρεύς.
τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς
Ζανὸς παράκοιτιν Ὀλυμπίου
λευκώλενον εὐρέσι κόλποις
Ἥραν ἐτιθήνατο Τηθύς.
95 κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου
ἐλόχευσε κόρας ἄτρομον φυὰν
Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων,
τὰν ἐγρεκύδοιμον ᾿Αθάναν.
τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν
100 ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις
πρώταν ἐλόχευσεν Ὁφίων.
ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος
ἀνέτειλέ τε λαμπέτις ἀὼς
καὶ παμφαὲς ἀελίου σέλας.
105 τότε καὶ Ποδάγρας ἐφάνη κράτος.
ὅτε γὰρ λαγόνων σε τεκοῦσα
Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν,
ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,
μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·
110 τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς
εὔολβος ἐθρέψατο Πλούτων.
Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,
115 οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,
οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·
ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
120 ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς,
χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺς
ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυρο,. μαλάσσει,
μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.
125 Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων
ἔλαθον ὑπάρχων; τοιγὰρ ἧκε πρευμενὴς
δαίμων φανεῖσα. σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ
ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.
Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,
130 καὶ πᾶς ποδαγρῶν εὐφημείτω.
ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς
βαίνει δαίμων σκίπωνι βάσιν
στηριξομένη. χαίροις μακάρων
πολὺ πραοτάτη καὶ σοῖς προπόλοις
135 ἵλαος ἔλθοις ὄμματι φαιδρῷ.
δοίης δὲ πόνοις λύσιν ὠκεῖαν
ταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις.
Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων
οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;
140 ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται
οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις,
οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν,
ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει,
πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν.
145 οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός.
ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος,
τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος,
κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.
ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράξει τέχνην·
150 τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι
καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην.
ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα,
ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον,
ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων.
155 σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν,
ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια,
ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον,
τῆλιν μετ’ οἴνου, γυρίνην, κολλάμφακον,
κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,
160 χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου,
σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου·
ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,
βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
165 ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;
τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ;
ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,
στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.
πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
170 οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες.
ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,
ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,
Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
175 ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω
καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με
εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·
τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
180 ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων
πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·
πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.
ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.
185 Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ ἐγώ,
βαίνουσ’ ἐπ᾿ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν
ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν
Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.
ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,
190 γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν.
Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,
πουλυσθενές, ὀβριμόθυμε θεά,
κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.
μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,
195 τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος,
τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας,
τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,
ἐπιδεσμοχαρές, κατακλινοβατές,
κολυσιδρόμα, βασαναστραγάλα,
200 σφυροπρησιπύρα, μογισαψεδάφα,
δοιδυκοφόβα, γονυκαυσαγρύπνα,
περικονδυλοπωρυφίλα,
γονυκαμψεπίκυρτε Ποδάγρα.
Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
205 ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,
ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·
ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ
πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους
μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
210 καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα
νικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν,
δύω δὲ τώδε φῶτε τολμηρὼ θράσει
ἐφραξέτην λαοῖσι καὶ κατωμνύτην.
ὡς οὐκέτ’ ἔστι σὸν κράτος σεβάσμιον,
215 ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου.
διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα
πεμπταῖος ἥκω στάδια διανύσας δύο.
Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.
τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
220 ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.
Πρῶτον μὲν ἔλιπον πέντε βαθμῶν κλίμακα,
ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,
ὅθεν μὲ δέχεται κορδυβαλλῶδες πέδον
σχληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.
225 ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ
ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν
καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.
μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ
ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου
230 ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,
δι᾿ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς
ἔρρει βάσιν μου σαθρὰν ἐκλελυμένῳ.
ὅθεν μὲ δέχεται πᾶν μέλος κεκμηκότα
πλατεῖα μὲν κέλευθος, ἀλλ’ οὐκ ἀσφαλής·
235 τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐχκεῖθ’ ὀχήματα
ἤπειγεν, ἠνάγκαξεν, ἔσπερχεν τρέχειν.
ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα
δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,
ἕως ἀπήνη παραδράμῃ τροχήλατος·
240 μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.
Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
245 ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.
ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότες
τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν;
250 λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ
ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.
Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·
ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·
ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
255 Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν·
ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης·
Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου
ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
260 ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου·
Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.
ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,
ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.
265 Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,
λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·
ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
270 Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.
Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,
ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
275 Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,
ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;
ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,
καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
280 ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.
δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι
βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους
φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι,
285 σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο
ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·
κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
290 ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.
Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστατον,
εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ.
εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐιιοί,
λείπουσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,
295 ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βαθη.
Ἰδού, κέχρισται, κοὐ χαλᾷ φλογμὸν πόνων.
Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι,
ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ·
οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,
300 οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων,
οὐδὲ στροβητὴ λαίλαπος τόσση βία.
μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;
μή τίς μ’ ἐχίδνης ἰὸς ἀμφιβόσκεται,
ἢ διαβρεχὴς ἰχῶρι Κενταύρου πέπλος;
305 ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν
οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον,
ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾶς βροτῶν.
Παύσασθε.βάσανοι,καὶπόνους μειώσατε
τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.
310 γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν
ἄτεγχτος οὖσα φαρμάκοις οὐ πείθομαι.
Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία,
ἀλλ’ ἔθανε ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει,
οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,
315 ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρμα πίτυϊ.
πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη.
ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.
Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν,
ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει·
320 οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων,
ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.
ἤπιον. ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,
κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,
εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
325 Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων,
μελέται δὲ πόνων καὶ τὸ σύνηθες
τοὺς ποδαγρῶντας παραμυθείσθω.
ὅθεν εὐθύμως, ὦ σύγκληροι,
λήσεσθε πόνων,
330 εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός.
πᾶς δ’ ἀνεχέσθω τῶν πασχόντων
ἐμπαιξόμενος καὶ σκωπτόμενος·
τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1913
Teubner
Jacobitz, Teubner, 1913 · 1913
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

—

Tap any Greek word to look it up