Prooemium
§1 Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ, φησὶν θεῖος Ἀπόστολος· τὸ δὲ Πνεύματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαι τῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενομένοις μένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγραπται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶν ἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱ ἀπαἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας· οἱ μὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντες ὁδόν, καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι. ὧν τὰς ἀριστείας καὶ τὰ κατορθώματα,
§3 τῶν Ἰνδῶν λεγομένη χώρα πόρρω μὲν διάκειται τῆς Αἰγύπτου, μεγάλη οὖσα καὶ πολυάνθρωπος· περικλύζεται δὲ θαλάσσαις καὶ ναυσιπόροις πελάγεσι τῷ κατΑἴγυπτον μέρει· ἐκ δὲ τῆς ἠπείρου προσεγγίζει τοῖς ὁρίοις Περσίδος, ἥτις πάλαι μὲν τῷ τῆς εἰδωλομανίας ἐμελαίνετο ζόφῳ, εἰς ἄκρον ἐκβεβαρβαρωμένη καὶ ταῖς ἀθέσμοις ἐκδεδιῃτημένη τῶν πράξεων. ὅτε δὲ μονογενὴς τοῦ Θεοῦ Υἱός, ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, τὸ ἑαυτοῦ πλάσμα μὴ φέρων ὁρᾶν ἁμαρτίᾳ δουλούμενον, τοῖς οἰκείοις περὶ τοῦτο σπλάγχνοις ἐπικαμφθείς, ὤφθη καθἡμᾶς ἁμαρτίας τίας χωρίς, καί, τὸν τοῦ Πατρὸς θρόνον μὴ ἀπολιπών, Παρθένον ᾤκησε διἡμᾶς, ἵνἡμεῖς κατοικήσωμεν τοὺς οὐρανούς, τοῦ τε παλαιοῦ πτώματος ἀνακληθῶμεν, καὶ τῆς ἁμαρτίας ἀπαλλαγῶμεν, τὴν προτέραν υἱοθεσίαν ἀπολαβόντες,
§2 τῶν τε διαἵματος τελειωθέντων καὶ τῶν διἀσκήσεως τὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῇ παραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειτα παραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων τοῦ Χριστοῦ παρείληφεν Ἐκκλησία, ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν τοῦτο νομοθετησάντων. γὰρ πρὸς ἀρετὴν φέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶ μάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺς ἐπὶ τὸν Κύριον, ἀλλἐκ τῆς τῶν παθῶν τυραννίδος ἔτι πολεμουμένοις. διὰ τοῦτο καὶ πολλῶν δεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς, τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ καὶ βίων ἱστορίας τῶν ἐκείνην προωδευκότων, καὶ μᾶλλον ἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώσκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον. ἐπεὶ καὶ τῷ μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶ τραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενος ἧττον πείσειεν· ὑποδεικνύων δὲ πολλοὺς αὐτὴν ἤδη διελθόντας, εἶτα κἀν τῷ τέλει καλῶς καταλύσαντας, οὕτω πείσειε μᾶλλον καὶ αὐτὸν ἂν τῆς πορείας ἅψασθαι. τούτῳ οὖν ἐγὼ στοιχῶν τῷ κανόνι, ἄλλως δὲ καὶ τὸν ἐπηρτημένον τῷ δούλῳ κίνδυνον ὑφορώμενος, ὅς, λαβὼν παρὰ τοῦ δεσπότου τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε καὶ τὸ δοθὲν πρὸς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον,
§4 καί, πᾶσαν μὲν τὴν διὰ σαρκὸς ὑπὲρ ἡμῶν τελέσας οἰκονομίαν, σταυρόν τε καὶ θάνατον καταδεξάμενος καὶ τοῖς ἐπουρανίοις παραδόξως ἑνοποιήσας τὰ ἐπίγεια, ἀναστὰς δὲ ἐκ νεκρῶν καὶ μετὰ δόξης εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ ἐν δεξιᾷ τῆς τοῦ Πατρὸς μεγαλωσύνης καθίσας, τὸ παράκλητον Πνεῦμα τοῖς αὐτόπταις αὐτοῦ καὶ μύσταις, κατὰ τὴν ἐπαγγελίαν, ἐν εἴδει γλωσσῶν πυρίνων ἐξαπέστειλε, καὶ ἔπεμψεν αὐτοὺς εἰς πάντα τὰ ἔθνη φωτίσαι τοὺς ἐν σκότει τῆς ἀγνοίας καθημένους, καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑῴας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι, βόρειά τε καὶ νότια διαθέειν κλίματα, τὸ προστεταγμένον αὐτοῖς πληροῦντας, διάγγελμα τότε καὶ ἱερώτατος Θωμᾶς, εἷς ὑπάρχων τῆς δωδεκαρίθμου φάλαγγος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὴν τῶν Ἰνδῶν ἐξεπέμπετο, κηρύττων αὐτοῖς τὸ σωτήριον κήρυγμα.
§3 ἐξήγησιν ψυχωφελῆ ἕως ἐμοῦ καταντήσασαν οὐδαμῶς σιωπήσομαι· ἥνπερ μοι ἀφηγήσαντο ἄνδρες εὐλαβεῖς τῆς ἐνδοτέρας τῶν Αἰθιόπων χώρας, οὕστινας Ἰνδοὺς οἶδεν λόγος καλεῖν, ἐξ ὑπομνημάτων ταύτην ἀψευδῶν μεταφράσαντες, ἔχει δὲ οὕτως.
§5 τοῦ Κυρίου δὲ συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων ἀπαλλαγέντες, τῇ ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῷ διὰ τοῦ βαπτίσματος ᾠκειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῇ ἀμωμήτῳ πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ᾠκοδόμουν τὰς χώρας. Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου διαγωγῆς φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῷ τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων.
§6 οὕτω καλῶς ἐχόντων τῶν πραγμάτων, καὶ χρυσαῖς πτέρυξι, τὸ δὴ λεγόμενον, εἰς οὐρανοὺς πολλῶν ἀνιπταμένων, ἀνίσταταί τις βασιλεὺς ἐν τῇ αὐτῇ χώρᾳ, Ἀβεννὴρ τοὔνομα, μέγας μὲν γενόμενος πλούτῳ καὶ δυναστείᾳ καὶ τῇ κατὰ τῶν ἀντικειμένων νίκῃ, γενναῖός τε ἐν πολέμοις, καὶ μεγέθει σώματος ἅμα δὲ καὶ προσώπου ὡραιότητι σεμνυνόμενος, πᾶσί τε τοῖς κοσμικοῖς καὶ θᾶττον μαραινομένοις προτερήμασιν ἐγκαυχώμενος· κατὰ ψυχὴν δὲ ἐσχάτῃ πιεζόμενος πτωχείᾳ καὶ πολλοῖς κακοῖς συμπνιγόμενος, τῆς ἑλληνικῆς ὑπάρχων μοίρας, καὶ σφόδρα περὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων ἐπτοημένος. πολλῇ δὲ συζῶν οὗτος τρυφῇ καὶ ἀπολαύσει τῶν ἡδέων καὶ τερπνῶν τοῦ βίου, καὶ ἐν οὐδενὶ τῶν θελημάτων καὶ ἐπιθυμιῶν αὐτοῦ ἀποστερούμενος, ἓν εἶχε τὸ τὴν εὐφροσύνην αὐτῷ ἐγκόπτον καὶ μερίμναις αὐτοῦ βάλλον τὴν ψυχήν, τὸ τῆς ἀτεκνίας κακόν. ἔρημος γὰρ ὑπάρχων παίδων, διὰ φροντίδος εἶχε πολλῆς ὅπως, τοῦ τοιούτου λυθεὶς δεσμοῦ, τέκνων κληθείη πατήρ, πρᾶγμα τοῖς πολλοῖς εὐκταιότατον. τοιοῦτος μὲν βασιλεύς, καὶ οὕτως ἔχων τῆς γνώμης. Τὸ δὲ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τὰ τῶν μοναχῶν πλήθη παροὐδὲν θέμενοι τὸ τοῦ βασιλέως σέβας, καὶ τὴν αὐτοῦ μὴ δεδοικότες ὅλως ἀπειλήν, προέκοπτον τῇ τοῦ Χριστοῦ χάριτι, εἰς λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν ποιούμενοι τοῦ βασιλέως λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως ἐχόμενοι. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανῃρημένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος.
§7 ἐκήρυττον οὖν, οὐ φόβῳ τινὶ καὶ ὑποστολῇ, ἀλλὰ καὶ λίαν εὐπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα, καὶ οὐδὲν τι μὴ Χριστὸς αὐτοῖς διὰ στόματος ἦν, τήν τε ῥευστὴν καὶ εὐμάραντον φύσιν τῶν παρόντων καὶ τὸ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορμὰς παρεῖχον καὶ σπέρματα πρὸς τὸ οἰκείους γενέσθαι Θεῷ καὶ τῆς ἐν Χριστῷ κρυπτομένης ἀξιωθῆναι ζωῆς. ἐντεῦθεν πολλοί, τῆς ἡδίστης ἐκείνης διδασκαλίας ἀπολαύοντες, τοῦ μὲν πικροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους, τῷ δὲ γλυκεῖ τῆς ἀληθείας φωτὶ προσετίθεντο· ὡς καί τινας τῶν ἐνδόξων καὶ τῆς συγκλήτου βουλῆς πάντα ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη καὶ λοιπὸν γίνεσθαι μοναχούς. δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, ὀργῆς ὅτι πλείστης πληρωθεὶς καὶ τῷ θυμῷ ὑπερζέσας, δόγμα αὐτίκα ἐξέθετο, πάντα Χριστιανὸν βιάζεσθαι τοῦ ἐξόμνυσθαι τὴν εὐσέβειαν. ὅθεν καινὰ μὲν καταὐτῶν εἴδη βασάνων ἐπενόει καὶ ἐπετήδευε, καινοὺς δὲ τρόπους θανάτων ἠπείλει. καὶ γράμματα κατὰ πᾶσαν τὴν ὑποτελῆ αὐτῷ χώραν ἐπέμπετο ἄρχουσι καὶ ἡγεμόσι, τιμωρίας κατὰ τῶν εὐσεβῶν καὶ σφαγὰς ἀδίκους ἀποφαινόμενα. ἐξαιρέτως δὲ κατὰ τῶν τοῦ μοναδικοῦ σχήματος λογάδων θυμομαχῶν, ἄσπονδον ἤγειρε τὸν πρὸς αὐτοὺς καὶ ἀκήρυκτον πόλεμον.
§8 ταύτῃ τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διάνοιαν ἀνεσαλεύοντο, ἄλλοι δέ, τὰς βασάνους μὴ δυνηθέντες ὑπενεγκεῖν, τῷ ἀθεμίτῳ αὐτοῦ εἶκον προστάγματι. οἱ δὲ τοῦ μοναχικοῦ τάγματος ἡγεμόνες καὶ ἀρχηγοί, οἱ μέν, ἐλέγχοντες αὐτοῦ τὴν ἀνομίαν, τὸ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ τῆς ἀλήκτου ἐπέτυχον μακαριότητος· οἱ δὲ ἐν ἐρημίαις καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὐ δέει τῶν ἠπειλημένων βασάνων, ἀλλοἰκονομίᾳ τινὶ θειοτέρᾳ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up